Menu

Fragmenta Synodicae Epistulae. (Greek)

The Greek text of Fragmenta Synodicae Epistulae.. This page has 1 section group and about 345 words. Each row carries its standard reference.

The third century c. AD 130–202 Irenaeus of Lyons Greek original 1 chapters Greek text: CC BY-SA 4.0
Download the Greek text Plain text 5 KBTEI XML (gzip) 4 KB
Show:
GreekOpen Greek and Latin text
Fragmenta Synodicae Epistulae
Fragmenta Synodicae Epistolae. Quam Scripsit S. Irenaeus, Lugdunensis Episcopus, Ad Victorem Episcopum Romanum, Ferme Exeunte Saeculo Secundo

Οὐδὲ γὰρ μόνον περὶ τῆς ἡμέρας ἐστὶν ἡ ἀμφισβήτησις, ἀλλὰ καὶ περὶ τοῦ εἴδους αὐτοῦ τῆς νηστείας. οἱ μὲν γὰρ οἴονται μίαν ἡμέραν δεῖν αὐτοὺς νηστεύειν· οἱ δὲ δύο, οἱ δὲ καὶ πλείονας. οἱ δὲ τεσσαράκοντα ὥρας ἡμερινάς τε καὶ νυκτερινὰς συμμετροῦσι τὴν ἡμέραν αὐτῶν. (for. ut Vet. Interp. συμμετροῦντες, ὁρίζουσι τὴν ἡ. αὐ.) καὶ τοιαύτη μὲν ποικιλία τῶν ἐπιτηρούντων· οὐ νῦν ἐφ’ ἡμῶν γεγονυῖα, ἀλλὰ καὶ πολὺ πρότερον ἐπὶ τῶν πρὸ ἡμῶν· τῶν παρὰ τὸ ἀκριβὲς ὡς εἰκὸς κρατούντων, τὴν καθ’ ἁπλότητα καὶ ἰδιωτισμὸν συνήθειαν εἰς τὸ μετέπειτα πεποιηκότων· καὶ οὐδὲν ἔλαττον πάντες οὗτοι εἰρήνευσάν τε, καὶ εἰρηνεύομεν πρὸς ἀλλήλους· καὶ ἡ διαφωνία τῆς νηστείας, τὴν ὁμόνοιαν τῆς πίστεως συνίστησι. Attulit hæc et proxime post ait: Τούτοις καὶ ἱστορίαν προστίθησιν (Irenæus) ἣν οἰκείως παραθήσομαι τοῦτον ἔχουσαν τὸν τρόπον.

Ἐν οἷς καὶ οἱ πρὸ Σωτῆρος πρεσβύτεροι οἱ προστάντες τῆς ἐκκλησίας ἧς σὺ νῦν ἀφηγῇ, Ἀνίκητον λέγομεν καὶ Πίον, Ὑγῖνόν τε καὶ Τελεσφόρον καὶ Ξύστον, οὔτε αὐτοὶ ἐτήρησαν, οὔτε τοῖς μετ’ αὐτῶν ἐπέτρεπον· καὶ οὐδὲν 10 ἔλαττον αὐτοὶ μὴ τηροῦντες, εἰρήνευον τοῖς ἀπὸ τῶν παροικιῶν ἐν αἷς ἐτηρεῖτο ἐρχομένοις πρὸς αὐτούς. καί τοι μᾶλλον ἐναντίον ἦν τὸ τηρεῖν, τοῖς μὴ τηροῦσι. καὶ οὐδέ ποτε διὰ τὸ εἶδος τοῦτο ἀπεβλήθησαν τινές· ἀλλ’ αὐτοὶ μὴ τηροῦντες οἱ πρὸ σοῦ πρεσβύτεροι, τοῖς ἀπὸ τῶν παροικιῶν τηροῦσιν ἔπεμπον εὐχαριστίαν. καὶ τοῦ μακαρίου Πολυκάρπου ἐπιδημήσαντος τῇ Ῥώμῃ ἐπὶ Ἀνικήτου· καὶ περὶ ἄλλων τινῶν μικρὰ σχόντες πρὸς ἀλλήλους, εὐθὺς εἰρήνευσαν· περὶ τούτου τοῦ κεφαλαίου μὴ φιλεριστήσαντες εἰς ἑαυτούς. οὔτε γὰρ ὁ Ἀνίκητος τὸν Πολύκαρπον πεῖσαι ἐδύνατο μὴ τηρεῖν, ἅτε μετὰ Ἰωάννου τοῦ μαθητοῦ τοῦ Κυρίου ἡμῶν, καὶ τῶν λοιπῶν ἀποστόλων οἷς συνδιέτριψεν, ἀεὶ τετηρηκότα· οὔτε μὴν ὁ Πολύκαρπος τὸν Ἀνίκητον ἔπεισε τηρεῖν, λέγοντα τὴν συνήθειαν τῶν πρὸ αὐτοῦ πρεσβυτέρων ὀφείλειν κατέχειν. καὶ τούτων οὕτως ἐχόντων, ἐκοινώνησαν ἑαυτοῖς· καὶ ἐν τῇ ἐκκλησίᾳ παρεχώρησεν ὁ Ἀνίκητος τὴν εὐχαριστίαν τῷ Πολυκάρπῳ κατ’ ἐντροπὴν δηλονότι, καὶ μετ’ εἰρήνης ἀπ’ ἀλλήλων ἀπηλλάγησαν, πάσης τῆς ἐκκλησίας εἰρήνην ἐχόντων καὶ τῶν τηρούντων καὶ τῶν μὴ τηρούντων. Apud Eusebium ibidem.

Ex eadem EpistolaἘν ᾧ ἄν τις δύναιτο εὖ ποιεῖν τοῖς πλησίον καὶ οὐ ποιεῖ· ἀλλότριος τῆς ἀγάπης τοῦ Κυρίου νομισθήσεται. Hoc attulit

Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Reliquiae Sacrae: Sive, Auctorum Fere Jam Perditorum Secundi Tertiique Saeculi Post Christum Natum Quae Supersunt. edited by Martin Joseph Routh (Oxford, Oxford University Press: 1846)), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.

Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.

Everything we make is available for free because of a generous community of supporters.

Donate