Menu

Scholia on the Gospel of Matthew

Brief comments on verses of Matthew’s Gospel ascribed to Origen and preserved in Greek manuscripts. They supplement his large Commentary on Matthew, of which only part survives.

The third century c. AD 230–250 Origen of Alexandria Greek 12 chapters Modern English: CC BY-SA 4.0
Download the English translation EPUB 24 KBWord 23 KBPlain text 31 KB
Show:
GreekCharles de La Rue edition
Modern EnglishSermonIndex translation from the Greek
Matthew 1
Στιχ. ιη΄. Τοῦ δὲ Ἰησοῦ ἡ γέννησις οὕτως ἦν. . . . . . . . (1–2) Ὧδε μὲν γεννήσεως μέμνηται ὁ εὐαγγελιστὴς, κατʼ ἀρχὰς δὲ τοῦ Εὐαγγελίου, τῆς γενέσεως. Ἐνταῦθα μὲν γὰρ λέγει· Τοῦ δὲ Ἰησοῦ λριστοῦ ἡ γέννησις οὕτως ἦν, ἐκεῖ δὲ, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Τίς οὖν ἡ διαφορὰ τῆς γεννήσεως καὶ τῆς γενέσεως; καὶ ὡς ἀμφότερα ἐπὶ Χριστοῦ λαμβάνεται; Ὥσπερ ὁ λόγος οὗτος ὁ προφορικὸς κατὰ τὴν οἰκείαν φύσιν ἀναφής ἐστι καὶ ἀόρατος· ὅταν δὲ ἐν βιβλίῳ γραφῇ, καὶ οἱονεὶ σωματωθῇ, τότε καὶ ὁρᾶται καὶ ψηλαφᾶται· οὕτως καὶ ὁ ἄσαρκος τοῦ Θεοῦ Λόγος καὶ ἀσώματος, οὕτε ὁρώμενος, οὕτε γραφόμενος κατὰ τὴν θεότητα, ἐπειδὴ ἐσαρκώθη, καὶ ὁρᾶται καὶ γράφεται. Διὰ τοῦτο, ὡς σαρκωθέντος, καὶ βίβλος ἐστὶ τῆς αὐτοῦ γενέσεως. Ἀλλʼ οὐκ ἐξήτηται ἐνθάδε τὸ, διὰ τί εἶπε βίβλος, καὶ οὐκ εἶπεν ὅρασις (3), ἢ λόγος· ἀλλὰ τὸ, τί ἐστι γέννησις, καὶ τί γένεσις; Διαφέρει γένεσις καὶ γέννησις. Γένεσις μὲν γάρ ἐστι παρὰ Θεοῦ πρώτη πλάσις γέννησις δὲ ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. Καὶ ἔτι, ἡ μὲν γένεσις τὸ ἄφθαρτον ἔχει (4) καὶ ἀναμάρτητον· ἡ δὲ γέννησις τὸ παθητὸν καὶ ἁμαρτητικόν. Ὁ οὖν Κύρος, τῆς μὲν γενέσεως τὸ ἀναμάρτητον φυσικῶς λαβὼν, τὸ ἄφθαρτον οὐ προσέλαβε· τῆς δὲ γεννήσεως τὸ παθητὸν εἰληφὼς, τὸ ἁμαρτητικὸν οὐ προσέλαβε, τὸν πρῶτον τοῖς κατʼ ἄμφω μέρεσιν Ἀδὰμ φέρων ἀμείωτον. Οὐκοῦν εἴη ἂν ἐπὶ Χριστοῦ γένεσις μὲν, οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος, ἀλλʼ ὀδὸς ἀπὸ τοῦ ἐν μορφῇ Θεοῦ ὑπάρχειν εἰς τὸ ἀναλαβεῖν τὴν τοῦ δούλου μορφήν· ἡ δὲ γέννησις αὐτοῦ διπλῆ γέγονε, καθʼ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς. Τὸ μὲν γὰρ ἐκ γυναικὸς γεννηθῆναι καθʼ ἡμᾶς· τὸ δὲ μὴ ἐκ θελήματος σαρκὸς, ἢ ἀνδρὸς, ἀλλʼ ἐκ Πνεύματος ἁγίου, ὑπὲρ ἡμᾶς. Ὅπερ καὶ τὴν μέλλουσαν προανεφώνει γέννησιν, ἣν ἡμῖν ἔμελλεν ἐκ Πνεύματος χαρίσεσθαι.
Verse 18. “Now the birth of Jesus was like this.” Here the evangelist speaks of “birth” (gennēsis), but at the beginning of the Gospel he speaks of “genesis.” Here he says, “Now the birth of Jesus Christ was like this,” and there, “The book of the genesis of Jesus Christ.” What, then, is the difference between birth and genesis? And how are both said of Christ? The spoken word is by its own nature intangible and invisible. But when it is written in a book and, as it were, embodied, then it is seen and touched. In the same way the Word of God, without flesh and without body, is neither seen nor written in respect of his deity. But since he became flesh, he is both seen and written. So, as one who became flesh, there is also a book of his genesis. But the question here is not why he said “book” and not “vision” or “word.” It is what birth is and what genesis is. They differ. Genesis is the first forming by God. Birth is the succession of one person from another, which comes from the sentence of death because of the transgression. Again, genesis has incorruption and sinlessness, while birth has susceptibility to suffering and sinfulness. So the Lord took sinlessness from genesis, by nature, but did not take on incorruption. And he took susceptibility to suffering from birth, but did not take on sinfulness. In this way he bore the first Adam undiminished in both respects. In Christ, then, genesis would not be a coming from non-being into being. It would be a journey from existing in the form of God to taking the form of a servant. His birth, however, was twofold: like us and beyond us. To be born of a woman is like us. To be born not of the will of flesh or of man, but of the Holy Spirit, is beyond us. This also announced in advance the birth to come, which he was going to give us from the Spirit.
Matthew 7
(5) Στιχ. ε΄. Μὴ δῶτε τὸ ἄγιον τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων...
Verse 5. “Do not give what is holy to the dogs, and do not throw your pearls before the pigs...”
Στιχ. ς΄. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Ἵνα μὴ ἀγνοῶσιν οἱ μαθηταὶ, τίνες εἰσὶν κύνες, ἢ χοῖροι ἐν τοῖς ἀκροαταῖς, ἐπιμόνως ζητήσατε, φησὶν, ἐκ Θεοῦ, καὶ ἀποκαλύπτεται ὑμῖν πάντα. Ἀρχὴ μὲν γὰρ ἀρετῆς τὸ διʼ εὐχῆς γνῶναι τὸ ἀγαθόν· εἶτα τὸ εἰδέναι πῶς δεῖ ὁδεῦσαι τὴν ἀρετήν τρίτον τὸ διὰ τῶν ἔργων κρούειν ἀνοιγῆναι αὐτῷ τὴν θύραν. Τοῦτο γὰρ σημαίνει ἡ διὰ τῶν χειρῶν κροῦσις. Τρισσᾶς γὰρ ἡ τῶν σωτηρίων δογμάτων ἀλήθεια λαμβάνεται, ἐπιμελεῖ εὐχῇ, καὶ τοῦ ἡγεμονικοῦ ἐν τῷ ζητεῖν τὰ θεῖα καταστάσει, καὶ περὶ τοῦ εὑρεῖν συναισθήτως τῆς τῶν κεκρυμμένων Γραφῶν ἀσφαλείας τὸ βάθος, ἀκριβεῖ πολυπραγμοσύνῃ· οὕτω γὰρ ἀνοίγεσθαί φησι τὰς Γραφάς.
Verse 6. “Ask, and it will be given to you; seek, and you will find; knock, and it will be opened to you.” So that the disciples would not be ignorant of which of their hearers are dogs or pigs, he says: Seek earnestly from God, and everything will be revealed to you. The beginning of virtue is to know the good through prayer. Next is to know how one must walk the way of virtue. Third is to knock through works so that the door is opened to him. For knocking with the hands signifies this. The truth of the saving teachings is grasped in three ways. First, by careful prayer. Second, by a settled state of the ruling part of the soul in seeking divine things. Third, as regards finding, by [a perceptive] grasp of the depth and certainty of the hidden Scriptures, through exact inquiry. For he says that the Scriptures are opened in this way.
Στιχ. θ΄. Τᾶς ἐξ ὑμῶν ἄνθρωπος, ὂν ἐὸν αἰτήσῃ δ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Στιχ. ι΄. Καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Ὅρα δὲ εἰ γνῶσις τροφὴ, ἧς ἄνω οὐκ ἔστι σώζεσθαι· οἷον ὁ περὶ τοῦ πῶς βρωτέον ἀκριβὴς λόγος. Ἰχθὺς δὲ καὶ οἷον ὄψον φιλομαθεῖ τὸ εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα, καὶ ὅσα ἐξῆς ἡ σοφία λέγει. Οὕτε ἀντὶ τοῦ ἄρτου λίθον δίδωσιν ὁ Θεὸς, ὂν ὁ διάβολος ἐσθίεσθαι ὑπὸ τοῦ Ἰησοῦ ἐβούλετο· οὕτε ἀντὶ ἰχθύος ὄφιν, ὂν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθὺν ἐσθίειν Αἰθίοπες. Πῶς δὲ τοὺς μαθητὰς πονηροὺς ἐκάλεσεν; Εἰ γὰρ καὶ ἠκολούθουν ἐκ προαιρέσεως, ἀλλʼ εἶχον τὸ τρεπτὸν τοῦ ἀνθρωπίνου. Μόνον δὲ ἄτρεπτος ἦν καὶ θεότητι καὶ ἀνθρωπότητι ὁ τοῦ Θεοῦ Υἱός. Δόματα δὲ ἀγαθὰ καλεῖ τὰς πνευματικὰς δωρεάς. Ὁ δὲ Λουκᾶς Πνεῦμα ἅγιον εἶπεν, ἀντὶ τοῦ εἰπεῖν ἀγαθά. Καὶ οὐδὲν τὸ διάφορον. Τὸ γὰρ ἅγιον Πνεῦμα αὐτό ἐστι τὸ φῶς ἀγαθόν· διὸ καὶ τοῖς μετόχοις αὐτοῦ δίδωσιν ἀγαθά. Τοῖς δὲ ἄγαν πονηροῖς, διὰ τὸ ἀνενδότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται· οἷός ἐστιν ὁ Σατανᾶς καὶ οἱ δαίμονες. Δύναται γάρ τις καὶ τούτους φύσει κακοὺς εἰπεῖν, καίπερ μὴ φύσει κακοὺς δημιουργηθέντας, ἀλλʼ ἐξ αὐτοπροαιρέτου κακίας ἀπεσκληκότας.
