Expositio in Proverbia (fragmenta e catenis) (Greek)
The Greek text of Expositio in Proverbia (fragmenta e catenis). This page has 32 section groups and about 17,547 words. Each row carries its standard reference.
Contents (32)
- Cap. I
- Cap. Ii
- Cap. Iii
- Cap. Iv
- Cap. V
- Cap. Vi
- Cap. Vii
- Cap. Viii
- Cap. Ix
- Cap. X
- Cap. Xi
- Cap. Xii
- Cap. Xiii
- Cap. Xiv
- Cap. Xv
- Cap. Xvi
- Cap. Xvii
- Cap. Xviii
- Cap. Xix
- Cap. Xx
- Chapter 21: Cap.Xxi
- Cap. Xxii
- Cap. Xxiii
- Chapter 24: Cap.Xxiv
- Cap. Xxx Vulg. Lat
- (Cap. Xxxi Vulg. Lat.)
- Cap. Xxv
- Cap. Xxvi
- Cap. Xxvii
- Cap. Xxviii
- Cap. Xxix
- Cap. Xxxi
(1) Παροιμία ἐστὶ λόγος ἀπόκρυφος διʼ ἑτέρου προδήλου σημαινόμενος.
Τούτου χάριν ἐβασίλευσεν ἐν Ἰσραὴλ, τοῦ γνῶναι σοφίαν καὶ παιδείαν· ἡ σοφία ἐστὶ γνῶσις πνευματικὴ, τοὺς περὶ Θεοῦ, καὶ ἀσωμάτων, καὶ κρίσεως, καὶ φρονοίας περιέχουσα λόγους, ἡ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν. Ἤ ἡ σοφία ἐστὶ γνῶσις σωμάτων καὶ ἀσωμάτων, καὶ τῆς ἐν τούτῳ θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία ἐστὶ μετριοπάθεια παθῷν περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη· καὶ θεολογῶν δέ τις ἐπιτεταμένως, ἔγνω σοφίαν.
Ὤσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά διόπερ καὶ αἰσθήσεως αὐτὸν λόγον ἐπέχειν ὁ σοφὸς Σολομὼν ἡμᾶς διδάσκει.
Οἱ κτώμενοι κακίαν, τῷ κακοὶ εἶναι ἐξουδενοῦσι σοφίαν· καὶ μὴ ἔχοντες φόβον τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι καὶ ἐξουδενοῦσι σοφίαν· πῶς; τῷ μὴ πράττειν μηδὲ μετιέναι· πᾶς γὰρ ὁ τὰ φαῦλα πράττων, μισεῖ τὸ φῶς· ἀλλʼ οὐ παρὰ τὴν οἰκείαν φύσιν ἀτιμάζεται, ἀλλὰ παρὰ τὴν ἐκείνων ἄγνοιαν· ἀλλʼ οἱ εὐσεβεῖς αἱροῦνται τὴν παιδείαν, ἵνα τὴν ψυχὴν καθαρθέντες, εἰσδέξωνται τὴν εἰς κακότεχνον ψυχὴν μὴ εἰσιοῦσαν σοφίαν· οἱ δὲ μὴ ἔχοντες φόβονΘεοῦ, τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι σοφίας καὶ παιδείας, καὶ ἐξουθενοῦσιν ἀμφότερα (1·)· ὡς οἱ τὴν Παλαιὰν μὴ δεχόμενοι, καὶ τὸν Δημιουργὸν ὡς ὠμὸν διαβάλλοντες.
Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσὶν, οἱ τῆς αὐτῆς αὐτοῖς κακίας μεταλαμβάνοντες κοινὸν δέ ἐστιν, μὴ τοῦ ἑνός ἐστι τοῦ Θεοῦ· ὅρα δὲ ὁμόνοιαν πονηρὰν καὶ ὄλεθρον.
Δίκτυόν ἐστι κόλασις αἰώνιος, καὶ πολυσχιδὴς τιμωρία παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπʼ ἀπωλείᾳ τῶν κακῶς ἐκφύντων πτερῶν· πτερωτὰ δὲ, ἡμεῖς οἱ ἄνθρωποι οἱ δύναμιν ἐὰν θέλωμεν ἔχοντες τοῦ ἀναπτῆναι.
Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας· τοιαύτη δὲ ἔξοδος τῶν υἱῶν Ἰσραὴλ, ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ Θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα· τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατεῖαν λέγει· « Πλάτυνον γὰρ, φησὶ, τὸ στόμα σου, καὶ πληρώσω αὐτό· »καὶ « πλατύνθητε, φησὶ, καὶ ὑμεῖς, » ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος· καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς, ὑμνεῖται ἡ σοφία· ἐν δὲ γῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν, παῤῥησίαν ἄγει. Ἄκρων δὲ τειχέων αὐτῆς, τὴν ἄκραν ἀπάθειαν λέγει· εἴπερ οἱ ἀγαπῶντες τὸν νόμον, παραβάλλουσιν ἑαυτοῖς τεῖχος· ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ Δαυῒδ λέγων· « Οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ, » τουτέστι τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως.
Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· « Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται; » Ἤ τάχα οὔτως χαίρει ἡ σοφία, ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου, καὶ ἐπὶ τοῦ λῃστοῦ ἀπωλεῖᾳ πιστεύσαντος τῷ Χριστῷ; τοῦ μὲν γὰρ, τὸν λῃστὴν ἡ σοφία· τοῦ δὲ, τὸν τελώνην ἀπώλεσε (2).
Πολιορκία ἐστὶ διδασκαλία ἠθικὴ, τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα ἐπὶ τῇ τοῦ Θεοῦ πολιορκίᾳ.
Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων εἰσὶν, οὕτω καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων τε καὶ δαιμόνων εἰσὶ, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος· ἠδίκουν δὲ νηπίους, εἶπε, περὶ ὧν Χριστὸς ἔφη· Μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων.
Οὕτως κρύπτει ἐντολὴν τοῦ Θεοῦ ὁ ποιῶν αὐτὴν, ἢ ὁ μὴ ἐπὶ κενοδοξίᾳ ποιῶν· ὅθεν καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς, ἁρπάζειν λέγονται.
Τότε συνήσεις πῶς ὁ φόβος τοῦ Κυρίου ἀρχὴ σοφίας ἐστὶν, καὶ πῶς τῆς τοῦ Θεοῦ γνώσεως γίνεται πρόξενος, ὅταν ἐν πίστει καὶ πόθῳ αὐτῷ ὑπάρχῃς προσδεής· προῦπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν, πρὸς τὸ δυνηθῆναι συνεῖναι φόβον Κυρίου· προσάξωμεν δὲ ταῦτα τοῖς τὴν σοφίαν καὶ σύνεσιν ἐξουθενοῦσι· καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν Θεὸν, ὡς ἐπὶ εὐχερὲς πρᾶγμα.
Χριστοῦ γὰρ μὴ ῥυομένου, ὡς ἀγαθὴν ὁδεύσομεν τὴν κακήν· ἅγιοι μὲν γὰρ πάντα λέγουσι πιστά· τὰ δὲ οὔ· ὁ δὲ διάβολος οὐδὲν πιστὸν, ἀντὶ τοῦ, πίστεως ἄξιον· ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, ὡς ἐν Εὐαγγελίοις· εἴ γε ἄνθρωπος πονηρὸς ἔσπειρε τὰ ζιζάνια· μεγῖστη δὲ ὡς ἔοικεν ἐπιβουλὴ, τὸ περιτυχεῖν βουλῇ κακῇ, καὶ ἀνδράσι δολίοις καὶ ὑπούλοις καὶ πονηροῖς.
Εἰ ἡ ποιὰ βουλὴ συντετριμμένη ἤγουν ἐσκοτισμένη, νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; Ὡς γὰρ περὶ ζώου λογικοῦ, τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται. Ἤ νῦν βουλὴν κακὴν τὸν διάβολον λέγει· οὗτος γὰρ κακῶς ἐβουλεύσατο, εἰπών· « Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· » ἐπελάθετο δὲ τῆς θείας γνώσεως, καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος· ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθʼ ἣν καὶ ζηλωτὸς ἦν· εἰ δὲ νέους δύναται συνετίζειν ἔνθα πολὺ τὸ δυσήνιον, μὴ παρούσης· πολλῷ μᾶλλον πρεσβύτῃ ὠφέλιμος.
Οὗτος ἐπιλανθάνεται τοῦ νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος δὲ μέμνηται τοῦ νόμου, ὁ ζῶν κατʼ αὐτόν· καὶ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ Θεοῦ, ὁ μὴ μόνον ποιῶν αὐτὰ, ἀλλὰ καὶ ἄλλοις συμβουλευόμενος. Οὗτος δὲ ἀπόλλυσιν αὐτὰ, ὁ μὴ βουλόμενος πράττειν αὐτὰ, καὶ ἑτέρους κωλύων· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δικαιωθήσονται.
Ἴασις ἐστὶν ἡ ἐξ ἀρετῆς ὑγίεια τῇ πολιτείᾳ σου· ἡ δὲ τοῦ Θεοῦ χάρις καὶ ἐπιμέλεια τοῖς λογισμοῖς σου καὶ διανοήμασιν· ὅταν αἱ δυνάμεις τῆς ψυχῆς, ἤγουν αἱ ἀρεταὶ, ἐπιμελείας τύχωσι, τὸ τηνικαῦτα ἐροῦσι πάντα τὰ ὀστᾶ μου « Κύριε, Κύριε, τίς ὅμοιός σοι; » Ἐπιμελεὶας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς, πάντως ἐρεῖ τό· « Ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην.» Ὁμοίως δὲ καὶ ἡ· ὀπτικὴ λέξει τό· «Κατενόησατὰ ἔργα σου, καὶ ἐξέστην.» Ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητική· « Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου·» ἐρεῖ δὲ καὶ ἡ λογική· «Διελογισάμην ἡμέρας ἀρχαίας.» Κατὰ ταῦτα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων.
Τουτέστιτοῖς βουλομένοις οὐδὲν δύσκολον ἔχοι, καθάπερ ἡ τῶν χρημάτων ἐπιθυμία· νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ἐπειδὴ τὸ εὖ γινώσκει· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ αὐτῆς.
Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται· εἴπερ ἀπὸ καρπῶν δικαιοσύνης φυτεύεται δένδρον ζωῆς· τὸ δὲ δένδρον ζωῆς, ἡ τοῦ Θεοῦ σοφία ἐστί· δικαίως δὲ ἅψασθαι κεκώλυται τούτου τοῦ ξύλου πᾶς παράνομος.
Ὁ Θεὸς τῇ μὲν σοφίᾳ καὶ τὴν γῆν ἐθεμελίωσε· διὰ δὲ τῆς αἰσθήσεως αὐτοῦ ἐῤῥάγησαν ἄβυσσοι, τὰ δὲ νέφη ἐῤῥύησαν δρόσους· ἣν οὖν ἐνταῦθα γῆν εἶπε, Παῦλος ὁ ἅγιος πλάτος ὠνόμασε· καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους, ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ· καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους. ὀνομάζει βάθος· τὰ δεδροσωμένα νέφη, μῆκος καλεῖ· ταῦτα δὲ πάντα λογικῶν ἐστι φύσεων σύμβολα, διαιρουμένων κόσμοις καὶ σώματι κατὰ ἀναλογίαν τῆς καταστάσεως· ἁρμόζει τοῦτο καὶ νῦν τῷ Υἱῷ τοῦ Θεοῦ· ἀλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ, γῆ ἐστιν ἑκατονταπλασίον καρποφοροῦσα· αὕτη δὲ ἐκ τῆς πιότητος, ἥτις ἐστὶ σοφία, σοφή· θεμελιοῦντος αὐτὴν ἐπʼ αὐτῇ τοῦ Θεοῦ· ἑδράζει γὰρ αὐτὴν τὴν συναγωγὴν τῆς διδασκαλίας, καὶ πῆξιν ἀπὸ σοφίας ποιούμενος· καὶ ἀεὶ προκοπτούσης, οὐρανὸν ἀπεργάζεται, καθαρώτατον κτίσμα, ἀγγέλων τε καὶ τῶν νοερῶν οὐσιῶν οἰκητήριον, λαβοῦσάν τε αἴσθησιν τοῦ βντος, καὶ κατανοοῦσαν τὴν τῶν πραγμάτων ἀκρίβειαν, οἱονεὶ τὸ πολύμυθον τῶν τοῦ Θεοῦ κριμάτων.
Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες, λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμένου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ἀντιποιούμενος θεωρήμασιν, ἀνεπίδεκτος γίνεται λογισμῶν ἀκαθάρτων. — Νοῦς καθαρὸς ἑγγίζει σοφίᾳ, ἐπειδὴ τὸ εὖ γινώσκει· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπʼ αὐτῆς.
Πρόσκομμα λογικῆς φύσεώς ἐστι λογισμὸς ἀκάθαρτος, ἢ γνῶσις ψευδής· ὁ δὲ τῇ τοῦ Θεοῦ βουλῇ περιστοιχειούμενος, ἐν τούτοις οὐ προσκόπτει.
Οὔτε ἔφοδος, φησὶ, πονηρῶν λογισμῶν φοβήσει τὸν γεγονότα σοφὸν, οὕτε ἀσεβεῖς ἔξωθεν ἐπιόντες τὴν αὐτοῦ καθαιρήσουσι δύναμιν, ἐρημῶσαι θέλοντες τῶν φύσει καλῶν· τὸν γὰρ ἀνάλωτον οὐδεὶς δυνήσεται λαβεῖν· καίτοι, τί τοῦ ἀσεβοῦς αὐθαδέστερον; Ἀλλὰ καὶ αὐτοῦ φησι τοῦ παντοδαποῦ θηρίου περιγενήσῃ, πρᾶος ὢν καὶ ἐπιεικὴς, τοῦ Κυρίου ὄντος μετὰ σοῦ· ἐντεῦθεν δὲ μανθάνομεν, ὡς ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας, νύκτωρ ἡμῖν συμβαινούσας, ἢ καὶ θεωρητικῶς· οὐ μόνον δὲ, ἀλλὰ καὶ τῶν ἐν τῇ μεταστάσει πονηρῶν κατηγοριῶν, καὶ τῶν ἐν τῇ κρίσει βλαπτικῶν κολάσεων περιαιρεῖ τοὺς οὕτω φρονοῦντας· τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραότας καὶ ἀοργησία, καὶ μακροθυμία, καὶ ὅσα πέφυκε καταστέλλειν τὸν θυμὸν ταρασσόμενον· εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φάσματα εἴωθε γίνεσθαι.
Οὐ μόνον τῶν ἐδωδίμων μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ, ἀλλὰ καὶ γνώσεως Θεοῦ καὶ σοφίας καὶ ἐντολῶν· καὶ πᾶν ὁτιοῦν Θεῷ φίλον καὶ πρὸς αὐτὸν οἰκειοῦν, μὴ ἀπόσχῃ εὖ ποιεῖν τῷ ἐνδεομένῳ σου.
Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακὸν, οὐ μόνον σωματικὸν, ἀλλὰ καὶ ψυχικόν. Ἄγνοια Κυρίου ἐν οἴκοις ἀσεβῶν, γνῶσις δὲ Θεοῦ ἐν ψυχαῖς δικαίων· ἐπαύλεις δικαίων εὐλογοῦνται, ὅταν ὁ Χριστὸς ἀπονέμῃ τὰ γέρα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν· τοῖς ἀσεβέσι δὲ κατάραν καὶ οὐκ εὐλογίαν.
Ἡ ἄκρα κακία καὶ εἰς τέλος ἐπηρμένη, ὑπερηφανία καλεῖται· ἀντιτάσσεται δὲ Κύριος τοῖς μὲν ἀδίκοις, ὡς δικαιοσύνη· τοῖς ψεύσταις, ὡς ἀλήθεια τοῖς δὲ ὑπερηφάνοις, ὡς ταπεινοφροσύνη· διὸ καὶ τοῖς ταπεινὰ φρονοῦσι φίλος ἐσπί· τοῦτο γάρ ἐστι τὸ, Δίδωσι χάριν ταπεινοῖς· τοῖς δὲ ὑπερηφάνοις ἀντιτάσσεται.
Δόξαν οὐράνιον κληρονομήσουσιν οἱ τὴν ἔνθεον σοφίαν μαθόντες τε καὶ διδάξαντες· ὕψωσαν δὲ ἑαυτοῖς ἀτιμίαν οἱ ἀσεβεῖς ἐνώπιον ἀγγέλων καὶ ἀνθρώπων παρὰ τοῦ Χριστοῦ.
Παιδείαν, τὴν ἡθικὴν ἀρετὴν λέγει· ἕννοιαν, τὴν θείαν γνῶσιν· υἱὸς δὲ ἀρετῶν ὁ κατ᾿ αὐτὰς πιποιωμένος, ὃς οὐκ ἄλλου χάριν, ἀλλ᾿ ἕνεκα τῆς ἀρετῆς τὰ κατ᾿ αὐτὴν ἐνεργεῖ.
