Menu

Fragments on Jeremiah

Greek fragments of Origen’s commentary on Jeremiah, taken from the catena tradition, followed by a few short fragments on Jeremiah preserved in the Philocalia, the anthology of Origen compiled by Basil and Gregory of Nazianzus.

The third century c. AD 240–250 Origen of Alexandria Greek 73 chapters Modern English: CC BY-SA 4.0
Download the English translation EPUB 71 KBWord 40 KBPlain text 68 KB
Show:
GreekPrinted edition
Modern EnglishSermonIndex translation from the Greek
Fragment 1
Jerem. 1, 10. Ὁ γὰρ δίκαιος οὐκ ἔστιν ἐν νεότητι, ἐπεὶ »τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς«. ὡς πρὸς μὴ ὄντα γὰρ ἐν ὁδοῖς ψεκταῖς τὸ μὴ λέγε ὅτι νεώτερός εἰμι· ὁποῖος Ῥοβοὰμ >ἐγκαταλιπὼν τὴν βουλὴν τῶν πρεσβυτέρων< καὶ ταῖς τῶν νεωτέρων ἀκολουθήσας, διὸ καὶ τὴν βασιλείαν οὐ τετήρηκεν οἵαν παρέλαβεν.
Jeremiah 1:10. The righteous person is not “in youth,” since “having been made perfect in a short time, he fulfilled long years.” For the words “Do not say, I am younger” are addressed to someone who is not in blameworthy ways. Rehoboam was the kind of person who was in them: he “abandoned the counsel of the elders” and followed that of the younger men. For this reason he did not keep the kingdom as he had received it.
Fragment 2
Jerem. 1, 13. 14. Ὁ ὑποκαιόμενος λέβης ἀπὸ προσώπου τοῦ βορρᾶ ὑποκαίεται· ἐχθρὸς γὰρ οὗτος ἅμα καὶ ἐκδικητής ἐστιν. διόπερ Ὀ ἁμαρτήσας εἴτ᾿ ἐν βλασφημίᾳ >παραδίδοται τῷ σατανᾷ, ἵνα παιδευθῇ μὴ βλασφημεῖν<, εἴτ᾿ ἐν πορνείᾳ παραδίδοται »τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου«. τίνας δὲ ὑποκαίει; τοὺς κατοικοῦντας, ἀλλ᾿ οὐ τοὺς παροικοὺντας τὴν γῆν. >βέλη< γὰρ ἀπολύει >πεπυρωμένα< ἐπὶ τοὺς μὴ πάσῃ φυλακῇ τηροῦντας τὰς ἑαυτῶν καρδίας, ὡς ὑφ᾿ οἱασδηποτοῦν ἁμαρτίας πυροῦσθαι.
Jeremiah 1:13, 14. The pot that is being heated is heated “from the face of the north,” for this enemy is at the same time an avenger. So the one who has sinned, whether in blasphemy, “is handed over to Satan, that he may be taught not to blaspheme,” or in sexual immorality, is handed over “to Satan for the destruction of the flesh, that the spirit may be saved in the day of the Lord.” Whom does it heat? Those who dwell in the land, not those who live there as sojourners. For he looses “fiery arrows” on those who do not guard their hearts with all vigilance, so that they are set on fire by any sin whatever.
Fragment 3
Jerem. 5, 6. Περὶ τῶν παισόντων αὐτοὺς λέγει λέοντα καὶ λύκον καὶ πάρδαλιν. δοκεῖ δὲ ἡ μὲν κατὰ τὰς πράξεις ἐπιβουλὴ ὑπὸ τῶν τροπικῶς λεγομένων λεόντων γίνεσθαι, ἡ δὲ κατὰ τὴν γνῶσιν ὑπὸ τῶν βλάψαι τὸ διορατικὸν τῆς ψυχῆς βοθλομένων· ἡ γὰρ πάρδαλις ἐπιπηδᾶν μάλιστα λέγεται τοῖς ὀφθαλμοῖς, ὁ δὲ λέων ὡς ἱστορεῖται γηράσας περὶ τὰς πόλεις νέμεται θηρεύειν θέλων ἀνθρώπους. λέγεται δὲ ὅτι καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ κοπτομένων ἢ πτισσομένων πῶρ ἐξέρχεται. καὶ ἴσως λέων ἂν εἴη καὶ πάρδαλις ὁ Ναβουχοδονόσορ, τὴν πόλιν ἑλὼν καὶ ὡς πάρδαλις τοὺς ὀφθαλμοὺς αὐτῆς ἐξαιρῶν, τὸν βασιλέα σὺν τοῖς πρώτοις,ὕστερον δὲ καὶ Σεδεκίου τοὺς ὀφθαλμοὺς ἐκκόψας· ὀστᾶ δὲ αὐτοῦ νοηθείη Ναβουζαρδάν, τὴν πόλιν ἐμπρήσας.
Jeremiah 5:6. He speaks of those who strike them, naming a lion, a wolf and a leopard. It seems that the plotting aimed at people’s actions comes from those figuratively called lions, while the plotting aimed at knowledge comes from those who want to harm the soul’s power of clear sight. For the leopard is said to leap especially at the eyes. The lion, as the story goes, when it has grown old, haunts the cities, wanting to hunt human beings. It is also said that when its bones are broken or crushed, fire comes out. Perhaps Nebuchadnezzar would be both lion and leopard: he took the city and, like a leopard, tore out its eyes, the king together with the leading men, and later he also put out the eyes of Zedekiah. His bones might be understood as Nebuzaradan, who set the city on fire.
Fragment 4
Jerem. 7,21. Σαφῶς ἐξετάζειν διδάσκει τίς ὁ περὶ θυσιῶν τόπος, ἀφορμάς τε τὰ λ΄΄ογια δίδωσι λέγοντα· »θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον«, καὶ »θύσατε θυσίαν δικαιοσύνης«. τοὺς δὲ μὴ οὕτως ἔχοντας, περὶ δὲ θυσίας ἐπτοημένους σωματικὰς ἐπέστρεφεν ὁ σωτὴρ λέγων· »εἰ δὲ ἐγνώκειτε τί ἐστιν· ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους«. ὅτι δὲ περὶ μυστικῶν ἡ τοιαύτη νομοθεσία, Παῦλος ἐδίδαξε λέγων· »οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων«.
Jeremiah 7:21. He teaches us to examine clearly what the matter of sacrifices is about, and the oracles give a starting point, saying: “A sacrifice to God is a broken spirit,” and “Sacrifice a sacrifice of righteousness.” But the Savior was turning back those who were not like this and who were stirred up about bodily sacrifices, saying: “If you had known what it is, ‘I desire mercy and not sacrifice,’ you would not have condemned the guiltless.” And that this kind of legislation is about mystical things, Paul taught when he said: “who serve as a copy and shadow of the heavenly things.”
Fragment 5
Jerem. 8, 7. Τρυγὼν καὶ χελιδὼν ἀγροῦ στρουθία, οἱ συνετοὶ ἀκροταὶ καὶ οἱ εἰς τὸ λέγειν τὰ κρείττονα ἱκανοί, ἐφύλαξαν ἐν καιρῷ ποιεῖσθαι τὰς ἰδίας εἰσόδους, ὥστε τὸ λεγόμενον καθικνεῖσθαι τῶν ἀκουόντων, συντρεχούσης τῆς εἰσόδου τῆς χελιδόνος τῇ εἰσόδῳ τῆς τρυγόνος.
Jeremiah 8:7. The turtledove and the swallow, the sparrows of the field, are the understanding hearers and those able to say better things. They took care to make their own entrances at the right time, so that what is said reaches those who hear it, the swallow’s coming in coinciding with the turtledove’s coming in.
Fragment 6
Jerem. 10,16. Ἀκύλας καὶ θεοδοτίων ἐξέδωκαν· ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστι, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ. εἴπερ δὲ αὐτός ἐστι, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ. εἴπερ δὲ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ, εἴληφε δὲ καὶ τὰ ἔθνη κληρονομίαν κατὰ τὸ »αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου«, ἔσται καὶ τὸ ἔθνη Ἰσραήλ.
Jeremiah 10:16. Aquila and Theodotion have rendered it: “For he is the one who formed all things, and Israel is the rod of his inheritance.” But if he is that one, and Israel is the rod of his inheritance, and the nations too have received an inheritance, according to “Ask of me, and I will give you the nations as your inheritance,” then the nations also will be Israel.
Fragment 7
Jerem.11,11.12. Ὁ μὲν θεὸς δικαίως οὐκ ἀκούει τῶν μὴ ἀκουσάντων αὐτοῦ. οἱ δὲ δαίμονες τὸ δίκαιον σῶσαι τοῖς θυμιάσασιν αὐτοῖς οὐ δυνήσονται,ὅταν ὁ καιρὸς τῶν κακῶν ἐπέλθῃ. ὅταν οὖν μὴ ἐπακούσῃ θεὸς, δεινὸν τὸ ζητεῖν παρὰ δαιμόνων βοήθειαν. ἀλλ᾿ ἐξέχεσθαι δεῖ θεοῦ, διὰ ἡμαρτημένα ἀπεστραμμένου, τὴν δὲ πολλὴν ἐπ᾿ αὐτὸν καὶ ἐπίμονον καταφυγὴν οὐχ ὑπερορῶντος.
Jeremiah 11:11, 12. God rightly does not listen to those who did not listen to him. And the demons will not be able to save what is just for those who offered incense to them, when the time of evils comes. So when God does not listen, it is a terrible thing to seek help from demons. Rather, we must hold fast to God, who has turned away because of sins that were committed, but who does not despise a great and persistent flight to him for refuge.
Fragment 8
Jerem.11,14 (11) Οὐκ εἶπεν· οὐκ εἰσακούσομαί σου, ἀλλ᾿ αὐτῶν, δεικνὺς ὅτι καὶ τότε μετανοούντων ἐὰν αἰτήσῃς ὑπὲρ αὐτῶν, εἰσακούσομαι.
Jeremiah 11:14 (11). He did not say, “I will not listen to you,” but “to them.” This shows that even then, if they repent and you ask on their behalf, I will listen.
Fragment 9
Jerem.15,6.7. Τὴν έγξκατάλειψιν ἐνέργειαν εἶπε· θεὸς γὰρ ἑαυτοῦ τὴν σκηνὴν ἐπαίρων λέγεται διαφθείρειν. ἄλλως τε διαφθορὰ χειρὸς ἀξία θεοῦ ἡ ἀπὸ κακίας εἰς ἀρετὴν μεταποίησις κατὰ τὸ »ἐποίσω ἐπὶ δὲ τὰς χεῖράς μου, καὶ πυρώσω σε εἰς καθαρόν«,τῶν πρὶν ἐν ἡμῖν ἐξ ἁμαρτίας λυμάτων διεφθαρμένων. τοιοῦτον καὶ τὸ διασπερῶ αὐτούς«. ἐπεὶ γὰρ συμφώνως ἠσέβησαν εἰς ἐμέ, τὴν κακίστην αὐτῶν διασκεδάσω σύνοδόν τε καὶ συμφωνίαν, ὥσπερ οὖν καὶ τῶν πυργοποιούντων διεῖλε τὰς γλώσσας, κωλύσας αὐξομέην συμφωνοῦσαν ἀσέβειαν. τὸ δὲ ἡτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου κατηγορίαν τῶν ἀρχόντων ἔχει καὶ τῶν ἱερέων· οὗτοι γὰρ ἐν τάξει πατέρων ὑπάρχοντες τοῖς λαοῖς ἔρημοι τῶν τέκνων ἐγένοντο, ἀντ᾿ εὐσεβοῦς διδασκαλίας ἀσέβειαν ὑποβάλλοντες. τάχα δὲ οὐδὲ ἔστιν ἀπολέσαι λαὸν μὴ πρότερον ἑαυτοῦ τὴν ψυχὴν ἐκγεννημάτων τῶν κατ᾿ ἀρετὴν ἀτεκνώσαντα· οὐδεὶς γὰρ ὢν ἀγαθὸς ἀπόλλυσιν ἕτερον.
Jeremiah 15:6, 7. He called the abandonment an active work, for God is said to destroy his own tent when he lifts it up. In another sense, a destruction worthy of God’s hand is the change from wickedness to virtue, as in “I will bring my hands upon you, and I will refine you to purity,” the former ruinous damage that sin caused in us having been destroyed. “I will scatter them” is of the same kind. Since they were of one accord in their ungodliness toward me, I will break up their most wicked gathering and agreement. In the same way he divided the tongues of those who built the tower, preventing a ungodliness that was growing in unity. The words “they were made childless, they destroyed my people” carry an accusation against the rulers and priests. For these were in the place of fathers to the peoples and became bereft of children, since in place of godly teaching they introduced ungodliness. But perhaps it is not even possible to destroy a people without first making one’s own soul childless of the offspring that come from virtue. For no one who is good destroys another.
Fragment 10
Jerem. 15, 8.9. Εἶεν δ᾿ ἂν χῆραι τῶν ἀσεβῶν αἱ ψυχαί, τὸν νυμφίον Χριστὸν ἀπολέσασαι. ὧν ἀπολλυμένων ταλαιπωροῦσι καὶ μητέρες, οἱ >γεννήσαντες αὐτοὺς ἐν Χριστῷ<καὶ >ὠδινήσαντες μέχρι μορφωθῇ Χριστὸς ἐν αὐτοῖς<καὶ μετὰ τὸ γόλα τῇ στερεᾷ τροφῇ πρὸς νεανίσκους ἐκθρέψαντες. τῶν δὲ χηρῶν τὸ πλῆθος οὐχ ὡς »τὰ ἄστρα τοῦ οὐρανοῦ«,ἀλλ᾿ ὡς ἡ ἄμμος τῆς θαλάσσης. κατὰ δὲ τὸ γράμμα, πλείστων ἐν πολέμῳ πιπτόντων αἱ γυναῖκες ἐτύγχανον χῆραι, αἱ δὲ μητέρες ἐταλαιπώρουν.
The souls of the ungodly may be called widows, because they have lost Christ the bridegroom. When they perish, their mothers suffer too. These are the ones who “gave birth to them in Christ,” who “labored in birth until Christ was formed in them,” and who, after the milk, raised them on solid food to young manhood. The multitude of the widows is not “like the stars of heaven” but like the sand of the sea. According to the letter, very many fell in war, so their wives became widows, and their mothers suffered.
Fragment 11
Jerem. 17,24—27. Μὴ αἴρειν ἁμαρτιῶν παραγγέλλει βάσταγμα μηδὲ λέγειν· »ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ«, ὡς ἂν γενώμεθα βασιλεῖς τε καὶ ἄρχοντες καθήμενοι παγίως ἐπὶ θρόνου Δαβίδ, τῆς τοῦ χριστοῦ ἐκκλησίας, ὡς λέγεσθαι περὶ ἡμῶν· »ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στέφανον ἐκ λίθου τιμίου«. τοιοῦτοι δὲ καὶ ἐπιβεβήκασιν ἐφ᾿ ἅρμασί τε καὶ ἵπποις, χαλιναγωγοῦντες τὸ σῶμα καὶ τὰς ἀλόγους κινήσεις ἀπείργοντες, ὡς ἂν καὶ ἡ πόλις εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ πανταχόθεν αὐτῇ διὰ τὴν τῶν καθηγουμένων ἀρετὴν καὶ τὴν τῶν οἰκητόρων ἀρίστην πολιτείαν ἥξουσιν οἱ δῶρα προσφέροντες, ἔκ τε τῶν πόλεων Ἰούδα, τῶν Ἐξομολογουμένων τῷ θεῷ, καὶ κυκλούντων τὴν Ἱερουσαλήμ, τῆς Ὁράσεως τὴν εἰρήνην, καὶ ἐκ γῆς Βενιαμίν, τοῦ Υἱοῦ πεδινῆς, τῆς μηδὲν ἐχούσης >ὕψωμα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενον<, καὶ ἐκ τοῦ ὄρους, τοῦ εὐαγγελικοῦ λόγου, καὶ ἐκ τῆς πρὸς νότον, τῆς ἀντικειμένης τῷ ἀπὸ βορρᾶ πνέοντι. οὗτοι γὰρ καὶ οἴσουσι θυσίαν >ἁγίαν εὐάρεστον τῷ θεῷ<, τὴν τῆς ψυχῆς ἀφιέρωσιν, καὶ ὁλοκαυτώματα λογικά, πᾶσανν ὕλην καταφλέγοντες ὑπόδικον τῷ αἰωνίῳ πυρὶ διὰ τοῦ πνεύματος. ὧν >, τὴν ψυχῆς ἀφιέρωσιν, καὶ ὁλοκαυτώματα λογικά, πᾶσαν ὕλην καταφλέγοντες ὑπόδικον τῷ αἰωνίῳ πυρὶ διὰ τοῦ πνεύματος. ὧν >ἡ προσευχὴ ὡς θυμίαμα καὶ ἡ ἔπαρσις τῶν χειρῶν θυσία ἑσπερινή<. οἳ καὶ προσφέρουσι λίβανον, ὅπερ ἑρμνηνεύεται Λευκασμός, πᾶσαν ἀποβάλλοντες ζοφώδη διάθεσιν, ὡς ἁρμόττειν αὐτοῖς τὸ »τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη«· οὕτω γὰρ καὶ τὴν αἴνεσιν δυνήσονται φέρειν εἰς οἶκον κυρίου, >μὴ ἔχοντες οπῖλον ἢ ῥυτίδα ἢ τι τῶν τοιούτων< προστριβομένων τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ. μηδενὸς δὲ τοιούτου γινομένου παρ᾿ ἡμῶν τὰ τῆς ἐπαγομένης ἀπειλῆς ὑπομενοῦμεν.
He commands us not to lift up a load of sins, and not to say, “They have weighed on me like a heavy burden.” In this way we may become kings and rulers, sitting securely on the throne of David, which is the church of Christ, so that it may be said of us, “You set a crown of precious stone upon their head.” People like this also ride on chariots and horses. They hold the body in check with the bridle and restrain its irrational impulses. In this way the city too will be inhabited forever. From every side, because of the virtue of its leaders and the excellent conduct of its inhabitants, there will come those who bring gifts. They will come from the cities of Judah, which are those who confess to God. They will come from those who surround Jerusalem, “Vision of Peace.” They will come from the land of Benjamin, “of the Son,” the level country, which has no “height raised up against the knowledge of God.” They will come from the mountain, which is the gospel word, and from the region toward the south, which is opposed to the one who blows from the north. These people will bring a “holy sacrifice, well-pleasing to God,” the dedication of the soul, and spiritual whole burnt offerings. By the Spirit they burn up all matter that is liable to the eternal fire. Their prayer is “like incense, and the lifting up of their hands an evening sacrifice.” They also offer frankincense, which is translated “Whitening,” because they cast off every dark disposition. So the words fit them, “Who is this that comes up made white?” In this way they will be able to bring their praise into the house of the Lord, “having no spot or wrinkle or anything of the kind” rubbed upon the church of Christ. And if nothing like that comes from us, we will [endure] the things of the threat that is brought upon us.
Fragment 12
Jerem. 22, 13. Τὴν μετὰ δικαιοσύνης οἰκοδομουμένην οἰκίαν ἐδήλωσεν εἰπὼν ὁ ἀπόστολος· »θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε«. λέγει δὲ καὶ ὅτι »θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς. εἰ δέ τις ἐποικοδομεῖ« καὶ τὰ ἑξῆς. οὐκοῦν διὰ τοῦ διδάξαντος ὁ πιστεύων θεμέλιον ἔσχεν τὸν Χριστὸν Ἰησοῦν. ἐποικοδομεῖ δέ τις, εἰ μὲν καλῶς, »χρυσὸν« τῆς ἀληθείας τὰ δόγματα, »ἀργύριον« λόγον σωτήριον, »λίθους τιμίους« οἰκοδομίναν ἐξ ἀρετῶν· εἰ δὲ κακῶς, ἐποικοδομῶν τῷ Ἰησοῦ πονηρά, λέγω »ξύλα, χόρτον, καλάμην«, πῶς οὐκ ἀσεβεῖ; ἐφ᾿ ὃν ἔρχεται τὸ οὐαί, ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης. ὁ ποιῶν ὑψηλὸν οἰκοδόμημα, οὐ κατὰ λόγον δὲ θεοῦ καὶ ἀλήθειαν, οὐκ ἐν κρίματι ὑπερῷα ποιεῖ. ἀναλόγως νόει καὶ τοὺς διδάσκοντας ἢ ἀλήθειαν ἢ >ψευδώνυμον γνῶσιν> οἷον Παῦλος μὲν οἰκίαν τὴν ἐκκλησίαν οἰκοδομεῖ μετὰ δικαιοσύνης, ὑπερῷα δὲ Τιμόθεον καὶ Λουκᾶν καὶ τοὺς τοιούτους ἐν κρίματι.
The apostle showed what a house built with righteousness is when he said, “You are God’s field, God’s building.” He also says, “No one can lay another foundation besides the one that is laid, which is Christ Jesus. But if anyone builds on it,” and so on. So the believer has Christ Jesus as his foundation through the one who taught him. Then someone builds on that foundation. If he builds well, “gold” is the doctrines of the truth, “silver” is the saving word, and “precious stones” are a structure built from virtues. But if he builds badly, putting evil things on Jesus, I mean “wood, hay, straw,” how is he not ungodly? The “woe” comes upon him, the one who builds his house not with righteousness. The one who makes a lofty building that is not according to the word of God and the truth does not make upper rooms “in judgment.” Understand it in the same way of those who teach either the truth or “falsely named knowledge.” For example, Paul builds the church as a house with righteousness, but Timothy, Luke and people like them he builds as upper rooms in judgment.
