Menu

Fragments on Lamentations

Origen wrote a commentary on Lamentations that is now lost. These are the Greek fragments of it, taken from commentary-chains on the prophets (and, at the end, one fragment from the chain on the first eight books of the Bible).

The third century c. AD 240–250 Origen of Alexandria Greek 119 chapters Modern English: CC BY-SA 4.0
Download the English translation EPUB 100 KBWord 47 KBPlain text 81 KB
Show:
GreekErich Klostermann edition
Modern EnglishSermonIndex translation from the Greek
Fragment 1
Klagel. Jerem. 1 Überschr. Ὁ Ἱερεμίας αἰχμαλωτισθέντος τοῦ λαοῦ καὶ ὄντος ἐν Βάβυλῶνι. θρηνεῖ τὴν πόλιν καὶ τὴν χώραν καὶ τὸν λαὸν ἐπὶ τοῖς συμβεβηκόσι, καὶ θρηνεῖ περικοπάς τινας καὶ διαστολὰς πριγράφων ἀρχομένας ἐξῆς ἀπὸ τῶν παρ’ Ἑραίοις στοιχείων. καὶ μετὰ τὸ τελέσαι λέσαι τὸν ἐφ’ ἐκάστου στοιχείου Θρῆνον καὶ ἐπὶ πᾶσι τὸν ἀπὸ τοῦ Θαῦ ἀρχόμενον, ἔπερ ἐστὶ τελευταῖον τῶν Ἐβραίων γαράμμα, ἐπανέρχεται χεται ἐπὶ τὸ Ἄλφ καὶ πάλιν θρηνεῖ, καὶ τοῦτο ποιεῖ τετράκις τὰ εἴκοσι καὶ δύο στοιχεῖα ἐπεξιών.
Jeremiah, after the people had been taken captive and while he was in Babylon, mourns for the city, the land and the people because of what had happened. He mourns in sections and divisions, which he marks off in order, beginning with the letters of the Hebrew alphabet. After he has finished the lament for each letter, and last of all the one beginning with Tau, which is the final Hebrew letter, he returns to Aleph and laments again. He does this four times, going through the twenty-two letters.
Fragment 2
Klagel. Jerem. 1 Uberschr. Ἐὰν ἴδωμεν Ὑποχείριον γινομένην τὴν ψυχὴν τῷ διαβόλῳ ἢ καὶτοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἁπαξαπλῶς ταὶς ἐκθραῖς δυνάμεσι τὴν τῇ φύσει θεωρητικὴν καὶ συνορὰν τὰ ἄντα καὶ ἐπιστῆσαι δυναμένην, νοήσομέν πως τὴν αἰχμαλωσίαν καὶ τὸν αἰχμαλωτίσαντα. ἀλλὰ καταφυγόντες ἐπὶ τὸν Χριστόν, τὸν κηρύξαντα κατὰ τὸν προφήτην Ἡσαΐαν »αἰχμαλώτοις ἄφεσιν«, ἐλευθερωρησόμεθα ἀπὸ τῆς αἰχμαλωσίας, κἂν μέχρι τοῦ δῆσαι φθάσῃ ὁ αἰχμαλωτεύσας. ἦλθε γὰρ Ἰησοῦς »ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει«.
If we see the soul placed under the hand of the devil, or of his angels, or in short of the hostile powers (the soul, which by nature is able to contemplate, to see what is real and to take its stand upon it), then we will somehow understand the captivity and the one who took the captive. But if we take refuge in Christ, who according to the prophet Isaiah proclaimed “release to captives,” we will be set free from the captivity, even if the one who took us captive has gone as far as binding us. For Jesus came “to bring out those who are bound from their chains, and those who sit in darkness from the house of the prison.”
Fragment 3
Klagel. Jerem. 1 Überschr. Διὰ τοῦτό φασιν Ἑβραῖοι τῆς παλαιᾶς γραφῆς ἰρσφῆς ἰσαρίθμους τοῖς στοιχείοις εἶναι τὰς βίβλους, ὡς εἶναι πρὸς θεογνωσίαν πᾶσαν εἰσαγωγήν, καθάπερ τὰ στοιχεῖα πρὸς πᾶσαν τοῖς μανθάνουσι σοφίαν. καὶ διὰ τοῦτο τετραπλασιάξεται, τάχα διότι καὶ τῶν σωμάτων τὰ στοιχεῖα καθέστηκε τέσσαρα. Καὶ μετ'ὀλίγα. Ἔκδοσις δὲ Ἀκύλα καὶ Θεοδοτίωνος ἐν τοῖς Θρήνοις οὐ φέρεται, μόνου δὲ Συμμάχου καὶ τῶν Ἑβδομήκοντα. Καὶ πάλιν. Ζητήσειε δ'ἄν τις, πῶς τῆς ἐπιγραφῆς τοῦ βιβλίου πληθυντικῶς ἐχούσης Θρῆνοι, ἑνικῶς ἐν τῷ προοιμίῳ τὸν Θρῆνον τοῦτόν φησιν. ἀλλὰ μερικοὶ μὲν πλείους ὑπάρχουσι, τοῖς στοιχείοις διῃρημένοι, εἰς ἕνα δὲ πάντες ἀνάγονται, πρὸς μίαν ὑπόθεσιν, τὸν Ἰσραήλ, ἀναγόμενοι.
For this reason the Hebrews say that the books of the old Scripture are equal in number to the letters, so that there is a complete introduction to the knowledge of God, just as the letters are the introduction to all wisdom for those who are learning. And it is fourfold, perhaps because the elements of bodies are also four. And a little later: The edition of Aquila and Theodotion is not found in the Lamentations; only that of Symmachus and the Septuagint. And again: Someone might ask how, when the title of the book is in the plural, “Lamentations,” in the prologue he speaks of this lament in the singular. But the individual laments are many, divided according to the letters, while all of them are brought back to one, since they all refer to a single subject, Israel.
Fragment 4
Klagel. Jerem. 1 Überschr. Τὸν ἐξ ἀγάπης κλαυθμὸν μακαριζόμενον. τοῦ γὰρ ἁγίου ἐστὶ »κλαίειν μετὰ κλαιόντων«.
Weeping that comes from love is called blessed. For it belongs to the holy person “to weep with those who weep.”
Fragment 5
Klagel. Jerem. 1 Überschr. Ἐγγίζων τῇ Ἱερουσαλὴμ ὁ κύριος >ἔκλαυσεν καὶ εἶπεν. εἰ ἔγνως καὶ σὺ τὰ εἰς εἰρήνην σου<. »Ἱερουσαλὴμ Ἱερουσαλή, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαοι τὰ τέκνα σου, ὅν τρόπον ἔρνις ἐπισυνάγει τὰ νοσσία ἐαυτῆς ὐπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε«.
As the Lord drew near to Jerusalem he wept and said, “If you too had known the things that make for your peace.” “Jerusalem, Jerusalem, you who kill the prophets and stone those sent to you, how often I wanted to gather your children together, as a hen gathers her chicks under her wings, and you were not willing.”
Fragment 6
Klagel. Jerem. 1 Überschr. Εἰ τοίνυν »μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται«, ἔδει Ἱερεμίαν τὸν μυστικὸν τοῦτον κλαῦσαι κλαυθμὸν καὶ κατὰ τὸ »μακάριοι οἱ πενθοὺντες« πενθῆσαι τοῦς τοῦ πενθεῖσθαι ἀξίους.
So if “blessed are those who weep, for they will laugh,” then Jeremiah, this man of mystery, had to weep this weeping. And in keeping with “blessed are those who mourn,” he had to mourn for those who deserved to be mourned.
Fragment 7
Klagel. Jerm. 1, 1. Ἔοικε δὲ τὸ μὲν πλῆθος τοῦ λαοῦ, ὅσον ἐπὶ τῇ λέξει, δηλοῦν τοὺς ἐνοικοῦντας Ἰσραηλίτας, τὸ δὲ πλῆθος τῶν ἐθνῶν, ὡς προειρήκαμεν, τοὺς προσηλύτους. εἰς δὲ ἀναγωγὴν ἐπεὶ συγγενέστερά ἐστι τῇ ψυχῇ καὶ ἀπερίστατα τὰ θεωρητικὰ μὰλλον ἄν τὰ πρακτικά, τὸν πλοῦτον τῶν θεωρημάτων· τὸ δὲ πλῆθος τῶν ἐθνῶν τὸν πολὺν ἀριθμὸν τῶν καλῶν πράξεων. Καὶ μετ’ ὀλίγα· Ἡ πεπληθυμμένη λαοῦ μόνη καθέζεται· τῷ τὸν νγμφίον λόγον ἡ νύμφη ἀποβεβληκέναι γίνομένη ὡς χήρα ἥ ποτε τοῖς προειρημένοις ἔθνεσι πλήθουσα.
As far as the wording goes, the “multitude of the people” seems to mean the Israelites who lived there, and the “multitude of the nations,” as we said before, the proselytes. But for the higher meaning: since contemplative matters are closer kin to the soul and less distracting than practical ones, the multitude of the people means the wealth of insights, and the multitude of the nations means the great number of good deeds. And a little later: “She who was full of people sits alone.” The bride has cast out the bridegroom, the Word, and so has become like a widow, she who was once full of the nations just mentioned.
Fragment 8
Klagel. Jerem. 1,1. Ὅσον ἐπὶ τῇ λέξει ἁρμόζει τὴν Ἱερουσαλὺμ νοεῖσθαι λέγεσθαι μετὰ θαυμασμοῦ διὰ τὴν ἐπὶ τὸι σκυθρωπότερον μεταβολὴν μεμονῶσθαι καθίσασαν τήν ποτε πλήθουσαν λαῷ, ἵν’ ἡ μόνωσις ἡ ἐρημία ᾖ αὐτῆς, ἐσχηκυίας μὲν ἄνδρα τὸν προστάτην ἔμψυχον λόγον, ὅτε αὐτῷ εἴπετο παρόντι καὶ βοηθοῦντι, κεχηρευκυίας δὲ καὶ καταλελειμμένης ὑπ’ αὐρόντι τὰ ἡμαρτημένα. Καὶ μεθ’ ἔτερα· Ταὺτα μὲν οὖν πρὸς τὸ ῤητόν· πρὸς δὲ διάνοιαν, Ἱερουσαλὴμ εὐθηνοῦσα καὶ λαῷ χαὶ ἔθνεσι πλήθουσα καὶ χωρῶν ἄρχουσα ἡ θεία ἐστὶ ψυχή. καὶ οὐ θαυμαστόν, εἰ οὐ μόνον οἰκία οὐδὲ ἔπαυλις οὐδὲ ἡ ταύτης μείζων κώμη ἄν προσαγορευθεῖσα οὐδὲ πόλις ἡ τυχοῦσα ἀλλὰ πασῶν πάλλὰ πασῶν πόλεων διαφέρουσα καὶ παρὰ θεῷ τετιμημένη Ἱερουσαλὴμ χρηματίζει ἡ τελεία ψυχή, μεγέθους ἀζιολόγου πόλει τῇ μεγίστῃ περιβαλλομένου αὐτῇ αὐτῇ τῆς σοφίας καὶ πάσης ἀρετῆς † περιγινομένου πολλαπλασια οἰκοδομήματ. Καὶ μετ’ ὀλίγα· Ὥσπερ δὲ ἔνεστιν ἰδεῖν Ἱερουσαλὴμ εὐθηνουμένην, πληθύνουσαν λαῷ καὶἔθνεσιν καὶ ἄρχουσαν ἐν χώραις, οὔτως, εἰ μεταπτωτή ἐστιν ἡ ἀρετή, μονουμένην ποτὲ αὐτὴν καὶ χηρεύουσαν καὶ δουλεύουσαν, 10 ὥστε καὶ φόρους τῷ χρατήσαντι αὐτῆς ἐχθρῷ τελεῖν, κατὰ τὴν ψυχὴν τοῦ ἐκπεπτωκότος τῆς ἀληθείας.
As far as the wording goes, it fits that Jerusalem is spoken of with wonder, because of the change to something more grim: she sits bereft, she who was once full of people, so that her loneliness is her desolation. She had a husband, the living Word who was her protector, when she followed him while he was present and helping her. Now she is widowed and abandoned because of what has been sinned. And after other things: So much for the literal text. As for the meaning, Jerusalem, prospering and full of people and of nations and ruling over regions, is the divine soul. It is no wonder if the perfect soul is called Jerusalem, not merely a house or a farmstead or a village (which is greater than that) or some ordinary city, but one that surpasses all cities and is honored before God. The greatest city is clothed with a greatness worthy of note, and for her wisdom and every virtue [the text is corrupt here: something like “many times over the buildings”] abound. And a little later: Just as one can see Jerusalem flourishing, filling with people and nations and ruling over regions, so, if virtue can be lost, one can see her at some time left alone, widowed and enslaved, so that she even pays tribute to the enemy who has conquered her. This is according to the soul of the person who has fallen away from the truth.
Fragment 9
Klagel. Jerem. 1,1. Τί δὲ δεῖ λέγειν καὶ περὶ τοῦ ὅτι ἄρξασα χωρῶν ἐπὶ τοσοῦτον δουλοῦται παρὰ τοῖς ἐχθροῖς, ὥστε καὶ φόρον ἀεὶ αὐτὴν ἐπιτελεῖν, τε΄π]θσαμ τπὸς λαλπὸς δεσ['πταος. ἃ ἂν ἐκεῖνοι προστάττωσιν; προστάτουδι δὲ χρηστὸν οὐδέν. καὶ τάχα καθ’ ἔχαστον ὦν πταίει ἐνθάδε, φόρον τινὰ τελεῖ τῷ Ναβουχοδονόσορ, ὅς ἐρμηνεύεται Ἐγκαθισμὸς καὶ ἐπίγνωσις συνοχῆς· οὐ μόνῶ δὲ τῷ Ναβουχοδονόσορ, ἀλλὰ καὶ τοῖς σατράπαις αὐτοῦ.
Lamentations 1:1. Why speak of how she, who once ruled over regions, is enslaved among her enemies to such a degree that she must always pay tribute, [doing everything the masters command]? And they command nothing good. Perhaps for each sin she commits here she pays some tribute to Nebuchadnezzar, whose name is interpreted “Settling-in” and “knowledge of restraint.” And she pays not to Nebuchadnezzar alone, but also to his satraps.
Fragment 10
Klagel. Jerem. 1,2. Ἐπὶ μὲν τοῦ πρώτου Θρήνου, τοῦ ἀπὸ ἀπὸ τοῦ Ἄλφ ἀρξαμένου, τὴν λέξιν λέξιν σῶσαι δελυνήμεθα. ἐπὶ δὲ τούτου τί ἄν τις εἴποι, λεγομένης πόλεως κεκλαυκέναι ἐν βυκτί, ὤστε τὰ δάχρυα εἶποι, λεγομένης πόλεως κεκλαυκέναι ἐν νυχτί, ὥστε τὰ δάκρυα ἔἶναι ἐπὶ τῶν σιαγόνων αὐτῆ; εἰ μὴ ἄρα τοὺς τις ἐρεῖ πόλιν ὀνομαξομένους, τοῦς καὶ φόρον τελοῦντας, κεκλαυκέναι ὐπομνησθέντας ἐξ οἴας εἰρήνης κὶ ἐλευθεράς εἰς ὅσην δουλείαν καὶ ταπείνωσιν ἐληλύθασιν. πῶς οὖν διηγησόμεθα καὶ τὸ ἐν νυκτόι, ἤ στι ἐν τῷκαιρ καιρῷ τῆς κοινῆς ἁπάντων ἀνθρώπων ἀναπαύσεως ἡ πόλις ὐπομιμνῃσκομένη ἀναπαυόμενοι ἔκλαιον, καὶ ἔκλαιον κρουνηδ[ον τῶν δακρύων καταρρεόντων ἐπὶ τῶν σιαγόνων αὐτῶν; ἐπετείνετο δὲ μάλιστα αὐτῖς ὁ καλυθμὸς καὶ ἐπέρρει τὰ δάκρυα, οὐχ ὑχάρχοντος κἄν ἑνὸς παραμυθουμένου αὐτοὺς ἀπὸ τοσούτων ἀγαπώτων, παντός τε τοῦ φιλοῦντος ἀθετοῦντος τὴν φιλίαν τὴν πρὸς αὐτὴν καὶ μεταβεβληκότος εἰς ἔχθραν. τίνες οὖν, ὡς πρὸς τὴν λέξιν, οἱ ἀγαπῶντες αὐτὴν πρότερον, ἀφ' ὧν οὐδεὶς ὐπῆρχεν παραμθυησόμενος αὐτήν; τάχα αἱ λοιπαὶ τῆς Ἰουδαίας πόλεις, διὰ τοῦτο δὲ ἴσως ἀγαπῶσαι τὴν μητρόπολιν, ἐν καιρῷ περιστάσεως οὐ παρεκάλουν. Καὶ μετ' ὀλίγα· Ταῦτα μὲν οὖν πρὸς τὸ ῥητόν. ἐὰν ὁ λόγος, ὡς ἐν τοῖς πρὸ κλαίειν λέγοιτο, ἐκπεσοῦσα τῆς οἰκείας χώρας ἐν Συγχύσει γενομένη, καὶ κατάστασιν ἔχειν ἐναντίαν τῷ γελᾶν γέλωτα τὸν ἀπὸ χαρᾶς καὶ ἱλαρότητος, ὅν ὁ κόριος ἡμῶν ἐπαγγέλλεται ὑπάρξειν τοῖς τὸν μακαριζόμενον κλαυθμὸν κλαύσασι φάσκων· »μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται«. καὶ ἐν τῷ Ἰὼβ δὲ »ἀληθινῶν« φησὶ »στόμα ἐμπλήσει γέλωτος«. τάχα δὲ διὰ τοῦτο καὶ εἷς τῶν πατριάρχων Γέλως λέγεται. ὁ τοίνυν στενάζων διὰ τοῦτο καὶ εἷς τῶν πατριάρχων Γέλως ἀπόστολος δεσήλωκεν εἰπών· »καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι«, τὸν ἐν ἐπαγγελίᾳ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάἱλαρότητα, κλαυθμὸν κλαίει τροφιμώτατον καὶ ὠφελοῦντα τὴν ψυχήν.
Lamentations 1:2. In the first lament, the one beginning with Aleph, we were able to keep to the wording. But what could anyone say about this one, where a city is said to have wept in the night so that her tears are on her cheeks? Perhaps someone will say that the people who are called “the city,” and who also pay tribute, wept when they remembered from what peace and freedom they had fallen into such great slavery and humiliation. How, then, shall we explain “in the night”? Perhaps it means that at the time of rest common to all people, the city, being reminded, wept while they lay at rest. They wept in streams, with tears running down their cheeks. Their weeping grew especially strong and the tears flowed, because not one of so many who loved her was there to console them. Everyone who was fond of her had rejected the friendship they had with her and turned it into hatred. Who, then, as far as the wording goes, were those who loved her before, and of whom not one was there to console her? Perhaps the other cities of Judea. Perhaps because they loved the mother city, they did not comfort her in her time of distress. And a little later: So much for the literal text. [Now if the word “weep” is taken, as in the earlier passages, of one who has fallen from her own country and come into confusion, then she has a condition opposite to laughing, the laughter that comes from joy and cheerfulness.] Our Lord promises this laughter to those who weep the blessed weeping, saying: “Blessed are those who weep now, for they will laugh.” And in Job it says: “He will fill the mouth of the truthful with laughter.” Perhaps this is also why one of the patriarchs is called Laughter. The apostle, then, who groans, made this clear when he said: “For indeed we who are in the tent groan, being burdened.” Because of the promise of cheerfulness, he weeps a weeping that is most nourishing and that benefits the soul.
Fragment 11
Klagel. Jerem. 1, 2. Oἰόμεθα δὲ τὸ μὲν ἀγαπᾶν θειότερον εἶναι καί, ἵν' οὕτως εἴπω, πνευματικόν, τὂ δὲ φιλεῖν σωματικὸν καὶ ἐνθρωπικώτερον. τάχα δέ, οὐδενὸς φαύλου ἀγαπῶντος, παρατηρητέον ὅτι περὶ μὲν τῶν κρειττόνων φησί· οὐχ ὑπάρχει παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν, περὶ δὲ τῶν ἐλαττόνων· πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν αὐτήν, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς. οἱ μὲν γὰρ ὑποδεέστεροι καὶ ἠθέτησαν αὐτὴν καὶ ἐγένοντο αὐτῇ ἐχθροί· οἱ δὲ κρείττονες μόνον οὐ παρεκάλεσαν.

⚑ Possible scanning error in the digital Greek (Oἰόμεθα). Check it against the printed edition.

Lamentations 1:2. We think that loving [agapan] is the more divine, and, so to speak, the spiritual kind of love, while being fond [philein] is bodily and more human. Perhaps, since no wicked person loves in the first sense, we should notice that about the better ones it says: “There is no one to console her from all who love her.” About the lesser ones it says: “All who were fond of her rejected her; they became enemies to her.” The lesser ones both rejected her and became her enemies, while the better ones simply did not console her.
Fragment 12
Klagel. Jerem. 1, 3. πρὸς μὲν τὸ ῥητὸν τοιοῦτος ἂν εἴη ὁ νοῦς· τὸν ἴδιον τόπον ἡ Ἰουδαὶα ἤμειψεν, αἰτίων τούτων γενομένων αὐτῇ τῆς ταπεινώσεως αὐτῆς (ἣν τεταπείνωνται ἁμαρτοῦσα καὶ τὸ ἀνάστημα καὶ τὸ ἐγηγερμένον, ὃ πρότερον εἶχεν ἐν θεοσεβείᾳ ὑπάρχουσα, καταλιποῦσα), ἔτι δὲ καὶ τῆς πολλῆς δουλείας αὐτῆς, ἣν δεδούλωτο ὑποτεταγμένη τοῖς πάθεσιν. μετοικισθεῖσα δὲ ἐν ἔθνασιν ἱδρύνθη, ἔνθα εὑρεῖν ἀνάπαυσιν οὐ δεδύνηται, πάντων τῶν ἐχθρῶν καταδιωκόντων αὐτὴν καὶ καταλαβόντων καὶ κατακεκρατηκότων, αὐτῆς γενομένης παρὰ τοῖς ἔθνεσιν οἳ ἔθλιβον αὐτήν.
Lamentations 1:3. As for the literal text, the sense would be this. Judea exchanged her own place. The causes of this were her humiliation (she was humbled by sinning, and she abandoned the high and lofty standing she once had when she lived in godliness), and also her heavy slavery, in which she was enslaved by being subjected to the passions. Removed to a new home, she was settled among the nations, where she was unable to find rest. All her enemies pursued her, overtook her and overpowered her, and she came under the power of the nations who oppressed her.
Fragment 13
Klagel. Jerem. 1,4. Ὁ πρὸς τὸ ῥητὸν νοῦς οὗτός ἐστιν. τοῦ νόμου λέγοντος.. »τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου«, ἔσπευδον οἱ ἀπὸ τοῦ λαοῦ, μετὰ τὸ οἰκοδομηθῆναι τὸν ναὸν ἐν Σιὼν ἀπὸ τοῦ χρόνου Σολομῶντος, ἐπιτελεῖν τὸ προστεταγμένον. καὶ κύκλῳ τῆς Ἱερουσαλὴμ τυγχανουσῶν τῶν πόλεων τῆς Ἰουδαίας, πάντοθεν ὁδοὶ ἦσαν φέρουσαι ἐπὶ τὴν Σιών. ταύτας οὖν ὁ προφήτης διὰ τὴν αἰχμαλωσίαν φησὶ πενθεῖν σκυθρωπαζούσας καὶ ἐν πάσῃ ἐρημίᾳ ὑπαρχούσας ˜† καὶ ἐν ἐκείνοις τοῖς καιροῖς, ὅτε πολλὴ εὐφροσύνη καὶ ἱλαρότης ἦν ἐν αὐτοῖς, σπευδόντων ἐπὶ ἑορτὴν τῶν ἁπανταχόθεν Ἰουδαίων ἐπὶ τὸ Σιὼν ὅρος. πολλῶν δὲ οὐσῶν τῶν πυλῶν τῶν οἰκοδομηθεισῶν ἐν Σιὼν ἐκ πάντων τῶν κλιμάτων, φησὶν ὁ λόγος πάσας ἠσανίσθαι, καὶ τοὺς ἱερεῖς ἄλλας ἡμμέρας οὐ δυναμένους ἐπιτελεῖν, ἢτοι τῷ ᾐχμαλωτίσθαι ἢ τῷ μηδένα εἶναι τὸν προσιόντα αὐτοῖς καὶ τὰς λειτουργίας τὰς ἱερατικὰς ἀπαιτοῦντα. ἀλλὰ καὶ αἱ παρθένοι, φησί, τῆς Σιὼν ἀγόμεναί εἰσι, δῆλον δὲ ὅτι ὑπὸ τῶν κεκρατηκότων πολεμίων.
On the literal level, the sense is this. The law says, “Three times a year every male of yours shall appear before the Lord your God.” So after the temple was built in Zion, from the time of Solomon, the people hurried to carry out what was commanded. The cities of Judea lay around Jerusalem, and roads led from every direction to Zion. The prophet says that because of the captivity these roads mourn: they are gloomy and wholly deserted. [The text is damaged here.] In those earlier times there was great joy and gladness on them, as Jews from every quarter hurried to Mount Zion for the feast. There were also many gates built in Zion, facing every region, and the text says that all of them have been destroyed. The priests can no longer carry out their [duties] on other days, either because they have been taken captive or because no one is left to come to them and ask for the priestly services. Moreover, he says, the virgins of Zion are being led away, evidently by the enemies who have conquered them.
Fragment 14
Klagel. Jerem. 1, 4. Πρὸς δὲ διάνοιαν· τῆς σκοπευτικῆς καὶ θεωρητικῆς δυνάμεως Σιὼν καλουμένης πολλαὶ ὁδοί εἰσι τῶν ποικίλων δογμάτων, μυστικῶν τε καὶ φυσικῶν καὶ ἠθικῶν, τάχα δὲ καὶ λογικῶν, αἱ φέρουσαι ἐπὶ τὴν κατανόησιν καὶ θέαν τῶν προκειμένων. ἐπὰν οὖν τις τὸ τούτων ἀσκητικὸν ἀπολέσας συγχυθῇ, πᾶσαι αὗται αἱ ὁδοὶ πενθοῦσιν οὐκ ὁδευόμεναι, πανηγύρεως μὲν ὑπαρχούσης ταῖς προειρημέναις ὁδοῖς, ὅτε ὁδευονται ἐξεταζόμεναι καί, ἵν᾿ οὕτως εἴπω, διαβαινόμεναι· πενθοῦσι δὲ ὅτε ἐρημοῦνται, οὐκ ἐρευνώμεναι οὐδὲ διεξοδευόμεναι διὰ τὸ ἀποπεπτωκέναι τοὺς ὁδεύοντας καὶ αἰχμαλωτισθέντας ὑπὸ τῶν παθῶν περιεσπάσθαι περὶ τὰ χείρονα.
