Praeparatio Evangelica (Greek, part 2 of 2)
The Greek text of Praeparatio Evangelica. This page has 5 section groups and about 95,685 words. Each row carries its standard reference.
Contents (5)
οὐ μὴν ἀλλὰ καὶ σφόδρα νέους ὁμοῦ τῇ φρονήσει καὶ τὴν ἡλικίαν αὐτοὺς, παρὰ πλεῖστον ὅσον τῆς Ἑβραικῆς λειπομένους ἀρχαιολογίας, , ἐν ταὐτῷ διὰ τῆς τῶν χρόνων παραθέσεως ἔγνωμεν.
ταῦτα μὲν οὖν ὁ πρὸ τούτου ’ ὁ δέ γε παρὼν ἐπείγεται λοιπὸν ἤδη , ὥσπερ τι χρέος, τὴν ἐπηγγελμένην ὑπόσχεσιν ἀποδοῦναι καὶ τὴν ἔν τισιν, εἰ καὶ μὴ ἐν πᾶσι, τοῖς δογματικοῖς θεωρήμασι πρὸς τὰ Ἔβραίων λόγια συμφωνίαν τῶν παρ᾿ Ἕλλησι φιλοσόφων ἐκφᾶναι· ὣν τοὺς περιττοὺς παραιτησάμενος τὸν κορυφαῖον ἁπάντων ἀνακαλεῖται, μόνῳ χρῆναι ἀντὶ πάντων ἡγούμενος γνώμονι χρήσασθαι τοῦ προβλήματος Πλάτωνι , ἐπεὶ καὶ οὗτος μόνος ἔοικε τῇ δόξῃ τοὺς πάντας ὑπερακοντίσας αὐτάρκης ἡμῖν ἔσεσθαι πρὸς τὴν τοῦ ζητουμένου σύστασιν.
εἰ δέ που δέοι, σαφηνείας ἕνεκα τῆς τοῦ ἀνδρὸς διανοίας, καὶ τοῖς τὴν κατ’ αὐτὸν ἐζηλωκόσι φιλοσοφίαν μάρτυσι χρήσομαι , τὰς αὐτῶν ἐκθησόμενος φωνὰς ἐπὶ συστάσει τοῦ προκειμένου.
τετηρήσθω δέ μοι τὸ μὴ πάντ’ ἐπιτυχῶς εἰρῆσθαι τῷ ἀνδρὶ, εἰ καὶ τὰ πλεῖστα αὐτῷ σὺν ἀληθείᾳ ἐκπεφώνηται. ὃ δὴ καὶ αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραστήσομεν, οὐκ αὐτοῦ διαβολῆς, ἀπολογίας δὲ ἡμετέρας χάριν, δι’ ἣν τὴν βάρβαρον φιλοσοφίαν τῆς Ἑλληνικῆς ὁμολογοῦμεν προησμενικέναι.
Εἰς τρία διελόντος μέρη τοῦ Πλάτωνος τὸν πάντα τῆς φιλοσοφίας λόγον, εἰς φυσικὸν, ἠθικὸν, λογικὸν, εἶτ᾿ αὖ πάλιν τὸν φυσικὸν διελομένου εἴς τε τὴν τῶν αἰσθητῶν θεωρίαν καὶ τὴν τῶν ἀσωμάτων κατανόησιν, εὕροις ἂν καὶ παρ’ Ἑβραίοις τὸ τριμερὲς τοῦτο τῆς διδασκαλίας εἶδος, ὅτι δὴ καὶ παρ᾿ αὐτοῖς τὰ ὅμοια πρόσθεν ἢ Πλάτωνα γενέσθαι πεφιλοσόφητο.
πρῶτον δὲ τῶν Πλάτωνος ἀκοῦσαι ἄξιον, εἶθ᾿ οὕτω καὶ τὰ Ἑβραίων ἐπισκοπῆσαι. θήσω δὲ τὰ ἀρέσκοντα Πλάτωνι ἀπὸ τῶν τὰ αὐτοῦ πρεσβευόντων, ὧν Ἀττικὸς διαφανὴς ἀνὴρ τῶν Πλατωνικῶν φιλοσόφων ὧδέ πη τὰ δοκοῦντα τῷ ἀνδρὶ διέξεισιν, ἐν οἷς ἵσταται πρὸς τοὺς διὰ τῶν Ἀριστοτέλους τὰ Πλάτωνος ὑπισχνουμένους.
εἰς δὲ τὴν περὶ τούτων ἀμφοτέρων διάκρισίν τε καὶ εὕρεσιν τοῦ τρίτου παραλαμβανομένου· ὅτι μὲν Πλάτων’ πρῶτος καὶ μάλιστα συναγείρας εἰς ἔν πάντα τὰ τῆς φιλοσοφίας μέρη, τέως ἐσκεδασμένα καὶ διερριμμένα ὥσπερ τὰ τοῦ Πενθέως μέλη, καθάπερ εἶπέ τις, σῶμά τι καὶ ζῷον ὁλόκληρον ἀπέφηνε τὴν φιλοσοφίαν, δῆλα παντὶ λεγόμενα.
οὔτε γὰρ οἶ περὶ Θαλῆν καὶ Ἀναξιμένην καὶ Ἀναξαγόραν, καὶ ὅσοι κατὰ ταὐτὸ γεγόνασι τούτοις, ἀγνοοῦνται περὶ μόνην τὴν ὑπὲρ τῆς ὢ φύσεως τῶν ὄντων σκέψιν διατρίψαντες· οὐ μὴν οὐδὲ Πιττακὸς καὶ Περίανδρος καὶ Σόλων καὶ Λυκοῦργος καὶ οἶ παραπλήσιοι τούτοις λανθάνουσί τινας τὴν αὑτῶν φιλοσοφίαν εἰς πολιτείαν καταθέντες. Ζήνων δὲ καὶ πᾶν τὸ Ἐλεατικὸν τοῦτο διδασκαλεῖον καὶ αὐτὸ γνώριμον ἐπὶ τῇ τέχνῃ τῶν λόγων μάλιστα σπουδάσαν.
τούτοις δὲ ἐπιγενόμενος Πλάτων’ , ἀνὴρ ἐκ φύσεως ἀρτιτελὴς καὶ πολὺ διενεγκὼν, νεγκὼν, οἷα κατάπεμπτος ὡς ἀληθῶς ἐκ θεῶν, ἵν ὁλόκληρος ὀφθῇ ἡ δι’ αὐτοῦ φιλοσοφία, παρῆκέ τε οὐδὲν καὶ ἕκαστα ἠκρίβωσε, μήτε ἐλλείπων πρὸς τὸ ἀναγκαῖον μήτε πρὸς τὸ ἄχρηστον ἐξενεχθείς.
ἐπεὶ τοίνυν πάντων ἔφαμεν μετεῖναι τῷ Πλατωνικῷ καὶ περὶ ἠθῶν λέγοντι καὶ διαλεγομένῳ , φέρε καθ’ ἑκαστον ἐπισκεψήμεθα.”
Ταῦτα μὲν ὁ Ἀττικός. ἐπιμαρτυρεῖ δὲ τοῖς αὐτοῖς καὶ ὁ περιπατητικὸς Ἀριστοκλῆς , ἐν ἑβδόμῳ συγγράμματι ὧν Περὶ φιλοσοφίας συνέταξεν ὧδε λέγων πρὸς ῥῆμα
“Ἐφιλοσόφησε δὲ Πλάτων’, εἰ καί τις ἄλλος τῶν πώποτε, γνησίως καὶ τελείως. οἶ μὲν γὰρ ἀπὸ Θαλοῦ φυσιολογοῦντες διετέλεσαν, οἶ δὲ περὶ Πτυαγόραν ἐπεκρύψαντο πάντα · Ξενοφάνης δὲ καὶ οἶ ἀπ’ ἐκείνου τοὺς ἐριστικοὺς κινήσαντες λόγους πολὺν μὲν ἐνέβαλον ἴλιγγον τοῖς φιλοσόφοις , οὐ μὴν ἐπόρισύαν γέ τινα βοήθειαν.
οὐχ ἥκιστα δὲ καὶ Σωκράτης, αὐτὸ δὴ τὸ λεγόμενον, ἐγένετο πῦρ ἐπὶ πυρὶ, καθάπερ αὐτὸς ἔφη Πλάτων’. εὐφυέστατος γὰρ ὢν καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν ἐπεισήνεγκε τάς τε ἠθικὰς καὶ πολιτικὰς σκέψεις, ἔτι δὲ τὴν περὶ τῶν ἰδεῶν πρῶτος ἐπιχειρίσας ὁρίζεσθαι· πάντα δὲ ἐγείρων λόγον καὶ περὶ πάντων ζητῶν ἔφθη τελευτήσας.
ἄλλοι δ’ ἀποτεμόμενοι μέρη τινὰ περὶ ταῦτα διέτριψαν , οἶ μὲν ἰατρικὴν, οἷ δὲ τὰς μαθηματικὰς ἐπιστήμας , ἔνιοι δὲ περὶ τοὺς ποιητὰς καὶ τὴν μουσικήν. οἶ μέντοι πολλοὶ τὰς τῶν λόγων δυνάμεις ἐθαύμασαν , ὧν οἷ μὲν ῥήτορας, οἶ δὲ διαλεκτικοὺς προσεῖπον ἑαυτούς.
οἶ μέντοι Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο παντοῖοι καὶ ὑπεναντίοι τὰς γνώμας. οἶ μὲν γὰρ κυνισμοὺς καὶ ἀτυφίας καὶ ἀπαθείας ὕμνουν, ἄλλοι δ’ αὖ πάλιν ἡδονάς. καὶ οἶ μὲν εἰδέναι πάντα ἐκόμπαζον, οἶ δὲ ἁπλῶς μηθέν.
ἔτι δ’ οἶ μὲν ἐν μέσῳ καὶ ἐν ὄψει πάντων ἐκαλινδοῦντο , τοῖς πολλοῖς ἐξομιλοῦντες, ἄλλοι δ’ αὖ τοὐναντίον ἀπρόσιτοι καὶ ἀπροσαύδητοι διετέλουν ὄντες.
Πλάτων μέντοι κατανοήσας ὡς εἴη μία τις ἡ τῶν θείων καὶ ἀνθρωπίνων ἐπιστήμη, πρῶτος διεῖλε, καἰ ἔφη τὴν μέν τινα περὶ τῆς τοῦ παντὸς φύσεως εἶναι πραγματείαν, τὴν δὲ περὶ τῶν ἀνθρωπίνων, τρίτην δὲ τὴν περὶ τοὺς λόγους.
ἠξίου δὲ μὴ δύνασθαι τὰ ἀνθρώπινα κατιδεῖν ἡμάς, εἰ μὴ τὰ θεῖα πρότερον ὀφθείη· καθάπερ γὰρ οἱ ἰατροὶ μέρη τινὰ θεραπεύοντες ἐπιμε- λοῦνται τῶν ὅλων σωμάτων πρῶτον, οὕτω χρῆναι καὶ τὸν μέλλοντα τἀνθάδε κατόψεσθαι τὴν τῶν ὅλων φύσιν εἰδέναι πρότερον· μέρος τε εἶναι τῶν ὄντων τὸν ἄνθρωπον, καὶ τἀγαθὸν διττὸν, τὸ μὲν ἡμέτερον, τὸ δὲ τοῦ παντὸς, κυριώτερον δὲ τὸ τοῦ παντός· διὰ γὰρ ἐκείνου καὶ τοῦτο γίγνεσθαι.