Fragment 13
Jerem. 22, 14—17. Εἴποις δ᾿ ἂν καὶ περὶ τῶν ψευδοδιασκάλων ἀκολούθως τοῖς πρόσθεν εἰρῆσθαι. ὡς γάρ φησιν ὁ Σολομῶν· »ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ μάταια διώκει, καὶ ἐλεύσεται εἰς παγίδα θανάτου«. οἱ γὰρ τοιοῦτοι οἰκοδομοῦσιν ἑαυτοῖς οἰκίας ὀνόματι ἐκκλησίας, ἥτις ἐστὶ »πονηρευομένων«, πρὸς οὓς λέγεται μετ᾿ εἰρωνείας· ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστά· ἐν οἷς ᾠήθησαν ἀναψυχὴν ᾠκοδομηκέναι. διὰ δὲ τῶν θυρίδων οἴει πεφωτικέναι φωτὶ γνώσεως τὰ οἰκοδομήματά σου, καὶ ἀσήπτοις ξύλοις εἰς τὴν οἰκοδομὴν τῆς οἰκίας κεχρῆσθαι, καὶ χρίεις διὰ μίλτου μιμούμενος τὸ αἷμα Χριστοῦ. ἀλλ᾿ ἀλλ᾿ οὐ βασιλεύσεις, εἰ καὶ παρωξύνθης ἐν κέδρῳ τοῦ πατρός σου. κέδρος ὁ πατὴρ τοῦ ἁμαρτωλοῦ, δένδρον τι ὑψηλόν, ὑπερήφανον, ἀντικείμενον, ὁ διάβολος ἢ ὁ λο;γων μοθηρῶν ἄρχων. οἱ δὲ τοιαῦτα οἰκοδομήσαντες λιμῷ ἀπολοῦνται· οὐ γὰρ φάγονται οὐδὲ πίονται, ἀλλ᾿ οὐδὲ δικαοσύνην ἔγνωσαν μὴ ἐγνωκότες Χριστόν· τὸ τὰ δίκαια δὲ πράττειν ἴδιον, φησί, τῶν γινωσκόντων τὸν θεόν. τῶν δέ μὴ τοιούτων οὔτε οἱ ὁφθαλμοὶ καλοὶ μὴ βλέποντες τὴν τὴν ἀλήθειαν, οὔτε ἡ καρδία ψευδῶν πεπληρωμένη δογμάτων, δι᾿ ὧν σφάλλοντες ἑτέρους φονεύουσιν αὐτῶν τὰς ψυχάς, αἷμας, αἷμα ἀθῶσον ἐκχέοντε3 ς γλώττῃ ψευδεῖ καὶ δολίᾳ. δοῦτο δὲ τῆς διὰ ξίφους χεῖρον σφαγῆς.

⚑ Possible scanning error in the digital Greek (ἐκχέοντε3). Check it against the printed edition.

You could say that what is said about the false teachers follows from what came before. Solomon says, “He who stores up treasures with a lying tongue pursues vain things, and will come into a snare of death.” Such people build houses for themselves under the name of “church,” but it is a church “of evildoers.” To them it is said with irony: “You built yourself a well-proportioned house, with airy upper rooms.” In those rooms they thought they had built a place of refreshment. You suppose that through the windows you have lit your buildings with the light of knowledge, and that you used incorruptible timbers to build the house. You paint it with red ochre, imitating the blood of Christ. “But you will not reign, even though you were provoked in the cedar of your father.” The cedar, the father of the sinner, is a tall, proud tree that stands opposed. It stands for the devil, or for the ruler of wicked words. Those who build such houses will perish by famine, for they will neither eat nor drink. They did not even know righteousness, since they did not know Christ. Doing what is right, he says, belongs to those who know God. As for those who are not like that, their eyes are not good, because they do not see the truth. Nor is their heart [good], since it is full of false doctrines. By these doctrines they make others stumble and murder their souls, pouring out innocent blood with a false and deceitful tongue. This is worse than slaughter by the sword.
Fragment 14
Jerem. 22, 24—26. Τὸν Ἱωακεὶμ τοῦτον Ἰεχονίαν Ἱερεμίας καλεῖ, τὸν δὲ τούτου πατέρα Ἐλιακεὶμ προσαγορευόμενον Ἰωακεὶμ ἐκάλεσε Νεχαὼ Φαραώ, ὃν ἀνελὼν ὁ βαβυλώνιος πρὸς τῆς πύλης ἀπέρριψεν, ὡς ὁ παρὼν προφήτης λέγεικαὶ Ἱώσηππος ἐν τῇ δεκάτῃ τῆς ἀρχαιολογίας. τὸ δὲ ἀποσφράγισμα σφραγὶς ἐξέδωκαν οἱ Λοιποί. σφγραγὶς δὲ ἤτοι σφενδόνη ἐν τῇ δεξιᾷ τοῦ θεοῦ γίνεται πᾶς ὁ τὸ κατ᾿ εἰκόνα διὰ μετανοίας ἀναλαμβάνων· ἔργα γὰρ ἀγαθὰ νοεῖται τὸ δεξιὰ τοῦ θεοῦ, τοῦ τὰ πρόβατα ἱστῶντος >ἐκ δεξιῶν<. ἣν δὴ σφραγῖδα τῷ ἀσώτῳ υἱῷ δέδωκεν ὁ πατὴρ ἐπιστρέψαντι. ὅπερ εἰ γένονεν Ἰεχονίας, τύπος τοῖς ὐπηκόοις εὐσεβείας ἐγένετο· ἀλλ᾿ οὐ γένονε. πλὴν ἔδοξε τῷ προφήτῃ πείθεσθαι φήσαντι· »ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται«· ἐξῆλθε γὰρ ἐπαγόμενος καὶ τὴν μητέρα καὶ τοὺς δυνατούε, αὐτομολήσας πρὸς τοὺς Βαβυλωνίους. εἰ δὲ καὶ τελείαν, φησίν, ἐπεδείξατο τὴν μετάνοιαν ὥστε καὶ >σφραγῖδα γενέσθαι τῆς ἐν περιτομῇ δικαιοσύνης< κατὰ τὸν θεῖον ἀπόστολον, ὡς κατὰ τοῦτο δοκεῖν ἐν δεξιᾷ τοῦ θεοῦ, πάντως ἂν παρεδόθη δίκην ὑφέξων τῶν πρώην ἡμαρτημένων, εἰ καὶ μετριωτέραν. ἐν Βαβυλῶνι γὰρ σωφρονισθεὶς ἐν εἱρκτῇ καὶ δεσμοῖς, πάλιν ἐπὶ Εὐιλὰδ Μαρωδὰχ μετέστη πρὸς ἄνεσιν, ὁμοδίαιτος γενόμενος τῷ βασιλεῖ καὶ οὕτως ἐν ἀλλοτρίᾳ καταλύσας τὸν βίον.
Jeremiah calls this Joiakim “Jechoniah.” Pharaoh Necho gave the name Joiakim to his father, who was called Eliakim. The Babylonian killed him and threw him out before the gate, as the present prophet says, and as Josephus says in the tenth book of his Antiquities. The word “signet” is given as “seal” by the Rest [of the translators]. Anyone who takes up the image through repentance becomes a seal, or signet ring, in the right hand of God. By the right hand of God, who sets the sheep “on the right,” good works are understood. The father gave this seal to the prodigal son when he returned. If Jechoniah had done this, he would have become a pattern of godliness for those who obey. But it did not happen. Still, he seemed to obey the prophet who said, “The one who goes out to join the Chaldeans who have shut you in will live.” For he went out, bringing his mother and the mighty men with him, and defected to the Babylonians. But suppose, he says, that he had shown complete repentance, so that he became “a seal of the righteousness [that comes] in circumcision,” as the divine apostle puts it, and so seemed to be in God’s right hand. Even then he would surely have been handed over to pay the penalty for his earlier sins, though a milder one. For in Babylon he was brought to his senses in prison and in chains. Later, under Evil-merodach, he was moved to relief, sharing the king’s table. And so he ended his life in a foreign land.
Fragment 15
Jerem. 23, 16. Ἀπαγορεύει οὐ προφήτην ἁπλῶς ἀκούειν, ἀλλὰ λόγους προφητῶν ἐν μιμήσει προφερομένους. ὁ γὰρ ἀκούων προφήτου οἷον Μωσέως, οὐκ αὐτοῦ ἀλλὰ κυρίου ἀκούει διὰ τούτου λαλοῦντος. οἱ δὲ ψευδοπροφῆται ματαιοῦσιν· τῷ γὰρ μὴ ἐπιστρέφειν ποιοῦσι τὸν ἀκούοντα μάταιον, ὅρασιν καρδίας λαλοῦντες. νοῦς γὰρ ἐπιβάλλων πράγμασι χωρὶς θεοῦ βοηθείας ὅρασιν καρδίας οὐκ ἀπὸ στόματος λαλεῖ τοῦ χορηγοῦντος εἰπεῖν καὶ φωτίζοντος. ἔστι δὲ ὅτε συντρέχει καρδίας ὅρασις καὶ στόματος κυρίου λόγος· ὅθεν οὐχ ἁπλῶς ψέγει τὴν ὅρασιν τῆς καρδίας, ἀλλ᾿ ὅταν μὴ προσῇ τὸ ἕτερον. συντρέχει δὲ παρὰ τῷ λέγοντι· »προσεύχομαι τῷ στόματι, προσεύχομαι δὲ καὶ τῷ νοΐ«.
He forbids us not simply to listen to a prophet, but to listen to words of prophets that are put forward as imitation. The one who listens to a prophet such as Moses is listening not to Moses but to the Lord, who speaks through him. The false prophets make people vain. By not turning them back, they make their hearer vain, since they speak “a vision of the heart.” For a mind that applies itself to matters without God’s help speaks a vision of the heart. It does not speak from the mouth of the One who supplies the words and gives light. There are times, though, when a vision of the heart and a word from the Lord’s mouth run together. So he does not condemn the vision of the heart simply as such, but only when the other is missing. They do run together in the one who says, “I pray with the mouth, and I pray also with the mind.”
Fragment 16
Jerem. [Greek lost here; only the Latin survives] Προφητεύει περὶ συσσεισμοῦ καὶ ὀργῆς κυρίου ἐκπορευομένης ἐπὶ τοὺς ἀσεβεῖς. ὁ θυμὸς οὐκ ἀπεστράφη, οὐχ ἁπλῶς ἀλλ᾿ ἕως ἂν ποιήσῃ αὐτό, ὡς ἀποστρέφοντος ἐπὰν ποιήσῃ. ὃ δὲ μὴ πεποίηκε >λόγος κυρίου<, θυμὸς κυρίου ποιεῖ. τί δὲ θυμὸς κυρίου ποιεῖ, λέγει Δαβὶδ ἐν τῷ »κύριε, μὴ τῷ θυμῷ δου ἐλέγξῃς με«. οὐκοῦν ἐλέγχων οὐ παύεται, ἕως οὗ ποιήσῃ δι᾿ ὃ ἐλέγχει, ὡς οὐδὲ ἡ ὀργή μέχρι τελείως παιδεύσῃ. οὐ μόνον δὲ ποιήσει, ἀλλὰ καὶ στήσει καὶ βεβαιώσει. τὸ δὲ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ αἴνιγμα ὂν ἐπ᾿ ἐσχάτου, φησί, νοηθήσεται, δηλαδὴ περὶ τῶν εἰρημένων περί τε θυμοῦ καὶ ὀργῆς. χάρις οὖν τῷ ἡμῖν ἀποκαλύμαντι τὰ μέχρι τοῦ παρόντος κε- κρυμμένα.
He prophesies about a shaking and about the Lord’s wrath going out against the ungodly. “The anger has not turned back.” He does not say this simply, but adds “until it has done it,” as if the anger will turn back when it has done it. What “the word of the Lord” has not yet done, the Lord’s anger does. What the Lord’s anger does, David tells us when he says, “Lord, do not rebuke me in your anger.” So the anger does not stop rebuking until it has accomplished the thing for which it rebukes. In the same way the wrath does not stop until it has fully disciplined. And it will not only do it, but also establish it and make it firm. As for “the purpose of his heart,” which is a riddle, he says it will be understood at the end. That is, it will be understood concerning what has been said about anger and wrath. So thanks be to the One who has revealed to us what until now had been hidden.
Fragment 17
Jerem. [Greek lost here; only the Latin survives] Διὰ τοῦτο οὐκ ἔλαθόν με εἰς πονηρίαν τὸν λαόν μου ὠθήσαντες. ὁ γὰρ καὶ προφήτῃ διδοὺς εἰδέναι τὰ πανταχοῦ, πολλῷ μᾶλλον οἶδεν αὐτό. »πνεῦμα« γὰρ »κυρίου πεπλήρωκε τὴν οἰκουμένην«· καὶ »ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν«, ὡς ὁ Παῦλος πρὸς Ἀθηναίους ἔφη. τοιοῦτον καὶ τὸ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος; τῇ δυνάμει γὰρ αὐτοῦ πᾶσιν ἐγγίζει. καὶ εὐχαὶ ἄρα οὐχ ὡς πρὸς πόρρω ὄντα γίγνονται τὸν θεόν. καὶ περὶ τοῦ υἱοῦ δὲ λέγεται· »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο«. αὐτὸς γὰρ ὁ καὶ λέγων· θεὸς ἐγγίζων ἐγώ εἰμι· καὶ γὰρ ἔφησεν· »ὅπου δύο καὶ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν«, ὁ καὶ λέγων· »ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«.
“Therefore those who pushed my people toward evil did not escape my notice.” The one who lets even a prophet know what happens everywhere knows it much better himself. “The Spirit of the Lord has filled the world,” and “in him we live and move and are,” as Paul told the Athenians. The same sense is in “Do I not fill heaven and earth, says the Lord?” By his power he draws near to all things. So our prayers are not offered as to a God who is far away. It is also said of the Son, “He was in the world, and the world came to be through him.” He is the one who says, “I am a God who draws near.” For he said, “Where two or three are gathered in my name, I too am in the midst of them.” He is also the one who says, “Behold, I am with you all the days until the end of the age.”
Fragment 18
Jerem. 23, 24. Ὡς γὰρ τῆς ἡμετέρας ψυχῆς οὐδὲν τοῦ σώματος ἔρημον, ἀλλ᾿ ὅπου αἴσθησις ἐκεῖ καὶ ψυχή, καὶ ἐπὶ πᾶν φθάνει τὸ σῶμα, οὕτως καὶ οὐδὲν κενὸν τοῦ θεοῦ. καὶ ὅμως πάντα πληρῶν οὐ πληροῖ τὸν ἁμαρτωλόν, πνευμάτων γὰρ ἀκαθάρτων πεπλήρωται· καὶ τὸν τοιοῦτον ἀδύνατον ὑπὸ θεοῦ πληρωθῆναι, μὴ τῶν ἄλλων τῶν πληρούντων ἀπηλλαγμένον. τοὺς γὰρ ἀξίους πληροῖ ἐν οὐρανῷ τε καὶ γῇ. »τοῦ« γὰρ »κυρίου« οὐχὶ ἡ γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, ἀλλ᾿ »ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς«, ὡς ὄντων ἐν αὐτῇ τινων οἳ μὴ εἰσὶ πλήρωμα γῆς. πλήρωμα γὰρ τῆς γῆς οἱ πεπληρωμένοι ἀπὸ τοῦ εἰπόντος· οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος.
Our soul leaves no part of the body empty. Where there is sensation, there the soul is, and it reaches the whole body. In the same way nothing is empty of God. Yet although he fills all things, he does not fill the sinner. The sinner has been filled with unclean spirits, and it is impossible for such a person to be filled by God unless he is first set free from the others who fill him. God fills the worthy, in heaven and on earth. Notice that it does not say, “The earth and everything in it belongs to the Lord,” but “the earth and its fullness.” This implies that there are some in the earth who are not the fullness of the earth. The fullness of the earth is those who have been filled by the one who said, “Do I not fill heaven and earth? says the Lord.”
Fragment 19
Jerem. [Greek lost here; only the Latin survives] Ἐπειδὴ καὶ οἱ ψευδοπροφῆται ἀπεχρῶντο τῷ »τάδε λέγει κύριος«, τοὺς ἀληθεῖς προφήτας ὑποκρινόμενοι, ἔδει σημείων διαστελλόντων ἑκατέρους. ἦν μὲν οὖν, κατὰ τὸν ἀπόστολον, πνευμάτων διακρίσεως χάρισμα, καὶ ὁ τοῦτο ἔχων διέκρινε πνεύματα, τά τε θεῖα ὄντα καὶ τὰ πονηρά, καθάπερ ἀργυραμοιβὸς τὸ νόμισμα τὸ δόκιμόν τε καὶ κίβδηλον. χωρὶς δὲ τῆς καθολικῆς ἐπιστήμης καὶ τὸ νῦν εἰρημένον ἀρκεῖ πρὸς διάκρισιν. ὁ γὰρ λόγος μου, φησίν, οὐ διάκενος καὶ τρόφιμος ἀλόγων, ἀλλ᾿ οἱονεὶ σῖτος καὶ λογικῶν τροφή.
The false prophets also made a habit of saying “Thus says the Lord,” acting the part of the true prophets. So there had to be signs that distinguished the two groups. Now there was, as the apostle says, the gift of discerning spirits. The one who had it distinguished spirits, divine and evil, as a money-changer tells good coin from counterfeit. But even without that general knowledge, what is said here is enough for discernment. For he says, “My word” is not empty, [nor] food for irrational creatures. It is like wheat, food for rational beings.
Fragment 20
Jerem. [Greek lost here; only the Latin survives] Τί δὲ τὸ ἄχυρον πρὸς τὸν σῖτον εἶπεν, ἀλλ᾿ οὐ πρὸς κριθήν· παρέθηκε γὰρ ὁ κύριος ἄρτους, τοὺς μὲν κριθίνους τοῖς ἀλογωτέροις, τοὺς δὲ πυρίνους τοῖς λογικοῖς. διὸ καὶ νῦν οὐκ ἔφη· τί τὸ ἄχυρον πρὸς τὴν κριθήν, ἀλλὰ πρὸς τὸν σῖτον, τὴν λογικὴν ἀκριβῶς παραστήσας τροφήν. ἔστι δὲ καὶ ἄλλο σημεῖον, ὅτι οἱ λόγοι κυρίου ὡς πέλυξ κόπτων πέτραν. ὅταν ὁ ἀκροατὴς ἐλεγμενος καίηται ὥστε λέγειν· »οὐχὶ ἡ καρδία μου καιομένη ἦν ἐν ἐμοί«, πῦρ καὶ σῖτός ἐστιν ὁ λόγος· εἰ δὲ τέρπεται τῶν καθ᾿ Ἡδονὴν ἀκροώμενος, ἄχυρα. ἀλλὰ καὶ πέλυξ ἐστὶν ὁ τοῦ θεοῦ λόγος, οὐ ξύλα μόνον δυνατὸς ἀλλὰ καὶ πέτραν διελεῖν, οὐ τὴν· λόγος, Χριστὸν νοουμένην, ἀλλὰ τὴν ἐναντίαν ἣν δεῖ τέμνεσθαι κατὰ τὸ »συντριβήσονται πέτραι ἐνώπιον κυρίου«.
Why did he say “what has the chaff to do with the wheat” and not “with barley”? Because the Lord set out loaves, barley ones for the less rational and wheat ones for the rational. So here too he did not say, “What has the chaff to do with barley?” but “with wheat.” He is showing precisely that this is food for the rational. There is another sign: the words of the Lord are like an axe that cuts rock. When the hearer is reproved and burns, so that he says, “Was not my heart burning within me?”, the word is fire and wheat. But if he enjoys listening to things that suit his pleasure, it is chaff. The word of God is also an axe. It can split not only wood but even rock. This is not the rock [that is, the Word] understood as Christ, but the opposite kind, the one that must be cut, as in “Rocks will be shattered before the Lord.”
Fragment 21
Jerem. 23, 30. Ὥσπερ ὁ πριάμενος ἱμάτινο, εἰ τύχοι, παρ᾿ οὗ δεῖ, νομίμως ἔχει τοῦτο, ὁ δὲ κλέψας ἔχει μὲν ἀλλ᾿ οὐ δικαίως, οὕτω τῶν διδασκόντων ἀπὸ γραφῆς οἱ νόθῳ ψυχῇ καὶ κεκλκιδωμένῃ τὰ ῥήματα φέροντες κλέπτουσι· περὶ ὧν λέγοιτ᾿ ἄν· »πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται δἰσὶ καὶ λῃσταί, καὶ οὐκ ηκουσαν αὐτῶν τὰ πρόβατα«. τοιοῦτος Ὁ λόγῳ χρώμενος εὐαγγελικῷ, μὴ πίστει διακείμενος πρὸς αὐτὸν μηδὲ βιοὺς κατ᾿ αὐτόν, ἀλλοτρίᾳ δὲ προαιρέσει χρώμενος τῇ τοῦ λόγου ἀπαγγελίᾳ· κλέπτης γάρ ἐστι καὶ λεχθήσεται πρὸς αὐτόν· » ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις«.
Suppose someone buys a garment from the person he should buy it from. He holds it lawfully. A thief also holds a garment, but not justly. In the same way, among those who teach from Scripture, the ones who bring the words with a spurious and [counterfeit] soul are stealing. Of them it could be said, “All who came before me are thieves and robbers, and the sheep did not hear them.” Such is the person who uses the gospel word but is not disposed toward it in faith and does not live by it. He puts the message of the word to use for some purpose foreign to it. He is a thief, and it will be said to him, “You who preach not to steal, do you steal?”