On the deeper sense: Zion is the name for the power of the soul that watches and contemplates. To it lead many roads of varied teachings, whether mystical, natural or moral, and perhaps also logical. These roads lead to the understanding and contemplation of the matters set before us. But suppose someone loses the discipline of practicing these things and falls into confusion. Then all these roads mourn, because no one travels them. They keep festival when they are traveled, examined and, so to speak, crossed from end to end. They mourn when they are deserted, when no one searches them or goes through them, because the travelers have fallen away, have been taken captive by the passions, and have been drawn off to worse things.
Fragment 15
Klagel. Jerem. 1, 4. Ἡ Σιὼν γλυκὺ μηδαμῶς ἔχουσά τι, ἐν πικρίᾳ διάγει καθ᾿ ἑαντήν οὐ ληπτέον γὰρ τὸ πικραινομένη νῦν ἐπί τινος εἴδους ὀργῆς.
Zion, having nothing sweet at all, lives in bitterness by herself. The words “she is embittered” here should not be taken as a kind of anger.
Fragment 16
Klagel. Jerem. 1, 5. Ἡ τῆς λέξεως σαφήνεια τοιαύτη τίς έστιν. ἔθλιβον τὴν Ἰουδαίαν χώραν ἢ θλίβειν γε ἤθελόν τινες πρὸ τῶν τῆς αἰχμαλωσίας χρόνων, ἀλλ’ οὐκ ἐκράτουν ὑπερασπίζοντος τοῦ θεοῦ τῶν Ἰουδαίων. ὅτε παρεῖχον ἑαυτοὺς ἐκεῖνοι βοηθείας ἀξίους. ὅτε δὲ ἥμαρτον καὶ Πρὸς τῷ μὴ ἀκούειν τῶν προφητῶν ἔτι καὶ ἀνῄρουν αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ, τότε παρεδόθησαν τοῖς θλίβουσιν ὑποχείριοι, ὥστε τοὺς ἐχθροὺς αὐτῶν γενέσθαι κεφαλήν, τουτέστιν, ὡς Σύμμαχος ἡρμήνευσεν, ἄρχοντας. ἕτεροι δὲ τάχα παρὰ τοὺς θλίβοντας οἱ ἐχθροὶ ὄντες ἤτοι τῇ ἐπινοίᾳ ἢ καὶ τῇ ὑποστάσει, έν εὐθηνίᾳ ἐτύγχανον, ὑποχειρίων τοῖς θλίβουσι γενομένων τῶν διὰ τὰ ἁμαρτήματα ἐγκαταλελειμμένων, τοῦ κυρίου ταπεινώσαντος διὰ τὸ πλῆθος τῶν ἀσεβημάτων τοὺς παρανενομηκότας καὶ ἐπὶ τοσοῦτόν γε τοῦτο ποιήσαντος, ὡς μηδὲ τοῖς νηπίοις αὐτῶν ἔλεον καταλειφθῆναι, ἀλλὰ πορευθῆναι αὐτὰ ἐν αἰχμαλωσίᾳ ἐλαυνόμενα ὑπὸ παντὸς τοῦ θλίβοντος.
The plain sense of the wording is something like this. Before the time of the captivity, some were oppressing the land of Judea, or at least wanted to, but they did not prevail, because God shielded the Jews. That was when the Jews showed themselves worthy of help. But when they sinned, and besides not listening to the prophets the sons of Israel even put them to death, then they were handed over into the power of their oppressors. So their enemies became “head,” that is, as Symmachus translated it, “rulers.” Others, however, who were enemies alongside the oppressors, either in intention or in actual fact, were prospering, while those who had been abandoned because of their sins fell into the power of the oppressors. The Lord humbled the transgressors because of the multitude of their ungodly acts. He did it so thoroughly that no mercy was left even for their little children, but they went into captivity, driven along by every oppressor.
Fragment 17
Klagel. Jerem. 1, 5. Ἀρξάντων τε καὶ εὐφρανθέντων τῷ τὸν κύριον διὰ τὸ πλῆθος τῶν ἀσεβημάτων εἰς ταπείνωσιν παραδεδωκέναι τοὺς τὰς ἐν τοῖς ἁγίοις λογίοις συνθήκας πρὸς αὐτὸν οὐ τετηρηκότας.
And those who had not kept their covenants with him, given in the holy oracles, were handed over to humiliation by the Lord because of the multitude of their ungodly acts. Their enemies took the lead and rejoiced over it.
Fragment 18
Klagel. Jerem. 1, 6. Τὰ τῆς λέζεως ὅση δύναμις ἡμῖν σαφηνιστέον, ἐξετάζουσι τις ἡ θυγάτηρ Σιών, καὶ ἐν τίνι ἔχουσα τὴν εὐπρέπειαν, τίς τε ἡ νομή, ἣν οὐκ ἔχουσίν οἱ ἄρχοντες τῆς θυγατρὸς Σιὼν δίκην κριῶν ἀπορούντων βοσκήσεως· καὶ πῶς οὑτοι ἐστερημένοι ἰσχύος πορεύονται κατὰ πρόσωπον τοῦ διώκοντος. ἡγούμεθα δὲ τὸ μὲν ὄρος Σιὼν εἶναι μητέρα τῆς ἐν αὐτῇ συναγωrῆς θυγατρὸς χρηματιζούσης τῆς Σιών, τὴν δὲ εὐπρέπειαν τῆς θυγατρὸς Σιὼν τὴν κτῆσιν τὴν ἐν πέπλοις αὐτῆς, ἥτις κτῆσις ἐν τῷ καιρῷ τῆς προνομῆς ληφθεῖσα ὑπὸ τῶν πολεμίων ἐξῆλθεν ἀπὸ τούτων, ὡν κόσμος ἦν, τουτέστι ἐξεκομίσθη τοῦτο γὰρ ἐμφατικώτερον τῷ ἐξῆλθεν ὠνόμασε), τοὺς δὲ ἡγουμένους τῆς συναγωγῆς, διὰ τὸ ἐπικεῖσθαι τοὺς πολεμίους καὶ αἰχμαλωτίζειν, ἀποροῦντας τῶν συνήθων ὡμοιῶσθαι κριοῖς οὐχ εὑρίσκουσι τροφήν. ὥσπερ μέντοιγε κριοὶ ἐλαυνόμενοι μὴ τραφέντες ἀσθενῶς πορεύονται, τῇ ἀνάγκῃ τῶν ἐπιδιωκόντων εἴκοντες, οὕτω δὲ καὶ οἱ ἄρχοντες αἰχμάλωτοι γενόμενοι, ἀπαγόμενοι εἰς τὴν χώραν τῶν αἰχμαλωτισάντων, ἐπορεύοντο οὐκ ἐν ἰσχύϊ κατ’ ὄψιν τοῦ διώκοντος.

⚑ Possible scanning error in the digital Greek (συναγωrῆς). Check it against the printed edition.

We must explain the wording as far as we are able. We ask who the daughter of Zion is, and in what her beauty lies. We ask also what the pasture is that the rulers of the daughter of Zion do not have, like rams without grazing, and how, stripped of strength, they walk before the face of the pursuer. Our understanding is this. Mount Zion is the mother of the assembly in it, and the assembly is called the daughter of Zion. The beauty of the daughter of Zion is the wealth she had in her robes. When the enemies plundered, this wealth “went out” from the things it adorned. That is, it was carried off; “went out” is the stronger way he says it. The leaders of the assembly, with the enemies pressing upon them and taking captives, lacked their usual provisions. They became like rams that find no food. Rams that are driven along without being fed walk feebly, giving way to the force of those chasing them. In the same way the rulers became captives and were led away to the country of their captors. They did not walk in strength before the face of the pursuer.
Fragment 19
Klagel. Jerem. 1, 6. Πρὸς δὲ διάνοιαν ἡ τοιάδε ψυχὴ θυγάτηρ ἐστὶ Σιών· οἷόν ὡς θυγάτηρ δικαιοσύνης ἡ δικαία καὶ τέκνον σοφίας ἡ σοφή , οὕτω δὲ ἐπεὶ Σιών ἐστι τὸ Σκοπευτήριον) ἡ σκοπευτικὴ καὶ θεωρητικῶς διεξοδικὴ θυγάτηρ Σιὼν ἂν λέγοιτο. εὐπρέπειαν δὲ αὐτῆς καὶ ἀξίωμα τί ἂν ἄλλο δεόντως νομισαίμην ἢ τὸν πλοῦτον τῶν τῆς ἀληθείας μετὰ σοφίας τεθεωρημένων ἁγίων δογμάτων; ἐπὰν οὖν ἀμελήσῃ τις, μετὰ τὸ κτήσασθαι εὐπρἐπειαν καὶ ἀξίωμα, τῆς τε τούτων συνοχῆς καὶ τῆς τοῦ πλούτου τοῦ θείου αὐξήσεως, ἀπορρεῖ καὶ ἐξέρχεται τὰ τέως κόσμος αὐτῆς τυγχάνοντα. ἄρχοντες δὲ οἱ ἡγησάμενοι τοῦ λόγου καὶ χειραγωγήσαντες ἐπὶ τὴν κτῆσιν τῆς προειρημένης εὐπρεπείας, δίκην κριῶν, τῶν ἡγησαμένων, τῆς τῶν προβάτων ποίμνης οὐχ εὑρισκόντων νομήν, ἐν σπάνει κατέστησαν καὶ αὐτοί, ἀνέντες τὴν προσοχὴν τῶν δυναμένων αὐτούς τε καὶ τὰ πρόβατα, ἴν οὕτως εἴπω, πιᾶναι. διὰ τοῦτο ἀσθενήσαντες, καταληφθέντες ὑπὸ τοῦ διώκοντος, ὅστις ἐστὶν ὁ ἀντίδικος ἡμῶν διάβολε, ἔμπροσθεν αὐτοῦ πορεύονται ἐλαυνόμενοι ὅπῃ ἐκεῖνος ἄγειν ἐθέλει. ἐὰν μέντοιγε ἡ προειρημένη θυγάτηρ Σιὼν ἐπιμέλειαν ποιήσηται τοῦ κάλλους αὐτῆς καὶ τῆς εὐπρεπείας αὐτῆς καὶ πρόνοιαν τοῦ φρουρεῖσθαι τὸ ἀξίωμα, φαυλίζει καὶ μυκτηρίζει τὸν τῶν Ἀσσυρίων βασιλἐα, ὡς ἀπὸ τοῦ Ἡσαΐου μεμαθήκαμεν λέγοντος· »ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών«.
Lamentations 1:6. As for the deeper meaning, a soul of this kind is a daughter of Zion. Just as the righteous soul is a daughter of righteousness, and the wise soul a child of wisdom, so, since Zion means “Watchtower,” the soul that keeps watch and passes through things by contemplation could be called a daughter of Zion. What else could I fittingly take to be her beauty and her dignity than the wealth of the holy doctrines of truth, seen with wisdom? So when someone, after gaining beauty and dignity, neglects to hold these doctrines fast and to increase the divine wealth, what had been her adornment drains away and goes out from her. The rulers are those who led the way in the word and guided her by the hand to the possession of the beauty just described. Like rams that lead the flock of sheep and find no pasture, they too have fallen into want, because they let go of attention to the things that could feed them and, so to speak, fatten the sheep as well. Because of this they grow weak and are overtaken by the pursuer, who is our adversary the devil. They walk before him, driven wherever he wishes to lead them. But if the daughter of Zion just mentioned takes care of her beauty and her splendor, and takes thought to guard her dignity, she despises and mocks the king of the Assyrians, as we have learned from Isaiah, who says: “The virgin daughter of Zion has despised you and mocked you.”
Fragment 20
Klagel. Jerem. 1, 7. Ο γὰρ μιμνῃσκόμενος ἐν τῷ τάδε τινὰ πάσχειν οὐ τοῦ ἐνεστηκότος μιμνῃσκεται, ἀλλὰ τοῦ παρεληλυθότος. Καὶ μετ’ ὀλίγα· Τοιαῦτα διαπορήσαντες έν τῷ τόπῳ καὶ ζητοῦντες ὑπόμνησιν παρεληλυθυίας ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς, διὰ τὸ πεπτωκέναι τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ τὰ ἐπιφερόμενα αὐτῇ συμβεβηκέναι, ἐπισκοποῦμεν μὴ ἄρα ἡ κυρίως ταπείνωσις οὐκ ἄλλη τίς έστιν τῆς ἁμαρτίας, ὥσπερ ὕψωσις ἡ κατόρθωσις, καὶ ἀπωσμὸς οὐδενὸς ἐνεργοῦντος γίνεται ἢ τῆς μοχθηρᾶς πράξεως · ἱκανὴ γὰρ αὕτη ἀπώσασθαι ἀπὸ θεοῦ καὶ παντὸς τοῦ κατὰ φύσιν καλλίστου. ὅτε τοίνυν μεθύουσα ἡ Ἱερουσαλήμ, τουτέστιν οἱ κατοικοῦντες αὐτήν, καὶ ἐξεστηκυῖα ἀπὸ τῆς ἁμαρτίας ἐταπεινοῦτο, οὐκ ἐφήσθη τοῖς πταίσμασιν· ὅτε δὲ αἱ ἀνταποδόσεις αὐτῆς ἐληλύθασι διὰ τοῦ τὸν λαὸν αὐτῆς πεπτωκέναι εἰς χεῖρας τοῦ θλίβοντος, οὐδενὸς αὐτῇ βοηθοῦντος, τότε ὑπεμνήσθη τῶν δι’ ἃ ἔπασχεν, αἵτια ἐκεῖνα καταλαμβάνουσα εἶναι τοῦ τε πεπτωκέναι τὸν λαὸν αὐτῆς καὶ τοῦ ἀβοήθητον αὐτὴν καταλελεῖφθαι. Καὶ μετ’ ὀλίγα· Ἐὰν δὲ ἡ τοιάδε ψυχὴ ᾐ ἡ Ἱερουσαλήμ, ἄξιον ζητῆσαι τὸν λαὸν αὐτῆς, οὗ πίπτοντος εἰς χεῖρας θλίβοντος, τῷ μὴ ὑπάρχειν βοηθόν, αὐτὴ μιμνῄσκεται τῶν τῆς ταπεινώσεως αὐτῆς ἡμερῶν, ἔτι δὲ καὶ τῶν ἰδίων οὓς ἀπώσθη ἀπωσμῶν, πρὸς τούτοις καὶ ἐπιθυμημάτων αὐτῆς ὅσα ἦν ἐξ ἀρχαίων ἡμερῶν. ὅρα δὲ εἰ μὴ τὰ ἐν τῇ ἐπιστημονικῇ ψυχῇ θεωρήματα ὁ λαός ἐστι τῆς Ἱερουσαλήμ, ὅστις παρὰ τὸ ἐν ἀπροσεξίᾳ καὶ ἀμελείᾳ γεγονέναι τὴν ψυχὴν πίπτει καταβαλλόμενος ὑπὸ παντὸς τοῦ θλίβοντος. ἀπορρεῖ γὰρ τὰ δόγματα τῶν ἀμελούντων , ἐκθλιβόμενα ὑπὸ τῶν χώραν ἰσχόντων ἁμαρτημάτων παρὰ τῷ τῶν κρειττόνων ἀμελοῦντι , οὐδαμῶς ἴσχοντα τὴν ἐκ λόγου βοήθειαν.
Lamentations 1:7. For the one who remembers, in suffering such things, is not remembering the present but the past. And a little later: Having raised these difficulties at this passage, and looking for the reminder of her past humiliation and her rejections (that is, that her people fell into the hand of the oppressor and the things brought upon her came to pass), we ask whether humiliation in the proper sense is anything other than sin, just as exaltation is right conduct. Rejection too comes about through nothing at work except wicked action, for this is enough to cast a person away from God and from everything that is by nature most beautiful. So when Jerusalem, that is, those who live in her, was drunk and beside herself with sin and was being humbled, she did not take pleasure in her failings. But when her repayments came, through her people falling into the hand of the oppressor with no one to help her, then she remembered the things on account of which she was suffering, understanding them to be the causes both of her people’s fall and of her being left without help. And a little later: But if a soul of this kind is Jerusalem, it is worth asking who her people are. When they fall into the hand of the oppressor because there is no helper, she herself remembers the days of her humiliation, and also her own rejections by which she was cast away, and in addition all her desires from ancient days. Consider whether the people of Jerusalem are not the insights in the soul that has knowledge. Because the soul has fallen into inattention and carelessness, these insights fall, thrown down by everything that oppresses. For the doctrines of the careless drain away, squeezed out by the sins that gain room in the person who neglects better things, since they no longer have any help from reason.
Fragment 21
Klagel. Jerem. 1, 8. Ὁ τῆς λέξεως νοῦς τοιοῦτός ἐστιν. ἐπεὶ ἁμαρτίαν ἥμαρτεν Ἰερουσαλήμ, ἐνσάλῳ γεγένηται καὶ ταραχῇ ἐπὶ τοσοῦτον, ὡς πάντας τοὺς πρότερον δοξάζοντας αὐτὴν μεταβαλόντας ἠτιμακέναι τὴν τοιαύτην πόλιν , θεασαμένους αὐτῆς τὴν ἀσχημοσύνην. αὐτὴ δὲ ἐφ’ οἷς πέπονθε διὰ τὰ ἁμαρτήματα, σάλω καὶ ἀτιμίᾳ τῇ ἀπὸ τῶν ποτε δοξαζόντων περιπεσοῦσα, στενάζουσα οὐκέτι εἰς τὸ ἐμπροσθὲν ἐλήλυθε τῶν ἁμαρτημάτων, ἀλλὰ μειώσασα αὐτὰ ὀπίσω ἀνακεχώρηκεν. Καὶ μετ’ ὀλίγα· Ἐὰν δὲ Ἱερουσαλὴμ ἡ τοιάδε ψυχὴ λέrηται, ἐντρεχής τις καὶ διορατικὴ καὶ τῆς τοῦ θεοῦ εἰρήνης τῆς ὑπερεχούσης πάντα ωνοῦν< κατανοητική, ἐπεὶ δυνατὸν παρὰ πολλὰς αἰτίας ταύτην ἁμαρτεῖν, δηλοῦται τὸ εἰς σάλον αὐτὴν μεταπεπτωκέναι ἐποστᾶσαν τῶν καλῶν καὶ ἐν τοῖς χείροσι γεγενημένην. πᾶς δὲ ὁ τῆς ἀρετῆς ἐκπεσὼν καὶ τῇ κακίᾳ συμβιοὺς ἐν σάλῳ τυγχάνειν ὑγιῶς λέγεται.

⚑ Possible scanning error in the digital Greek (λέrηται,). Check it against the printed edition.

Lamentations 1:8. The sense of the passage is this. Since Jerusalem sinned a sin, she has become unstable and troubled, so much so that all who formerly honored her changed their minds and dishonored such a city, when they saw her disgrace. And she, for what she has suffered because of her sins, fallen into turmoil and into dishonor from those who once honored her, groans. She no longer goes forward in her sins but has lessened them and withdrawn backward. And a little later: But if a soul of this kind is called Jerusalem, quick-witted, sharp-sighted, and able to understand the peace of God that surpasses all understanding, then, since it is possible for her to sin for many reasons, the passage shows that she has fallen into turmoil, having withdrawn from good things and come to be among worse ones. Everyone who has fallen from virtue and lives together with vice is rightly said to be in turmoil.
Fragment 22
Klagel. Jerem. 1, 8. Δηλοῖ τὴν ἀνακοπὴν τῶν ἁμαρτημάτων τῆς Ἱερουσαλήμ, οὐκέτι τοῖς ἕμπροσθεν ἐπεκτεινομένης< τῶν πταισμάτων οὐδὲ ἐν τῇ τῶν ἁμαρτημάτων γινομένης, ἀλλ’ ἀποστρεφομένης εἰς τὰ ὀπίσω ἐπὶ τῶ ἰδίω καλῶ.
It shows the checking of Jerusalem’s sins. She no longer stretches forward to the failings that lie ahead, nor does she go on in her sins, but turns back, toward what is good and her own.
Fragment 23
Klagel. Jerem. 1, 9. Κατὰ μὲν τὴν σωματικὴν διήγησιν τὸ λεγόμενον περὶ τῆς Ἱερουσαλὴλ νῦν τοιοῦτόν ἐστιν. ἐμπόδιόν ἐστιν ἡ ἀκαθαρσία τῆς Ἰερουσαλήμ· τίνος δὲ ἐμπόδιον, ἡμῖν καταλέλοιπε νοεῖν ὁ προφήτης. τάχα οὐκ δηλοῖ ὂτι κωλυτική ἐστι τῆς πορείας αὐτῆς ὴ ἀκαθαρσία. ἀλλὰ καὶ τοιάδε τις οὖσα δηλοῖ ὄτι Ἱερυσαλήμ τῶν τῶν ἐσχάτων αὐτῆς οὐκ ἐμνημόνευσεν. ταῦτα δὲ ὁ ἔχων πρὸ ὀφθαλμῶν καὶ ὁρῶν τί διὰ τὰ ἁμαρτήματα ἀπαντήσεται, οὐχ ἁμαρτήσεται. διὰ ταύτην τοίνυν τὴν ἀκαθαρσίαν ἐμπόδιον αὐτῇ· καὶ διὰ τὸ μὴ μνημονεύειν αὐτὴν τῶν ἐσχάτων αὐτῆς, τὰ θαυμαστὰ αὐτῆς καὶ τὰ μεγάλα, ἅτινα εἶχεν ὅτε ἀξία τοῦ ἐπισκοπεῖσθαι ἐτύγχανε, κατεβίβασε καὶ εἰς ταπεινότητα ἤνεγκε, πρότερον ὑπέρογκα ὄντα καὶ μείζονα παντὸς ἐπαίνου. ἀλλὰ καὶ μετὰ ταῦτα πάντα οὐκ ἦν ὁ παραμυθούμενος τὴν τὰ μέγιστα τὴν τὰ μέγιστα αὐτῆς κατανόησον τὴν ἐμοῦ τοῦ λέγοντος ταπείνωσιν, κύριε, ἐπειδήπερ ὁ ἐχθρὸς ἐπὶ τοῖς γενομένοις τῇ πατρίδι μου μεγαλύνεται. Καὶ μετ΄ ὀλίγα· Ζητητέον μέντοι κατὰ τοὺς τῆς ἀναγωγῆς νόμους εἰ δυνατὸν ἔν τινι τυγχάνειν ἀκαθαρσίαν οὐκ αἰτίῳ ταύτης ὅντι. ἴδωμεν δὲ καὶ τὰ πρῶτα νοήματα τοῦ Θρήνου.
Lamentations of Jeremiah 1:9. On the literal, bodily reading, what is said here about Jerusalem is this: the uncleanness of Jerusalem is an obstacle. The prophet leaves us to work out what it is an obstacle to. Perhaps he does not only mean that the uncleanness hinders her journey. Even while she was in that state, he shows that Jerusalem did not remember her last things. Whoever keeps these before his eyes, and sees what will meet him because of his sins, will not sin. So because of this uncleanness there is an obstacle for her. And because she did not remember her last things, she brought down her wonderful and great possessions, which she had when she was worthy of being watched over, and she carried them down into lowliness. Before, they were immense and beyond all praise. Yet even after all this there was no one to comfort her. [The text here is corrupt; the sense seems to be:] “Consider her greatest losses; consider my humiliation, I who say, Lord, since the enemy is magnified over what has happened to my homeland.” And after a few lines: But following the rules of allegorical interpretation, we must ask whether it is possible for uncleanness to be in someone who is not the cause of it. Let us also look at the first thoughts of the Lament.
ἡ τοιάδε ψυχὴ ἐκπεσοῦσα πάντως καὶ ἐν ἀΚαθαρσίᾳ ἐστίν, ἥτις ἀκαθαρσία κωλύει τὴν ἁγίαν ὀδὸν ὁδεύειν. καὶ ὥσπερ τὰ ὑποδήματα κελεύεται ὑπὸ θεοῦ ὑπολύσασθαι ἁγίῳ τόπῳ ἐπιβαίνων ὁ ἱερὸς Μωσῆς καὶ ὁ διάδοχος αὐτοῦ Ἰησοῦς, οὐ καθήκοντος περικεῖσθαι νεκρὰν δορὰν έν ἱερῷ τόπῳ τοὺς πόδας, οὕτως εἰ μέλλοι τις ὁδεύειν ἀνεμποδίστως, τάχα οὐ μόνον ὑπολύσα- σθαι, ἀλλὰ καὶ ἀποπλύνασθαι ὀφείλει τὴν ἀκαθαρσίαν τὴν γενομένην ἀπὸ τοῦ χοῦ περὶ τοὺς πόδας. καὶ οἰόμεεθά γε τούτου σύμβολον εἶναι τὸ τὸν σωτῆρα βαλόντα ὕδωρ εἰς τὸν νιπτῆρα πεπλυκέναι τοὺς πόδας τῶν μαθητῶν, λέγοντα τῷ μηδέπω συνιέντι τὸ μυστή- ριον καὶ διὰ τοῦτο κωλύοντι Πέτρῳ· »ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ‘ «, καὶ »ὄ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα«. οὐκοῦν δεήσει τας περὶ τούς, ἲν’ εἴπω, πόδας τῆς ψυχῆς ἀκαθαρσίαν καὶ] δεηθῆναι τοῦ Ἰησοῦ, ὃπως αὐτὴν ἀποπλύνῃ καὶ δυνηθῶμεν μέρος ἕχειν μετ’ αὐτοῦ. εἰ γὰρ παραμένοι αὒτη, ἐμπόδιόν ἐστι τὴν κατὰ τὸν ὑγιῆ λόγον ἡμᾶς βαδίζειν ὁδόν, τὸν σωτῆρα τὸν εἰπόντα· »ἐγώ εἰμι ἡ ὁδός«.