φησὶ δ’ Ἀριστόξενος ὁ μουσικὸς Ἰνδῶν εἶναι τὸν λόγον τοῦτον. ᾿Αθήνησι γὰρ ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν ἐκείνων ἕνα τινὰ, κἄπειτα αὐτοῦ πυνθάνεσθαι τί ποιῶν φιλοσοφοίη· τοῦ δὲ εἰπόντος ὅτι ζητῶν περὶ τοῦ ἀνθρωπίνου βίου , καταγελάσαι τὸν Ἰνδὸν , λέ- γοντα μὴ δύνασθαί τινα τὰ ἀνθρώπινα καταδεῖν, ἀγνοοῦντά γε τὰ θεῖα.
τοῦτο μὲν οὖν εἰ ἀληθές ἐστιν οὐκ ἂν δύναιτό τις διατεινόμενος εἰπεῖν. διεῖλε δ᾿ οὖν ὁ Πλάτων᾿ τήν τε περὶ τῶν ὅλων φιλοσοφίαν καὶ τὴν πολιτικὴν, ἔτι δὲ τὴν λογικήν.”
Τοιαύτης οὔσης τῆς κατὰ Πλάτωνα φιλοσοφίας καιρὸς καὶ τὴν Ἑβραίων ἐπισκέψασθαι , μακρῷ πρόσθεν ἢ Πλάτωνα γενέσθαι τὸν ὅμοιον πεφιλοσοφηκότων τρόπον. εὕροις δ’ ἂν οὖν καὶ παρ’ αὐτοῖς d τήνδε σύμφωνον τὴν τριμέρειαν ἠθικῶν τε καὶ λογικῶν καὶ φυσικῶν μαθημάτων, τόνδε ἐπιστήσας τὸν τρόπον.
Τὰ μὲν οὖν ἠθικὰ πρώτιστα πάντων φιλοτί- μῶς ἐσπουδασμένα παρ’ αὐτοῖς ἔργοις πολὺ πρότερον τῶν λόγων μάθοις ἂν τὰ κατὰ τοὺς ἄνδρας διασκο- πούμενος, ἐπεὶ καὶ τέλος ἀγαθῶν τοῦ τε μακαρίως ζῆν ὕστατον ὅρον τὴν εὐσέβειαν τήν τε διὰ τῆς τῶν ἠθῶν κατορθώσεως πρὸς τὸν θεὸν φιλίαν ἠγάσαντό τε καὶ μετεδίωξαν, ἀλλ’ οὐ σωμάτων ἡδονὴν, κατ’ Ἐπίκουρον· οὐδ’ αὖ τὴν τριγένειαν τῶν ἀγαθῶν, κατ’ Ἀριστοτέλην, τὰ περὶ σῶμα καὶ τὰ ἐκτὸς ἐν ἴσῳ τοῖς ψυχῆς ἀγαθοῖς ἐκτετιμηκότα.
οὐ μὴν οὐδὲ τὴν ἐσχάτην ἄγνοιάν τε καὶ ἀμαθίαν, ἣν ὀνόματι σεμνοτέρῳ τινὲς ἐποχὴν ἀνειρήκασιν· ἀλλ’ οὐδ’ αὖ τῆς ψυχῆς τὴν ἀρετήν· πόση γὰρ ἐν ἀνθρώποις αὕτη, καὶ τί καθ’ ἑαυτὴν ἄνευ θεοῦ πρὸς τὸν ἄλυπον συντείνοι ἂν βίον; δι’ ὃν τὰ πάντα τῆς εἰς τὸν θεὸν ἐλπίδος, πείσματος ὥσπερ ἀρραγοῦς, ἐξάψαντες, τὸν θεοφιλῆ μόνον ἀπέφηναν εἶναι μακάριον,
ὅτι δὴ ὁ πάντων ἀγαθῶν ταμίας θεὸς, ζωῆς ὢν πάροχος καὶ αὐτῆς ἀρετῆς πηγὴ , τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἀπάντων χορηγὸς ὑπάρχων, μόνος ἂν εἴη πρὸς τὸν μακάριον βίον τῷ τὴν πρὸς αὐτὸν φιλίαν διὰ τῆς παναληθοῦς εὐσεβείας στειλαμένῳ αὐτάρκης.
ἔνθεν ὁ πάνσοφος Μώσης πρῶτος ἁπάντων ἀνθρώπων γραφῇ παραδοὺς τὸν τῶν πρὸ αὐτοῦ θεοθιλῶν Ἑβραίων βίον , τὸν πολιτικὸν ὁμοῦ καὶ πρακτικὸν δι’ ὑφηγήσως ἱστορικῆς ὑποτέθειται τρόπον. ἧς ἀρχόμενος ἀπὸ τῶν καθόλου τὴν διδασκαλίαν ἐποιήσατο, θεὸν τῶν ὅλων αἴτιον ὑποστησάμενος, κοσμογονίαν τε καὶ ἀνθρωπογονίαν ὑπογράψας.
εἶθ’ οὕτως ἀπὸ τῶν καθόλου ἐπὶ τὰ κατὰ μέρος προελθὼν τῷ λόγῳ , καὶ διὰ τῆς τῶν παλαιῶν ἀνδρῶν μνήμης εἰς τὸν τῆς ἐκείνων ἀρετῆς τε καὶ θεοσεβείας ζῆλον τοὺς φοιτητὰς παρορμήσας , οὐ μὴν ἀλλὰ καὶ αὐτὸς αὐθέντης νόμων εὐσεβῶν τῶν πρὸς αὐτοῦ τεθέντων ἀποφανθεὶς , κατὰ πάντα δῆλος ἂν εἴη τοῦ φιλοθέου τρόπου διὰ τῆς τῶν ἠθῶν ἐπιμελείας πρόνοιαν πεπεποιημένος ὥσπερ οὖν καὶ τοῦτο προλαβὼν ὁ λόγος ἐν τοῖς πρόσθεν φανερὸν κατεστήσατο.
μακρὸν δ᾿ ἂν εἴη καὶ τοὺς ἐξῆς μετὰ Μωσέα προφήτας, τούς τε τούτων προτρεπτικοὺς μὲν ἀρετῆς, ἀποτρεπτικοὺς δὲ κακίας ἁπάσης λόγους ἐν τῷδε καταβάλλεσθαι. τί δ᾿ εἴ σοι τοῦ σοφωτάτου Σολομῶνος τὰς ἠθικὰς παραφέροιμι διδασκαλίας, αἷς οἰκεῖον λόγον ἀνέθηκε, σύγγραμμα Παροιμίας ἐπονομάσας, ἐπιτόμους γνώμας ἀποφθέγμασιν ἐοικυίας ὑποθέσει περιλαβὼν μιᾷ;
καὶ τὸν μὲν ἠθικὸν τρόπον ταύτῃ πη παῖδες Ἐβραίων , ἐκ παλαιῶν πρὶν ἢ καὶ τὰ πρῶτα στοιχεῖα μαθεῖν Ἕλληνας, αὐτοί τε ἐπαιδεύοντο καὶ τοῖς προσιοῦσι τῆς αὐτῆς ἀφθόνως ἐκοινώνουν παιδείας.
Καὶ τὸν λογικὸν δὲ τρόπον τῆς Ἑβραίων φιλοσοφίας οὐ, καθάπερ Ἕλλησι φίλον, δεινότητι σο- φισμάτων καὶ λογισμοῖς πρὸς ἀπάτην τετεχνασμένοις δεῖν ᾤοντο μετιέναι , καταλήψει δὲ αὐτῆς ἀληθείας, ἣν ὑπὸ θείου φωτὸς τὰς ψυχὰς καταυγασθέντες οἱ παρ᾿ αὐτοῖς θεόσοφοι εὗρόν τε καὶ ἐφωτίσθησαν.
ἐφ᾿ ἣν ἀκονῶντες τοὺς τὰ οἰκεῖα μαθήματα παιδευομένους λόγων τε αὐτοῖς ἱερῶν ἀπαγγελίας, ἱστοριῶν τε σεμνῶν διηγήματα, ᾠδῶν τε καὶ ἐπῳδῶν ἐμμέτρους συνθέσεις , καὶ ἔτι προβλήματα καὶ αἰνίγματα, καί τινας σοφὰς καὶ ἀλληγορικὰς θεωρίας μετὰ κάλλους εὐεπείας , καὶ τῆς κατὰ τὴν οἰκείαν γλῶτταν εὐφραδοῦς ἀπαγγελίας, ἐξ ἔτι νηπίας αὐ- τοῖς παρεδίδοσαν ἡλικίας.
ναὶ μὴν καὶ τῶν πρώτων μαθημάτων δευτερωταί τινες ἦσαν αὐτοῖς ’ (οὕτω δὲ φίλον τοὺς ἐξηγητὰς τῶν παρ’ αὐτοῖς γραφῶν ὀνομάζειν·) οἳ τὰ δι᾿ αἰνιγμάτων ἐπεσκιασμένα, εἰ καὶ μὴ τοῖς πάσι, τοῖς γοῦν πρὸς τὴν τούτων ἀκοὴν ἐπι- τηδείοις δι᾿ ἑρμηνείας καὶ σαφηνείας ἐξέφαινον.
ταύτῃ τοι πάλιν ὁ σοφώτατος παρὰ τοῖσδε Σολομῶν ἐνθένδε ποθὲν τὴν καταρχὴν τοῦ τῶν Παροιμιῶν ἐποιήσατο συγγράμματος, μονονουχὶ τὴν αἰτίαν αὐτῷ τῆς γραφῆς ταύτην εἶναι διδάξας, δι᾿ ὧν αὐτοῖς ῥήμασι δεῖν ἔφησε πάντα ἄνδρα γνῶναι σοφίαν καὶ παιδείαν καὶ νοῆσαι λόγους φρονήσεως, δέξασθαί τε στροφὰς λόγων , νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν, ἵνα δῶ, φησὶν, ἀκάκοις πανουργίαν, παιδί τε νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. τῶνδε γὰρ ἀκούσας ὁ σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται· νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ 15 αἰνίγματα.
καὶ τὰ μὲν τῆς τοῦ δηλωθέντος συγγράμματος ἐπαγγελίας τοιαῦτά τινα ἦν· τὰς δ᾿ ἐν μέρει τῶν λεχθέντων προτάσεις, καὶ τούτων τὰς ἐπι- λύσεις , τήν τε λογικὴν πραγματείαν οἰκείως τῇ τῶν ἀνδρῶν σοφίᾳ τε καὶ φωνῇ διὰ πασῶν τῶν παρ᾿ αὐτοῖς προφητικῶν γραφῶν φερομένην , ὅτῳ φίλον, τῆς τούτων ἐντεύξεως τὰς βίβλους ἐπὶ σχολῆς μετὰ χεῖρας λαβὼν εἴσεται.
εἰ δέ τις καὶ τῆς γλώσσης αὐτῆς φιλοκάλως γένοιτο ἐν πείρᾳ, ἴδοι ἂν, οἷα παρὰ βαρβάροις , ἄνδρας λογικωτάτους οὐδὲν σοφιστῶν οὐδὲ ῥητόρων ἀποδέοντας τῇ οἰκείᾳ γλώσσῃ.