Verse 9. “Which of you is the man who, if his son asks him for bread, will hand him a stone?” Verse 10. “And if he asks for a fish, will he hand him a snake?” Consider whether knowledge is food, [without which] one cannot be saved. An example is the exact teaching about how one must eat. A fish is like a relish for the lover of learning: to know the structure of the world, the working of the elements, the beginning, the end and the middle, and whatever else wisdom goes on to say. God does not give a stone instead of bread, which the devil wanted Jesus to eat. Nor does he give a snake instead of a fish, which the Ethiopians eat, being unworthy to eat fish. But how could he call the disciples evil? Even if they followed by their own choice, they still had the changeableness of human nature. Only the Son of God was unchangeable, in both his deity and his humanity. He calls the spiritual gifts “good gifts.” Luke said “Holy Spirit” instead of “good things,” and there is no difference. For the Holy Spirit is himself the good light, and so he gives good things to those who share in him. For those who are exceedingly wicked, because they sin without letting up, wickedness becomes in some way their nature. Satan and the demons are like this. One may call them evil by nature, though they were not created evil by nature. They have hardened through wickedness of their own choosing.
Matthew 8
Στιχ. ια΄. Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, ταὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καί Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Εἰ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς, καὶ ὀλίγοι οἱ εὑρίσκοντες αὐτὴν, διὰ ποίας οἱ πολλοὶ εἰσελεύσονται; περὶ γὰρ πλατείας καὶ εὐρυχώρου λέγει, ὅτι πολλοὶ εἰσελεύσονται διʼ αὐτῆς. Καί φαμ ὅτι ὁ μὲν τοῦ Σωτῆρος λόγος εἴρηται, ἐπειδὴ ὀλίγοι ἀπὸ τοῦ Ἰσραὴλ ἐσώζοντο· οὐ πολλοὶ γὰρ ἐπίστευσαν εἰς αὐτόν. Διὸ καὶ ἔλεγε· Μὴ φοβοῦ μικρόν ποίμωιον, ὅτι εὐδόκησεν ὁ Θεὸς ἐν σοί. Προφητικῶς δὲ ἐλέχθη τὸ, Πολλοὶ ἥξουσιν· ὡς περὶ τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν ἀπὸ τῶν ἐθνῶν. Πολλοὶ, φησὶν, ὡς πρὸς τοὺς μετὰ τὴν παρουσίαν μὴ πστεύσαντας, οἱ ἀπὸ τῶν ἐθνῶν ἀνακλιθησόμενοι μετὰ Ἀβραὰμ καὶ τῶν ἐξ αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ τῷ ἀριθμῷ δὲ πολλαπλασίους οὗτοι τῶν ἀπὸ Ἰσραὴλ καὶ τὸν Ἰησοῦν Χριστὸν ὁμολογουμένων.
“Many will come from east and west, and will recline at table with Abraham and Isaac and Jacob in the kingdom of the heavens.” If the way is narrow and hard, and few find it, by what way will the many enter? For of the broad and roomy way he says that many will enter through it. We answer that the Savior’s saying was spoken because few from Israel were being saved, since not many believed in him. That is why he also said, “Do not be afraid, little flock, because God has been pleased with you.” But “Many will come” was spoken prophetically, as about those from the nations who would believe in him. He says “many” in contrast to those who did not believe after his coming: those from the nations who will recline at table with Abraham and his descendants in the kingdom of the heavens. And in number these are many times more than those from Israel who confess Jesus Christ.
Matthew 11
Στιχ. ια΄. Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.
“But the least in the kingdom of the heavens is greater than he.”
Στιχ. ιβ΄. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουαιν αὐτήν. Φαμὲν τὸ μικρότερον περὶ αὐτοῦ λέγειν τοῦ Χρισποῦ· μικρότερον δὲ κατὰ τὴν δόκησιν τῶν ἀκουόντων. Τὸ δὲ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, δηλοῖ ἐν τοῖς πνευματικοῖς, καὶ ἐν τοῖς κατʼ οὐρανὸν ἅπασι καὶ θεῖκοῖς μείζονα ὑπάρχειν ἐκείνου τὸν Χριστόν. Οὕτως δὲ ἀναγνωσόμεθα, ὅτι, Μικρότερος· εἶτα, μικρὸν διαλιπόντες, ἐποίσομεν τὸ, Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἡ δὲ βασιλεία α. ν οὐρανῶν αὐτός ἐστιν ὁ Χριστὸς, προτρεπόμενος πάντας εἰς μετάνοιαν, καὶ ἕλκων εἰς ἑαυτὸν διὰ τῆς χάριτος.
“From the days of John the Baptist until now the kingdom of the heavens is treated with violence, and violent men seize it.” We say that “least” is spoken about Christ himself [text uncertain]. He is “least” only in the opinion of those who hear. The words “in the kingdom of the heavens” show that in spiritual things, and in everything heavenly and divine, Christ is greater than John. So we will read it this way: “Least.” Then, pausing briefly, we add: “In the kingdom of the heavens he is greater than he.” The kingdom of the heavens is Christ himself, urging all to repentance and drawing them to himself by grace.
Matthew 12
Στιχ. ιδ΄. Οἱ δὲ Φαρισαῖοι συμβού λιον ἕλαβον κατʼ αὐτοῦ ἐξαλθόντες, ὅπως αὐτόν ἀπολέσωσιν. Ὅσῳ τις ἐγγίζει τῷ Ἰησοῦ, συμβούλιον οὐ λαμβάνει. Οὐ γὰρ ἐγγίζει τῷ Ἰησοῦ ἡ συμβουλὴ τῶν κακῶν. Ὅτε δέ τις τοῦ Ἰησοῦ ἔρχεται ἔξω, συμβούλιον λαμβάνει τοῦ ἀπολέσαι τὸ φῶς, τὴν ὁδὸν τὴν ἀγαθὴν, τὴν ζωὴν, τὸν θησαυρὸν, τὸν μαρτυρήσαντα τὴν ἀγάπην, τὴν εἰρήνην. Τοῦτον ἄν τις ἀπολέσῃ, υἱὸς ἀπωλείας καλεῖται.
“But the Pharisees went out and took counsel against him, how they might destroy him.” The closer someone comes to Jesus, the less he takes such counsel. For the counsel of evil men does not come near to Jesus. But when someone goes outside of Jesus, he takes counsel to destroy the light, the good way, the life, the treasure, the one who bore witness to love and peace. Whoever destroys him is called a son of destruction.
Στιχ. ιε΄. Ὁ δέ Ἰησοῦς, γνοὺς ἀπεχώρησεν. Οὐκ ἔδει γὰρ αὐτὸν μένειν μετὰ τῶν υἱῶν τῆς ἀπωλείας. Ἐκεῖνοι ἀπώλεσαν, ἡμεῖς, μὴ ζητήσαντες, εὕρομεν. Εὑρέθην γὰρ, φησὶ, τοῖς ἐμέ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμέ μὴ ἐπερωτῶσιν. Αὐτὸς γὰρ ἦλθεν ἐπὶ τὰ πρόβατα τὰ ἀπολωλότα αὐτοὶ δὲ ἐπελάθοντο τοῦ ἰδίου ποιμένος. Ἀναχωρεῖ, οὐ δεδιὼς τὴν ἐπιβουλὴν, ἀλλὰ τὴν κακίαν σναστέλλων· καὶ ἵνα μή τις οἰηθῇ διὰ δειλίαν αὐτὸν ἀποκεχωρηκέναι, πάντας οὖν ἐθεράπευσε, τὴν παναλκῆ αὐτοῦ ἐνδεικνύμενος δύναμιν. Πλὴν ὑποστέλλει μὴ δημοσιεύεσθαι, ὡς ἐπιεικὴς καὶ ἀκενόδοξος.
“But Jesus, knowing it, withdrew.” For he ought not to stay with the sons of destruction. They lost [him]; we, who did not seek, found him. For he says, “I was found by those who were not seeking me; I became visible to those who were not asking for me.” For he himself came to the lost sheep, but they forgot their own shepherd. He withdraws, not out of fear of the plot, but to check the wickedness. And so that no one would think he left out of cowardice, he healed them all, showing his all-powerful strength. Yet he holds back from being made public, being gentle and free of vainglory.