Δῶρον ἀγαθὸν δωροῦμαι ὑμῖν, τὴν ἐπουράνιον βασιλείαν, ἐὰν τὸν νόμον μου μὴ ἐγκαταλίπητε· σημειωτέον δὲ ἐνταῦθα, ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νοῦν, διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδίκως, καὶ μὴ κατευοδούμενον· ἐκεῖνα γὰρ δῶρα ἄδικα, τὰ πράγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος, οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ.
Στέφανος χαρίτων αἱ ἐντολαὶ τοῦ Θεοῦ εἰσιν, αἱτινες τὸν στέφανον τῆς βασιλείας ἀντιπαρέχουσι τοῖς ποιοῦσιν αὐτάς· στέφανος δὲ τρυφῆς ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἥτις ὑπερασπίζουσα ἡμῶν, πάντα λογισμὸν ἐμπαθῆ, καὶ πᾶσαν γνῶσιν ψευδῆ ἀπωθεῖται.
Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδὸν, τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός· πολλὰς δὲ εἴρηκεν ὁδοὺς, τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ. Πληθυνθήσεται δὲ ἔτη ζωῆς τοῦ ἀκούοντος διὰ τῶν προφητῶν τοῦ ἐπουρανίου Πατρὸς, καὶ δεχομένου διὰ τοῦ μονογενοῦς Υἱοῦ τοὺς λόγους αὐτοῦ, εἰς τὸ κατευθυνθῆναι ἐν ταῖς ὁδοῖς τῆς δικαιοσύνης τοῦ βίου, ὅπως ἀποσωθῇ εἰς τὴν ἀείζωον ζωήν.
Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις, καὶ πᾶν ὁτιοῦν ἄδεκτον τῷ Θεῷ· πολέμιοι γάρ εἰσιν οἱ ἀσεβεῖς λογισμοὶ, ψυχὰς ἀποκτείνοντες.
Ἐν τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ Κύριος ὕπνον· οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί· τοῖς ἀσεβέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ Κύριος· ἐντεῦθεν δὲ ἔστι καὶ πειθανῶς δεῖξαι, ὅτι οὐ καθεύδειν πεφύκασι δαίμονες.
Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ, καὶ φωτίζουσιν ἡμᾶς ἐν τῷ παρόντι βίῳ, ὃς πρὸς τὸν μέλλοντα, ἡμέραν ὄντα, νὺξ λέγεται· ἕως κατορθώσει ἡ ἡμέρα ἐν ᾗ ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει. Ἤ ἀντὶ τοῦ, ἕως ἡμᾶς ἐν ἀσφαλείᾳ καταστήσουσιν, οὐκ ἀφίστανται· τοῦτο γὰρ ἡμέρας ἴδιον, τὸ σκότος διαλύειν· ὅπερ οὖν καὶ Χριστὸς ἔλεγεν· Ὁ περιπατῶν ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει· τοὐναντίον δὲ αἱ τῶν ἀσεβῶν· ἐπεὶ οὖν οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· προσκόπτουσιν, ἀλλʼ οὐκ ἔχουσι συγγνώμην ὡς ἀγνοίᾳ προσπταίοντες· αὐτοὶ γὰρ ἑαυτοῖς τὸ σκότος εἰργάσαντο· ὅρα δὲ ὡς ἡ μὲν ἀρετὴ καὶ ἐν σκότει φῶς ἐποίησεν· ἡ δὲ κακία καὶ ἐν φωτὶ σκότος. — Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν, οἱ ἀσεβεῖς ἐπίστανται· οὐδὲ τὴν αἰτίαν γινώσκουσι, πόθεν προσκόπτουσιν· ἀλλʼ οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν· ὅπερ ἐστὶν γνὼρισμα τῆς ἐσχάτης κακίας.
Πηγὰς λέγει τὰς ἀρετὰς, ἀφʼ ὧν γεννᾶται τὸ ὕδωρ τὸ ζῶν τῶν θείων ῥημάτων, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. Καὶ ὁ Δαυῒδ Ὤφθησαν γὰρ, φησὶν, αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Οἱ ὀφθαλμοί σου, εἶπεν, ὀρθὰ βλεπέτωσαν, τουτἐστι τὰ Θεῷ μὸνα φίλα, τὰ παρὰ τῶν τροφητῶν ἡμῖν σαφηνισθέντα περὶ τοῦ Χριστοῦ μόνου καὶ τῶν μαθητῶν αὐτοῦ· καὶ ὅσα παρά τινος πρὸς τὸν Χριστὸν οἰκειοῦντα λαληθείη καὶ μόνον.
Στωμυλεύονται γὰρ αἴτε πρόδηλοι πόρναι, καὶ αἱ τῶν ἑτεροδόξων διδασκαλίαι, ἀπατῶσαι διὰ τῆς χρηστολογίας τὰς τῶν ἀκάκων καρδίας· μεγίστη οὖν ἀσφάλεια τὸ μὴ ἁλῶναι τὴν ἀρχήν· ἁλόντα γὰρ, δύσκολον διαφυγεῖν.
Μέχρι μὲν τῆς ἀκοῆς αὐτῶν, τὸ καλόν. Σημαίνει δὲ τὸ λῖπος τὴν ἡδονὴν, ἀφʼ ἦς τίκτεται ἡ ἀκαθαρσία· ἦς ἔκγονον, κακία καὶ ἄγνοια· ὧν οὐδὲν ἔστι πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν ἐν ἡμέρᾳ κρίσεωζ.
Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· Ἀνελεήμων γὰρ, φησὶ, θυμὸς, καὶ ὀξεῖα ὀργὴ αὐτῶν· θηρἑύουσι γὰρ εἰς ἀπώλειαν τοὺς πειθαρχοῦντας αὐτοῖς· οὕτω γὰρ τιμῶσι τοὺς τιμῶντας αὐτούς.
Διὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τοῦ Χριστοῦ, καὶ τὸ αἶμα καταναλίσκουσι. κοινὸν αὐτὸ ἡγησάμενοι (1)· Ὁ τρώγων γάρ μου, φησὶ, τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἱώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν ἐσχάτῃ ἡμέρᾳ· ὁ δὲ ἀναξίως ἐσθίων τὸ σῶμα καὶ πίνων τὸ αἶμα τοῦ Κυρίου, κρῖμα ἑκυτῷ ἐσθίει καὶ πίνει.
Ἦν ὅτε οὐκ ἦν κακὸν, καὶ ἔσται ὅτε οὐκ ἕσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς· πείθει δέ με καὶ οὗτος παρʼ ὀλίγον, καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς ὁ πλούσιος ἐν τῷ ἅδῃ διὰ κακίαν κρινόμενος, καὶ οἰκτείρων τοὺς ἀδελφούς (2)· τὸ δὲ ἐλεεῖν, σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς.
Πᾶς ὁ τὸν φίλον τὸν Χριστὸν ἐγγυώμενος, ὡς δικαιοσύνην καὶ ἀλήθειαν, παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς, τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις, διὰ τὴν πρὸς τὸν Σωτῆρα φιλίαν· φιλία γάρ ἐστι πνευματικὴ, γνῶσις Θεοῦ, καθʼ ἣν καὶ οἱ ἅγιοι φίλοι Θεοῦ χρηματίζουσιν, ὡς ὁ Ἰωάννης ὁ Βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου, Μωϋσῆς τε καὶ οἱ ἀπόστολοι· Οὐκέτι γὰρ, φησὶν, ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.
Ὁρᾷς ἀγῶνα καὶ ἀγρυπνίαν; Ὕπνος μέν ἐστι ψυἡ κατ᾿ ἐνέργειαν ἀμαρτία· νυσταγμὸς δὲ, τὸ χῆς ἡ κατ᾿ ἐνέργειαν ἀμαρτία· νυσταγμὸς δὲ, τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα· ἐπινυσταγμὸς δὲ ἡ πρὸς τὰ χείρω ῥοπή· κωλύει οὖν ὁ μὲν νόμος τὸν ὕπνον· τὸν δὲ νυσταγμὸν τὸ Εὐαγγέλιον· εἴ γε ὁ μὲν περικόπτει τὴν κατʼ ἐνέργειαν ἁμαρτίαν· τὸ δὲ, τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην κακίαν· Ἐῤῥέθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Οὐκ ὀργισθήσῃ.
Προσεκτέον ἐνταῦθα μήποτε ἅρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκωσιν οἱ ἀντικείμενοι τοὺς αὐτῶν λογισμοὺς ἐν ἡμῖν στρεφομένους· ἐπειδὴ καρδιογνώστην μόνον τὸν Θεὸν πεπιστεύκαμεν εἶναι.
Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ (1), κτᾶται αἷμα δίκαιον· οὗ στερισκομένη ψυχὴ λογικὴ, λέγεται ἀποθνήσκειν· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· εἰ δέ ἐστιν αἷμα δίκαιον, ἔστι δηλονότι καὶ αἷμα ἄδικον ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸ δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψι, καὶ τρεφόμενον τῷ ἄρτῳ τοῦ ψεύδους· καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις, τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν· οἱ δὲ ἑαυτοῖς θυσίαν τῷ μόνῳ Θεῷ, τὸ ἄδικον διαφθείρουσιν αἷμα· ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος· ἀλλὰ τοῦτο μὲν πάντως νῦν πέφυκε γίνεσθαι, ἀπʼ ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν νόσου ὑγεία τῶν παίδων, μετὰ τῆς ὑγείας ἀπʼ ἀρχῆς τικτομένων.
Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου.
Ἐὰν ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ, ὁ πρότερον κλέπτων, διʼ ἔνδειαν γνώσεως, ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ Σωτῆρος ἡμῶν γνώσεως καὶ σοφίας· ἀποτίσειν δὲ λέγεται ἑπταπλασίονα, τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεόν· καὶ πάντα τά ὑπάρχοντα αὐτῷ αἰσθητήρια δοὺς τῷ Θεῷ, ῥύσεται ἑαυτὸν ἐκ τῶν ἡτοιμασμένων τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ τιμωριῶν.
Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ, μοιχός ἐστι τοῦ διαβόλου τοῦ πρώτου γήμαντος τὴν κακίαν, καὶ ἀπʼ ἀρχῆς γεγονότος ἀνθρωποκτόνου· καὶ σὺν αὐτῷ ἀπώλειαν τῇ ψυχῇ αὑτοῦ περιποιεῖται.
Ἀδελφὴ ἡμῶν σοφία ἐστὶ, διότι ὁ ποιήσας τὴν ἀσώματον φύσιν Πατὴρ, καὶ ταύτην πεποίηκεν· σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀλλὰ τὴν θεωρίαν τῶν σωμάτων καὶ ἀσωμάτων, καὶ τῆς ἐν αὐτῇ κρίσεως καὶ προνοίας ἐγκείμενα.
Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα ὀνομάζει νῦν· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώποις ἐργάζεται, τοῖς βουλομένοις ὁδεύειν τὴν πλατείαν ὁδὸν καὶ εὐρύχωρον, καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν· ἐνταῦθα δὲ προσεκτέον τί φησιν ὁ Σολομῶν περὶ τῆς κακίας· ὅτι οὐκ αὐτὴ τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν πλατεῖαν ἄγει· οὐδὲ ἀναγκάζει πορεύεσθαι διόδοις οἴκων αὐτῆς, ἢ προσεγγίζειν γωνίᾳ, ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ· ἀλλʼ ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς συναντᾷ αὐτῷ τὸ εἶδος ἔχουσα πορνικὸν, ἢ ποιεῖ τὰς νέων ἐξίπτασθαι καρδίας.
Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι, μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι, τὰς παρὰ φύσιν ἡδονὰς μετέρχονται, ἀρσενοκοιτεῖν ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπαγορευομένων πραγμάτων φαντασίας λαμβάνοντες· ὅρα δὲ μὴ κατηγόρημα εἴη τοῦτο καὶ ἀγίων ἀνδρῶν· καί τις μὴ ἡσυχάζων ἀλλὰ ῥεμβόμενος, τοῖς κατηγορήμασι κοινωνήσει τῆς ἀτίμου γυναικός.
Τῶν λογισμῶν, οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι· καὶ τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται· αἱ δὲ κεκλασμέναι· γωνία δέ ἐστι κεκλασμένη εὐθεῖα· ἢ γωνία νοητῶς ἐστιν ὁ ἀκάθαρτος λογισμός· τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν, δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾷν τὴν ψυχήν.
Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκε, τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ ἢ τὴν ὑπὸ Θεοῦ κτιζομένην τὴν πνευματικήν.
Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβε τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας, ἐπάγει· Κρείσσων γὰρ σοφία λίθων παλυτε ἐῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περισχομένης ἐν τῇ σοφίᾳ (1), ἥπερ διὰ τοῦ Πνεύματος δίδοται, λόγος σοφίας· τὸ δʼ αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας.
Σημειπτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν, τὸν ἄδικον ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν.
Τουτέστι παρʼ ἐμοῦ τὸ εὔβουλον καὶ ἀσφαλές· ὅπου γὰρ τοῦτο, κἀκεῖνο· ὁρᾷς πανταχοῦ προτιθέμενα τὰ ἀσώματα τῶν σωματικῶν καὶ κρατοῦντα; Εἶτα εἰπὼν καὶ αὐτὸ τὸ βασιλεύειν διʼ αὐτῆς γινόμενον, ἐπήγαγε καὶ ὁ πολλῷ μεῖζόν ἐστι τοῦτο γὰρ βασιλεύειν, τὸ δύνασθαι δικαίως κεχρῆσθαι τῇ αρχῇ, βέλτιον· ἔνιοι δὲ, βασιλεῖς μὲν τοὺς ἁγίους καὶ μεγιστᾶνας· τυράννους δὲ, τοὺς ἔτι πολεμοῦντας τὴν σάρκα, καὶ τῶν παθῶν τυραννοῦντας.
Μείζω φιλίας εἰσάγει τὴν ἀγάπην ἐνταῦθα, ἡνίκα μὴ κατὰ τοῦ αὐτοῦ τάττεται· ἀμέλει τοῦ Σωτῆρος τῷ Πέτρῳλέγοντος, Ἀγαπᾷς με; τὸν προσδιαλεγόμενον εἰδὼς, τὸ ἦττον δίδωσιν ἑαυτῷ, τὸ, Ὅτι φιλῶ σε· τὸ δὲ τρίτον ἀκούσας, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὅτι τὸ ἦττον τρίτον αὐτῷ προσένειμε (2).
Οὐσία οὖσα ἡ τοῦ Θεοῦ σοφία, πρὸ σἰώνων γεγένηται, καὶ πρὸ κτίσεως ἀῒδιος ἦν· ὅτε δὲ σχέσιν πρὸς τὰ γεννητὰ ἐδέξατο, τότε ἀρχὴ τῶν ὁδῶν τοῦ Θεοῦ γέγονε τῶν ποιητικῶν καὶ προνοητικῶν· σύζυγος οὖν ἡ ἀρχὴ τοῖς κτίσμασιν ὧν γέγονεν ἀρχὴ, τουτέστιν ἡ πρὸς τὰ γεννητὰ σχέσις· ἡ δὲ σοφία ἀῒδιος, οὐσιωδῶς πρὸ αἰώνων παρὰ τῷ Θεῷ ὑπάρχουσα.
Ἀσέβεια μέν ἐστιν ἡ εἰς Θεὸν ἁμαρτία· ἀσεβεῖ δὲ καὶ εἰς τὴν ἑαυτοῦ ψυχὴν ὁ σωρεύων κόλασιν τῇ ἑαυτοῦ ψυχῇ. τὴν τοῖς ἀσεβέσιν ἡτοιμασμένην· ἀκόλουθον δὲ καὶ τὸ ἀγαπᾷν θάνατον τοὺς σοφίαν μισοῦντας, εἴπερ ἡ σοφία ζωή.
Τὴν σοφίαν ἐνταῦθα δισσῶς ἐπιλαβεῖν, τὴν ἐκ Πνεύματος ἁγίου φημὶ ἐν λόγοις καὶ γραφῇ δοθεῖσαν τοῖς θεόφροσιν, διʼ ἦς καὶ ἡ ἐπίγνωσις τοῦ Θεοῦ τῷ κόσμῳ ἐγνωρίσθη· ὡσαύτως δὲ καὶ τὸν ἐνυπόστατον Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, τὸν ἐξοὺκ ὄντα εἰς τὸ εἶναι παραγαγόντα τὰ σύμπαντα τῇ σοφίᾳ αὐτοῦ.