εἶεν δ᾿ ἂν αὐτοῖς καὶ ἔμμετροι ποιήσεις, ὡς ἡ μεγάλη Μώσεως ᾠδὴ, καὶ τοῦ Δαβὶδ ὁ ριη΄ Ψαλμὸς, τῷ καλουμένῳ παρ᾿ Ἕλλησιν ἡρῴῳ μέτρῳ συντεταγμένοι. φασὶ γοῦν ἑξάμετρα εἶναι ταῦτα, δι᾿ ἑκκαίδεκα συλλαβῶν πεποιημένα. καὶ τὰ λοιπὰ δὲ τὰ παρ᾿ αὐτοῖς στιχήρη δι᾿ ἐπῶν λέγεται τριμέτρων τε καὶ τετραμέτρων κατὰ τὴν οἰκείαν αὐτῶν συγκεῖσθαι φωνήν.
καὶ τὰ μὲν τῆς λέξεως αὐτοῖς ὧδέ πη λογικῆς συνέσεως ἔχει, τὰ δὲ δὴ τῆς διανοίας οὐδ’ ἔστι παραβαλεῖν ἀνθρώποις · θεοῦ γὰρ καὶ αὐτῆς ἀληθείας λόγια δι’ αὐτῶν ἐκπεφωνημένα , θεσπίσματα καὶ προρρήσεις , μαθήματά τε εὐσεβῆ, καὶ τῆς τῶν ὄντων ἐπιγνώσεως δόγματα περιειλήφασι.
τεκμήρια δ’ ἂν λάβοις τῆς παρὰ τοῖς ἀνδράσι λογικῆς ἀκριβείας ἀπὸ τῆς ὀρθότητος τῆς τῶν ὀνομάτων θέσεως, ἧς πέρι καὶ ὁ Πλάτων’ τῇ Ἑβραίων μαρτυρῶν δόξῃ δῆλος ἂν εἴη, καὶ κατ’ αὐτό γε τοῦτο σύμφωνος ὢν τῇ κατὰ τοὺς ἄνδρας φιλοσοφίᾳ, ὡς γοῦν ἐκ τούτων διαγνῶναι ῥᾴδιον.
Πρωτοῦ Μώσεως μακρῷ πρόσθεν ἢ τὸ φιλοσοφίας ὄνομα εἰς Ἕλληνας ἐλθεῖν διὰ πάσης αὐτοῦ τῆς γραφῆς μυρία περὶ τῆς τῶν ὀνομάτων θέσεως πεπραγματευμένου , καὶ τοτὲ μὲν φυσικώτατα τῶν παρ’ αὐτῷ πάντων τἀς ἐπωνυμίας διατεταγμένου, τοτὲ δὲ τῷ θεῷ τὴν κρίσιν τῆς τῶν εὐσεβῶν ἀνδρῶν μετωνυμίας ἀναθέντος , φύσει τε , ἀλλ’ οὐ θέσει τὰ ὀνόματα κατὰ τῶν πραγμάτων κεῖσθαι πεπαιδευκότος, ἑπόμενος ὁ Πλάτων’ συμφέρεται τοῖς αὐτοῖς, οὐκ ἄλλως ἢ βαρβάρων μνησθεὶς, καὶ παρὰ τοῖσδε φήσας τόνδε σώζεσθαι τὸν τρόπον, τάχα που τοὺς Ἑβραίους αἰνιττόμενος , ἐπεὶ μηδὲ παρ’ ἑτέροις βαρβάροις ῥᾀδιον τὴν τοιάνδε παραφυλάξαι θεωρίαν.
λέγει δ’ οὖν ἐν Κρατύλῳ
“Καὶ Καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες συνθέμενοι καλεῖν καλῶσι, τῆς αὐτῶν φωνῆς μόριον ἐπιφθεγγό- μένοι, ἀλλ’ ὀρθότητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασι.”
Καὶ προιὼν ἑξῆς φησιν
Ὅὐκοῦν οὕτως οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις , ἴως ἂν καὶ τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς , οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε ἢ τὸν ὁπουοῦν ἄλλοθι.”
Εἶθ’ ἑξῆς πάλιν τὸν ἐπιστήμονα τῆς ὀρθότητος τῶν ὀνομάτων διαλεκτικὸν εἶναι φήσας καὶ νομοθέτην οὕτω λέγει
“Τέκτονος μὲν ἄρα ἔργον ἐστὶν τὸ ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον.
Φαίνεται.
Νομοθέτου δέ γε , ὡς ἔοικεν , ὄνομα , ἐπιστάτην c ἔχοντος διαλεκτικὸν ἄνδρα , εἰ μέλλοι καλῶς ὄνομα τεθήσεσθαι.
Ἔστι ταῦτα.
Κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, ἡ τοῦ ὀνόματος θέσις, οὐδὲ φαύλων ἀνδρῶν, οὐδὲ τῶν ἐπιτυχόντων. καὶ Κρατύλος ἀληθῆ λέγει, λέγων φύσει τὰ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ, καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἰς τά τε γράμματα καὶ τὰς συλλαβάς.”
Τοσαῦτα εἰπὼν μετὰ πλεῖστα βαρβάρων αὐθις ἀναφέρει τὴν μνήμην, κἄπειτα εἰς Ἕλληνας παρὰ βαρβάρων ἥκειν τὰ πολλὰ τῶν ὀνομάτων διαρρήν ὁμολογεῖ, φάσκων αὐτοῖς ῥήμασιν
“Ἐννοῶ ὅτι πολλὰ Ἕλληνες ὀνόματα, ἄλλως τε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες, παρὰ τῶν βαρβάρων εἰλήφασι.
Τί οὖν δή;
Εἴ τις ζητοίη ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς ἐοικότως κεῖται, ἀλλὰ μὴ κατ’ ἐκείνην ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὂν, οἶσθα ὅτι ἀποροίη ἄν. Εἰκότως.”
Ταῦτα ὁ Πλάτων’. φθάνει γε μὴν αὐτὸν Νωυσῆς, ὃς οἶα δὴ σοφὸς νομοθέτης ὢν ὁμοῦ καὶ διαλεκτικὸς ἐπάκουσον τί φησί. “καὶ ἔπλασεν ὁ θεὸς ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ἦν ὄνομα αὐτοῦ.’’
διὰ γὰρ τοῦ φάναι τοῦτο ἦν ὄνομα αὐτοῦ” τί ἄλλο ἢ κατὰ φύσιν τεθεῖσθαι τὰς προσηγορίας παρίστησι; τὸ γὰρ ἐπικληθὲν ἄρτι, φησὶ τοῦτο καὶ πάλαι πρότερον ἐν τῇ φύσει περιέχεσθαι, εἶναί (??) κ.αὶ προυπάρχειν ἑκάστῳ τῶν ἐπωνομασμένων ὢ τοῦτο ὄνομα , ὅπερ ὁ δηλούμενος ἄνθρωπος ἐπιθειάσας δυνάμει κρείττονι τέθειται.
καὶ αὐτὸ δὲ τὸ Ἀδὰμ, Ἑβραῖον ὑπάρχον ὄνομα, παρὰ τῷ Μωσεῖ τοῦ γηγενοῦς ἀνθρώπου γένοιτ’ ἂν ἐπώνυμον, ὅτι δὴ παρ’ Ἑβραίοις Ἀδὰμ ἡ yrj καλεῖται, παρ’ ὃ καὶ ὁ πρῶτος γηγενὴς ἐτύμως Ἀδὰμ ὑπὸ Μώσεως ἀνείρηται.
ἔχοι δ’ ἂν καὶ ἄλλην ἡ προσηγορία διάνοιαν, εἰς τὸ ἐρυθρὸν μεταλαμβανομένη καὶ τὴν τοῦ σώματος παριστῶσα φύσιν. ἀλλὰ τὸν μὲν γεώδη καὶ γήινον καὶ γηγενῆ , ἢ τὸν σωματικὸν καὶ σάρκινον ὢ ἄνθρωπον , τῷ τοῦ Ἀδὰμ ἐπεσημήνατο προσρήματι.
καλοῦσι δὲ καὶ ἄλλως παῖδες Ἑβραίων τὸν ἅνθρωπον, Ἐνὼς ἐπονομάζοντες, ὃν δή φασιν εἶναι τὸν ἐν ἡμῖν λογικὸν, ἕτερον ὄντα τὴν φύσιν τοῦ γεώδους Ἀδάμ. διάνοιαν δὲ περιέχει καὶ ὁ Ἐνὼς οἰκείαν, ἐπιλήσμων τῇ Ἑλλήνων ἑρμηνευόμενος φωνῇ.
τοιοὐτον δὲ πέφυκεν ὑπάρχειν τὸ ἐν ἡμῖν λογικὸν, τῆς πρὸς τὸ θνητὸν καὶ ἄλογον συμπλοκῆς ἕνεκα. τὸ μὲν γὰρ πάντη καθαρὸν καὶ ἀσώματον καὶ θεῖον καὶ λογικὸν οὐ μόνον τῶν πρόσθεν γενομένων τὴν μνήμην, , ἀλλὰ καὶ τῶν μελλόντων ἔσεσθαι τὴν γνῶσιν, δι’ ἄκραν ἀρετὴν θεωρίας περιείληφε. τὸ δ’ ἐν σαρξὶ πεπιλημένον, ὀστέοις τε καὶ νεύροις καταπεπαρμένον, ὄγκον τε μέγαν καὶ βαρὺν ἐπηχθισμένον τὸ σῶμα, λήθης πολλῆς καὶ ἀμαθίας συνιδὼν ὁ Ἑβραίοις λόγιος εὐθυβόλῳ κέκληκε προσρήματι Ἐνὼς ἐπονομάσας, ὅπερ δηλοῖ τὸν ἐπιλήσμονα.
κεῖται γοῦν παρά τινι προφήτῃ “τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ἀνθ’ οὗ τὸ Ἑβραϊκὸν ἐπὶ μὲν τῆς πρώτης τοῦ ἀνθρώπου κλήσεως τὸ Ἐνὼς περιείληφεν, ὡσεὶ ἔλεγε σαφέστερον , τί οὗτός ἐστιν ὁ ἐπιλήσμων, ὅτι σὺ, ὠ θεὲ , μιμνήσκῃ αὐτοῦ , καίπερ ὄντος ἐπιλήσμονος ;
τὸ δὲ ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν’’ “ ἢ υἱὸς Ἀδάμ’’ κεῖται παρὰ τοῖς δηλουμένοις , ὡς εἶναι τὸν αὐτὸν καὶ Ἀδὰμ καὶ Ἐνὼς, τοῦ μὲν σαρκικοῦ διὰ τοῦ Ἀδὰμ, τοῦ δὲ λογικοῦ διὰ τοῦ Ἐνὼς παρισταμένου.
Καὶ τὰ μὲν Ἑβραίων λόγια οὕτω πως διαιρεῖ τὴν ἐτυμολογίαν· ὁ δὲ Πλάτων’ τὸν ἄνθρωπον τῇ Ἑλλήνων φωνῇ παρὰ τὸ ἀναθρεῖν φησι κεκλῆσθαι λέγων
“Ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακε , τοῦτο δέ ἐστιν ὄπωπε, καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὃ ὄπωπεν, ἴ’, ἔνα ᾖ ἀναθρῶν ἃ ὄπωπε.”
πάλιν Ἑβραῖοι τὸν ἄνδρα εἶς καλοῦσι. παρῆκται δὲ αὐτοῖς τοὔνομα ἀπὸ τοῦ ἒς, δι’ οὗ σημαίνουσι τὸ πῦρ, ἵνα ᾖ παρὰ τὸ θερμὸν καὶ διάξπυρξον τῆς τοῦ ἀνδρὸς φύσεως ὁ ἀνὴρ ὠνομασμένος.