Matthew 13
(6) Στιχ. μδ΄. Ὁμοία ἐστὶν ὁ βασιλεία τῶν οὐρανῶν θησαυρῳ, [Greek lost here; only the Latin survives] ἑτέραν δὲ ἐκδοχὴν εἴη δʼ ἂν, ἀγρὸς μὲν ἡ Γραφὴ, πολλοῖς καταπεφυτευμένη ῥητοῖς νομικοῖς τε καὶ γραφικοῖς, καὶ ἱστορικοῖς· θησαυρὸς δὲ τὰ τούτοις ποικίλα ἐνόντα φανερά τε καὶ κεκρυμμένα νοήματα· καὶ Χριστὸς ὁ τίμιος τῆς Γραφῆς θησαυρός. Ἢ ἀγρὸς ὁ Χριστὸς, ἐν ᾧ Παῦλος λέγει ἐγκεκρύφθαι τοὺς ἀποκρύφους θησαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ. Τὰ οὐράνια τοίνυν πράγματα, καὶ ἡ βασιλεία τῶν οὐρανῶν ὥσπερ ἐν εἰκόνι γέγραπται ταῖς Γραφαῖς, αἵτινές εἰσι βασιλεία τῶν οὐρανῶν· ἡ δέ ἐστιν αὐτὸς ὁ Χριστὸς, οὗ ἡ γνῶσις κατὰ δύναμιν ἐν ἡμῖν ἐστιν· εὑρίσκεται δὲ διὰ τῆς πίστεως, καὶ ἀγοράζεται διὰ τῶν ἀρετῶν. Εὑρων οὖν τις τὸν ἐν. ταῖς Γραφαῖς θησαυρὸν τοῦτον, κρύπτει, μὴ, ἀκίνδυνον εἰδὼς τῶν ἀποῤῥήτων τοῖς τυχοῦσι μεταδιδόναι. Ἄπεισι δὲ κρύψας, ἀγοράσων τὸν ἀγρὸν ὁπόσου ἂν βούλοιτο· ὃν Ἑβραῖοι πρὶν ἐπιστεύθησαν, παῤ ὧν τοῦτον λαβὼν ὅστις κατʼ ἄλλην παραβολὴν ἀμπελών ἐστιν, ἴδιον πτῆμα τοῦτον ποιεῖ, πάντα πεπρακὼς αὐτοῦ τὰ ὑπάρχοντα· κακία δὲ ταῦτʼ ἦν, τῷ μηκέτι ζῆν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ. (7) Οἵ γε μὴν περὶ μαργαριτῶν γράψαντες, φασὶν ἕξ εἶναι τὰς τούτων διαφορὰς, ὧν κρείττους οἱ κατʼ Ἰνδίαν ἐν κόγχαις γενόμενοι ἐκ δρόσου τῆς οὐρανίας.
(6) “The kingdom of the heavens is like a treasure,” and so on. On another interpretation, the field is Scripture, planted with many sayings: those of the law, of the writings, and of history. The treasure is the varied meanings contained in them, both plain and hidden. And Christ is the precious treasure of Scripture. Or the field is Christ, in whom Paul says the hidden treasures of the wisdom and knowledge of God are hidden. So the heavenly realities, and the kingdom of the heavens, are written as in an image in the Scriptures, which are the kingdom of the heavens. And the kingdom is Christ himself, whose knowledge is in us according to our ability. He is found through faith and bought through the virtues. So someone who finds this treasure in the Scriptures hides it, knowing it is not safe to share unspeakable things with just anyone. Having hidden it, he goes off to buy the field at whatever price he wishes. The Hebrews were entrusted with this field first. Whoever receives it from them (in another parable it is a vineyard) makes it his own possession, having sold all that he had. These possessions were evil, in that he no longer lives by them but has been put to death to the whole world and its desires. (7) As for those who have written about pearls, they say there are six kinds of them. The best are those found in shells in India, formed from heavenly dew.
Οἱ ἥττους γοῦν μαργαρῖταί εἰσιν αἱ τοῦ νόμου καὶ τῶν προφητῶν, καὶ τῆς ἄλλης Γραφῆς ζητήσεις, ἃ ὁ ἐμπόνως ζητῶν, ἐμπορίας ἀποδιδόμενος, τὸν κρείττω τούτων ἀπάντων μαργαρίτην Χριστὸν ζητεῖ, πάντα ταῦτα καὶ παρόντα καλὰ ζημίας ἡγούμενος καὶ σκύβαλα πρὸς τὴν γνῶσιν τοῦ Χριστοῦ. (8) Ἔτι σαγήνη ἐστὶν ἡ ἐκ τῶν παλαιῶν τῆς Γραφῆς λόγων πλοκὴ, ἢν ἀτελῆ δοκοῦσαν ὁ Χριστὸς ἐλθὼν τετελείωκεν. Αὕτη. εἰς τὴν τοῦδε τοῦ βίου ἐμβαλλομένη θάλασσαν, οὐ φύσεων συνάγει διαφόρων, ἀλλὰ γνωμῶν αὐτεξουσίων καὶ προαιρέσεων· ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγόμενον, ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν, ἢ τῶν κακιῶν ἐπιῤῥεπείαις. Δύναται δὲ ποὸς τούτοις τὸ ἐκ παντὸς γένους συναγόμενον δηλοῦν τὴν ἀπὸ παντὸς γένους κλῆσιν. Οὐκ ἂν δὲ τὴν σαγήνην ἑλκύσωσιν ἐπὶ τὸν αἰγιαλὸν, ἤτοι τὰ ἔξω τοῦδε τοῦ βίον πράγματα, οἱ ἄγγελοι, μὴ πληρωθεῖσαν τῷ πληρώματι τῶν ἐθνῶν· πλησθεῖσαν δὲ ἀναβιβάζουσι, καὶ ἕκαστον τῶν ὑπὸ τὴν σαγήνην καλῶν, εἰς τὸ οἰκεῖον τάγμα ἀποκαταστήσονται κατὰ τὰ ὀνομαζόμενα ἐνταῦθα αὐτῶν ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω βαλοῦσι. Τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρὸς, καθώς φησιν ὁ Σωτὴρ ἐν τοῖς ἐξῆς· οἱ μὲν γὰρ φαῦλοι τῶν ἰχθύων ἔξω ῥιπτοῦνται, οἱ δὲ τῶν ἀνθρώπων εἰς τὴν κάμινον τοῦ πυρός (9);
The lesser pearls, then, are the inquiries into the law and the prophets and the rest of Scripture. The person who searches hard and sells off his merchandise is looking for Christ, the pearl better than all of these. He counts all these things, good as they are, as loss and as refuse compared with the knowledge of Christ. Again, the dragnet is the weaving together of the ancient words of Scripture, which seemed incomplete until Christ came and brought it to completion. This net is thrown into the sea of this present life. It gathers not different natures but free decisions of the will and choices. So what is gathered from every kind includes both the praiseworthy and the blameworthy, according to their leaning toward the forms of virtue or of vice. Besides this, what is gathered “from every kind” can also point to the calling that comes from every race. The angels will not drag the net to the shore, that is, to the things outside this life, unless it has been filled with the full number of the nations. When it is full they bring it up. Each of the good ones under the net is restored to its own rank, according to what are here called their “vessels.” The rotten ones they throw outside. The “outside” is the furnace of fire, as the Savior says in what follows: the worthless fish are thrown outside, but the worthless among people go into the furnace of fire.
Στ. μζ΄. Πάλιν· Ὁμοία ἐστὶν ὁ βασιλεία τῶν οὐχανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν. (10) Σαγήνης πλοκὴ νοητὴ ἡ ἐκ ποικίλων νοημα των παλαιὰ καὶ καινὴ Γραφή· Θάλασσα, ὁ κυματούμενος τῶν ἀνθρώπων βίος. Τὸ πᾶν γένος τὸ ποικίλον τῶν ἐν ἀνθρώποις προαιρέσεων, ἡ παντοίων ἐθνῶν κλῆσις. Ἐργάται σαγήνης, ὁ Κύριος καὶ οἱ προσελθόντες ἄγγελοι διακονεῖν αὐτῷ. Ἀγγεῖα αἱ διάφοροι μοναί. Οὐκ ἀνάγεται δὲ ἡ σαγήνη, ἕως οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἤ οὕτως· Σαγήνη ἐστὶν ἡ ἀποστολικὴ διδασκαλία, ἡ ἀδιακρίτως συλλαμβανομένη Ἰουδαίους καὶ Ἕλληνας, βαρβάρους, Σκύθας, δούλους, ἐλευθέρους, πονηροὺς καὶ ἀγαθούς. Θάλασσα, ὁ τῶν ἀνθρώπων βίος. Αἰγιαλὸς, τὸ τέρμα τούτου. Ἐν δὲ τῇ συντελείᾳ, ὅτε ἀνασπᾶται ἡ σαγήνη, ἀφορίζονται ἀπὸ τῶν φαύλων οἱ ἀγαθοὶ, οἱ μὲν τιμώμενοι, οἱ δὲ κολαζόμενοι. Οὐ γὰρ πάντων τῶν πιστῶν ὅμοιος ὁ τρόπος. Ἵνα δὲ μὴ νομίσῃ τις, ὅτι ἔξω μόνον βάλλονται οἱ ἄπιστοι καὶ πονηροὶ, ἐσήμανεν, ὅτι εἰς διηνεκῆ κόλασιν παραπέμπονται· Καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός, καὶ τὰ ἑξῆς.
Verse 47. Again: “The kingdom of heaven is like a dragnet thrown into the sea.” The woven net that the mind can grasp is the Scripture, old and new, made up of many different thoughts. The sea is the tossing life of human beings. The whole varied range of human choices is the calling of every kind of nation. The workers with the net are the Lord and the angels who came to serve him. The vessels are the different dwelling places. The net is not drawn up until the full number of the nations has come in. Or take it this way: the net is the apostolic teaching, which catches without distinction Jews and Greeks, barbarians, Scythians, slaves, free people, wicked and good. The sea is human life. The shore is its end. At the close of the age, when the net is drawn up, the good are separated from the wicked, some to be honored and some to be punished. For not all believers have the same way of life. And so that no one would suppose that the unbelieving and wicked are only thrown outside, he made clear that they are sent on to unending punishment: “And they will throw them into the furnace of fire,” and so on.