A soul of this kind that has fallen is altogether in uncleanness, and this uncleanness prevents it from walking the holy way. God commanded holy Moses, and Jesus his successor, to take off their sandals when they stepped on a holy place, because it was not fitting to wear a dead skin on the feet in a sacred place. In the same way, if someone is to walk without hindrance, perhaps he must not only take off his sandals but also wash away the uncleanness that the dust has left around his feet. We think the Savior’s act is a symbol of this. He put water into the basin and washed the disciples’ feet. He spoke to Peter, who did not yet understand the mystery and so tried to stop him: “If I do not wash you, you have no part with me,” and “What I am doing you do not know now, but you will know after these things.” So it will be necessary [for us to recognize] the uncleanness around the feet, so to speak, of the soul, and to ask Jesus to wash it off, so that we may be able to have a part with him. For if that uncleanness remains, it is an obstacle to our walking the way in accordance with sound doctrine, that is, the Savior who said, “I am the way.”
Fragment 24
Klagel. Jerem. 1, 9. Δῆλον δὲ ὅτι ἡ μὲν ὑγιαίνουσα ψυχὴ ἢ κἂν τοιαύτη γε εἶναι βουλομένη ταῦτα πράττει, οὐ τοσοῦτον τὸ παρὸν μόνον σκοποῦσα, ὅσον προορωμένη τί καὶ εἰς τὰ μέλλοντα ἐκ τῶν ἐπιτελουμένων ἀπαντηθήσεται. καὶ ἐὰν μὲν χρηστοῦ τινος νομιζομένου ἐπὶ τοῦ παρόντος γίνεσθαι προθεωρῇ τὸ ἐν τῷ μέλλοντι πικρόν, παραπεμψαμένη τὸ δοκοῦν εἶναι ἡδὺ τὸ ἐναντίον πράττει, ὑπὲρ τοῦ μὴ μετὰ ταῦτα χαλεπῷ τινι περιπεσεῖν· ἐὰν δὲ ἐπιπόνου τυγχάνοντος τοῦ παρόντος ἀγαθαὶ ἐλπίδες διαδέχωνται τὸ φαινόμενον σκληρόν, ἑκου. σίως αὑτὴν ἐπιδώσει τῇ τραχύτητι τοῦ δόξαντος ἃν εἶναι δεινοῦ παρά τισιν, ἐπὶ τῷ τυχεῖν τῶν διὰ τὸ ὑπομεμενηκέναι ταῦτα διαδεχομένων γλυκέων τὰ σκληρά.
Lamentations of Jeremiah 1:9. It is clear that the healthy soul, or at least the soul that wants to be healthy, does these things. It looks not so much at the present alone as ahead to what will meet it in the future from what is being done. Suppose something seems good in the present, but the soul foresees bitterness in the future. Then it sets aside what seems sweet and does the opposite, so that it will not later fall into something harsh. But suppose the present is painful, yet good hopes follow what looks hard. Then the soul gives itself willingly to the roughness of what some would think terrible, so that through having endured these hard things it may gain the sweet things that follow them.
Fragment 25
Klagel. Jerem. 1, 9. Ταῦτα δὲ πάντα, φησί, παθοῦσα ἡ τροπικώτερον καλουμένη Ἱερουσαλὴμ ούδὲ τοῦ παραμυθουμένου εὐπόρησεν· ἀποστραφεῖσα γὰρ τὸν ἐν αὐτῇ λόγον καὶ ὅλη τοῦ πάθους γεγενημένη, τὸν βοηθὸν ἀπολώλεκε, τὸν ἀεὶ κατὰ τῶν πόνων ὁπλίζοντα καὶ τῶν νομιζο- μένων δεινῶν τὴν προσέχουσαν αὐτῷ διάθεσιν. ἐπὶ τούτοις δ’ ἐμοῦ τοῦ πολίτου τὴν ταπείνωσιν ἴδε· ὡς ἂν λέγοι συγγενὴς ψυχῆς· τὸ τοῦ πολίτου μου πάθος, δι’ ἥν ἐδιδάχθην φιλανθρωπίαν, ἐμή ἐστι συμφορά. κατανόησον οὖν, ὠ κύριε, καὶ μὴ τέλεον καταλίπῃς τὴν τὰ προειρημένα πεπονθυῖαν· μὴ ὑπερίδῃς τὸν ἐχθρὸν αὐτῇ, λέγω δὴ τὴν κακίαν μεγαλυνθεῖσαν καὶ κεχυμένην κατ΄ αὐτῆς. δύναται δὲ τροπικώτερον λέγεσθαι τὸ ἵδε, κύριε, τὴν ταπείνωσίν μου ὑπὸ τοῦ ἐνυπάρχοντος τῇ ψυχῇ λόγου, ἀτιμασθέντος καὶ τετα- πεινωμένου καί, ἵν' οὕτως εἴπω, τὸ ἴδιον βασίλειον ἀπολωλεκότος.
Lamentations of Jeremiah 1:9. He says that after suffering all this, the city more figuratively called Jerusalem did not even find anyone to comfort her. She turned away from the Word within her and gave herself wholly to passion. So she has lost her helper, who always arms against toils and against what are thought to be terrors the disposition that pays attention to him. Then see my humiliation, as the citizen’s kinsman of soul might say: the suffering of my fellow citizen, through which I was taught love for people, is my own misfortune. “Consider, then, O Lord, and do not abandon altogether the one who has suffered what was described. Do not overlook her enemy.” I mean evil, grown great and poured out against her. The words “See, Lord, my humiliation” can be taken more figuratively as spoken by the Word who is within the soul, who has been dishonored and humbled and, so to speak, has lost his own kingdom.
Fragment 26
Klagel. Jerem. 1, 10. Ἐπιθυμήματα τοίνυν τῆς Ἱερουσαλὴμ νοητέον τὰ ἐν τῷ ναῷ, καὶ τὰ ἅγια τῶν ἁγίων ἀποκείμενα εἰς τὴν ἱερατικὴ λειτουργίαν ευετα, καὶ τὰ ἄλλως παρὰ τὸ ἐναποκεῖσθαι τῷ ναῷ θεῖα εἶναι πεπιστευμένα, οἶον τὴν λυχνίαν τὴν χρυσῆν καὶ τὰ λοιπά. πεπει- σμένοι γὰρ οἱ ἀπὸ τοῦ λαοῦ ταῦτα εἰς δόξαν θεοῦ ἐναποκεῖσθαι τῷ ναῷ, πάντων προέκρινον αὐτὰ ἐπιθυμοῦντες αὐτοί τι παθεῖν μᾶλλον ὑπὸ τῶν πολεμίων χαλεπὸν ἢ τούτων ὑποχείριόν τι γενέσθαι τοῖο ἐχθροῖς. τὸ δὲ ἁγίασμα ἕθος τοῖς ἐκ περιτομῆς τὸν ναὸν καλεῖν.
The “desirable things” of Jerusalem should be understood as the things in the temple. These are the holy of holies, the [vessels] kept for the priestly service, and the other things believed to be divine because they were stored in the temple, such as the golden lampstand and the rest. The people were convinced that these things were kept in the temple for the glory of God. So they valued them above everything, and would themselves rather have suffered something harsh at the hands of the enemy than see any of these things fall into enemy hands. Those of the circumcision are accustomed to call the temple “the sanctuary.”
Fragment 27
Klagel. Jerem. 1, 10. Παραδοξότατον δέ τι πέπονθεν ἡ Ἱερουσαλὴμ παρὰ τὸν καιρὸν τῆς αἰχμαλωσίας. ἐθεάσατο γὰρ ἔθνη, ἃ ἐνετείλατο ὁ θεὸς εἰς τὴν ἐκκλησίαν μὴ εἰσέρχεσθαι, πατοῦντα τὸ ἁγίασμα, ἔνθαοὐδὲ τοῖς Ἰσραηλίταις εἰσελθεῖν θέμις, μόνων ἀξιωθέντων τῶν ἱερέων ἐν ἐκείνῳ μετὰ τῶν οὐ τυχόντων ἁγνισμῶν γίνεσθαι τῷ χωρίῳ. ἔφθασαν δὲ οἱ πολέμιοι καὶ μέχρι τῶν ἀβάτων εἰσελθόντες εἰς τόπον ὅν μόγις >μετὰ πολλῆς ἁγιστείας ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ δἰσῄει<. Καὶ μετ΄ ὀλίγα· Ἐὰν δὲ Ἱερουσαλήμ, καθάπερ προπαρεστήσαμεν, ἡ τοιάδε ψυχὴ τυγχάνῃ, νοητέον τὰκατὰ φύσιν αὐτῆς ἀγαθὰ κόσμον αὐτῆς ὄντα, δι ὧν ἐθεράπευε τὸ θεῖον, ἐναποκείμενα τοῖς ἀβάτοις αὐτῆς παντί τῳ πλὴν τοῦ ἀρχιερέως λόγου, έπιθυμήματα αὐτῆς καλεῖσθαι. ἐπὶ πάντα δὲ ταῦτα ὁ ἐν τῷ παλαίειν κεκρατηκὼς ἐχθρός, θλίψας τὴν οὐ καλῶς ὑπὲρ αὑτῆς στρατευομένην, ἀλλ᾿ ἀξίως ὑπὸ τῆς θείας βοηθείας ἐγκαταλελειμμένην , ἐκτείνας αὑτὸν διὰ τῆς εἰς τὰ μοχθηρὰ δραστηρίου δυνάμεως αὐτοῦ, ἐξέσπασε τοῦ ἡγεμονικοῦ καὶ ἔρημον τῶν καλῶν καταλέλοιπε τὴν ἀποστᾶσαν θεοῦ ψυχήν. καὶ ἔθνη δὲ κατὰ τὸν τόπον ἀλληγορητέον τὸν ὅχλον τῶν κακιῶν, εἰσελθόντα εἰς τὸ δημιουργηθὲν ἡγεμονικὸν ἐπὶ τῷ εἶναι θεοῦ χωρητικὸν καὶ ἀληθὲς ἁγίασμα τοῦ βουλομένου νῷ καθαρῷ ἐπαναπαύεσθαι. ἅπερ ἕθνη ἀπαγορεύει ὁ θεὸς παντελῶς εἰσιέναι εἰς τὴν ἐκκλησίαν· τί γὰρ ἂν ἄλλο κυριώτερον ἀπαγορεύεσθαι νομίζοιμεν ἀπὸ θεοῦ εἰσέρχεσθαι εἰς ψυχὴν ἀριθμουμένην ἐν ἐκκλησίᾳ θεοῦ ἢ τὰ ἔργα καὶ τὸ φρόνημα τῆς σαρκός, ἀληθῶς ἔθνη ἐχθρὰ ὄντα τοῦ θεοῦ; <ἡ γὰρ σὰρξ στρατεύεται κατὰ τοῦ πνεύματος<, >τοῦ φρονήματος τῆς σαρκὸς ἔχθρας σὔσης εἰς θεόν<· »τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται«.
Jerusalem suffered something most astonishing at the time of the captivity. She saw nations that God had commanded not to enter the assembly trampling the sanctuary. Even Israelites are not permitted to enter that place. Only the priests were counted worthy to be there, and only those who had received the purifications. The enemies went even as far as the forbidden places, into a place which the high priest enters only once a year, and then only barely and with great purification. And a little later: If Jerusalem, as we explained above, is a soul of this kind, then the good things that belong to her by nature should be understood as her adornment. By these she served the divine. They are stored in her inner places, which are closed to every word except the high priest, and they are called her “desirable things.” Against all these things came the enemy who had won the wrestling match. He had pressed hard on the soul that was not fighting well on her own behalf but was deservedly abandoned by divine help. He stretched himself out with his power, which is active toward what is wicked, and tore her away from her ruling faculty. He left the soul that had fallen away from God empty of good things. The nations in this passage should also be taken allegorically. They are the crowd of vices that has entered the ruling faculty. That faculty was made able to receive God, and to be a true sanctuary for the one who wishes to rest in a pure mind. God forbids these nations absolutely to enter the assembly. For what could we suppose God more properly forbids to enter a soul counted among the assembly of God than the works and mindset of the flesh? They are truly nations hostile to God. “For the flesh wars against the spirit,” and the mindset of the flesh is enmity toward God. “For it is not subject to the law of God; indeed, it cannot be.”
Fragment 28
Klagel. Jerem. 1, 11. Ἐστέναζον διὰ λιμὸν καὶ μικρᾶς ἕνεκα βρώσεως ψυχὴν ἐπιστρεφούσης ἐκλείπουσαν παρεῖχον τὰ τιμιώτατα. πῶς δὲ τὰ προρρηθέντα ἐπιθυμήματα παρὰ τῶν πολεμίων ἀπενεχθέντα παρεῖχον εἰς ὠνὴν τροφῆς; ἀλλ᾿ >ἐξέτεινε μὲν ὁ ἐχθρὸς ἐπὶ πάντα τὴν χεῖρα<, κορεσθεὶς δὲ τῷ λαβεῖν ἅπερ ἤθελε, τὰ λοιπὰ καταλέλοιπεν. ἀνθ’ ὧν ἐπρίαντο τὴν τροφήν.
They groaned because of famine. For a little food, to bring back a fainting soul, they gave away their most precious things. But how could they give the treasures mentioned above to buy food, when the enemies had carried them off? The enemy “stretched out his hand over everything,” but when he had taken his fill of what he wanted, he left the rest. In exchange for that remainder, they bought food.
Fragment 29
Klagel. Jerem. 1, 11. Εὐχὴ παρὰ τῆς Ἱερουσαλὴμ τὸ ἴδε, κύριε, τὴν ἐμὴν ἀτιμίαν, ἀπολεσάσης τὸν κόσμον διὰ λιμόν. μήποτε δὲ διάφορα τὰ ἐπιθυμήματα, προηγουμένως μὲν τὰ προδεδηλωμένα >ἐφ᾿ ἅπερ ὁ ἐχθρὸς ἐξέτεινε τὴν x003C;, δεύτερα δὲ τὰ ἑνὸς ἑκάστου τῶν ἀπὸ τοῦ λαοῦ· καὶ τὰ μὲν κοινὰ παρείληφεν, ἀντὶ δὲ τῶν ἰδικῶν ἕκαστος ὠνεῖτο τροφήν. πρὸς δὲ ἀναγωγήν, ὥσπερ Ἠσαῦ ἀπέδοτο τὸ πρωτοτόκια πυρρᾶς ἕνεκα τροφῆς, ἡς ἐπώνυμος γέγονεν Ἐδὼμ δὲ Ἑρυθρὰ γῆ· καὶ γὰρ ἐγένετο γήϊνος, καταφρονήσος μὲν τῶν πρωτοτοκίων, προηγούμενα δὲ ποιήσας τὰ γήΪνα, ἅπερ Ἰακὼβ ὡς ἀναγκαῖα μετήρχετο δευτέρῳ λόγῳ διὰ τὸ τυγχάνειν ἐν σώματι), οὕτω καὶ Ἱερουσαλήμ. ἀλλ’ ὁ μὲν δίδωσι τῷ ἀξίῳ Ἰακὼβ τυχεῖν, ἅπερ εἶχεν ἐπιθυμή- ματα, εἰ καὶ μὴ ταῦτα προείλετο· ὁ δὲ λαὸς Ἱερουσαλὴμ δέδωκε μὲν καὶ αὐτὸς ἔνεκα βρώσεως, ἀλλ’ οὐχὶ ἀγίου ταύτην κατασκευά- σαντος, ἀλλὰ Βαβυλωνίων οἵτινες ἐνυβρίζειν ἔμελλον τοῖς δοθεῖσιν ἐπιθυμήμασιν. ὁ μὲν γὰρ Ἰακὼβ οἶδε κοσμῆσαι τὰ παρὰ Ἠσαῦ, οἱ δὲ Βαβυλώνιοι οὐ χρῶνται τοῖς δοθεῖσιν ἐπ' ἰδίῳ καλῷ. οὕτω καὶ ψυχὴ δί ἀπορίαν τῶν ἀναγκαίων χρειῶν ἀπορρίπτει τὰ θεῖα μαθήματα τοῖς κατὰ περιεργίαν βουλομένοις ἐπὶ διαβολῇ καὶ χλεύῃ μαθεῖν.
“Look, Lord, at my dishonor” is a prayer from Jerusalem, who has lost her adornment because of the famine. Perhaps the treasures are of two kinds. The first are those described earlier, “against which the enemy stretched out his [hand].” The second are those belonging to each individual of the people. The enemy took the common treasures, and in place of their private ones each person bought food. Now for the higher meaning. Esau sold his birthright for the sake of red stew, from which he got the name Edom, that is, Red Land. He became earthly, since he despised the birthright and put earthly things first. Jacob pursued the same things only in second place, as necessities, because he was in a body. Jerusalem is like this too. But Esau gave Jacob, the worthy one, the desirable things he had, even if he had not chosen them first. The people of Jerusalem also gave their treasures for the sake of food. But they did not give them to a holy man who had prepared the food. They gave them to Babylonians, who were going to treat the treasures they were given with contempt. Jacob knows how to adorn what comes from Esau, but the Babylonians do not use what they are given for any good of their own. In the same way a soul, for lack of necessary provisions, throws away the divine teachings to those who, out of idle curiosity, want to learn them in order to slander and mock.
Fragment 30
Klagel. Jerem. 1, 13. Τὸν ἐπὶ τῇ ἁλώσει δεδήλωκεν ἐμπρησμὸν τῶν ἰσχυροτάτων οἰκοσομημάτων ἁψάμενον ἢ τὴν ἅλωσιν τῶν ὑπερεχόντων ἐν αὐτῇ πολι- τῶν, ψυχῇ τε καὶ τοῖς ἐκτὸς οἱονεὶ πυρουμένων ταῖς συμφοραῖς. δηλοῖ καὶ τῶν ὑποβεβηκότων τὴν σύλληψιν τὴν εἰς δουλείαν ὥσπερ ἐν ἄγρᾳ δικτύων , τῶν μὴ καλῶς χρησαμένων τῇ ἐλευθερίᾳ. οὑτοι γάρ, οὐ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι τῶν ὄπισθεν · ἀπέστρεφον δὲ ἀπὸ δόξης εἰς ἀτιμίαν, ἀπὸ ἐλευθερίας εἰς δουλείαν, καὶ γεγόνασιν ἀντὶ ἐνδόξων ἠμαυρωμένοι καὶ ἀφανεῖς ἐξ ἀτιμίας καὶ ὔβρεως· δι' ἅπερ εἰς διηνεκῆ πέπτωκε λύπη ἡ πόλις.
Lamentations of Jeremiah 1:13. He has described the fire that came with the capture, which took hold of the strongest buildings, or else the capture of the leading citizens in the city, who were burned, as it were, in soul and in outward things by their calamities. He also shows the seizing of the lower classes into slavery, as in a field of nets. These were the people who had not used their freedom well. They were not stretching forward to the things ahead of them [text uncertain: something seems to be missing], but turned back to the things behind. They turned from glory to dishonor and from freedom to slavery. Instead of being honored, they became dimmed and obscure, through dishonor and outrage. Because of all this the city has fallen into endless grief.
Fragment 31
Klagel. Jerem. 1, 14. Ἡ πρόνοια, φησίν, ἐπὶ τοῖς ἐμοῖς ἀσεβήμασιν οὐ κεκοίμηται· θεὸς γὰρ ὥσπερ εἰς χεῖρας λαβὼν αὐτὰ διὰ τῆς ἐξετάσεως τοῖς διὰ τὴν ἀνταπόδοσιν ἐνέπλεξεν ἕργοις. καὶ γέγονέ μοι ταῦτα καθ άπερ ἐπὶ τραχήλου ζυγὸς καὶ δουλείαν ἐπέθηκεν· ἥν γὰρ ἐδούλευσα τῷ Ναβουχοδονόσορ δουλείαν, τὰ ἐμά ἐστιν ἀσεβήματα, διόπερ ἄτονος γἐγονα παραδοθεῖσα τούτοις ὦν ὑποστῆναι τὴν δεσποτείαν οὐ δύναμαι. Καὶ μετ΄ όλίγα· Ὁ ζυγὸς αὐτοῦ κατὰ τοῦ τραχήλου μου. δείκνυται δὲ διὰ τοῦ παρόντος ῥητοῦ τροπικώτερον δεῖν ἐκλαμβάνεσθαι τὰ ὡς περὶ παθῶν ἡμετέρων λεγόμενα περὶ τοῦ θεοῦ. πῶς γὰρ ἅν ἄλλως τὰ τῆς Ἱερουσαλὴμ ἀσεβήματα τῇ τοῦ θεοῦ συμπεπλεγμένα χειρὶ ἢ τροπικῶς; οὐ γὰρ ἄν τις λέγοι καὶ ταῦτα σωματικῶς. πῶς δὲ οὐκ ἄτοπον, τῆς μὲν Ἱερουσαλὴμ πόλεως οὔσης τὸν τράχηλον λαμβάνεσθαι τροπικῶς, τὰ ὡς θεοῦ δὲ λεγόμενα μέλη μὴ τὸν αὐτὸν ἀκούεσθαι τρόπον; λεγέσθω δὲ τὰ νῦν ὡς ὑπὸ ψυχ·ῆς εἰς ἀσέβειαν ὑπνωσάσης, ἐν τῷ ἀφηνιακέναι μὲν ἀπὸ τοῦ σωτηρίου ζυγοῦ τοῦ ὑγιοῦς λόγου, ὅν ὁ σωτὴρ ὀνομάζει χρηστόν, ὑποδῦναι δὲ τὸν τῶν ἀσεβημάτων, δι' ὦν· ἠτόνησεν ἀφεθεῖσα τῆς θείας ἐπισκοπῆς καὶ παραδοθεῖσα τῇ βασιλευούσῃ τῶν κακῶν ἁμαρτίᾳ, ἡς τοῖς θελήμασι διὰ τὸ ἀπεριόριστον καὶ ἄπειρον τῆς κακίας οὐ δύναται πάντῃ ὑπουργῆσαι καὶ κόρον αὐτῇ παρασχεῖν. ταπεινοῖ δὲ ὄντως ἡ ἁμαρτία καὶ ἅγχει καὶ κάτω βλέπειν ποιεῖ· ζυγὸς δὲ καὶ τὸ συνειδὸς ἄγχον ἀεὶ καὶ τιτρῶσκον καὶ ἀνανεύειν μὴ συγχωροῦν καὶ πάσης ἀφαιρού- μενον παρρησίας. πάρεσιν δέ, φησί, καὶ τῆς ἰσχύος ᾖ μὴ καλῶς ἐχρησάμην ἐποίησε, καὶ λύομαι τὰ συνέχοντά με θεωροῦσα κακά.
Lamentations of Jeremiah 1:14. Providence, she says, has not been asleep over my ungodly acts. God, as though taking them into his hands, has examined them and woven them into the works of recompense. They have become for me like a yoke on the neck, and he has laid slavery upon me. For the slavery I served to Nebuchadnezzar is my own ungodliness. So I have become powerless, handed over to masters whose rule I cannot endure. And a little later: “His yoke is on my neck.” This present text shows that what is said of God as if it were about our own passions must be taken more figuratively. For how else could Jerusalem’s ungodly acts be woven together by the hand of God, except figuratively? No one would say that these things happen in a bodily way. And would it not be absurd to take the neck figuratively, since Jerusalem is a city, and yet not to hear the members spoken of as God’s in the same manner? Let it now be said as if by a soul that has fallen asleep into ungodliness. It has kicked free from the saving yoke of sound reason, which the Savior calls “easy,” and has slipped under the yoke of its ungodly acts. Through these it grew weak, abandoned by God’s oversight and handed over to sin, the ruler of evils. Because wickedness is boundless and without limit, the soul cannot fully serve sin’s wishes or ever give it enough. Sin truly humbles, chokes, and makes a person look downward. A yoke, too, is the conscience that always chokes and wounds, will not allow the head to be lifted, and strips away all boldness. It has caused, she says, a slackening even of the strength which I did not use well, and I am undone as I look at the evils that hold me fast.
Fragment 32
Klagel. Jerem. 1, 15. Οὐκ ἐκ μέσου μου ἐξῆρεν αὐτούς εἰ γὰρ καὶ ἀπεστερήμην αὐτῶν, ἀλλ' ἐξῆν εἰς ἕτερα καταχρήσασθαι), ἀλλ’ ἐν μέσῳ μου παθεῖν αὐτοὺς κατεδίκασε δι' ἄπερ ἠσέβησα, καὶ πεπόνθασιν οἱ ἐκλεκ- τοί μου τὰ χαλεπώτατα , αὐτοῦ τοῦ κυρίου τὸν οἶνον τοῦ θυμοῦ αὐτοῦ ἐν ληνῷ πατήσαντος εἰς πλησμονὴν ἐμοὶ καὶ τῇ παρθένῳ τοῦ βασιλικωτάτου Ἰούδα. λέγοι δ' ἂν ἰσχυροὺς μὲν τοὺς δυνα- τοὺς ἐν πολέμῳ καὶ τῆς πατρίδος ὑπερασπίζοντας, ἐκλεκτοὺς δὲ τοὺς εὐγενεῖς ἢ σοφούς. σαφηνίζει δὲ τὸ ληνὸν ἐπάτησεν τὸ περὶ τῆς τῶν ἁμαρτωλῶν τιμωρίας ἐν Ψαλμοῖς εἰρημένον· »ποτήριον ἐν χειρὶ κυρίου, ἀκράτου ἀκράτου πλῆρες κεράσματος«, κλινόμενον ἐκ τοῦδέ τινος τοῦ κολαζομένου ἐπὶ τόνδε τὸν κολαζόμενον, ἕως πίωσι »πάντες οἱ ἁμαρτωμοὶ τῆς γῆς«, τῆς τρυγὸς ὑπολειπομένης τοῖς ἀμαρτω- λοτέροις ἔτι τούτων ὑπάρχουσιν, εἰς οὕς τελευταίους »ὁ τρυγίας« ἐκκενωθήσεται.
Lamentations of Jeremiah 1:15. He did not take them from my midst. For even if I had been deprived of them, it would have been possible to use them for other purposes. Instead he condemned them to suffer in my midst because of the ungodly things I did. My chosen ones have suffered the most grievous things, since the Lord himself trod the wine of his wrath in the winepress, to the full, for me and for the virgin of Judah, the most royal. By “strong men” he might mean those mighty in war who defended the homeland, and by “chosen” the well-born or the wise. The phrase “he trod the winepress” is made clear by what is said in the Psalms about the punishment of sinners: “a cup in the hand of the Lord, full of unmixed mixture.” It is tipped from one person being punished to the next, until “all the sinners of the earth” drink. The dregs are left for those who are still more sinful than these, and into these last “the dregs” will be emptied.