ἡ δὲ γυνὴ, ἐπείπερ εἴρηται ἐκ τοῦ ἀνδρὸς εἰλῆφθαι, καὶ τὴν προσηγορίαν ἐπικοινωνεῖ τῷ ἀνδρί. ἔς σὰ γὰρ ἡ γυνὴ λέγεται παρ’ αὐτοῖς, ὥσπερ εἶς ὁ ἀνήρ. ὁ δὲ Πλάτων’ τὸν ἄνδρα παρὰ τὴν ἄνω ῥοὴν ὀνομάζεσθαι λέγει· καὶ ἐπιλέγει
“Ἡ δὲ γυνὴ γονή μοι φαίνεται βούλεσθαι εἶναι.”
πάλιν Μώσης τὸν οὐρανὸν ἐτύμως τῇ Ἑβραίων γλώσσῃ “ στερέωμα προσαγορεύει , παρὰ τὸ πρῶτον εἶναι μετὰ τὴν ἀσώματον καὶ νοερὰν οὐσίαν τοῦδε τοῦ κόσμου στερεὸν καὶ αἰσθητὸν σῶμα. ὁ δὲ Πλάτων’ τῷ οὐρανῷ φησιν ὀρθῶς ὄνομα κεῖσθαι διὰ τὸ ἄνω ὁρᾶν ποιεῖν.
ταῦτα καὶ τοιαῦτα μυρία ἄλλα εὕροις ἂν εἰρημένα τῷ Πλάτωνι, φύσει τεθεῖσθαι, ἀλλ’ οὐ θέσει τοῖς πρώτοις τὰ ὀνόματα διδάσκειν πειρωμένῳ.
ἀλλ’ οὐ καὶ τὰ παρὰ Μωσεῖ βεβιασμένα ἂν εἴποις, οὐδέ γε κατά τινα σοφιστικὴν εὑρεσιλογίαν πεποιημένα, μαθὼν ὡς ὁ μὲν παρ’ Ἑβραίοις Κάϊν ζῆλος’’ παρ’ Ἕλλησι μεταλαμβάνεται , τούτου δ’ ἠξιώθη τοῦ προσρήματός ὁ δηλούμενος διὰ τὸ ζηλῶσαι τὸν ἀδελφὸν τὸν Ἄβελ.
καὶ ὁ Ἄβελ δὲ ἑρμηνεύεται “ πένθος” , τοῦ τοιοῦδε πάθους γεγονὼς καὶ αὐτὸς τοῖς γονεῦσιν αἴτιος, οἳ κατά τινα θειοτέραν προμήθειαν γενομένοις τοῖς παισὶ ταύτας τέθεινται τὰς ἐπωνυμίας.
τί δ’ εἴ σοι τὸν Ἁβραὰμ παραφέροιμι; μετεωρολόγος τις οὗτος καὶ τῆς τῶν ἄστρων θεωρίας τῶν τε κατ’ οὐρανὸν μαθημάτων εἰδήμων τὸ πρὶν, ὅτε τῆς Χαλδαικῆς μετεποιεῖτο σοφίας, , γεγονὼς Ἅβραμ ἐκαλεῖτο · τοῦτο δ’ Ἑλλήνων φωνῇ πατέρα μετέωρον σημαίνει.
ἀλλ’ ὁ θεός γε αὐτὸν τῶν τῇδε ἐπὶ τὰ ἀφανῆ καὶ τόν ὁρωμένων ἐπέκεινα προάγων εὐθυβόλῳ κέχρηται μετωνυμίᾳ, Οὐκέτι, φήσας, κληθήσεται τὸ ὄνομά σου Ἅβραμ, ἀλλὰ Ἄβραὰμ ἔσται τὸ ὄνομά σου, ὅτι πατέρα πολλῶν d ἐθνῶν τέθεικά σε.
τοῦτο δ’ ὁποίας ἔχεται διανοίας μακρὸς ἂν εἴη λόγος. ἀπαρκεῖ δὲ κἀν τούτῳ τὸν Πλάτωνα μάρτυρα τοῦ λόγου παραθέσθαι, ὑπὸ θειοτέρας δυνάμεως ἔνια τῶν ὀνομάτων τεθεῖσθαι φάμενον. λέγει δ’ οὖν αὐτοῖς ῥήμασιν
“ Ἐσπουδάσθαι γὰρ ἐνταῦθα μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων· ἴσως δὲ ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐγενήθη.”
Τοῦτό γέ τοι αὐτὸ διὰ πλειόνων καὶ ἡ παρ’ Ἑρβαίοις ἱερὰ πιστοῦται γραφή· πρῶτός τε Μώσης ἁπάντων, ὃς ἐκ θειοτέρας δυνάμεως τὸν Ἁβραὰμ καὶ τὸν τούτου παῖδα τὸν Ἰσαὰκ καὶ ἔτι τὸν Ἰσραὴλ ἐπωνομάσθαι ἐδίδαξε. γέλως· δὲ ὁ Ἰσαὰκ ἑρμηνεύεται, τὸ τῆς ἐναρέτου χαρᾶς ἐπαγόμενος σύμβολον, ἣν τοῖς θεοφιλέσι γέρας ἐξαίρετον δώσειν ὁ θεὸς ἐπήγγελται.
ὁ δὲ τούτου παῖς Ἰσραὴλ ἢν μὲν τὸ πρὶν τὸ τοῦ Ἰακὼβ ὄνομα ἐπενηνεγμένος , ἀντὶ δὲ τοῦ Ἰακὼβ ὁ θεὸς αὐτῷ τὸ τοῦ Ἰσραὴλ ὄνομα σωρεῖται, τὸν ἀσκητὴν καὶ πρακτικὸν ἐπὶ τὸν θεωρητικὸν μεταστησάμενος.
πτερνιστὴς γὰρ ὁ Ἰακὼβ ἑρμηνεύεται ὡς τὸν ἀρετῆς ἐναθλῶν ἀγῶνα · Ἰσραὴλ δὲ ὁρῶν θεὸν, ὁποῖος ἂν εἴη ὁ γνωστικὸς καὶ θεωρητικὸς ἐν ἀνθρώπῳ νοῦς.
τί με δεῖ νῦν τοῦ πανσόφου Μώσεως ἢ τῶν παρ’ Ἑβραίοις ἱερῶν λογίων διὰ μυρίων ἄλλων τὴν ὀρθότητα τῆς τῶν οἰκείων ὀνομάτων θέσεως ἐξαπλοῦν, μακροτέρας σχολῆς δεο- μένων τῶν κατὰ τὸν τόπον;
αὐτίκα δὴ καὶ τῶν πρώτων τῆς γραμματικῆς στοιχείων Ἓλληνες μὲν οὐκ ἂν ἔχοιεν τὰς ἐτυμολογίας εἰπεῖν, οὐδ’ αὐτός γ’ ἂν φαίη Πλάτων’ τὸν λόγον ἢ τὸν λογισμὸν τῶν φωνηέντων ἢ τῶν συμφώνων.
Ἐβραίων δ’ ἂν εἴποιεν παῖδες τοῦ τε Ἄλφα τὴν αἰτίαν, ὁ παρ’ αὐτοῖς καλεῖται Ἄλφ’ , τοῦτο δὲ σημαίνει μάθησιν · καὶ τοῦ Βῆτα, ὅπερ Βὴθ φίλον αὐτοῖς προσαγορεύειν, οὕτω δὲ τὸν οἶκον ὀνομάζουσιν · ὥστε δηλοῦν τὴν διάνοιαν, μάθησις οἴκου· ὡσεὶ σαφέστερον ἐλέγετο, διδαχή τις καὶ μάθησις οἰκονομίας.
καὶ τὸ Γάμμα δὲ παρ’ αὐτοῖς τρίτον κέκληται Γῖμελ· οὕτω δὲ τὴν πλήρωσιν ὀνομάζουσιν. εἶτ’ ἐπειδὴ τὰς δέλτους Δὲλθ καλοῦσι , τὸ τέταρτον στοιχεῖον οὕτω προσεῖπον, ὁμοῦ διὰ τῶν δύο στοιχείων σημαίνοντες ὡς ὅτι ἡ ἔγγραφος μάθησις πλήρωσίς ἐστι δέλτων.
ἐπιὼν δέ τις καὶ τὰ λοιπὰ τῆς γραμματικῆς στοιχεῖα, μετά τινος αἰτίας καὶ λογισμοῦ εὕροι ἂν ἕκαστα παρ’ αὐτοῖς ὠνομασμένα, ἐπεὶ καὶ τῶν ἑπτὰ φωνηέντων τὴν ἐπὶ τὸ αὐτὸ σύνθεσιν μιᾶς τινος ἀπορρήτου προσηγορίας περιέχειν φασὶν ἐκφώνησιν, ἣν διὰ τεσσάρων στοιχείων παῖδες Ἑβραίων σημειούμενοι ἐπὶ τῆς ἀνωτάτω τοῦ θεοῦ δυνάμεως κατατάττουσιν, ἄλεκτόν τι τοῖς πολλοῖς καὶ ἀπόρρητον τοῦτ’ εἶναι παῖς παρὰ πατρὸς εἰληφότες.
καὶ τῶν παρ’ Ἕλλησι δὲ σοφῶν, οὐκ οἶδ’ ὁπόθεν, τις τοῦτο μαθὼν ᾐνίξατο, ὧδέ πη δι’ ἐπῶν φήσας
ἑπτά με φωνήεντα
θεὸν μέγαν ἄφθιτον αἰνεῖ
γράμματα, τὸν πάντων ἀκάματον πατέρα.
εἰμὶ δ’ ἐγὼ πάντων χέλυς ἄφθιτος, ἣ τὰ λυρώδη
ἡρμοσάμην δίνης οὐρανίοιο μέλη.
εὕροις δ’ ἂν καὶ τῶν λοιπῶν παρ’ Ἑβραίοις στοιχείων, ἐπιστήσας ἑκάστῳ, τὰ σημαινόμενα· τοῦτο δὲ ἤδη καὶ διὰ τῶν πρόσθεν ἡμῖν συνέστη, ὁπηνίκα παρὰ βαρβάρων τὰ πάντα ὠφελῆσθαι τοὺς Ἕλληνας ἀπεδείκνυμεν.
πολλὴν δ’ ἄν τις καταμάθοι, τὴν Ἑβραίων γλῶσσαν πολυπραγμονῶν , ὀνομάτων ὀρθότητα παρὰ τοῖς ἀνδράσι φερομένην , ἐπεὶ καὶ αὐτὸ τοῦ παντὸς ἔθνους τὸ προσηγορικὸν ὄνομα ἀπὸ τοῦ Ἔβερ τὸ παρωνύμιον εἴληφε. σημαίνει δὲ τοῦτο τὸν “ διαπερῶντα,’’ ἐπεὶ καὶ διάβασις καὶ διαπερῶν τῇ Ἑβραίων φωνῇ “ Ἕρερ” ὀνομάζεται.
διδάσκει δὲ ὁ λόγος διαπερᾶν καὶ διαβαίνειν ἀπὸ τῶν τῇδε ἐπὶ τὰ θεῖα, μηδαμῶς τε ἐναπομένειν καὶ ἵστασθαι ἐπὶ τῇ θέᾳ τῶν ὁρωμένων, ἀπὸ δὲ τούτων ἐπὶ τὰ ἀφανῆ καὶ ἀόρατα τῆς περὶ τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεολογίας διαβαίνειν. ταύτῃ τοι τοὺς πρώτους μόνῳ τῷ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων ἀνακειμένους , εὐσεβείᾳ τε καθαρᾷ καὶ ἀληθεῖ προσανέχοντας,Ἑβραίους ἐφώνουν, περατικούς τινας καὶ διαβεβηκότας τῇ διανοίᾳ τοὺς τοιούσδε ἀποκαλοῦντες.