Θύματα ἐνταῦθά φησι τοὺς ὅσοι προφῆται τῇ παραινέσει Χριστοῦ σφραγισθέντες καὶ σφαγιαζόμενοι, διὰ τὸ κιρνᾷν αὐτοὺς τῷ τῆς γνώσεως κρατῆρι τὴν ὠς οἶνον ἡδὺν ἐπίγνωσιν αὐτοῦ τοῖς ἐχέφροσι· λέγων, Μὴ φοβηθῆτε ἀπό τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· καὶ γὰρ αὐτὸς αὐτοὺς ἐσφαγίασε, καὶ σφαγιάζει, διὰ τὸ παρακελεύειν αὐτὸς τοὺς εἰς αὐτὸν πιστεύοντας ὑπὲρ αὐτοῦ, ὡς αὐτὸς ὑπὲρ ὑμῶν ἀποθνήσκει.
Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλος Χριστοῦ, ὁ δὲ στὸς σοφία ἐστὶ, Παῦλος γὰρ ὁ ἀπόστολος δοῦλος τῆς σοφίας ἐστίν· ὡσαύτως καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ προφητῶν τὸν λόγον συνάξομεν, δούλους τῆς σοφίας αὐτοῦ ἀποδείξαντες.
Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακοὺς, ἀλλὰ περὶ θείου φόβου αὐτοὺς ὑπομιμνήσκειν, ὅστις αὐτοὺς ἀποστήσει τῆς κακίας· ἢ κακοὺς τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας, καὶ θέλοντας ἐλθεῖν πρὸς μετάνοκαν· ἀκμὴν δὲ κακοὺς ὄντας καὶ τυφλώττοντας ὑπόμενε· καὶ μὴ καθʼ ἓν σφάλμα ἔλεγχε, ἵνα μὴ εἰς μῖσος ἐκ προοιμίων ἔλθωσιν· ὅταν δὲ γένωνται σοφοὶ, καὶ στερεωθῶσιν, ἔλεγχε. Καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἔτι νέους ὄντας, οὐκ ἤλεγχε, διὰ τὸ μὴ τοὺς παλαιοὺς ἀσκοὺς εὐθέτους εἶναι πρὸς νέον οἶνον. Ἤ κακοὺς λέγει τοὺς ἄφρονας καὶ μωρούς· ἢ τοὺς πάντη ἀλλοτρίους τῆς θείας διδασκαλίας, οὓς οὐκ ἐλέγχειν, ἀλλὰ νουθετεῖν, δεῖ καὶ διδάσκειν· εἰ δὲ καὶ ἠλέγχοντο Ἀχαὰβ καὶ Ἡρώδης, ἀλλʼ ἤδη μετέσχον τοῦ θείου νόμου, εἰ καὶ παρέβησαν· διὸ καὶ τούτους δεῖ ἐλέγχειν. Ἤ ἔοικε ταῦτα πρὸς τοὺς τότε λέγειν, τοὺς νηπιωδεστέρους· ἐπεὶ τίνος ἕνεκεν ἤλεγχεν Ἰωάννης καὶ Παῦλος ; —Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· ὁ γὰρ εἰς πρόσωπον ἔλεγχος, ἀναισχυντότερον ποιεῖ τὸν ἁμαρτάνοντα· χρὴ δὲ ἡμᾶς ἐπὶ σοφῶν καὶ δικαίων τοῦτο ποιεῖν· ἀναμεταξὺ μὲν του ἐλεγχομένου καὶ ἐλέγχοντος, οὐκ ἐπὶ πολλῶν δέ.
Ἄνδρα, τὸν τοῦ λόγου πτωχεύσαντα· καὶ χεῖράς, τὰς τῆς σοφίας πράξεις.
Ὁ νοήμων ὑπὸ τῶν θλίψεων καὶ τῶν συμφορῶν μὴ συγκαιόμενος, γεννήματα δικαιοσύνης φέρει· ὁ δὲ παράνομος, καὶ ὑπὸ τῶν βελτιόνων διαφθείρεται.
Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ ἀπωλείας καὶ πλάνης αὐτῇ γίνεται πρόξενος· ἡ δὲ ὁδὸς τῆς ζωῆς, οὐ μόνον ἐκ τῆς αἰωνίου, ἀλλὰ καὶ ἐκ πάσης κακότητος τοῦ βίου δυσχερείας τοὺς ἀκάκους φυλάσσει· ἀκάκους δὲ λέχει τοὺς κακῶς ἔκ τινος ὑπομένοντας, καὶ ἀκακίαν ἀσκοῦντας ἐν ἀγάπῃ. Ἤ οὕτως. Ἀνεξέλεγκτος, ἡ πρόσχημα μὲν εὐσεβείας ἔχουσα, ἀγύμναστος δὲ οὗσα καὶ ἀνεξέταστος· ὁ γὰρ μὴ ἐλεγχόμενος, καὶ φανερῶν καὶ ἑτέροις τὰ φρονήματα καὶ τοὺς διαλογισμοὺς αὐτοῦ, πλανᾶται οἰήσει.
Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, φησὶν ὁ Δαυῒδ· τουτέστιν ὅσα τῷ Θεῷ ἀρεστὰ, καὶ δικαίοις ἁρμόζει, ἐπιθυμεῖν χρὴ, ἵνα δεκτὴ ἡ προσευχὴ ἡμῶν γένηται ἐναντίον τοῦ Θεοῦ ὁ δὲ ἀσεβὴς, ἀπωλείᾳ αἰωνίᾳ περιφέρεται ἐν τῷ ἐπιθυμεῖν καὶ πράττειν τὰ μὴ Θεῷ φίλα.
Εἰ φόβος Κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σοφίας φόβος Κυρίου, αἱ ἡμέραι αὗται, μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· προκόπτων γὰρ προστίθησι γνώσεις καὶ φωτισμούς· ὑπὲρ δὲ τοιούτων ἡμερῶν εὔχεται καὶ Δαυῒδ λέγων· Μὴ αγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανε πρεσβύτερος καὶ πλήρης ἡμερῶν· καὶ τὰς θείας ὁράσεις ὡς ??μέρας προστίθησι Κύριος τοῖς ἐν πίστει φοβουμένοις αὐτόν· τὰ δὲ, τῶν ἀσεβῶν ἔτη, ἄσοφα ὀραθέντα καὶ θείας χάριτος ἄνευ, ὠλιγώθησαν.
Αἰῶνα τὸν ἀνθρώπου βίον λέγει, ὡς ὁ Παῦλος· οὐ μὴ ράγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω· τὸ γὰρ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ, αἰῶνα ὠνόμασεν· Οὐκ ἐνδώσει γὰρ, φησὶν, ὁ δίκαιος ἁμαρτῆσαι ἐνοχλούμενος ὐπὸ τοῦ πονηροῦ. Οἱ δὲ ἀσεβεῖς ἁμαρτάνοντες οὐ μόνον ἐκπεσοῦνται τῆς βασιλείας, ἀλλὰ τὸ πῦρ καὶ οὐ τὴν γῆν οἰκήσουσιν.
Ἀντὶ τοῦ, χάριτος ἀνάπλεώς ἐστιν· εὐσεβοῦς δὲ στόμα νῦν τὸν νοῦν λέγει καὶ τὴν καρδίαν, ὡς διὰ τῶν χειλέων ὑμνοῦσαν τὸν Θεόν· τὸ δὲ λαλοῦν πονηρὰ στόμα τῶν ἀσεβῶν, ἀποστρέφεται ἀπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναι τῷ πονηρῷ· ὅρα δὲ τί ἀπʼ ἐκείνου, τί δὲ ἀπὸ τούτου.
Ἔχων γὰρ πρὸς τὰ μέλλοντα τὸν σκοπὸν, τυγχάνει τάντως ὧν προσεδόκησε τελευτήσας ὁ δίκαιος. Ἤ εἰς τὴν ἀνάστασιν ἡμᾶς παραπέμπει· καὶ ἐπὶ τούτου μὲν μένει τὰ ὄντα, καὶ οὐκ ἀφανίζεται· ἐπ᾿ ἐκείνου δὲ καὶ τὰ ὄντα σβέννυται· ἐν γὰρ τῷ παρόντι μόνον αἰῶνι καυχῶνται· περὶ ὧν εἴρηται· Ὧν ὁ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.
Οὐχ ὡς ὑποκειμένου τοῦ εὐσεβοῦς τῇ δίκῃ φησὶ τὸ, Ἀντ᾿ αὐτοῦπαραδίδοται ἀσεβὴς, ἀλλʼ ἐπειδὴ ἡ παγίς ἐστιν ἀπὸ τοῦ πονηροῦ κατὰ τοῦ δικαίου, τούτου ῥυομένου περιπίπτει ταύτῃ ὁ ἀσεβής· ἐξαρπάζεται ὁ εὐσεβὴς ὑπὸ Θεοῦ, ὁ δὲ ἀσεβὴς ἐγκαταλειφθεὶς, περιπίπτει· κατὰ τὸ, Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Ἤ ἐπειδὴ ὁ δίκαιος ὑπόκειταί τισιν ὡς ἄνθρωπος ἁμαρτήμασιν, ἐλθὼν ὁ ἀσεβὴς καὶ κακοποιήσας τὸν δίκαιον, τῶν μὲν ἁμαρτιῶν καὶ τῶν κολάσεων τῶν μελλουσῶν ἐῤῥύσατο, εἰς ἑαυτὸν δὲ τὰς τιμωρίας ἀνεδέξατο. Παραδίδοται δὲ ὑφʼ ἑαυτοῦ ὑπὸ τῆς ἰδίας κακίας, ὡς παραδοὺς ἑαυτὸν εἰς ἀδόκιμον νοῦν.
Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως, ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος· οὗτος δὲ σπείρει δικαιοσύνην, ὁ περὶ ἀρετῶν καὶ Θεοῦ γνώσεως προϊέμενος λόγους.
Τοῖς εἰς τὰ ἴδια σπείρουσι, καὶ πλείονα ποιοῦσιν, ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττούμενοι· οἱ γὰρ τὰ ἴδια σπείροντες, εἰοὶν οἱ εἰς τὸ πνεῦμα σπείροντες, καὶ ζωὴν θερίζοντες· οἱ δὲ συνάγοντες καὶ ἐλαττούμενοι, εἰσὶν οἱ εἰς τὴν σάρκα σπείροντες, καὶ φθορὰν συνάγοντες ἑαυτοῖς.
Σῖτος ὁ θεῖος λόγος, ὃν κατακρύψαντες οἱ Ἰουδαῖοι, κατέλιπον αὐτὸν τοῖς ἔθνεσιν. — Ὅμοιόν ἐστι τούτῳ καὶ τὸ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις λεγόμενον· τὸ, Οὐδεὶς λύχνον ἄψας, τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλʼ ὑπὸ τὴν λυχνίαν, τοῦ φαίνειν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· ὥσπερ γὰρ ὁ σῖτος τροφή ἐστι τῷ σώματι, οὕτως ἡ θεία γνῶσις τῇ ψυχῇ· ὁ δὲ τὴν τῶν ἀμφοτέρων τροφὴν ἔχων καὶ μὴ παρέχων, ἀλλʼ ὑπὲρ τούτων μισθὸν ἀπαιτεῖ τοῖς οὐκ ἔχουσι δοῦναι, ὑπολίποιτο αὐτὸν τοῖς δαίμοσιν. Γράφει δὲ καὶ δημοκατάρατον, ὅτι ὑπὸ τὸν δῆμον τῶν ἀγγίλων καὶ πάντων τῶν δικαίων ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. ἐπικατάρατος ἔσται.
Τεκτονική ἐστι κατὰ πνεῦμα ἡ πρακτικὴ τῶν ἀγαθῶν ἀρετῶν ἐργασία· ὁ δὲ τὰ Θεῷ ἐποφειλόμενα πράττων, ζητεῖ θεαρέστους ἄνδρας, δεχομένους τὰ. Θεῷ ἐποφειλὰς, ἵνα ὥσπερ αὐτὸς καὶ αὐτοὶ ἐμπορεύωνται· τοὺς δὲ μὴ τὰ καλὰ, ἀλλὰ τὰ κακὰ ζητοῦντας, παρήσεται.
Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν ἐκωλύθη ὁ Ἀδὰμ, τὰ σπέρματα τῆς δικαιοσύνη, ἀποβαλὼν, ἀφʼ ὧν φύεται τὸ δένδρον τῆς ζωῆς.
Ὥσπερ ἀήττητά εἰσι, καθάπερ τὰ ὅπλα τὴν ἀσφάλειαν περιποιεῖ· οὐδὲν γὰρ πονηρὸν ἀντιστήσεται τῇ σοφίᾳ, διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνην γὰρ πρὸς ταύτην ἀδυνατοῦσιν οἱ δαίμονες· τῷ δὲ ἄφρονι τά τε ὁρατὰ καὶ ἀσώματα πάντα ἐναντία.
Οἰκίας ἐνταῦθα τὰ σώματα λέγει· οἰκίαι γάρ εἰσι τῶν ψυχῶν· ὀφείλενται δὲ παρὰ τῶν τὴν θεοσέβειαν εἰδότων καὶ τὴν θεωρητικὴν γνῶσιν, οἱ παράνομοι τὴν θεσγνωσίαν μαθεῖν οὐ μόνον, ἀλλὰ καὶ πᾶσαν τῶν ζωοποιῶν ἐντολῶν· ἵνα καθαροὶ γενόμενοι, ἴδωσι τὸν Θεὸν τοῖς νοεροῖς ὀφθαλμοῖς· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος, ὅπερ πάσῃ φύσει λογικῇ τετήρηται· αἱ δὲ οἰκίαι τῶν δικαίων ἕτοιμαί εἰσιν εἰς δοχὴν πάντων, ὡς κελεύει ὁ Κύριος.
Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὖται γὰρ ἡμᾶς ἁμαρτάνοντας ἐλέγχουσιν· οἱ δὲ μισοῦντες αὐτὰς, καὶ τῇ αἰσχρότητι τῶν ἁμαρτιῶν συναποθνήσκοντες, σὺν τῷ πονηρῷ αὐτῶν ἐφευρετῇ πονηρῶς τακήσονται· ὑπὸ δὲ τῶν παριόντων τὴν κακίαν, γνωρίζεται τῆς Ἡσυχία ἐστὶν ἀποχὴ κακίας ἐμπράκτου καὶ ὁράσεων, ἢν οἱ ἀγαθοὶ ἡσυχάζουσιν· οἱ δὲ τοῦ νοὸς καὶ σώματος ὀφθαλμοὶ τῶν κακῶν, πάντα τὸν χρόνον ἐπινοοῦνται κακά.
Ὁ δὲ συνετὸς οὐκ ἔστιν ἐν ᾅδου τοῦ τῶν ἀμαρτωλῶν· ὁδοὶ ζωῆς, διανοήματα θείων λόγων καὶ ἔργων ὁ δὲ συνετὸς ἀεὶ ταῦτα ποιεῖ καὶ διδάσκει, ἵνα σὺν τοῖς μαθητιῶσιν ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.
Πάλιν κἀκεῖ τῆς σοφίας χρεία, ἵνα ἐξιλάσηται ἢ ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους ἄγγελος, θυμὸς τοῦ Θεοῦ λέγεται. Ὁ δὲ σοφὸς ἐν θείοις ἔργοις καὶ λόγοις, ὡς ὁμόφρων αὐτῷ ὤν, οὐ πτοηθήσεται αὐτόν.
Νοσσιαὶ σοφίας εἰσὶν αἱ Ἐκκλησίαι, ἢ αἱ ἐν τῷ οὐρανῷ σκηναί· σοφία δὲ, Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Υἱὸς. ἐστὶν. Nοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον, αἱ πρακτικαὶ ἀρεταί· δικαιοσύνη, γνῶσις, σοφία, σωφροσύνη, ἀνδρεία, μακροθυμία, ἀνεξικακία, ἀοργησία, ἐλεημοσύνη, πίστις σὺν ἐλπίδι καὶ ἀγάπῃ· διʼ ἃς ὡς κλίμακος βαθμίδας, εἰς τὰς τῆς σοφίας σκηνὰς εἰσιέναι ἀκώλυτον τοὺς ἀνιέναι καὶ οἰκῆσαι βουλομένους.
Ζωὴ ὁ Θεός ἐστι· τῆς δὲ τρισσοφαοῦς αὐτοζωῖας ἡ πηγὴ, ἡ σοφία καὶ ἡ γνῶσις καὶ αἱ ἀρεταί εἰσιν· ἐξ ἧς πηγῆς οἱ πίνοντες, ἀθανασίας μετέχουσι και ἀειζωΐας· τοῖς δὲ κεκτημένοις τὴν τοιαύτην πηγὴν, ἔννοια λόγων ζωῆς ἐστι· ἡ δὲ παιδεία ἀφρόνων, ἡ κακία ἐστίν· ἡ δὲ ἀνεξέλεγκτος παιδεία, ἡ ἀφροσύνη ἐστίν.
Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπε, παρὰ τὸ τὰ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα· ἡ δὲ καρδία τῶν σοφῶν νοεῖ τὰ ἀπὸ τοῦ ἰδίου στόματος ἔν τε κρίσει σωμάτων καὶ ἀσωμάτων, καὶ ἅπερ αὐτοὶ ποιεῖν διδάσκουσι καὶ πράττουσιν.
Κάμινοι οἱ πειρασμοί· διὰ γὰρ τῶν πειρασμῶν καθάρας καὶ ἀκηλιδώτους τὰς καρδίας τῶν ἐκλεκτῶν ὁ Θεὸς ἐκλέγεται.
Ὁ αἱρετικὸς ὑπακούει γλώσσης τῆς τῶν ἀθέων δογμάτων· οἱ δὲ τῆς Ἐκκλησίας, οὐδὲ προσέχουσιν. Διὰ τοῦ ὑπακούειν, τὸ ἑκούσιον δείκνυσιν, ὡς εἰς τὴν τοῦ Θεοῦ σοφὴν διοίκησιν ἐξαμαρτών. — Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων, ὁ τοὺς ἀδίκους δεχόμενος παρʼ αὐτῶν λογισμοὺς, καὶ σπεύδων ἐνεργεῖν κατʼ αὐτούς· οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, ὁρατῶν τε καὶ ἀοράτων, τουτέστι μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ.
Χείλη πιστὰ τοὺς ἀγαθοὺς λογισμούς φησιντ· ἄφρονι δὲ δεκτοὶ ἕσονται πονηροὶ λογισμοί· τίς γὰρ μετοχὴ δικαιοσύνῃ πρὸς ἀδικίαν; εἰ μή που μετανοήσας δέξηται φρόνησίν τε καὶ πίστιν.
Διὰ μὲν τῆς δικαιοσύνης, τὴν ἀδικίαν κρύπτομεν· διὰ δὲ τῆς σωφροσύνης, τὴν ἀκολασίαν· καὶ πάλιν διὰ τῆς ἀγάπης, τὸ μῖσος· καὶ διὰ τῆς ἀφιλαργυρίας, τὴν πλεονεξίαν· κρύπτομεν δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν, καὶ διὰ τὴν πραῦτητα, τὴν θρασύτητα· ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει· καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολῖται τινὲς τῶν ἁγίων λέγονται γεγονέναι, καὶ οἰκεῖοι τῆς ἄνω Ἱερουσαλὴμ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφητῶν.
Ἐνταῦθα ἀρχὴν, τὴν γνῶσίν φησι· δικαιοσύνη δὲ ἕπεΐαι τῇ γνώσει· ἐκ γὰρ τῆς γνώσεως ἡ δικαιοσύνη τίκτεται· ἔνδεια δέ ἐστι ἅγνοια· στάσις δὲ καὶ μάχη. πᾶσα κακία· προηγεῖται δὲ τῆς ἀγνοίας, ἡ κακία. Τίνος ἕνεκεν πάλιν τῶν πενήτων κατηγορεῖ; Ἀπάγων ἡμᾶς ἀργίας· οὐκ ἅρα ἀπὸ χειροτονίας ἡ ἐξουσία· ὥστε εἰ βούλει μετὰ παῤῥησίας βαδίζειν, δίκαιος ἕσο· προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη, ἥτοι τοῖς ἀδικοῦσιν ἕνδεια ἀρετῆς.
Ὅμοιός ἐστι τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· καὶ τὸ μὲν φῶς, ὀνομάζων σκότος, τὸ δὲ σκότος, φῶς.
Οὗτός ἐστιν εὐμετάβολος, ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος, τοῖς πονηροῖς λογισμοῖς συναπαχθείς.
Πατέρα ἐνταῦθα τὸν Θεόν φησι· μητέρα, τὴν φιλανθρωπίαν αὐτοῦ· ἢ καὶ πεποίηκεν αὐτὸν σαρκωθῆναι, καὶ πάθη ὑπομεῖναι διʼ ἡμᾶς· ὁ δὲ Θεὸς καὶ Ηατὴρ ἡμῶν, οὐκ εὐφραίνεται ἐπὶ υἱῷ υἱοθετηθέντι μὲν, μὴ πεπαιδευμένῳ δὲ τὴν τοῦ Θεοῦ σοφίαν καὶ γνῶσιν, ἀλλὰ κακίᾳ καὶ πονηρίᾳ ἑαυτὸν ἐκδόντι· υἱὸς δὲ φρόνιμος εὐφραίνει τὴν μητέρα αὐτοῦ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἥ καὶ προσάγει ἡμᾶς αὐτῷ τᾦ Θεῷ καὶ Πατρὶ, ὡς υἱοὺς ἀπογαλακτισθέντας, καὶ τῆς πνευματικῆς στερεᾶς τροφῆς ἐφιεμένους· ἵνʼ ὡς καθʼ ὁμοιότητα ἀδελφὸς ἡμῖν γεγονὼς ὁ Υἱὸς αὐτοῦ Ἰησοῦς Χριστὸς, οὕτως καὶ ἡμεῖς πράξει καὶ λόγῳ πολιτευώμεθα ἕστι δὲ μήτηρ ἡμῶν καὶ ἡ Ἐκκλησία, ἥν τῷ Πνεύματι τῷ ἁγίῳ ἑαυτῷ Θεὸς καὶ Πατὴρ ἡρμόσατο εἰς γυναῖκα· τίκτει γὰρ ἀεὶ διʼ αὐτῆς ἑαυτῷ υἱοὺς καὶ θυγατέρας· καὶ ἐπὶ μὲν τοῖς πεπαιδευμένοις τὴν τοῦ Θεοῦ γνῶσιν καὶ σοφίαν, εὐφραίνεται καὶ ὁ Πατὴρ ἡμῶν Θεὸς, καὶ ἡ μήτηρ ἡ Ἐκκλησία· ἐπὶ δὲ τοῖς ἀπαιδεύτοις, πάνυ μὲν κήδεται καὶ λυπεῖται, ὡς μὴ θελόντων ἡμῶν ἐπιστρέψαι καὶ σωθῆναι, ἀλλὰ τῇ κακίᾳ προσμένειν.
Πρόσωπον ἐνταῦθα τὴν θεωρίαν φησί· θεωρία γὰρ νοημάτων συνετοῦ ἀνδρὸς, σοφία καὶ γνῶσις καὶ δικαιοσύνη· οἱ δὲ νοεροὶ ὀφθαλμοὶ τοῦ ἅφρονος, καὶ ἐν πώματι ἐν ἅκρᾳ κακίας καὶ πονηρίας.
Ὀργὴ τῷ ἄφρονι υἱῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπέμπεται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τῇ δὲ Ἐκκλησίᾳ τῇ γεννησαμένῃ τῷ Πνεύματι, καὶ τῇ τῶν ἀγίων χορείᾳ, ὀδύνη τότε πάντως ἕσται ἐπὶ τῇ ἀπωλείᾳ τοῦ ἅφρονος υἱοῦ· καὶ ὅτι ὁ μὲν φρόνιμος υἱὸς καὶτεκοῦσαν ἔχει καὶ μητέρα· ὁ δὲ ἄφρων μόνην τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσα· ἡ δὲ τεκοῦσα, οὐ πάντως ἕσται καὶ μήτηρ· ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μὲν ἕστι, μήτηρ δὲ οὐκ ἕστι· διότι μηδὲ τοῦ τῆς υἱοθεσίας μετέσχηκε Πνεύματος τὸ τεχθέν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται, καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν· οὐκέτι δὲ μητέρα τοῦ παιδὸς ἀποθανόντος.
Ὁ ἀγόμενος τῇ τῶν δαιμόνων ἀφροσήνῃ, Θὐ χρείαν ἕχει σοφίας Θεοῦ ἥ γνώσεως· διότι ἠγάπησε μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· κἂν ἀφροσύνῃ χαίρει, οἵεται μὴ χρείαν ἕχειν σοφίας.
Ὥσπερ τὸ ὕδωρ ζωογονεῖ τὰ φυτὰ, οὕτως ταῖς ἀρεταῖς ἀνδρὸς ἐστομωμένου λόγος ἀναψύχει, καὶ πρὸς Θεὸν πτεροῖ τοὺς ἐθέλοντας σοφισθῆναι· ποταμὸν δὲ ἀναπηδῶντά φησι, τὴν ἀνεκδιήγητον τῶν χαρίτων σοφίαν τοῦ παναγίου Πνεύματος, τὴν ἀείῤῥυτον σοφίαν τῆς τρισσοφαοῦς ἑνιαίας Θεότητος.
Ὁ τὴν ὑπάρχουσαν τῷ διαβόλῳ κακίαν ἀποδεχόμενος, καὶ κατʼ αὐτὴν ἐνεργῶν θεωρίᾳ καὶ λόγῳ, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς· τὸ δίκαιον δὲ ἐν κρίσει, ἐν λόγῳ τε σωμάτων, οὐ καλὸν ἐκκλῖναι ὅσιον.
Ἡ θρασύτης, ἀπὸ τοῦ πράου χωρίζουσα τὴν ψυχὴν, τῷ θανάτῳ δίδωσιν.
Ὀκνηροὺς εἰς μετάνοιαν καταβαλεῖ οὐ φόβος Θεοῦ, ἀλλʼ ὁ τῶν δαιμόνων· διεγείρουσι γὰρ αὐτοὺς εἰς ἀπόγνωσιν· ἢ ὁ τοῦ Κυρίου [φόβος], χωρίζων αὐτοὺς τοῦ ὀκνηροῦ, καὶ διεγείρων αὐτοὺς ἐκ τῆς κακίας διʼ ἕργων ἀγαθῶν εἰς μετάνοιαν· ἀνδρόγυνος δέ ἐστε ψυχὴν καὶ σῶμα, ὁ ἐκκεχυμένος, ὁ μαλακὸς, ὁ μήτε διδάσκειν δυνάμενος ἑαυτὸν, μήτε μανθάνειν παρʼ ἑτέρων βουλόμενος· ἢ τοὺς ὀκνοῦντας πρὸς ἀρετὴν ὁ τῶν κακῶν φόβος προκαταβάλλει, τὸ παραθαῤῥῦνον πρὸς τὸ μέλλον οὐκ ἔχοντας· ἀνὴρ δὲ τὴν προαίρεσιν θῆλυς, οὐχ ἕξει τὴν τρέφουσαν ἀρετήν· πεινάσουσι δὲ, ὅτε ἐξ ἐναντίας ἵδωσι τὴν βασιλείαν, ἐν τῇ βασάνῳ βασανιζόμενοι.
Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ Θεοῦ, διδάσκειν δὲ ἅλλους ἐπιχειροῦντας· ὁ γὰρ Δαυΐδ φησι· Τοῦ ἀκοῦσαι μὲν φωνῆς αἰνέσεώς σου, καὶ τότε διηγήσασθαι ἄλλοις τὰ θαυμάσιά σου· καὶ ὁ Σολομῶν φησι· Ἅ εἶδον οἱ ὀφθαλμοί σου, λέγε· πολλοὶ γὰρ καὶ ἀρετῆς μὴ ἀπαρξάμενοι, ἄλλους κατορθῶσαι οὐ μόνον παραινοῦσιν, ἀλλὰ καὶ βιάζονται καὶ παρακελεύουσιν.
Ἄνδρα ἐνταῦθα τὸν Θεόν φησι· τὸν γὰρ θυμὸν αὐτοῦ τὸν ἐν τῇ κρίσει καταπραΰνει ἐφʼ ἑαυτὸν, ὁ θεραπεύσας αὐτὸν ἐν ταῖς ἐντολαῖς αὐτοῦ· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν· ὥσπερ δὲ ὁ Κύριος ἡμῶν πάρδαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημμελοῦντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπιστοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτάνουσι· δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν. καὶ πάντα δαίμονα ἀρετῆς ἐκπεπτωκότα καὶ γνώσεως.
Τὸν βίον τὸν ὀρθὸν τοίνυν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ Θεοῦ· ὅπερ καθέδραν δυναστῶν ὀνομάζει, ἤγουν τῶν ἁγίων δυνάμεων· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη, δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον.
Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ κλῆρος τῆς φύσεως τῆς λογικῆς· καὶ ἐν δυνάσταις ὁρίζει γίνεσθαί τι, καὶ ποιοῦσι· τῷ γὰρ γνῶσιν ἔχοντι θείαν, κλίνονται πάντες· ἢ ἀντιλογίας ἐνταῦθα τοὺς ἐκ τῶν δαιμόνων καθʼ ἡμῶν ἐγειρομένους λογισμούς φησι, τοὺς τῇ ἀρετῇ ἀντιπάλους, καὶ τοῦ Θεοῦ χωρίσαι ἡμᾶς σπεύδοντας· παύει δὲ ταύτας ἀφʼ ἡμῶν ὁ τῆς γνώσεως κλῆρος, καὶ τοὺς δυνάστας δαίμονας ὁρίζει ἀναχωρεῖν, ὡς κεκληρωμένος τῷ Θεῷ, ἐξ αὐτοῦ τε καὶ ἄλλων ὡς θείαν γνῶσιν ἔχων.
Ἤ τὴν ψυχὴν λέγει, ζωῆς καὶ θανάτου δεκτικὴν, ἀφʼ ὧν τὸ αὐτεξούσιον δείκνυται τῶν νῦν τε καὶ τῶν μελλόντων τοὺς καρποὺς αὐτῆς ἀπολαῦσαι καλῶν τε ἢ κακῶν.
Ὅς εὗρε σοφίαν ἀγαθὴν, εὗρε χάριτας Θεοῦ· — Ὁ κατέχων κακίαν, ἄφρων καὶ ἀσεβὴς, ὡς ἐφευρετὴς αὐτῆς διάβολος.
Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λέγους, τὸν δημιουργὸν βλασφημοῦσι, μάρτυρές εἰσι ψευδεῖς· οὐκ ἀτιμώρητοι δὲ διαμένουσιν ἐν ἡμέρᾳ κρίσεως· καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνσχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετὴν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως.
Οἱ χυδαῖοι οὐ τὸ ἀξίωμα τιμῶντες ἀποδιδόασι τὸν φόβον, ἀλλὰ κόλακες ὄντες προσωποληπτοῦσιν· ὁ δὲ ἀληθὴς ἀνὴρ οὐ κολακεύσει τὸ κακὸν, ἀλλʼ ἐλέγξει.
Πᾶς ὃς μισεῖ τὸν πτωχὸν ἀδελφὸν, κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ ἀγάπης Θεοῦ καὶ ἀγγέλων μακρὰν ἔσται· ἢ πᾶς ὃς ἀδελφὸν ἀρετῆς πτωχὸν ὄντα μισεῖ, καὶ τῆς πρὸς τὰ πάθη φιλίας μακρύνεται τοῦ βίου. — Ἀγαθὴν ἔννοιαν τὴν τοῦ Θεοῦ γνῶσιν ὠνόμασε, καὶ τοῖς εἰδόσιν αὐτὴν τοῖς καθαροῖς τῇ καρδίᾳ, εἴωθε τούτοις ἐγγιεῖν· ὁ δὲ πειθόμενος τούτοις εἰς μάθησιν, φρόνιμός ἐστι, καὶ εὑρήσει αὐτήν. — Ὁ πολλὰ κακοποιῶν διʼ ἔργων καὶ λόγων, τελεσιουργεῖ κακίαν, ἥ ἐστιν πᾶσα ἁμαρτία· ὃς δὲ τελεσιουργεῖ κατὰ ἀνθρώπων λόγους εἰς ἀπώλειαν, καὶ βλασφημίας κατὰ Θεὸν, οὐ σωθήσεται οὗτος.
Οὕτε ἡ κατὰ ψυχὴν τρυφὴ, οὔτε ἡ κατὰ σῶμα συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσὶ, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ πρὸς πάθη κινηθήσεται, καὶ κατὰ Θεοῦ βλασφημίας ῥίψει· εἰ καὶ ἀπὸ δούλων ἐλεύθερος, τοῦτο ποιήσει.
Εἰ ὁ καυχώμενος ὀρθῶς, ἐν Κυρίῳ καυχᾶται, ὁ δὲ Κύριος ἡμῶν σοφία ἐστὶν, ὁ καυχώμενος ὀρθῶς, ἐν σοφίᾳ καυχᾶται· τὸ καύχημα τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ· ἐπέρχεται δὲ τοῖς παρανόμοις ἀπαλλάττων αὐτοὺς κακίας, νῦν μὲν ἐνδεχομένως, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀναγκαίως.
Ὁ Κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος· πρὸς δὲ τοὺς ἁμαρτάνοντας κατακαῖον καὶ ἀναλίσκον, ὡς ξύλα χόρτων καλάμην, τὴν στρατευομένην σάρκα κατὰ τοῦ πνεύματος· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους, καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, καὶ περιψύχων τὸν ἐκ τῆς πράξεως συμβαίνοντα καύσωνα.