Fragment 33
Klagel. Jerem. 1, 15. Οὐ χαλεπὸν δὲ ἰδεῖν, πῶς ληνὸν ἐπάτησε κύριος παρθένω θυγατρὶ Ἰούδα· ἐπεὶ γὰρ ἅ σπείρει ἕκαστος, ταῦτα καὶ θερίσει< τάχα δὴ καὶ ἃ γεωργεῖ, ταῦτα καὶ τρυγᾷ. ὁ μὲν οὖν κρείττονα οἶνον ποιήσας εὐφρανθήσεται ἀπὸ τῶν ἱδίων γεννημάτων, ὁ δὲ γεωργήσας ἅμπελον Σοδόμων καὶ κληματίδα Γομόρρας καὶ καρποφορήσας στα- φυλὴν χολῆς καὶ βότρυν πικρίας καὶ θυμὸν ἀσπίδων ἀνίατον, πάντων ὑπὸ κυρίου συναγομένων< εἰς μίαν ληνόν, πατουμένων κακῶν ἔργων αὐτοῦ καὶ θλιβομένων, τοῖς τοιούτοις ἀκολούθως καρποῖς πίεται ὑπὲρ τοῦ τὴν χολὴν ἐμέσαι καὶ τὴν πικρίαν καὶ τὸν θυμόν. καὶ πίεται, κατὰ μὲν τὸν Ἱερεμίαν εἰς τὸ ἐξεμέσαι, κατὰ δὲ τὸν Ἡσαΐαν εἰς τὸ ἐξεγερθῆναι καὶ ἐνδύσασθαι δόξαν τὴν συγγενῆ· οὐ γὰρ μάτην ληνὸν πατεῖ κύριος, καὶ μάλιστα παρθένῳ θυγατρὶ Ἰούδα.
Lamentations of Jeremiah 1:15. It is not hard to see how the Lord trod a winepress for the virgin daughter of Judah. For “what each person sows, that he will also reap,” and perhaps also what he cultivates, that he will also harvest as grapes. So the one who has made a better wine will rejoice in his own produce. But the one who has cultivated the vine of Sodom and the shoot of Gomorrah, and has borne the grape of gall, the cluster of bitterness, and the incurable wrath of asps, will have all these gathered by the Lord into one winepress. His evil works will be trodden and squeezed, and in keeping with such fruits he will drink, so as to vomit up the gall, the bitterness, and the wrath. And he will drink: according to Jeremiah, in order to vomit it out; according to Isaiah, in order to be roused and to put on the glory that is his by kinship. For the Lord does not tread a winepress for nothing, least of all for the virgin daughter of Judah.
Fragment 34
Klagel. Jerem. 1, 15. Η τοίνυν ψυχὴ πολλὰ παρὰ τοῦ κτίσαντος αὐτὴν λαβοῦσα δυαατά τε καὶ ἐκλεκτὰ χαρίσματα, τούτων διὰ κακίαν ἐστερημένη καὶ τίνουσα δίκας, ὃ πέπονθεν ὁμολογεῖ. ὁ δὲ κληθεὶς εἰς τὸ συντριβῆναι καιρός ἐστιν ὁ τῆς ἀνταποδόσεως, ὅτε κατὰ τὸν Ἰεζεκιὴλ οὐ μνησθήσεται πάντων τῶν δικαιωμάτων ὡν πεποίηκεν ὁ δίκαιος ἐν ἡμέρᾳ ἁμαρτίας x003C;. πενθοῦσα δὲ τά συμβεβηκότα ὠφελεὶται, τῶν πενθούντων καὶ κλαιόντων ἐπαγγελίαν ἐχόντων τὴν παράκλησιν καὶ τὸν γέλωτα.
Lamentations of Jeremiah 1:15. The soul received from its Creator many powerful and choice gifts. Now it has lost them through wickedness and is paying the penalty, and it confesses what it has suffered. The time summoned to crush it is the time of repayment. According to Ezekiel, at that time none of all the righteous deeds the righteous man has done will be remembered in the day of sin. But by mourning over what has happened, the soul is helped, since those who mourn and weep have the promise of comfort and laughter.
Fragment 35
Klagel. Jerem. 1, 16. Αἵτιον εἶναι τῶν ὀδυρμῶν ἔφη τὸ μὴ εἶναι τὸν ἐπιστρέφοντα τὴν ψυχὴν αὐτῆς, ἤγουν τὸν ἀνακτώμενον κατὰ Σύμμαχον. ἠφανίσθαι δὲ λέγει καὶ τοὺς υἱοὺς δυναμωθέντος τοῦ ἐχθροῦ δι' ὡν ἐξημάρτανον· εὐσεβούντων γὰρ ἡμῶν οὐκ ἰσχύει, ἀσθενεῖ γὰρ προκοπτόντων καὶ νεκροῦται τελειουμένων μένων καὶ ὑπὸ τοὺς πόδας συντρίβεται Λεπτυνόμενος ὡς χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ὡς πηλὸς πλατειῶν λεπτυνόμνος<. ἀναλόγως γὰρ ὧν ἁμαρτάνομεν τρέφεται καὶ δύναμιν ἵσχει, τοῦ δὲ πλημμελεῖν πεπαυμένων οἱονεὶ λιμῷ διαφθείρεται. ἐκ δὲ τῶν ἐναντίων τὰς θείας δυνάμεις εὖ μὲν πράττοντες ἡμῖν αὐτοῖς ἐνισχύομεν καὶ διώκομεν ἁμαρτάνοντες. διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ ἠφανισμένοι ἐξέδωκεν ἕρημοι. λέγοι δ' ἂν ταῦτα ψυχὴ θεωρητικὴ τυγχάνουσα τοῦ τοῦ τῆς ἀληθείας καὶ διὰ ῥᾳθυμίαν τὸν εὐφραίνοντα τοῦτον ἀπολέσασα λόγον καὶ πάντας τοὺς καρπούς, υἱοὺς αὐτῆς χρηματίζοντας, διὰ τὸ κατ αὐτῆς ἐχθρὰν τὴν κακίαν δεδυναμῶσθαι.
Lamentations of Jeremiah 1:16. She said that the cause of her groaning is that there is no one to turn her soul back, or, in Symmachus’s words, no one to restore it. She says also that the sons have been wiped out, because the enemy has grown strong through the things in which they sinned. For when we are godly he has no strength. He grows weak as we advance and is put to death as we are made perfect. He is crushed under our feet, ground fine like dust before the face of the wind, and ground fine like the mud of the streets. For he is fed, and gains power, in proportion to our sins. But when we stop doing wrong, he is destroyed as if by famine. Conversely, when we do well we strengthen the divine powers for ourselves, and when we sin we drive them away. That is why Symmachus, in place of “wiped out,” gave “desolate.” These words could be spoken by a soul that has been contemplating the truth but through carelessness has lost the Word who gladdened it, and all her fruits, which are called her sons. This happened because evil, her enemy, has been strengthened against her.
Fragment 36
Klagel. Jerem. 1, 17. Σιών φησι τὸ ὄρος, τὸν δὲ λαὸν Ἰακώβ, τὴν δὲ μητρόπολιν Ἱερουσαλήμ. ἐνετείλατο δὲ ὁ θεὸς τῷ Ἰακὼβ ἐντολὰς δι' ἄς παραβαινομένας ὑπ' ἐχθρῶν ἐκυκλώθη, κατὰ δὲ Σύμμαχον καὶ καθ’ ἑτέραν ἔκδοσιν τῶν Ἑβδομήκοντα ἐνετείλατο κύριος κύκλῳ αὐτοῦ γενέσθαι τοὺς θλίβοντας αὐτόν, αὐτόν, ταῖς εἰς τὸ κακοῦν τεταγμέναις δυνάμεσιν.
Lamentations of Jeremiah 1:17. By Zion he means the mountain, by Jacob the people, and by Jerusalem the mother city. God gave Jacob commandments, and because they were transgressed, Jacob was surrounded by enemies. But according to Symmachus, and according to another edition of the Seventy, the Lord commanded that those who afflict him be all around him. This was done through the powers assigned to do harm.
Fragment 37
Klagel. Jerem. 1, 17. Τὸ τῆς Ἱερουσαλὴμ δι' ἁμαρτίας ἀκάθαρτον ὡς δι' ἀφέδρου δεδήλωκεν. ἀνὰ μέσον δὲ λέγει ἢ τῆς Σιὼν καὶ τοῦ Ἰακώβ, ἢ ὅλου μὲν τοῦ ὄρους μέση ἐν μέρει γὰρ αὐτοῦ ῴκοδόμηται), ὅλου δὲ τοῦ λαοῦ, νῦν τοῦτο σημαίνοντος Ἰακώβ, τὰ δυοκαίδεκα σκῆπτρα. διχῶς δὲ κατὰ λέξιν ἔστι λαβεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ, ἢ τοὺς τόπους ἢ τοὺς οἰκήτορας. ἀλλ' εἰ μὲν τόπος ἡ Σιών, χεῖρας αὐτῆς τὰ ἔργα, οἶον γεωργία καὶ εἴ τι χειροποίητον, φησὶ διαπεπετασμένας καὶ οὐ συνεστραμμένας ούδὲ τὸ πρέπον ἔργον χερσὶ ποιουμένας, ὡς ἐν ἀργῷ καὶ ἐρήμῳ τῇ χώρᾳ. εἰ δὲ τοὺς ἐνοικοῦντας λέγει, χεῖρες ἂν εἶεν γεωργοὶ καὶ ἐργάται, μὴ συστέλλοντες εἰς ἔργα τὰς χεῖρας διὰ τὰ περιστάντα. εἰ δὲ τῆς Σιὼν χεῖρες τροπολογοῦνται, πόσῳ μᾶλλον τά κατὰ τὴν γραφὴν μέλη τοῦ θεοῦ. καὶ αὐτὸ δὲ τὸ ὅρος, ὡς εἰπεὶν, μετὰ τοῦ ἔθνους στενάζει οὐκ ἔχον εἰς παραμυθίαν οὐ θεόν, οὐχ ἅγιον ἄνδρα.
Lamentations of Jeremiah 1:17. By the phrase “as a woman set apart,” he has shown the uncleanness of Jerusalem that came through sin. By “in the midst” he means either between Zion and Jacob, or in the middle of the whole mountain (for Jerusalem is built on only part of it) and of the whole people, with Jacob here meaning the twelve tribes. Taken literally, Zion and Jerusalem can be understood in two ways: either as places or as the people who live in them. If Zion is a place, her hands are her works, such as farming and whatever is made by hand. He says these hands are spread out and not busy, not doing with the hands the fitting work, as in an idle and desolate land. If he means the inhabitants, the hands would be the farmers and workers, who do not set their hands to work because of what has surrounded them. And if the hands of Zion are interpreted figuratively, how much more the “members” of God in Scripture. The mountain itself, so to speak, groans together with the nation, having no comfort, neither God nor any holy man.
Fragment 38
Klagel. Jerem. 1, 18. Στόμα κυρίου τοὺς προφήτας ἐκληπτέον, ὡν ὑπάρχων Ἡσαΐας ἔλεγε· »τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα«. Ἱερουσαλὴμ δὲ ὠνείδισται ὑπὸ τοῦ σωτῆρος ὡς »ἀποκτείνασα τοὺς προφήτας«, καθὸ καὶ παρεπίκρανε τὸ στόμα κυρίου πόνοις αὐτοὺς πικροτάτοις ἐκδοῦσα. ὁ δὲ τὸ αἶμα τῶν προφητῶν ἐκζητῶν< θεὸς ταῖς ἐκ πολέμων καὶ πάλιν αἰχμαλωσίαις παραδίδωσιν αὐτῆς νεανίσκους τε καὶ παρθένους. ἀνθ’ ὧν οὗν πέπονθεν, ἐξομολογεῖται τοῖς ἅλλοις ἑαυτὴν παράδειγμα τούτοις παρέχουσα, πρὸς τὸ μὴ παθεῖν παραπλήσια τὴν τοῦ θεοῦ μαθόντας δικαιοσύνην.
Lamentations of Jeremiah 1:18. By “the mouth of the Lord” we should understand the prophets. Isaiah was one of them, and he said, “For the mouth of the Lord has spoken these things.” Jerusalem was reproached by the Savior as “the one who kills the prophets.” In this sense she also embittered the mouth of the Lord, by handing the prophets over to the most bitter sufferings. God, who seeks the blood of the prophets, hands over her young men and virgins to the sufferings of wars, and then again to captivities. So she confesses for the things she has suffered, offering herself as an example to others, so that they may learn God’s righteousness and not suffer similar things.
Fragment 39
Klagel. Jerem. 1, 18. Μετὰ τὸ αἰσθητόν, παρθένους νόει τοὺς ἐν ἀφθαρσίᾳ βιοῦντας, νεανίσκους δὲ τοὺς ἐν ἀρετῇ εὐδοκίμους. πολλάκις γὰρ καὶ οἱ ἅγιοι τοῖς ὑπευθύνοις συμπάσχουσιν.
Lamentations of Jeremiah 1:18. Beyond the literal sense, take the virgins to be those who live in purity and incorruption, and the young men to be those who are well regarded for virtue. For often the saints also suffer together with those who are guilty.
Fragment 40
Klagel. Jerem. 1, 19. Τοὺς ἐραστὰς οἲτινές εἰσι, δεδήλωκεν Ἰεζεκιὴλ λέγων πρὸς Ἱερουσαλήμ, ἣν Ὀλίβαν καλεῖ· »τάδε λέγει κύριος κύριος· ἰδοὺ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ κυκλόθεν, υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους«· οὑτοι γὰρ πρότερον ὄντες φίλοι κατὰ θείαν πρόνοιαν εἰς ἔχθραν μετέβαλον. ὃ δὴ πολλάκις ἐπὶ ἔρωτος γίνεται τρεπομένου πρὸς μῖσος· λέγει γὰρ περὶ μὲν Σαμαρείας· »καὶ ἐξεπόρνευσεν ἡ Ὅλλα ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς τοὺς Ἀσσυρίους‘ «, καὶ μετ' ὀλίγα· »διὰ τοῦτο παρέδωκεν αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων( λέγει δὲ καὶ περὶ τῆς Ἰερουσαλήμ· »καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Ὀλίβα, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς, καὶ ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο«.
Lamentations of Jeremiah 1:19. Ezekiel has shown who the lovers are. He says to Jerusalem, whom he calls Oholibah: “Thus says the Lord Lord: Look, I am rousing your lovers against you from every side, the sons of Babylon and all the Chaldeans.” These had formerly been friends, but by divine providence they turned into enemies. This often happens when love turns to hatred. For about Samaria he says: “And Holla played the whore away from me and attached herself to her lovers, the Assyrians.” A little later he says: “Therefore he handed her over into the hands of her lovers, into the hands of the sons of the Assyrians.” And he says about Jerusalem: “And her sister Oliba saw it, and she made her attachment more corrupt than the whoring of her sister, and she attached herself to the sons of the Assyrians.”
Fragment 41
Klagel. Jerem. 1, 20. Ἐν μὲν οὖν τῇ προφητείᾳ ἀλγεῖ τὴν ψυχὴν ὡς πεισόμενος δει- νότατα· ἐν δὲ τῷ παρόντι Θρήνῳ, ὡς ἤδη τούτων συμβεβηκότων, ἄχθεταί τε καὶ δι' ἁμαρτίας ὁμολογεῖ τὴν χρηστότητα τοῦ θεοῦ πικροτάτην ἑαυτὴν καταστῆσαι, ὡς καὶ ἀτεκνωθῆναι τὴν πολύ- τεκνον, καὶ τὸ δεινότατον, πολεμίᾳ χειρί. προσωποποιίας δὲ οὔσης, οὐ δεῖ ζητεῖν πόλεως κοιλίαν τεκοῦσαν καὶ καρδίαν λελυμένην.
Lamentations 1:20. In the prophecy, the soul is in pain as one who is about to suffer terrible things. In the present Lament, as though these things have already happened, she is distressed. She confesses that, because of sin, the kindness of God has made itself most bitter. The result is that she who had many children has been made childless, and, worst of all, by the hand of an enemy. Since this is personification, we should not look for a city’s womb that gave birth, or for a heart that has been loosened.
Fragment 42
Klagel. Jerem. 1, 21. Μερίζει τὸν λόγον Ἱερουσαλὴμ πρὸς τοὺς ἐχθρούς, οὒς ἀκοῦσαι βούλεται, καὶ πρὸς τὸν θεόν. ἀλλὰ τί παρακαλεῖ πρὸς ἀκοὴν τοὺς ἐχθρούς; τί δέ φησι τῷ θεῷ περὶ αὐτῶν ὡς ἐχάρησαν; μήποτε τοίνυν ἐπεὶ τῷ αὐτῆς καὶ Ἰσραὴλ παραπτώματι γέγονεν ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς<, καὶ ὂταν τὸ πλή- τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἱσραὴλ σωθήσεται<) πρὸς ἀπὸ τῶν ἐθνῶν τὰ πρῶτα λέγει προφητικῶς, πρὸς τὸν θεὸν δὲ τὰ δεύτερα. ἐγκατελείφθην παθεῖν ἵνα χώραν λάβητε, καὶ γέγονα δι ὑμᾶς ἐχθρὰ τοῦ θεοῦ, καίπερ κατὰ τὴν ἐκλογὴν ἀγαπητὴ διὰ τοὺς πατέρας ὑπάρχουσα. διὸ τὸν ἐμὸν ἀκούσαντες στεναγμόν, , καὶ τὴν αἰτίαν τούτου νοήσατε· τέλεον γὰρ ἐφ΄ ὑμετέρᾳ σωτηρίᾳ ἐγκαταλέλειμμαι, μὴ ἕχουσα τὸν ἀεί με παραμυθούμενον μετὰ πεῖραν κακῶν. νῦν γὰρ ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν · ἦλθε γὰρ ᾠ ἠν τὰ ἀποκείμενα x003C;, ἡ προσδοκία τῶν x003C;, οὑπερ ἐκδικουμένου τοῦ αἴματος, οὐδεὶς ὁ παρακαλῶν ἔτι τὴν Ἱερουσαλήμ.
Lamentations 1:21. Jerusalem divides her speech between the enemies, whom she wants to hear her, and God. But why does she urge the enemies to listen? And why does she tell God about them, that they rejoiced? Perhaps it is because salvation came to the Gentiles through her own and Israel’s transgression, to make them jealous. And when the fullness of the Gentiles has come in, then all Israel will be saved. So she speaks the first words prophetically [to those] from the Gentiles, and the second words to God. “I was abandoned to suffer, so that you might receive room. Because of you I have become an enemy of God, although by election I am beloved because of the fathers. So when you hear my groaning, understand also its cause. I have been abandoned completely for the sake of your salvation, and I have no one to comfort me always after the trial of evils. For now a ruler has failed from Judah, and a leader from his thighs. For he came for whom the things laid up were [gap in the text], the expectation of the [gap in the text]. And since his blood is being avenged, there is no one still to comfort Jerusalem.”
Fragment 43
Klagel. Jerem. 1, 22. Τουτέστι· μὴ ἐπὶ πλέον ἀφεθῇ χρῆσθαι αὐτῶν ἡ κακία, γέ- νοιτο δέ σου ἐν ἐπισκοπῇ, ὡς εἴ τις εὔξαιτο τραύματα εἰς ὄφιν ἐλθεῖν ἰατροῦ πρὸς τὸ τυχεῖν τελείας ἰάσεως· τοῦτο γὰρ τὸ πᾶσα· μακάριον γὰρ μάλιστα μὲν τὸ μὴ ἁμαρτεῖν, δεύτρον δὲ τὸ πᾶσαν ἡμῶν ἐπισκοπεῖσθαι παρὰ θεοῦ τὴν κακίαν.
Lamentations 1:22. That is: let their wickedness not be allowed to go further, but let it come under your oversight. It is like someone praying that his wounds might come to the eye of a doctor so as to receive a complete cure. This is the meaning of “all.” It is blessed above all not to sin. The second blessing is that all our wickedness be overseen by God.
Fragment 44
Klagel. Jerem. 1, 22. Ἐπιφυλλίσαι δὲ τὸ μετὰ τρυγητὸν τὰ βραχέα τῶν καταλειφθέντων ἐπιτρυγᾶν, ὃπερ ποιοῦσιν οἱ πένητες. ὥσπερ οὖν ὃτε μὲν ἐπεσκόπεις ἐπιμελῶς, ἐκάθαιρες τὰ κλήματά μου, πάντα τὰ χείρονα μέχρι τῶν σμικροτάτων περιαιρῶν >τῆς σταφυλῆς τῆς καὶ τοῦ βότρυος τῆς πικρίας<, οὕτω τοὺς ἐμοὺς ἐχθροὺς τοῦτο γάρ μοι λυσιτελές, εἴγε μετ' αὐτοὺς τελείως σωθέντας κἀγὼ κατὰ τὴν σήν, ὦ κύριε, κρίσιν τεύξομαι σωτηρίας· οὒς ὁρὼσα λελύπημαί τε σφόδρα καὶ κατέγνων ἐμαυτῆς, τῆς ἐπισκοπῆς τῆς παρὰ σοῦ δεομένη.
Lamentations 1:22. “To glean” means, after the harvest, to gather the small amounts of what was left behind, which is what the poor do. So when you oversaw me carefully, you used to cleanse my vine shoots, removing everything worse, down to the smallest things, [of the grape and of the cluster of bitterness]. In the same way, deal so with my enemies. This is to my advantage, since if they are completely saved, then I too, Lord, will obtain salvation according to your judgment. Seeing them, I am deeply grieved and I condemn myself, because I need your oversight.
Fragment 45
Klagel. Jerem. 2, 3. Ομοιον παρὰ Δαβὶδ τὸ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσει«. λέγει δὲ νῦν τοὺς ἄρχοντας, ἐν οἶς ἡ τοῦ ἔθνους ἰσχὺς καθάπερ ἐν τοῖς κερασφόροις τῶν ζώων, καὶ διότι τοῦ σώματος ἐξέχει καθὰ τῶν ὑπηκόων οἱ ἄρχοντες. καὶ Δανιὴλ δὲ τὰς βασιλείας ἀπείκασε κέρασιν. δηλοῖ δὲ καὶ τὴν ὑπεροψίαν τοῦ ἡγεμονικοῦ τὸ κέρας, ὡς ἐν τῷ »μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν«. ἀποστρέψας οὐν αὐτοῦ τὴν σῴζουσαν χεῖρα τοῖς πολεμίοις εὐαλώτους ἐποίησεν, οὒς δὴ καὶ φλόγα πάντα δαπανῶσαν ἐκάλεσεν. εἴποις δ' ἂν καὶ πᾶν ἐξέχον νόημα κέρας, καὶ πῦρ τὰ »πάθη τῆς ἀτιμίας«, οἶς ὁ πλημμελῶν παραδίδοται, πᾶσαν τὴν κυκλοῦσαν ἀπολέσας βοήθειαν κατὰ τὸ » παρεμβαλεῖ ἄγγελος κυρίου κὐκλῳ τῶν φοβουμένων αὐτόν‘.
Lamentations 2:3. A similar statement is in David: “He will crush all the horns of sinners.” Here he means the rulers, in whom the strength of the nation lies, as it does in the horned animals. They also stand out above the body, as rulers do above their subjects. Daniel also compared kingdoms to horns. The horn also shows the arrogance of those in command, as in the words, “Do not lift up your horn on high.” So he turned away his saving hand and made them easy prey for their enemies, whom he also called a flame consuming everything. You could also say that every outstanding thought is a horn, and that the “passions of dishonor” are the fire. The wrongdoer is handed over to these, having lost all the help that surrounded him, in line with the words, “The angel of the Lord will encamp around those who fear him.”
Fragment 46
Klagel. Jerem. 2, 4. Καὶ γὰρ ἐν τῷ ναῷ τὰς σφαγὰς ἐτόλμησαν οἱ πολέμιοι, συγχωροῦντος τοῦ θεοῦ. καλῶς δὲ τὸ ὡς ἐχθρός· οὐ γὰρ ἐχθραίνων κολάζει ὁ θεός, ἀλλ' ὠφελῆσαι βουλόμενος ἢ τοὺς πάσχοντας ἢ τοὺς ὁρῶντας. σκηνὴν δὲ καλεῖ τὸν ναὸν κατὰ τὸ ἐξ ἀρχῆς ἀρκῆς ἁγίασμα, καὶ τόξον τὴν τιμωρητικὴν δύναμιν ὡς ἐν Ἀμβακούμ· »ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα, λέγει κύριος«, τὰς ἀντικειμένας δηλονότι ἀρχάς τε καὶ ἐξουσίας. ὁ υἱὸς δέ, δεξιὰ τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων, σφόδρα κατηγωνίσατο , καταλύσας καὶ ἄπερ ἐν ναῷ θεοῦ ἔστησαν εἴδωλα ( ταῦτα γὰρ ἐπιθύμημα ὀφθαλμῶν), ἀποκτείνας ἀντὶ τῶν εἰδώλων τοὺς ἐνοικήσαντας δαίμονας.
Lamentations 2:4. For the enemies dared to carry out slaughter in the temple, with God allowing it. “As an enemy” is well said, for God does not punish out of enmity. He wants to benefit either those who suffer or those who watch. He calls the temple a “tent,” in keeping with the sanctuary from the beginning. He calls the bow his power to punish, as in Habakkuk: “You will surely stretch your bow against the scepters, says the Lord,” meaning the opposing rulers and authorities. The Son, who is the right hand of God and Father, fought mightily [gap in the text]. He overthrew even the idols that they had set up in the temple of God (for these were “the desire of the eyes”), and in place of the idols he killed the demons who had made their dwelling there.
Fragment 47
Klagel. Jerem. 2, 5. Βάρεις τὰς οἰκίας φησίν, ἅπερ βασιλείας ἐξέδωκε Σύμμαχος. ἐπαναλαμβάνει δὲ τοὺς θρήνους, ὡς ἄν τις ἐπὶ πένθει περιαλγὼν. πάλιν δὲ δείκνυσιν, ὡς ταπεινὸν λογισμὸν καὶ ταπεινὴν ἀνείληφεν ἕννοιαν, καθαιρεθέντων τῶν ὡς οἰκημάτων τε καὶ φρουρίων, καθάπερ πληρούντων τὸ ἡγεμονικόν. ἀρεταὶ μὲν γὰρ τὰ οἰκήματα, ὑπ' αὐτῶν γὰρ σκεπόμεθα, ὀχυρώματα δὲ οἱ ἀναντίρρητοι λογισμοἰ. οὐ γὰρ ἐπὶ χειρόνων νῦν ἡ καθαίρεσις ὑψωμάτων, ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ<, οὐδὲ ταπεινότητος καθ’ έ)ν >μανθάνει τὰ δικαιώματα τοῦ · ταῦτα γὰρ χαρᾶς, ἀλλ’ οὐ πέφυκεν ἄξια.