ἔνθεν μυρία μὲν αὐτοῖς περὶ τῶν μελλόντων τεθέσπιστο, μυρία δὲ περὶ τῆς τοῦ παντὸς συστάσεως πεφυσιολόγητο, καὶ αὖ πάλιν μυρία περὶ ζῴων φύσεως διείληπτο, πλεῖστα δὲ ὅσα καὶ περὶ φυτῶν ταῖς οἰκείαις ἕκαστος προφητείαις κατεβέβλητο.
Μώσης δὲ καὶ λίθων δυνάμεις εὖ μάλα ἐξεπιστάμενος οὐ παρέργως ἐπὶ τῆς τοῦ ἀρχιερέως στολῆς τῇ τούτων κέχρητο θεωρίᾳ. καὶ αὖ πάλιν Σολομῶν, εἰ καί τις ἄλλος, ἐν τῇ περὶ τούτων διαπρέψαι φυσιολογίᾳ πρὸς τῆς θείας μαρτυρεῖται γραφῆς, ὧδε περιεχούσης
πάλιν τε ὁ αὐτὸς Σολομῶν τὴν ῥευστὴν τῶν σωμάτων οὐσίαν φυσιολογῶν ἐν Ἐκκλησιαστῇ φησι ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; καὶ ἐπιλέγει “τί τὸ γεγονός ; αὐτὸ τὸ γενησόμενον · καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. ”
ταῦτα γὰρ αὐτῷ καὶ τὰ τοιαῦτα πεφυσιολόγητο περὶ τῆς σωματικῆς οὐσίας. εὕροις δ’ ἂν καὶ τοὺς ἄλλους Ἑβραίους ἐπιὼν σοφοὺς τῆς ὁμοίας οὐκ ἀμοίρους ἐπιστήμης. φυτῶν γοῦν, ὡς ἔφην ἤδη πρότερον, μυρία καὶ ζῴων πέρι, χερσαίων τε καὶ ἐνύδρων, καὶ προσέτι πτηνῶν φύσεως εἴρηται αὐτοῖς.
ναὶ μὴν καὶ περὶ τῶν ἐν οὐρανῷ ἄστρων , ἐπεὶ καὶ ἄρκτου καὶ Πλειάδος, Ὠρίωνός τε καὶ ἀρκτούρου, ὅν ἀρκτοφύλακα καὶ Βοώτην Ἕλλησι φίλον ὀνομάζειν, μνήμη τις οὐχ ἡ τυχοῦσα τοῖς τῶν δηλουμένων ἐμφέρεται γράμμασιν.
ἀλλὰ καὶ περὶ συστάσεως κόσμου, τά τε περὶ τῆς τοῦ παντὸς τροπῆς τε καὶ ἀλλοιώσεως, ψυχῆς τε περὶ οὐσίας , καὶ λογικῶν ἁπάντων φύσεως ὁρωμένης τε καὶ ἀφανοῦς δημιουργίας , τῆς τε καθόλου προνοίας, καὶ τούτων ἔτι πρότερον τὰ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου, τῆς τε τοῦ δευτέρου θεολογίας, καὶ τῶν ἄλλων τῶν διανοίᾳ μόνῃ ληπτῶν τοὺς λόγους καὶ τὰς θεωρίας εὖ μάλα καὶ ἀκριβῶς περιειλήφασιν, ὡς μὴ ἂν ἁμαρτεῖν τοὺς μετὰ ταῦτα παρ’ Ἕλλησι τὴν τούτων φύσιν ἀνηρευνηκότας πρεσβύταις οἶα νεωτέρους κατηκολουθηκέναι φάναι.
περὶ δὲ τῶν νοητῶν, ὅτι μέν ἐστι καὶ τίνα, ὅπη τε διατάξεως ἔχει δυνάμεως τε καὶ διαφορᾶς, εἴρηται μὲν καὶ ταῖς ἱεραῖς βίβλοις ἐγκαταβέβληται, εἰς ἐξάκουστόν τε τοῖς πᾶσι παραδέδοται , καθ’ ὅσον εἰδέναι χρῆν τοὺς εὐσεβείας μεταποιουμένους εἰς ἀνάληψιν εὐλαβοῦς καὶ σώφρονος βίου.
τὸν δὲ δὴ βαθὺν καὶ λεληθότα περὶ τούτ’ ὢν λόγον ἐν ἀπορρήτοις ζητεῖν τε καὶ διδάσκεσθαι κατελίμπανον τοῖς οἵοις τε τὰ τοιάδε μυεῖσθαι. βραχέα δὲ καὶ ὡς ἐν τύπῳ φάναι 5 εὖ ἂν ἔχοι καὶ τῆς τούτων διελθεῖν ἐποπτείας, τόν τε Πλάτωνα κἀν τούτω τὰ φίλα πεφρονηκότα τοῖς δηλουμένοις παραστῆσαι.
Μώσεως ἐν ταῖς ἱεροφαντίαις χρησμὸν ἐκ προσώπου τοῦ θεοῦ φήσαντος “ἐγώ εἰμι ὁ ὤν. οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς”, παραθεμένου δὲ καὶ τὸν θεὸν ἄντικρυς μόνον ὄντα, καὶ τῆσδε κυρίως καὶ ἁρμοδίως ἠξιωμένον τῆς κλήσεως ἀποφηναμένου·
πάλιν τε αὖ Σολομῶνος περὶ τῆς τῶν αἰσθητῶν καὶ σωματικῶν γενέσεως τε καὶ φθορᾶς ἀνειπόντος “τί τὸ γεγονός ; αὐτὸ τὸ γενησόμενον. καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃ λαλήσει καὶ ἐρεῖ, ἴδε τοῦτο καινόν ἐστιν· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν·”
θέα τίνα τρόπον οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὰς λέξεις αὐτὰς καὶ τὰ ῥήματα τῆς Εβραίων γραφῆς παραξέσας ὁ Πλάτων’ ἐξοικειοῦται τὸ δόγμα, πλατύτερον ὧδέ πη διασαφῶν
Τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; καὶ τί τὸ γινόμενον μὲν ἀεὶ, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ ὂν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.”
Ἀρ’ οὐ σαφῶς πέφηνεν ὁ θαυμάσιος τὸ μὲν παρὰ Μωσεῖ φῆσαν λόγιον ἐγώ εἰμι ὁ ὤν” μεταποιήσας διὰ τοῦ τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; καὶ τοῦτό γε λευκότερον διασαφήσας ἐν τῷ φάναι, μηδ’ ἄλλο εἶναι τὸ ὂν ἢ τὸ οὐ σαρκὸς ὀφθαλμοῖς ὁρώμενον, νῷ δὲ καταλαμβανόμενον. ἐρωτήσας γοῦν τί τὸ ὂν, αὐτὸς ἑαυτῷ ἀποκρίνεται, λέγων “ τὸ δὴ νοήσει μετὰ λόγου περιληπτὸν ὄν. ”
τὸ δὲ Σολομώντειον φῆσαν “ τί γεγονός; αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον·” αὐτοῖς σχεδὸν ῥήμασι διερμηνεύσας δῆλος ἂν εἴη λέγων “τὸ δ’ αἰσθήσει ἀλόγῳ δοξαστὸν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. ” οἷς καὶ ἐπιφέρει
“ Ταῦτα γὰρ πάντα μέρη χρόνου , τὸ ἦν καὶ ἔσται · ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν, οὐκ ὀρθῶς. λέγομεν γὰρ δὴ ὡς ἦν, ἐστί τε καὶ ἔσται. τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει · τὸ δὲ ἦν καὶ τὸ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι· κινήσεις γάρ ἐστον. τὸ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίνεσθαι διάχρόνον, οὐδὲ γενέσθαι ποτὲ, οὐδὲ γεγονέναι νῦν, οὐδ’ εἰσαῦθις ἔσεσθαι τὸ παράπαν, οὐδ’ ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν, ἀλλὰ χρόνου ταῦτα, αἰῶνα μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλουμένου, γέγονεν εἴδη. καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε · τὸ γεγονὸς εἷναι γεγονὸς, καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον· ἔτι τε τὸ γενησόμενον εἶναι γενησόνενον.”
Καὶ ἵνα γε μή τις ἡμᾶς παρερμηνεύειν ἡγήσηται τὰς τοῦ φιλοσόφου φωνὰς, ὑπομνήμασι χρήσομαι τῶνδε τῶν λόγων τὴν διάνοιαν ἐκφαίνουσι. πλείους μὲν οὖν εἰς τὴν τούτων ἐπιβεβλήκασι θεωρίαν, ἐμοὶ δ’ ἐξαρκεῖ τανῦν ἀνδρὸς ἐπιφανοῦς Νουμηνίου τοῦ Πυθαγορείου παραθέσθαι λέξεις, ἃς ἐν τῷ Περὶ τἀγαθοῦ δευτέρῳ συγγράμματι ὧδέ πη διέξεισιν
‘‘Φέρε οὖν ὅση δύναμις ἐγγύτατα πρὸς τὸ ὂν ἀναγόμεθα, καὶ λέγωμεν, τὸ ὂν οὔτε ποτὲ ἦν οὔτε ποτὲ μὴ γένηται , ἀλλ’ ἔστιν ἀεὶ ἐν χρόνῳ ὡρισμένῳ, τῷ ἐνεστῶτι μόνῳ.
τοῦτον μὲν οὖν τὸν ἐνεστῶτα εἴ τις ἐθέλει ἀνακαλεῖν αἰῶνα, κἀγὼ συμβούλομαι· τὸν δὲ παρελθόντα χρόνον οἴεσθαι χρὴ ἡμᾶς διαπεφευγότα ἤδη διαπεφευγέναι ἀποδεδρακέναι τε εἰς τὸ εἶναι μηκέτι · ὅ τε αὖ μέλλων ἐστὶ μὲν οὐδέπω, ἐπαγγέλλεται δὲ οἷός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἷναι.
οὐκ οὖν εἰκός ἐστιν ἐνί γε τρόπῳ νομίζειν τὸ ὂν ἤτοι μὴ εἷναι, ἢ μηκέτι, ἢ μηδέπω. ὡς τούτου γε οὕτως λεγομένου, ἐν γίνεταί τι ἐν τῷ λόγῳ μέγα ἀδύνατον, εἶναί τε ὁμοῦ ταὐτὸν καὶ μὴ εἶναι.
εἰ δὲ οὕτως ἔχει σχολῇ γ’ ἂν ἄλλο τι εἷναι δύναιτο, τοῦ ὄντος αὐτοῦ μὴ ὄντος κατὰ αὐτὸ τὸ ὄν. τὸ γὰρ ὂν ἀίδιόν τε βέβαιόν τε ἐστὶν, ἀεὶ κατὰ ταὐτὸν, οὐδὲ γέγονε μὲν, ἐφθάρη δὲ, οὐδ’ ἐμεγεθύνετο μὲν, ἐμειώθη δέ· οὐδὲ μὴ ἐγένετό πω πλέον, ἢ ἔλασσον· καὶ μὲν δὴ τά τε ἄλλα καὶ οὐδὲ τοπικός κινηθήσεται.