Matthew 18
Στίχ. ε΄. Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἑπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Παραινεῖ δέχεσθαι τοὺς πιστοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἒν παιδίον τοιοῦτον, ἢ ἔν τοιούτων (10) τῶν πνευματικῶν καὶ μεμορφωμένων τὸν Χριστὸν, κατὰ τὸ ταπεινῶσαι τὸ ἑαυτοῦ πνεῦμα. Κατὰ δὲ τὸν Λουκᾶν, τὸ δεικνύμενον ὑπὸ τοῦ Σωτῆρος παιδίον δέχεσθαι δεῖ ἐν τῷ ὀνόματιαὐτοῦ, ἵνα ἐν αὐτῷ δέξηται τὸν Χριστὸν ὄντα καὶ ἐν τῷ Πνεύματι. Ἤ ἕν τοιοῦτον, ἐπεὶ ἕν εἰσι πάντες οἱ πνευματικοί. Προτρέπει δὲ ὁ λόγος καὶ τὸ δέχεσθαι τῶν ἁπλῶν καὶ πραέων τῇ καρδίᾳ ἐν τῷ λόγῳ Χριστοῦ. Ἀνακόπτων τὸ φιλόνικον τῶν μαθητῶν (ἐπειδὴ ὅτε οἱ διδάσκαλοι μάχονται, σχίσματα γίνονται πολλῶν σκανδαλιζομένων, βουλομένων τῶν σκανδαλιζομένων ἐπισπᾶσθαι εἰς αὑτοὺς τοὺς ἀκροατὰς), προλέγει τὴν μετʼ αὐτῶν τιμωρίαν. Τοῦτο δὲ ἐπιτεταγμένως ἐλέχθη. Τουτέστιν κἂν εὐτελῆ ἄνθρωπον τῶν πιστῶν σκανδαλίσητε, βαρεῖα ἔσται καθʼ ὑμῶν ἡ τιμωρία. Τὴν γὰρ ἀφόρητον τιμωρίαν διὰ τοῦ μύλου καὶ καταποντισμοῦ σημαίνει, τὴν ἐσομένην μετὰ τῶν τοὺς τοιούτους ὑβριζόντων. Σκάνδαλον γὰρ ἐνταῦθα τὴν ὕβριν καλεῖ. Ταῦτα δέ φημι, ἐπειδὴ οἱ μικροὶ εὐσκανδάλιστοί εἰσιν, ἵνα μὴ καταφρονῶμεν αὐτῶν. Ὁ γὰρ μέγας καὶ τέλειος ἐν ἀρετῇ παντὸς σκανδάλου καταφρονεῖ. Ἐξ ὧν δὲ προλέγει καὶ θρηνεῖ τοὺς τοιούτους, δίδωσιν αὐτοῖς καιρὸν μετανοίας. Εἰπὼν δὲ, Ἀνάγκη, οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον, ἀλλὰ τὸ προγνωστικὸν τοῦ πάντως ἐσομένου δηλοῖ. Διὸ καὶ τὸ οὐαὶ αὐτοῖς ἐπιφωνεῖ, ὡς ἑκουσίως πταίουσι. Κόλασιν δὲ λέγει τοὺς ἀσέμνους (11) ζῶντας ἀνθρώπους.
Verse 5. “And whoever receives one such child in my name receives me.” He urges the faithful to receive, in his name, one such child, or one of such people, the spiritual ones in whom Christ has taken form, according to the humbling of their own spirit. In Luke, the child the Savior pointed out is to be received in his name, so that in the child one receives Christ, who is also in the Spirit. Or “one such” is said because all the spiritual are one. The word also urges us to welcome, in the word of Christ, those who are simple and gentle in heart. He is checking the love of winning among the disciples. When teachers fight, divisions arise and many are caused to stumble, because those who are offended want to draw the hearers to their own side. So he warns beforehand of the punishment that awaits them. This was said as a command: even if you cause one insignificant believer to stumble, the punishment against you will be heavy. By the millstone and the drowning in the sea he points to the unbearable punishment that will come on those who treat such people with contempt. For here he calls insult a “stumbling block.” I say this because the little ones are easily made to stumble, so that we may not look down on them. The great and perfect person in virtue despises every stumbling block. By warning beforehand and lamenting over such people, he gives them time to repent. When he says “it is necessary,” he does not remove free choice. He shows his foreknowledge of what will certainly happen. That is why he adds “Woe to them,” as to people who stumble willingly. By “punishment” he means people who live in a shameful way.
Στ. κʼ. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς (11) συνημμένοι εἰς τὸ ἐμὸν ὅνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
Verse 20. “For where two or three are gathered together in my name, there I am in the midst of them.”
Στ. κα΄. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος, εἶπε· Κύριε, ποσάκαις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις Δύο συνημμένοι ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, σῶμα καὶ πνεῦμα, μὴ ἀντιστρατευόμενα· ὑποταγέντος μὲν τοῦ σώματος, τοῦ δὲ πνεύματος μεταδιδόντος αὐτῷ θείας ζωῆς· τρεῖς δέ τε (13) ὁλόκληρον, πνεῦμα, ψυχὴ, σῶμα, τηρεῖ τῇ παρουσίᾳ Χριστοῦ· Ἤ αἱ δύο διαθῆκαι, ὅταν ὁ συναγωγεὺς αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον ἐν αὐταῖς ᾗ· τρεῖς δὲ, νόμον, προφήτας, Εὐαγγέλιον· ἢ θυμὸν καὶ ἐπιθυμίαν, καὶ λογισμόν· ἢ τὴν κλῆσιν καὶ ἐκλογὴν, καὶ τὸ εἰς πρώτην τιμὴν τασσόμενον γένος μεθʼ ἡμῶν. Τήρει δὲ, ὅτι οὐκ εἶπεν ἔσομαι, ἀλλʼ εἰμί. Ὡς Θεός γὰρ πανταχοῦ ὢν, ἐν μέσῳ ἐστὶ τῶν διʼ εὐσεβείας συναπτομένων. Ἡ γὰρ πανεπίσκοπος τοῦ Θεοῦ δύναμις ἀμέριστος μεριστὴ γίνεται τοῖς ἀξίοις. Ἐπειδὴ τῶν εἰς ἡμᾶς πταισμάτων ἡμεῖς κύριοί ἐσμεν τοῦ συγχωρεῖν, οὐ μὴ (14) τῶν εἰς Θεὸν φθατόντων εἰ μὴ αὐτὸς ὁ Θεός· διὰ τοῦτο εἶπεν ὁ Πέτρος τὸ, εἰς ἐμέ. Ἐρωτῶν γὰρ, ἕως τίνος χρεία μὴ μνησικακεῖν, ὡς μέγα προσέθηκε τὸ, ἑπτάκις. Ὁ δὲ Κύριος, τὸ ἄπειρον σημαίνων τῆς ἀνεξικακίας, εἶπεν τὸ, ἑβδομηκοντάκις ἑπτά· τουτέστιν· Ὁσάκις ἁμάρτῃ εἰς σὲ, ἐὰν μετανοῇ, ἄφες αὐτῷ. Ἐπειδὴ ἐπὶ τῶν ἀφοριζομένων μέτρον ὥρισεν ὁ Χριστὸς, οὐ μὴν καὶ ἐπὶ τῶν μετανοούντων, εἰκότως ἐρωτᾷ ὁ Πέτρος τό· Ἕως πόσου δεῖ δέχεσθαι τὸν μετανοοῦντα; Ὅρα δὲ εἱ δύναται· Ἐπεὶ ὁ μὲν ἓξ ἀριθμὸς ἐργατικὸς καὶ ἐν γενέσει κόσμου, ὁ δὲ ἑπτὰ ἀναπαύσεως· ὁ μὲν τὰ τοῦ κόσμου καὶ ὑλικὰ ἀγαπῶν, ἐξαμαρτάνων τέλος ἔχει τὴν ἑβδομάδα· ὅπερ νοήσας ὁ Πέτρος, συγχωρεῖν θέλει ἐν τῷ ἑπτά. Ὁ δὲ Κύριος ἐπιτείνει τοῦτο ἐν τῷ αὐτῷ τρόπῳ, ἀναλόγως γὰρ μονάδος πρὸς δεκάδας καὶ ἑκατοντάδας, ὡς τὸν ὑπερβάντα τὰ κοσμικὰ μηκέτι ἔχειν ἄφεσιν τῶν ἁμαρτημάτων· ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε εἴτε βραδὺ (15), εἴτε τάχιον.
Verse 21. Then Peter came to him and said, “Lord, how many times will my brother sin against me, and I forgive him? Up to seven times?” Two joined together in the name of Christ: body and spirit, not fighting against each other. The body is subjected, and the spirit gives it a share in divine life. And three: [the whole person, spirit, soul and body, he keeps for the coming of Christ]. Or the two may be the two Testaments, when the one who gathers them, the Holy Spirit, is in them. The three would then be law, prophets and Gospel. Or the three may be anger, desire and reasoning. Or they may be calling and election, and the kind of people appointed to first honor along with us. Notice that he did not say “I will be,” but “I am.” For as God, who is everywhere, he is in the midst of those who are joined together through godliness. The power of God, which oversees all things and cannot be divided, becomes divisible for those who are worthy of it. We have authority to forgive offenses committed against us. We do not have it over offenses that reach God, only God himself does. That is why Peter said “against me.” In asking how far one must go in not holding a grudge, he added “seven times” as if it were a great amount. The Lord, pointing to the limitlessness of patient endurance of wrong, said “seventy times seven.” That is: as often as he sins against you, if he repents, forgive him. Christ had set a limit for those who are to be separated from the community, but not for those who repent. So Peter reasonably asks how far one must keep receiving the repentant. [See whether it is possible.] The number six is the number of work and of the making of the world, and seven is the number of rest. The person who loves the things of the world and of matter, and keeps sinning, has the seventh as his limit. Peter understood this, and so he wanted to forgive up to seven. The Lord extends it in the same manner, in proportion, from the unit to tens and hundreds. So the one who has gone beyond worldly things no longer has forgiveness of sins, for forgiveness belongs to things here, whether it comes slowly or quickly.