He says “baris,” meaning the houses, which Symmachus rendered “royal residences.” He takes up the laments again, like someone racked with grief in mourning. Again he shows that [the soul] has taken on a lowly way of reasoning and a lowly frame of mind. The things that were like dwellings and fortresses, which as it were filled the ruling faculty, have been pulled down. The virtues are the dwellings, for they shelter us, and the strongholds are the irrefutable lines of reasoning. For this time the pulling down is not of the worse kind of height, those that exalt themselves against the knowledge of God, [nor of the humility by which one learns the ordinances of the Lord]. These are matters for joy, and they are not by nature worthy [of mourning].
Fragment 48
Klagel. Jerem. 2, 6. Σκηνὴν μὲν τὸν ναόν, ἅμπελον δὲ καὶ ἀμπελῶνα λέγει τὸν Ἱσραὴλ κατὰ τὸ »ἄμπελον ἐξ Αἰγύπτου μετῆρας« παρὰ Δαβίδ, καὶ »ἀμπελὼν ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ« παρὰ Ἡσαΐᾳ. καὶ Δαβὶδ μὲν ἐπάγει · »ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς;« καὶ τὰ ἑξὴς, ὁ δὲ Ἠσαΐας· »ἀφεῖλες τὸν φραγμὸν αὐτοῦ« καὶ τὰ ἐπὶ τούτῳ. ταῦτα καὶ ὁ παρὼν ἐδήλωσε Θρῆνος. συστείλας γὰρ ἑαυτοῦ τὴν φρουρὰν ὁ θεὸς τοῖς πολεμίοις παρέδωκεν, οὐκέτιο κύκλῳ αὐτοῦ παρεμβάλλον- τος x003E; διὰ τὸ μὴ φοβεῖσθαι τὸν x003C;. κατήργησε δὲ καὶ τοὺς κατὰ νόμον εἰς λατρείαν καιρούς, ὡς ἔν Ἡσαΐᾳ φησί· »νηστείαν καὶ ἀργείαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου«. ὅπερ λήθην ἐκάλεσεν, ἀλλ’ οὐχ ὡς πάθος ἀνθρώπινον. παρώξυνε δὲ βασιλέα καὶ ἱερέα, ἀγανακτοῦντας εἰ μερὶς ὄντες θεοῦ τοιαῦτα παρ’ ἀσε- βούντων ὑφίστανται.
By “tent” he means the temple. By “vine” and “vineyard” he means Israel, as in David’s words, “You brought a vine out of Egypt,” and in Isaiah, “a vineyard, a vineyard, came to be for the beloved.” David goes on, “Why did you tear down its hedge?” and what follows. Isaiah says, “You took away its hedge,” and what follows that. The present Lament also made these things plain. For God drew in his own guard and gave them over to the enemies. [The angel of the Lord] no longer encamped around him, because [he] did not fear [the Lord]. He also did away with the appointed times of worship under the law, as he says in Isaiah: “My soul hates your fasting, your idleness and your feasts.” This he called “forgetting,” but not as though it were a human passion. He stirred up king and priest to anger. They were indignant that, though they were God’s own portion, they suffered such things at the hands of the ungodly.
Fragment 49
Klagel. Jerem. 2, 7. Τὰ λειτουργικὰ παρέδωκε σκεύη, μηκέτι ταῖς παρ' ἀσεβῶν θυσίαις εὐαρεστούμενος κατὰ τὸ »ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἶμα ταύρων καὶ τράγων οὐ βούλομαι«. παρέδωκε δὲ καὶ τὸ συνέχον τεῖχος τὰς οἰκίας τῆς πόλεως, ἤγουν τὰ βασίλεια καθάπερ ἐξέδωκε Σύμμαχος. οἱ δὲ δυσμενεῖς παραλαβόντες καὶ τὸν νεὼν ὡς ἐπὶ τελείᾳ νίκῃ λοιπὸν ἑώρταζον ἀλαλάζοντες. ψυχῆς δὲ θυσιαστήριον τὸ ἐν ἡμῖν λογικόν, δι' οὖπερ ἱερουργεῖται τὰ πάθη νεκρούμενα.
He gave up the vessels used in worship. He was no longer pleased with sacrifices from the ungodly, as in the words, “I do not want whole burnt offerings of rams, the fat of lambs, or the blood of bulls and goats.” He also gave up the wall that held the city’s houses together, that is, the royal palaces, as Symmachus rendered it. The enemy took the temple as well, as though this were their final victory, and from then on they held a festival, shouting loudly. The altar of the soul is the rational part in us, through which the passions are offered up as sacrifice, being put to death.
Fragment 50
Klagel. Jerem. 2, 8. Πᾶσαν γὰρ αὐτῆς ἀφεῖλεν ἀσφάλειαν, τῆς τιμωρίας ἐκτείνας τὸ μέτρον· ὃ δὴ καὶ Ζαχαρίας τεθέαται.
For he took away all her security, stretching out the measure of the punishment. Zechariah also saw this.
Fragment 51
Klagel. Jerem. 2, 8. Πενθεῖ δὲ τεῖχος καὶ προτείχισμα, τὰ πένθους ἄξια, τοῦ κλαίειν καὶ τοῖς ὁρῶσιν αἴτια γινόμενα· »τὴν γὰρ βουλὴν κυρίου τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει ;« κατὰ τὸν μακάριον Ἡσαΐαν. τὴν δὲ τοιαῦτα πενθοῦσαν εἲτε πόλιν εἴτε ψυχὴν ὡς εἶναι τοῖς ἐχθροῖς καταπάτημα, πενθεῖν εἰκὸς ἀγγἐλους τοὺς πρότερον αὐτὴν ἄλλους ἐπ' ἄλλοις φυλάττοντας, μείχους τε καὶ ὑποβεβηκότας. εἰ γάρ ἐπὶ σωθεῖσι χαίρουσιν, ἐπὶ πεσοῦσι πῶς οὐ πενθήσουσιν;
The wall and the outer wall mourn. These are things worthy of mourning, and they become a cause of weeping even for those who see them. As blessed Isaiah says, “For who will scatter the Lord’s counsel? And who will turn back his lifted hand?” When a city, or a soul, mourns such things, so that it becomes a thing trampled by its enemies, it is likely that the angels mourn who formerly guarded it, one after another, both greater and lesser. For if they rejoice over those who are saved, how will they not mourn over those who fall?
Fragment 52
Klagel. Jerem. 2, 9. Ὡς γὰρ ὑπὸ γῆς ἢ θαλάττης καταποθεῖσαι γεγόνασιν ἀφα- νεῖς. ἀπώλοντο δὲ καὶ βασιλεὺς καὶ ἄρχοντες καὶ οἱ ψευδοπροφῆται καὶ ὁ νόμος αὐτῆς ἀνάγκῃ δουλείας, ὃν δὴ προαιρέσει καὶ πρὶν ἀλῶναι κατέλυσαν. πύλαι δὲ ψυχῆς αἱ αἰσθήσεις, αἴτινες ἁμαρτανούσης κατακλύζονταί τε πάθεσι καὶ γίνονται γήϊναι. καὶ αἱ ταύτας δὲ τηροῦσαι τῆς ψυχῆς δυνάμεις ἐκλύονται ἀπολωλότος νοῦ τε βασιλεύοντος καὶ λογισμῶν ἀρχικῶν έν τοῖς πάθεσιν, ὸτε τῆς ψυχῆς νόμος τε καὶ τάξις ἀπόλλυται καὶ γίνεται Βαβυλὼν πλήρης οὐσα Συγχύσεως, μηδὲν ἔχουσα προνοητικὸν ὑπὸ θεοῦ βοηθούμενον.
For they have become invisible, as though swallowed up by earth or sea. King and rulers perished, and the false prophets, and her law as well, through the necessity of slavery. In fact they had abolished that law by their own choice even before they were captured. The gates of the soul are the senses. When the soul sins, they are flooded with passions and become earthly. The powers of the soul that guard the senses are also loosened, since the mind that rules and the ruling lines of reasoning are lost among the passions. Then the law and order of the soul are destroyed, and it becomes Babylon, full of confusion, with nothing of providence left that is helped by God.
Fragment 53
Klagel. Jerem. 2, 10. Λυπηρὰ διηγεῖται θεάματα έν τῷ χωρίῳ τῆς εὐφροσύνης γεγενημένα· φόβῳ γὰρ οὐδὲ θρηνεῖν τοῖς πρεσβυτέροις ἐπέτρεπον, καὶ τὰς πρώτας παρθένους εἰς γῆν ὁρᾶν παρεσκεύασαν, μήποτε φανεῖσαι πρὸς βίαν αὐτοὺς ἐκ τοῦ κάλλους, ἐν ᾦπερ ἐπρώτευον, ἐπισπάσωνται. εἴποις δ' ἂν καὶ τοὺς έν ἀρετῇ πάλαι πρεσβεύοντας, δι' ἣν οὕτως ἐλέγοντο, χοϊκοὺς γεγονότας καὶ πάθεσιν ἀλόγοις ἐνιδρυθέντας κατὰ λόγον ἔτι μηδὲν ἐνεργεῖν καὶ τὸ έν αὐτοῖς ἡγεμονικὸν ἀπογεώσαντας πνεῦμα καὶ πένθους ἀξίαν, ἣν εἶχον πάλαι, σωφροσύνην ποιήσαντας καὶ λογισμοὺς διαφθείραντας, οὓς πρὶν ἀφθόρους δοἐσῳζον.
He relates grievous sights that happened in the place of gladness. For out of fear they would not even let the elders lament, and they made the foremost virgins look at the ground. They did this so that, if they appeared, they might not draw the enemy [to violence] by the beauty in which they excelled. You could also say this of those who were long ago elders in virtue, which is why they were so called. They have become earthly and settled among irrational passions, so that they no longer do anything according to reason. They have made the ruling spirit in them earthbound. They have made the self-control they once had something worthy of mourning. And they have corrupted the lines of reasoning that they once kept uncorrupted.
Fragment 54
Klagel. Jerem. 2, 11. Δόξαν ἰδίαν φησὶν ὁ προφήτης θεοῦ τε ναὸν καὶ πατρίδος εὐσέβειαν. τῶν δὲ νηπίων τὴν ἔκλυσιν ὁ λιμὸς ἀπηργάζετο. εἴποις δ' ἂν ὑψηλότερον, ὡς οἰκειοῦται τῶν συγγενὼν κατὰ σάρκα τὰ πάθη κατὰ τὸ τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ;« τὰ κατὰ ψυχὴν ἐκείνων ἀναδεχόμενος δυσχερῆ, γνώσεως ἀληθοῦς μαρασμὸν καὶ φορὰν ἄστατον τοῦ λογισμοῦ πρὸς τὰ γήϊνα καὶ στέρησιν τῆς ὑψούσης τὴν κεφαλὴν κατὰ τὸ » σὺ κύριε , ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου«.
The prophet speaks of their “own glory”: the temple of God and the piety of the fatherland. It was famine that caused the fainting of the infants. You could say something loftier: that he makes his own the sufferings of his kinsmen according to the flesh, as in “Who is weak, and I am not weak?” He takes on their afflictions of soul. These are the withering of true knowledge, the unsteady drift of reasoning toward earthly things, and the loss of the one who lifts up the head, as in “You, Lord, are my helper, my glory, and the one who lifts up my head.”
Fragment 55
Klagel. Jerem. 2, 13. Τὴν παντελῆ κακίαν ἐδήλωσεν, ὡς μηδεμίαν ἔχειν ἀρετῆς μαρτυρίαν μηδὲ τὸν πλημμελήσαντα παραπλήσια. τί γὰρ ὅμοιον ἁμάρτημα τοῦ μακρὰν τοῦ θεοῦ καὶ μετὰ τὸ πλησιάζειν ἀφηνιάσαντος; »εἰ« γὰρ »μὴ ἠλθον« φησὶ »καὶ ἐλάλησα αὐτοῖς. ἁμαρτίαν οὐχ εἶχον«. διὸ καὶ »ἐν τοῖς ἐγγίζουσί μοι ἀγιασθήσομαι«· ὅτι ὁ μὴ εἰδὼς τὸ θέλημα τοῦ κυρίου καὶ μὴ ποιῶν αὐτό, δαρήσεται ὀλίγας· ὁ δὲ εἰδὼς καὶ μὴ ποιῶν αὐτό, δαρήσεται πολλάς<. ; τὸ οὖν τοσοῦτον πάθος, μὴ προφῆται θεραπεῦσαι δεδύνηνται, μόνου δεῖται θεοῦ. διὸ καὶ σάρκα πεφόρηκε, τῶν προφητῶν ὁμολογούντων ἀσθένειαν ἐν τῷ κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ὴμῶν;« ἔλεγε δὲ καὶ πρότερον Ἱερουσαλήμ· »ἴδετε εἰ ἔστι πάθος κατὰ τὸ πάθος μου«. ὁ τοίνυν παίσας ἰάσεται αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν<. τὸ τίς λαμβάνεται καὶ ἐπὶ τοῦ σπανίου καὶ ἐπὶ τοῦ μηδενός· οὐδεὶς γὰρ ἀνθρώπων ἰάσασθαι δύναται τὴν ὑπὸ θεοῦ ἐπαγομένην πληγήν.
He showed complete wickedness, so that it has no testimony of virtue, and no sinner has anything comparable. For what sin is like that of the one who is far from God, or who drew near and then became unruly? “For if I had not come,” he says, “and spoken to them, they would not have had sin.” So also: “I will be sanctified among those who draw near to me.” For the one who does not know the Lord’s will and does not do it will be beaten with few blows, but the one who knows and does not do it will be beaten with many. A suffering this great, which prophets have not been able to heal, needs God alone. That is why he also took on flesh, since the prophets confessed their weakness in the words “Lord, who has believed our report?” Jerusalem also said earlier: “See whether there is any suffering like my suffering.” So the one who struck will heal. For he himself causes pain, and he restores again. The word “who” is used both of what is rare and of what is nothing. For no human being can heal the blow that God brings.
Fragment 56
Klagel. Jerem. 2, 14. Προφητεία μάταιος ἡ μηδεμίαν ἔχουσα ἔκβασιν καὶ ἣν εἴδωλα παρασκευάζει τὰ μάταια. καὶ ἀφ' ἑαυτῶν δέ τινες προεφήτευον δῆθεν »ἔνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου« κατὰ τὸ γεγραμμένον· οἵτινες οὐκ ἵσασιν ἁμαρτίας ἐλέγχειν καὶ τῆς ὑπὸ δαιμόνων ἀνασῴζειν αἰχμαλωσίας, διὰ τῆς χρηστολογίας τὰς ψυχὰς διαστρέφοντες. ὡς δὲ τῶν ἀληθῶν τὸ λῆμμα καὶ ὁ λόγος, ὅν ἐκ θεοῦ λαμβάνουσιν, πέφυκεν ἀληθὲς καὶ συνάπτει θεῷ, οὕτω τὸ τῶν δαιμόνων ψευδές τε καὶ μακρῦνον θεοῦ καὶ τῆς ἐκεὶθεν ῥοπῆς ἐξωθούμενον. ποῖα δὲ ἐξώσματα τὰ μὴ μάταια, καθάπερ ἐδείχθη, καὶ λήμματα; δῆλον οὖν ὡς τὰ πλάνης ἐξωθοῦντα καὶ προσάγοντα τῷ θεῷ.
A vain prophecy is one that has no outcome, and the kind that vain idols provide. Some also prophesied from themselves, supposedly “for a handful of barley and a piece of bread,” as it is written. They do not know how to expose sins or to rescue people from captivity to demons, but twist souls with their smooth talk. What the true prophets receive, and the word they take from God, is true and joins people to God. In the same way, what comes from demons is false, takes people far from God, and drives them out from the inclination that comes from him. Which “banishments” and “receipts” are not vain, as has been shown? Clearly, those that drive out error and bring people to God.
Fragment 57
Klagel. Jerem. 2, 16. »Ὁ« γὰρ ἐχθρὸς »ἡμῶν διάβολος περιέρχεται ὡς λέων ὠρυόμενος ζητῶν τίνα καταπίῃ« καὶ ὡς ὅφις ἐφ' ὴμᾶς ἀφιεὶς τὰ συρίγματα. πλὴν μὴ γένοιτο λέγειν αὐτὸν ὡς κατέπιον , μήτε καταλαβεῖν ἐν ἡμῖν ἡμέραν ἥν ὁ συγκαίων ἥλιος ἀπεργάζεται· εἴρηται γάρ· »ἡμέρας ὁ ἤλιος οὐ συγκαύσει σε( ἡδοναῖς γὰρ καὶ θυμῷ συγκαίει καὶ τὴν πλάνην ὡς ὡς φῶς καὶ γνῶσιν παρέχεται. ψάλλοντες οὐν ἐροῦμεν· »εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, , ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς‘, καὶ τὸ »λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται«.
“For our enemy the devil prowls like a roaring lion, seeking someone to swallow.” He is also like a snake hissing at us. But may it never happen that he says, “I have swallowed him,” or that he [find] in us the day that the scorching sun produces. For it is said: “By day the sun will not scorch you.” The sun scorches with pleasures and anger, and it offers error as if it were light and knowledge. So as we sing the psalms we will say: “If the Lord had not been among us, they would then have swallowed us alive,” and “the lamp of the ungodly will be put out.”
Fragment 58
Klagel. Jerem. 2, 17. Οὐδέν, φησίν, ἐξ ἐαυτῶν ἐποίησαν οἱ πολέμιοι· θεῷ γὰρ ἐδόκει καὶ γέγονεν. διόπερ ἔλεγε καὶ Ναβουζαρδάν· κύριος ὁ θεός σου ἐλάλησε τὰ κακὰ ταῦτα εἰς τὸν τόπον τοῦτον, καὶ ἐπήγαγε κύριος, ὅτι ἡμάρτετε αὐτῷ( πᾶς οὖν ἀπιστῶν τῇ κρίσει τῶν ῥημάτων τούτων ἀκούσεται. πάντες μὲν οὖν οἱ προφῆται ταῦτα προὔλεγον, ἐξ ἡμερῶν δὲ ἀρχαίων ὸ Μωσῆς ἐν τῷ Δευτερονομίῳ ταῦτα προεμήνυσεν.
He says that the enemies did nothing of themselves. It seemed good to God, and so it happened. That is why Nebuzaradan also said: “The Lord your God spoke these evils against this place, and the Lord brought them, because you sinned against him.” So everyone who does not believe will hear the judgment contained in these words. All the prophets foretold these things, and from ancient days Moses indicated them beforehand in Deuteronomy.
Fragment 59
Klagel. Jerem. 2, 18. Ἔστιν ὄτε περιπαθεῖς ἡ γραφὴ τοὺς λόγους ποιεῖ καὶ τοῖς ἀναι- σθήτοις δίδωσιν αἴσθησιν, ἀλλομένους τε βουνοὺς εἰσάγουσα καὶ ὄρη σκιρτῶντα, καὶ βουνοὺς καὶ λίθους μαρτύρεται· ὅπερ ἐν τούτοις ἀδύνατον, τοῦ τείχους ὑπὸ πολεμίων ἤδη καθῃρημένου. τεῖχος οὖν ἐνταῦθα βασιλεύς τε καὶ ἄρχοντες καὶ ὅσοι δυνάμει ταύτην περιτειχίζοντες, οὓς ἀξιοῖ χέειν μετανοίας ἀδιάλειπτα δάκρυα, ἂ τοῖς ὁρῶσι διὰ παντὸς προξενεῖ πεπτωκός. ταῦτα, φησίν, ὑπάρχει αὐτοῖς, καὶ εἰ μὴ πάλιν τὴν λύπην σημαίνει τῆς πάλαι φρουρούσης δυνάμεως, ὑπερβολικῶς τοῦτο δηλῶν. »ἐν θλίψει δέ«, λέγει, »τοῦ κυρίου ἐμνήσθησαν ἐξ ὅλης τῆς καρδίας«. τοῦτο τοίνυν ποιήσατε, φησί, νυκτὸς καὶ ἡμέρας δακρύοντες καὶ »ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε«· μηδὲ νῆψιν ἡγεῖσθε τὴν ἀπὸ τούτων ἀπαλλαγήν· μετάνοια γὰρ εἰς σωτηρίαν ἐστίν. νήφει δέ τις οὐκ ἀγαθῶν, ἀλλὰ χειρόνων παυόμενος. τῷ δὲ νῷ συνάπτου διὰ παντὸς πρὸς Χριστόν, ὅπως σε φυλάξειεν ὡς κόρην ὀφθαλμοῦ καί σοι τεῖχος γένηται.
Scripture sometimes makes its words full of feeling and gives perception to what cannot perceive. It introduces hills leaping and mountains skipping, and calls on hills and stones as witnesses. That is impossible in this case, since the wall has already been pulled down by enemies. So the wall here means the king, the rulers, and all who fortify the city with their power. He asks them to pour out unceasing tears of repentance, which the fallen wall constantly causes in those who see it. These tears, he says, belong to them, unless it again signifies the grief of the power that once guarded the city, and he is showing this by exaggeration. “In affliction,” he says, “they remembered the Lord with their whole heart.” So do this, he says: weep night and day, and “be pierced with remorse upon your beds.” Do not think that being released from these things is sobriety, for repentance leads to salvation. A person becomes sober by ceasing from worse things, not from good ones. Keep your mind joined to Christ at all times, so that he may guard you as the apple of his eye and become a wall for you.
Fragment 60
Klagel. Jerem. 2, 19. Προσεκτικὸν ἡ νύξ, συστρεφομένης ἐν αὐτῇ τῆς ψυχῆς ἐν τῇ τῶν αἰσθήσεων ἠρεμίᾳ. τότε κελεύει μελετᾶν ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ καὶ λέγειν μετὰ τοῦ Δαβίδ· »νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου«. τῆς δὲ νυκτὸς εἰς τέσσαρας φυλακὰς διῃρημένης, λέγε μετὰ τοῦ Δαβίδ· »προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου«, καὶ μετὰ τοῦ Ἀμβακούμ· »ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἀποσκοπεύσω, τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός‘. τότε γὰρ ἐρεῖς· »ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ«. ἀδολέσχησον οὖν ἐν νυκτὶ τοῦ παρόντος αἰῶνος· οὐ γάρ ἐστί σοι »ἡ πάλη πρὸς αἶμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας«· »οὐκ οἶδας γάρ, πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωί· μὴ ἐλθὼν ἐξαίφνης εὑρήσει ὑμᾶς καθεύδοντας«. καὶ πάλιν· »εἰ γὰρ ᾔδεις ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησας ἄν καὶ οὐκ ἂν εἴαασας διορυγὴναι τὴν οἰκίαν σου«.
Night calls for attention, because in it the soul is gathered in on itself while the senses are at rest. Then the text tells us to meditate on the commandments of God and to say with David: “By night I meditated with my heart, and my spirit searched.” The night is divided into four watches, so say with David: “My eyes got ahead of the watches.” Say also with Habakkuk: “I will stand at my watch, and I will keep looking out to see what the Lord God will say in me.” For then you will say: “He will speak peace to his people.” So meditate in the night of the present age. “Your wrestling is not against blood and flesh, but against the rulers, against the authorities.” “For you do not know when the master of the house is coming, late, or at midnight, or at cockcrow, or in the morning; he may come suddenly and find you asleep.” And again: “If you had known in what watch the thief was coming, you would have stayed awake and would not have let your house be broken into.”
Fragment 61
Klagel. Jerem. 2, 19. Αρον πρὸς αὐτὸν χεῖράς σου διὰ τῆς τῶν καλῶν ἐργασίας. οὐ περὶ τῶν τυχόντων ὁ ἀγών, δι' ἀπορίαν τοῦ θείου λόγου τῶν σῶν ἐκλειπόντων νηπίων, καὶ ἱσταμένων ἐπ' ἀρχῆς πασῶν ἐξόδων, τῶν ἐντολῶν τοῦ θεοῦ, καὶ προβῆναι μὴ δυναμένων ἄνευ θεοῦ συνεργείας καὶ τοῦ στηρίζοντος ἅρτου καρδίαν.
Lift up your hands to him by working what is good. The struggle is no small matter. For lack of the divine word, your little ones are fainting. They stand at the beginning of every way out, which is the commandments of God, and they cannot go forward without God’s help and without the bread that strengthens the heart.
Fragment 62
Klagel. Jerem. 2, 20. Τοῦ προφήτου παραινέσαντος, Ἱερουσαλὴμ ἐπείσθη καὶ λέγει πρὸς τὸν θεόν· »μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ«, »ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με«, »μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύθῃς με«. μείζων ἀνθρωπίνης φύσεως ἡ πληγή. οἶδα παραβᾶσα τὸν νόμον καὶ τοῖς ἐντῦθεν ἐπιτιμίοις ἐν οἶς ἐστι καὶ τὸ »φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν καὶ θυγατέρων σου«. ἐνόμιζον ἓως ἀπειλῆς εἶναι τὰ ῥήματα· κύριε, ὅτι »ὁ νόμος σου ἀλήθεια«. ἱερέως δὲ καὶ προφήτου σφαγὴν οὐκ ἐπυθόμην ἐν μέσῳ νεώ.
After the prophet urged her, Jerusalem was persuaded and says to God: “Do not turn your face away from me.” “Look upon me and have mercy on me.” “Do not reprove me in your anger, nor discipline me in your wrath.” The blow is greater than human nature can bear. I know that I broke the law, and I know the penalties that follow from it. Among them is this: “You shall eat the offspring of your womb, the flesh of your sons and daughters.” I thought those words went no further than a threat. But, Lord, “your law is truth.” What I had never heard of was the slaughter of priest and prophet in the middle of the temple.
Fragment 63
Klagel. Jerem. 2, 21. Ἐπὶ γῆς ἦσαν ἐρριμμένοι πάντες οἱ δι' ἡλικίαν πρὸς τοὺς πόνους ἀδύνατοι, θέαμα λίαν ἐλεεινόν, ὡς καὶ νέων σφαγὴ καὶ παρθένων † εἴθε καὶ τούτων σφαγαὶ πρὶν εἰς ζωὴν πικροτέραν ἀπάγεσθαι. ἔξοδοι δὲ γῆς τὰ βιωτικὰ πράγματα, ἐν οἶς ἐκοιμήθησαν μὴ >γρηγορήσαντες μηδὲ προσευξάμενοι<, κλείσαντες δὲ καὶ ἀφροσύνην τοὺς τῆς ψυχῆς ὀφθαλμούς. καὶ τίνες οὗτοι; εἰ μὲν παιδάρια, οὐ θαυμαστὸν ἄγαν. νυνὶ δὲ πρὸ τούτων οἱ δοκοῦντες προβεβηκέναι κατ' ἀρετὴν καὶ πᾶς δὲ τὴν ψυχὴν ἀδιάφθορος καὶ δυνατὸς ἐν πολέμῳ γέγονεν ἐχθροῖς ὑποχείριος. σὺ σὺ ὡς ἀγαθὸς τὴν τοιαύτην αὐτῶν καταπαύεις ζωήν, καὶ κατατέμνεις πᾶσαν αὐτῶν σύστασιν τὴν ἐπὶ κακῷ.