οὐδὲ γὰρ θέμις αὐτῷ κινηθῆναι , οὐδὲ μὲν ὀπίσω, οὐδὲ πρόσω· οὔτε ἄνω ποτὲ οὔτε κάτω· οὐδ’ εἰς δεξιὰ, οὐδ’ εἰς ἀριστερὰ μεταβήσεταί ποτε τὸ ὄν· οὔτε περὶ τὸ μέσον ποτε ἑαυτοῦ κινηθήσεται, ἀλλὰ μᾶλλον καὶ ἐστήξεται καὶ ἀραρός τε καὶ ἑστήκὸς ἔσται κατὰ ταὐτὰ ἔχον ἀεὶ καὶ ὡσαύτως.”
Καὶ ἐξῆς μεθ’ ἕτερα ἐπιλέγει
“ Τοσαῦτα μὲν οὖν μοι πρὸ ὁδοῦ. αὐτὸς δ’ οὐκίτι σχηματισθήσομαι , οὐδ’ ἀγνοεῖν φήσω τὸ ὄνομα τοῦ ἀσωμάτου· καὶ γὰρ κινδυνεύει νῦν ἤδη ἥδιον εἶναι εἰπεῖν μᾶλλον ἢ μὴ εἰπεῖν. καὶ δῆτα λέγω τὸ ὄνομα αὐτῷ εἶναι τοῦτο τὸ πάλαι ζητούμενον.
ἀλλὰ μὴ γελασάτω τις, ἐὰν γῶ τοῦ ἀσωμάτου εἶναι ὄνομα οὐσίαν καὶ ὄν. ἡ δὲ αἰτία τοῦ ὄντος ὀνόματός ἐστι τὸ μὴ γεγονέναι, μηδὲ φθαρήσεσθαι, μηδ’ ἄλλην μήτε κίνησιν μηδεμίαν δέχεσθαι μήτε μεταβολὴν κρείττω ἢ φαύλην · εἶναι δὲ ἁπλοῦν καὶ ἀναλλοίωτον, καὶ ἐν ἰδέᾳ τῇ αὐτῇ, καὶ μήτε ἐθελούσιον ἐξίστασθαι τῆς ταὐτότητος μήθ’ ὑφ’ ἑτέρου προσαναγκάξεσθαι.
ἔφη δὲ καὶ ὁ Πλάτων’ ἐν Κρατύλῳ τὰ ὀνόματα ὁμοιώσει τῶν πραγμάτων εἶναι αὐτὰ ἐπίθετα. ἔστω οὖν καὶ δεδόχθω εἶναι τὸ ὂν ἀσώματον.”
Εἶθ’ ὑποκαταβὰς ἐπιλέγει
“ Τὸ ὂν εἶπον ἀσώματον , τοῦτο δὲ εἶναι τὸ νοητόν. τὰ μὲν οὖν λεχθέντα, ὅσα μνημονεύειν ἐστί μοι, τοιαῦτα γοῦν ἦν. τὸν δ’ ἐπιζητοῦντα λόγον ἐθέλω παραμυθήσασθαι, τοσόνδε ὑπειπὼν, ὅτι ταῦτα τοῖς δόγμασι τοῖς Πλάτωνος εἰ μὴ συμβαίνει, ἀλλ’ ἑτέρου γ’ ἐχρῆν οἴεσθαί τινος ἀνδρὸς μεγάλου, μέγα δυναμένου , οἵου Πυθαγόρου.
λέγει γοῦν Πλάτων, φέρ’ ἀναμνησθῶ πῶς λέγει· · τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; καὶ τί τὸ γινόμενον μὲν, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν, τὸ δ’ αὖ δόξῃ μετὰ αἰσθήσεως ἀλόγου δοξαστὸν, γινόμενον καὶ ἀπολλύμενον , ὄντως δὲ οὐδέποτε ὅν.”
ἤρετο γὰρ, τί ἐστι τὸ ὂν, φὰς αὐτὸ ἀγένητον ἀναμφιλέκτως. γένεσιν γὰρ οὐκ ἔφη εἶναι τῷ ὄντι· ἐτρέπετο γὰρ ἄν· τρεπόμενον δὲ οὐκ ἦν ἀίδιον.”
Εἶτα ὑποβάς φησιν
Εἰ μὲν δὴ τὸ ὂν πάντως πάντη ἀίδιόν τέ ἐστι καὶ ἄτρεπτον καὶ οὐδαμῶς οὐδαμῆ ἐξιστάμενον ἐξ ἑαυτοῦ, μένει δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕστηκε, τοῦτο δήπου ἂν εἴη τὸ τῇ νοήσει μετὰ λόγου περιληπτόν.
εἰ δὲ τὸ σῶμα ῥεῖ καὶ φέρεται ὑπὸ τῆς εὐθὺ μεταβολῆς, ἀποδιδράσκει καὶ οὐκ ἔστιν. ὅθεν οὐ πολλὴ μανία μὴ οὐ τοῦτο εἶναι ἀόριστον, δόξῃ δὲ μόνῃ δοξαστὸν, καὶ ὥς φησι Πλάτων’, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.”
Ταῦτα μὲν οὖν ὁ Νουμήνιος , ὁμοῦ τὰ Πλάτωνος καὶ πολὺ πρότερον τὰ Μώσεως ἐπὶ τὸ σαφέστερον διερμηνεύων. εἰκότως δῆτα εἰς αὐτὸν ἐκεῖνο τὸ λόγιον περιφέρεται, δι’ οὗ φάναι μνημονεύεται, τί γάρ ἐστι Πλάτων’, ἢ Μώσης ἀττικίζων;
Θέα δὲ πρὸς τούτοις εἰ μὴ τὸν παρόντα νοῦν b ἐπὶ πλέον καὶ ὁ Πλούταρχος ἐξαπλῶν συντρέχοι ἂν ταῖς τε προκειμέναις φωναῖς τῶν φιλοσόφων καὶ ταῖς αὖθις Ἑβραίων κειμέναις ἐν ἑτέραις θεολογίαις, δι’ ὧν τοτὲ μὲν εἰσάγεται λέγων ὁ χρηματίζων θεὸς “διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι ·
“ Οὔτε οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον οὔτε ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν· ἀλλ᾿ ἔστιν αὐτοτελὴς τοῦ θεοῦ προσαγόρευσις καὶ προσφώνησις, ἅμα τῷ ῤήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστάσα τῆς τοῦ θεοῦ δυνάμεως.
ὁ γὰρ θεὸς ἕκαστον ἡμῶν τῶν ἐνταῦθα προσιόντων οἶον ἀσπαζόμενος προσαγορεύει τὸ γνῶθι σαυτὸν, ὃ τοὐ χαῖρε δὴ οὐδὲν μεῖόν ἐστιν· ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν θεὸν εἶ φαμὲν ὡς ἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην μόνῳ προσήκουσαν τὴν τοῦ εἶ προσαγόρευσιν ἀποδιδόντες.”
“Ἡμῖν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδὲν, ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ φθορᾶς καὶ γενέσεως γενομένη φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς.
ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃ τις λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζειν καὶ εἰς ταὐτὸ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον , οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν ἑκάστου τὴν ἄγαν ἐνέργειαν ὁ λόγος διώκων ἀποσφάλλεται , τῇ μὲν εἰς τὸ b γινόμενον αὐτοῦ , τῇ δὲ εἰς τὸ φθειρόμενον, οὐδενὸς λαβέσθαι μένοντος, οὐδὲ ὄντος ὄντως δυνάμενος.
ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ καθ᾿ ῾Ηράκλειτον , οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἔξιν, ἀλλ᾿ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ πάλιν συνάγει, μᾶλλον δὲ οὐδὲ πάλιν οὐδὲ ὕστερον, ἀλλ’ ἅμα συνίσταται καὶ ἀπολείπει, καὶ πρόσεισι καὶ ἄπεισιν.
ὅθεν οὐδὲ εἰς τὸ εἶναι περαίνει τὸ γινόμενον αὐτῆς, τῷ μηδέποτε λήγειν μηδ᾿ ἵστασθαι τὴν γένεσιν, ἀλλ᾿ ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν, εἶτα βρέφος, εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας ταῖς ἐπιγινομέναις.
ἐπεὶ πῶς οἶ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, τἀναντία φιλοῦμεν καὶ μισοῦμεν, καὶ θαυμάζομεν καὶ ψέγομεν, ἄλλοις χρώμεθα λόγοις, ἄλλοις πάθεσιν, οὐκ εἶδος, οὐ μορφὴν, οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες;
οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν εἰκὸς οὔτε μεταβάλλων ὁ αὐτὸς ἂν εἴη. εἰ δὲ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδ’ ἔστιν, ἀλλ’ ἐκ τοῦ αὐτὸν μεταβάλλειν , γινόμενος ἕτερος ἐξ ἑτέρου· ψεύδεται δὲ ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινόμενον.”
“ Τί οὖν ὄντως ὄν ἐστι ; τὸ ἀίδιον καὶ ἀγένητον καὶ ἄφθαρτον, ᾧ χρόνος οὐδεὶς μεταβολὴν ἐπάγει. κινητὸν γάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ καὶ ῥέον ἀεὶ καὶ μὴ στέγον, ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως , ὁ χρόνος. οὗ δὴ τὸ μὲν ἔπειτα καὶ τὸ πρότερον καὶ τὸ ἔσται λεγόμενον, καὶ τὸ γέγονεν, αὐτόθεν ἐξομολόγησίς ἐστι τοῦ μὴ ὄντος.
τὸ γὰρ ἐν τῷ εἰναι μηδέπω γεγονὸς , ἢ πεπαυμένον ἤδη τοῦ εἶναι λέγειν ὡς ἔστιν , εὔηθες καὶ ἄτοπον. ἐν ᾧ δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντες τοῦ χρόνου τὸ ἐν ἔστηκε καὶ τὸ πάρεστι καὶ τὸ νῦν φθεγγόμεθα, τοῦτ’ αὖ πάλιν ἐκλυόμενος ὁ λόγος ἀπόλλυσιν.
ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον, ὥσπερ αὐγὴ , βουλομένοις ἰδεῖν, ἐξ ἀνάγκης διιστάμενον. εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ὴ μετρουμένη φύσις, οὐδὲ αὐτῇ μένον, οὐδὲ ὄν ἐστι, ἀλλὰ γινομένη καὶ φθειρομένη κατὰ τὴν πρὸς τὸν χρόνον συννέμησιν.
ὅθεν οὐδὲν τοιοῦτόν ἐστιν ἐπὶ τοῦ ὄντος λέγειν ὡς ἦν, ἢ ἔσται· ταῦτα γὰρ ἐγκλίσεις τινὲς καὶ μεταβάσεις καὶ παραλλάξεις τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος.”
“Ἀλλ' ἔστιν ὁ θεὸς, εἰ χρὴ φάναι, καὶ ἔστι κατ’ οὐδένα χρόνον, ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον καὶ ἀνέγκλιτον , καὶ οὗ πρότερον οὐδέν ἐστιν, οὐδὲ ὕστερον, οὐδὲ μέλλον, οὐδὲ παρῳχημένον, , οὐδὲ πρεσβύτερον , οὐδὲ νεώτερον· ἀλλ’ εἷς ὢν ἐνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε· καὶ μόνον ἐστὶ τὸ κατ’ αὐτὸ ὄντως ὂν, οὐ γεγονὸς, οὐδὲ ἐσόμενον, οὐδὲ ἀρξάμενον, οὐδὲ παυσόμενον.