Fragment 22
Jerem. 24, 1— 3. Ὅπερ ὁ κόσμος ὅλος, τοῦτο κατά τινα ἀναλογίαν ἐστὶ μόνος ὁ ἄνθρωπος. εὑρήσεις γὰρ τινὰ μὲν οὐρανὸν λεγόμενον, ὅταν φορῇ > τὴν εἰκόνα τοῦ ἐπουρανίου<, ἄλλον δὲ γῆν, ἐὰν ἔχῃ >τὴν εἰκόνα τοῦ χοϊκοῦ< (τῷ γὰρ ἡμαρτηκότι λέλεκται· »γῆ εἶ«), ἄλλον ἔχοντα ποταμοὺς ἐν αὐτῷ >ἁλλομένους εἰς ζωὴν αἰώνιον<, ἐὰν ἔχῃ λόγους ποτιμωτάτους ὃν ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ<. καὶ κατὰ μέρος εὑρήσεις τὸν μὲν ἥλιον, τὸν δὲ σελήνην λεγόμενον καὶ ἀστέρας, ἐπεὶ »οὕτως ἡ ἀνάστασις τῶν νεκρῶν«. Καὶ μετ᾿ ἀλλίγα· Νῦν δέ φησιν αὐτὸν ἡ παραβολὴ σῦκον εἶναι πονηρὸν λίαν· γλυκάζει μὲν γτὰρ αὐτὸν διὰ πεπάνσεως ἡ ἀρετή, ὡς εἶναι ψυχὴν ὅλην καὶ πνεῦμα καὶ σῶμα γλυκὺ τῆς ἐξ ἀρετῶν ποιότητος ἐντιθεμένης αὐτῷ, ἡ δὲ πονηρία κακὸν αὐτὸν καὶ ἄβρωτον ἀπεργάζεται. ἀλλ᾿ ἐὰν μὲν σῦκα ζητῇ τις μὴ λίαν χρηστά, ἔξω ζητεῖ ταῦτα τῶν τῆς θεοσεβείας μυσστηρίων καὶ τοῦ ναοὺ τοῦ θεοῦ, ὤσπερ οὖν καὶ τὰ μὴ λίαν πονηρά. ἐὰν γὰρ ἔλθῃ ἐπὶ τῆν μαθητείαν αὐτήν, πρὸ προσώπου ναοῦ κυρίου ἐστὶ σὐκα ρηστὰ λίαν (αἷα ποιεῖν οἶδε Χριστὸς) ἢ πονηρά· οὐδὲ γὰρ τὸ ἔξω πονηρὸν σῦκον ἐξέβαλε τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω.
Jeremiah 24:1–3. What the whole world is, in a certain proportion, the human being is by himself. For you will find one person called heaven, when he bears “the image of the heavenly.” Another is called earth, if he has “the image of the earthly” (for to the one who sinned it was said, “You are earth”). Another has rivers in him “leaping up to eternal life,” if he has the most drinkable words. [The text seems defective here: “whom God formed to play with him.”] And in particular you will find one called sun, another moon, and others stars, since “so also is the resurrection of the dead.” And after a little: But here the parable says that he is a very bad fig. Virtue sweetens a person through ripening, so that the whole soul, spirit and body become sweet, because the quality that comes from the virtues has been put into him. Wickedness, on the other hand, makes him bad and inedible. But if someone looks for figs that are not very good, he looks for them outside the mysteries of godliness and the temple of God, just as he does for those that are not very bad. For if he comes to the discipleship itself, then before the face of the temple of the Lord there are figs that are either very good (the kind Christ knows how to make) or bad. [For not even the bad fig outside cast the words of God behind it; this clause is uncertain.]
περὶ τὸν ναὸν τοίνυν τοῦ θεοῦ καὶ τὰ θεῖα δόγματα δύο κ άλαθοι κεῖνται. καὶ οἶδεν ὁ ἐκλεγόμενος, πῶς ἕκαστον κατατάσσει, μὴ ἀνεχόμενος πονηροῦ σύκου ποιότητα τοῖς λίαν ἐγκαταμῖξαι χηστοῖς (»μικρὰ«γὰρ »ζύμη ὅλον τὸ φύραμα ζυμοῖ«) οὐδὲ μὴ τοὐναντίον. καὶ τάχα ὁ κάλαθος τῶν σύκων τῶν πονηρῶν ἡ γέεννά ἐστι τοῦ αἰωνόυ πυρός, ὁ δὲ τῶν χρηστῶν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ μετ᾿ ἀλίγα· Ἀλλὰ πότε τοὺς καλαθους ὁ προφήτης ἑώρακεν; μετὰ τὴν αἰχμαλωσίαν, φησίν. ἐὰν γ]ρ ἴδῃς τὴν ἐπιδημάν τοῦ σωτῆρος καὶ τοῦ λαοῦ τὴν αἰχμαλωσίαν καὶ ἡμᾶς τοὺς ἀλλοτρίους φύσει καὶ ἔξω τὴς Ἱερουσαλὴμ νῦν διὰ τὴν πίστιν τὴν εἰς θεὸν καὶ γλυκύτητα τῆς ἀληθείας γινομένους σὐκα χρηστά, ὄψει τὸν κάλαθον τῶν χρηστῶν σύκων· ἐὰν δὲ τοὺς ἐκ περιτομῆς μετὰ τὴν αἰχμαλωσίαν ταύτην θεάσοιο, τῶν πονηρῶν ὄψει καὶ ἀβρώτων σύκων τὸν κάλαθον. οὐκ ἀρεκῖ δὲ χηρστὰ λίαν εἶναι τὰ σῦκα, ἀλλὰ καὶ τοῖς πρωΐμοις ὡμοιῶσθαι προσήκει· ὄψιμον γὰρ σῦκον οὐκ ἔστιν ᾧ παραβάλλεται ὁ σῳζόμενος.
So around the temple of God and the divine teachings two baskets are set. The one who does the choosing knows how to place each fig. He will not allow the quality of a bad fig to be mixed in with the very good ones (“a little leaven leavens the whole lump”), nor the reverse. And perhaps the basket of bad figs is the Gehenna of the eternal fire, and the basket of good ones is the kingdom of the heavens. And after a little: But when did the prophet see the baskets? After the captivity, he says. For if you look at the coming of the Savior, and at the captivity of the people, and at us, who were strangers by nature and are now outside Jerusalem but through faith in God and the sweetness of the truth are becoming good figs, you will see the basket of good figs. But if you look at those of the circumcision after this captivity, you will see the basket of bad and inedible figs. It is not enough for the figs to be very good. They should also be like early figs, for a late fig is not what the one being saved is compared to.
Fragment 23
Jerem. 24, 6. Ὁ Χριστὸς οἰκοδόμος καὶ ἀραχιτέκτιων, περὶ οὗ ἐν προφήταις λέλεκται· »οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοὺ μου ἐπιστρέψει«. φησὶν οὖν Ο κύριος· καὶ οἰκοδομήσω αὐτὸς κὰι οὐ μή καθελῶ. ἀγαθὸς γὰρ ὢν ὁ θεὸς οἰκοδομήματά τινα καθαιρεῖ· δεὶ γὰρ τὴν ἐν ἡμῖν οἰκοδομὴν τῶν ἀκαθάρτων πνευμάτων καταλυθῆναι καὶ οὕτω ναὸν οἰκοδομηθῆναι θεῷ ἐξ ἀρετῶν τε καὶ δογμάτων ὀρθῶν, ἵνα καὶ ὀφθῇ ἡ δόξα αὐτοῦ ἐν αὐτῷ. ἔστι δὲ καὶ γεωργὸς καταφυτεύων καὶ ἐγεκεντρίζων οὕς ἄξιον. φησὶ γὰρ ὁ σωτὴρ ὡς ῥίζα τοὺς κλάδους πάντας ἀνέχων· »ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα, ὁ δὲ πατήρ μου ὁ γεργός ἐστιν. πᾶν κλῆμα ἐν ἐμοὶ μένον και ποιοῦν καρπὸν καλόν, ὁ πατήρ μου καθαίρει ἵνα πλείονα καρπὸν φέρῃ· πᾶν δὲ κλῆμα ἐν ἐμοὶ μένον μὴ φέρον δὲ καρπόν, ὁ πατήρ μου ἐκκόπτει καὶ εἰς πῦρ αὐτὸ βάλλει«. οὐκ ἐν ἐθνικοῖς, ἀλλ᾿ ἐν τοῖς πιστοῖς ἐστι τὸ >ἐν αὐτῷ μένον καὶ μὴ φέρον καρπόν<· οἷός ἐστιν ὁ λέγων εἶναι πιστὸς καὶ πλημμελῶν ἐπ᾿ ἀδείας, ὅστις εἰκότως ἐκκόπτεται· καθαίρει δὲ τὸ καρπὸν φέρον, ἵνα κἄν τι παρορᾷ ὡς ἄνθρωπος διορθώσειεν.
Jeremiah 24:6. Christ is builder and architect. Of him it is said among the prophets: “This one will build my city, and he will turn back the captivity of my people.” So the Lord says: “I will build them, and I will not tear them down.” Though God is good, he does tear down some buildings. For the building of unclean spirits in us must be demolished, and only then can a temple be built for God out of virtues and right teachings, so that his glory may be seen in it. He is also a farmer, planting and grafting in those who are worthy. For the Savior, who as the root holds up all the branches, says: “I am the true vine, and you are the branches, and my Father is the farmer. Every branch in me that remains and bears good fruit, my Father cleans, so that it may bear more fruit. But every branch in me that remains and does not bear fruit, my Father cuts out and throws into the fire.” The one who remains in him and does not bear fruit is found not among the Gentiles but among believers. He is the sort of person who says he is a believer yet does wrong without fear. Such a person is rightly cut out. But the Father cleans the branch that bears fruit, so that if it overlooks anything, as a human being will, it may be set right.
Fragment 24
Jerem. 25, 14. Ταύτην, ὡς ἐλέγομεν, οἱ μὲν Ἑβδομήκοντα τῶν κατὰ τῶν ἐθνῶν ὁράσεων προὔταξαν· οἱ δὲ Λοιποὶ τοὐναντίον. Αἰλὰμ δὲ ἔθνος Ἀραβικὸν πρὸς τῇ ἐρυθρᾷ κείμενον θαλάσσῃ.
Jeremiah 25:14. As we were saying, the Seventy placed this one first among the visions against the nations, but the others [that is, the other translators] have the opposite order. Elam is an Arabian nation lying near the Red Sea.
Fragment 25
Jerem. 25, 14—16. Ἐφρόνουν γὰρ ἐπὶ τοξείᾳ, μὴ μαθόντες ψάλλειν· »οὐ γὰρ ἐπὶ τὸ τόξον μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με«. ἔθνη δὲ πανταχόθεν ἀπειλεῖ κινεῖν ἐπ᾿ αὐτόν, ὅθεν ἀνέμους ἐκ τῶν ὅθεν ὡρμῶντο καλεῖ. ἕκαστος ἡμῶν ἀναλόγως τῇ καταστάσει ᾒ Αἰλαμίτης ὁμωνύμως ἐστὶν ἢ Ἰδουμαῖος ἢ Μωαβίτης ἢ Αἰγύπτιος ἢ Ἰσραηλίτης. δυνατὸν δὲ μεταβάλλειν ἐξ ἑτέρου ἔθνους εἰς ἕτερον κρεῖττον ἢ χεῖρον· τὰ ψυχικὰ γὰρ ἔθνη μεταπίπτειν οἶδεν εἰς ἄλληλα. πλὴν ἕκαστος ἡμῶν ἀναλόγως οἷς ἐθησαύρισε πίεται τὸ τῆς ὀργῆς κυρίου ποτήριον ἀκράτου ἢ κεκερασμένης· πάντες γὰρ ἡμάρτομεν πλέον ἢ ἔλαττον. ὡς δὲ Ἰσραὴλ ἐπώνυμος γέγονεν ᾧ πεποίηκεν, ἰσχύσας πρὸς τὸν θεὸν ἐν τῇ πάλῃ, οὕτω τινές εἰσι Παραβεβλημένοι Ψεκτοὶ Αἰλαμῖται· οὕτω γὰρ ἑρμηνεύονται. παραβάλλοννοῦν, εἰς πάθη ἀτιμίας< δηλοῖ δέ, τίνες οἱ περὶ ὧν ὁ λόγος ἄνεμοι, καὶ Παῦλος εἰπών· »ἵνα μηκέτι ὦμεν κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβίᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδίαν τῆς πλάνης«. περιφέρεται δὲ παντὶ ἀνέμῳ ὁ Παρα- βεβλημένος, εἴτε διδασκαλίας εἴτε θυμοῦ εἴτε ἐπιθυμίας.
They prided themselves on their archery and had never learned to sing, “For I will not hope in my bow, and my sword will not save me.” He threatens to stir up nations against him from every side, and so he calls winds from the places where those nations set out. Each of us, according to his condition, is by name an Elamite, or an Edomite, or a Moabite, or an Egyptian, or an Israelite. It is possible to change from one nation to another, for the better or for the worse, since the nations of the soul know how to fall into one another. In any case, each of us, in proportion to what he has stored up, will drink the cup of the Lord’s wrath, either unmixed or mixed. For we have all sinned, some more and some less. Israel took his name from what he did, because he prevailed with God in the wrestling. In the same way there are some who are “Compared,” “Blameworthy” Elamites, for that is how the name is interpreted. [He who sets his mind alongside passions of dishonor (the Greek here is corrupt).] Paul also makes clear who the winds in question are, when he says: “So that we may no longer be tossed about and carried around by every wind of teaching, in the dice-play of men, toward the scheming of error.” The one who is “Compared” is carried around by every wind, whether of teaching, or of anger, or of desire.
ἄνεμοι δὲ τέσσαρες γενικοί, ταράσσουντες τὴν ἀνθρώπου ψυχήν, ἐπιθυμία, φόβος, ἠδονή, λύπη, οἷς Αἰλαμίτης ἐκ τοῦ θεοῦ καταλειφθεὶς παραδίδοται. ἀλλὰ τί τὸ τόξον Αἰλάμ, ἐν ᾧ ἡ ἀρχὴ τῆς δυναστείας, αὐτὸς ἔφη μελῳδῶν ὁ Δαβίδ· »ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ«. Καὶ μετ᾿ ὀλίγα· Ἀλλ᾿ ὁ σωτὴρ ἐπιδημήσας τοὺς τέσσαρας ἀνέμους ἐπὶ τοὺς Αἰλαμίτας ἐπήγαγε κυκλοῦντας ἡμᾶς, ἵνα τούτους διασκορπίσειε. παραδίδονται γὰρ δυνάμεις ἀντικείμεναι δυνάμεσιν ἑτέραις ἀντικειμέναις εἰς κόλασιν, ὡς ὁ Φαραὼ τῷ Ναβουχοδονόσορ· καὶ ὄφεις γὰρ ἰοβόλους εἰ κατακλείσεις, ὑπὸ τῶν δυνατωτέρων οἱ ἀσθενεῖς ὑπὸ λιμοῦ κατεσθίονται, ἕως οὗ ὁ πάντων ἰσχυρότατος πληρωθεὶς ὑπὸ τῶν ὄφεων οὓς κατεδήδοκεν, ὁ καλούμενος γένηται βασιλίσκος, ἰὸν ἔχων ἐκ μόνης θέας καρποφόρον δένδρον ξηραίνοντα. οὕτως αἱ πονηραὶ δυνάμεις ὑπ᾿ ἀλλήλων κολάζονται, μέχρι καταλειφθῇ τελευταῖον ὀ >ἔσχατος ἔχθρὸς Χριστοῦ θάνατος,> βασιλίσκος περὶ οὗ φησιν· »ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ«. ὁ γὰρ Χριστὸς ἰσχυρότερος ὢν τοῦ βασιλίσκου, ἐπιβέβηκεν αὐτῷ καὶ δέδωκεν ἡμῖν »ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων«.
There are four general winds that disturb the soul of a human being: desire, fear, pleasure and grief. The Elamite, once God has abandoned him, is handed over to these. But what is the Elamite’s bow, in which the beginning of their power lies? David himself said, as he sang: “Look, the sinners have bent a bow, they have made ready arrows in the quiver, to shoot in the dark of the moon at those who are upright in heart.” And a little later: But the Savior, when he came to live among us, brought the four winds against the Elamites who surround us, in order to scatter them. For opposing powers are handed over to other opposing powers for punishment, as Pharaoh was handed over to Nebuchadnezzar. If you shut up venomous snakes together, the weaker are eaten by the stronger because of hunger. Finally the strongest of all, filled with the snakes it has devoured, becomes what is called the basilisk, which has venom that by its look alone withers a fruit-bearing tree. In the same way the wicked powers are punished by one another, until at last there is left “the last enemy of Christ, death,” the basilisk of which Scripture says, “You will tread on the asp and the basilisk.” For Christ, being stronger than the basilisk, has trodden on it, and has given us “authority to tread on snakes and scorpions.”
Fragment 26
Jerem. 27, 16. Ἔστι τις ἀνὴρ Βαβυλώνιος καὶ νήπιον Βαβυλώνιον, καὶ δεῖ πρὸς τούτους ἀγωνίζεσθαι, τουτέστιν ἢ πρὸς μεγάλα ἢ πρὸς νῦν ἀρχόμενα πάθη. πλὴν >μακάριος, ὃς ἂν κρατήσας ἐδαφίσῃ πρὸς τὴν πέτραν (τὸν Χριστὸν) τὰ νήπια Βαβυλῶνος<, πρὶν εἰς ἄνδρας προέλθωσιν. ἔτι δὲ μακαριώτερον ἐξολοθρεῦσαι Βαβυλώνιον σπέρμα, λογισμὸν δηλονότι Συγχυτικόν (ἐναντίον δὲ τούτῳ σπέρμα περὶ οὗ λέλεκται· »μακάριος ὅς ἔχει ἐν Σιὼν σπέρμα« καὶ »μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ«). οὐ νόμνον ἄνδρα τινὰ οὐδὲ παιδίον, ἀλλὰ κἄν μόνον σπέρμα· δύναται γὰρ καρποφορεῖν γεωργούμενον. ποῖον δὲ τὸ ὕδωρ, ἐφ' ὅ σπείρειν δεῖ τὸ καλὸν σπέρμα; τὸ τῆς παλιγγενεσίας λουτρόν. ἐκεῖ »βοῦς καὶ ὄνος πατεῖ«, βοῦς ὁ καθαρὸς καὶ Ἰσραηλίτης, ὄνος ὁ ἐκ γένους ἀκά- θαρτός τε καὶ ἐθνικός. σύμβολα δὲ τὰ ζῶα ταῦτα τοῦ τε καταγ- γελλομένου λόγου τοῖς Ἰσραηλίταις καὶ τοῦ κεκηρυγμένου τοῖς ἔθνεσιν.
There is a Babylonian man and a Babylonian infant, and we must struggle against both. That is, we must struggle against passions that are already great and against those that are only now beginning. “Blessed is the one who seizes the infants of Babylon and dashes them against the rock” (that is, Christ), before they grow into men. It is more blessed still to destroy the Babylonian seed, meaning a confusing thought. (Opposite to this is the seed of which it is said, “Blessed is he who has seed in Zion,” and “Blessed are those who sow upon every water, where the ox and the donkey tread.”) We must destroy not only a grown man or a child, but even the bare seed, for it can bear fruit if it is cultivated. And what is the water on which the good seed must be sown? It is the washing of regeneration. There “the ox and the donkey tread.” The ox is the clean one, the Israelite. The donkey is the one who is unclean by birth, the Gentile. These animals are symbols of the word announced to the Israelites and of the word proclaimed to the nations.
Fragment 27
Jerem. 27, 16. Κατέχει δὲ δρέπανον ὁ Βαβυλώνιος οὐκ ἐπὶ τῷ σῶσαι, ἀλλ' ἐπὶ τῷ ἐκτεμεῖν τῆς τῆς ἁγίας καὶ θερίσαι ἐκκλησίας· ὅν πρὶν τοῦτο παθεῖν ὀλοθρεύσωμεν, τοὺς τῶν αἱρετικῶν ἐξαφανίσαντες λόγους. οἷος ἦν ὁ Παῦλος λέγων· »ἐν ἑτοἰμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν«, ὁ λέγων· »πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καθαιροῦντες«. εἶτα μαρτυρεῖ τῷ Ἑλληνικῷ λόγῳ δύναμιν, ὡς πάντα τὰ ἔθνη τούτῳ παραχωρεῖν ἀποδεικτικῷ πως εἶναι δοκοῦντι.
The Babylonian holds a sickle, not to save but [to cut off and to reap the holy church] (the Greek here is corrupt). Before the church suffers this, let us destroy him by wiping out the arguments of the heretics. Such was Paul, who said, “Having in readiness to punish every disobedience,” and “tearing down every height that is raised up against the knowledge of God.” Then he bears witness to the power of Greek reasoning, saying that all the nations give way to it, since it seems in some sense to be demonstrative.
Fragment 28
Jerem. 27,17. Πρόβατόν φησιν ὡς ἑνὸς πεπλανημένου. καὶ ἐν εὐαγγελίῳ δέ φησιν· »ὁ υἱὸς τοῦ ἀνθρώπου ἦλθεν ἐκζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός«. καὶ ἐν τῇ παραβολῇ δὲ ἕν ἐκ τῶν ἑκατὸν ἀπώλετο μόνον, ὅπερ ἦλθεν εὑρεῖν ὁ ἐπιδημήσας ποιμήν, ὅς καὶ ἐπὶ τῶν ὤμων ἀναλαβὼν ἀπέδωκε τῷ ἀριθμῷ τῦν ἐνενήκοντα καὶ ἐννέα. οἱ γὰρ πάντες ἕν σῶμά ἐσμεν καὶ ἕν πρόβατον· ὁ μέν τίς ἐστι πούς, ὁ δὲ καφαλή, ὁ δὲ ἄλλο τι, ὁ δὲ ποιμὴν ἐλθὼν συνήγαγεν ]>ὀστέον πρὸς ὀστέον καὶ ἁρμονίαν πρὸς ἁρμονίαν< καὶ ἑνώσας ἀνέλαβεν ἐπὶ τὴν χώραν αὐτοῦ. ἡ δὲ ἑνότης γίνεται δἰ ἀγάπης καὶ ἀληθείας καὶ προαιρέσεως ἀγαθῆς. τῷ ἰδίῳ μὲν οὖν λόγῳ πάντας ἥνωσεν. εἰ δέ τινες ἀπειθοῦντες ἐφάνησαν, ἀνίατον τὸ πάθος ἐκτήσαντο. εἷς οὖν ὁ πᾶς Ἰσραηλίτης κατὰ τὴν συγγένειαν τὴν ἀληθινήν, >οἱ γὰρ πάντες ἕν σῶμά ἐσμεν καὶ εἷς ἄρτος καὶ τοῦ ἑνὸς μετέχομεν πνεύματος<. πλανώμενον δὲ πρόβατον ὁ μὴ τυγχάνων τῆς τοῦ καθήκοντος θήρας ἔν τε λόγῳ καὶ πράξει, ἤ τῷ μὴ ζητεῖν ἤ τῷ μὴ εὑρεῖν.