All who were too weak for hard labor because of their age lay thrown on the ground. It was a most pitiable sight, as was the slaughter of young men and virgins. [text uncertain] Would that they had been slaughtered before being led off to a more bitter life. The “outlets of the earth” are the affairs of ordinary life. In these they fell asleep, without having kept watch or prayed, and folly had closed the eyes of their souls. And who are these people? If they were children, it would not be so surprising. But now it is those who seemed to have advanced in virtue, everyone whose soul was uncorrupted and strong in battle, who have fallen into the hands of their enemies. You, you, as the good one, put an end to such a life of theirs, and cut to pieces their whole combined strength set against what is good.
Fragment 64
Klagel. Jerem. 2, 22. Οἱ κύκλῳ μου, φησί, τὴν Ἰουδαίαν οἰκοῦντες τὴν εἰς ἐμὲ ἐορτὴν ἐνόμιζον καταφυγήν, σωτηρίαν ἐντεῦθεν ἐλπίζοντες· ὡν οὐδεὶς ὑπολέλειπται διὰ τὴν σὴν αὐτοῖς ἐπενεχθεῖσαν ὀργήν. δι΄ ὡν γὰρ ἥμαρτον, πολλοὶ καὶ δυνατοὶ γεγόνασιν οἱ ἐχθροί.
Those around me, he says, who live in Judea, thought of the feast held for me as a refuge, hoping to find salvation from it. Not one of them is left, because of the anger you brought upon them. For through the very things they sinned, their enemies have become many and strong.
Fragment 65
Klagel. Jerem. 3, 1. Δεινὰ συνέβη τῷ προφήτῃ καὶ πρὶν ἁλῶναι τὴν πόλιν καὶ ταύτης ἑαλωκυίας. διὸ στοιχειώσεως ἑτέρας κατάρχων, ἐαυτὸν ἀποδύρεται, πτωχείαν ὁρῶν καὶ ἐρημίαν τῆς πόλεως διὰ παιδείαν κυρίου. καὶ αὐτὸς δὲ οὐδὲν ἡττον γέγονεν έν ἐνδείᾳ ἀγαθῶν, ἅμα μὲν ἐν περιστάσει γεγονὼς ἡνίκα τούτους ἐξήλεγχεν, ὥστε λέγειν· »διετέλεσα μυκτηριζόμενος πᾶσαν τὴν ἡμέραν«, ἅμα δὲ καὶ ταῖς τῶν δεινῶν αὐτῶν κοινωνῶν συμφοραῖς καὶ τῇ ἐκ συμπαθείας φησὶ δὲ καὶ κατὰ τὸν Δαβίδ· »σκιὰ θανάτου ἐπεσκίασέ με«. ὅταν γὰρ δοκῇ πρὸς βραχὺ διδόναι τοῖς πόνοις ἀνακωχήν, αὐθις παλινδρομεῖ διημνεκῆ τιμωρίαν ποιούμενος.
Terrible things happened to the prophet, both before the city was captured and after it had been taken. So he begins another letter of the alphabet and laments for himself, as he sees the poverty and desolation of the city because of the Lord’s discipline. He himself came to be no less in want of good things. He was in difficult circumstances when he was rebuking these people, so that he says: “I was mocked all day long.” He was also sharing in the calamities of their sufferings, and in the [sympathy] that comes from it [text incomplete]. He says also, in the words of David: “The shadow of death overshadowed me.” For whenever he seems to give a brief rest from the labors, he turns back again and makes the punishment unending.
Fragment 66
Klagel. Jerem. 3, 3. Τὸ ὅλην τὴν ἡμέραν δηλοῖ καθ’ ἑκάστην ἡμέραν, ὡς παρὰ τῷ Δαβίδ· »ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με«. σημαίνοι δ’ ἂν τὸ ἔστρεψε χεῖρα αὐτοῦ καὶ ὅτι πάλαι μοι τὰ ἀγαθὰ χορηγῶν, νῦν τὰς παιδείας ἐπάγει, καθάπερ ἀλλάξας τὴν χεῖρα.
“All the day” means every day, as in David: “All day long he fought against me and afflicted me.” “He turned his hand” could also mean this: he once supplied me with good things, but now he brings discipline, as if he had changed his hand.
Fragment 67
Klagel. Jerem. 3, 4. Τὴν σαθρότητα τὴν συμβὰσαν ἡμῖν ἐκ τῆς ἁμαρτίας σημαίνει.
He means the rottenness that has come upon us from sin.
Fragment 68
Klagel. Jerem. 3, 4. Συμφορὰ γὰρ ἐπίμονος γεροντικὴν ἀσθένειαν ἐμποιεῖ.
For lasting calamity produces the weakness of old age.
Fragment 69
Klagel. Jerem. [Greek lost here; only the Latin survives] Οὐ γὰρ ἀφῆκέ με διαφυγεῖν τὰ δεινὰ πανταχόθεν πολιορκαούμενον. λέγοι δ’ ἂν ἴσως καὶ τὸ περιβληθὲν τῇ πόλει τεῖχος πολέ- μιον. τὴν αὐτὴν δὲ τῷ Δαβὶδ ἀφῆκε φωνὴν εἰρηκότι· »ἐκάθισάν με έν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος«. τοῦτο τοῦτο διὰ τὰς ἀπὸ τῶν πολεμίων εἱρκτάς, ἅμα δὲ καὶ διὰ τὰς ἐκ θεοῦ συμφοράς· ψυχῆς γὰρ σκότος οἱ πειρασμοί. ἰδικὼς δὲ >Ἱερεμίαν καὶ εἰς τὸν ἐνέβαλεν ὁ Πασχώρ<, σκοτεινὸν ὄντα καὶ ἀφεγγῆ, ὁποῖον ἦν καὶ Δαβὶδ τὸ σπήλαιον ἐν ᾦ παρὰ Σαοὺλ ἀπεκρύπτετο. δύναιντο δὲ καὶ εἰς Χριστὸν οἱ δύο Θρῆνοι λαμβάνεσθαι, οὗ τύπος ἦν Ἱερεμίας τοσαῦτα παρὰ Ἰουδαίων πεπονθότος καὶ τέλος τάφῳ παραδοθέντος.
For he did not let me escape the terrors, since I was besieged on every side. He may also mean the hostile wall thrown around the city. He gave voice to the same words as David, who said, “They made me sit in dark places, like those long dead.” This was because of the prisons the enemy made, and at the same time because of the calamities that came from God; for trials are a darkness of the soul. Jeremiah knew this also from the pit into which Pashhur threw him, a place dark and without light, like the cave in which David hid from Saul. The two Lamentations could also be taken as spoken of Christ, of whom Jeremiah was a type, since he suffered so much at the hands of the Jews and in the end was handed over to the tomb.
Fragment 70
Klagel. Jerem. [Greek lost here; only the Latin survives] Ἀφύκτοις με κακοῖς περιβέβληκεν, ἐπιθεὶς τῷ τραχήλῳ μου λαὸν ἀπηνῆ καὶ παραπικραίνοντα καὶ μεῖζον ἢ κατ' ἐμὲ φορτίον. οὐκ εἰσηκούσθην δὲ κουφισθῆναι πολλάκις εὐξάμενος· εἰσακουσθῆναι γὰρ τοὺς ἁγίους ἔσθ' ὅτε κωλύει τὰ πράγματα. λέγοι δ' ἂν ζυγὸν καὶ τοὺς κλοιοὺς τοὺς σιδηροῦς, οὓς ἀντὶ ξυλίνων θεοῦ κε- λεύσει περιεβάλετο, φέρεται γὰρ καὶ γραφή· ἐβάρυνε γὰρ τὸν χαλκὸν τοῦ τραχήλου μου. ἀπέφραξε γὰρ τὴν προσευχήν μου καὶ λέξας αὐτῷ· μὴ προσεύχου περὶ αὐτῶν· οὐ γὰρ εἰσακούσομαί σου<.
He has wrapped me in evils I cannot escape. He has laid on my neck a harsh and bitter people, a burden greater than I am. Though I often prayed to be relieved, I was not heard; for circumstances sometimes prevent the saints from being heard. He may also mean the yoke and the iron collars which, at God’s command, he put on in place of wooden ones; for Scripture also says, “He made the bronze on my neck heavy.” For he blocked my prayer, and he said to him, “Do not pray for them, for I will not listen to you.”
Fragment 71
Klagel. Jerem. 3, 9. Ορμήσας γὰρ πολλάκις οὐ συνεχωρήθη παραιτήσασθαι τὴν διακονίαν. ἔφασκε γάρ· »ού μὴ ὀνομάσω τὸ ὅνομα κυρίου«, καὶ ὥσπερ ὑπὸ πυρὸς συνηλαύνετο. ἐμφράττει δὲ καὶ τὰς ὁδοὺς τῶν ἀμαρτωλῶν οὐ συγχωρῶν ἀμαρτεῖν. ἀλλ' οὐ τοιοῦτος ὁ προφήτης , ὅς γέ φησιν· »οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων«.
For though he often set out to do so, he was not permitted to refuse the service. He used to say, “I will not mention the name of the Lord,” and yet he was driven on as if by fire. God also blocks the ways of sinners, not allowing them to sin. But the prophet is not like that, for he says, “I did not sit in the company of those who make sport.”
Fragment 72
Klagel. Jerem. 3, 12. Πᾶν αὐτοῦ, φησί, βέλος ἐκἐνωσε κατ' ἐμοῦ, τὴν ἐμὴν τιτρώσκων ἐπιθυμίαν καὶ μὴ συγχωρῶν μοι πράττειν ὡς βούλομαι.
He says: he has shot every arrow of his against me, wounding my desire and not allowing me to act as I wish.
Fragment 73
Klagel. Jerem. 3, 13—15. Νεφροὶ δὲ ἐν τῇ γραφῇ τὸ ἐπιθυμητικόν, ἰοὶ δὲ τὰ βέλη. καί με λοιπὸν ὡς ψεύστην διέσυρον ᾠδήν με ποιήσαντες. καὶ φθάσας δὲ ἔλεγε· »κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην‘ καὶ τὰ ἐξῆς· ὁ μὲν γὰρ ἐδεῖτο ὑπὲρ αὐτῶν, οἱ οἱ ἐπεβούλευον , καὶ ὅμως τὴν διακονίαν οὐκ ἦν παραιτήσασθαι. ἐπικραίνετο τοίνυν καὶ πάσχων ὑπ' αὐτῶν καὶ πάσχουσι συναλγῶν καὶ ἀσεβοῦσιν ὑπεραχθόμενος.
In Scripture the “kidneys” stand for the faculty of desire, and the “arrows” are the shafts. They went on ridiculing me as a liar and made me their song. He had said earlier, “I sat alone, because I was filled with bitterness,” and what follows. For he pleaded on their behalf, while they plotted against him, and still he could not refuse the service. So he was embittered: by what he suffered at their hands, by sharing the pain of those who suffered, and by his deep distress over the ungodly.
Fragment 74
Klagel. Jerem. 3, 16—18. Ψήφῳ φησὶν ἢ ἀριθμῷ, καθ’ ἔκαστον ὀδόντα παιομένου κατὰ τῆς σιαγόνος, ἢ λίθῳ σκληρῷ. καὶ κατὰ τὸν Δαβὶδ δέ φησι· Μὰ σποδοῦ ἄρτον μου ἥσθιον<, τὸ μηδὲ ἄρτον σὺν ἡδονῇ λαμβάνειν δηλῶν ὑπὸ θλίψεως. οὐκ ἦν οὖν εἶναι τὴν ψυχὴν ἐν εἰρήνῃ, αὐτὴν ταραττομένην καὶ προσέτι βλέπουσαν ἔξωθεν θορύβους, ἔσωθεν μάχας. διὸ μηδὲν ἐλπίσας χρηστόν, τὰς Ἰὼβ ἀφῆκα φωνάς· »ἀπείπατό με ἔλεος, καὶ ἡ ἐλπίς μου παρὰ κυρίου«. οὐ γὰρ ἡν νικῆσαι τὰ περιεστῶτα δεινά.
He says “with a pebble” or “by number,” as when each tooth is struck on the jaw, or with a hard stone. And in keeping with David he says, “I ate ashes for my bread,” meaning that under affliction he could not even take bread with pleasure. So the soul could not be at peace, since it was itself troubled and saw besides, outside, uproars, and inside, battles. Therefore, hoping for nothing good, I let out the words of Job: “Mercy has given me up, and my hope from the Lord.” For it was not possible to overcome the terrors that surrounded me.
Fragment 75
Klagel. Jerem. [Greek lost here; only the Latin survives] Πρὸς πάντας γὰρ ὤν ἀγαθὸς τὴν παρ' ἡμῶν ὑπομονὴν ἀπαιτεῖ. τῇ γὰρ ψυχῇ, ἥ ζητήσει αὐτόν, ἀγαθὸν τὸ ζητεῖν, ἤτις ὑπομένοι μὴ ταραττομένη, μέχρι τὸ ἔλεος ἀπαντήσειεν, μηδὲ μεθισταμένη, μέχρι τὸ σωτήριον ἐπιφανείη κυρίου, εἰς τὸ ἐλπίζειν εἰς ἕτερον. ἴσως δὲ καὶ ἡσυχάσει λέγει μὴ πολυπραγμονοῦσα τῆς προνοίας τὰ κρίματα. δεῖ τοίνυν, κἂν ἀγνοῶμεν, μὴ ἀφηνιάσαι κυρίου.
For though he is good to all, he asks of us patience. For to the soul that will seek him, the seeking is good, if it endures without being disturbed until mercy meets it, and without moving away, until the salvation of the Lord appears, to hope in another. Perhaps he also means that it will be quiet, not meddling in the judgments of providence. So even if we do not understand, we must not kick against the Lord.
Fragment 76
Klagel. Jerem. [Greek lost here; only the Latin survives] Ὁτι >ὁ ζυγὸς αὐτοῦ χρηστὸς καὶ τὸ φορτίον ἐλαφρόν<. μηδεὶς αὐτῷ συναινῇ περί του, δεῖ μὴ συναπάγεσθαι, ἀλλὰ κἂν μονωθῇ πρὸς τοῦτο, τοῖς δεδογμένοις ἐγκαρτερεῖν καὶ ἐνιδρὺσθαι βεβαίως. »κύριος« γὰρ »κατοικίζει μονοτρόπους ἐν οἴκῳ« φησὶν ὁ Δαβίδ, καὶ »κατὰ μόνας εἰμὶ ἐγώ, ἕως οὑ παρέλθω«, δηλονότι τοὺς πειρασμοὺς φιλανθρωπίας τυχών.
Because “his yoke is easy and his burden light.” Let no one agree with him about anything, we must not be carried off with him; but even if we are left alone in this, we must hold firm to what has been decided and be firmly rooted. For David says, “The Lord settles the single-minded in a house,” and “I am alone, until I pass over,” clearly meaning that he obtains kindness through the trials.
Fragment 77
Klagel. Jerem. [Greek lost here; only the Latin survives] Ταπεινώσει γὰρ ἑαυτὸν φάσκων· »ἐγὼ δέ εἰμι γῆ καὶ σποδός«, εἴπερ ὄντως ἐστὶν ἀνήρ, καὶ τῆς μὴ καταισχυνούσης ἐλπίδος πεπλήρωται, ὁποῖον καὶ τὸ »ἐκολλήθη τῷ ἐδάφει ἡ φυχή μου«.
For he will humble himself, saying, “But I am earth and ashes,” if he is truly a man, and he is filled with a hope that does not put to shame, like the words, “My soul clung to the ground.”
Fragment 78
Klagel. Jerem. 3, 31. Ἁρμόζει τοῦτο καὶ πρὸς τοὺς έν τῇ αἰχμαλωσίᾳ λέγοντας τὰ ἐν τῷ ἑβδομηκοστῷ τρίτῳ Ψαλμῷ· »ἱνατί, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;« σύμφωνον δὲ τὸ »οὐκ εἰς τέλος ἀπώσεται κύριος οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ«· ἐρεῖ δὲ τῷ πρὸς ἀξίαν μετανοήσαντι· »διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων«.
This also fits those in the captivity who say what is in the seventy-third Psalm: “Why, O God, have you rejected us to the end? Has your anger burned against the sheep of your pasture?” In agreement is the saying, “The Lord will not reject to the end, nor be angry forever.” And to the one who repents as he deserves, he will say, “Let your voice cease from weeping, and your eyes from tears.”
Fragment 79
Klagel. Jerem. 3, 38. Διὰ τούτων μανθάνομεν μὴ εἰρηκέναι τὸν κύριον μηδὲ αἴτιον εἶναι τοῦ ταπεινωθῆ.ναι τοὺς δεσμίους τῆς γῆς ὑπὸ τῆς ἁμαρτίας, οὐδὲ τὰ ἀνθρώπινα κρίματα έγκλίνειν κατέναντι τοῦ θεοῦ. θεοῦ, δίκαιον ἀγαπᾷ καὶ εὐθύ, ἀλλ’ οὐδὲ τοῦ ἄξιον γενέσθαι καταδικάσαι ἄνθρωπον· οὐ γὰρ δύναται, φησί, τὰ ἐναντία ἐκ στόματος κυρίου ἐξεληλυθέναι, τὰ ἀγαθὰ καὶ τὸ κακόν· οὔτε γὰρ >δίνδρον καρποὺς πονηροὺς ποιεῖ, οὔτε δένδρον πονηρὸν καρποὺς ἀγαθούς<. τὸ οὖν ἀδικεῖσθαι ἄνδρας ὑπὸ πονηρῶν παρὰ τὴν θείαν κρίσιν ἐστί, γίνεται δὲ ὅμως έν τοῖς περιορωμένοις ὑπὸ θεοῦ, καθὰ τοῖς Ἰσραηλίταις ὑπὸ τῶν πολεμίων συνέβη, καὶ ἐν ἐπιστροφῇ θεοῦ λύεται. διὸ χρὴ ταύτην ἀναζητεῖν τοὺς ἐπὶ τιμωρίᾳ παραδοθέντας.
From these words we learn that the Lord did not say, and is not the cause, that the prisoners of the earth are humbled by sin. Nor does he bend human judgments aside before God [text corrupt]. “He loves what is just and right.” Nor is he the cause of a man becoming deserving of condemnation. For, he says, opposites cannot come out of the mouth of the Lord, the good things and the evil. Neither does a good tree produce bad fruit, nor a bad tree good fruit. So men being wronged by wicked people is [contrary to] divine judgment. Yet it still happens among those whom God overlooks, as happened to the Israelites at the hands of their enemies, and it is undone when they turn back to God. Therefore those handed over to punishment must look for this turning.
Fragment 80
Klagel. Jerem. [Greek lost here; only the Latin survives] Μάτην ἄρα γογγύζοντες ἐπὶ τὸν δημιουργὸν τὴν αἰτίαν ἀνάγομεν· ὅπερ ὁ ζῶν ἄνθρωπος οὐκ ἔχει ποιεῖν· νεκρῶν γὰρ ἐν ἁμαρτίαις ἡ τοιαύτη προαίρεσις, εἰ μὴ ἅρα διελέγχει τὸν ζῶντα καθ’ ἁμαρτίαν, καὶ θεὸν αἰτιώμενον. ὡς οὖν ἑτέραν αἰτίαν οὐκ ἕχοντες ἢ μόνους ἑαυτούς, τὰ παρ' ἑαυτῶν γενόμενα κρίναντες ἐπιστρέψωμεν.
So when we grumble, we lay the blame on the Creator in vain. A living man cannot do this. Such a choice belongs to those who are dead in sins, unless it exposes the one who lives in sin and blames God. Since, then, we have no other cause than ourselves alone, let us judge what we ourselves have done, and turn back.
Fragment 81
Klagel. Jerem. 3, 40. Οὐκ ἔστι γὰρ ἐπιστρέψαι πρὸς κύριον τὸν ἑαυτὸν ἀγνοήσαντα· ἐπιγινώσκει δέ τις ἐαυτόν, ἐπάγων ταῖς πράξεσι τὴν διάνοιαν, ἄμα μὲν ἐπισκοπῶν αὐτάς, ἅμα δὲ καὶ νοερὰς ἐργαζόμενος. τότε γὰρ >ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα> τὰ πρὶν ἐξομολογούμενοι λέξομεν ὅτι >ἡμάρτομεν καὶ ἀποστῆναι ἀπὸ σοῦ< καὶ >ὃτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἶς ἐπήγαγες ἡμῖν<.
For it is not possible to turn back to the Lord while ignorant of oneself. A person comes to know himself by bringing his mind to bear on his actions. He examines them, and at the same time makes them rational [or: spiritual]. For then “with unveiled face we behold as in a mirror the glory of the Lord.” Confessing our former deeds, we will say that “we have sinned and fallen away from you,” and that “you are righteous in all that you have brought upon us.”
Fragment 82
Klagel. Jerem. 3, 41. Τὸ ἀναλαβεῖν καρδίας ἐπὶ χειρῶν δοκεῖ δηλοῦν τὸ οἱονεὶ μετὰ χεῖρας λαβόντες τὰς ἑαυτῶν ἐννοίας ἐξετάσωμεν, εἴπερ εἰσὶ καθαραί.
“To lift up our hearts upon our hands” seems to mean this: taking our own thoughts, as it were, into our hands, let us examine whether they are pure.
Fragment 83
Klagel. Jerem. [Greek lost here; only the Latin survives] Καὶ ταῦτα τῆς φθασάσης ἐξομολογήσεως μέρος· ὡς γὰρ σκότος ἡμῖν ἐκ νεφέλης ἐπήγαγες τὰς τῶν δεινῶν περιστάσεις, καὶ μακρὰν ὄντας ἀπὸ σοῦ κατεδίωξας, ἀπώλεσας νεκρῶν τῇ ἁμαρτίᾳ διὰ τῆς τιμωρίας. καὶ ἐπείπερ αἱ ἁμαρτίαι ἡμῶν διίστων ἡμᾶς ἀπὸ σοῦ ὥσπερ διατειχιζούσης νεφέλης, οὐκ ἔφθανεν ἡμῶν ὴ προσευχὴ πρός σε· οὐ γὰρ εἴχομεν >πτέρυγας περιστερᾶς> ὑπερίπτασθαί λέγειν· »ἐν τῷ θεῷ ὑπερβήσομαι τεῖχος( οὐ γὰρ ἠν εὐχερὲς παρελθεῖν τὴν ἁμαρτίαν, στερεάν τε οὖσαν καὶ σκοτεινὴν καὶ πνεύματος ἄμοιρον ἁγίου.
These words too are part of the confession already made. For you brought the troubles of terrible things on us like darkness out of a cloud. You pursued us when we were far from you. Through punishment you destroyed us, who were dead in sin. Our sins separated us from you, like a cloud building a wall between us. So our prayer did not reach you. For we did not have “the wings of a dove” to fly over and say, “By my God I will leap over a wall.” It was not easy to get past sin, which is solid and dark and has no share in the Holy Spirit.
Fragment 84
Klagel. Jerem. [Greek lost here; only the Latin survives] Σύμμαχος· πτόησις. ὅλῳ στόματι κατέπιον κατέπιον καὶ εἰς βάθος κακῶν ὑπηνέχθημεν φόβου καὶ ταραχῆς ἐμπλησθέντες· >ἐμπίπτει γὰρ εἰς ὅν ὤρυξε x003E; ὁ ἀμαρτωλὸς διδοὺς ὡν ἥμαρτε δίκας. καὶ ἐπεὶ »πρὸ συντριβῆς ἡγεῖται ὕβριος« κατὰ τὸν Σολομῶντα, τουτέστιν ὑπερηφανία, ἐπήρθημέν τε καὶ συνετρίβημεν. ὅθεν ὁ Δαβὶδ μελῳδεῖ· »νὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ὰμαρτωλοῦ μὴ σαλεύσαι με«.
Symmachus: “terror.” “They swallowed us with a whole mouth.” We were carried down into a depth of evils, filled with fear and confusion. For the sinner falls into the pit he dug, paying the penalty for what he sinned. And since, according to Solomon, “arrogance goes before destruction” (that is, pride), we were puffed up and we were crushed. Hence David sings: “Let not the foot of pride come to me, and let not the hand of a sinner shake me.”
Fragment 85
Klagel. Jerem. 3, 48. Καὶ τοσαῦτα παθὼν τῶν δεδρακότων ὑπεραλγεῖ, οὕτως "ἡ ἀγάπη τὸ κακὸν οὐ λογίζεται«.
Though he has suffered so much, he grieves deeply for those who did it. So it is that “love does not reckon evil.”
Fragment 86
Klagel. Jerem. 3, 49. Ἀντὶ τοῦ ὁ ὀφθαλμός μου κατεπονήθη, καὶ οὐ σιγήσε- ται τοῦ μὴ εἶναι ἔκνηψιν Σύμμαχος εἶπεν· ὸ ὀφθαλμός μου ἐπέμεινε, καὶ οὐκ ἐπαύσατο τοῦ μὴ εἶναι ἄνεσιν. δηλοῦσι δὲ οἱ μὲν Ἑβδομήκοντα ὅτι καίπερ τῶν ὀφθαλμῶν ἐκ πλήθους δακρύων ἠσθενηκότων οὐ διέλειπον ὅμως, ἀνανῆψαι τοῦ κλαυθμοῦ μὴ δυνά- μενος, ὁ δὲ Σύμμαχος ὅτι ἐπέμεινά τε δακρύων καὶ οὐ διέλειπον· προσευχὴ γὰρ ἐκτενὴς καὶ δακρύων ἐπίτασις τὸν θεὸν ἐφέλκει πρὸς ἔλεον.
Where the Septuagint has “my eye was worn out, and will not be silent, so that there is no sobering up,” Symmachus said: “my eye persisted and did not cease, so that there is no relief.” The Seventy show that, although his eyes had been weakened by the great quantity of tears, he did not stop, being unable to recover from his weeping. Symmachus shows that I persisted in tears and did not stop. For earnest prayer and intense tears draw God to mercy.