οὕτως οὖν αὐτὸ δεῖ σεβομένους ἀσπάζεσθαι καὶ προσαγορεύειν, ἢ καὶ νὴ Δί’, ὡς ἔνιοι τῶν παλαιόν, εἶ ἴν. οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν, ὡς ἡμῶν ἕκαστος, ἐκ μυρίων διαφορῶν ἐν πάθεσι γινομένων ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικὸν μεμιγμένον· ἀλλ’ ἔν εἶναι δεῖ τὸ ὂν, ὥσπερ ὂν τὸ ἴν · ἡ δὲ ἑτερότης, διαφορὰ τοῦ ὄντος, εἰς γένεσιν ἐξίσταται τοῦ μὴ ὄντος.”
Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν ἁπάντων ἄρρητον εἶναι τὸ θεῖον διδασκόντων , καὶ τῆς ἀρρήτου προσηγορίας τὸ σύμβολον διὰ τῆς παρ’ αὐτοῖς ἀνεκφωνήτου σημειώσεως ὑποφαινόντων, τούτοις καὶ ὁ Πλάτων συμφώνως αὐτοῖς ῥήμασιν ἐν τῇ μεγάλῃ Ἐπιστολῆ̣ οἶά φησιν ἄκουε
‘‘Ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα, ἀλλ’ ἐκ πολλῆς συνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν , ἐξαίφνης, οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς, τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.”
Καὶ τόδε δὲ τοῦ φωτὸς τὸ παράδειγμα προλαβὼν ἄλλος Ἑβραίων προφήτης παρέστησεν εἰπὼν “ ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. καὶ ἄλλος πάλιν ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.”
Μώσεως περὶ τοῦ τῶν ὅλων θεοῦ φήσαντος ‘‘ἄκουε Ἰσραὴλ, κύριος ὁ θεὸς ἡμῶν, κύριος εἶς ἐστί,” πάλιν ὁ Πλάτων’ τούτῳ συντρέχων ἔνα θεὸν εἶναι ὡς καὶ οὐρανὸν ἔνα διδάσκει, ὧδέ πη λέγων ἐν Τιμαίῳ
“Πότερον Πότερον οὖν ὀρθῶς ἴνα οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον ; ἴνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται. τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῷα, μεθ’ ἑτέρου δεύτερον οὐκ ἄν ποτε εἴη.”
Δῆλος δέ ἐστιν ἔνα θεὸν εἰδὼς, εἰ καὶ συνή- θὼς Ἕλλησι τῇ τῶν πλειόνων εἴωθε χρῆσθαι προσηγορίᾳ, καὶ ἀπὸ τῆς πρὸς Διονύσιον ἐπιστολῆς , ἐν ᾑ σύμβολα διδοὺς τῶν τε διὰ σπουδῆς αὐτῷ γραφομένων ἐπιστολῶν καὶ τῶν ἄλλως ἀπερριμμένων, τῶν μὲν μηδὲν ἐχουσῶν σπουδαῖον σημεῖον τὸ τῶν θεῶν ὄνομα προτάξειν ἔφησε, τῶν δὲ πεφροντισμένως αὐτῷ συνταττομένων, τὸ τοῦ θεοῦ. λέγει δ’ οὖν ὧδε κατὰ λέξιν
‘‘Περὶ δὲ δὴ τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστολὰς, ὅσας τε ἂν ἐπιστέλλω σπουδῆ̣ καὶ ὅσας μὴ, οἶμαι μέν σε μεμνῆσθαι, ὅμως δ’ ἐννόει καὶ σφόδρα πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ οἱ κελεύοντες γράφειν, οὓς οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι. τῆς μὲν οὖν σπουδαίας ἐπιστολῆς ὁ θεὸς ἄρχει, θεοὶ δὲ τῆς ”
Διαρρήδην δὲ ὁ αὐτὸς ὁμολογεῖ ἐκ παλαιόν τὸ περὶ τοῦ θεοῦ δόγμα μεμαθηκέναι, λέγων ἐν τοῖς Νόμοις
Ὁ μὲν δὴ θεὸς, ὡς καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δ’ αἰεὶ ξυνέπεται δίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς, κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας , ἢ χρήμασιν ἐπαιρόμενος, ἢ τιμαῖς, ἢ καὶ σώματος εὐμορφίᾳ, ἅμα νεότητι καὶ ἀνοίᾳ, φλέγεται τὴν ψυχὴν μεθ’ ὕβρεως, ὥστε οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπετει ἔρημος θεοῦ· καταλειφθεὶς δὲ, καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν , σκιρτᾷ ταράττων πάντα ἄμα, καὶ πολλοῖς τισὶν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ, ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε.”
Ταῦτα ὁ Πλάτων’. σὺ δέ γε τῷ “ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων” παράθες ἀπὸ τῆς Ἑβραίων προφητείας τὸ “ ἐγὼ θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα·” τῷ δὲ “ εὐθείᾳ περαίνει κατὰ φύσιν ἐπιπορευόμενος” τὸ “ εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.”
καὶ πρὸς τὸ “ τῷ δ’ αἰεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρὀς” σύγκρινον τὸ ‘‘δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν·” καὶ τὸ‘‘ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος·” καὶ τὸ ‘‘διότι ἔκδικος κύριος 5 καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.’ τῷ δὲ “ ἡς ὁ εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς εὐδαιμονήσειν ἑπόμενόν ἐστι τὸ “ ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ.”
τῷ δὲ “ ὁ δ’ ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας καταλείπεται ἔρημος θεοῦ ’ τὸ “ὁ θεὸς ὑπερηφάνοις ἀντι- τάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν·” καὶ “ χαρμονὴ δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον.” ταῦτα μὲν οὖν ἀπὸ μυρίων σμικρὰ περὶ τοῦ ἐπὶ πάντων θεοῦ. θέα δὲ καὶ τὰ περὶ τοὐ δευτέρου αἰτίου οἶα τῇ διανοίᾳ εἰσίν.
Τὰ μὲν δὴ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου τοῦτον ἡμῖν ἀνωμολογήσθω τὸν τρόπον. ἐπίσκεψαι δὲ καὶ τὰ περὶ τοῦ δευτέρου, ὃν δὴ θεοῦ λόγον καὶ θεὸν ἐκ θεοῦ εἶναι τὰ Ἑβραίων παιδεύει λόγια, καθάπερ καὶ ἡμεῖς αὐτοὶ θεολογεῖν δεδιδάγμεθα.
ὁ μὲν οὖν Μώσης διαρρήδην δύο θεολογεῖ κυρίους, ἐν οἶς φησι ‘καὶ ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ τὴν τόν ἀσεβῶν πόλιν· ” ἔνθα συνήθως ἐπὶ τῶν δύο τὴν ὁμοίαν τῶν παρ’ Ἑβραίοις χαρακτήρων ἐποιήσατο παράθεσιν· αὕτη δέ ἐστιν ἡ διὰ τῶν τεσσάρων στοιχείων ἀνεκφώνητος παρ’ αύτοῖς θεολογία.
τούτῳ δὲ καὶ ὁ Δαβὶδ, ἄλλος προφήτης ὁμοῦ καὶ βασιλεὺς Ἑβραίων, συνᾴδων φησὶν ‘εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου·” τὸν μὲν ἀνωτάτω θεὸν διὰ τοῦ πρώτου κυρίου, τὸν δὲ τούτου δεύτερον διὰ τῆς δευτέρας ὑποφήνας προσηγορίας. τίνι γὰρ ἄλλῳ θέμις ὑπονοεῖν τὰ δεξιὰ τῆς ἀγεννήτου θεότητος παραχωρεῖσθαι ἢ μόνῳ τῷ περὶ οὗ ὁ λόγος;
ὃν ὁ αὐτὸς προφήτης ἐν ἑτέροις λευκότερον διασαφεῖ λόγον τοῦ πατρὸς, δημιουργὸν τῶν ὅλων ὑφιστάμενος εἶναι τὸν θεολογούμενον , ἐν οἷς φησι “τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν.”
καὶ σωτῆρα δὲ τὸν αὐτὸν τῶν δεομένων τῆς παρ’ αὐτοῦ θεραπείας εἰσάγει, λέγων “ ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.’
καὶ ὁ τούτου δὲ παῖς ὁμοῦ καὶ διάδοχος Σολομῶν, ἑτέρῳ προσρήματι τὴν αὐτὴν παριστὰς διάνοιαν, ἀντὶ λόγου σοφίαν εἰπὼν, τάδε ὡς ἐξ αὐτῆς προσώπου διέξεισιν
“ ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην.” εἶθ’ ἐξῆς ἐπιλέγει κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι , πρὸ τοῦ ὄρη ἑδρασθῆναι · πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ.”
τοῦ δ’ αὐτοῦ πάλιν καὶ τάδε ἐστὶν ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν , ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει.” ἔτι δὲ καὶ τάδε λέγεται εἶναι τοῦ αὐτοῦ καὶ ὅσα ἐστὶ κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία.”
εἶτ’ ἐπιλέγει “τί δ’ ἐστὶ σοφία καὶ πῶς ἐγένετο; ἐγὼ ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλ’ ἐξ ἀρχῆς γενέσεως ἐξιχνιάσω.” ”
καὶ ἑξῆς διασαφεῖ τὰ τοιάδε ἔστι αὕτη πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον, παντοδύναμον, πανεπίσκοπον , καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων. πάσης γὰρ κινήσεως κινητικώτερον σοφία. διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής. διὰ τοῦτο οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα γὰρ ἐστι φωτὸς ἀιδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς.” ταῦτα μὲν ἡ γραφή. τὴν δὲ τοῦ δόγματος διάνοιαν Φίλων ὁ Ἑβραῖος λευκότερον ἑρμηνεύων τοῦτον παρίστησι τὸν τρόπον
“ Εὐπρεπὲς γὰρ τοῖς ἑταιρείαν πρὸς ἐπιστήμην θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν · εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ τὸν ἱερώτατον λόγον.”
Ὲν τῷ δ’ αὐτῷ συγγράμματι καὶ τάδε φησί Κἂν μηδέπω μέντοι τυγχάνῃ τις ἀξιόχρεως υἱὸς θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων πρεσβύτατον, ὡς ἂν ἀρχάγγελον πολυώνυμον ὑπάρχοντα.
καὶ γὰρ ἀρχὴ καὶ ὄνομα θεοῦ καὶ λόγος καὶ ὁ κατ’ εἰκόνα ἄνθρωπος καὶ ὁ ὁρῶν Ἰσραὴλ προσαγορεύεται. διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι τὰς ἀρετὰς τῶν φασκόντων ὅτι πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου.
καὶ γὰρ εἰ μή πω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν , ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ λόγου τοῦ ἱερωτάτου θεοῦ γὰρ εἰκὼν λόγος ὁ πρεσβύτατος.”
Καὶ πάλιν ἐπιλέγει
“Ἤκουσα μέντοι καὶ τῶν Μώσεως ἑταίρων τινὸς ἀπο·φθεγξαμένου τοιόνδε λόγιον “ ἰδοὺ ἄνθρωπος ᾧ ὄνομα Ἀνατολή.” καινοτάτη πρόσρησις, ἐάν γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς · ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον θείαν ἰδέαν φοροῦντα, ἱκανῶς ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη τὸ Ἀνατολὴ αὐτῷ.
τοῦτον μὲν γὰρ πρεσβύτατον υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε πατὴρ, ὃν ἑτέρωθι πρωτόγονον ὠνόμασε. καὶ ὁ γεννηθεὶς μέντοι μιμούμενος τὰς τοῦ πατρὸς ὁδοὺς πρὸς παραδείγματα ἀρχέτυπα τὰ ἐκείνου βλέπων ἐμόρφου τὰ εἴδη.