Τὴν ἀκάθαρτον ψυχὴν, ἑταίραν ὠνόμασε· καὶ ταύτης τὸ μίσθωμα, τὴν κατάστασιν εἴρηκεν αὐτῆς, ἀφʼ ἦς οὐ καθαραὶ γίνονται προσευχαί.
Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ γνώσεως τοῦ Θεοῦ, τῶν πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισὶ, τοῦ Κυρίου ἐστί· γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· ἐράσθητι γάρ, φησὶ, τῆς σοφίας, καὶ τηρήσει σε· τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ.
Αἱ ἐντολαὶ, ὡς πρὸς μὲν τὸν ἐντειλάμενον Θεὸν, καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς, καλοῦνται ὁδοί· καὶ ὁ μὲν φυλάσσων, τηρεῖ ἐκ θανάτου πρὸς ζωὴν τὴν ψυχὴν ἑαυτοῦ· ὁ δὲ καταφρονῶν, τὸν ἀπέραντον θάνατον θανεῖται.
Ἐπὶ μὲν τῶν αἰσθητῶν οὕτως ἔχει· ὅσον δὲ ὁ ἥλιος τῆς σελήνης ὑπερφυὴς, τοσοῦτον ὁ ἐλεῶν τοὺς ἐν πτωχείᾳ ἀρετῶν καὶ ἀνακτώμενος αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· δόμα δὲ διδόναι τῷ Θεῷ, τὴν καθαρότητα τῆς καρδίας ὠνόμασε· κατὰ ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως ὑπὸ τοῦ Θεοῦ.
Ὁ λέγει τοιοῦτόν ἐστι περὶ τῶν ἐν τῷ βίῳ· ἐγὼ δὲ νομίζω, τὴν μὲν πολλὴν ζημίαν, στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων· τὴν δὲ προσθήκην τῆς ψυχῆς, ἀφανισμὸν τῶν φυσικῶν περὶ Θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν καταπεσούσης καὶ ὁ Σωτὴρ δὲ ἐν τοῖς Εὐαγγελίοις φησί· Τί ὠφεληθήσεται ἄνθρωπτος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ καί ζημιωθῆ; Ενταῦθα ἡ ἀπώλεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν.
Εἰ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, ἀκόλαστον δὲ ὁ οἶνος, ἀκόλαστος ἄρα ὁ θυμὸς, ἀκολάστους ποιῶν τοὺς ἀνθρώπους· καὶ ὑβριστικὸν ἡ ὀργή· γίνεται γὰρ ἀπὸ ζέοντος θυμοῦ· εἰ δὲ οἴνου οἱ Ναζαραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς Ναζαραίους ἐκτὸς εἶναι νενομοθέτηται.
Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων, ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.
Ὥσπερ ὁ ἄφρων τὸ ὄνειδος οὐκ αἰσχύνεται, οὕτως ὁ δανεισάμενος σῖτον σπεῖραι ἐν ἀμητῷ ἤδη ὅτι ἐκ τοῦ γεωργίου αὐτοῦ ἀποδοθήσεται τῷ δανείσαντι, κἂν τύχῃ ἀποθανεῖν τὸν δανεισθέντα.—Εἰ ἔστιν ἐν ἀμητῷ σῖτον δανείσασθαι παρὰ τῶν ἐργασαμένων ἐν τοῖς ἔξ ἔτεσι τὴν ἑαυτῶν γῆν, τουτέστι παρὰ τῶν τῆς πρὸ τοῦ Χριστοῦ παρουσίας ἐν τοῖς ἓξ αἰῶσι λαμψάντων δικαίων καὶ προφητῶν τὰς ἀρετὰς μιμήσασθαι, τῶν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήραν καὶ ὀρφανοὺς, εἰς τὸ ἀνταποδοθῆναι αὐτοῖς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὸν μισθὸν τῆς ἐνδείξεως τῶν ἀρετῶν, ὡς ἀπαρχὴ γεγονότες τῶν ἀρετῶν.
Οὔς κατʼ ἀρετὴν δηλονότι νεγέννηκέ τις, εἰκόνα καὶ μακαρισμὸν καταλείψει τοῖς μετέπειτα ὁ ἄμωμος, καὶ δικαιοσύνην ἀνατροφῆς ἕως τέλους.
Τελευτᾷν γὰρ εἶπεν ἀλλαχοῦ τὸν κακολογοῦντα ἀλλὰ καὶ Χριστός· Κοὶ ὁ τὴν Ἐκκ λησίαν κακολογῶν, στερηθήσεται τῆς πίστεως. ἥτις ἦν αὐτῷ φῶς πρὸ τῆς διαβολῆς· λέγει δʼ ἂν καὶ περὶ ταῦ ἐξωτέρου σκότους· διὸ καὶ ἐπὶ μέλλοντος εἴρηται· καὶ ὁ Χριστὸς δὲ, πατὴρ καὶ μήτηρ δύναται λέγεσθαι· πατὴρ μὲν τῶν ἐχόντων πνεῦμα υἱοθεσίας· μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· καὶ γὰρ καὶ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς, πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια· μήτηρ (10) Κορινθίων, γάλα ποτίζων αὐτούς.
Τὴν ἐκ τοῦ πονηροῦ ἐφευρεθεῖσαν ἡμῖν ἡδονὴν, ἢν μερίδα φησὶν ἐν πρώτοις, πρόσκαιρον μὲν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερος χολῆς εὑρήσεις.
Μὴ εἴπῃς καθʼ ὑπερηφανίαν κινούμενος· ἐγὼ μόνος τοῖς ἐχθροῖς πολεμήσω, ἀλλʼ ὑπόμεινον τὸν Κύριον καὶ ἐπικαλοῦ, ἵνα σοι βοηθήσῃ· μὴ θάῤῥε σαυτῷ ὡς χωρὶς Κυρίου δυνάμενος· ὅτι γὰρ χωρὶς αὐτοῦ οὐκ ἔστι βοηθὸς, λέγει Δαυΐδ· Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ.
Ἐπὶ μὲν τῶν αἰσθητῶν, στάθμιον μέγα καὶ μικρόν φαμεν εἶναι, ἐν οἷς χρυσὸς, ἄργυρος, χαλκὸς, μέταξα (11), καὶ ὅσα ἄλλα σταθμίζονται· μέτρα δὲ τὰ ἐν ἀγγείοις μετρούμενα, σἵτος. οἶνος, ἔλαιον, καὶ ὄσπρια· ἄλλως τε δὲ τὸν παρά τισι θρασύδειλον λεγόμενον, μέγα καὶ μικρὸν εἶναι στάθμιον νομίζω· καθόλου δὲ πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν· τοῦτο στάθμιον μέγα καὶ μικρόν ἐστιν· ἑκάτερα γὰρ κακίαι, καὶ μέτρα δισσά· ἄλλως τε καὶ ὁ εὖ μὲν πάσχειν ὑφʼ ἑτέρων βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά· μὴ πειθόμενος τῇ ἐντολῇ τῇ λεγούσῃ · Πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἰ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς.
Οὐχὶ τὸ κακῶς ἀκοῦον οὖς, ἔργον ἐστὶ τοῦ Κυρίου, ἀλλὰ τὸ ἐπὶ καλοῖς προσέχον· καὶ οὐχὶ κακῶς ὀρῶν ὀφθαλμὸς, ἔργον ἐστὶ τοῦ Κυρίου, ἀλλʼ ὁ ὁρῶν καὶ φανταζόμενος τὰ θεῖα· ὁ γὰρ ἀκούων τοῦ Κυρίου, καὶ βλέπων τὰς ἐντολὰς αὐτοῦ, ἔργον ἐοτὶ τοῦ Κυρίου· καὶ ἐπὶ τῶν ἄλλων μερῶν τοῦ σώματος ὡσαύτως λεκτέον· χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κατηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα, καὶ τὸν Θεὸν ἐνυβρίζοντας.
Τουτέστι μὴ κάθευδε πολλὰ, ἀλλʼ ἄγρυπνος ἕσο· ἵνα μὴ ἐξαρθῇς εἰς τὴν γέενναν, μὴ καταλάλει· καὶ διὰ μὲν τῶν ἀρετῶν, ἄνοιγε τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου· διὰ δὲ τῆς σοφίας, νοητῶν ἐμπλήσθητι ἄρτων.
Τὸ σταθμιεῖν ἑαυτόν τις ἐπὶ τοῖς τοῦ Κυρίου καὶ τοῦ διαβόλου ἔργοις, βδἐλυγμα Κυρίῳ· ζυγὸν δὲ δόλιον λέγει τὸν νοῦν, τὸν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρεκκλίνοντα δὲ τῇ τοῦ αὐτεξουσίου ῥοπῇ διὰ φίλους ἢ χρήματα.
Μὴ ταχέως, φησὶν, ἐπὶ τὴν ἐπαγγελίαν πρὸς τὸν Θεὸν κινοῦ, ἵνα μὴ τῆς χρείας σε πολλάκις, ἢ τῆς τοῦ πλείονος ἐπιθυμίας ἑλούσης, ἄρξῃ μετανοεῖν, καὶ ὑβρίσῃς Θεὸν, προτιμήσας αὐτοῦ ἕτερον· ἡ ἐπὶ τοῖς ἀγαθοῖς δὲ μετάνοια, οὐ δικαίοις συμβαίνει, ἀλλὰ δίκοις· ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείτωσαν τῷ Θεῷ· μετὰ γὰρ τὸ εὔξασθαι, μετανοεῖν γίνεται. —Τὸ ταχὺ συντάξασθαι τῷ Κυρίῳ, ὅπερ ἐστὶ τὸ ἁγιάσαι τι τῶν αὐτοῦ, καὶ ἐπὶ τούτῳ θᾶττον μεταμεληθῆναι, παγίς ἐστι τῷ ἀνδρί.
Λικμήτωρ ἀσεβῶν ὁ Χριστός ἐστιν· ἐπιβαλεῖ δὲ τοῖς ἀσεβέσιν ὥσπερ λέων θήρας· τροχὸς δὲ, ἅλωνος χωρίζων τὰ ἄχυρα ἀπὸ τοῦ σίτου· ἢ τροχὸν ἐπιβαλεῖ τὴν ἀναπόδιστον τιμωρίαν.
Ταμιεῖα κοιλίας ἐστὶν ὁ νοῦς, ἡ καρδία, καὶ ἡ γνῶσις, ἔνθα πάντα τὰ θεῖά τε καὶ ἀσεβῆ ἐναποτίθενται διδάγματα· ὥσπερ δέ τις λύχνον ἅψας, τῶν ἐν τοῖς ταμιείοις κειμένων εὑρεῖν τι βούλεται, οὕτως ὁ Κύριος τῷ φωτὶ τῆς γνώσεως αὐτοῦ ἐρευνᾷ τὰ ταμιεῖα τῶν ἐν λόγοις καὶ πράξεσιν ἀνθρώπων· τοῖς δὲ τὴν γνῶσιν τοῦ Κυρίου ἐπισταμένοις ἀνθρώποις, φῶς ἐστιν αὐτοῖς· εἰ οὖν τὸ φῶς τοῦ Κυρίου, ἡ γνῶσις τοῦ Κυρίου ἐστὶ, τὸ δὲ φῶς τοῦ Κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων, ἄρα ἡ γνῶσις τοῦ Κυρίου πνοὴ τῶν ἀνθρώπων ἐστί· τὸν δὲ ἐν ἀγνοία διάβολον φαίνειν δοκοῦντα, λύχνον ὠνόμασεν ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν γνώσεων, καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός· ἐπεὶ δὲ τὸ φῶς τοῦ Κυρίου, οὐχ εἵλαντο γνῶναι οὐδὲ πορεύεσθαι ἐν αὐτῷ, τὴν ἄγνοιαν ὡς φῶς ἐλογίζοντο οἱ ἀσεβεῖς· εἰ δὲ τὴν ἄγνοιαν ὡς φῶς εἶχον, δηλονότι καὶ τὰ ἔργα τοῦ τῆς ἀγνοίας ἐφευρετοῦ διαβόλου ἔπραττον· οἱ δὲ τῇ ἀγνοίᾳ αὐτοῦ συμπορευθέντες, σὺν αὐτῷ ἔσονται εἰς αἰῶνας αἰώνων· οἱ δὲ τῇ γνώσει τοῦ Κυρίου, σὺν τῷ Κυρίῳ.
Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζώων θυσίαν· θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον.
Εἰ ἁγνὰ καὶ ὀρθὰ ἔργα Κυρίου, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστι καὶ ὁ νοῦς, ὀρθὸς ἄρα ἐκτίσθη καὶ ἁγνὸς παρὰ τοῦ Θεοῦ ὁ νοῦς, καὶ ὀρθὸν ὀφείλομεν διαφυλάττειν αὐτὸν πρὸς αὐτὸν ἐκ τῶν ἐπερχομένων ἡμῖν παρὰ τοῦ πονηροῦ κακῶν.
Τὸν οἶκον τὸν κεκονιαμένον καὶ κοινὸν, τῇ ὑπαίθρῳ γωνίᾳ ἀντέθεικεν· εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς, ἡ κακία ἐστὶν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν γωνία τοίνυν ὕπαιθρός ἐστιν, πρᾶξις θεωρίας ἐφαπτομένη, καὶ φωτιζομένη ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου· καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων, τοῖχον εἶπε κεκονιαμένον τυφθησόμενον (12) ὑπὸ τοῦ Θεοῦ· καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις τοὺς Φαρισαίους, τάφους εἶπε κεκονιαμένους· εὖ δὲ καὶ τὸ ἐπὶ γωνίας εἶπεν, ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων, καὶ γενόμενος κεφαλὴ γωνίας, ὅς ἐστι Χριστός· κοινὸν δέ ἐστιν, ὅ μὴ τοῦ ἑνός ἐστι Θεοῦ.
Δόσις λάθριός ἐστιν, ὃ ποιεῖ ἡ δεξιὰ, μὴ γινώσκει δὲ ἡ ἀριστερά· θυμὸν ἐγείρει κατʼ αὐτοῦ ἰσχυρὸν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὁ τῶν πρὸς τοὺς ἐνδεεῖς δώρων φειδόμενος.
Ἡ συναγωγὴ τῶν γιγάντων, ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν· γίγαντες δὲ οἱ δαίμονες· τουτέστιν ἐν μεγάλαις ἁμαρτίαις ἀναπαύσεται ὁ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης.
Ἀγύναιον εἶναι κρεῖττον, ἢ τοιαύτη συνεῖναι· καὶ ὁ Δαυΐδ φησιν· Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι· ἔρημος τοίνυν γῆ ἐστιν ἡ ἀρετὴν ἔχουσα ψυχὴ, καὶ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους ἐνοικοῦντας, τοὺς φθειρομένους κατὰ τὰς παλαιὰς ἐπιθυμίας τῆς ἀπάτης· διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος· εἴγο δυσχερῶς διʼ ἀνύδρων τόπων ζητῶν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει· αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι, τουτέστι τῶν ἐν ἀναπαύσει καὶ ἀπολαύσει σαρκικῶν ἡδονῶν. Καὶ πάλιν Τῆς σοφίας στεγναὶ αἱ διατριβαὶ οἴκων αὐτῆς· εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος, ἡ κακία ἐστὶν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὀργίλον.
Σοφία Κυρίου ἀναπαύσεται ἐν καρδίᾳ δικαίου σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαβάλλουσιν αὐτὴν τοῦ φθεῖραι.
Ἡ σοφία ἐστὶ πόλις ὀχυρὰ, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσι, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμε ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. — Πόλεις ὀχυράς φησιν τὰς ὀχυρωθείσας καὶ κατακρατηθείσας ψυχὰς ὑπὸ τῶν ἀσεβῶν δαιμόνων καὶ πονηρῶν ἀνθρώπων, τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· ὧν τὸ ὀχύρωμα ἐπιβὰς ὁ σοφὸς, καὶ τὴν δοκοῦσαν ἀσφάλειαν αὐτῶν, τῇ οὕτως σοφίᾳ περιφραχθεὶς καθεῖλεν.
Στόμα καὶ γλῶσσαν καὶ νοῦν, θυμὸν καὶ ἐπιθυμίαν ὅς φυλάσσει, διατηρεῖ ἐκ τῆς ἐν κρίσει θλίψεως τὴν ψυχὴν αὐτοῦ.
Αὐτός ἐστι διαφόρως ἐπινοούμενος· θρασὺς μὲν γὰρ, ὁ πᾶν ὁτιοῦν ἀφόβως ἐπιτελῶν· αὐθάδης, ὁ ἀνεπικρίτως ἐλευθεριάζειν βουλόμενος· ἀλαζὼν. ὁ μείζοσιν ἑαυτὸν ἤπερ ἔχει σεμνύνων· λοιμὸς, ὁ πρὸς τῷ ἑαυτὸν καταβλάπτειν, καὶ ἑτέροις μεταδιδούς· τοσοῦτον γάρ ἐστι βλαπτικὸς, ὡς καὶ ἄλλοις μεταδιδόναι κακίας· ὅς δὲ μνησικακεῖ, παράνομος.