Matthew 21
Στίχ. λγ΄. Ἄνθρωπος ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμόν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτόν γεωργοῖς, καὶ ἀπεδήμησε, [Greek lost here; only the Latin survives] Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐπιδειξάμενον. Ἀμπελὼν δὲ ἀπλῶς μὲν ὁ πρῶτος λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, φυτευθεὶς ὑπὸ τοῦ Θεοῦ ἐν τῇ γῇ τῆς ἐπαγγελίας. Φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς μιγῆναι τοῖς ἔθνεσι. Ληνός τὸ θυσιαστήριον, ἤτοι ὁ τόπος τῶν σπονδῶν. Πύργος ἡ Σιὼν, ἢ ὁ οὐρανός. Γεωργοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ σοφοὶ, καὶ οἱ κατὰ καιροὺς διδάσκαλοι. Ἀπεδήμησε δὲ ὁ οἰκοδεσπότης, ὅτε οὐκέτι ἡμέρᾳ ἐν στύλῳ νεφέλης καὶ νυκτὸς αὐτοῖς ἐν στύλῳ πυρὸς ἐπιφαίνεται. Ἢ ἡ τοῦ Θεοῦ μακροθυμία, ἡ μὴ παρὰ πόδας ἀπαιτοῦσα τοὺς Ἰουδαίους τὴν τῶν πταισμάτων τιμωρίαν. Ἀπαίτησις δὲ καρπῶν ὁ ἔννομος βίος· Καιρὸς αὐτῶν ἡ προφητικὴ ἀπαίτησις· Δοῦλοι πρῶτοι καὶ δεύτεροι παθόντες ἄτοπον, οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οἷς (15) τὸν μὲν ἕδηραν, ὡς Μιχαίαν, πατάξαντος ἐπὶ σιαγόνα Σεδεκίου· τὸν δὲ ἀπέκτειναν, ὡς Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου·
Verse 33. “There was a man, a householder, who planted a vineyard, put a fence around it, dug a winepress in it, built a tower, leased it to farmers, and went away,” and so on. The parable calls God the Father the householder, who showed great care for the Jews from the beginning. The vineyard, in the simple sense, is the first people, that is, Israel, planted by God in the land of promise. The fence is the law, which did not allow them to mix with the nations. The winepress is the altar, or the place of the drink offerings. The tower is Zion, or heaven. The farmers are the elders of the people, the wise men, and the teachers of each age. The householder went away when he no longer appeared to them by day in a pillar of cloud and by night in a pillar of fire. Or it means the patience of God, who did not immediately demand from the Jews the punishment for their offenses. The demand for fruit is the life lived according to the law. Their season is the demand made by the prophets. The first and second servants who suffered ill treatment are the prophets sent at different times. Of these, they beat one, like Micaiah, when Zedekiah struck him on the cheek. Another they killed, like Zechariah, between the temple and the altar.
τὸν δὲ ἐλιθοβόλησαν, ὡς Ζαριοὺ υἱὸν Ἰωδαὲ τὸν ἱερέα. Τάχα δὲ ἀμπελὼν, ἢ (16) ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τὰ μυστήρια αὐτοῦ ἐν νόμῳ καὶ προφήταις, καὶ τῇ ἄλλῃ φυσιολογίᾳ. Καρποὶ δὲ ὁ ἐνἀρετος ἐν ἤθεσι βίος. Φραγμὸς ὁ λογικὸς τόπος, καὶ τὸ γράμμα, ὡς μὴ κατοπτεύοιτο τοῖς ἔξω τὰ κεκρυμμένα μυστήρια. Ληνὸς τὸ βάθος τῆς δεχομένης τοὺς καρποὺς τοὺς τῆς ψυχῆς, πᾶν ἐπὶ πόλεμον ἐπιβαλλούσῃς. Πύργος καὶ διῃρημένος περὶ Θεοῦ λόγος. Ναὸς μὲν ἡ τοῦ ἐν αὐτῷ θείου ναοῦ (17). Γεωργοὶ οἱ πρῶτοι πιστευθέντες τὰ λόγια τοῦ Θεοῦ· οἷς ἀποδημεῖ εἰς τὴν αὐτοῦ περισπεῖν (18), δοὺς ἀφορμὴν, ἐξ ὧν αὐτὸς ἐφύτευσε, φραγμόν τε ἔθηκεν, ὤρυξεν, ὐκοδόμησε, τοῦ φέρειν καρπόν. Καιρὸς καρπῶν, ὃν οἶδεν οἰκοδεσπότης, τάχα οὐχ ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νηπιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς· οἱ δὲ τῆς ἀγάπης, καὶ χαρᾶς, καὶ εἰρήνης, καὶ τῶν λοιπῶν. Δοῦλοι οἱ προφῆται τὰ πνευματικὰ καρπώματα ἀπαιτοῦντες προσἀγειν ὡς ἱερεῖς τῷ Θεῷ.
Another they stoned, like Zariou, the son of Jodae the priest. Perhaps the vineyard is the kingdom of God, and its mysteries in the law and the prophets and the rest of the study of nature. The fruits are the virtuous life in character. The fence is the rational place, and the letter, so that outsiders cannot look in on the hidden mysteries. The winepress is the depth that receives the fruits of the soul, [and which sets everything toward battle; the text is unclear]. The tower is also the carefully distinguished discourse about God. [The temple is that of the divine temple within it; the text is unclear.] The farmers are those first entrusted with the oracles of God. [He goes away from them to occupy them with his own affairs,] giving them the opportunity, from what he himself planted, fenced, dug and built, to bear fruit. The season of fruits, which the householder knows, perhaps does not mean putting out leaves, or blossoming, or forming sour grapes, or being harvested. [Such are those of infancy, or of the completion of the word, or of progress in virtue, or of the beginning.] But the fruits are those of love, joy, peace, and the rest. The servants are the prophets, who demand that the spiritual offerings be brought to God as by priests.
Matthew 24
Στίχ. με΄. Τίς ἄρα ἐστὶν ὀ πιστὸς δοῦλοι καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ; (19) Τάχα παροξύνων εἰς τὸ ζητῆσαι ἕνα τινὰ σπάνιον. Τῇ γὰρ τοῦ ἄρα ἀμφιβολίᾳ τὸ σπάνιον ἔδειξε τοῦ τοιούτου οἰκονόμου, καὶ οὐκ ἄλλον αὑτοῦ τὸν πιστὸν καὶ φρόνιμον οἰκονόμον εἰδὼς, κατασταθμαζό. μενον ἐπὶ τοῖς τοῦ Πατρὸς ἔργοις, λέγω δὲ ἐπὶ τῇ ἀνθρωπότητι. Ὡς γὰρ περὶ ἑτέρου λέγει, ἐπισκιάζων αὐτὸ τῇ ὑπερβολῇ τῆς σοφίας. Δοῦλον δὲ ἑαυτὸν εἶπε διὰ τὸ μορφὴν δούλου λαβεῖν. Ὅρα δὲ εἰ μὴ τοιαῦτα ἐγχειρισθέντας ἐπισκόπους καὶ διδασκάλους δυσωπεὶ ὁ λόγος φρονίμως ἑκάστῳ τὰ κατʼ ἀξίαν χρῆσθαι, καὶ ἐπιστημόνως τὰς πνευματικὰς διατάσσειν τροφὰς καιρῷ ποσότητος, ποιότητος. Τὸ δὲ, Τίς ἄρα, εἶπεν, οὐχ ὡς ἀγνοῶν, ἀλλʼ ἵνα μὴ περιεργάζωνται. Ἁρμό ζεῖ δὲ ὁ λόγος καὶ κατὰ παντὸς τοῦ ἐμπιστευθέντος τι παρὰ τοῦ Θεοῦ, εἴτε χρήματα, εἴτε ἀρχὴν, εἴτε δυναστείαν ἄλλην τινά. Δεύτερον δὲ ἀπαιτεῖται ὁ οἰκονόμος πίστιν καὶ φρόνησιν, ἵνα μήτε κλέψῃ τὰ δεσποτικὰ, ἀλλὰ καὶ δεόντως αὐτὰ οἰκονομήσῃ. Ἤ τὸν ἔχοντα πρὸς Θεὸν ἀγαθὴν συνείδησιν, καὶ μὴ ἀφιστάμενόν τινος τῶν δεόντων. Καὶ τὸν ὀρθῶς διδάσκοντα λέγει πιστόν. Φρόνιμον δὲ τὸν μὴ παραφερόμενον ταῖς τῶν αἱρετικῶν μωρολογίαις, ἀλλὰ διακρίνοντα τὸ ἀκριβὲς τοῦ λόγου, ἢ τὸν μὴ πειρόμενον ἁμαρτίαις, διὰ τὸ μὴ (20) ποικίλον καὶ πολύτροπον τῶν ἀνθρώπων. Τὸν εἰδότα πότε δεῖ ἐλέγξαι, ἢ ἐπιτιμῆσαι, ἢ παρακαλέσαι, ἢ διδάξαι· καὶ τίνας μὲν ποτίσαι δεῖ γάλα, τίσι δὲ μεταδοῦναι τῆς στερεᾶς τροφῆς.
Verse 45. “Who then is the faithful and wise servant, whom his lord has put in charge of his household service?” Perhaps he says this to stir people to look for some one rare person. By the doubt in the word “then” he showed how rare such a steward is. And I think he knew no other faithful and wise steward than himself, one who is weighed against the works of the Father, I mean in the matter of humanity. He speaks as if about someone else, veiling it with the excess of his wisdom. He called himself a servant because he took the form of a servant. Consider also whether the word does not press on bishops and teachers who have been entrusted with such things, to deal wisely with each person according to what he deserves. They are to distribute spiritual food with knowledge, at the right time, in the right quantity and of the right quality. He said “Who then?” not because he did not know, but so that people would not pry. The saying also fits anyone who has been trusted with something by God, whether money, or office, or some other power. Second, the steward is required to have faithfulness and wisdom, so that he neither steals what belongs to the master nor fails to manage it properly. Or the servant is the one who has a good conscience toward God and does not fall away from any of his duties. He calls the one who teaches rightly “faithful.” He calls “wise” the one who is not carried along by the foolish talk of the heretics but discerns the precise sense of the word. Or the wise one is the one who is not tempted into sins, because of the variety and changeableness of people. He is the one who knows when to refute, or rebuke, or encourage, or teach; and whom he must give milk to, and whom he must share solid food with.