Jeremiah 27:17. He says, “a sheep,” as if speaking of one that has gone astray. In the Gospel he also says, “The Son of Man came to seek and to save what was lost.” In the parable too, only one out of the hundred was lost. The shepherd who came to visit us came to find that one. He lifted it onto his shoulders and restored it to the number of the ninety-nine. For we are all one body and one sheep. One is a foot, another a head, another some other part. The shepherd came and gathered “bone to bone and joint to joint,” and having united them, he took them up into his own place. This unity comes about through love, truth and a good choice of the will. By his own word, then, he united everyone. But if some were found disobedient, they brought on themselves an incurable condition. So every Israelite is one, according to true kinship, “for we are all one body and one bread, and we share in one Spirit.” A straying sheep is one who fails to catch what is fitting, in word and in deed, either by not seeking it or by not finding it.
ὁ δὲ εἰδῶς καὶ ποιῶν τὰ τῆς ἐπιγνώσεως οὐ πλανᾶται· ὁ δὲ πλανώμενος ὑπὸ λεόντων ἐξωθεῖται. »ὁ« γὰρ »ἀντίδικος ἡμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ξητῶν τίνα καταπίῃ«. ἤδη δὲ καὶ »σκύμνοι λένοτος ὠρυόμενοι ἁράσαι καὶ ζητῆαι παρὰ θεοῦ βρῶσιν αὐτοῖς« ἐπιβουλεύουσι τοῖς δικαίοις, βουλόμενοι ἐξῶσαι ἡμᾶς ἀπὸ τῶν ῤρῶν τῆς εἰρήωης. ἀλλ' ὡς Δαβίδ λαβὼν τοῦ πώγωνος τὸν λέοντα ἔπνιξεν, οὕτω τὸν πνευματικὸν Δαβίδ, τὸν Κριστόν, ἐξαιτήσωμεν λαβόντα τὸν λέοντα καὶ πᾶν τὸ τῶν θηρίων συνέδριον ἀνελεῖν. δύο δὲ νῦν λαμβάνει λέοντας γενικούς, τόν τε Ἀσσύριον καὶ τὸν Βαβυλώνιον. κατὰ τῆν ἱστρίαν τὴν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν δύο εἰσίν· ὁ μὲν γὰρ Ἀσσύριος ἀπᾠκισε τοὺς υἱοὺς Ἰσραὴλ >εἰς Ἀσσυρίους ἕως τῆς σήμερον<, ὁ δὲ Βαβυλώνιος τοὺς υἱοὺς Ἰούδα >εἰς Βαβυλῶνα>. πλὴν οὐκ ἔφη νῦν πρῶτος καὶ δεύτερος, ἀλλὰ πρῶτος καὶ ἔσχατος. πρῶτος γὰρ λέων ὁ ἀντικείμενος διάβολος, αὐτὸς ὁ »ἀνθρωποκτόνος«· τελευταῖος δὲ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος »Ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἤ σέβασμα«.
But the one who knows and does what belongs to true knowledge does not go astray. The one who goes astray is driven out by lions. For “our adversary the devil prowls like a roaring lion, seeking someone to devour.” Already “young lions roaring to seize, and seeking their food from God” are plotting against the righteous. They want to drive us out from the borders of peace. But as David seized the lion by its beard and strangled it, so let us ask the spiritual David, Christ, to seize the lion and destroy the whole gathering of beasts. Now he takes two lions that stand for whole kinds, the Assyrian and the Babylonian. According to the history in the fourth book of Kingdoms, there are two. The Assyrian carried the sons of Israel away “to the Assyrians, until this day,” and the Babylonian carried the sons of Judah “to Babylon.” But the text does not say “first and second” here; it says “first and last.” For the first lion is the opposing devil, “the murderer” himself. The last, at the end of the age, is “the man of sin, the son of destruction, who exalts himself above everything called god or object of worship.”
Fragment 29
Jerem. 27, 17—19. Οὐ δύναται ὁ Ἰσραὴλ ἀποκαταστῆναι εἰς τὴν νομὴν αὐτοῦ, ἐὰν μὴ πάθωσιν οἱ δύο βασιλεῖς ἅ δεῖ παθεῖν ὑπὲρ τῆς τῶν πεπονθότων κακῶς ἐκδικήσεως. μὴ πάντως δὲ ἐπὶ τῶν διάβολον ἤ τὸν ἀντίχριστον ἐκλάβῃς τὸν λόγον· ἐν ἐμοὶ γὰρ ἀναιρεθήτω >συντριβόμενος ὁ σατανᾶς ὑπὸ τοὺς πόδας μου ἐν τάχει<. ὅταν δὲ ἀνέλῃ τοὺς δύο τούτους καὶ τοὺς μεταξύ, ἀποκαταστήσει τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ· ὅτε καὶ νεμήσεται ἐν τῷ Καρ- μήλῳ καὶ τῇ Βασὰν καὶ ἐν ὄρει Ἐφραὶμ καὶ ἐν Γαλαάδ. τοσούτων τόπων ἄντων τῆς Ἰουδαίας καὶ τῆς τῆς τῆς καλρονομουμένης, ταῦτα μόνον ὠνόμασεν.
Jeremiah 27:17–19. Israel cannot be restored to its pasture unless the two kings suffer what they must suffer, as vengeance for those who suffered evil. Do not take this word as referring only to the devil or the antichrist. For let it be destroyed in me: “Satan crushed under my feet quickly.” When he has destroyed these two, and those between them, he will restore Israel to its pasture. Then he will also graze on Carmel and Bashan, on Mount Ephraim and in Gilead. Though there were so many places in Judea and in the [land] that was to be inherited, he named only these.
Fragment 30
Jerem. 27, 23. Σφύραν τὴν Βαβυλῶνα καλεῖ, ταῖς ἰδίαις πλεονεξίαις τοὺς ἐπὶ γῆς κατατρίψασαν. ὅτε δὲ τὸν θεῖον νεὼν Ὁ Σολομὼν κατεσκεύαζεν, ἐν ἐπαἰνῳ τῶν Βασιλειῶν ἡ τρίτη φησὶν ὅτι >σφύρα καὶ πάλεκυς οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ τοῦ θεοῦ<. οἶκος δὲ ἡ ἐκκλησία θεοῦ, ἐν ᾗ μὴ δεῖ ἀκούεσθαι σφύρα. ἔστι δὲ σφύρα πάσης τῆς γῆς ὁ διάβολος, καὶ ἔστιν ὁ μὴ φροντίζων αὐτῆς οἱονεί τις ὕλη τυπτομένη παρ' αὐτῆς καὶ μὴ πάσχουσα. »ἐκοὺ« γάρ φησιν »ἀνὴρ ἑστηκὼν ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας«· ὅστις ἀδάμας ὑπ' οὐδεμιᾶς συντρίβεται σφύρας. κἄν ἐφεστήκῃ γοῦν ὁ διάβολος ἡ σφύρα, καὶ ὐποκείμενος ᾖ δράκων »ὥσπερ ἄκμων ἀνήλατος«, οὐδὲν ὁ ἐν τῇ χειρὶ κυρίου καὶ ὑπὸ τὴν σκέπην αὐτοῦ ἀδάμας πείσεται. τεῖχος γὰρ ὁ ἅγιος ἀδμάντινον, καὶ ἐν χερσὶ κυρίου μένων ἀπαθής, κἄν μέσος ληφθῇ τῆς τε σφύρας καὶ τοῦ δράδοντος. ὅσον δὲ τύπτεται, λαμπροτέραν αὐτοῦ τὴν ἀρετήν ἐπιδείκνυσιν· ὁ γὰρ διάβολος οἷά τις λέθων ἀγνοῶν φύσιν διὰ πολλῶν δοκιμάζει πληγῶν τὸν οἷον ἀδάμαντα, θεοῦ μόνου καλῶς τὴν τούτων φύσιν εἰδότος. εἰ σφύρα μὴ ἦν, >σάλπιγξ ἐλατὴ< ἡ κατὰ τὸν νόμον οὐκ ἦν ἦν, διεγείρουσα ἐπὶ τὰς ἑορτὰς τοῦ θεοῦ ἤ παροξύνουσα εἰς πόλεμον τοὺς ἀκούοντας. τοιοῦτον ἐποίησε τὸν Παῦλον διὰ πειρασμῶν ποικίλων ἡ σφύρα, μηδὲν μὲν ἐξ αὐτῆς παθόντα, μεγάλῃ δὲ φωνῇ πρὸς τὸν τῆς κακίας διεγείροντα πόλεμον. ἐργάζεται μὲν οὖν ἡ σφύρα τὸν πειρασμόν, ὑπηρετεῖ δὲ τῇ σφύρᾳ ὁ ἀπὸ τοῦ Κάϊν »σφυροκότος, ὁ χαλκεὺς χαλκοῦ καὶ σικήρου«. τοιοῦτος ἑπὶ τοῦ σωτήρος Ἰούδας καὶ οἱ »σταύρου, σταύρου αὐτόν« κεκραρότες, διὰ τῶν τοιούτων ὑπηρετοῦντες τῇ σφύρᾳ.
He calls Babylon a hammer, because by its own greed it wore down those on the earth. When Solomon was building the divine temple, the third book of Kingdoms says in praise of it that “a hammer and an axe were not heard in the house of God.” The house is the church of God, in which no hammer ought to be heard. The devil is the hammer of the whole earth. The person who pays no attention to him is like a piece of material that is struck by the hammer but does not suffer. For it says, “Behold, a man standing on an adamant wall, and in his hand an adamant.” No hammer can crush an adamant. So even if the devil stands over him as the hammer, and the dragon lies beneath him “like an unhammered anvil,” the adamant in the Lord’s hand and under his shelter will suffer nothing. For the holy person is an adamant wall. Remaining in the Lord’s hands, he is unharmed, even if he is caught between the hammer and the dragon. The more he is struck, the more brilliantly he shows his virtue. The devil is like someone who does not know the nature of [stones], and so he tests with many blows the one who is like adamant. God alone knows well the nature of such people. If there were no hammer, there would be no “beaten trumpet” of the law, rousing the hearers to the feasts of God or stirring them up for war. The hammer made Paul such a man through various trials. He suffered nothing from it, yet with a great voice he roused people to the war against evil. So the hammer produces the temptation, and the one who serves the hammer is the descendant of Cain, “the hammer-striker, the smith of bronze and iron.” In the time of the Savior, Judas was such a man, and so were those who shouted, “Crucify, crucify him.” By such acts they served the hammer.
Fragment 31
Jerem. 27, 25. Σκεύη ὀργῆς καὶ ὁ ἀπόστολος οἶδε »κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους«. πάντας γὰρ ἀνθρώπους εἰς δύο ταῦτα διεῖλε σκεύη, τὰ μὲν ὀργῆς, τὰ δὲ ἐλέους· τὰ μὲν οἷος ὁ Φαραὼ καὶ οἱ Αἰγύπτιοι, τὰ δὲ οἷος ὁ Παῦλος καὶ οἱ πιστεύσαντες. ἀλλὰ τίς ὁ θησαυρὸς κυρίου, ἐν ᾧ τὰ σκεύη τῆς ὀργῆς; ἴσως ἡ ἐκκλησία, ἐν ᾗ τοιοῦτοι πολλάκις λανθάνουσιν. ἔσται δὲ καιρός, ὅτε ἀνοίγει τὴν ἐκκλησίαν. νῦν γὰρ κέκλεισται, καὶ τὰ σκεύη τῆς ὀργῆς μετὰ τῶν σκευῶν τοῦ ἐλέους νέμεται, καὶ τὰ ἄχυρα μετὰ τοῦ σίτου σἰσί, καὶ ἐν μιᾷ σαγήνῃ οἵ τε ἀπόβλητοι καὶ οἱ ἐκλεκτοὶ ἰχθύες. ἀνοίγει δὲ τὸν θησαυρὸν αὐτοῦ ὁ κύριος κατὰ τὸν καιρὸν τῆς κρίσεως, ὅτε τῶν σκευῶν τῆς ὀργῆς ἐκβαλλομένων, ὁ ἐλέους σκεῦος ὑπάρχων εἴποι ἂν εἰκότως· >ἐξῆλθον ἀφ᾿ ἡμῶν, οὐ γὰρ ἦσαν ἐξ ἡμῶν<. τὰ δὲ ἔξω τοῦ θησαυροῦ ἁμαρτάνοντα σκεύη οὔπω σκεύη ὀργῆς ἐστιν, ἀλλ᾿ ἐλάττονα· <δοῦλοι> γὰρ εἰσι >μὴ εἰδότες τὸ θέλημα τοῦ κυρίου αὐτῶν καὶ μὴ ποιοῦντες αὐτό<. σκεύη τοίνυν εἰσὶν ἁπλῶς εἰς ἄλλα τηρούμενα.
The apostle also knows of “vessels of wrath,” “prepared for destruction, in order that he might make known the riches of his glory upon vessels of mercy.” He divided all people into these two kinds of vessels, those of wrath and those of mercy. The first kind are like Pharaoh and the Egyptians, and the second like Paul and those who believed. But what is the Lord’s treasury, in which the vessels of wrath are kept? Perhaps it is the church, in which such people often go unnoticed. But there will be a time when he opens the church. For now it is shut, and the vessels of wrath feed together with the vessels of mercy. The chaff is there with the wheat, and in one net are both the rejected fish and the chosen ones. The Lord opens his treasury at the time of judgment. When the vessels of wrath are cast out, the one who is a vessel of mercy may fittingly say, “They went out from us, for they were not of us.” But vessels that sin outside the treasury are not yet vessels of wrath. They are lesser ones. For they are “servants who do not know the will of their lord and do not do it.” So they are simply vessels kept for other purposes.
Fragment 32
Jerem. 27, 28. Ἥξουσι, φησί, τῶν αἰχμαλώτων τινὲς τῆς Ἰουδαίας, εὐαγγελιζόμενοι τὴν κατὰ Βαβυλῶνος ἐκδίκησιν. λέγοι δ᾿ ἂν καὶ περὶ τῶν ἐξ εἰδωλολατρείας ἐπιστρεφόντων, ἣν καλεῖ Βαβυλπωνα· οἵτινες ἐλυόντες εἰς Σιών, τὸ Σκοπευτήριον, τὴν ἐκκλησίαν, τὴν παρὰ κυρίου θεοῦ ἡμῶν ἐκδίκησιν ἀναγγέλλουσιν.
He says that some of the captives of Judea will come, bringing the good news of vengeance on Babylon. He could also be speaking of those who turn back from idolatry, which he calls Babylon. They come to Zion, the Watchtower, which is the church, and announce the vengeance that comes from the Lord our God.
Fragment 33
Jerem. 27, 29. Οἱ μὲν ἐν Βαβυλῶνι πολλοί, οἱ δὲ ἐν Ἱερουσαλὴμ ἐλάχιστοι. εἴρηται γάρ· »οὐ παρὰ τοῦτο ἠγάπησεν ὑμᾶς κύριος ὁ θεὸς ὑμῶν, παρὰ τὸ εἶναι πολλοστούς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη«. >ὀλίγοι< γὰρ ὄντως >οἱ σῳζόμενοι καὶ διὰ τῆς στενῆς εἰσερχόμενοι θύρας<. παραγγέλλεται δὲ πᾶς ἐπὶ τὴν >πλατεῖαν καὶ εὐρύχωρον< Βαβυλῶνα τόξον ἐντείνων, μηδένα ταύτης περιποιήσασθαι.
Those in Babylon are many, and those in Jerusalem are very few. For it has been said, “The Lord your God did not love you because you are the most numerous, for you are the fewest of all the nations.” Truly “few are those who are saved and who enter through the narrow door.” Everyone who bends a bow is commanded to aim it at Babylon, which is “broad and spacious,” and to keep none of it for himself.
Fragment 34
Jerem. 27, 29—32. Ὅσους τις ἔχει λογισμοὺς ἀνθεστηκότας θεοσεβείᾳ, πολλοί εἰσι Βαβυλώνιοι· οὓς ἀναιρετέον ἁμαρτωλοὺς ὄντας τῆς γῆς. ἐξ ὧν ὁ καθαρεύσας ἐν τῇ πόλει γίνεται τοῦ θεοῦ τοῦ ἐκδικοῦντος τῆς Βαβυλῶνος τὴν ὕβριν· ᾤετο γὰρ οἰκείᾳ δυνάμει κεκρατηκέναι καὶ κατηλαζονεύετο τοῦ θεοῦ. ἐμπρησθέντος γὰρ τοῦ ναοῦ, τὰ σκεύη τὰ ἱερὰ ταῖς παλλακαῖς εἰς χρῆσιν ἐδόθη. διόπερ πυρὶ τὸ ἄκαρπον ἔθνος καθάπερ δή τινα δρυμὸν κατηνάλωσε. ταύτῃ τοί φησιν· ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει κύριος τῶν δυνάμεων.
However many thoughts a person has that stand against godliness, that is how many Babylonians he has. They must be destroyed, since they are sinners of the earth. The one who has been cleansed of them becomes, in the city, one who belongs to God, who avenges the insolence of Babylon. For Babylon supposed that it had conquered by its own power, and it boasted against God. When the temple was burned, the sacred vessels were given to the concubines for their use. Therefore God consumed the fruitless nation with fire, like a thicket. For this reason he says, “Behold, I am against you, you insolent one, says the Lord of hosts.”
Fragment 35
Jerem. 28, 8. Προφητεύει τὴν συντέλειαν ἀθρόως γενηθησομένην· >ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ κατακλυσμοῦ< καὶ ìἐν ταῖς ἡμέραις τοῦ Λὼτ< τὰ βιωτικὰ πάντες ἐποίουν, >ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ τὸ πῦρ καὶ ἦρεν ἅπαντας<, οὕτως ἔσται τὸ τῆς συντελείας αἰφνίδιον. οὗ δὴ σύμβολον ἦν ἡ ἀθρόως πεσοῦσα φωνῇ καὶ μόνῃ σαλπίγγων Ἱεριχώ. καὶ παρὰ τὸν καιρὸν δὲ τοῦ σωτηρίου πάθους ἄφνω ἔπεσε Βαβυλών, Χριστοῦ τὰ περὶ τῶν ἐθνικῶν εἰδώλων καταργήσαντος δόγματα καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ῥυσαμένου πιστεύσαντας.
Jeremiah prophesies that the end will come all at once. “For as in the days of the flood” and “in the days of Lot” everyone went about the business of ordinary life, “until the flood came, and the fire, and took everyone away,” so the end will come suddenly. Jericho was a symbol of this, for it fell all at once at a voice and the sound of trumpets alone. Babylon too fell suddenly at the time of the saving passion, when Christ abolished the teachings about the idols of the nations and rescued those from the nations who believed.
Fragment 36
Jerem. 28, 7. Χρυσοῦν ἐστι τοῦ Ναβουχοδονόσορ τὸ ποτήριον εἰς »ἀπάτην ἀνθρώπων, ἵνα δεξάμενοι πίωσιν, ὁρῶντες τὸν χρυσὸν, τὸ δὲ κρίμα τὸ ἐν τούτῳ μὴ λογεζόμενοι. τὰ μοχθηρὰ γὰρ αὐτοῦ δόγματα καλ- λιλεξίᾳ κεκόσμηται, τῷ τῆς φράσεως δελεάζοντα κάλλει καὶ τῇ μεθόδῳ τῇ τεχνικῇ. καὶ πᾶς δὲ ποιητὴς ἄκρος εἶναι δοκῶν ποτήριον χρυσοῦν κατεσκεύασε, δηλητήριον ἐμβαλὼν εἰδωλολατρείας, αἰσχρολγίας, καὶ τῶν ψυχικῶν ἁπάντων κακῶν. ὁ δὲ Ἰησοῦς οὐ χρυσοῦ ποτηρίου προενοήσατο, μήποτε καὶ δόξῃ ἐκείνῳ ὅμοιον εἶναι (διόπερ »ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν«), ἀλλὰ τῆς ἐν αὐτῷ σωτηρίας. τὸ δὲ χρυσοῦν ποτήριον, ἡ Βαβυλώ, ὅταν ἐπὶ τὴν ἐκδίκησιν ἔλθῃ, ἐν χειρὶ κυρίου γίνεται, τῇ ἁψαμένῃ ποτὲ τοῦ Ἰώβ, μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ ὀργῆς, ἀπὸ λύπης, ἐρώτων, κενοδοξίας (ὅσα γὰρ ἁμαρτήματα, τοσαῦται καὶ μέθαι), καθάπερ ἐξ οἴνου πάντων σαλευομένων καὶ βέβαιον ἐχόντων οὐσέν. ὁ δὲ δίκαος οὐκ ἔστι γῆ. ὢν γὰρ ἐπὶ γὴς, ἔχει >ἐν οὐρανοῖς τὸ πολίτευμα> καὶ οὐκ ἂν ἀκούσειε· »γὴ εἶ καὶ εἰς γὴν ἀπελεύσῃ«, ἀλλ᾿ ἐκ τῶν εἰκότων· οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπελεύσῃ, φορεῖς γὰρ >τὴν εἰκόνα τοῦ ἐπουρανίου<, καὶ πάγιος ἕστηκας.