Ἔστι γὰρ καὶ ἀγαθὴ ἐπιθυμία· ἀγγέλων μὲν οὖν τὸ μὴ ἐπιθυμεῖν ποτε ἐπιθυμίας κακίας· δαιμόνων δὲ τὸ ἀεὶ κακὰς ἐπιθυμεῖν· ἀνθρώπων, τὸ ποτὲ μὲν ἐπιθυμεῖν. ποτὲ δὲ μή· τὸ δὲ ὅλην τὴν ἡμέραν, ἀντὶ διʼ ὅλου τοῦ βίου· τοιοῦτόν ἐστι καὶ τὸ, Ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ δι᾿ ὅλου τοῦ βίου.
Τὴν σημαινομένην ἀρετὴν ὑπὸ οἰκείου ὀνόματος, ὄνομα εἶπε καλόν· τοῦτο γάρ ἐστι καὶ καλὸν τὸ ὅνομα, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν· οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα Δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία νομίζηται· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον, σοφία λεῖκή.
Συναντῶσιν ἀλλήλοις, ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαιρῶν τὸν θυμὸν, καὶ κτώμενος τὴν ἀγάπην· ὁ δὲ, διὰ τῆς πενίας τὸ ταπεινοφρονεῖν διδασκόμενος· τὸν μὲν γὰρ, θέλει παιδεύεσθαι· τὸν δὲ, μεταδιδόναι· ὥστε τὸν μὲν εὐχάριστον εἶναι, τὸν δὲ ἐλεήμονα.
Ζωὴν καὶ δόξαν καὶ πλοῦτον οὐράνιον κληρονομήσει ὁ σοφίαν καὶ φόβον Κυρίου ἔχων· πάσας γὰρ τὰς γενέσεις ἔσχε Νῶε· ταύτας Ἀβραάμ· ταύτας καὶ οἱ παρὰ Πέτρου μαθητευθέντες.
Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες, ἐν πάσῃ γνώσει καὶ σοφίᾳ, ἄρξουσι τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου· τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, οὐκ ἀναγκαῖον δημοσισύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυσπικὸν καὶ βαθύτερον· καὶ πρὸς ῥητὸν δὲ δείκνυσι τοῦ ἀνθρωπίνου βίου τὸ ἄστατον· ἀλλὰ καὶ ἐν ταῖς ὀλιγαρχίαις οἱ πλούσιοι τῶν πτωχῶν ἄρχουσιν· καὶ ἄλλως οἱ γνῶσιν ἔχοντες, τῶν μὴ τοιούτων ἄρχουσιν καὶ οἱ ἀπὸ τῶν ἐξ ἐθνῶν πιστοὶ, τοῖς ἐξ Ἰσραὴλ, οἷς ἐκέλευον πρόσθε, διδασκαλίαν δανείζουσι· καίτοι πρότερον ἔθνεσιν ἐδάνειζον ἐκεῖνοι πολλοῖς, καὶ τούτων ἦρχον· νῦν δὲ τῆς βασιλείας ἀπʼ αὐτῶν ἀρθείσης, ἔμπαλιν γέγονε.
Τὸν ἐν ταῖς ἐντολαῖς ἱλαρὸν ἄνδρα, καὶ ἐν ἐλεημοσύναις δότην, ἀγαπᾷ ὁ Θεός· καθὼς καὶ ὁ Παῦλός φησιν· Ὁ ἐλεῶν, ἐν ἱλαρότητι· τὴν δὲ ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ Κύριος καὶ τῆς γνώσεως, συντελεῖ.
Δῶρα τοῦ ἀνθρώπου τὰς τῆς ψυχῆς ἀρετὰς ὀνομάζει, διʼ ὧν νικῶν τὸν διάβολον, τίμιον ἑαυτὸν παρέχει τῷ Θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν στησαμένων αὐτὴν δαιμόνων.
Τῆς χειρίστης ἕξεως τὸν ἄνθρωπον ἐκβάλλεσθαι βούλεται διὰ πνευματικῆς διδασκαλίας μεθʼ ἧς εἶχε φιλονεικίας· καὶ λοιμὸν δὲ τὸν διάβολον ὄντα τῆς ψυχῆς ἐκδιώκεσθαι δεῖ· ἐὰν γὰρ ἐν αὐτῇ καθίσῃ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει· συνέδριον γὰρ τὴν ψυχὴν καὶ ὁ Ἀπόστολος δείκνυσι, διʼ ὧν λογισμοὺς κατηγοροῦντας, ἢ καὶ ἀπολογουμένους εἰσάγει· Μεταξὺ γὰρ, φησὶν, ἀλλήλων τῶν λογισμῶν κατηγρρούντων ἢ καὶ ἀπολογουμένων· ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκτῖ καὶ συνέδριον· ἀλλὰ καὶ ὁ λοιμὸς ἀτιμάζει πάντας ὡς ὑβριστής· ἢ ὡς τὰ ἴδια συστῆσαι βουλόμενος, τα τῶν ἄλλων ἀτίμως ἐκβάλλει· ὃν ἔκβαλε ἐκ συστήματος πνευματικοῦ· καὶ οὐ μόνον αὐτὸς ἐκβληθήσεται, ἄλλὰ καὶ τὰ συνόντα αὐτῷ, ἔριδες, φιλονεικίαι, μάχαι, καὶ ὅσα λοιμὸν ἀποτελεῖ.
Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν Κύριος, οὗτος καὶ τῆς πνευματικῆς ἡμᾶς γνώσεως ποιμαίνει, συγκαταβαίνων καὶ λέγων· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὅν ἀτιμάζει ὁ παράνομος· εἰ δὲ βασιλεὺς μὲν ἔστι τῶν βασιλευομένων ὁ Χριστὸς, ποιμὴν δὲ ὁ προβάτων, ἔσται ποτὲ μόνος βασιλεὺς τῶν προβάτων, εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα.
Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ· ὅντινα φοβούμενος ὁ ὀκνηρὸς, πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται· εἰ δὲ λέων ἐν ταῖς ὁδοῖς τῆς δικαιοσύνης ζητεῖθηρεῦσαί τινα, ὅς ἐστιν ὁ διάβολος· ἐν δὲ ταῖς πλατείαις ταῖς πρὸς τὴν ἀπώλειαν φερούσαις, μετὰ τὴν φάλαγγα τῶν δαιμόνων αὐτοῦ, αὐτὸς φονεύει τοὺς αὐτῷ πειθομένους.
Βόθρος βαθὺς ὁ διάβολός ἐστιν· ὁ δὲ μισηθεὶς παρὰ Κυρίου, ὁ μὴ ἑαυτῷ προσέχων ἀσφαλῶς· ὁ δὲ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ Κυρίου, ἀλλὰ δοκιμῆς χάριν εἰς τὸ τοῦ παρανόμου πέπτωκε (13) στόμα ὁ δὲ μισηθεὶ, ὑπὸ Κυρίου, εἰς τέλος καταλιμπάνεται ἐν τῷ βόθρῳ, φιλήδονος ὢν ἐν γνώσει ἁμαρτίας.
Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ὁ Χριστὸς, ὃς ποιμανεῖ τὸν λαὸν αὐτοῦ τὸν νέον Ἰσραὴλ ἐν τῇ νομῇ τῶν ἑαυτοῦ προβάτων.
Ἐὰν ἐλκῦσαι τὸν θεῖον νοῦν πρὸς τὸ ῥητὸν κατὰ τὴν ἔξω μόνον ὅρασιν ἐθελήσῃς, ἀσύστατος ὢν εἰς τὸν ἴοιον οἶκον ἀποφοίτα, ὅς ἐστι τὸ κατάλληλον αὐτοῦ θεώρημα· πτέρυγας ἔχων τὰς ὑπὸ τοῦ προεστηκότος εὐτοῦ ἁγίου Πνεύματος κατασκευασθείσας αὐτῷ, αἵπερ εἰσὶ τὰ πνευματικὰ χαρίσματα· ἄπεισιν οὖν ὑψηλὸς ὐπὲρ αὐτὸν ὡς εἰπεῖν τὸν αἰθέρα· τὸ οὖν μὴ ὑπεράνω χωρεῖν τοῦ ῥητοῦ, ἀλλʼ ἀπλήστως ἔχειν πρὸς αὐτὰ, ζωῆς ἐστι ψευδοῦς.
Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει, καὶ σἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδειπνεΐν τούτῳ· οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν.
Μηδὲν λέγε συνετὸν, φησὶ, τουτέστι βαθὺ καὶ μυστικόν· οὐ δεῖ γάρ σε βαλεῖντοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.
Ὅρια αἰώνια θεοσεβείας μὴ μέταιρε· εἰς δὲ γῆν τῶν ἀπορφανισάντων ἑαυτοὺς ἀπὸ τοῦ Θεοῦ, κτῆμα δὲ δαιμόνων τὴν κακίαν ἔχοντας, μὴ εἰσέλθῃς, διʼ ἥν ἐστερήθησαν τοῦ ἐπουρανίου Πατρός· ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος ἐκ τοῦ ὑπερλάμπρου φωτὸς ἀπὸ σκότους, ἰσχυρός ἐστιν.
Υἱὸς ὀρθὸς ἐνδιατρίψει τὰ χείλη αὐτοῦ σοφίᾳ, καὶ ἡ σοφία πρὸς αὐτὸν συλλαλήσει καὶ διαμενεῖ· ὁ δὲ στρεβλὸς ἐκπεσεῖται ἀπʼ αὐτῆς.
Εἰ τῷ φόβῳ Κυρίου ἐκκλίνει τις ἀπὸ κακοῦ, καλῶς παραινεῖ διὰ πάσης τῆς ζωῆς ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ.
Πᾶς ὁ ἐν κακίᾳ μέθυσος, καὶ ὁ ἐκ σοφίας πρὸς ἀγνωσίαν καταπορνεύων, πτωχεύσει ἐκ θείας χάριτος· καὶ οὐκ ἐνδύσεταιἔνδυμα τοῦ γάμου πᾶς ὁ ἐν τῇ δαιμονιώδει νυκτὶ ὑπνώδης, ἀλλὰ τὴν ὡς ῥάκος τετραυματισμένην σάρκα διαθλίβων γεέννης φλόγα.
Ἔφη τις τῶν γερόντων, τὴν ψυχὴν εἶναι μητέρα τοῦ νοῦ, ψυχὴν λέγων τὸ παθητικὸν τῆς ψυχῆς, θυμόν τε καὶ ἐπιθυμίαν· διὰ γὰρ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν· διὰ γὰρ ἀνδρείας καὶ σωφροσύνης κτώμεθα σοφίαν καὶ γνῶσιν Θεοῦ, αἴπερ εἰσὶν ἀρεταὶ θυμοῦ καὶ ἐπιθυμίας· λέγει δʼ ἂν ἴσως μητέρα καὶ τὴν παλαιὰν Διαθήκην οὐ καταφρόνητον.
Ἀνθρώπους ἐνταῦθα, τῶν διδασκάλων τὰς συγγραφάς φησι· τοὺς δὲ ποιήσαντας καὶ διδάξαντας, καὶ τὴν πορείαν πρὸς οὐρανοὺς ποιησαμένους, περιπάτους ὠνόμασε· πολλοὶ γὰρ διδάξαντες, οὐ πρὸς οὐρανὸν τὴν πορείαν ἐποιήσαντο, ὅτι οὐκ ἐφύλαξαν· ὁ γὰρ ὁμιλῶν ἐν περιπάτοις, τουτέστι ποιεῖν τε καὶ διδάσκειν, ἀξίως περιπατεῖ τῆς κλήσεως ἧς ἐκλήθη ὑπὸ τοῦ Θεοῦ.
Ἡ μὲν κατὰ διάνοιαν ἁμαρτία ἔοικε φιάλῃ· ἡ δὲ κατʼ ἐνέργειαν, ποτηρίῳ· ὕπερον δέ ἐστι, τὸ παρὰ τοῖς μαγείροις λεγόμενον τριβεύς· πολλὰ γὰρ κρούει τοῦτο τὸ ὕπερον, καὶ οὐκ ἀνοίγει τὸν τόπον ὅν κρούει· τοῖς δὲ μαθηταῖς ὁ Κύριός φησι· Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
Νοῦς δεξάμενος ἀλλότριον νόημα ἢ μάθησιν, μελετήσει λογισμοὺς κακούς· ὁ δὲ τηρήσας ἑαυτὸν, κληρονομήσει ζωήν.
Δεινὸν ἡ ἀναλγησία· εἶτα ἐρεῖς τυπτόμενος τὴν συνείδησιν, οὐκ ἐπόνεσα φροντίσαι τῶν μὲν γερῶν τυχεῖν, ῥυσθῆναι δὲ τῶν βασάνων· ἐνέπαιξάν μοι, τουτέστι προσωνείδισάν μοι· ἐγὼ θέλων οὐκ ᾔδειν τε ὄρθρος ψυχῆς, καὶ ἐπίγνωσις ἁμαρτίας.
Ὁ οἶκος τῶν ἀρετῶν μετὰ θείας σοφίας οἰκοδομεῖται, καὶ μετὰ συνέσεως φόβου Θεοῦ καὶ γνώσεως ἀνορθοῦται.
Ὁ περὶ τὴν πίστιν, ἤ τινα τῶν ἀρετῶν ναυαγῶν, ἀκυβέρνητος πρὸς πόλεμον τῶν ἀντικειμένων δυνάμεων, τῇ τε θεολογίᾳ καὶ ταῖς ἀρεταῖς· ὁ δὲ μετὰ κυβερνήσεως πολεμῶν, ἔοικεν ἐπὶ γῆς νοῦν ἔχειν προηγεῖται δὲ τῆς τοῦ Θεοῦ βοηθείας, καρδία βουλευτικὴ, ἡ πάντα μετὰ βουλῆς ποιοῦσα· δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστι γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον, καὶ περὶ ἀγάπην, καὶ φιλαργυρίαν, καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας συμβαίνει ναυἀγιον· εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντικειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῖν ἐστιν βίος ἐπὶ τῆς γῆς· ἐὰν γὰρ θέλωμεν ἡμεῖς, ποντίζομεν αὐτοὺς ἐν προσευχῇ καρδίας, καὶ διανοίᾳ πρὸς Θεὸν τετραμμένῃ· ἐὰν δὲ μὴ θέλωμεν, ποντιζόμεθα· ἐὰν δὲ καὶ πολεμούμεθα ὑπʼ ἐκείνων, εἰ καὶ πολὺς καὶ σφοδρὸς ὁ πόλεμος αὐτῶν, οὐθέν ἐστι· νηστείᾳ μόνον καὶ ἐγκρατείᾳ περιφράξωμεν ἑαυτοὺς, καὶ ὡς ἀράχνην αὐτούς τε καὶ τὰ ὅπλα αὐτῶν συγκόψομεν· ἐὰν δὲ κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ὅπου εἰσὶ δύο ἢ τρεῖς, ἡ καρδία, ὁ νοῦς, καὶ ἡ ψυχὴ, συμφωνήσουσι δὲ ἐν ἐντολαῖς αὐτοῦ περιέχεσθαι, ὁ Κύριος μεθʼ ἡμῶν.
Πάντα γὰρ ὅσα πράττει ὁ Θεὸς νοοῦντες, καὶ ὅσα διδάσκει πράττοντες, κατʼ οὐδὲν παραβαίνουσι τὸν λόγον αὐτοῦ· πύλαι δὲ σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταὶ, καὶ ἡ τοῦ νοῦ θεωρία, διʼ ὧν εἰσέρχεται σοφία Θεοῦ· οὐκ ἐκκλίνουσι δὲ, οὕτε δεξιὰ οὕτε ἀριστερὰ, ὅτι λογίζονται ἐν συνεδρίοις εἶναι καλοῦ καὶ κακοῦ· καὶ τοῦ μὲν καλοῦ, ἀντιποιοῦνται, τὸ δὲ κακὸν προσακοντουσιν.
Τοῖς μὴ θέλουσιν ὑπὸ τὴν τοῦ Θεοῦ σοφίαν καὶ γνῶσιν παιδευθῆναι, διὰ τοῦ ἐνεστῶτος θανάτου συναντᾷ ὁ αἰώνιος· ἄφρων δέ ἐστιν ὁ γλυκανθεὶς μὲν ἐν σοφίᾳ Θεοῦ, εἶτα καταλιπὼν αὐτὴν, τῇ δὲ ἀφροσύνῃ συνάξει· διὸ καὶ συναπέθανεν ταῖς ἁμαρτίαις· εἰ δὲ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ μέλλοντι αἰῶνι, ἕ ς ἂν ἐκλίπῃ ἡ κακία· τὸ γὰρ ἐμμολυνθήσεται, ἀντὶ τοῦ, διαφθαρήσεται· διαφθείρεται δὲ ἡ ἀκαθαρσία, ἤτοι ὑπὸ πρακτικῆς, ἢ ὑπὸ δριμείας κολάσεως.