Matthew 25
Στίχ. α΄. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν· δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Δέκα παρθένοι εἷναί φασι τὰς ἐν ἑκάστῃ ψυχῇ αἰσθήσεις τοῦ ἔνδοθεν καὶ ἔξωθεν ἀνθρώπου, ἀποστάσας εἰδωλολατρείας καὶ τῶν κοσμικῶν ἐπιθυμιῶν, τῷ παραδέξασθαι, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τὸν τοῦ Θεοῦ καθαρὸν λόγον, καὶ παρθενοποιηθῆναι (21).Εἰσὶ δὲ αἵ τε κοινῶς νοούμεναι, καὶ αἱ ἐν παροιμίαις κείμεναι, αἱ καὶ ἀνακολουθοῦσαι, ὡς αἱ ἀρεταὶ τῆς ὑποστάσεως Χριστοῦ. Διὸ καὶ ἐντοπειατ΄. (22) οὐχ αἱ μὲν μωραὶ, αἱ δὲ φρόνιμοι. Ἀλλὰ μία (23) καὶ πᾶσαι ἐξῆλθον εἰς ἀπάντησιν, αἱ παραδεξάμεναι τὸ περὶ Χριστοῦ μυστήριον. Ἐξίασι γὰρ ἀπὸ τῆς τοῦ κόσμου πλάνης, σπεύδουσαι πρὸς τὸν ἑτοίμως ὁρμῶντα πρὸς αὐτάς. Ἅλλο Ὠριγένους. Ἕτερον ἡ παρθενία παρὰ τὴν ἐλεημοσύνην, καὶ ἕτερον ὁ νοῦς παρὰ τὸ σῶμα· καὶ τοῦτο λήψει εἰς τὰς δέκα παρθένους. Φρόνιμοι μὲν οὖν αἱ τοῦ κατὰ λόγον βιοῦντος αἰσθήσεις· μωραὶ δὲ αἱ τοῦ ἐναντίως καὶ παρὰ τὸν ὀρθὸν λόγον πολιτευομένου. Λαμπάδες ἡ πανάρετος πρᾶξις· ἔλαιον δὲ ὁ ἐπιχεόμενος λόγος τοῦ ψυχικοῦ, τοῦ τὴν ἀγαθὴν πρᾶξιν ἐργαζομένου. Καθεύδουσιν οἱ ἀπανιστάμενοι τοῦ ζωτικοῦ τόνου. Οὐκ ἀπολλύουσιν οὖν τὰς λαμπάδας αἱ φρόνιμοι, οὐδὲ ἀπροσεκτοῦσι περὶ τὴν τήρησιν τοῦ ἐλαίου. Ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέναις αἰσθήσεσι, διεγείροντες αὐτάς· τουτέστι τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Κόσμος λαμπάδων ἡ κατὰ τὰς αἰσθήσεις εὐαγγελικὴ χρῆσις· ὀφθαλμῶν ἐπὶ τοῦ θαυμάζειν τὸν πεποιηκότα, καὶ μύειν ἵνα μὴ ἴδωσιν ἀδικίαν· ἀκοῆς (24) καὶ παραδεχομένης μάταιον, μήτε κρίσιν αἵματος, τοῦ δὲ ἴσου λόγου·

⚑ Possible scanning error in the digital Greek ((21).Εἰσὶ). Check it against the printed edition.

Verse 1. “Then the kingdom of heaven will be like ten virgins, who took their lamps and went out to meet the bridegroom.” They say the ten virgins are the senses in each soul, of the inner and the outer person. They have withdrawn from idolatry and worldly desires by receiving the pure word of God, whether in pretense or in truth, and have been made virgins. They are the senses commonly understood, and also those set out in Proverbs, which follow along, as the virtues of the substance of Christ. For this reason, in the [local passage] it is not that some are foolish and others wise. Rather there is one, and all of them went out to meet him, those who had received the mystery concerning Christ. For they go out from the error of the world, hurrying toward the one who is eagerly hastening toward them. Another comment, from Origen. Virginity is one thing and almsgiving another, and the mind is one thing and the body another; take this into account for the ten virgins. The wise ones, then, are the senses of a person who lives according to reason; the foolish ones are those of a person who lives the opposite way, contrary to right reason. The lamps are the action that is full of every virtue. The oil is the word poured in from the soul, from the one who produces good action. Those who sleep are those who have given up their vital strength. So the wise do not lose their lamps, nor are they careless about keeping the oil. The angels cry out to the sleeping senses and rouse them; that is, the ministering spirits sent out to serve for the sake of those who are going to inherit salvation. The adornment of the lamps is the gospel use of the senses: of the eyes, in marveling at the one who made them, and in closing so as not to see injustice; of the hearing, [in refusing to accept what is vain], neither a judgment of blood, but the equal word.
γεύσεως αἰσθιούσης (25) Χριστὸν τὸν Κύριεν· ὀσφρήσεως Χριστοῦ εὐωδίᾳ ἀπολαυούσης, καὶ τοῦ ἐκκενωθέντος μύρου· ἁρῆς ἁπτομένης τοῦ Λόγου, ὡς Ἰωάννης λέγει· Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Μεσονύκτιον δὲ γίνεται ἡ φωνή· ἐκείνῃ τῇ ὥρᾳ, ᾗ ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπιου, ἐν ᾗ καὶ ὁ Χριστὸς ἀνέστη ἐκ τῶν νεκρῶν. Φθωνή ἐστιν ἡ σάλπιγξ, ἡ τοὺς νεκροὺς ἐγείρουσα, καὶ ἐξάγουσα ἐκ τῶν τάφων. Ἔχει δὲ καὶ μυστικὸν νοῦν τὸ ἐξέλθετε. Ἐὰν γὰρ μὴ ἐξέλθωμεν, τὸν νυμφίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα (26) τῆς παρθενίας ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ, καὶ τῶν ἐντολῶν ἐργασία. Αὕτη γὰρ τὸ ἐν ἡμῖν· διαφυλάττει φῶς, ἁπλοῦν τὸν ὀφθαλμὸν διατηροῦσα, ὥστε φωτίζεσθαι ὅλον ἡμῶν τὸ σῶμα, κατὰ τὸν τοῦ Κυρίου λόγον. Αἱ μὲν οὗν λαβοῦσαι τὴν ἐπιμελῆ σπουδὴν πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν φρόιμοι· αἱ δὲ ἀμελεῖς μωραὶ, τὸν προσήκοντα καιρὸν ἀναλώσασαι εἰς τὴν τῶν ματαίων σπουδήν. Τὸ δὲ, ἐκάθευδον. τὴν κοίμησιν τοῦ θανάτου λέγει· τὸ μεσονύκτιον δὲ, τὸ αἰφνίδιον δηλοῖ καὶ τὸ ἀπροσδόκητον, ἄμα καὶ τό φοβερόν. Καὶ ταῖς μὲν ἐξαναστάσαις πάρεστιν ἃ ἐπόνεσαν· τὴν δὲ ῥᾳθυμίαν (27) περὶ τὴν εὐσέβειαν μηδὲν ἐπιφερομένων ἄρχεται στυγνάζειν ἡ ψυχὴ, καὶ οἱονεὶ κατασβέννυσθαι, καὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰηθῆναι αὐτὰς διὰ τῆς ἑτέρων ἀρετῆς. Διὸ ἀποδοκιμάζονται, λεγόντων ἐκείνων, Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν. Πωλοῦσι δὲ τὸ ἔλαιον οἱ διδάσκοντες μισθοῦ προσεδρείᾳ, προσοχῆς, φιλομαθίας, φιλοπονίας. Ἤ πωλοῦντές εἰσι προφῆται, ἀπόστολοι, εὐαγγελισταὶ, διʼ ὧν τις μαθητευθεὶς τὴν ἀρετὴν ἐργάζεται.
Taste perceives Christ the Lord. Smell enjoys the fragrance of Christ and of the ointment that was poured out. Touch lays hold of the Word, as John says: “Our hands handled the Word of life.” The cry comes at midnight. That was the hour when the sons of Israel went out of Egypt, and the hour when Christ rose from the dead. The cry is the trumpet that raises the dead and brings them out of the tombs. The words “Go out” also have a hidden meaning, for unless we go out, we cannot meet the bridegroom. The lamp of virginity is the light of knowledge. The oil for the lamps is zeal in the knowledge of God and the doing of the commandments. This is what keeps the light within us safe, by keeping the eye single, so that our whole body is filled with light, according to the Lord’s word. So the virgins who took up careful zeal for doing the commandments are wise. The careless are foolish, because they spent the time they were given on zeal for empty things. The words “they slept” mean the sleep of death. Midnight shows what is sudden and unexpected, and at the same time frightening. For those who have risen, the fruit of their labors is at hand. But for those who bring nothing with them, because of their indifference toward godliness, the soul begins to grow gloomy, as if it were being put out, and to slide into folly, so that they imagined they would be saved by the virtue of others. This is why they are rejected, when the others say, “Perhaps there will not be enough for us and for you.” Those who sell the oil are the teachers, who sell it for the reward of devoted attendance, attention, love of learning and love of hard work. Or the sellers are the prophets, apostles and evangelists, by whom a person is taught and then works virtue.