Nebuchadnezzar’s cup is gold, “for the deception of men,” so that they take it and drink, looking at the gold and not considering the judgment in it. His wretched teachings are decked out with fine language. They lure people by the beauty of their style and by skilled technique. Every poet who thinks himself supreme has likewise made a golden cup, and put into it the poison of idolatry, of shameful speech, and of every evil of the soul. But Jesus did not provide a golden cup, lest he seem to be like that one. (This is why “we have this treasure in earthen vessels.”) He provided instead for the salvation that is in him. But the golden cup, Babylon, when it comes to carry out vengeance, comes into the Lord’s hand, the hand that once touched Job. It makes the whole earth drunk with anger, grief, passions [or loves] and vainglory. (As many as there are sins, so many are the kinds of drunkenness.) Everything is shaken as if by wine, and nothing stands firm. But the righteous person is not earth. Though he is on earth, he has “his citizenship in heaven.” He would not hear, “You are earth, and to earth you will go.” Rather, in keeping with what is fitting, he hears, “You are heaven, and to the heavens you will go,” for you bear “the image of the heavenly,” and you stand firm.
Fragment 37
Jerem. 28, 8–10. Εἰ δὲ Βαβυλὼν οὐκ ἀπέγνσται (οὐ γὰρ ἂν ἔλεγεν· εἴ πως ἰαθήσεται), ποίαν ψυχὴν ἑτέραν ἀπογνωσόμεθα; δἰ δὲ μὴ σέσωσται, τοῦτο γέγονε παρ᾿ αὐτήν, ὡς τοὺς ἀρίστους ἰατροὺς ἀπολογεῖσθαι καὶ λέγειν· ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλείπωμεν αὐτήν. οὐ παρ᾿ αὐτοὺς γάρ, οὐδὲ παρὰ τὴν ἰατροὶ οὐδὲ παρὰ τὴν ῥητίνην τὸ μὴ ταύτην θεραπεύεσθαι. ἰατροὶ δὲ ἄγγελοι, ὐπὸ τὸν μέγαν ὄντες ἰατρὸν τὸν θεὸν καὶ θεραπεῦσαι τοὺς πειθομένους ἐθέλοντες. εἰ δὲ μή, ἐροῦσιν· ἐγκατΑΛΊΠΩΜΕΝ αὐτήν, ἀπέλθωμεν ἕκαστος εἰς τὴν οἰκείαν πρᾶξιν, ὅτι ἤγγικεν εἰς τὸν τὸν οἰκεῖον τόπον καὶ τὴν οἰκείαν πρᾶξιν, ὅτι ἤγγικεν εἰς τὸν οὐρανὸν τὸ κρίμα αὐτῆς, καταδικάσαντες αὐτὴν ὡς ἀνίατον καὶ πεισομένην τὰ τῆς ἀπογνώσεως. καὶ οἱ τῶν σωμάτων γὰρ ἰατροὶ τοὺς ἀνιάτους ἐγκαταλείπουσι, μήπως ἐν ταῖς αὐτῶν χερσὶ τελευτήσωσιν· ὃ δὴ ποιοῦσιν οἱ ἄγγελοι. ὅσῳ δὲ ἁμαρτάνομεν, τὸ κρίμα ἡμῶν αὔξει, καὶ ἐξαίρει ἕως τῶν ἄστρων, τῶν ἁγίων δηλαδή. καὶ τότε ὁ θεὸς ἐκφέρει τὸ κρίμα αὐτοῦ εἰς ταπείνωσιν τοῦ ὑψωθέντος κρίματος ἀπὸ τῆς ἁμαρτίας, ταπεινῶν τὴν ἁμρτίαν καὶ τὰ πρὸς ἐξίαν ἀποδιδούς.
If Babylon has not been given up on (for he would not have said, “perhaps she will be healed”), what other soul shall we despair of? If she has not been saved, that has come about through her own fault. So the best physicians defend themselves and say, “We tried to heal Babylon, and she was not healed. Let us leave her.” The failure to heal her is not due to them, nor to the physicians [text uncertain], nor to the balm [or resin]. The physicians are angels. They serve under the great physician, God, and are willing to heal those who are obedient. If not, they will say, “Let us leave her, and let each of us go to his own place and his own work, because her judgment has reached up to heaven.” They condemn her as incurable, one who will suffer the consequences of being given up on. Physicians of the body also leave the incurable, so that they do not die in their hands; and this is what the angels do. The more we sin, the more our judgment grows, and it is lifted up as far as the stars, that is, the holy ones. Then God brings out his judgment to humble the judgment that sin has raised high. He humbles the sin and gives back what is deserved.
Fragment 38
Jerem. 28, 11. 12. Καὶ Ἡσαΐας ἐθέσπισεν· »ἐπ᾿ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς· παρακαλεῖτε τῇ χειρί«. ταῦτα δὲ Πέρσαις καὶ Μήδοις οἱ προφῆται παρεκελεύοντο, ὡς κρατήσουσιν ἤδη Βαβυλῶνος, ἐπὶ τῶν αὐτῆς τειχῶν ὡς ἁλωσομένης ἀνατείνειν τοῦ πολέμου τὸ σύνθημα, δι᾿ οὗ δηλοῦσι τοῖς στρατιώταις τὴν ἔφοδον. καὶ τὰ ὅπλα ἔχειν ἐν ἑτοίμῳ παρακελεύεται· τὰ τόξα τοῖς Μήδοις φησίν.
Isaiah also prophesied: “On a level mountain raise a signal, lift up your voice to them; beckon with the hand.” The prophets were giving these orders to the Persians and Medes, who were about to take Babylon. They were to hold up the signal of war over her walls, as over a city about to be captured. By this signal they let the soldiers know the moment of attack. He also commands them to keep their weapons ready; the bows, he says, are for the Medes.
Fragment 39
Jerem. 28, 17–20. Συμφώωνς δὲ τῷ ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως ὁ Παῦλός φησιν· »οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;« καιρὸς δὲ ἐπισκέψεως μάλιστα ἡ τῆς εἰδωλολατρείας ἀπὸ τῆς Χριστοῦ παρουσίας καθαίρεσις. σκεύη δὲ πολέμου, ἅπερ ὁ Βαβυλώνιος διεσκόρπισεν, οἱ τοῦ Ἰσραὴλ καὶ Ἰούδα πολέμων ἔμπειροι ἄνδρες, ἀνθ᾿ ὧν ἀπειλεῖ μηδενὸς ποιεῖσθαι φειδώ.
Paul agrees with the saying “every man has been made foolish [away] from knowledge” when he says, “Has not God made foolish the wisdom of this world?” The time of visitation is above all the tearing down of idolatry by the coming of Christ. The vessels of war that the Babylonian scattered are the men of Israel and Judah who were experienced in wars. In return for this, he threatens to show no pity to anyone.
Fragment 40
Jerem. 28, 21–24. Ἀναβάται ἵππων οἱ δαίμονες οἱ ταῖς σαρκικαῖς ἡδοναῖς ἐπικαθήμενοι· καὶ πάλαι γὰρ τῆς Αἰγύπτου »ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν«, οὗτοι δὲ ζευγνύντες ἐν ἠμῖν διάφορα πάθη, ταῖς τέτρασιν ἀρεταῖς ἀντικείμεν, κατασκευάζουσιν ἅρματα. καὶ ὀ μὲν θυμώδης καὶ πρὸς κακίαν ἐρρωμένος, ἀνήρ· ἀνήρ· ὁδὲ πρὸς ἡδονὰς λελυμένος, γυνή· καὶ πρεσβύτης μὲν ὁ >πεπαλαιμωένος κακῶν ἠμερῶν<· νεανίσκοι δέ, περὶ ὧν Ἡσαΐας φησί· »πεινάσουσι νεώτγτεριο, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται«· καὶ τοὐναντίον· »οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάζουσιν ἰσχύν, πτερο- φυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν«. τοὺς ἐκλεκτοὺς δὲ νῦν ἐν κακίᾳ φησίν, ὁποῖόν ἐστι τὸ »καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά«· κατ᾿ ἀρετήν τε ὄντες ἐκλεκτοὶ ὑπὸ τοῦ Ναβουχοδονόσορ καταπίνονται. ἔσξε δὲ καὶ παρθένους, τὰς μὲν Ἑστιακάς, τὰς δὲ Πυθίας, τὰς δὲ ἄλλας. καὶ ψυχὴ δὲ μὴ δεξαμένη τὸν θεῖον σπόρον, παρθένος ἐστὶν αὐτῷ. ἔχει δὲ καὶ ποιμένας κακῇ διδασκαλίᾳ τοὺς ἑπομένους παιδεύοντας· ἀλλὰ καὶ γεωργοὺς τοὺς >τὰ ζιζάνια< σπείροντας, καὶ γεωργοῦντας >ἀκάνθας τε καὶ τριβόλους<, τὰς βιωτικὰς ἐν ἀνθρώποις μερίμνας. ἔχει καὶ ἠγεμόνας ἐν κακίᾳ καὶ ἄρχοντας, καὶ μάλιστα >πρὸς οὓς ἠμῖν ἐστιν ἠ πάλη, πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας<, τούτοις οὖν πᾶσιν ὁ θεὸς ἀποδίδωσιν ἐνώπιον τῶν ἔναγχος εἰρηκότων· >δεῦτε καὶ ἀναγγείλωμεν ἐν Σιὼν τὰ μεγαλεῖα τοῦ θεοῦ<.
Jer. 28:21–24. The riders of horses are the demons who sit on top of fleshly pleasures. Long ago, too, “horse and rider he threw into the sea” of Egypt. These demons harness various passions in us, set against the four virtues, and so build chariots. The man who is hot-tempered and strong toward evil is “man.” The man who is slack toward pleasures is “woman.” The “old man” is the one “worn out in evil days.” The “young men” are those of whom Isaiah says, “The young will hunger, the youths will grow weary, and the chosen will be powerless.” And on the other side he says, “Those who wait on God will renew their strength, they will grow wings like eagles, they will run and not grow weary.” Here, though, he speaks of the “chosen” in a bad sense, as in the phrase “and his food is choice.” People who are chosen in the way of virtue are swallowed up by Nebuchadnezzar. He has virgins too: some are Vestals, some are Pythian priestesses, and some are of other kinds. A soul that has not received the divine seed is also a virgin to him. He has shepherds as well, who train their followers in evil teaching. He has farmers, who sow “the weeds” and cultivate “thorns and thistles,” meaning the worldly cares among people. He also has leaders and rulers in evil, and above all “those against whom our struggle is, the principalities and the authorities.” To all these, then, God gives their due, in the presence of those who have just said, “Come, and let us declare in Zion the great deeds of God.”
Fragment 41
Jerem. 28, 25. 26. Ὄρος τὴν Βαβυλῶνα διὰ τὸ τῆς βασιλείας ὕψος καλεῖ· ὅπερ ἦν ἐξ εἰδωλολατρείς καὶ τῶν ἀδίκων ἔργων, δι᾿ὧν διέφθειρε τοὺς ἄλλους, διεφθαρμένον. ἦν δὲ καὶ ἐφ᾿ ὕψους ἡ πόλις διὰ τὸν παρακείμενον ποταμόν, ἐξ οὗ τινες ἀναβαθμοὶ πρὸς τὴν πόλιν ἀνέφερον, διμερῆ τε οὖσαν καὶ ἐξ ἑκατέρας ὄχθης παρακειμένην τῷ ποταμῷ, πρὸς τῷ καὶ εἶνα τὰ τείχη τῆς πόλεως ὑψηλότατα. χεῖρα δέ, τὴν τιμωρητικὴν δύναμιν τὴν τῆς ἰδίας αὐτὴν ὡς ἐκ πετρῶν τινον καθαιροῦσαν ἀσφαλείας τε καὶ ργουρᾶς. εἰς ἄχρηστον δὲ καὶ τοὺς λίθους αὐτῆς διὰ τὸ πῦρ ἀφανίζουσαν, ὡς μὴ συνίστασθαι λίθον πρὸς στερροτέραν οἰκοδομίαν. ἀναγωγῆς δὲ λόγῳ καὶ ὀ διάβολος ὄρος ὠνόμασται, ὡς ἐν τῷ Ζαχαρίᾳ· »τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ;« καὶ περὶ τοῦ ἔχοντος >κωρὸν καὶ ἄλαλον< δαιμόνιον ἔλεγεν ὁ σωτήρ· »ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι, καὶ μεταβήσεται«. ὄρος οὖν ὁ διάβολος ἀπὸ τῆς ἰδίας διεφθαρμένον κακίας καὶ διαφθεῖρον τοὺς ὅσοι φρονοῦσι τὰ γήϊνα.
Jer. 28:25, 26. He calls Babylon a mountain because of the height of its kingdom. It was a corrupted mountain, corrupted by idolatry and unjust deeds, by which it corrupted others. The city was also set on a height because of the river beside it. Steps led up from the river to the city, which was in two parts, lying along both banks of the river, and in addition the city’s walls were very high. The “hand” is the power that punishes. It brings the city down from its own security and [defense], as if from rocks. It also makes its stones useless by fire, so that no stone is left fit for a sturdier building. In a higher sense the devil too is called a mountain, as in Zechariah: “Who are you, the great mountain before Zerubbabel?” And about the man who had a deaf and mute demon the Savior said, “If you have faith like a grain of mustard seed, you will say to this mountain, ‘Move,’ and it will move.” So the devil is the mountain. He is corrupted by his own wickedness, and he corrupts all who set their minds on earthly things.
Fragment 42
Jerem. 28, 27. Τὸ ἁγιάσατε ἔθνη ἀντὶ τοῦ ἀφορίσατε· ἁγιασμὸς γὰρ ἡ θεοῦ ὑπηρεσία, κἂν ᾖ τιμωρητική καὶ βέβηλος ὁ πρὸς ταύτην ἀφωρισμένος· ὁποῖος ἦν ὁ Κῦρος, πρὸς ὅν φησι διὰ Ἡσαΐου· »σὺ δὲ οὐκ ἔγνως με«. τινὰ δὲ τῶν κατὰ Βαβυλξῶνος στρατευσάντων ἐκάλεσεν ἔθνη, ἐν οἷς Ἀραρὰτ τοὺς Ἀρμενίους καλεῖ.
Jer. 28:27. “Sanctify the nations” means “set them apart.” For sanctification is service to God, even if that service is one of punishment and the person set apart for it is profane. Such was Cyrus, to whom he says through Isaiah, “But you did not know me.” He called some of those who campaigned against Babylon “nations,” and among them he calls the Armenians “Ararat.”
Fragment 43
Jerem. 28, 29. Ἐσείσθη δὲ ἡ γῆ, τῶν ἐπ᾿ αὐτῆς ἀνθρώπων ἐν τοῖς προάγουσι χρόνοις παγίως ἱδρυμένων καὶ βεβαιότητα ἐχόντων ἐν αἷς ἦσαν δυναστείαις τε καὶ βασιλείαις, τὰ δὲ νῦν μεταβλὴν πονηρὰν καὶ ἐπώδυνον δεχομένων τὴν ἐρημίαν. καὶ πᾶσα δὲ διάνοια Βαβυλωνίαν γῆν ἐσχηκυῖα ἐκ τῆς πρὸς τὴν τοιαύτην ἀσέβειαν καὶ Σύγχυσιν προσπαθείας σειομένη ἐποβάλλει τὴν τοιαύτην διάθεσιν ἐπὶ τῷ πνευματικὴν καὶ ἐπουράνιον ἕξιν ἀναλαβεῖν.
Jer. 28:29. The earth was shaken. In earlier times the people on it had been firmly settled and secure in their powers and kingdoms, but now they underwent a bad and painful change, into desolation. Likewise every mind that has held a Babylonian land is shaken out of its attachment to such impiety and confusion. It throws off that disposition so that it may take up a spiritual and heavenly state.
Fragment 44
Jerem. 28, 30—33. Θεὸς γὰρ ἦν ὁ τοῦτο ποιῶν, ὁ καὶ διὰ Ἡσαΐου πρὸς Κῦρον εἰπών· »ἐγὼ δὲ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω«. καὶ παρὰ τοῖς ἔξω γὰρ τοιαύτας ἔχειν ἱστόρηται πύλας ἡ Βαβυλών, καὶ ἐκ τῶν εἰς τὸν ποταμὸν μέσον ὄντα καταβάσεων ἑαλωκέναι, μέρους ἑκατέρου συναπτομένου γεφύραις παρὰ τὰς ἀναγούσας ἐπὶ τὴν πόλιν ἀνόδους, πρὸς ἑκάτερον μέρος διῃρημένης τῆς πόλεως. καί φησιν ἡ ἱστορία, ὡς τῶν παρ᾿ ἔσχατα τῆς πόλεως ἁλισκομένων οἱ ἄλλοι πανήγυριν ἄγοντες διὰ τὸ μέγεθος τῆς πόλεως οὐκ ᾐσθάνοντο, ὅτε ὡς εἰκός, τῶν μὲν εἰς ἀγγελίαν τρεχόντων, τῶν δὲ λοιπῶν ἐκ ταύτης ὑποστρεφόντων θορύβου πλήρη τὴν πόλιν ὑπάρχειν. συστήματα δὲ νῦν τὰς οἰκίας ἔοικε λέγειν· τῇ γὰρ συνεχείᾳ πρὸς ἀλλήλας συνίσταντο. διὸ ἐπιφέρει· οἱ οἶκοι βασιλέως Βαβυλῶνος καὶ τὰ ἑξῆς· ἢγουν ἀπὸ τῶν ἐν ἀυτοῖς συνισταμένων τὰ φρούρια.
Jer. 28:30–33. For it was God who did this. He is the one who also said to Cyrus through Isaiah, “I will go before you and level the mountains; I will shatter doors of bronze and break bars of iron in pieces.” Among writers outside the faith, too, it is recorded that Babylon had gates like these. It is also recorded that the city was taken by way of the descents into the river that ran through the middle. Each part of the city was joined by bridges at the ascents leading up into it, since the city was divided into two parts. The history also says that when the people at the far edges of the city were being captured, the others, because of the city’s size, did not notice, as they were holding a festival. In the meantime, as one would expect, some ran to carry the news and others came back from there, and the city was full of uproar. Now he seems to call the houses “groupings,” for they stood joined to one another in unbroken rows. Therefore he adds: “The houses of the king of Babylon,” and so on. That is to say, the strongholds [were formed] from what was built together in them.
Fragment 45
Jerem. 31, 12—17. Τὸ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσι Σύμμαχος ἔφη· καὶ σειρώσουσιν αὐτὸν καὶ τὰ σκεύη σὐτοῦ ἐκκενώσουσιν. ἐνέμεινε γὰρ τῇ τροπῇ τοῦ οἴνου, δηλῶν ὡς τῶν ἀγαθῶν κενωθήσιν. οὐκ ἀγαθὴ τοίνυν ἡ εὐθηνία τοῖς ἀλαζόσιν, ὡς οὐδὲ τῷ ἐν ᾅδῃ πλουσίῳ, δι᾿ ἣν ἐκολάζετο. τὰ δὲ κεράσματα ὡς ἐπὶ οἴνου ῥηθέντα, Ἀκύλας ἐξέδωκεν κέρατα, ὅπερ ἀρχαῖον ποτηρίου ἐτύγχανεν εἶδος (κέρασι γὰρ ἔπινον), ὅθεν καὶ τὸ κεράσαι λέγειν παρέμεινεν. ἀγγεῖα μὲν οὖν αἱ πόλεις, τὰ δὲ ἔνδον ἄνθρωποί τε καὶ πλοῦτος· ὡς τοὺς μὲν ἀπήγαγον, τὰς δὲ ἐνέπρησαν. καταισχύνει δὲ τὰς ἐπὶ δαίμοσιν ἐλπίδας ἡ συμφορά· »ἡ δὲ« ἐπὶ θεὸν »ἐλπὶς οὐ καταικχύνει«. ἐν δὲ τῇ Βαιθὴλ ἔστησε τὰς δαμάλεις ὁ Ἱεροβοὰμ ἐν τῇ Σαμαρείᾳ. οὐχ ὁ λέγων δὲ ἰσχυρὸς εἶναι σῴζεται. »οὐ« γὰρ »σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν«. ἡμέρα δὲ Μωὰβ τῆς κολάσως ὁ καιρός, πονηρία δὲ τὰ καταληψόμενα τοῦτον ἐπίπονα. ἀξιοῖ δὲ τοὺς κύκλῳ πάντας ἐπεμβαίνειν αὐτῷ· τοῦτο γὰρ τὸ κινήσατε, δηλονότι πρὸς αἰσχύνην καὶ λύπηβν, »ὑπερηφάνοις γὰρ ὁ θεὸς ἀντιτάσσετι«·
Where the text reads “they will tilt him and crush his vessels,” Symmachus said: “they will strain him and empty his vessels.” He kept to the figure of wine, to show that Moab will be emptied of good things. So prosperity is not good for boasters. It was not good for the rich man in Hades either, and it was the reason he was punished. The “mixtures” are spoken of as if they were wine, but Aquila gave “horns.” The horn was an ancient kind of cup, for people used to drink from horns, and that is why the word “to mix” stayed in use. The vessels, then, are the cities, and what is inside them is the people and their wealth. The enemies led off the one and burned the other. The disaster puts to shame the hopes people place in demons, but “hope” in God “does not put to shame.” Jeroboam set up the calves in Bethel, in Samaria. The man who claims to be strong is not saved, for “a king is not saved by great power.” The “day of Moab” is the time of punishment, and the “evil” is the painful things that will overtake him. The text calls on everyone around him to trample on him. That is the meaning of “move him,” plainly to bring him shame and grief, for “God opposes the proud.”
Fragment 46
Jerem. 31, 25. Ἐπιχείριον ἢ τὸ σκῆπτρον παρίστησιν ἢ τοὺς ὑπὸ τὴν ἀρχὴν ἢ τοὺς μισθωτούς· ἐπίχειρα γὰρ ὁ μισθός.
“Epicheirion” means either the scepter, or those under the ruler’s authority, or hired workers, since “epicheira” means wages.