Μὴ προτιμήσῃς τὸν διάβολον τῆς τοῦ Θεοῦ δικαιοσύνης, ἢν οἱ δίκαιοι νομεύονται· μηδὲ ἀπατηθῇς μωρολογίαις θανατηφόροις χορτάσαι σου τὴν καρδίαν σου, ὅ ἐστι κοιλία. — Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν Θεόν· οὗτος γὰρ νομὴ δικαίου, καὶ οὐ μὴ ἐγκαταλείψῃ σε.
Ἀποστρέφει μὲν ὁ Θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι. ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ· πᾶς γὰρ ὁ ἐπιχαίρων ἐπὶ ἀπολλυμένῃ ψυχῇ, ὅμοιός ἐστι τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ γὰρ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις νενομοθέτηκεν εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν ἡμῶν, ἤγουν τῶν ἀνθρώπων.
Εἴ τὲ γὰρ ἄκανθαι, εἴτε κτήνη, ἀπόλλυσιν αὐτὸ, ἐὰν μὴ εἴη ὁ περικαθαίρων καὶ φυλάττων· ὡσαύτως καὶ ἄφρων ἡ κακία ἐστὶν ὁ νύσσων αὐτὸν εἰς τὰ τὴν βασιλείαν προξενοῦντα.
Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς, ἐκ τῶν πρακτικῶν ἀρετῶν συνεστῶσα· κατασκάπτεται δὲ καὶ ἀφανίζεται τῇ τοῦ ἄφρονος προαιρέσει.
Τοῖς ἐν ἁμαρτίαις ὀδυνωμένοις καὶ ἀπογνώσει, δότε ἐκ τοῦ ἀμπελῶνος τοῦ Κυρίου πιεῖν εἰς μέθην, τουτέστι νηστείαν, προσευχὴν, ἐγκράτειαν, ἐξομολόγησιν καὶ πάντα ὅσα εἰς εὐφροσύνην ψυχῆς· τοῖς δὲ ἐν ἀρχαῖς, ὀδύνας τῆς ἁμαρτίας πιεῖν εἰς κόρον, ἵνα πιόντες ἐπιλάθωνται τῆς δαιμονιώδους πενίας· ὁ γὰρ μεθυσθεὶς ἀπὸ τῆς γνώσεως τοῦ Κυρίου, ἐπιλανθἀνεται τὴν πρᾶξιν τῶν ὀδυνῶν.
Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον ταῖς ἁμαρτίαις.
Ὁ λόγῳ πνευματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀποπείνων, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, κατορθοῖ ἐν δικαιοσύνῃ τὸν αὐτοῦ νοῦν, ὅς λέγεται θρόνος εἶναι Θεοῦ· οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζεσθαι σοφία καὶ γνῶσις. καὶ δικαιοσόνη, εἰ μὴ ἐν φύσει λογικῇ· ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός.
Οἶος εἶ, τοιοῦτος φαίνου, καὶ μὴ ἀλαζονεύου, ἀλλʼ ἐπὶ σοφῶν σίγα, καὶ ἐπὶ πρεσβυτέρων ἀκροαοῦ· μὴ εἴπῃς, Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· μὴ ἔρα τῶν πρωτείων τῆς προκαθεδρίας, ἀλλὰ τὸν ἔσχατον τόπον ἀπόβλεπε· χρεῖσσον γὰρ ῥηθῆναί σοι, Ἀνάβηθι πρός με, ἢ πρὸς τὸν ἔσχατον τόπον ἀποδοθῆναί σε μετʼ αἰσχύνης ἐν προσώπῳ δυνάστου· μήτε γὰρ φρόνιμον ἑαυτὸν κήρυττε, μήτε δίκαιον λογίζου· κρεῖσσον γὰρ ῥηθῆναι περὶ σοῦ· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπέρ πᾶν ὄνομα.
Ὀπίσω λέγει τὰ προγεγονότα· φίλος δὲ ἡμῶν ἐσπιν ὁ Θεὸς, ὅς διὰ τὴν πρὸς ἡμᾶς φιλίαν ἄνθρωπος γέγονεν· εἴρηκε γὰρ αὐτὸς πρὸς τοὺς μαθητάς· Οὐκέτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους. Ἡνίκα ἄν σε ὀνειδίζῃ ὁ φίλος, ὁ Χριστὸς λέγει, διὰ τὴν ἁμαρτίαν, ταύτης ἀπέχεσθαι, μὴ καταφρόνει, ἀλλ᾿ ἀναχώρει καὶ ὑπόστρεφε πρὸς τὴν πρώτην σωφροσύνην, τουτέστι πρὸς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν.
Χάριν, τὰς τοῦ Θεοῦ ἐντολάς φησι· φιλίαν δὲ, τὴν πρὸς τὸν Θεὸν καὶ πλησίον ἀγάπην. Ὁ δὲ ἀγαπῶν τὸν Θεὸν τηρησάτω αὐτὰς ἐν ἑαυτῳ, ἵνα μὴ ἐπονείδιστος γένηται παῤ αὐτῷ, ὅτε τὰ κατʼ ἀξίαν ἑκάστῳ ἀπονέμῃ· καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους φησίν· Ἐὰν ὑμεῖς μενητέ ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ· καὶ ἡ ἀλήθεια ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου· εἰ οὖν ἡ φιλία ἐλευθεροῖ, καὶ ὁ Σωτὴρ ἐλευθεροῖ· Χριστὸς δέ ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία, ὅθεν καὶ πάντες οἱ ἔχοντες γνῶσιν Χριστοῦ, φίλοι ἀλλήλων εἰσίν· οὕτω καὶ ἐπὶ ταύτης μόνον τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι, καὶ ἄλλων εἰσὶ φίλοι.
Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν, καὶ ταύτας ἐνεργῶν, τὰ ἑαυτοῦ φυλάσσει εὐσυναλλάκτως.
Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνωτιον χρυσοῦν, καὶ σοφίαν Κυρίου εἰς νοῦν ἀπαθῆ καὶ εὐήκοον Κυρίῳ.
Ὥσπερ τὸ ἐκ χιόνος εκρεον ὕδωρ ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ, καὶ ἀναψύχει καύσωνα, οὕτως ὁ Θεὸς ἐπὶ τοῖς δεχομένοις τήν τε γνῶσιν καὶ σοφίαν, καὶ τὰ προστάγματα αὐτοῦ· καὶ ὥσπερ χιόνα τήκει καύσων, οὕτω κακίαν ψυχῆς, δικαίου παραίνεσις.
Ὥσπερ ἄνεμοι καὶ νέφη πλωτῆρσιν ἐπιφανέστατοι τοῦ μὴ ναυαγῆσαι, οὕτω τοῖς ἐν σοφίᾳ Θεοῦ ἡ ψευδὴς γνῶσις, τοῦ μὴ σὺν τοῖς καυχωμένοις ἐν αὐτῇ ἀπολέσθαι.
Ὥσπερ τῷ σώματι τὰ ὀστᾶ ἰσχὺς καὶ ἀσφάλεια ῥώμης, οὕτω τῇ ψυχῇ αἱ ἀρεταὶ πεφύκασι· συντρίβει δὲ ταῦτα τὰ ὀστᾶ μὴ παραφυλασσομένη ταῖς ἁμαρτίαις· τινὲς δὲ τὴν θυμώδη ψυχὴν ὠνόμασαν μαλακὴν, ἥτις συντρίβει τὰ ἑαυτῆς πρὸς Θεὸν πνευματικὰ ὀστᾶ, τὰ πεφυκότα λέγειν· Κύριε, Κύριε, τίς ὅμοιός σοι;
Κακοῦ ὁδὸς, ἡ κακία ἐστί· καὶ ποῦς παρανόμου. ἡ παρανομία ἐστίν· ἀπολεῖται δὲ ἐν ἡμέρᾳ τῆς κρίσεως· ἕξις διὰ τῆς ὁδοῦ, καὶ ἐνέργεια διὰ τοῦ ποδὸς νοηθήσεται.
Ὥσπερ τὸ ὄξος ἐν ἕλκει τοῦ ἀρχὴν σῆψιν ἔχοντος ἀσύμφορον, καίτοι βρώματος (21) ὄντος εἰς ἡδύτητα. οὕτω γυναικὸς θεωρία καὶ ὁμιλία καρδίαν σπαράσσει τοῦ πρὸς ἀρετὴν ἑαυτὸν ἐκδόντος καὶ ἀρχὴν ἔχοντος. Τὸ γὰρ προσπίπτον τῇ καρδίᾳ πάθος, ἡ κακία ἐστίν· ἧς κατὰ στέρησίν τινες ἀπαθεῖς ὀνομάζονται.—Λύπη ἐστὶ φθαρτὴ στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετὴ στέρησις ἀρετῶν καὶ γνώσεως Θεοῦ.
Ἄρτον ἐνταῦθα τὴν στερεὰν τῶν ἐντολῶν τῆς ψυχῆς τροφήν φησι· πόμα δὲ, τὴν θείαν γνῶσιν δηλοῖ· ἄνθρακας δὲ πυρὸς τὰς τοῦ παναγίου Πνεύματος δωρεὰς, τὰς φλογιζούσας καὶ καθαιρούσας τὰς τῶν ἀνθρώπων ῥυτίδας· ἄνθρακι γὰρ πυρὸς τῶν Ἡσαΐου σεραφεὶμ θίγει χειλέων ποτέ· ὁ δὲ καθηράμενος, Δικαιοσύνην μάθετε, πᾶσιν ἐκραύγαζε· διὰ γὰρ ταύτης τῆς χρηστότητος καὶ εὐποιίας καθαρίζων αὐτοῦ τὸ ἡγεμονικὸν, τὰς πυρφόρους χάριτας τοῦ ἁγίου Πνεύματος ποιήσεις αὐτὸν βιασθῆναι, οὐ μόνον προσἀαβέσθαι, ἀλλὰ καὶ ζηλωτήν σου αὐτὸν ἐργάσῃ ἐν πάσῃ ἀγαθοεργίᾳ, ὡς προξένου σου γεγονότος αὐτοῦ ἐν πᾶσι τῷ Θεῷ φίλοις.
Τὸν διάβολον εἶπε πρόσωπον ἀναιδὲς, ἐρεθίζοντα τὴν ψυχὴν πρὸς κακίαν, καὶ ἐγείροντα, ὡς βορρᾶς νέφη, λογισμοὺς τῇ ψυχῇ πονηρούς· πανταχοῦ δὲ ὁ Σολομῶν γλῶσσαν τὸν νοῦν λέγει· τοῦτο οὖν τὸ πρόσωπον αίδεῖσθαι ἐν κρίσει οὐ καλβν.
Ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ Σατανᾶ, λογισμὸν ἀκάθαρτον, ἢ ψευδὲς δόγμα ὑποδεξαμενος· τὴν δὲ πηγὴν τῆς σοφίας φράσσοι τις ἀποστρεφόμενος τὴν γνῶσιν αὐτῆς, καὶ τὴν διέξοδον τῆς γνώσεως τοῦ Θεοῦ ἀποῤῥυπῶντὰ(22)·δὲ νοήματα τοῦ νοῦ, τὰ μὲν πτώματα λέγονται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις, καὶ ἄλλα περῖπατος, καί τινα αὐτῶν προσκόμματα ὀνομάζεται, καὶ ἄλλα σκληρὰ καὶ μαλακὰ, καὶ εὐώδη καὶ δυσώδη, καὶ γλυκεῖα καὶ πικρὰ, καὶ λεῖα καὶ ὀρθὰ, καὶ σχολιά· καὶ πάλιν, τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος, καὶ ζωὴ καὶ θάνατος· τὰ δὲ, νόσος καὶ ὑγίεια, καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦδος καὶ ἀλήθεια, καὶ πολλὰ ἕτερα ὀνόματα τίθησι ῥαφὴ, κατά τε τῆς ψυχῆς καὶ τῶννοημάτων αὐτῆς. λίγα δὲ ἐκε πολλῶν ἐστιν εἰπεῖν· ἔστι δὲ ταῦτα· νοῦν, ψυχὴν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱὸν, πνεῦμα, ὀφθαλμὸν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, μυκτῆρα, πρόβατον, ἔριφον, ποιμένα, καὶ ἄλλα πλείονα ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι κατʼ εἶδος.
Ἵππον ἐνταῦθά φησι τὸν ταχὺν εἰς μάθησιν σοφίας, καὶ δικαιοσύνης δεκτικὸν ἄνθρωπον· διʼ αἰνιγμάτων δὲ μαστίζει· ὄνῳ δὲ κέντρον· τὸν βραδὺν ἐν τούτοις τοῖς λόγοις σκληροῖς κεντᾷν, φόβον ἐμποιοῦπτας· ἔθνει δὲ ἄφρονι ῥάβδῳ τύπτεσθαι, τοὺς ἀναισθήτους οἰκέτας ἢ ὑποχειρίους ὁρίζεται· ἡ ῥάβδος γὰρ σύμβολόν ἐστι κολάσεως.
Ἐκ τῶν ποδῶν(23) αὐτοὺ, κ. τ.λ. Πόδας ἐνταῦθα τοὺς οἰκέτας φησίν· ὄνειδος δὲ ἐξ αὐτῶν ὁ δεσπότης ἑαυτῷ ποιεῖται, ὁ ἀποστέλλων λόγον διʼ ἀγγέλου ἄφρονος, ἢ βουλῆς, ἢ σοφίας, ἢ πρεσβείας, ἢ συμμαχίας, ἢ λόγων συμπαθείας. Ὁ γὰρ ἄφρων ἡττᾶται ἐν παντί· καὶ γὰρ ὁ Κύριος ἐν Εὐαγγελίοις φησίν· Οὐ δεῖ τοῖς κυσὶ διδόναι τὰ ἄγια, οὐδὲ βάλλεντοὺς μαργαρίτας ἔμπροσθεν τῶν χορυν.
Περίελε ἄφρονος ὁδὸν κακὴν, καὶ γνῶσιν ψευδῆ μακμὰν ποίησον ἀπʼ αὐτοῦ.
Ὁ μεταδιδοὺς ἄφρονι γνῶσιν, ὅμοιός ἐστι τῷ λίθον ἄτιμον ἐν σφενδόνῃ χρυσῇ προσπήξαντι· ἢ λίθον ἔντιμον ἐν σφενδόνῃ λιθοβολούσῃ λιθάσαντι.
Ἐὰν συντριβῇ ἡ ἔκστασις τῶν ἀφρόνων, καθʼ ἔν ἐξέστησαν Θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρχονται τῷ Θεῷ· Πὅσα γὰρ σὸρξ ὄψεται τὸ Σωτήρον τοῦ Θεοῦ. Προσεκτέον δὲ ἐνταῦθα, ὅτι τὰς παχυνθείσας ψυχὰς ἀπὸ τῆς κακίας, σάρκας ἀφρόνων ὠνόμασεν· οὕτω καὶ ὁ Κύριός φησιν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις, διὰ τὸ εῖἶναι αὐτοὺς σάρκας.
Ὁ ἀποβαλὼν, φησὶ, κακίαν αὐτοῦ, καὶ πρὸς αὐτὴν πάλιν ἐπιστρέψας, ὄμοιός ἐστι κυνὶ ἐσθίοντι τὸν ἴδιον ἐμετόν· οἶα ἦν ἡ τοῦ Λὼτ γυνὴ, καὶ πρὸς ὅν τὸ ἀκάθαρτον πνεῦμα ἐπέστρεψεν.
Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ, ἢ ἐν κλήρῳ· οὐ γὰρ ἐκ τῶν καθʼ ἡμᾶς τις τὴν δικαιοκρισίαν καὶ ἐλευθερίαν τῆς Ἐκκλησίας ἐποιήσατο· ἢ ἡμετέρα ἐστὶν, ἀλλὰ Χριστοῦ, διʼ ἤν ἔκρινε δικαιώσας ἑαυτὸν σφαγῇ δοθῆναι, καὶ χυθῆναι τὸ οἶμα αὐτοῦ ὑπὲρ αὐτῆς· οὕτω καὶ ὁ πᾶς τις Ἐκκλησίας οἴακας ἐγκεχειρίσθαι ἐπιθυμῶν, ὀφείλει ἑαυτὸν ἐκδοῦναι, καὶ τῆς κέρκου τοῦ πονηροῦ κρατῆσαι, καὶ τοὺς ὑπὸ τὴν αὐτοῦ κακίαν ἐλευθερῶσαι, καὶ εἰς τὴν τοῦ Χριστοῦ ἐπίγνωσιν προσαγαγεῖν.