Matthew 27
Στίχ. ια΄. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὡς ἐπὶ δημοσίῳ ἐγκλήματι κατακριθέντα αὐτὸν ἐρωτᾷ Πιλάτος λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων Ζητεῖ μυκτηρίζων, ἢ ἀμφιβάλλων οὕτως ἐρωτᾷ. Ὁ δὲ Ἰησοῦς ἠρέμα, ὑπαινιττόμενος τὸ ναὶ, ὧς πάντων ἀνθρώπων βασιλεὺς, ἔφη τὸ, Σὺ λέγεις. Ἐπεὶ ὁ μὲν ἀρχιερεὺς δικαστικῶς ἠρώτα λέγων· Εἰπὲ ἡμῖν εἰ σὺ εἷ ὁ βασιλεὺς, Πιλάτος δὲ ἀποφαντικῶς. Ὅρα δὲ εἰ μὴ τὸ μὲν, Σὺ εἶπας, τῷ ἀρχιερεῖ λεγόμενον, τὸν δισταγμὸν αὐτοῦ λεληθότα, ἐλέγχει· τὸ δὲ, Σὺ λέγεις, τῷ Πιλάτῳ, τὴν ἀπόφασιν αὐτοῦ κυροῖ. Ἦν γὰρ βασιλεὺς τοῦ Ἰσραὴλ, μήτε εἰπὼν ναὶ, ἵνα μὴ δῷ εὔλογον ἀφορμὴν τῷ Πιλάτῳ καταδικάζειν. (28) Διὰ τὸ ἀμετάτρεπτον αὐτῶν οὐδὲ αὐτοῖς ἀντιφθέγγεται. Καλῶς δὲ οὐδὲ τῷ Πιλάτῳ ἀπεκρίθη, ὅτι ἀμφιβάλλει εἰ χρὴ αὐτὸν πρὸς τὰς ἀδίκους κατηγορίας ἀπολογεῖσθαι, καὶ ὅτι διχογνωμῶν ἐστι περὶ αὐτῶν. Δῆλον γὰρ ἦν, ὅτι, εἶ ἀπελογήσατο καὶ παρέστησεν ἑαυτὸν οὐδενὶ (29) ἔνοχον ἐγκλήματος, ἀπἔλυσεν ἂν ὁ δικαστὴς αὐτὸν, λαβὼν ὁδὸν τοῦ χρηστὰ περὶ αὐτοῦ ἀποφήνασθαι. Ὅθεν καὶ ὁ ἡγεμὼν ἐθαύμαζεν αὐτὸν, πῶς, δυνάμενος εἰπεῖν πολλὰς ἀπολογίσ, ἐσιώπα. Διὸ καὶ ὡς θέλων αὐτὸν ἀπολῦσαι, εἰς τοῦτο αὐτὸν προετρέπετο (30)· ὅτι γὰρ φθόνῳ παρεδόθη, καὶ Πιλάτῳ δῆλον ἦν. Οὐχ ἁπλῶς δὲ θαυμάζει, ἀλλὰ καὶ λίαν· τάχα μὲν διὰ τὸ ἄτρεπτον καὶ ἀτάραχον αὐτοῦ πρὸς θάνατον, καὶ ἐν τούτοις γαληνὸν τοῦ προσώπου· ἢ καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ μακροθυμίαν ἐθαύμαζεν. Εἰκὸς ἄρτι ὑποσπόνδων γενομένων Ῥωμαίοις Ἰουδαίων, τὸ κεχαρισμένον αὐτοῖς ᾤοντο ἐν τῇ ἑορτῇ συγχωρεῖσθαι. Καὶ Σαοὺλ δὲ, συγχωρήσας τῷ λαῷ τὸν Ἰωνάθαν, δηλοῖ πρὶν αὐτοῖς καὶ τοιοῦτον. Ὡς νομίζων δὲ, ὅτι τὸν ἀναίτιον, ἢ τὸν μυρίοις ἐγκλήμασιν ὑπαίτιον αἰτήσονται, εἶπε τοῦτο ὁ Πιλάτος, ὡς δικαίοις οὖσιν.
Verse 11. “And the governor questioned him, saying, ‘Are you the king of the Jews?’” Pilate asks him as one condemned on a public charge: “Are you the king of the Jews?” He asks either mockingly or in real doubt. Jesus answers quietly, hinting at a “yes,” since he is king of all people, with the words “You say so.” The high priest had questioned him as a judge, saying, “Tell us whether you are the king,” but Pilate asked in a way that declared a verdict. Consider whether “You have said so,” spoken to the high priest, exposes his doubt, which he had not noticed, while “You say so,” spoken to Pilate, confirms Pilate’s own declaration. For he was king of Israel. Jesus did not say a plain “yes,” so as not to give Pilate a reasonable ground to condemn him. Because the accusers were so unchangeable, he does not answer them either. And he rightly did not answer Pilate, because Pilate was in doubt whether he should defend himself against unjust accusations, and was of two minds about them. For it was clear that if Jesus had defended himself and shown himself guilty of no charge, the judge would have released him, having found a way to give a favorable verdict. So the governor marveled at him, that though he could have made many defenses, he kept silent. Therefore, as one wanting to release him, Pilate urged him toward this. For Pilate also knew that he had been handed over out of envy. Pilate did not simply marvel, but marveled greatly. Perhaps it was because of Jesus’ steadiness and calm in the face of death, and the serenity of his face even in these things. Or he marveled at his more than human patience. It is likely that, since the Jews had just entered into a treaty with the Romans, they thought the favor of a release would be granted to them at the feast. Saul also shows that this kind of thing had happened before, when he granted Jonathan to the people. Pilate said this thinking they would ask for either the innocent man or one guilty of countless charges, as though they were righteous people.
ᾜδει γὰρ, ὅτι οὐδὲν σαφῆ ἔλεγχον εἶχον κατʼ αὐτοῦ. Παλαιοῖς δὲ πάνυ ἀντιγράφοις ἐντυχὼν, εὗρον καὶ αὐτὸν τὸν Βαραββᾶν Ἰησοῦν λεγόμενον. Οὕτως γοῦν εἶχεν ἡ τοῦ Πιλάτου πεῦσις ἐκεῖ· χᾶνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Ἰησοῦν τὸν Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Ὡς γὰρ ἔοικε, πατρωνυμία ἧν τοῦ λῃστοῦ ὁ Βαραββᾶς, ὅπερ ἑρμηνεύεται διδασκάλου υἱός (31). Συντιθέμενον οὖν τὸ τοῦ Βαραμβᾶν ὄνομα σημαίνει υἱὸς τοῦ διδασκάλου ἡμῶν. Καὶ τίνος ἄρα διδασκάλου υἱὸν χρὴ νομίζειν τὸν ἐπίσημον λῃστὴν, ἢ τοῦ ἀνδρὸς αἱμάτων, τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου, ὂν καὶ μέχρι τῆς δεῦρο μᾶλλον αἱροῦνται οἱ μαθόντες παῤ αὐτοῦ ἀνθρωποκτονεῖν, ἢ τόν ζωοποιοῦντα τοὺς ἀνθρώπους, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Κρινόμενος ὑπὸ τοῦ Πιλάτου, ἐχρημάτιζε τῇ τούτου γυναικὶ, ἵνα τῇ μὲν σιωπῇ τὴν ἀνδρείαν καταπλαγῇ, τῷ δὲ χρηματισμῷ γνῷ, ὅτι οὐκ ἄνθρωπεν, ἀλλὰ Θεὸν κρίνει. Διὰ δὲ τοῦτο αὐτὸς οὐκ εἶδεν ἢ ἵνα μὴ σιωπήσῃ τῷ (32) ὄναρ, ἢ ὄτι οὐκ ἔπιστεύετο, ἢ ὅτι ἀνάξιος ῆν, ἢ ἵνα ἀκούσας ἃ ὑπέμεινεν ἡ γυνὴ, συμπαθήσῃ. Οὐ γὰρ μόνον εἶδε τὸ ἐνύπνιον, ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δεικνύον δὲ, ὅτι οὐχ ἵνα μὴ πάθῃ ὁ Ἰησοῦς ἐδείχθη, ἀλλʼ ἴνα σωθῇ ἡ γυνή. Μακαρία δὲ ἡ τοιαῦτα (33) ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. Εἰ (34) δὲ σύμβολέν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομένης Ἐκκλησίας, καὶ οὐκέτι οὕσης αὐτῷ ὑποχειρίου διὰ τὴν εἰς Χριστὸν πίστινγὰρ, ἀλλόφυλος γὰρ ἡ γυνή.
For Pilate knew that they had no clear proof against him. In some very old copies I found that Barabbas himself was also called Jesus. In those copies Pilate’s question read like this: “Which of the two do you want me to release to you: Jesus Barabbas, or Jesus who is called Christ?” For it seems that “Barabbas” was the robber’s family name, which is translated “son of a teacher.” Taken together, then, the name Barabbas means “son of our teacher.” And whose son are we to suppose this notorious robber was, if not the son of the man of blood, the murderer from the beginning? Even to this day those who have learned from him how to murder choose him over the one who gives life to people, our Lord Jesus Christ. While Jesus was being judged by Pilate, he sent a message to Pilate’s wife. By his silence he would astonish Pilate with his courage, and by the message Pilate would know that he was judging not a man but God. [The text is corrupt here.] Pilate himself did not see the dream, either so that he would not keep silent about the dream, or because he would not have been believed, or because he was unworthy, or so that he might hear what the woman had suffered and sympathize. For she not only saw the dream but suffered many things, and in the night, which made it more fearful. Besides, the dream was a work of Providence. It did not say what the matter was, but it showed that it was given not to keep Jesus from suffering but to save the woman. Blessed is the woman who has such suffering in dreams, so that she may not suffer beyond measure. [The text is unclear here.] But if this woman is a symbol of the Church that was once ruled by Pilate and is no longer under his hand because of faith in Christ, then — for the woman was a foreigner. [The text breaks off here.]