Fragment 47
Jerem. 31, 26—28. Ἐπικροτήσει ταῖς ερσίν, αἶς ἐπιχαίρων τῷ Ἰσραὴλ καὶ κατὰ θεοῦ θρασυνόμενος ἐπιεκρότει. οἱ δὲ »τοῖς ὀχυρώμασι πεποιθότες« τῶν πόλεων, ταύτας ἀφέντες ἐν πέτραις ᾢκουν παρακειμέναις ταἰς φάραυξιν, μιμούμενοι περιστερὰς κατὰ τὴν ἀσέλγειαν καὶ κατὰ τὴν ἄνοιαν. ἐμφωλεύουσι γὰρ ἔσθ᾿ ὅτε τόποις, ἐξ ὧν οἱ βουλόμενοι ῥᾳδίως ἀφαιροῦνται τοὺς νεοττούς. ἀσελγὴς δὲ καὶ ὁμαλιῶτελούμενος τῷ Βεελφεγὸρ καὶ ἄνους ὁ τοῖς ἀνωφελέσι καὶ ματαίοις εἰδώλοις προσκείμενος· ὁποῖος ἦν ὁ Μωάβ. »εἶπε« γὰρ »ἄφρων ἐνκαρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός«, ἢ καθόλου ἄθεος ὢν ἢ τὸν ὄντως ὄντα θεὸν μηδὲ εἶναι παντελῶς λογιζόμενος.
“He will clap with his hands.” These are the hands with which Moab clapped, rejoicing over Israel and acting boldly against God. Those “who trusted in the fortresses” of their cities gave them up and lived in rocks beside the ravines. They imitated doves in their licentiousness and their folly, for doves sometimes nest in places where anyone who wants can easily take their young. A person is licentious and foolish when he is [initiated] into Beelphegor and clings to useless and empty idols, and Moab was like that. For “the fool said in his heart, There is no God.” Such a person is either wholly godless, or he reckons that the God who truly is does not exist at all.
Fragment 48
Jerem. 36, 4—6 Ἡ Ἱερουσαλήμ, καθὰ πολλάκις εἴρηται, εἰς τὴν ἐκκλησίαν μεταλαμβάνεται, ἥτις ἐστὶ πόλις τοῦ θεοῦ οἰκοδομηθεῖσα ἐκ λίθων ζώντων, ἀφ᾿ ἧς τις ἁμαρτάνων ἐκβάλλετια παραδιδόμενος Ναβουχοδονόσορ, τῷ σατανᾷ, λέγει γὰρ περὶ τοῦ πεπορνευκότος ὁ Παῦλος »παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου«· καὶ ἐν τῇ πρὸς Τιμόθεον πρώτῃ περὶ τῶν βλασφήμων· »οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν«. ἴστω δὲ ὁ τῆς Ἱερουσαλὴμ ἐκβληθεὶς ὡς, ἐὰν μὴ ποιήσῃ χρόνον αὐτάρκη πράττων ἔξω τῆς ἐκκησίας ἃ δεῖ, οὐκ ἐπάνεισιν ἐπὶ τὴν Ἱερουσαλήμ. ἐκβάλλεται δέ τις ἁμαρτάνων, κἂν μὴ ὑπὸ ἀνθρώπων ἐκβληθῇ. δεῖ δὲ αὐτὸν ἔξω γεγονότα μὴ ἀμελεῖν τοῦ οἰκοδομεῖν οἰκίαν καὶ φυτεύειν παραδείσους. ταῦτα· γὰρ μὴ ποιῶν μηδὲ πληρώσας τὸν συμβολικὸν ἀριθμὸν »τῶν ἐτῶν τῶν ἑβδομήκοντα« σαββάτου καὶ ἀναπαύσεως ὄντα, οὐκ ἐπάνεισι κοινωνήσων τῇ ἐκκλησίᾳ, μένει δὲ καταδεδικασμένος ἔξω λωσεν ὁ περὶ τῆς σοφίας εἰπών· »ταύτην ἐζήτησα νόμφην ἀγαγέσθαι ἐμαυτῷ, καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς«. δεῖ δὲ ταύτης ἐρᾶν, ὥσπερ ἐν Παροιμίαις Σολομὼν εἰσηγήσατο φήσας· »ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε«, καὶ »περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε«. καὶ ἄλλασ δὲ νόει παρὰ τὴν σοφίαν γυναῖκας τὰς λοιπάς ἀρετάς. οὕτω γὰρ ἐξέσται πολλὰς γυναῖκας λαβεῖν· ἐξ ὧν δεῖ τεκνοποι- εῖν, ἀπὸ σοφίας λόγον σοφίας ὡς ὰν καὶ ἄλλους οἰκοδομήσῃς, ἀπὸ σωφροσύνης ἔργα σωφροσύνης ἵνα σώφρονας ποιήσῃς βίῳ καὶ λόγῳ, ἀπὸ δικαιοσύνης ἔργα δικαιοσύνης ἐν κοινωνίᾳ καὶ συναλλάγμασιν. ἀλλὰ καὶ δικαίους διδάσκων τεκνοπιήσεις ἀπὸ δικαιοσύνης, υἱοὺς δὲ ποιήσας ἀπὸ τῶν υἱῶν καὶ θυγατέρας, υἱοὺς μὲν τὰ θεῖα γοήματα καὶ τὰ δόγματα, θυγατέρας δὲ τὰς πράξεις.
As has often been said, Jerusalem is taken to mean the church. It is the city of God, built of living stones. When someone sins, he is thrown out of it and handed over to Nebuchadnezzar, that is, to Satan. Paul says about the man who had committed fornication, “to hand such a man over to Satan for the destruction of the flesh, so that the spirit may be saved in the day of the Lord.” And in the first letter to Timothy, about blasphemers: “whom I handed over to Satan, so that they may be taught not to blaspheme.” Let the person cast out of Jerusalem know this: unless he spends enough time outside the church doing what he ought, he will not come back to Jerusalem. A man who sins is cast out even if no human being throws him out. But once he is outside, he must not neglect building a house and planting gardens. If he does not do these things, and does not complete the symbolic number “of the seventy years,” which stands for sabbath and rest, he will not return to share in the church. He stays condemned outside. [The text is corrupt here.] It is as the one who spoke about wisdom said: “I sought to take her as a bride for myself, and I became a lover of her beauty.” We must love her, as Solomon urged in Proverbs when he said, “Love her, and she will keep you,” and “fence her about, and she will lift you high.” Understand also that the other women beside wisdom are the remaining virtues. In this way it will be possible to take many wives, and to father children by them. From wisdom you beget a word of wisdom, so that you may build up others as well. From self-control you beget works of self-control, so that you make others self-controlled in life and in speech. From righteousness you beget works of righteousness in fellowship and in dealings with others. Even in teaching the righteous you will beget children from righteousness. And once you have made sons, you will beget daughters from the sons. The sons are divine thoughts and doctrines, and the daughters are actions.
Fragment 49
Jerem. 36, 8. Ταραττομένης γὰρ Ἱερουσαλὴμ ἐπικειμένου τοῦ Βαβυλωνίου, οἷον εἰκὸς ἐπὶ προγνώσει κατέφευγον εἰδέναι βουλόγενοι. ἀλλ᾿ μὲν ψευδοπροφῆται ἐξ ἁγίου πνεύματος προλέγειν διϊσχυρίζοντο· τῶν δὲ ἄλλων οἱ μὲν μαντείας, οἱ δὲ πάλιν ἐνύπνια προὔφερον. διὰ τοῦτο δεῖ καθόλου πάσης ἀσεβοῦς προγνώσεως μὴἀνέχεσθαι· εἰ γὰρ ἀστέρες τυχὸν ἐνεργοῦσι, μάτην εὐχόμεθα. διό φησιν· >εἴπωσιν οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, τί βουλεύεται κύριος περὶ σοῦ<, καὶ »οὐκ ἔσται οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ«. γενοῦ τοίνυν ἄξιος θείας προγνώσεως. ἐπάγει γὰρ μετὰ τὸ »οὐκ ἔσται μαντεία ἐν Ἰσραήλ«· «κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακὼβ καὶ τῷ Ἰσραὴλ τί ἐπιτελέσει ὁ θεός«.
When Jerusalem was thrown into turmoil with the Babylonian pressing in on her, people naturally ran to foreknowledge, since they wanted to know what was coming. The false prophets insisted that they were foretelling by the Holy Spirit. Of the others, some brought forward divinations and others dreams. For this reason we must in general refuse every ungodly kind of foreknowledge. If the stars happen to be at work, we pray in vain. So Scripture says, “Let the astrologers of heaven say what the Lord plans for you,” and “There will be no omen-reading in Jacob, nor divination in Israel.” Therefore make yourself worthy of divine foreknowledge. For after “there will be no divination in Israel,” Scripture adds: “At the proper time it will be told to Jacob and to Israel what God will accomplish.”
Fragment 50
Jerem. 36, 21. τοιαῦτα πείσεται πᾶς τοιαῦτα πράσσων πρεσβύτερος ὑπὸ βασιλέως Βαβυλῶνος. εἰ γὰρ ὁ ἀναξίως [τις] μεταλαμβάνων εὐχαριστίας εἰς κρίμα λήψεται, πόσῳ μᾶλλον ὁ καθεζόμενος ἐν πρεσβυτερίω συνειδότι μεμιασμένος καὶ τὸ Χριστοῦ μολύνων συνέδριον; τίς γὰρ αὐτῷ συγκαθήμενος εὐλαβὴς λέγειν τολμήσει τὸ »οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος« καὶ τὰ ἐπὶ τούτοις;
Every presbyter who acts in this way will suffer such things at the hands of the king of Babylon. If the one who takes part in the Eucharist unworthily will receive judgment on himself, how much more will the one who sits in the presbytery with a defiled conscience and pollutes the council of Christ? For what devout man sitting beside him will dare to say, “I did not sit with the council of vanity,” and the words that follow?
Fragment 51
Jeem [Greek lost here; only the Latin survives] Εἴποις δ᾿ ἂν ὅτι καὶ τὴν ἰδίαν ἐπιδείκνυσιν ἀγαθότητα, δἰ ἣν καὶ τὴν ἀποτομίαν ἐπάγει τοῖς αὐτῆς ἐν χρείᾳ τυγχάνουσιν. διὸ μετὰ τὸ εἰς ἀλγεινὸν θεραπευθῆναι, οἰκοδομηθήσεταί φησιν ἡ πόλις ἐπὶ τὸ ὕψος αὐτῆς. ποῖον ὕψος; »οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη«· ὁποία ἐστὶν ἡ μηδὲν φρονοῦσα ταπεινὸν ἢ ἀνθρώπινον, ἡδονάς φησι καὶ πλοῦτον ἐν γῇ καὶ δοξάρία. >συνηγέρθη γὰρ τῷ Χριστῷ καὶ τὰ ἄνω ζητεῖ<. ταῦτά σου ποιοῦντος >οἰκοδομηθήσεται ἡ πόλις σου ἐπὶ τὸ ὕψος αὐτῆς<.
You could say that he is also showing his own goodness, and that this is why he brings severity on those who need it. So after the painful healing, he says, the city will be built up on its height. What height? “A city set on a mountain cannot be hidden.” Such a city thinks nothing lowly or merely human. By that I mean pleasures, wealth on earth, and petty glories. For “it was raised together with Christ and seeks the things above.” If you do these things, “your city will be built up on its height.”
Fragment 52
Jerem. [Greek lost here; only the Latin survives] Ὡς ἐπὶ σπανίου φησίν. Ἔθος δὲ τῇ γραφῇ μετὰ τὰ πικρὰ λέγειν φιλάνθρωπα πρὸς Ὠριγένους ἐκ τῆς πρὸς Ἀφρικανὸν ἐπιστολῆς περὶ Σωσάννας (σουσαννας ο). Μέμνημαι (μέμνηται ο) δὲ φιλομαθεῖ Ἑβραίῳ χρηματίζοντι παρ᾿ αὐτοῖς σοφῷ (σοφοῦ ο, lies σοφοῦ υἱῷ?) συμμίξας περὶ πλειόνων· ἀφ᾿ οὐ ὡς μὴ (ὡς μὴ < c) ἀθετουμένης τῆς περὶ Σωσάννας (σουσάννας ο) ἱστορίας ἐμάνθανον καὶ τὰ τῶν πρεσβυτέρων ὀνόματα ὡς παρὰ τῷ Ἱερεμίᾳ κείμενα, τοῦτον ἔχοντα τὸν τρόπον· »ποιήσαι σε κύριος ὡς Σεδεκίαν ἐποίησε καὶ ὡς Ἀχιάβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί, δι᾿ ἢν ἐποίησαν ἀνομίαν Ἱερουσαλήμ (ἐν ἐῆλ c) (Jer. [Greek lost here; only the Latin survives] Καὶ μετ᾿ ὀλίγα· Καὶ ἕτερον δὲ οἶδα Εβραῖον περὶ τῶν πρεσβυτέρων τούτων τοιαίτας παραδόσεις φέροντα, ὅτι τοῖς ἐν τῇ αἰχμαλωσίᾳ ἐλπίζουσι διὰ τῆς τοῦ Χριστοῦ ἐπῖ ἐλευθερωθήσεσθαι ἀπὸ τῆς (+ὑπὸ ο) τοῦ ἐχθροῦ (τοῖς ἐχθροῖς ο) δουλείας προσεποιῦντο οἱ πρεσβύτεροι οὖτοι ὡς εἰδότες τὰ περὶ Χριστοῦ σαφηνίζειν, ἑν ἀποροήτῳ δῆθεν ἔφασκεν, ὡς ἄρα δέδοται αὐτῷ τοῦ (<ο) θεοῦ σπεῖραι τὸν Χριτσόν.
He speaks as of something rare. It is the custom of Scripture to speak kindly after bitter words. From Origen’s letter to Africanus, on Susanna: “I remember meeting a Hebrew who loved learning and was counted a wise man among them, and talking with him on many subjects. From him I learned, since the story of Susanna is not rejected, that the names of the elders are also found in Jeremiah, in this form: ‘May the Lord make you as he made Zedekiah and as Achiab, whom the king of Babylon roasted in fire, because of the lawlessness they committed in Jerusalem.’” And a little later: “I know of another Hebrew who passes on such traditions about these elders. Those in the captivity were hoping to be freed from slavery to the enemy through the [coming] of Christ. These elders pretended to be able to make clear the things concerning Christ. They claimed in secret that God had granted to one of them to sow the Christ.”
εἶτ᾿ (εἶτα ο) ἀπατωμένη τῇ ἐλπίδι τοῦ γεννῆσαι τὸν Χριστὸν ἡ γυνὴ ἐπεδίδου ἑαυτὴν τῷ ἀπατῶντι, καὶ οὕτως »ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν« (Jerem. 36, 23) οἱ πρεσβύτεροι Ἀχιὰβ καὶ Σεδεκίας. διὸ καλῶς ὑπὸ του Δανιὴλ ὁ μὲν εἴρηται >πεπαλαιωμένος κακῶν ἡμερῶν (ἡμερῶν κακῶν [Greek lost here; only the Latin survives] ὁ δὲ ἤκουσε τὸ »οὕτως ἐποιεῖτε ταῖς θυγατράσιν Ἰσραήλ« καὶ τὰ ἑξῆς (Sus. 57 LXX Θ΄). οὖτοι οὖν εἰσιν οἱ δύο περσβύτεροι οἱ Σωσάνναν (σουσάνυας ο) ψευδομαρτυρήσαντες. παραμυθίαν καὶ μετὰ τὰ χρηστὰ πάλιν πικρότερα, ἵνα μὴ »τοῦ πλούτου τῆς χρηστότητος« τοῦ θεοῦ καταφρονήσαντες θησαυρίσωσιν ἑαυτοῖς »ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς«. διό φησιν· >ἐὰν ἔλθῃ ἡ ὀργή, οὐκ ἀποστήσεται, ἐὰν μὴ δράσειεν ἃ θέλῃ θεός<. θέλει δὲ ὁ θεός, καὶ ὀργὴ γίνεται, ἵνα γένηται ἃ θέλει θεός. ἐὰν γάρ τις μὴ θέλῃ γενέσθαι ἐν τῷ θελήματι τοῦ θεοῦ λόγου, ἀπολύεται ἐπ᾿ αὐτὸν ἡ ὀργήμὴ δεηθῶμεν οὖν παιδευούσης ὀργῆς ἢ θυμοῦ.
Then the woman, deceived by the hope of bearing the Christ, gave herself to the deceiver. In this way the elders Achiab and Zedekiah “committed adultery with the wives of their fellow citizens.” So Daniel rightly says of one that he was “worn out with evil days,” while the other heard, “This is how you used to treat the daughters of Israel,” and what follows. These, then, are the two elders who bore false witness against Susanna. There is consolation, and then after the kind words something harsher again, so that people do not despise “the riches of his kindness” and store up for themselves “wrath on the day of wrath.” So he says: “If wrath comes, it will not depart until it has done what God wills.” God wills, and wrath comes, so that what God wills may be done. For if someone does not want to be within the will of the word of God, wrath is let loose against him. So let us not need a disciplining wrath or anger.
Fragment 53
Jerem. 38, 9. Οὐ γὰρ δι᾿ ἐρήμου, καθάπερ πρόσθεν, ἀλλὰ διὰ τῆς νομίμου καὶ οἰκουμένης. καὶ τροπικῶς δὲ ἐν παρακλήσει, ὅτι »μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται«.
For they will not go through a desert, as before, but by the lawful road through inhabited land. And figuratively it is said in the way of comfort: “Blessed are those who mourn, for they will be comforted.”
Fragment 54
Jerem. [Greek lost here; only the Latin survives] Νῆσοι μακρὰν αἱ κλυδωνιζόμεναι πρὸς τῶν τοῦ βίου κυμάτων, αἳ μακράν εἰσιν ἀληθείας πρὶν ἐπὶ τὴν σωτηρίαν ἐλθε[ν. ἐλυτρώσατο δὲ τὸν Ἰακὼβ ὁ θεός· »ἀφῄρηται« γὰρ »ὁ ζυγὸς ὁ ἐπ᾿ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν«, καθά φησιν Ἡσαΐας. δηλοῖ δὲ καὶ ὅτι αὐτὸς τῆς διαβολικῆς ἡμᾶς ἐξουσίας ἐρρύσατο. τί γὰγ ἂν ἐδυνάμεθα πρὸς τὸν εἰπόντα τά τε ἄλλα καὶ τὸ »τὴν οἰκουμένην ὅλην λήψομαι τῇ χειρὶ ὡς νοσσιάν«; πρὸς ὃν διὰ Χριστοῦ φαμεν· »ποῦ σου θάνττε τὸ νῖκος; ποῦ σου ᾅδη τὸ κέντρον«;
“Islands far off” means those tossed by the waves of life, which are far from the truth until they come to salvation. God redeemed Jacob. For “the yoke lying on them has been taken away, and the rod on their neck,” as Isaiah says. This also shows that he himself rescued us from the devil’s power. For what could we have done against the one who said, among other things, “I will take the whole inhabited world in my hand like a nest”? Against him, through Christ, we say: “Where, death, is your victory? Where, Hades, is your sting?”
Fragment 55
Jerem. 38, 16. Τοῖς ἀξίοις μακαρισμοῦ κλαίουσι λεγέσθω τὸ διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, τοῖς λέγουσιν ἐν ἁγίᾳ πνεύματι· »ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών«.
To those who weep and are worthy of blessing, let it be said, “Let your voice rest from weeping.” They are the ones who say in the Holy Spirit: “By the rivers of Babylon, there we sat down and wept when we remembered Zion.”
Fragment 56
Jerem. 38, 16—18. Γέγραπται καὶ ἐν τῷ Βαρούχ· »τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; συνεμιάνθης τοῖς νεκροῖς«. ὅταν μὲν γὰρ δίκαιοι ἐπιβαίνωσι, γῆ ἁγίων ἐστίν· ἵταν δὲ πολλοὶ ἁμαρτωλοὶ ὦσι, γῆ τῶν ἐχθρῶν. οὕτω δέ, φησίν, ἐπιστρέψουσιν ὡς εἶναι μόνιμον τοῖς σοῖς τέκνοις τὸ ἐπιστρέψαι ἀπὸ γῆς ἐχθρῶν, τοῖς ὑπὸ σοῦ ὠφεληθεῖσι καὶ σοῖς καρποῖς. καῖ ἐν Ἐξόδῳ δὲ γέγραπται ὅτι »εἰσήκουσεν ὁ θεὸς τοῦ λαοῦ, τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ τῶν ἔργων«· ὅμοιον τῷ ἐνταῦθα κειμένῳ, ἀλλ᾿ οὐ περὶ πάντων, ἀλλὰ περὶ Ἐφρῒμ ὀδυρομένου. Ἐφραῒμ δὲ ἑρμηνεύεται Καρποφορία.
It is also written in Baruch: “Why are you in the land of your enemies? You have been defiled with the dead.” When righteous people set foot on a land, it is a land of saints. When many sinners are in it, it is a land of enemies. “In this way,” he says, “they will return, so that it will be a settled thing for your children to return from the land of enemies.” These are the children who have been helped by you, and who are your fruits. It is also written in Exodus that “God heard the people, their groaning under the works.” That is like what is set down here, except that it is not about everyone, but about Ephraim lamenting. Ephraim is interpreted “Fruitfulness.”