Ὡσπερ ἐν ξύλοις τὸ πῦρ, οὕτως ἐν πονηροῖς λογισμοῖς θάλλει καὶ καίει ὁ πρὸς τὰ πάθη τοῦ νοῦ θυμός· ὅπου δὲ οὐκ ἔστι δίθυμος, τουτέστι δίψυχος. Δὐλʼ ἢ τῷ Θεῷ, ἢ τῷ μαμμωνᾷ, ἡσυχασθήσεται ἐξ αὐτοῦ τὸ ἐν τοῦ ἑτέρου· ἢ τὸ τοῦ Θεοῦ πρόσταγμα νικῆσαν, τὸ τοῦ πονηροῦ τακήσεται, καὶ τῇ κακίᾳ προσειρηνεύσει· ἐὰν δὲ τὰ δύο ἕλοιτο, καὶ τῆς ζωῆς ἐκπέσοι, καὶ τῶν προσκαίρων στερηθήσεται.
Χείλη ἐνταῦθα τοὺς λογισμούς φησιν· ὁ δὲ τὰ χείλη τοῦ νοῦ μὴ ἀνοίγων κατὰ τοῦ πονηροῦ, πρὸς τὸν Θεὸν ἐξομολογούμενος τὰ κακὰ, ὅσα ἐνσπείρειεν αὐτῷ κατὰ τοῦ Θεοῦ, ἀλλὰ κρύπτει, λύπῃ καλύπτει ἑαυτοῦ καρδίαν, ἐξ ἀφροσύνης μὴ νομίζων ἔχειν ἁμάρτημα ἐν τούτοις· οὐκ εἰδὼς τὴν τοῦ Θεοῦ εὐσπλαγχνίαν· ὅτι μᾶλλον τοῖς οὕτως ὑπομένουσι καὶ ἐξαγγέλλουσιν αὐτῷ ταῦτα, στεφάνους ἀπονέμει ὡς καθʼ ἑκάστην ἀθλοῦσι διʼ αὐτόν.
Ἐμπαίζει, ἀντὶ τοῦ χαίρει, ἔλαβε· ψυχὴ γὰρ καθαρὰ, κατατρυφῶσα τῆς γνώσεως τῶν Γραφῶν, χαίρει ἐμπιπλαμένη· ψυχὴ δὲ ἀκάθαρτος, καὶ τὴν ψευδώνυμον γνῶσιν, ἀληθῆ πάντως νομίζει.
Ἢ τόπος καρδίας, ἀρετὴ καὶ γνῶσις, ἀφʼ ὧν ἀποξενωθεὶς ἄνθρωπος πίπτει εἰς κακίαν καὶ ἀγνωσίαν, καὶ γίνεται δοῦλος τῆς ἁμαρτίας ποιῶν αὐτήν· καθὸ γὰρ λογικός ἐστι, τόπος αὐτοῦ ἡ ἀρετή.
Νσῦς ἀππαθὴης πεικίλοις τέρπεται, σοφίᾳ καὶ γνώσει, καὶ ὑμμνμδίᾳ νοῦς δὲ ἐμπαθὴς, ἐν ἀγνωσίᾳ καὶ κακίᾳ καταῤ ῤήγνυται, καὶ εἰς πτῶμα ἔρχεται δυσίατον καὶ ρμἔγοα.
Τοῦ ἀνθρώπου οἶκος, ἡ ἀρετή ἐὰν οὖν μὴ σπουδαίως ταύτης ἐπιμελῆται, ἐν καιρῷ πειρασμῶν ἐκπίπτει αὐτῆς.
Συκῆ ἐνταῦθα ἡ δικα.οσύνη ἡ τοῦ Θεοῦ ἐστιν, ἤν οἱ φυτεύοντες ἐν ἑαυτοῖς, καὶ ἑτέροις μετάφυτα διδόντες, τὸν καρπὸν αὐτῆς φάγονται ἐκ χειρὸς Κυρίου τοῦ μόνου δικαίου καὶ τὴν δικαιοσύνην βραβεύσαντος· καὶ τοῖς τὴν δικαιοσύνην αὐτοῦ φυλάξασι σὺν ἑαυτῷ συντάττων, ἀπονέμει δικαιοσύνην, τὴν καὶ ἀγγέλους δικαιοῦσαν, ἐν τῇ ἀτρέπτῳ τῆς δικαιοσύνης λαμπρότητι· ὅς δὲ φυλάσσει τὸν λόγον τοῦ Κυρίου, τὸν Κύριον φυλάσσει ἐν τῇ καρδίᾳ αὐτοῦ ἀχώριστον εἶναι ἀπʼ αὐτοῦ· τιμηθήσεται δὲ οὐ μόνον ἐντεῦθεν ὑπὸ τῶν ἀγγέλων, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι ὑπὸ τοῦ τῶν ἀγγέλων δημιουργοῦ.
Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχοὺς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς· οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἐν ἀσεβείαις συμπράττειν, συκοφαντεῖ αὐτοὺς πρὸς τὸν Θεὸν, τουτέστιν ἀντιδιαβάλλει, ὅπως συναπολεσθῶσιν αὐτῷ.
Ὁ λαῦρος ὑετὸς οὐ μόνον τοὺς καρποὺς ἀπόλλυσιν, ἀλλὰ καὶ τὸ πρόσωπον τῆς γῆς, τὸ τοὺς καρποὺς διδοῦν, ἐξεδαφίζει· ἔστι δὲ καὶ ὑετὸς εἰρηνικὸς, ποιῶν εὐθαλὲς τὸ πρόσωπον τῆς γῆς, καὶ τρέφων καὶ ζωογονῶν τοὺς ἐν αὐτῇ καρπούς· καὶ ὁ μὲν λαῦρος, διὰ τὴν ἀπώλειαν τῶν καρπῶν ἀποκτείνει τοὺς ἀνθρώπους, ὁ δὲ εἰρηνικὸς, διὰ τῶν καρπῶν ζωογονεῖ.
Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπολέσουσιν αὐτὸν, δῆλον ὡς κακίαν ἀπολλύουσιν οἱ δίκαιοι καὶ σοφοὶ, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς ἀρετὴν ἐπανάγοντες.
Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχὴν, Ἀλλ’ ὁ δεδωκὼς τὸν νόμον Θεὸς, τοῦ ἐκκλίνοντος τὸ οὖς αὐτοῦ, καὶ μὴ εἰσακούειν ποιοῦντος τοῦ νόμου καὶ ὁ Παῦλός φησι· Προειδοῦσα δὲ ἡ ῥαφὴ τὰ μέλλον, ἀντὶ τοῦ, Ὁ τὴνΤραφὴν δεδωκώς προῇδειτὸ μέλλον.
Ὁ τὰ ἐνσπειρόμενα ἐν τῇ καρδίᾳ αὐτοῦ ὑπὸ τοῦ πονηροῦ κακὰ, μὴ ἐξαγγέλλων αὐτὰ Κυρίῳ τῷ Θεῷ ἢ θεοφιλεῖ ἀνθρώπῳ (24), οὐκ εὐοδωθήσεται ἐν τῇ κατὰ τοῦ πονηροῦ νίκῃ· ὁ δὲ Pξαγγέλλων ἀγαπηθήσεται ὑπὸ τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων αὐτοῦ· καὶ ὁ Ἰάκωβός φησιν· Ἀλλήλοις ἐξαγγέλλετε τὰ παραπτώματα ὑμῶν, ὅπως Ἰαθῆτε· καὶ ὁ αλμῳδὸς αἶπεν· Ἐξαγτρεύσω κατʼ ἐμοῦτὴν άνομίανμου Κυρίῳ, καὶσὐ ἀφῆκας τὴν ἀσέβοαντῆς καρδίας μου.
Ἄνδρα ἐνταῦθα φονέα τὸν διάβολόν φησιν· ὁ δὲ ἐγγυώμενος τὴν ἀδικίαν, ἐγγυᾶται τὸν Σατανᾶν. ὑπισχνούμενος αὐτῷ ἐκεῖνος, τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. —. Ἔθνος παράνομον, τὰ δόγματs τῶν δαιμόνων ἐστὶν, οἶς οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός· υἱὸν δὲ τὸν νοῦν φησιν· ὁ δὲ ἐποχὴν ποιῶν τοῦ νοῦ τοῦ μὴ παραρίπτεσθαι ἐν τῇ τοῦ πονηροῦ ἔθνους κακίᾳ, ὡς περιτραχήλιον κόσμον προξενεῖ λαβεῖν τῇ ἰδίᾳ ψυχῇ ἄφθαρτον ἐκ χειρὸς Κυρίου.
Ὁ καθαίρων ἑαυτὸν ἐκ τῶν παθῶν, καὶ ἐργαζόμενος τὰς ἐντολὰς τοῦ Θεοῦ, τοῦ ψυχοτρόφου ἄρτου σοφίας καὶ γνώσεως Θεοῦ ἐμπλησθήσεται· ὁ δὲ διώκων σχολὴν τοῦ μὴ ποιεῖν τὰς ἐντολὰς τοῦ Θεοῦ, πλησθήσεται πενίας.
Ἐγκωμιαζομένων τῶν δικαίων ὑπὸ τοῦ Κυρίου ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, οἱ τῆς αὐτῶν μερίδος λαοὶ εὐφρανθήσονται· ὅσοι δέ εἰσιν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, οὗτοι πάντως τότε στένουσιν.
Πατέρα ἐνταῦθα τὸν Θεόν φησιν· ὁ δὲ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς κατὰ Χριστὸν ἐπονομαζομένους, ἐν ἔργῳ καὶ λόγῳ καὶ σοφίᾳ ἑπομένους τε καὶ μιμουμένους αὐτὸν, θεωρῶν αὐτοὺς, εὐφραίνεται ἐπʼ αὐτοῖς· ποιμὴν δέ ἐστιν ἀγαθὸς νοῦς, ἀπαθεῖς λογισμοὺς κεκτημένος· εἷ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστι λογισμὸς ἐμπαθής· καὶ πρόβατόν ἐστι λογισμὸς ἀπαθής· διὸ καὶ τοὺς ἔριφους ὁ Κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰδὲ πρόβατα ἐκ δοξιῶν· ἐρίφους λέγων τοὺς κεκτημένους λογισμοὺς ἐμπαθεῖς· οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια, ζιζάνια προσηγόρευσε· καὶ τοὺς τὸν σἶτον ἔχοντας, σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον· 8 Ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην.
Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικὴν διὰ τῶν ἐντολῶν αὐτοῦ· ὁ δὲ παράνομος Ἀντίχριστος, πρὸς ἀπώλειαν ἐρεθίζει τὸ γένος τῶν ἀνθρώπων.
Ἐν παντὶ τὸ κρίνειν, διδάσκειν λέγεται· καὶ γὰρ ὁ μεταξὺ δύο ἢ καὶ πλειόνων, περὶ ἑνὸς πράγματος κρίνων, διδάσκει τὸ δίκαιον, καὶ ἀπέχεσθαι ἀδικίας· ὡσαύτως καὶ ἐπὶ ἀρετῶν, καὶ ἐπὶ πᾶν ὁτιοῦν ἀγαθὸν, τὸ κρίνειν διδάσκειν λέλεκται· ἄνδρα δὲ ἐνταῦθα κρίνειν ἔθνη, τὸν Πέτρον φησὶ, τὸν τὴν οἰκουμένην δδάξαντα τὴν εἰς Χριστὸν πίστιν καὶ εὐσέβειαν (25) καὶ Παῦλον, καὶ τοὺς λοιποὺς μετέπειτα διδασκάλους· ἄνδρα δὲ φαῦλον, τοὺς κατὰ Θευδᾶν καὶ Ἰούδαν, καὶ Σαμοσατέα (2β), καὶ τοὺς τούτων ὁμόφρονας· ἐπὶ δὲ τὸν φαῦλόν (27) φησινὁ Δαυῖδ· Καὶ ἐπ αὐτὸν γελάσππται, καὶ ἐροῦσιν· Ἰδρὺ ἄνθρωπος, ὅς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ.
Ἀνδρες αἱμάτων οἱ δαίμονές εἰσιν, οἱ τοὺς ἐν Χριστῷ ζῶντας ἐκχύσει αἵματος ἀποκτείναντες· οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ· οὗτοι οἱ τα αὐτῶν πρακτέα καὶ νενοημένα ποιῆσαι καὶ νοῆσαι βουλόμενοι.
Ὁντως ὁ ἄφρων ἀκράτητον ἔχει τὸν θυμὸν αὐτοῦ· οὗτος δὲ ταμιεύεται κατὰ μέρος, ἤγουν ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασι. Καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τοῦτο· πρὸς δὲ τοὺς σποῦ· δαίους, ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος.
Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητὴς ὁ Κύριος ἐν τῇ βασιλείᾳ· τοῖς δὲ παρανομήσασιν, ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει.
Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρὸς, παρίστησι τὸ, Ἐὰν γὰρ καὶ νοήσῃ οὐχ ὑπακούσεται· ὁ γὰρ κατὰ φύσιν σκληρὸς, οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ· τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τὸν Ἰσραὴλ. καὶ οὐ λόγοις ἀλλὰ μάστιξι παιδευθέντα.
βἰ τὸ κατασπαταλᾶν, ἁμαρτάνειν ποιεῖ, πᾶς δὲ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας· ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ οὐκ ὀλίγα ἐφʼ ἑαυτῷ ὀδυνηθήσεται.
Υβριστὰς ταπεινοῖ Κύριος, ταπεινοῖς δὲ δίδωσι δόξαν.—βριν τὴν κακίαν φησίν· ὕβριν δὲ καὶ ταπείνωσιν ἀπωλείας προξενεῖ ἡ κακία τοῖς πράττουσιν αὐτὴν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τοὺς δὲ ταπεινόφρονας ἡ δόξα, ἥν ἐδόξαζον τὸν Θεὸν ἐν ὕμνοις κπὶ τηρήσει τῶν ἐντολῶν αὐτοῦ, δοξάσει αὐτούς· δόξα γὰρ Θεοῦ τὸ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ· καθὼς αὐτός φησινὸ Κύριος ἀλλʼ ῆ, Τοὸς δοξάίοντάςμε δοξάσω ἡ δὲ κακία ὕβριν λογικῆς ψυχῆς προξενεῖ.
Κλέπτην οὐκ ἄλλον τινὰ, εἰ μὴ τὸν διάβολον λέγει ὁ δὲ μεριζόμενος, ἤγουν μέρος μὲν τῶν τοῦ Θεοῦ προσταγμάτων τηρῶν, μέρος δὲ τοῦ πονηροῦ ποιῶν, οὗτος μισεῖ τὴν ἑαυτοῦ ψυχήν· μικρὸν γὰρ ὅσον καὶ τέλειον αὐτὸν κλέψας ὁ διάβολος, θύσει ἑαυτῷ. Ὁ κλέπτης γὰρ, σησὶν, οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέόῃ καὶ θύσῃ, καὶ ἀπελέσῃ. — Ὅρκον εἶπε τὸν νόμον ὥσπερ γὰρ ὁ ὅρκος τίθησι τὸν Θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει Θεὸν εἰς ψυχήν· καὶ ὸν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία Θεὸν ἐκ ψυχῆς, οὕτω καὶ ἡ παρανομία ἐκβάλλει Θεὸν ἀπʼ αὐτῆς. Ἐὰν οὖν, φησὶ, τόμου τεθέντος ἀκούσαντες μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους, ὑποσκελισθήσονται πρὸς ἀπώλειαν· οὕτω φησὶ καὶ ὁ Δαυῖδ· Ἐλαα· Ἐξαγορεύσω κατʼ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σύ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· καί· Λέγε σύ πρῶτος τὰς dμαρτίας σου, έκα δικαιωθῇς· καὶ πάλιν ὁ Σολομῶν φησιν· Ὁ ἐπικαλύπτων ἀσέβειαν αὐτοῦ, οὐκ ἀγαπηθήσεται.
Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθʼ ἢν τῶν ἀντικειμένων αὕτη κεκράτηκεν ἐχθρῶν.
Νικήσαντες τὴν ἀντικειμένην δύναμιν, σκυλεύομεν αὐτὴν, τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες· ἵνα τὰ κατʼ αὐτὴν φαῦλα δῆλα ποιήσαντες, ἀπαγίδευτοι μένωσι, μὴ μόνον οἱ ἁπλούστεροι, ἀλλὰ καὶ οἱ συλαγωγηθέντες ῥᾳδίως ἐκφεύγωσιν ἀπʼ αὐτῆς.
Μηρύεται τὸ ἔριον καὶ λίνον ψυχὴ, τοὺς περὶ ἐμψύχων καὶ ἀψύχων λόγους γυμνάζουσα· ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους· ἢ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίανδιὰ τῆς πρακτικῆς ἕλκουσα πρὸς αὐτὴν ἕξεως.
Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Origenis Opera Omnia edited by Charles de La Rue; Charles Vincent de La Rue (Paris, J. P. Migne: 1857) Patrologiae cursus completus (series Graeca) 17), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.
Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.