Στίχ. με΄. Ἀπὸ δέ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. (33) Περὶ ταύτης τῆς ἐκλείψεως καὶ ὁ προφήτης Ζαχαρίας εἰπών· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, φησὶν, οὐκ ἔσται φῶς. Καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. Καὶ οὐχ ἡμέρα, καὶ οὐ νύξ· καὶ πρὸς ἐσπέραν ἔσται φῶς. Εἰπὼν δὲ τὸ σκότος τὸ ἐσκοτίσθαι τοὺς βάλλοντας χεῖρας τῷ φωτί. Ὡς γὰρ Αἰγυπτίοις σκότος. καὶ τοῖς υἱοῖς Ἰσραὴλ φῶς· οὕτως καὶ νῦν τῇ μὲν Ἐκκλησίᾳ φῶς, τοῖς δὲ Ἰουδαίοις σκότος τριῶν ἡμερῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐκλάμψεως ἁγίου Πνεύματος. Καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ ἄνθρωπος, εἰκὸς δὲ αὐτὸν ἐν τῇ ἕκτῃ ὁ ὥρᾳ ἐσφάλθαι· τάχα διὰ τοῦτο ὁ ὑπὲρ σωτηρίας ἀνθρώπων πάσχων ὥρᾳ ἕκτῃ ἐκρεμάσθη. Τοῦτό ἐστι τὸ σημεῖον, ὅπερ ἔμπροσθεν αἰτοῦσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιἐητεῖ, καὶ ἑξῆς· καὶ, Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι. Καὶ γὰρ πολλῷ θαυμαστότερον ἐπὶ τοῦ σταυροῦ προσηλουμένου ταῦτα γενέσθαι ἢ ἐπὶ γῆς βαδίζοντος. Οὐ ταύτῃ δὲ μόνον τὸ παράδοξον ἦν, ἀλλʼ ὅτι καὶ ἐκ τοῦ οὐρανοῦ γέγονεν ὅπερ ἐζήτουν, καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὅπερ οὐδὲ πρότερον συνέβη, ἀλλʼ ἐν Ἀἰγύπτῳ μόνον, ὅτε καὶ τὸ Πάσχα ἐτελεῖτο·
Verse 45. “From the sixth hour darkness came over all the land until the ninth hour.” The prophet Zechariah also spoke about this darkening. He says: “On that day there will be no light. There will be cold and frost for one day. And that day is known to the Lord. It will be neither day nor night, and toward evening there will be light.” He speaks of the darkness as the darkening of those who lay hands on the light. For just as there was darkness for the Egyptians and light for the sons of Israel, so now there is light for the Church, but for the Jews a darkness of three days: the darkness of the Father’s light, of the radiance of Christ, of the shining of the Holy Spirit. And since man was made on the sixth day, it is likely that he also fell in the sixth hour. Perhaps for this reason the one who suffers for the salvation of men was hung up at the sixth hour. This is the sign that he had promised earlier to give to those who asked for it, when he said, “An evil and adulterous generation seeks a sign,” and what follows; and, “When you lift up the Son of Man, then you will know that I am he.” For it is far more wonderful that these things happened while he was nailed to the cross than while he walked on the earth. The strangeness was not only in this. What they were seeking came from heaven, and it came over the whole inhabited world. That had never happened before, except in Egypt alone, when the Passover was also being kept.
καὶ γὰρ ἐκεῖνα τύπος ἦν τούτων. Ἵνα γὰρ μὴ εἴπωσιν ἔκλειψιν εἶναι τὸ γεγενημένον, διὰ τοῦτο τῇ δι΄ γίνεται, ὅτε ἔκλειψιν συμβῆναι ἀμήχανον. Ἐν μέσῃ δὲ ἡμέρᾳ, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν. Καὶ Φλέγων δέ τις παῤ Ἕλλησι φιλόσοφος μέμνηται τούτου τοῦ σκότους, ὡς παραδόξως γεγενημένου ἐν τῇ ιδ΄ τῆς σελήνης· ὅτε οὐ πέφυκεν ἔκλειψις γίνεσθαι, ὅτε πολὺ ἀπέχει τό τοῦ ἡλίου διάστημα, ὅσον ἀπʼ ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους. Τότε γὰρ γίνονται ἐκλείψεις, ὅταν πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες. Γίνεται γὰρ ἔκλειψις ἡλίου συνοδικῶς ὑποδραμούσης αὐτὸν σελήνης, οὐ πανσελήνῳ, ὅτε διάμετρός ἐστι τῇ σελήνη. Τοῦτο δὲ γέγονεν, ὡς πενθούσης τῆς κτίσεως ἐπὶ τῷ γεγονότι, καὶ διὰ τοῦτο δηλούσης, ὅτι, τῆς παροινίας ταύτης πραχθείσης ἐξ Ἰουδαίων, ἐσκοτίσθη αὐτῶν ὁ νοῦς, καὶ ἀπέστη ἀπʼ αὐτῶν ὁ νοητὸς ἥλιος. Εἴτε γὰρ αὐτὸν ἐνόμιζον τοῦτο πεποιηκέναι, ἔδει πιστεῦσαι καὶ φοβηθῆναι· εἴτε οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα, καὶ ἐκ τούτου ἔδει κατανυγῆναι. Ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο, καὶ δεῖγμα τοῦ μέλλοντος λαβεῖν τοὺς θεομάχους τε καὶ μιαιφόνους. Διὰ τοῦτο γὰρ μετὰ πάντων τῆς (36) παροινίας τοῦτο γίνεται, ὅτε κόρος ἔλαβε τῶν σκωμμάτων, καὶ πάντων ἐφθέγξαντο ὅσα ἠθέλησαν.
For those things were a type of these. So that they could not say that what happened was an eclipse, it happened at a time when an eclipse could not occur. [The text is corrupt here.] It came in the middle of the day, so that all who live on the earth would learn that it was daytime everywhere in the world. A philosopher among the Greeks named Phlegon also mentions this darkness, as something that happened marvelously on the fourteenth day of the moon. At that time an eclipse cannot naturally occur, since the sun is far away, as far apart as from the beginning of the sky to its end. For eclipses happen when these two lights come close to each other. An eclipse of the sun happens when the moon, at the time of conjunction, passes under it, not at full moon, when the moon is at the opposite side. This happened as though creation were mourning at what had been done, and so showing that, since this drunken outrage was committed by the Jews, their mind was darkened and the sun of the mind withdrew from them. For if they thought he had done this, they ought to have believed and feared. If they thought it was not he but the Father, they ought even then to have been pierced to the heart. For that darkness was the work of one who is angry, and a sign of what was going to seize those who fight against God and shed innocent blood. This is why it happened after the whole outrage, when they were sated with their mockery and had said everything they wished.
Matthew 28
Στίχ. ιη΄. Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τὸ, Ἐδόθη μοι πᾶσα ἐξουσία, καὶ ἐξῆς, εἰς τὴν ἐνανθρώπησιν νόει. Εἰ δὲ καὶ εἰς τὴν θεότητα θεωρεῖν (37), καὶ οὕτω λήψῃ τὸ Ἐδόθη μοι ἐξουσία, ἀντὶ τοῦ Ἐχωρήθη. Ἐδόθη, ἠνέχθη μοι, περὶ τοῦ αὐτεξουσίου ἐπιστεύθην. Χώραν ἔσχεν ἡ ζωὴ πρῶτον μὲν ἐν τοῖς ἄνω, εἶτα νῦν καὶ ἐν τοῖς κάτω· οὓς θαῤῥοῦντες βαπτίσατε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Εἷς ὁ σώζων. μία ἡ σωτηρία. Εἷς ὁ ζῶν Πατὴρ, ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα. Εἷς ἐστιν οὐ συναλοιφῇ τῶν τριῶν, ἀλλʼ οὐσίᾳ μιᾷ· τρεῖς δὲ ὑποστάσεις τέλειαι ἐν πᾶσι, καὶ κατάλληλοι. Κατὰ φύσιν ἐγέννησεν ὁ Πατήρ· διόπερ ὁμοούσιος ἐγεννήθη. Οὐ σῶμα ὁ Θεός· διὰ τοῦτο οὐκ ἀσταρεῦσιν (38) ἢ κίνησιν, ἤ τι τῶν τοιούτων, ἂ ἐν τοῖς σώμασι θεωρεῖται, ὁ Θεὸς ὁ ἀσώματος ἐγέννησεν. Ἐνυπόστατος ἡ γέννησις· ἀπετέχθη ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱός.
Verse 18. “All authority has been given to me in heaven and on earth.” Understand the words “All authority has been given to me” and what follows as referring to the incarnation. But if you also consider it in relation to the divinity, then you will take “authority has been given to me” to mean “room has been made for it.” “Given” means “brought to me”; I have been entrusted with authority over free will. Life first had room among the things above, and now also among the things below. So baptize them with confidence into the name of the Father, and of the Son, and of the Holy Spirit. There is one who saves, and one salvation. There is one who lives: the Father, the Son, and the Holy Spirit. He is one, not by a blending together of the three, but in one being; yet there are three persons, each complete in every respect, and fitting together. The Father begot by nature, and so the one begotten was of the same being as himself. God is not a body. Therefore God, who is without a body, did not beget by [ἀσταρεῦσιν: the word is uncertain, perhaps “emission” or “flowing”] or by movement, or by any such thing as is seen in bodies. The begetting is real and personal: the Son was brought forth from the being of the Father.

Sources. Greek text: Charles de La Rue’s edition (Origenis Opera Omnia, Paris: J. P. Migne, 1857), digitised by Open Greek and Latin and the First Thousand Years of Greek project (CC BY-SA 4.0). The English is a new translation made by SermonIndex with AI directly from the Greek, as a first reading version; it has not been checked line by line by a person and may contain mistakes. No older English translation was used. Where the digital Greek is flagged as damaged, the English is a best reading. Released under CC BY-SA 4.0.

Everything we make is available for free because of a generous community of supporters.

Donate