Fragment 57
Jerem. 38, 18—20. Φωνῆς κλαθυμοῦ μετανοούντων ἀκούει ὁ θεός. διὰ τί δὲ τὸν Ἐφραῒμ ὀδυρόμενον ἐφ᾿ ἁμαρτήμασιν εἶπεν; τῶν Βασιλειῶν τοίνυν Ἡ τρίτη δηλοῖ, ὡς πικρῶς αὐτῶν ἄρχοντος τοῦ Ῥοβοάμ, δέον αὐτοὺς καρτεροῦντας μὴ ἀποστῆναι, >οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαβὶδ< ἀνεβόησαν, ὅτε Ἱεροβοὰμ τῶν ἀποστάντων ἡγήσατο, τῆς φυλῆς ὑπαρχων Ἐφρΐμ, ὅστις δαμάλεις ποιήσας ἀπέστησεν ἀπὸ τῆς τοῦ θεοῦ λατρείας τὰς δέκα φυλάς. ἐφ᾿ οἷς εἰκότως μετανοοῦντες ὠδύροντο καὶ τῇ ἁλώσει παιδευθέντες ἐβόων· ἐπαίδευσάς με, κύριε, καὶ ἐπαιδεύθην. οἷα γάρ τις μόσχος ἀποσκιρτήσας τοῦ βουκολίου, τῆς σῆς ἀπέστην νομῆς, καὶ δέομαι τῆς σῆς βοηθείας. σοῦ γὰρ μὴ δυναμοῦντος, ἀτονῶ πρὸς ἐπιστροφήν· δέον δέ με μετανοεῖν πρὶν ἁλῶ καὶ πειθαρχεῖν σου τοῖς προφήταις, μετὰ τὴν ἅλωσιν μετενόησα. γνοὺς δὲ στενάζει· πῶς γὰρ ἄν τις ἀγνοῶν ὡς ἁμαρτάνει στενάξειεν, ἄξια πράξας αἰσχύνης ἐν ἀμαρτήμασιν καὶ μάλιστα ταῖς ἀσελγείαις; τοσοῦτον δὲ μετενόησα, ὡς ἄλλοις ὑποδεῖξαί σε. μεγάλη τοῦ Ἐφρῒμ ἡ μετάνοια, ὥστε τὸν θεὸν ἀναλαβεῖν ἐκ στόματος αὐτοῦ τοὺς λόγους τῆς ἐξομολογήσεως, αὐτὸν δὲ ἀκοῦσαι φωνῆς τῆς λεγούσης· ἐκ νεότητός μου υἰὸς ἀγαπητὸς εἶ, Ἐφραΐμ.
God hears the voice of weeping from those who repent. But why did he say that Ephraim was lamenting over sins? The third book of Kingdoms shows it. Rehoboam ruled them harshly, and they should have endured and not revolted. Instead they cried out, “We have no portion in David.” Then Jeroboam led the rebels. He belonged to the tribe of Ephraim, and he made calves and drew the ten tribes away from the worship of God. For these things they naturally lamented in repentance. Disciplined by their capture, they cried out: “You disciplined me, Lord, and I was disciplined.” Like a calf that has bolted from the herd, I left your pasture, and now I need your help. If you do not strengthen me, I am too weak to turn back. I ought to have repented before I was captured, and obeyed your prophets. Instead I repented only after the capture. But now that he knows, he groans. For how could anyone groan who did not know he was sinning, having done things worthy of shame in his sins, and above all in his licentiousness? “I have repented so greatly that I point you out to others [?].” Ephraim’s repentance is so great that God takes up the very words of his confession from his mouth, and Ephraim hears the voice saying: “From your youth you have been a beloved son, Ephraim.”
Fragment 58
Jerem. [Greek lost here; only the Latin survives] Πάντας ἀνθρώπους εἶχε Ναβουχοδονόσορ τις Ἀσσύριος, ἀφ᾿ οὗ Χριστὸς ἡμᾶς ἐλυτρώσατο. διὸ Ματθαῖος ἐξ Ἡσαΐου φησίν· »κηρύξαι αἰχμαλώτοις ἄφεσιν«· οὐ γὰρ καθ’ἱστορίαν αἰχμαλώτοις ἐκήρυξεν. αὐτὸς δὲ καὶ τὸ δίκαιον καὶ ἅγιον ὄρος· ἀψύχῳ γὰρ πῶς ἄν ἁρμόσειεν; εἰ δὲ ἐν αὐτῷ ἐσμεν κατὰ τὸ »καὶ ὑμεῖς ἐν ἐμοί«, οἰκοδομήσωμεν ἐν τῷ δικαίῳ ὄρει. τοῦτο δὲ ποιεῖ τις ἐν Ἰουδαίᾳ γενόμενος, ὅ ἑρμηνεύεται Ἐξομολογουμένη, τῷ θεῷ ἐξομολοηούμενος τὰς ἁμαρτίας καὶ εὐχαριστῶν· »λέγε« γὰρ »σὺ πρῶτος τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς«. εἰσὶ γὰρ τινες πόλεις τοῦ θεοῦ καὶ οἰκοδομαὶ κἲ γεύργια αὐτοῦ· καὶ γὰρ ὁ Παῦλός φησι· »θεοῦ γεύργιον, θεοῦ οἰκοδομή ἐστε«. ἐν ᾦ γὰρ οἰκοδομεῖται τὰ παρὶ τοῦ θεοῦ μυστήρια καὶ ἄρρητα δόγματα, ἐν τούτῳ ναός ἐστι τοῦ θεοῦ καὶ τὰ ἅγια τῶν ἁγίων, καὶ ὅλης οὗτος τῆς Ἰουδαίας μητρόπολις.
A certain Nebuchadnezzar the Assyrian held all people, until Christ ransomed us. That is why Matthew, drawing on Isaiah, says: “to proclaim release to captives.” For he did not proclaim it to captives in the literal, historical sense. He himself is also the righteous and holy mountain, for how could the title fit a lifeless thing? If we are in him, as in “and you in me,” let us build on the righteous mountain. A person does this by coming to Judea, which is interpreted “Confessing.” He confesses his sins to God and gives thanks. For it says, “Be the first to state your lawless deeds, so that you may be justified.” There are certain cities of God, and buildings and fields of his. Paul also says: “You are God’s field, God’s building.” In whoever the mysteries of God and his unspeakable teachings are being built up, in that person there is a temple of God and the holy of holies. That person is the mother-city of all Judea.
Fragment 59
Jerem. 38,35. 37. Δοκεῖ τὸ οὐκ ἀποδοκιμῶ τὸν Ἰσραὴλ ἐναντίον εἶναι τῷ πρὸς αὐτοὺς λέγοντι· καὶ τὸ γένος Ἰσραὴλ παύσεται. μήποτε τοίνυν τὂ μὲν περὶ τοῦ σαρκικοῦ λέλεκται, τὸ δὲ περὶ τοῦ δοκιμῶ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὐκ ἔστιν, ἀλλὰ παρὰ τοῖς Ἐβδομήκοντα. νοήσεις δὲ καὶ οὕτως, ὅτι νῦν μὲν ἀποδοκιμ[ν, ἐὰν δὲ ὑψωθῇ οὐκ ἀποδοκιμῶ.
“I will not reject Israel” seems to contradict the one who says to them, “and the race of Israel will cease.” Perhaps the one statement was made about the fleshly Israel. As for the word “reject,” it is not found in the other translators, but only in the Seventy. You may also understand it this way: now I reject, but if he is lifted up, I will not reject.
Fragment 60
Jerem. [Greek lost here; only the Latin survives] Ἐν φυλακῇ πάντες ἐσμέν, καὶ μάλιστα πειραζόμενοι. τότε κτᾶταί τις ἀγρόν, ἀλλ’ οὐ τῆς φυλακῆς ἐξελθών· ἡ δὲ κτῆσις βουλήματι θεοῦ τοῖς καλῶς ἀγωνιζομένοις. ἀδελφοὶ δὲ Χελκίας ὁ ἀδελφῶν γὰρ πρᾶγμα καὶ εἰρήνη καὶ μερὶς καρπὸς δὲ τῆς μερίδος τοῦ θεοῦ Μετεωρισμὸς θεοῦ· οὕτω γὰρ Ἱερεμίας ἑρμηνεύεται. καρπὸς δὲ τῆς εἰρήνης Χάρις θεοῦ· τοῦτο γὰρ δηλοῖ τὸ Ἀναμεήλ. οὐ- κοῦν ἡ χάρις τοῦ θεοῦ εἰρήνης γέννημα τυγχάνουσα προσφέρει τῷ ἐν φυλακῇ προφήτῃ τὸν ἴδον ἀγρὸν κατὰ πρόσταγμα τοῦ θεοῦ.
We are all in prison, and especially those who are being tempted. Then a person acquires a field, but without having left the prison. The acquisition comes by God’s will to those who contend well. Now Hilkiah’s [relatives] are brothers [?]. For the business of brothers is peace and a portion. The fruit of God’s portion is “God’s Lifting-up,” for that is how Jeremiah is interpreted. The fruit of peace is “Grace of God,” for that is what Anameel means. So the grace of God, being the offspring of peace, brings to the prophet in prison his own field, according to God’s command.
Fragment 61
Jerem. [Greek lost here; only the Latin survives] Οὗτος ποιεῖ βιβλίον κτήσεως, ὅπερ ἴσως ἐστὶν αἱ νοήσεις, αἱ μνήμαι, τὰ δόγματα, δι’ ὧν κεκτήμεθα τὸν ἀγρόν, τουτέστι τῆς πολιτείας τοὺς πόνους. δεῖ γὰρ τὸν πράξοντα δικαιοσύνην προειδέναι περὶ δικααιοσύνης, ὅπερ λεγέσθω καὶ περὶ τῶν λοιπῶν ἀρετῶν. φροντίζει δὲ θεὂς ἐν ἀγγείῳ τὸ βιβλίον βληθῆναι πρὸς διαμονὴν πλείονα. »ἔχομεν« γὰρ »τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν«, ἤ τοῖς ἡμετέροις ἀγγείοις, ἤ τῷ εὐτελεῖ τῆς γραφικῆς λέξεως. ὅθεν ὁ >ἄρχων ἠπάτηται τοῦ κόσμου τούτου<, καταφρονήσας τοῦ λόγου τῆς θεοσεβείας, ἐπεὶ μὴ ἦν ἐν χρυσοῖς σκεύεσι κεκαλλωπιμένοις λέξει καὶ πιθανότητι φράσεως· διὸ καὶ πλείους ἡμέρας διέμεινεν. »ὁ λόγος« γὰρ »καὶ τὸ κήρυγμά μου«, φησὶν ὁ ἔχων τὸ βιβλίον τῆς κτήσεως, »οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως«. τὸ ἐνταλθὲν δὲ ποιήσας Ἱερεμίας εὐχαριδτεῖ τῷ θεῷ. ὅρα δὲ τὴν ὑπακοὴν τοῦ προφήτου πρὸ τοῦ φαινομένου συμφέροντος, ὅπερ ἐπάγει, προθεσπίζων τῆς γῆς τὴν ἀνάκτησιν. ἡ γὰρ δι’ ἔργων προφητεά τὸ ἀκουστὸν καθίστησιν ὁρατὸν καὶ τὸ μέλλον οἱονεὶ παρόν, ἐν τῷ μέρει δηλοῦσα τὸ ὅλον.
This man makes a deed of purchase. Perhaps this stands for the understandings, the memories and the teachings by which we have acquired the field, that is, the labors of the way of life. For the one who is going to practice righteousness must first know about righteousness, and the same can be said of the other virtues. God takes care that the book is put into a jar so that it will last longer. For “we have this treasure in earthen vessels.” These vessels may be our own jars, or the plainness of the wording of Scripture. So “the ruler of this world” was deceived. He despised the word of godliness because it was not in golden vessels adorned with fine diction and persuasive phrasing, and for that reason it remained many days. For the one who holds the deed of purchase says, “My word and my preaching were not in persuasive words of wisdom, but in demonstration of Spirit and power.” When Jeremiah had done what he was commanded, he gave thanks to God. Notice the prophet’s obedience, which came before any visible advantage. Then he adds a prophecy of the land’s recovery. For prophecy given through deeds makes what is heard visible, and makes the future as if it were present, showing the whole in the part.
Fragment 62
Jerem. 39, 17. Οὐ πιθανὸν τὸν προφήτην τοσαύτην εὐχαριστίαν προσάγειν ἐπὶ τῷ >δέκα καὶ ἑπτὰ σίκλων< ἐωνημένῳ χωρίῳ, τὸν >ἐκ μήτρας ἁγιασθέντα< καὶ θείου πνεύματος ὑπάρχοντα πλήρη. ἀλλ’ ὅρα τὸν σαββατικὸν ἀριθμὸν τὸ τῆς ἀναπαύσεως σύμβολον, καὶ τὸν δέκα τέλειον ὄντα καὶ οἰκεῖον θεοῦ (δεκάτατ γὰρ ἐν τῇ δεκάτῃ τῶν ἱλασμῶν ἀναφέρονται, καὶ δεκάλογος ἡ πρώτη νομοθεσία), καὶ γνώσῃ x003E;τὸν ἀγρόν<. τὸν πληρη καρπῶν πρεπόντων ἁγίοις. τοιοῦτος ἧν ὁ ἁγρὸς Ἰακώβ, οὗπερ ὀσφρανθεὶς Ἰσαάκ· »ἰδοὺ« φησὶν »ὀσμὴ τοῦ υἱοὺ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους ὅν εὐλόγησεν ὁ κύριος«. ὁποῖός ἐστιν ὁ >καρποὺς ἔχων τοῦ πνεύματος,<, ἵνα >σπείρῃ τὰ τοὺ πνεύματος καὶ θερίσῃ ζωὴν ζωὴν αἰώνιον>· ἔπνει γὰρ μακροθυμίας, χρηστότητος, μίας εὐχαριστεῖ λέγων· ὁ ὤν κύριε. σκοπεῖ γὰρ τὸν ὄντως ὄντα, >μὴ σκοπῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα<.

⚑ Possible scanning error in the digital Greek (x003E;τὸν). Check it against the printed edition.

It is not believable that the prophet would give such great thanks for a field bought for “ten and seven shekels,” when he was “sanctified from the womb” and full of the divine Spirit. But look at the sabbath number, the symbol of rest, and at ten, which is perfect and belongs to God. (For tithes are offered on the tenth day of the atonements, and the first lawgiving was the Decalogue.) Then you will know what “the field” is: it is full of fruits fitting for saints. Such was the field of Jacob, which Isaac smelled. “Behold,” he says, “the smell of my son is like the smell of a full field which the Lord has blessed.” Such is the person who “has the fruits of the Spirit,” so that he may “sow to the Spirit and reap eternal life.” For he breathed out patience, kindness, [the text is broken here], and gives thanks, saying, “O Lord, you who are.” For he looks to the one who truly is, “not looking at the things that are seen, but at the things that are not seen.”
Fragment 63
Jerem. 45, 4. 5. Οὐ μόνον προφητείας Ἱερεμίας ἀνέγραψεν, ἀλλὰ καὶ ἴδια πάθη, ταῖς μὲν διδάσκων βασιλείας οὐρανῶν μυστήρια, τοῖς δὲ διδάσκων ὑπομονῆς παραδείγματα, τῶν ψεθδοπροφητῶν τοιοῦτον οὐδὲν διὰ τὴν κολακείαν πασχόντων. ἑτοιμασώμεθα τοίνυν ἐν καιρῷ διωγμοῦ μετὰ Ἱερεμίου τετάχθαι καὶ τοῦ εἰπόντος ἀποστόλου· »ἐν φυλακαῖς πολλάκις«. τὸ δὲ ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτοὺς φιλανθρωποτέραν αὐτοῦ τὴν προαίρεσιν μεμήνυκεν. καὶ δεῖ τὸν ὀρθὸν βασιλέα μὴ τοῖς περὶ αὐτὸν πονηροῖς συναπάγεσθαι· χρήσιμον δὲ πολλάκις καὶ ἡ παρὰ τοῖς καρτοῦσι προστασία, δι’ ἧς πολλάκις εὐεργετεῖ ὁ θεός.
Jeremiah wrote down not only prophecies but also his own sufferings. By the one he taught some the mysteries of the kingdom of heaven, and by the other he taught others examples of endurance, while the false prophets suffered nothing of the kind because of their flattery. So let us be ready, in a time of persecution, to be ranked with Jeremiah and with the apostle who said, “in prisons often.” The statement that the king was not able to oppose them shows that his own intention toward Jeremiah was rather kindly. A righteous king must not be carried along with the wicked men around him. Often, too, it is useful to have the protection of the powerful, through which God often does good.
Fragment 64
Jerem. 45, 19. 20. Δέδια, φησίν, μὴ τοῖς αὐτομόλοις καταγέλαστος γένωμαι· τούτου γὰρ λόγον καὶ φροντίδα ποιοῦμαι. ὡς δὲ δι’ ἁμαρτίας Ἱερουσαὴμ παραδίδοται9, οὕτως καὶ ἡ ἐκκλησία. καὶ εἰ μέν τις κατ’ Ἐζεκίαν αὐτῆς ἄρχοι, σῴζεται· εἰ δὲ κατὰ Σεδεκίαν, ἀφοριζόμενος μὲν σῴζει, μένων δὲ ταύτην ἀπόλλυσιν. εἴ τις οὖν μολύνων τὴν ἐκκλησίαν ἐξέλθοι, αὐτήν τε σῴζει καὶ τὴν ψυχὴν αὐτοῦ· ἐὰν δὲ μέλλῃ κατὰ τὸν Σεδεκίαν πρὸς ἔξοδον, »μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ«.

⚑ Possible scanning error in the digital Greek (παραδίδοται9,). Check it against the printed edition.

“I am afraid,” he says, “that I will become a laughingstock to the deserters; for this is what I take into account and worry about.” Jerusalem is handed over because of sin, and the church is too. If someone governs it like Hezekiah, it is saved. If he governs it like Zedekiah, then by being separated from it he saves it, but by staying he destroys it. So if someone who is defiling the church goes out, he saves both the church and his own soul. But if, like Zedekiah, he hesitates about going out, then “a little leaven leavens the whole lump.”
Fragment 65
Jerem. 45, 22. 25. Φησὶ πρὸς αὐτὸν Ἱερεμίας ὡς ἐροῦσιν αἱ γυναῖκες εἰς ἀποικίαν ἀγόμεναι· ἠπάτησάν σε οἱ πρὸς σε φήσαντες εἰρηνικῶς ὡς οὐ παραδώσουσι τῷ Βαβυλωνίῳ. συστήσονται δὲ μετὰ τοῦ, ὡς αἴτιοι γενόμενοι πτώσεως· πάντως γὰρ ληφθήσῃ. τάχα δὲ καὶ τοὺς ψευδοπροφήτας αἰτιᾶται λόγῳ τὴν εἰρήνην ὑποσχομένους. ὁ δὲ προφήτης φιλανθρώπως ἀπέκρυψε τοῖς ἄρχουσι τὴν ἀλήθειαν, τοῦ βασιλέως κηδόμενος. οὐ γὰρ ἔβλαπτε ταύτην νῦν σιωπῶν, ἤδη αὐτοὺς τοὺς λόγους ἀναγνοὺς ἐν κοινῷ.
Jeremiah tells him what the women being led into exile will say: “Those who spoke peaceably to you have deceived you, saying that they would not hand you over to the Babylonian.” [They will join in the charge, or: they will be named,] as those who were the cause of the fall. For you will certainly be captured. Perhaps he is also blaming the false prophets, who promised peace in words. But the prophet, out of kindness and concern for the king, hid the truth from the rulers. His silence now did no harm to it, since he had already read the words publicly.
Fragment 66
Jerem. 47,4.5. Ὁ προφήτης αἵρεσιν λαβὼν ἔνθα βούλεται ξῆν, ὑπερορᾷ μὲν Βαβυλῶνος, αἱρεῖται δὲ τὴν Ἰουδαίαν, φεύγων τὴν ἐκ βασιλέως τιμὴν καὶ διὰ τοὺς πτωχοὺς τοὺς πρὸς γεωργίαν ἐμμείνατας, ὡς ἂν καὶ τῆς γῆς ἐπιμελῆται διὰ τοὺς πένητας κὰ τὰς τούτων ταῖς προθητείαις γεωργῇ ψυχάς. ἐμερίσαντο γὰρ οἱ προφῆται, οὗτος μὲν τὴν Ἰουδαίαν, τὴν δὲ Βαβυλῶνα Δανιὴλ καὶ οἱ τρεῖς παιδες.
The prophet was given a choice of where he wished to live. He passes over Babylon and chooses Judea. He is fleeing the honor offered by the king, and he chooses Judea for the sake of the poor who stayed behind to farm. In this way he could look after the land for the sake of the poor, and by his prophecies cultivate their souls. For the prophets divided the work between them: this one took Judea, and Daniel and the three young men took Babylon.
Fragment 67
Jerem. 48, 2. Ὁ χρηστὸς ἄνθρωπος οὐδένα ὑποπτεύει οὕτως εἶναι πονηρὸν ὡς καὶ τοὺς μηδὲν ἀδικήσαντας φονεύσειν. διὰ τί δὲ συνεχώρησεν ὁ θεὸς ἀναιρεθῆναι τὸν Γοδολίαν, ἑτέρου ἂν εἴη λόγου καὶ τῶν ἀνεφίκτων κριμάτων τοῦ θεοῦ.
A good man does not suspect anyone of being so wicked as to murder even those who have done no wrong. Why God allowed Gedaliah to be killed would be a matter for another discussion, and belongs among the unsearchable judgments of God.