Fragment 87
Klagel. Jerem. [Greek lost here; only the Latin survives] Κατακόπτει γάρ με τὰ δάχρυα, φησί, καθάπερ ἄμπελον ἀκριβὴς τρυγητής· κατὰ δὲ Σύμμαχον, ὅτι κατεπόντισάν με τὰ δάκρυα, τῇ τῶν ἐν ὕδασι πνιγομένων μένων μεταφορᾷ. ὑπομένων δὲ ὑπομενῶ τὸν κύριον, μέχρι μέχρι τοῦ ἀποστρέφειν τὸ πρόσωπον αὐτοῦ ἀφ' ἡμῶν. τὸ διακύψαι δὲ τὸν θεὸν τὸ τῆς ἐπισκοπῆς ἡμᾶς ἀξιῶσαι δηλοῖ. ἐξηγεῖται δὲ τὸ παρὰ πάσας ἐπὶ πάσας ἐπενεγκών, τουτέστιν ἐπὶ ταῖς αὐτῶν συμφοραῖς· τὸ γὰρ θῆλυ γένος τοῦ τῶν ἀρρένων ἐλεεινότερον.
“For the tears cut me down,” he says, “like a careful grape-harvester cutting a vine.” According to Symmachus, “the tears drowned me,” a metaphor taken from people choking in water. “But enduring, I will endure the Lord, until he [turns] his face away from us.” God’s looking down means that he counts us worthy of his oversight. He explains the phrase “beyond all” by adding “upon all,” that is, upon their misfortunes. For the female sex is more pitiable than the male.
Fragment 88
Klagel. Jerem. 3, 52. Ἥ ἃ πέπονθε λέγει· ἐνεβλήθη γὰρ λάκκῳ καὶ ὄσον ἡκεν εἰς ἀπέθανεν, σωθεὶς δὲ παρ’ ἐλπίδα ἐλπίδα μετὰ Δαβίδ· »ἡ ψυχή μου ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων«· οὐ γὰρ ἠν >πεσεῖν ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς τοῦ ἐν τοῖς κατὰ τὴν τοῦ σωτῆρος φοινήν. ἢ τοίνυν δέ ἑαυτόν φησιν ἢ καὶ τὰ τοῦ λαοῦ οἰκειούμενος πάθη. ἀλλὰ τὸ δωρεὰν περὶ αὐτοῦ εἰκότως ἂν λέγοιτο· τί γὰρ αὐτοὺς ἡδίκησεν, μᾶλλον δὲ οὐκ εὐεργέτησεν;
Or he is telling what he has suffered. For he was thrown into a pit, and [as far as it went, he died]. But he was saved beyond hope, and says with David: “My soul was delivered like a sparrow from the snare of the hunters.” For, according to the Savior’s word, it was not possible to “fall to the ground without the Father.” So then, either he is speaking of himself, or he is making the sufferings of the people his own. But the words “without cause” would reasonably be said of him. For how did he wrong them? Or rather, did he not do them good?
Fragment 89
Klagel. Jerera. [Greek lost here; only the Latin survives] Ἐδίκασεν ὁ θεὸς ἀποκτείνας τὸν ψευδοπροφήτην καὶ τὸν βασι- λέα παραδούς, καὶ ἐπὶ τοῦ Χριστοῦ παραδοὺς τὸ ἔθνος εἰς ἅλωσιν. τὸ δὲ ἐγὼ ἐπ' ὀφθαλμοὺς αὐτῶν, ὅτι βαρὺς ἤμην αὐτοῖς καὶ φαινόμενος.
God passed judgment by killing the false prophet and handing over the king. In the time of Christ he handed the nation over to be captured. The words “I am before their eyes” mean that I was a burden to them, even just by being seen.
Fragment 90
Klagel. Jerem. 3, 64. Ἕλεγε καὶ πρόσθεν· »συντέλεσον αὐτούς, καὶ ἔσται σου ὁ λόγος ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου( ταῦτα ταῦτα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἐπιβουλήν, ὅτε πανταχοῦ διεσπάρησαν· ἠλθε γὰρ ἐπ' αὐτοὺς >πᾶν δίκαιον x003C;. τὸ τοίνυν δηλοῖ τὸ τέλος λαβεῖν τὴν κατ' αὐτοὺς λατρείαν, καὶ τὸ μηκέτι χρη- ματίζειν ἔθνος θεοῦ.
He also said earlier: “Make an end of them, and your word will be to me for gladness and joy of my heart.” He said this after the plot against the Saviour, when they were scattered everywhere. For [all that is just] came upon them. So this shows that their worship came to an end, and that they are no longer called a nation of God.
Fragment 91
Klagel. Jerem. [Greek lost here; only the Latin survives] Τὸ ὑπερασπισμὸν καρδίας μόχθον αὐτοῖς, ὅτι δώσεις ἀὐτοῖς μόχθον εἰς αἴσθησιν τοῦ πόσος ὑπῆρχες ὑπερασπίζων αὐτῶν, ἵνα σὲ καὶ πάλιν ζητήσωσιν. εἰ δὲ μή, καταδιώξεις αὐτοὺς ἐν ὀργῇ σου.
The phrase “the shielding of the heart—toil for them” means this: you will give them toil, so that they come to feel how great a protector of them you were, and so seek you again. If not, you will pursue them in your anger.
Fragment 92
Klagel. Jerem. 4, 1. Τῆς νῦν παρούσης τετάρτης στοιχειώσεως ἀρχόμενος τὸν περὶ τῶν ἐπιφανῶν ἐξαιρέτως ἐπανέλαβε Θρῆνον, ἠμαυρῶσθαι λέγων τὴν ἐπιφάνειαν ἐκκεχυμένου τε δίκην ὕδατος ἠφανίσθαι.
He begins the fourth alphabetic section, which is now before us. He takes up again the lament over the distinguished, in a special way. He says that their splendor has grown dim and has vanished, as if poured out like water.
Fragment 93
Klagel. Jerem. 4, 1. Ἀγιοι δὲ ὡς ἐκλεκτοὶ διὰ τοὺς πατέρας ἢ διὰ τοὺς σὺν Ἰωακεὶμ ληφθέντας ὰγίους, οὔς ἀπείκασε σύκοις χρηστοῖς. Καὶ μετ΄ όλίγα· Ἐξόδων δὲ τῶν ἀπὸ τῆς ἁγίας γῆς >ἀπαγουσῶν εἰς καὶ εἰς τὸν νοητὸν Βαβυλώνιον, »ἴνα παιδευθῶσι μὴ βλασφημεῖν«. εἴποις δ' ἂν τὸν Θρῆνον καὶ ἐπὶ τῶν ἐκ θεοσεβείας μεταβαλλόντων, εἴπερ εἶεν ἐπίσημοι καὶ πλάνης ἡγοῖντο τοῖς ἄλλοις, καταλιπόντες μὲν τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, γεγονότες δὲ λάκκοι συντετριμ- μένοι οἳ οὐ δύνανται στέγειν<. ὅθεν εἰκότως ἐκχέονται περὶ πλάνην ἀωρὶ στένοντες.
“Holy” here means chosen, either on account of the fathers or on account of the holy ones taken captive with Joakim, whom he compared to good figs. And a little later: [the departures] from the holy land lead [away] into the spiritual Babylonian [realm], “that they may be taught not to blaspheme.” You could also say that the lament applies to those who have turned away from godliness, if they were notable and became leaders of error for others. They have left the fountain of living water and have become broken cisterns that cannot hold water. So it is fitting that they are poured out around error, groaning before their time.
Fragment 94
Klagel. Jerem. 4, 2. Οἱ κομῶντες ἐπὶ πλούτῳ , φησίν, ἢ καὶ χρυσίου τιμιώτεροι πῶς οὔτω τοῖς εὐτελέσι καὶ συντριβομένοις ἀπαχθέντες εἰς δουλείαν εἰκάσθησαν; ἔφη δὲ τούτοις αὐτοὺς ἀπεικάζεσθαι καὶ ἡνίκα κατελθὼν x003E;εἰς τὸν οἶκον τοῦ κεραμέως< λαβὼν ἀγγεῖον δὲ αὐτοὺς καὶ Ἡσαΐας πόλει πεσούσῃ, >καὶ τὰ πτώματα< >αὐτῆς ἔσται ὡς συντρίμματα ἀγγείου<.

⚑ Possible scanning error in the digital Greek (x003E;εἰς). Check it against the printed edition.

Those who prided themselves on wealth, he says, who were even more precious than gold: how were they led into slavery and likened to cheap, shattered things? It was said that they are compared to such things also when [Jeremiah] went down to the potter’s house and took a vessel [...]. Isaiah likewise says of a fallen city, “its ruins will be like the fragments of a vessel.”
Fragment 95
Klagel. Jerem. 4, 3. Περὶ λιμοῦ τῶν ἐνδόξων λέγει βρεφῶν, ὡς τῆς Ἱερουσαλὴμ μηδὲ τοῖς ἀγρίοις ζώοις ὁμοίως θηλὴν αὐτοῖς προτεῖναι δεδυνημένης. ἡ δὲ τοῦ πάθους ὑπερβολὴ καὶ φύσεως λήθην ἐργάζεται. δράκοντας δὲ ἢ καὶ τὰς κατὰ Σύμμαχον Σειρῆνας ἀκούσει τὰ πονηρὰ πνεύ- ματα, τὰ τοὺς ἑαυτῶν νεογνοὺς πονηρῷ θηλάσαντα γάλακτι. τοι- οῦτοι δὲ οἱ ταῖς δοδασκαλίαις τῶν ἀσεβῶν εἰσαγόμενοι.
He speaks of the famine among the infants of the glorious. Jerusalem could not even offer them the breast as wild animals do. The extremity of the suffering causes even nature to be forgotten. “Dragons,” or “Sirens” in Symmachus, is to be understood of the evil spirits, who nurse their own newborn with evil milk. Such are those who are led in by the teachings of the ungodly.
Fragment 96
Klagel. Jerem. 4, 3. Πῶς γὰρ οὐ θυγατέρες οἱ ἐκτεθηλυμμένοι, οὓς καὶ Φαραὼ περιποιεῖται, φονεύων τοὺς ἄρρενας; οἳ καὶ τὴν διδασκαλίαν, τὴν ἔρημον θεοῦ, καταβόσκονται, ἀποπτῆναι κατὰ τοὺς στρουθοκαμή- λους μὴ δυνάμενοι, ἀλλὰ τὴν γῆν ἀεὶ ἀεὶ διαθέοντες; τὸ γὰρ στρουθίον οὕτως ἐξέδωκε Σύμμαχος, τοὺς δὲ τούτων διδασκάλους οὐκ ἀπεικότως Σειρῆνας ἐκάλεσεν. κατὰ γὰρ τὸν ἔξω μῦθον αὐται διὰ τῆς ἡδονῆς τοὺς προστυχόντας ἀπώλλυον, ὥσπερ οὖν τὸν ἰὸν ἐνδακόντες οἱ δράκοντες. ὀνειδίζει τοίνυν τοῖς δῆθεν ἀγαθοῖς διδασκάλοις, ὄτι μηδὲ τούτοις ὁμοίως περὶ τοὺς φοιτῶντας ἐσπούδασαν.
For how are they not “daughters,” those who have been made effeminate, whom even Pharaoh keeps alive while he kills the males? They feed on the teaching, the desert of God. They cannot fly away like ostriches, but are always running along the ground. (Symmachus rendered “the sparrow” in this way.) It is not unfitting that he called their teachers Sirens. According to the myth outside the faith, the Sirens destroyed those who came by, through pleasure, just as dragons do once they have sunk in their venom. So he rebukes these supposedly good teachers, because they did not take as much care of their pupils as even these creatures do.
Fragment 97
Klagel. Jerem. 4, 4. Ταῦτα πεΠόνθασι πολιορκούμενοί τε καὶ ἀπαγόμενοι. λέγοις δ ἂν καὶ ὡς >λιμὸν ὑπέμειναν οὐκ ἄρτου, οὐχ ὓδατος< κατὰ τὸ προφητικόν, >ἀλλὰ τοῦ ἀκοῦσαι λόγον κυρίου<. διὸ νεογνῶν αὐτῶν προφητεύει.
They suffered these things while under siege and while being led away. You could also say that they endured “a famine, not of bread, nor of water,” as the prophet says, “but of hearing the word of the Lord.” For this reason he prophesies about them as newborn infants.
Fragment 98
Klagel. Jerem. 4, 4. Ἱστορικῶς μὲν ἐπανῆλθεν ἐπὶ τὰ συμβάντα ἐπὶ τῆς αἰχμαλωσίας, πρὸς δὲ διάνοιαν περὶ τοῦ λιμοῦ τοῦ διδασκαλικοῦ λόγου φησίν.
In the historical sense he has gone back to what happened in the captivity. But in the deeper sense he is speaking of the famine of the teaching word.
Fragment 99
Klagel. Jerem. 4, 5. Οὐ γὰρ τοσοῦτον ἐλεεινὸν οἱ πένητες οἱ κακούμενοι. τούτους δὲ θρηνεῖ καὶ Παῦλος, »ὡν ἡ υἱοθεσία« λέγων »καὶ ἡ δόξα«. κενα γὰρ νῦν μελετῶντες οὐκ ἐντρυφῶσι Μωδρῖ τε καὶ τοῖς προφήταις, τὸ »κατατρύφησον τῷ κυρίῳ«. ούδεὶς γὰρ αὐτοῖς ὁ πέττων τὸν τρόφιμον λόγον, οὐδὲ τοῦ σιτευτοῦ μεταλαμβάνουσι μόσχου καίπερ αὐτοὶ τεθυκότες. διεξόδους δὲ καλεῖ τὰς διασπορὰς ἢ καὶ τὰς τῶν νομικῶν γραμμάτων παρατροπάς.
For the poor who are ill-treated are not so pitiable as these. Paul also laments over these, saying, “to whom belong the adoption and the glory.” For now they busy themselves with empty things, and they take no delight in [Moses] and the prophets, in the words “delight yourself in the Lord.” There is no one to prepare the nourishing word for them. Nor do they share in the fattened calf, even though they themselves have offered the sacrifice. By “outlets” he means the dispersions, or else the distortions of the written letters of the Law.
Fragment 100
Klagel. Jerem. 4, 5. Ἐτιθηνοῦντο τὸ πρὶν ἐπὶ κόκκου, τὸ μέλλον ἐκχεῖσθαι τοῦ σωτῆρος αἶμα προφητικῶς προακούοντες, καὶ νῦν ἐκ τῶν γηίνων νοημάτων ῥακοδυτοῦντες.
Formerly they were brought up in scarlet, hearing beforehand, in prophecy, of the Saviour’s blood that was to be poured out. Now, because of their earthly thoughts, they are dressed in rags.
Fragment 101
Klagel. Jerem. 4, 6. Σύμμαχος τὸ μὲν ὥσπερ σπουδή, ἐξαπίνης ἐξέδωκε, τὸ δὲ οὐκ ἐπόνεσαν, ἣν οὐκ ἔτρωσαν. τι γὰρ θείου συντομώτερον λόγου φήσαντος· »ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος« καὶ μόνῳ παραδόντος τῷ βούλεσθαι; ἡ ἀνομία δὲ τῆς Ἱερουσαλὴμ ὑπὲρ τὴν Σοδόμων ἐμεγαλύνθη. οἱ μὲν τὸν φυσικὸν νόμον εἶχον μόνον, οἱ δὲ καὶ γραπτὸν καὶ προφήτας ὅσα τε παραδόξως ὁ θεὸς ἠργάζετο έν αὐτοῖς. κάκεῖνοι μὲν ἥμαρτον εἰς ἀγγέλους καὶ τοὺς ὁμοίους ἀνθρώπους· οὐτοι δὲ εἰς τὸν σωτῆρα καὶ λυτρωτὴν πάλαι μὲν ἐξ Αἰγύπτου, νῦν δὲ δαιμόνων λατρείας, εἴπερ ἐδέξαντο τὸν πρὸς αὐτοὺς ἐλθόντα προηγουμένως. »οὐκ ἀπεστάλην« γάρ φησιν »εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ«.
Symmachus renders one phrase as “as if in haste, suddenly he gave her up,” and the other as “they did not suffer, [she] whom they did not wound.” What is quicker than the divine word, which said, “Behold, your house is left to you desolate,” and handed it over by willing alone? The lawlessness of Jerusalem was made greater than that of Sodom. The Sodomites had only the natural law. These people had the written law as well, and the prophets, and everything God did among them in marvelous ways. Those others sinned against angels and against men like themselves. These sinned against the Savior and Redeemer. Long ago he redeemed them from Egypt, and now from the worship of demons. This is so if they really did receive [him] who came to them first of all. For he says, “I was not sent except to the lost sheep of the house of Israel.”
Fragment 102
Klagel. Jerem. 4, 7. 8. Σύμμαχος· ἄχραντοι ἀφωρισμένοι αὐτὴς χιόνα, λαμ- πρότεροι γάλακτος, πυρρότεροι τὴν ἕξιν ὑπὲρ τὰ περίβλεπτα, σάπφιρος τὰ μέλη αὐτῶν, σκοτεινότερον ἀσβόλης τὸ εἶδος αὐτῶν. τοὺς ἁγιάσαντας ἑαυτούς φησι τῷ θεῷ· Ἡγιασμένοι γὰρ τὸ Ναζιραῖοι δηλοῖ, οὕτω γὰρ Σύμμαχος καὶ Θεοδοτίων ἐν τῷ Ἀμὼς τοὺς ἡγιασμένους ἐξέδωκαν, Ναζιραίους εἰπόντες. μέμνηται τούτων καὶ Μωσῆς· ὁποῖος ἠν καὶ Σαμψών. ἠσαν δὲ καὶ παρὰ Ἰουδαίοις ἐπιφανεῖς. διὸ τὸ μὲν καθαρὸν αὐτῶν ἀντεξήτασε χιόνι, τὸ δὲ λαμπρὸν γάλακτι· ἐπυρώθησαν δὲ τῇ ἀσκήσει δοκιμασθέντες ὡν ἐπηγγέλλοντο τῷ θεῷ , οἱ ἐκλεκτοὶ δὲ αὐτῶν (ὃ τὸ ἀπόσπασμα) πολιτείαν οὐράνιον ἔχουσιν· τοιοῦτον γὰρ τῆς σαπφίρου τὸ χρῶμα. ἕχει δὲ καὶ χρυσιζούσας φλέβας, αἶς δὴ τὴν ἕξιν αὐτῶν ὁ Σύμμαχος ἀπεικάξει, τὸ ἀδιάφθορον ἔχουσαν καὶ τὸ διάπυρον κατὰ θεοσέβειαν.
Symmachus: “Her undefiled ones, set apart, [were] snow, brighter than milk, ruddier in bodily condition than the things men gaze at; their limbs were sapphire; their appearance was darker than soot.” He means those who sanctified themselves to God. “Sanctified” indicates the Nazirites. For this is how Symmachus and Theodotion rendered “the sanctified” in Amos, calling them Nazirites. Moses also mentions them, and Samson was one of this kind. They were also distinguished among the Jews. So he compared their purity to snow and their brightness to milk. They were made red as with fire, tested by the discipline of what they had promised to God. Their chosen ones [this is the excerpt] have a heavenly way of life, for that is the color of sapphire. The sapphire also has golden veins, and Symmachus likens their condition to these. It has incorruptibility and a fiery zeal in the worship of God.
Fragment 103
Klagel. Jerem. 4, 8. Τῆς πνευματικῆς ἐξέπεσαν ἐλλάμψεως καὶ λιμῷ τῷ νοητῷ δι- ετάκησαν, ὡς ἐοικέναι ξύλοις ξηροῖς, τοῖς μὴ πεφυτευμένοις παρὰ ταῖς διεξόδοις τῶν ὑδάτων<· ὁποῖοι νῦν οἱ παρ’ αὐτοῖς ἱερεῖς ἒχοντες εὐτροφίαν εὐτροφίαν πνευματικήν. καὶ κατὰ τὸ ῥητὸν δέ, αἰσχύνης ἄκρας τὰ πρόσωπα αὐτῶν ἐμελαίνετο ὄτι τοῖς τοῖς ἄλλοις ὸμοίως ἁμαρτάνοντες ἀ.πήγοντο· ἐπεὶ καὶ νῦν ἐπὶ τῶν καταισχυνομένων ἡ συνήθεια τῷ ὀνόματι κέχρηται.
They fell away from spiritual illumination and wasted away with a famine of the mind. So they came to look like dry trees, those not planted beside the channels of the waters. Such now are their priests, who [lack] good spiritual nourishment. Taking the words literally, their faces were blackened with the utmost shame, because they were sinning like the others and were led away. Even now common usage employs this word for those who are put to shame.
Fragment 104
Klagel. Jerem. 4, 9. Πολέμῳ γὰρ κρεῖττον συντόμως τελευτᾶν ἢ λιμῷ δαμασθῆναι δι' ἀπορίαν τῶν ἐν ἀγρῷ γεννημάτων. εἴποις δ’ ἄν ῥομφαίαν εἶναι καὶ μάχαιραν τὸν λόγον τοῦ θεοῦ· φησὶ γὰρ ὁ Παῦλος· καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ«, ὑφ’ οὗ, φησὶν ἡ νύμφη, τετρωμένη ἀγάπης εἰμὶ ἐμώ«. λέγει δὲ καὶ ὁ Δαβίδ· »περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου«. ὑπὸ τοιαύτης πληγέντας ῥομφαίας ὑπὸ τοὺς πόδας πεσεῖν Ἰησοῦ κατὰ τὸ λαοὶ ὑποκάτω σου πεσοῦνται«, τὴν αὐτοῦ ὁμολογήσαντας βασιλείαν, ἀλλ’ οὐχ ἁλῶναι λιμῷ ψυχικῷ. γέννημα γὰρ χώρας ὁ Χριστός, ὁ ἐν Βηθλεὲμ γεννηθείς, ὅπερ Οἶκος ἄρτου σημαίνεται, οὖπερ ἄγευστοι γεγονότες Ἰουδαῖοι εἰς δαιμόνων ἀπήχθησαν χώραν. ἀγρὸς δὲ ὁ εὐλογημένος ὑπὸ κυρίου καὶ λίαν εὐώδης, οὑπερ ἔπνεεν Ἰακώβ, δηλοῖ Χριστοῦ τὴν ἐκκλησίαν.
It is better to die quickly in war than to be broken by famine through the lack of the produce of the field. You could say that the word of God is a sword and a blade. For Paul says, “and the sword of the Spirit, which is the word of God.” The bride says she is “wounded with love” by it. David also says, “Gird your sword upon your thigh, mighty one, in your splendor and your beauty.” Those struck by such a sword fall under the feet of Jesus, according to the words “peoples will fall under you.” They confess his kingdom, and are not captured by a famine of the soul. For Christ is the produce of the land, he who was born in Bethlehem, which means “House of Bread.” The Jews, having never tasted him, were carried off to the land of demons. The field blessed by the Lord, and very fragrant, which Jacob breathed in, signifies the church of Christ.
Fragment 105
Klagel. Jerem. 4, 10. Ἵνα μὴ δόξωσιν αἱ γυναῖκες δι' ὠμότητα βεβρωκέναι τὰ τέκνα, οἰκτίρμονας μὲν εἶναί φησιν· τῇ δὲ τῆς ἐνδείας ἀνάγκῃ προσάπτει τὸ πάθος. τὸ δὲ ἦψαν τὸ ἀνάψαι καὶ ὀπτῆσαι δηλοῖ, ὃ δὴ γέγονεν ἐπὶ τῆς Ῥωμαίων πολιορκίας· διὸ καὶ σύντριμμα καλεῖ τὴν παν- τελῆ τοῦ ἔθνους ἀπώλειαν. καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν Θρήνων στοιχειώσει τοῦ παρόντος μέμνηται πάθους. καὶ τοῦτο δὲ καὶ τἃλλα πάθη μετ' ἀκριβείας Ἰώσηππος ἐν τοῖς περὶ ἁλώσεως παρέδωκεν.
So that the women would not seem to have eaten their children out of cruelty, he says that they were compassionate. He attributes the terrible deed to the pressure of want. The word “they boiled” means they kindled a fire and roasted. This is what happened in the Roman siege. So he calls the total destruction of the nation a “ruin.” In the second alphabetical section of the Lamentations he also mentions the present suffering. Josephus recorded this and the other sufferings accurately in his work on the capture of the city.
Fragment 106
Klagel. Jerem. 4, 11. Μετὰ γὰρ τὴν Χριστοῦ παρουσίαν συνετελέσθησαν.
For after the coming of Christ these things were brought to completion.
Fragment 107
Klagel. Jerem. 4, 12. Ἰσως μὲν καὶ διὰ τὸ τῶν τόπων ὀχυρὸν καὶ τοῦ τείχους καὶ τὴν τῶν οἰκητόρων ἰσχύν, μάλιστα δὲ διὰ τὸν ἀεὶ τῆς πόλεως ὑπερησπικότα θεόν. καίτοι πρὸ τοῦ Ναβουχοδονόσορ εἰσελθὼν ὁ Αἰγύπτιος πολλάκις ἔλαβε τοὺς θησαυροὺς ἐκ τοῦ οἴκου κυρίου, ἀλλ’ οὐ πορθήσας τὴν πόλιν· οὐ γὰρ ἄγαν ἔθλιβεν, εἰ καὶ ὑπῆρχεν ἐχθρός, πρὸς τὸ μηδὲ ἀπεμφαῖνον εἶναι καὶ δὶς καὶ τρὶς τὸ παράδοξον γενέσθαι. λέγοι δ’ ἂν βασιλεῖς τῆς γῆς καὶ τοὺς δαίμονας τοὺς τῶν χοϊκῶν βασιλεύσαντας, περὶ ὡν εἴρηται· »παρέστησαν πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες αὐτῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«. περὶ ὡν οἴτινές εἰσιν ἐδήλωσε τὸ »εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν« καὶ τὸ »ἴνα γνωρισθῇ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ«· ᾤοντο γὰρ μὴ παραδίδοσθαι τὴν Ἱερουσαλὴμ εἰς τέλος, μέχρι τοῦ ἔθνους τούτου τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν οἰόμενοι, μηδὲν εἰδότες περὶ Χριστοῦ.