Fragment 68
Jerem. 51, 21. 22. Σύνταξον τὸ οὐχὶ τοῦ θυμιάματος πρὸς τὸ ἐμνήσθη κύριος. δῆλον μὲν οὖν ἐστιν, ὡς τοῖς εἰδώλοις θυμιώντων φησί· τοῦτο γὰρ αὐτῶν ὁμολογησάντων ἐπάγεται τὰ προκείμενα. πλὴν ἐξετάσωμεν εἰ καὶ θεῷ τις θυμιῶν ὡς οὐ δεῖ, τοῦ ἄβατον γενέσθαι γῆν αἴτιος γίνεται. κἂν τὸ αἰσθητὸν τοίνυν προσάγῃς κατὰ τοὺς Ἰουδαίους θυμίαμα, ἀρετὴν μὲν ἔχων προσάγεις καλῶς, σύμφωνν ἔχων τὴν ξἔνδοθεν εὐωδίαν· μετὰ κακίας δὲ προσφέρων, οἱονεί πως καὶ τὴν εὐωδίαν τὴν ἔξω χρωννύων, πρὸς δυσωδίαν μεταποιεῖς· ὅτε οὐκ ἂν λεχθείη τὸ »ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας« ἀλλὰ τοῦναντίαν. ὁσμὴ δὲ εὐωδίας παρὰ θεῷ οὐ τῶν προσενεχθέντων παρὰ Νῶν ζώων καθαρῶν εἰρημένων, ἀλλὰ τῆς δικαιοσύνης αὐτοῦ καὶ τῆς τελειότητος, ἅπερ ἦν αὐτὸς ἐν τῇ γενεᾷ αὐτοῦ. θεὸς γὰρ αἴματι καὶ κνίσαις οὐ τέρπεται, καθάπερ οἱ δαίμονες. πλὴν ὡς >σθνεγερθέντες Χριστῷ τὰ ἄνω ζητήσωμεν<, εἰς νοῦν εἰληφότες τὸ »γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου«· καθὰ γὰρ Ἰωάννης ἐν Ἀποκαλύψει φησί· >θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων<.
Connect the “not” about the incense with “the Lord remembered.” It is clear that he is speaking of those who burn incense to idols, since the statements before this follow once they had confessed it. But let us ask whether someone who burns incense to God in the wrong way also becomes responsible for the land becoming impassable. Suppose you offer physical incense, as the Jews do. If you have virtue, you offer it well, because the fragrance within matches the fragrance outside. But if you offer it with wickedness, you taint the outward fragrance, so to speak, and turn it into a stench. Then it could not be said, “The Lord smelled a fragrant aroma,” but the opposite. As for the “aroma of fragrance” with God, it is not said of the clean animals Noah offered. It is said of his righteousness and perfection, which he himself had in his generation. For God does not delight in blood and the smoke of fat, as demons do. Let us rather, “raised together with Christ, seek the things above,” keeping in mind the words “Let my prayer be as incense before you.” For John says in Revelation, “The prayers of the saints are incense.”
ἀλλ᾿ εἰ μὲν λογισμοῖς ταύτην μολύνομεν πονηροῖς, συμβαινει τὸ »ἡ προσευχὴ αὐτῶν γενέσθω εἰς ἁμαρτίαν«, ἢ εἰς τὸ ἐναντίον, ἐὰν ἀπὸ δικαιοσύνης εὐξώμεθα· ἐπεὶ τῶν δι᾿ ἁμαρτίας λεγόντων· »προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου«, γίνεται τὸ θυμίαμα δυσῶδες. διόπερ Ἡσαΐας εἶπεν· »ἐὰν φέρηστε σεμίδαλιν, μάταινο· θυμίαμα, βδέλυγμά μοί ἐστιν . τίνα δὲ τρόπον εὐκτέον, ἐσίδαξεν ὁ ἀπόστολος λέγων· »βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ ἐπαίροντας ὀσίους χεῖρας χωρὶς ὁργῆς καὶ διαλογισμῶν«. τοιούτων χειρῶν ἐπαιρομένων τοῦ Μωσέως ἐνίκα Ἰσραήλ, καθαιρουμένων δὲ ἐνίκα ὁ Ἀμαλήκ. ὁ οὕτωνς εὐχόμενος οὐκ ἀποτυγχάνει, ἀληθεύνοντος τοῦ ἡρτοῦ· »ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι«. τῶν οὖν πονηρῶν τὸ θυμίαμα, φησίν, οὐκ ἠδύνατο κύριος ἔτι φέρειν, καθάπερ ἡμεῖς κἂν ὑπομείνωμέν τινα δυσωδίαν, ἀλλ᾿ οὖσαν πλείονα φεύγομεν. καὶ ὁ θεὸς οὖν μέτρον ἀνοχῆς ἔχων, μὴ μετανοοῦντας μετέρχεται· ὅπερ ἐπὶ Νῶε πεποίηκε, τῶν τότε πλημμελούντων τὴν δυσωδίαν μηκέτι φέρειν δυνάμνος. διό φησιν ἐν προφήταις· »ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι;«
But if we defile prayer with wicked thoughts, then what happens is “Let their prayer become sin.” If instead we pray out of righteousness, the opposite happens. For when people say because of their sin, “My wounds stank and festered because of my folly,” their incense becomes foul-smelling. For this reason Isaiah said, “If you bring fine flour, it is vain; incense is an abomination to me.” The apostle taught how we should pray, saying, “I want the men to pray in every place, lifting up holy hands, without anger and disputing.” When Moses’ hands were lifted up like that, Israel prevailed; when they were lowered, Amalek prevailed. Whoever prays this way does not fail, for the saying is true: “While you are still speaking, he will say, ‘Look, I am here.’” So the Lord, he says, could no longer bear the incense of the wicked. We too may put up with some stench, but when it grows worse we flee from it. God likewise has a measure of patience, and he goes after those who do not repent. He did this in Noah’s time, when he could no longer bear the stench of those who were then doing wrong. Therefore he says among the prophets, “I have kept silent; shall I be silent forever?”
Fragment 69
Jerem. 51, 22. Ὡς γὰρ σωμάτων σεσηπότων ὁ παρακείμενος παραλαμβά- νων ἀὴρ καὶ φθειρόμενος λοιμὸν ποιεῖ τοῖς ἐντυγχάνουσι, καὶ τὸ χωρίου ἄβατον γίνεται, οὕτω ψυχῶν ἁμαρτίαι λοιμὸν ψυχῶν ἀπεργάζονται.
When bodies decay, the surrounding air takes in the decay and is itself corrupted, and it brings plague on those who come near, so that the place becomes impassable. In the same way the sins of souls bring about a plague of souls.
Fragment 70
Jerem. 51, 32—35. Τῷ λαῷ συμπάσχων Βροὺχ ἀπωδύρετο, καὶ ἀξιοῖ περὶ αὐτῶν τὸν θεόν, διὸ λαμβάνει τῆς ἐν κακοῖς βοηθείας ἐπαγγελίαν, λέγοντος οὕτω τοῦ θεοῦ· οὓς καθαιρῶ, πάλιν οἰκοδομήσω. πρῶτον γὰρ »ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν« καὶ τὰ ἐπὶ τούτοις· οὐ γὰρ δεκτὰ τὰ χρηστὰ μὴ τῶν κακῶν προανῃρημένων. λύει γὰρ καὶ τὰς μοχθηρὰς τῶν ἀπίστων οἰκοδομάς ὡς ἀρχιτέκτων »τῆς σκηνῆς τῆς ἀληθινῆς ἥν ἐπηξεν αὐτὸν καὶ οὐκ ἄνθρωπος«, περὶ ἧς φησιν ὁ παῦλος· »θεοῦ οἰκοδομή ἐστε«. καὶ ὡς γεωργὸς ἐκτίλας τὸ μὴ ποιοῦν καρπόν (»πᾶσα« γὰρ »φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται«), καταφυτεύει >ἄμπελον καρποφόρον<, οὐ κατὰ τὴν >εἰς πικρίαν μεταστραφεῖσαν καὶ ἀλλοτρίαν<, ἥν ἐκκόπτει ἵνα πάλιν αὐτῆν >ἀληθινὴν< ἀπεργάσηται καὶ >θεοῦ γεώργιον<, οὕτω > τῆς ἐξ Αἰγύπτου< >καθεῖλε τὸν φραγμὸν< κατὰ τὸν Δαβίδ, Ὑπὲρ ἧς εὔχεται· »ἐπίβλεψον ἐξ οὐρανου, καὶ ἐπίσκεφαι τὴν ἄμπελον ταύτην«. καὶ οὗτοι τοίνυν ἐπ᾿ ὠφελείᾳ παιδεύονται· »ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει«. »τίς« γὰρ »ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;« »ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν κατεργάζεται«. διὰ τοῦτο γὰρ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, τοὺς φρονοῦντας τὰ γήϊνα.
Baruch suffered with the people and lamented, and he pleaded with God on their behalf. For this reason he receives a promise of help in their troubles, with God saying, in effect, “Those I tear down, I will build up again.” For first “he causes pain, and then he restores,” and so on. The good things cannot be received unless the evils have first been removed. For God, as the architect of “the true tent, which the Lord pitched, and not man,” also pulls down the wretched buildings of unbelievers. Paul speaks of that tent: “You are God’s building.” And like a farmer he pulls up what bears no fruit, for “every plant that my heavenly Father did not plant will be uprooted.” He plants a “fruitful vine.” This is not like the one “turned to bitterness and foreign,” which he cuts down so that he may make it again “true” and “God’s field.” In the same way, according to David, he “took down the hedge” of the vine from Egypt, and David prays for it: “Look down from heaven, and visit this vine.” So these people too are being disciplined for their benefit: “For the Lord disciplines the one he loves.” “For who is it that makes me glad, if not the one who is grieved by me?” “For godly grief produces a repentance without regret that leads to salvation.” “For this reason I bring evils upon all flesh”: upon those who set their minds on earthly things.
Fragment 71
Jerem. 51, 35. Εὑρίσκει γὰρ τὰς ψυχὰς τῶν δικαίων ὁ θεός· »ψυχαὶ« γὰρ »δικαίων ἐν χειρὶ θεοῦ«, αἱ δὲ τῶν ἁμαρτωλῶν ὡς μηδὲ οὖσαι λογίζονται.
For God finds the souls of the righteous. “The souls of the righteous are in the hand of God,” but the souls of sinners are reckoned as though they did not even exist.
Fragment 72
{Ὥσπερ δὲ πάντα τὰ τοῦ θεοῦ δωρήματα εἰς ὑπερβολὴν μείζονά ἐστι τῆς θνητῆς ὑποστάσεως, οὕτω καὶ ὁ ἀκριβὴς λόγος τῆς περὶ πάντων τούτων σοφίας, παρὰ τῷ θεῷ τῷ καὶ οἰκονομήσαντι ταῦτα γραφῆναι τυγχάνων, θέλοντος τοῦ πατρὸς τοῦ λόγου γένοιτο ἂν ἐν τῇ ἄκρως μετὰ πάσης φιλοτιμίας καὶ συναισθήσεως τῆς ἀνθρωπίνης ἀσθενείας τῆς περὶ τὴν κατάληψιν τῆς σοφίας κεκαθαρμένῃ ψυχῇ. εἰ δέ τις προπετέστερον ἑαυτὸν ἐπιδῴη, μὴ συνιδὼν τὸ ἀπόρρητον τῆς σοφίας τοῦ θεοῦ καὶ τοῦ »ἐν ἀρχῇ« »πρὸς τὸν θεὸν« λόγου, καὶ αὐτοῦ θεοῦ ὄντος, καὶ ὅτι κατὰ τὸν λόγον καὶ θεόν, καὶ κατὰ τὴν παρ᾿ αὐτῷ σοφίαν, ταῦτα καὶ ζητητέον καὶ εὑρετέον, ἀνάγκη τὸν τοιοῦτον εἰς μυθολογίας καὶ φλυαρίας ἐκπίπτοντα καὶ ἀναπλασμοὺς τῷ περὶ ἀσεβείας ἑαυτὸν ὑποβάλλειν κινδύνῳ. διόπερ μνημονευτέον καὶ τῆς παρὰ τῷ Σολομῶντι ἐν τῷ Ἐκκλησιαστῇ περὶ τῶν τοιούτων ἐντολῆς, λέγοντι· »μὴ σπεύσῃς τοῦ ἐξενεγκεῖν λόγον πρὸ προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω· διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι«.} Πρέπει δὲ τὰ ἅγια γράμματα πιστεύειν μηδεμίαν κεραίαν ἔχειν κενὴν σοφίας θεοῦ· ὁ γὰρ ἐντειλάμενος ἐμοὶ τῷ ἀνθρώπῳ καὶ λέγων· »οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός«, πολλῷ πλέον αὐτὸς οὐδὲν κενὸν ἐρεῖ.
{Just as all God’s gifts are immeasurably greater than our mortal frame, so too the exact account of the wisdom behind all these things lies with God, who also arranged for them to be written. If the Father of the Word is willing, it may be given to the soul that has been thoroughly purified, one that approaches with all earnestness and with a sense of human weakness in grasping wisdom. But suppose someone throws himself in too rashly. He has not considered that God’s wisdom is unspeakable, nor the Word who was “in the beginning” and “with God” and himself God, nor that these things must be sought and found in keeping with the Word who is God and with the wisdom that is with him. Such a person must fall into fables, idle talk and invented stories, and put himself in danger of impiety. So we should also remember the command about such matters that Solomon gives in Ecclesiastes: “Do not hurry to bring out a word before the face of God. For God is in heaven above, and you are on earth below. Therefore let your words be few.”} We ought to believe that no stroke of the holy Scriptures is empty of God’s wisdom. For he who commanded me, a man, “You shall not appear before me empty,” will much more himself say nothing empty.
»ἐκ« γὰρ »τοῦ πληρώματος αὐτοῦ« λαβόντες οἱ προφῆται λέγουσι· διὸ πάντα πάντα πνεῖ αὐτῶν ἀπὸ πληρώματος· καὶ οὐδέν ἐστιν ἐν προφητείᾳ ἢ νόμῳ ἢ εὐαγγείῳ ἢ ἀποστόλῳ, ὃ οὐκ ἔστιν ἀπὸ πληρώματος διὰ τοῦτο ἐπεί ἐστιν ἀπὸ πληρώματος, πνεῖ τοῦ πληρώματος τοῖς ἔχουσιν ὀφθαλμοὺς βλέποντας τὰ τοῦ πληρώματος, καὶ ὦτα ἀκούοντα τῶν ἀπὸ πληρώματος, καὶ αἰσθητήριον τῆς εὐωδίας τῶν ἀπὸ πληρώματος πνεόντων. Ἐὰν δέ ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι καλῷ λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου, αἰτιῶ σαυτόν. μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκόμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα ὥστ᾿ ἂν γενέσθαι κατὰ τὸ εἰρημένον· »καὶ ὁ πιστεύων οὐ καταισχυνθήσεται«. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν.
The prophets speak because they have received “from his fullness.” That is why everything of theirs breathes out of fullness. There is nothing in prophecy, law, gospel or apostle that is not from fullness. Because it is from fullness, it breathes of that fullness to those who have eyes that see the things of fullness, ears that hear what comes from fullness, and a sense of smell for the fragrance of what breathes from fullness. And if you ever stumble while reading Scripture over a thought that is really a fine “stone of stumbling and rock of offense,” blame yourself. Do not give up hope that this stone of stumbling and rock of offense holds meanings, so that what was said may come true: “and the one who believes will not be put to shame.” Believe first, and under what seems to be an offense you will find much holy benefit.
Ἐάν ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι καλῷ >λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου<, αἰτιῶ σαυτόν· μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκόμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα ὥστ᾿ ἂν γενέσθαι τὸ εἰρημένον· »καὶ ὁ πιστεύων οὐ καταισχυνθήσεται«. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν. εἰ γὰρ ἡμεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν >ῥῆμα ἀργόν, ὡς δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως<, καὶ ὅση δύναμις φιλοτιμούμεθα πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος ἡμῶν ποιεῖν ἐργάζεσθαι καὶ ἐν ἡμῖν τοῖς λέγουσι καὶ ἐν τοῖς ἀκούσουσι· τί χρὴ νοεῖν περὶ τῶν προφητῶν, ἢ ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐργατικὸν ἦν; καὶ οὐ θαυμαστόν, εἰ πᾶν [τὸ] ῥῆμα τὸ λαλούμενον ὑπὸ τῶν προφητῶν εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι. ἀλλὰ γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον ἐν τοῖς λογίοις τοῦ θεοῦ ἐργάζεται. καὶ οὐκ ἔστιν »ἰῶτα ἓν ἢ μία κεραία« γεγραμμένη ἐν τῇ γραφῇ, ἥτις τοῖς ἐπισταμένοις χρῆσθαι τῇ δυνάμει τῶν γραμμάτων οὐκ ἐργάζεται τὸ ἑαυτῆς ἔργον.
If you ever stumble while reading Scripture over a thought that is really a fine “stone of stumbling and rock of offense,” blame yourself. Do not give up hope that this stone of stumbling and rock of offense holds meanings, so that what was said may come true: “and the one who believes will not be put to shame.” Believe first, and under what seems to be an offense you will find much holy benefit. For we have received a command not to speak an idle word, since we shall give account for it on the day of judgment. And as far as we are able, we strive to make every word that comes out of our mouth do something, both in us who speak and in those who hear. What then should we understand about the prophets, except that every word spoken through their mouth was effective? It is no wonder if every word spoken by the prophets accomplished the work that fits a word. But I think that every wonderful letter written in the oracles of God also does its work. There is not one “iota or one stroke” written in Scripture that does not do its own work for those who know how to use the power of the letters.
Fragment 73
Ὥσπερ δὲ ἐπὶ τῶν βοτανῶν ἑκάστη μὲν ἔχει δύναμιν εἴτε εἰς τὴν ὑγίειαν τῶν σωμάτων εἴτε εἰς ὁτιδήποτε, οὐ πάντων δέ ἐστιν ἐπίστασθαι εἰς ὃ ἑκάστη τῶν βοτανῶν ἐστι χρήσιμος, ἀλλ᾿ εἴ τινες ἐπιστήμην εἰλήφασιν, οὗτοι οἱ περὶ τὰς βοτάνας διατρίβοντες ἵνα εἰδῶσι καὶ πότε παραλαμανομένη καὶ ποῦ τῶν σωμάτων ἐπιτιθεμένη καὶ τίνα τρόπον σκευαζομένη ὀνίνησι τὸν χρώμενον, οὕτως οἱονεὶ βοτανικός τις πνευματικός ἐστιν ὁ ἅγιος, ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων ἕκαστον ἰῶτα καὶ ἕκαστον τὸ τυχὸν στοιχεῖον, καὶ εὑρίσκων τὴν δύναμιν τοῦ γράμματος, καὶ εἰς ὅ, τι ἐστὶ χρήσιμον, καὶ ὅτι οὐδὲν παρέλκει τῶν γεγραμμένων. εἰ δὲ βούλει καὶ δευτέρου ἀκοῦσαι εἰς τοῦτο παραδείγματος, ἕκαστον μέλος τοῦ σώματος ἡμῶν ἐπί τινι ἔργῳ ὑπὸ τοῦ τεχωίτου θεοῦ γεγένηται· ἀλλ᾿ οὐ πάντων ἐστὶν εἰδέναι τίς ἡ εκάστου τῶν μελῶν μέχρι τῶν τυχόντων δύναμις καὶ χρεία. οἱ γὰρ περὶ τὰς ἀνατομὰς πραγματευσάμενοι τῶν ἰατρῶν δύναυται λέγειν ἕκαστον καὶ τὸ ἐλάχιστον μόριον, εἰς τί χρήσιμον ὑπὸ τῆς προνοίας γεγένηται. νόει μοι τοίνυν καὶ τὰς γραφὰς τοῦτον τὸν τρόπον πάσας βοτάνας ἢ ἓν τέλειον λόγου σώμα· εἰ δὲ σὺ μήτε βοτανικὸς εἶ τῶν γραφῶν μήτε ἀνατο- μεὺς εἶ τῶν προφητικῶν λόγων, μὴ νόμιζε παρέλκειν τι τῶν γεγραμμένων, ἀλλὰ σαυτὸν μᾶλλον ἢ τὰ ἑερὰ γράμματα αἰτιῶ, ὅτε μὴ εὑρίσκεις τὸν λόγον τῶν γεγραμμένων. τοῦτό μοι τὸ προοίμιον εἴρηται καθολικῶς χρήσιμον εἶναι δυνάμενον εἰς ὅλην τὴν γραφήν, ἵνα προτρπῶσιν οἱ θέλοντες προσέχειν τῇ ἀναγνώσει μηδὲν παραπέμπεσθαι ἀνεξέταστον καὶ ἀνεξερεύνητον γράμμα.
Think of herbs. Each one has its own power, whether for the health of the body or for some other purpose. But not everyone can know what each herb is good for. Only those who have gained that knowledge, the ones who spend their time among herbs, know when to gather a plant, where on the body to apply it, and how to prepare it so that it helps the person who uses it. In the same way, the saint is a kind of spiritual herbalist. He gathers from the sacred writings each single iota and each ordinary letter. He finds the power of the letter, what it is useful for, and that nothing written there is superfluous. If you want to hear a second example, consider that each part of our body was made by God the craftsman for some particular work. But not everyone can know the power and use of each part, even down to the most ordinary ones. Those physicians who have worked at anatomy can say, of each part and even the smallest piece, what use providence made it for. So think of the Scriptures in the same way: as all the herbs, or as one complete body of words. If you are not an herbalist of the Scriptures, and not an anatomist of the prophetic words, do not suppose that anything written is superfluous. Blame yourself rather than the sacred writings when you do not find the meaning of what is written. I have said this by way of introduction. It can be useful in a general way for the whole of Scripture. Let it encourage those who want to give attention to their reading never to pass over any letter without examining and searching it.

Sources. Greek text: Erich Klostermann’s edition (Origenes Werke, Leipzig: J. C. Hinrichs'Sche Buchhandlung, 1901); Erich Klostermann’s edition (Origenes Werke, Leipzig: J. C. Hinrichs'sche Buchhandlung, 1901), digitised by Open Greek and Latin and the First Thousand Years of Greek project (CC BY-SA 4.0). The English is a new translation made by SermonIndex with AI directly from the Greek, as a first reading version; it has not been checked line by line by a person and may contain mistakes. No older English translation was used. Where the digital Greek is flagged as damaged, the English is a best reading. Released under CC BY-SA 4.0.

Everything we make is available for free because of a generous community of supporters.

Donate