Perhaps it was because of the strength of the place, the wall, and the might of its inhabitants. But most of all it was because of God, who always shielded the city. Even so, before Nebuchadnezzar the Egyptian came in and often took the treasures from the house of the Lord, yet he did not sack the city. He did not press it too hard, even though he was an enemy, so that it would not seem out of place for the unexpected thing to happen twice and three times. The text could also mean by “kings of the earth” the demons who ruled over the earthly (those made of dust). Of them it was said: “All the kings of the earth stood by, and their rulers were gathered together against the Lord and against his Christ.” Who these are is made clear by the words “for if they had known, they would not have crucified the Lord of glory,” and by “so that the manifold wisdom of God might be made known through the church to the principalities and powers in the heavenly places.” For they thought Jerusalem would not be handed over to the end. They supposed the promise made to the fathers reached no further than this nation, and they knew nothing about Christ.
Fragment 108
Klagel. Jerem. 4, 13. Αἷμα δίκαιον κυρίως τὸ τοῦ σωτῆρος Χριστοῦ, ὅπερ ἐκχέαντες τελέως ἀπώλοντο, ἐπὶ τοῖς τῶν προφητῶν αἵμασι μετρίως σωφρονιζόμενοι.
“Righteous blood” in the proper sense is the blood of the Saviour Christ. When they shed it they were utterly destroyed, whereas for the blood of the prophets they had been only moderately disciplined.
Fragment 109
Klagel. Jerem. 4, 14. Σύμμαχός φησιν· ἀκατάστατοι ἐγένοντο, τυφλοὶ έν ταῖς ἐξόδοις, ἐφύρησαν ἐν αἵματι, ὥστε μὴ δύνασθαι ἅψασθαι τῆς ἐσθῆτος αὐτῶν. ἐγρηγόρους ἡ γραφὴ τοὺς ἀγγέλους καλεῖ, ὡς παρὰ τῷ Δανιήλ. οὑτοι δὲ ἦσαν, δι’ ὡν ἴσως καὶ ὁ διὰ Μωσέως νόμος ἐδόθη κατὰ τὸ »εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς νόμος«. οὗτοι τοίνυν προσκαρτεροῦντες αὐτῇ καὶ τῷ θείῳ ναῷ, σαλευθέντες μετέστησαν. Ἰώσηππος γὰρ έν τοῖς περὶ ἁλώσεως ἱστορεῖ ὡς »νύκτωρ οἱ ἱερεῖς προσελθόντες εἰς τὸ ἱερόν, ὥσπερ αὐτοῖς ἔθος ἦν πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας· μεταβαίνωμεν ἐντεῦθεν«· ὅτε καὶ κατὰ Σύμμαχον ἀκατάστατοι καὶ ἀλῆται γεγόνασιν καὶ τυφλοί, φησίν, ἐν ταῖς ἐξόδοις. οὐ γὰρ >ἠν ὅρασις διαστέλλουσα οὐ προφήτης, οὐδὲ ἡγούμενος·< ἐξέλιπον <γὰρ ἐπεὶ> παρεγένετο ᾧ ἀπέκειτο, ὃς ἦν προσδοκία ἐθνῶν«.
Symmachus says: “They became unsettled, blind in their goings out; they were defiled with blood, so that they could not touch their garments.” Scripture calls the angels “watchers,” as in Daniel. These were perhaps the ones through whom the law was given by Moses, according to the words “for if the law spoken through angels.” So these angels, who had remained devoted to Jerusalem and to the divine temple, were shaken and departed. For Josephus records, in his work on the capture of the city, that “at night the priests went into the temple, as was their custom for the services. They said that first they felt a movement, and after that a sudden voice: ‘Let us depart from here.’” At that time, according to Symmachus, they became unsettled, wanderers, and “blind in their goings out.” For there was no vision to make distinctions, no prophet, and no leader. They failed because the one had come for whom it was all kept in store, the one who was the expectation of the nations.
Fragment 110
Klagel. Jerem. 4, 15. Τοῖς ἀποστόλοις ἐντέλλεται ἐκ μέσου τῶν Ἰουδαίων φυγεῖν ἐπὶ τῷ αἵματι μολυνθέντων Χριστοῦ, τὴν δὲ κλῆσιν αὐτῶν καὶ τοῖς ἀγγέλοις ἐπέτρεψεν. εἰ μὴ ἄρα τοῖς ἀποστόλοις καλεῖν εἰς μετάνοιαν αὐτοὺς ἀκαθάρτους κελεύει, ὅπερ ἐποίησαν εἰπόντες· »ὑμῖν ἠν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον( μὴ βουλομένων δέ, προστάττει φυγεῖν, διό φασιν ὡς μὴ θελόντων τὸ »ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη«.
He commands the apostles to flee from the midst of the Jews, who had been defiled by the blood of Christ. But the task of calling them he also entrusted to the angels. Unless, perhaps, he commands the apostles to call these unclean people to repentance, which they did when they said: “It was necessary that the word be spoken to you first.” When the Jews were unwilling, he orders the apostles to flee. That is why they say, of those who were unwilling, “Behold, we turn to the Gentiles.”
Fragment 111
Klagel. Jerem. 4, 15. Δηλοῖ δὲ τὸ μὲν ἀνήφθησαν τὸ τῆς ἁλώσεως πῦρ, τὸ δὲ ἐσαλεύθησαν τὴν εἰς δουλείαν μετάστασιν , τὸ δὲ οὐ μὴ προσ- θῶσι τοῦ παροικεῖν ὅτι διηνεκῆ σχήσουσι παροικίαν, δεττέρας μηκέτι δεόμενοι.
“They were kindled” shows the fire of the capture. “They were shaken” shows their removal into slavery. “They shall not add to sojourn” shows that they will have a lasting sojourn and will no longer need a second one.
Fragment 112
Klagel. Jerem. 4, 16. Τὴν παρὰ Χριστοῦ τιμωρίαν δηλοῖ· λέγει γὰρ ὁ Δαβίδ· δὲ κυρίου ἐπὶ ποιοῦντας κακά«. οὐκ ἐπιβλέπονται δὲ παρ αὐτοῦ , μένοντες ὅπερ εἰσίν· 〉ὅταν〈 γὰρ >εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν, πᾶς Ἰσραὴλ σωθήσεται< καὶ λοιπὸν ὡς πιστὸς εἰ δὲ γράφοιτο· μερὶς αὐτῶν, δῆλον ὅτι τῶν ἐξιόντων ἐκ μέσου φησίν. περὶ δὲ τῶν πολεμίων τὸ πρόσωπον ἱερέων οὐκ ἔλαβον, πάντας γὰρ ἀπήγαγον.
This shows the punishment that comes from Christ. For David says: “[the face] of the Lord is against those who do evil.” They are not looked upon by him; they remain what they are. For when the fullness of the Gentiles comes in, all Israel will be saved, and from then on it is as a believer [that each is saved]. If the reading is “their portion,” he clearly means those who go out from the midst. As for the enemies, “they did not respect the face of priests,” for they led all of them away.
Fragment 113
Klagel. Jerem. 4, 17. Ἀπὸ τῶν αἰχμαλώτων ὁ λόγος εἶναι δοκεῖ, μετανοούντων ἐφ οἷς Αἰγυπτίοις καὶ Ἀσσυρίοις πρὸς βοήθειαν ἐπηρείδοντο. λέγοιτο δ’ ἂν ἀκολούθως ὑπὸ τῶν ἐκ περιτομῆς πιστευσάντων· ἐξελείπο- μεν διακενῆς εἰς τὸν νόμον ἐλπίζοντες· ὁ γὰρ νόμος σῴζει οὐδένα, καθάπερ εἶπεν ὁ Παῦλος. οὐκοῦν οὐδὲ οἱ ἠρτημένοι τοῦ νόμου βοηθῆσαι μετὰ τὴν χάριν δυνήσονται.
The words seem to come from the captives, who repent that they had leaned on the Egyptians and the Assyrians for help. They could also be said, fittingly, by those who believed from the circumcision: “We failed in vain, hoping in the law.” For the law saves no one, as Paul said. So those who cling to the law will not be able to help anyone after grace has come.
Fragment 114
Klagel. Jerem. 4, 18. Υπὸ γὰρ τοῦ σωτῆρος >ἁλιεῖς ἀνθρώπων< ἀποδειχθέντες οἱ ἐθήρευον Ἰουδαίους ταῖς φρεσὶ νηπίους, μὴ τὴν πλατεῖαν καὶ εὐρύχωρον τῶν πατέρων αὐτῶν βαδίζειν ὁδόν· οὓσπερ δὴ καὶ ὁ σωτὴρ ὑπῃνίττετο λέγων· »ἐάσατε τὰ παιδία ἐλθεῖν πρός με«.
The ones who hunted the Jews, who were infants in mind, had been shown by the Saviour to be “fishers of men.” They hunted them so that they would not walk the broad and spacious road of their fathers. The Saviour hinted at these same people when he said: “Let the little children come to me.”
Fragment 115
Klagel. Jerem. 4, 19. Ἰστορεῖ γὰρ Ἰώσηππος ὡς οὐδὲ τὰ ὄρη τοὺς φεύγοντας διέσωσεν. ἐκεῖ τοίνυν ἡμᾶς ἕλκοντες ἥπτοντο, ἤγουν πρὸς δίκην ἀνήφθησαν καθ’ ἡμῶν. νοοῖτο δ’ ἂν καὶ περὶ τῶν ἀποστόλων ὧν >ἀνεκαινίσθη ὡς ἀετοῦ ἡ νεότης<.
For Josephus records that not even the mountains saved those who fled. There, then, they dragged us away and seized us; that is, they were kindled against us for judgment. The verse could also be understood of the apostles, whose “youth was renewed like an eagle’s.”
Fragment 116
Klagel. Jerem. 4, 20. Τινὲς ἔφασαν ὡς ἐν τοῖς ἐξαιρέτοις διαφανέστερον τὸν Ἰωσίαν θρηνεῖ· ἤλπιζον γὰρ διὰ τῆς αὐτοῦ θεοσεβείας ἀνασταθῆναι τὴν Ἱερουσαλὴμ ἐν μέσῳ ἐθνῶν εἰς δόξαν, ἐν μέσῳ γὰρ ἐθνῶν ἡ Ἱερουσαλήμ. τύπος δὲ οὑτος, φασί, Χριστοῦ, διὰ τὰς ἀνομίας τεθνηκὼς τοῦ λαοῦ. καίτοι οὐκ ἐν ταῖς τοῦ λαοῦ συνελήφθη διαφθοραῖς, ἀλλ’ ὡς ἀπαγορεύσαντος τοῦ προφήτου συναντήσας Νεχαὼ Φαραώ, καίπερ πρὸς αὐτὸν οὐκ ἐθέλοντι μαχέσασθαι. κατὰ τοίνυν τὸν θεῖον ἀπόστολον <κάλυμμα τῷ προσώπῳ τῶν Ἰουδαίων ἐπίκειται ἀναγινωσκομένου· ἐὰν δὲ ἐπιστραφῇ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν<. διὰ δὲ τοῦ προφήτου πνεῦμα λέγει τὸν κύριον. οἷς οὖν ἐπίκειται κάλυμμα, οὐκ ἂν εἴποιεν· πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, ἀλλ’ οἱ »ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι«, ὡν ἀεὶ πρὸ τῶν τῆς διανοίας ὀφθαλμῶν ἐστιν ὁ κύριος· ὡς δῆλον ὅτι τὸ ἐνεργῆσαν ἐν τοῖς προφήταις πνεῦμα ἠν ὁ Χριστός, ὃς καὶ ἐνανθρωπήσας φησίν· »αὐτὸς ὁ λαλῶν πάρειμι«, αὐτὸς ὢν πνεῦμα καὶ κύριος καὶ Χριστός. τοῦτον συνέλαβον οἱ διαφθείραντες πρῶτον ἐν ἑαυτοῖς τῆς θεοσεβείας τὰ σπέρματα. ἀλλ’ ἡμεῖς οἱ προφῆται οὐκ ἄλλον ἡγούμενοι τὸ πνεῦμα τοῦ προσώπου ἡμῶν, μετὰ τὴν ἡμῶν σύλληψιν μηκέτι τόπον ἔχοντες ἐν αὐτοῖς, ἡπὸ τῇ τοῦ Χριστοῦ σκιᾷ ζησόμεθα, οὐκέτι παρὰ Ἰουδαίοις, ἀλλ’ ἐν ὅλοις τοῖς ἔθνεσιν, ὅτε >ἀρθεῖσα ἡ βασιλεία τοῦ θεοῦ ἀπ’ αὐτῶν‘ διὰ τὸ κατὰ Χριστοῦ τόλμημα >ἐδόθη τοῖς ἒθνεσιν<. ἰδοὺ γὰρ ζῶσιν ἐν προφῆται, λαλοῦντες περὶ αὐτοῦ καὶ κηρύσσοντες, ἀλλ’ οὐκέτι παρ ἐκείνοις, τοῖς ἔτι καὶ νῦν αὐτὸν ταῖς ἑαυτῶν διαφθοραῖς περιβάλλουσιν, ὁσημέραι βλασφημοῦντες αὐτόν.
Lamentations 4:20. Some have said that in the select passages [or: “Excerpts”] he laments Josiah more clearly. They hoped that through Josiah’s godliness Jerusalem would be raised up in the midst of the nations for glory, for Jerusalem is in the midst of the nations. This man, they say, is a type of Christ, since he died because of the lawless acts of the people. Yet he was not caught up in the corruptions of the people. Rather, although the prophet had forbidden it, he met Necho Pharaoh, who did not even wish to fight him. Now according to the divine apostle, “a veil lies over the face of the Jews when it is read; but if one turns to the Lord, the veil is taken away; and the Lord is the Spirit.” Through the prophet he calls the Lord “spirit.” So those over whom the veil lies could not say, “The Spirit of our face, Christ the Lord.” Only those could say it who “with unveiled face behold the glory of the Lord as in a mirror,” those for whom the Lord is always before the eyes of the mind. So it is clear that the Spirit who worked in the prophets was Christ. When he became man he said, “I am present, the very one who speaks,” being himself Spirit and Lord and Christ. This is the one they seized, those who had first corrupted in themselves the seeds of godliness. But we, the prophets, do not think that the Spirit of our face is anyone else. After our seizure we no longer have a place among them, and we will live under the shadow of Christ. We will live no longer among the Jews but among all the nations, when “the kingdom of God was taken away from them” because of their daring deed against Christ and “was given to the nations.” For look, the prophets are alive, speaking about him and proclaiming him. But they are no longer alive among those who even now wrap him in their own corruptions and blaspheme him day after day.
ὁ δὲ Ἀκύλας ἔφη πνεῦμα μυκτήρων ἡμῶν, Σύμμαχος δὲ πνοὴ μυκτήρων ἡμῶν. οἱ γὰρ θεοφιλεῖς διὰ παντὸς τὸν Χριστὸν ἀναπνέουσι, πρὸ ὀφθαλμῶν αὐτὸν ἔχοντες. ἰστέον δὲ ὅτι ὥσπερ ὁ Χριστὸς πνεῦμα ὢν ἐν τοῖς προφήταις ἐλάλησεν, οὕτω καὶ ὁ πατήρ· λέγει γὰρ ἐν τῇ πρὸς Ἑβραίους ὁ Παῦλος. πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λα- λήσας ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ«. οὕτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον· φησὶ γὰρ ὁ σωτήρ· »καλῶς εἶπεν ἐν Ἡσαΐᾳ τὸ πνεῦμα τὸ ἅγιον· ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε«. ἐν δὲ τῇ πρὸς Κορινθίους ὁ Παῦλος εἰπὼν τὰ χαρίσματα, έν οἷς ἐστιν ἡ προφητεία, φησίν· »ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, χορηγοῦν ἑκάστῳ καθὼς βούλεται«· τουτέστιν αὐθεντικῶς, οὐ δουλικῶς. λέγοις δ’ ἂν πνεῦμα προσώπου Χριστόν, τὸν δωρησάμενον ἡμῖν τὸ πνεῦμα τῆς προφητείας· αὕτη γὰρ προφητῶν πρόσωπον, πνεῦμα δὲ τὸ χάρισμα, σκιὰ δὲ ὁ νόμος, σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν«. ἔζησαν οὐν ἐν ἡμῖν οἱ προφῆται καὶ ἐν τῇ τοῦ νόμου σκιᾷ. τὸ οὖν χάρισμα τὸ προφητικόν, πρὸς ὃ βλέπει πάσης τῆς προφητείας ἡ ἔκβασις, Χριστός ἐστιν, τουτέστιν ἀπὸ Χριστοῦ. >τέλος γὰρ νόμου καὶ προφητῶν Χριστός<. ῥηθείη δὲ κἂν ἐκ προσώπου τῶν ἀποστόλων καὶ πιστῶν· »ἐν αὐτῷ γὰρ καὶ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν«· οὑ εἲπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα, τουτέστι κατὰ μίμησιν αὐτοῦ. λέγει γὰρ ὁ θεῖος ἀπόστολος· »μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ«.
Aquila said “the spirit of our nostrils,” and Symmachus “the breath of our nostrils.” For those who love God breathe Christ continually, keeping him before their eyes. It should be noted that, just as Christ, being Spirit, spoke in the prophets, so also did the Father. Paul says in the letter to the Hebrews, “God, having spoken long ago in many parts and in many ways in the prophets, in these last days spoke to us in a Son.” So also did the Holy Spirit. The Savior says, “The Holy Spirit spoke well in Isaiah: ‘You will hear with your ears, and you will not understand.’” And in the letter to the Corinthians, after listing the gifts, among which is prophecy, Paul says, “One and the same Spirit works all these things, supplying to each one as he wills.” That is, he does so with his own authority, not as a servant. You could also say that the “Spirit of our face” is Christ, who gave us the spirit of prophecy. For this is the face of the prophets; the Spirit is the gift; and the shadow is the law, for the law has “a shadow of the good things to come.” So the prophets lived in us, and also in the shadow of the law. The prophetic gift, then, to which the outcome of all prophecy looks, is Christ; that is, it is from Christ. For “Christ is the end of the law and the prophets.” It could also be said in the person of the apostles and believers, “In him we live and move and are.” So when we said, “We shall live in his shadow,” it means by imitation of him. For the divine apostle says, “Become imitators of me, as I am of Christ.”
Fragment 117
Klagel. Jerem. 4, 21. Ὁ λόγος πρὸς τοὺς ἐξ Ἐδὼμ καὶ Ἡσαῦ τοῦ ἀδελφοῦ Ἰακώβ, ὑπερβολὴν αὐτοῖς προαγορεύων κακῶν τοῦτο γὰρ τὸ μεθυσθήσῃ καὶ ἀποχεεῖς), περὶ ὧν φησι καὶ Δαβίδ· »μνήσθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ, τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ«. ἀδελφοὶ γὰρ ὄντες καὶ γείτονες, τὸ προγονικὸν διεφύλαξαν μῖσος. περὶ δὲ Χριστοῦ φήσας εἰς καιρὸν καὶ ταύτης ἐμνήσθη. τὴν γὰρ Γήϊνον προσαγορευομένην πορθεῖν ἔμελλεν ὁ Χριστός, οὐράνιον ἐργαζόμενος. ἀπειλητικὸν γὰρ ἡ ἀρετή τε καὶ γνῶσις πρὸς τοὺς φιληδοῦντας πλάναις καὶ πάθεσιν, ὧν μέθη μὲν ἡ νέκρωσις τῆς σαρκός, ὑπερέκχυσις δὲ καὶ τὸ νεκρῶσαι ταύτης τὸ φρόνημα.
Lamentations 4:21. The word is addressed to those from Edom and Esau, the brother of Jacob. It announces to them in advance an excess of evils, for this is the meaning of “you will be drunk and pour yourself out.” David also speaks about them: “Remember, Lord, the sons of Edom, on the day of Jerusalem, who said, ‘Empty it, empty it, down to its foundation.’” Though they were brothers and neighbors, they kept the hatred of their forefathers. Having spoken about Christ for a time, he recalled this too. For Christ was going to lay waste the one called “earthly,” and to make a heavenly one. Virtue and knowledge are threatening toward those who delight in errors and passions. For them, drunkenness is the deadening of the flesh, and the pouring out is also the putting to death of its way of thinking.
Fragment 118
Klagel. Jerem. 4, 22. Ἱκανὴν ἐξέτισας δίκην, ἐν ᾗ Ἐδὼμ διαδέξεται. τὸ δὲ οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἢ πρὸς τὴν ἀνάκλησίν φησιν οὐ γὰρ ἐπιμενεῖς τῇ αἰχμαλωσίᾳ τὸ τέλειον μέτρον πληρώσασα· μειοῖ γὰρ τὴν δίκην ὁ θεός, οὐ προστίθησιν), ἤγουν εἰ πρὸς δευτέραν ὡς μὴ γενησομένην ἅλωσιν εἴρηται, πῶς ἡ μετ’ ἐκείνην ὑπὸ Ῥωμαίων ἐγένετο; μήποτε τοίνυν περὶ τῆς ἐσχάτης ὁ λόγος τῆς γεγονυίας διὰ Χριστόν, μεθ’ ἣν οὐ γέγονεν ἑτέρα. καὶ πᾶς Ἰσραὴλ σωθήσεται μετὰ τὸ πλήρωμα τῶν < τὴν ἀνομίαν ἀπολιπών· μεθ’ ὃ λοιπὸν ἡ συντέλεια, καὶ τῶν γηΐνων ἡ κόλασις, ἐκδεχομένης τῆς κρίσεως. ῥηθείη δ’ ἂν καὶ πρὸς τὴν ἐκκλησίαν ὁ λόγος, ἥτις ἐστὶ θυγάτηρ τῆς πάλαι συναγωγῆς »ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ«, ἐξέλιπε δὲ ταύτης ἡ ἀνομία διὰ τοῦ θείου βαπτίσματος), ἣν οὐκέτι τοῖς ἐχθροῖς παραδίδωσιν ὁ φήσας· »ὧδε κατοικήσω, ὅτι ᾗρετισάμην αὐτήν« καὶ τὸ »ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«, ὅτε καὶ τὴν ἀσέβειαν ἐστηλίτευσε τῶν φρονούντων τὰ γήϊνα.
Lamentations 4:22. “You have paid a sufficient penalty; in it Edom will [take over].” The words “he will not go on to carry you into exile” may refer to the recall from exile. The sense would be: you will not stay in captivity, because you have filled up the full measure. God reduces the penalty; he does not add to it. Or, if it was said of a second capture, as one that would not happen, how did the later capture by the Romans take place? Perhaps, then, the word is about the last capture, the one that came because of Christ, after which there was no other. “And all Israel will be saved” after the fullness of the [text incomplete: Gentiles?], when Israel has left lawlessness behind. After that comes the end, with the punishment of the earthly-minded, since judgment awaits them. The word could also be spoken to the church, which is the daughter of the old synagogue. “For the gifts of God are irrevocable.” The church’s lawlessness has come to an end through divine baptism. He no longer hands her over to her enemies, the one who said, “Here I will dwell, for I have chosen it,” and “Behold, I am with you all the days until the end of the age.” At that time he also put on public record the ungodliness of those who set their minds on earthly things.
Fragment 119
Das Fragment aus der Oktateuchkatene. Ὠριγένους εἰς το αὐτὸ ἐκ τῶν εἰς τοὺς Θρήνους. Τίς γὰρ τὸ >δίκαιον οὐ δικαίως ; διαλαβόντες δὲ ἐκεῖνο, εὐχερῶς καὶ ἐπὶ τοῦτο μετελευσόμεθα, ὅτι ἔστι δικαίως τὸ ἄδικον διώκειν. ἐξήγησις μὲν τοῦ δικαίως τὸ δίκαιον διώκειν αὔτη, ἐπὰν καὶ τὸ πραττόμενον καθῆκον ᾖ, καὶ ὑγιεῖ διαθέσει ἐνεργῆται· ὡς εἴ τις σωφροσύνην δι’ οὐδὲν ἄλλο ἢ δέ αὐτὴν κατορθώσαι, Ἰωσὴφ ἀναγέγραπται πεποιηκέναι. τοῦ δὲ ἀδίκως τὸ δίκαιον διώκειν ἡ σαφήνειά ἐστι τοιαύτη, ἐπὰν τὸ καθῆκον μέν τις ἐπιτελῇ, προθέσει δὲ μοχθηρᾷ, ὡς εἴ τις δόξαν τὴν παρ’ ἀνθρώποις θηρώμενος κοινωνήσαι τῶν ὑπαρχόντων πένησιν, ὅπερ ἀπαγορεύων ὁ σωτήρ φησιν· »ἐὰν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων«. τὸ δὲ δικαίως τὸ ἄδικον ποιεῖν νοηθείη ἄν, ὅταν προθέσει τὰ κρείττονα ποιεῖν τις προελόμενος παρ ἄγνοιαν τοῦ καλοῦ πράττῃ τὰ χείρονα· ὁποῖός ποτε γέγονε Παῦλος προδιδοὺς τὰς ἐκκλησίας κατὰ ζῆλον θεοσεβείας. ἀδίκως δὲ τὸ ἄδικον, ὅταν καὶ τὸ πραττόμενον ἄδικον ᾖ καὶ ἡ προαίρεσις κακοποιητίκη.
From the chain on the Octateuch. Origen, on the same passage, from the books on Lamentations. “For who [pursues] what is just, and not justly?” Once we have settled that point, we will easily move on to this one: it is possible to pursue what is unjust justly. Here is the explanation of pursuing the just justly. It is when the thing done is fitting and is carried out from a sound disposition. Joseph is recorded as having practiced self-control in this way, for no other reason than to do it rightly for its own sake. The meaning of pursuing the just unjustly is this. A person carries out what is fitting, but with a wicked purpose. For example, someone who hunts for glory among men shares his possessions with the poor. The Savior forbids this when he says: “When you give alms, do not sound a trumpet before you, as the hypocrites do in the synagogues and in the streets, so that they may be glorified by men.” Doing what is unjust justly may be understood like this. A person chooses on purpose to do what is better, but through ignorance of what is good he does what is worse. Such was Paul at one time, when he persecuted the churches out of zeal for godliness. Doing what is unjust unjustly is when the thing done is unjust and the choice behind it is evil-doing.

Sources. Greek text: Erich Klostermann’s edition (Origenes Werke, Leipzig: J. C. Hinrichs'Sche Buchhandlung, 1901), digitised by Open Greek and Latin and the First Thousand Years of Greek project (CC BY-SA 4.0). The English is a new translation made by SermonIndex with AI directly from the Greek, as a first reading version; it has not been checked line by line by a person and may contain mistakes. No older English translation was used. Where the digital Greek is flagged as damaged, the English is a best reading. Released under CC BY-SA 4.0.

Everything we make is available for free because of a generous community of supporters.

Donate