Ταῦτά μοι ἀπὸ τοῦ Ἑβραίου Φίλωνος ἐνταῦθα κείσθω, ληφθέντα ἐκ συγγράμματος ᾧ τέθειται ἐπιγραφὴ Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι. ἤδη δέ μοι καὶ ἄλλοτε τὰ τῆς τῶν παλαιῶν Εβραίων εὐσεβείας δόγματα παρατιθεμένῳ ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καὶ τὰ περὶ τοῦ δευτέρου αἰτίου διείληπται αὐταρκῶς, ἐφ’ ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμψω. τοσούτων οὖν παρ’ Ἑβραίοις καὶ τόνδε τὸν τρόπον περὶ τοῦ δευτέρου τῶν ὅλων αἰτίου τεθεολογημένων καιρὸς ἤδη καὶ τοῦ Πλάτωνος ἐν τῇ Ἐπινομίδι τάδε λέγοντος ἐπακουσαι
“Καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτὸν, τῷ δὲ μῆνα, τοῖς δὲ μή τινα μοῖραν τάττωμεν, μηδέ τινα χρόνον , ἐν ᾧ διεξέρχεται τὸν αὐτοῦ πόλον, συναποτελῶν κόσμον, ὃν ἔταξε λόγος ὁ πάντων θειότατος · ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχε τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά.”
Καὶ ἐν ἐπιστολῇ δὲ τῇ πρὸς Ἑρμείαν Ἔραστόν τε καὶ Κορίσκον εὖ μάλα πεφυλαγμένως τέθειται τὸ δόγμα, ὧδε πρὸς λέξιν ἐπιστέλλων
“Ταύτην τὴν ἐπιστολὴν πάντας ὑμὰς τρεῖς ὄντας ἀναγνῶναι χρὴ, μάλιστα μὲν ἀθρόους, εἰ δὲ μὴ, κατὰ δύο κοινῇ κατὰ δύναμιν ὡς οἷόν τέ ἐστι πλειστάκις, καὶ χρῆσθαι συνθήκῃ καὶ νόμῳ κυρίῳ τούτῳ, ὅ ἐστι δίκαιον ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ, καὶ τὸν τῶν πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων, τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας· ὃν, ἐὰν ὀρθῶς φιλοσοφῶμεν, εἰσόμεθα πάντες σαφῶς εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων.”
Ἀρά σοι δοκεῖ ταῦτα λέγων ὁ Πλάτων’ τοῖς Ἐβραίων ἐπηκολουθηκέναι δόγμασιν, ἢ πόθεν ἄλλοθεν ἐπῆλθεν αὐτῶ τοῦ πάντων τῶν γενητῶν αἰτίου κρείττονα ἄλλον θεὸν, τὸν δὴ καὶ πατέρα τοῦ πανηγεμόνος, προσειπεῖν; πόθεν δ’ αὐτῷ τὸ τοῦ κυρίου ἐπὶ τοῦ πατρὸς τοῦ δημιουργοῦ τάξαι ὄνομα, μηδενός πω πρὸ αὐτοῦ Ἑλλήνων ἀκοαῖς, ἀλλὰ μηδὲ εἰς νοῦν ταῦτα καταβεβλημένου ;
εἰ δὲ καὶ ἑτέρων ἡμῖν πάλιν μαρτύρων δεῖ εἰς ἀναμφίλεκτον παράστασιν τῆς τε τοῦ φιλοσόφου διανοίας καὶ τῆς τοῦ λόγου καταἐν σκευῆς, ἐπάκουσον οἶά σοι Πλωτῖνος ἐν οἷς περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων συνέταξε διασαφεῖ γράφων
Εἶθ’ ἑξῆς τούτοις ἐπιφέρει λέγων
“ Τίς οὖν ὁ τοῦτον γεννήσας; ὁ ἁπλοῦς καὶ ὁ πρὸ τοῦ τοιούτου , ὁ αἴτιος τοῦ καὶ εἶναι καὶ πολὺν εἶναι τοῦτον, ὁ τὸν ἀριθμὸν ποιῶν· ὁ γὰρ ἀριθμὸς οὐ πρῶτος· καὶ γὰρ πρὸ τῆς δυάδος τὸ ἴν· δεύτερον δὲ δυὰς, καὶ παρὰ τοῦ ἑνὸς γενομένη.
Καὶ πάλιν ὑποβὰς ἐπιλέγει
“Πῶς οὖν, καὶ τί δεῖ νοῆσαι περὶ ἐκεῖνο μένον; περίλαμψιν ἐξ αὐτοῦ μὲν, ἐξ αὐτοῦ δὲ μένοντος· οἶον ἡλίου τὸ περὶ αὐτὸν λαμπρὸν φῶς περιθέον, ἐξ αὐτοῦ ἀεὶ γεννώμενον , μένοντος δέ.
καὶ πάντα τὰ ὄντα ἕως μένει, ἐκ τῆς αὐτῶν οὐσίας, ἀναγκαίαν τὴν περὶ αὐτὰ πρὸς τὸ ἔξω αὐτῶν ἐκ τῆς παρούσης δυνάμεως δίδωσιν αὐτῶν ἐξηρτημένην ὑπόστασιν, εἰκόνα οὖσαν οἶον ἀρχετύπων , ὧν ἐξέφυ.
πῦρ μὲν τὴν παρ’ αὐτῷ θερμότητα καὶ χιὼν οὐκ εἴσω μόνον τὸ ψυχρὸν κατέχει. μάλιστα δὲ ὅσα εὐώδη μαρτυρεῖ τούτῳ· ἕως γάρ ἐστι, πρόεισί τι ἐξ αὐτῶν περὶ αὐτὰ, ὧν ἀπολαύει ὑποστάντων ὅ τι πλησίον.
καὶ πάντα δὲ ὅσα ἤδη τέλεια γεννᾷ· τὸ δὴ ἀεὶ τέλειον ἀεὶ καὶ ἀίδιον γεννᾷ · καὶ ἔλαττον δὲ ἑαυτοῦ γεννᾷ.
τί οὖν χρὴ περὶ τοῦ τελειοτάτου λέγειν; μηδὲν ἀπ’ αὐτοῦ, ἢ τὰ μέγιστα μετ’ αὐτό. μέγιστον δὲ μετ’ αὐτὸν νοῦς καὶ δεύτερον. καὶ γὰρ ὁρᾷ ὁ νοῦς ἐκεῖνον, καὶ δεῖται αὐτοῦ μόνου, ἐκεῖνος δὲ τούτου οὐδέν. καὶ τὸ γεννώμενον ἀπὸ κρείττονος νοῦ νοῦν εἶναι· καὶ κρείττων ἁπάντων νοῦς, ὅτι τἄλλα μετ’ αὐτόν.”
Τούτοις ἐξῆς ἐπιφέρει λέγων
“ Ποθεῖ δὲ πᾶν τὸ γεννῆσαν καὶ τοῦτο ἀγαπᾷ, καὶ μάλιστα ὅταν ὦσι μόνοι τὸ γεννῆσαν καὶ τὸ γεγεννημένον. ὅταν δὲ καὶ τὸ ἄριστον ᾖ τὸ γεννῆσαν, ἐξ ἀνάγκης σύνεστιν αὐτῷ, ὡς τῇ ἑτερότητι μόνον κεχωρίσθαι. εἰκόνα δὲ ἐκείνου εἶναι λέγομεν τὸν νοῦν. δεῖ γὰρ σαφέστερον λέγειν.”
Καὶ πάλιν τούτοις ἐπιλέγει
“ Καὶ διὰ τοῦτο καὶ τὰ Πλάτωνος τριττά · πάντα περὶ τὸν πάντων βασιλέα φησὶ τὰ πρῶτα · καὶ δεύτερον περὶ τὰ δεύτερα, καὶ περὶ τὰ τρίτα τρίτον. λέγει δὲ καὶ τοῦ αἰτίου εἶναι πατέρα, αἴτιον μὲν τὸν νοῦν λέγων· δημιουργὸς γὰρ ὁ νοῦς αὐτῷ.
τοῦτον δέ φησι τὴν ψυχὴν ποιεῖν ἐν τῷ κρατῆρι ἐκείνῳ. τοῦ δὲ αἰτίου νοῦ ὄντος, πατέρα φησὶ τἀγαθὸν καὶ τὸ ἐπέκεινα νοῦ καὶ ἐπέκεινα οὐσίας. πολλαχοῦ δὲ τὸ ὂν καὶ τὸν νοῦν τὴν ἰδέαν λέγει. ὥστε Πλάτωνα εἰδέναι ἐκ μὲν τοῦ ἀγαθοῦ τὸν νοῦν, ἐκ δὲ τοῦ νοῦ τὴν ψυχήν· καὶ εἶναι τοὺς λόγους τούσδε μὴ καινοὺς, μηδὲ νῦν, ἀλλὰ πάλαι μὲν εἰρῆσθαι μὴ ἀναπεπταμένως· τοὺς δὲ νῦν λόγους ἐξηγητὰς ἐκείνων γεγονέναι, μαρτυρίοις πιστωσαμένους τὰς δόξας ταύτας παλαιὰς εἶναι τοῖς αὐτοῦ Πλάπωνος γράμμασι.”
Ταῦτα μὲν ὁ Πλωτῖνος· ὁ δὲ Νουμήνιος τὰ Πλάτωνος πρεσβεύων ἐν τοῖς Περὶ τἀγαθοῦ τάδε καὶ αὐτὸς περὶ τοῦ δευτέρου αἰτίου λέγων διερμηνεύει
“Τὸν μέλλοντα δὲ συνήσειν θεοῦ πέρι πρώτου καἰ δευτέρου χρὴ πρότερον διελέσθαι ἕκαστα ἐν τάξει καὶ ἐν εὐθημοσύνῃ τινί· κἄπειτα ἐπειδὰν δοκῇ ἤδη εὖ ἔχειν, τότε καὶ δεῖ ἐπιχειρεῖν εἰπεῖν κοσμίως, ἄλλως δὲ μὴ, ἢ τῷ πρωϊαίτερον πρὶν τὰ πρῶτα γενέσθαι ἁπτομένῳ σποδὸς ὁ θησαυρὸς γίνεσθαι λέγεται.
μὴ δὴ πάθωμεν ἡμεῖς ταύτόν· θεὸν δὲ προσκαλεσάμενοι, ἑαυτοῦ γνώμονα γενόμενον τῷ λόγῳ, δεῖξαι θησαυρὸν φροντίδων, ἀρχώμεθα οὕτως. εὐκτέον μὲν ἤδη, διελέσθαι δὲ δεῖ.
ὁ θεὸς ὁ μὲν πρῶτος ἐν ἑαυτῷ ὤν ἐστιν ἁπλοῦς, διὰ τὸ ἑαυτῷ συγγινόμενος διόλου μή ποτε εἶναι διαιρετός· ὁ θεὸς μέντοι ὁ δεύτερος καὶ τρίτος ἐστὶν εἶς· συμ- φερόμενος δὲ τῇ ὕλῃ δυάδι οὔσῃ ἑνοῖ μὲν αὐτὴν, σχίζεται δὲ ὑπ᾿ αὐτῆς, ἐπιθυμητικὸν ἦθος ἐχούσης καὶ ῥεούσης.
τῷ οὖν μὴ εἶναι πρὸς τῷ νοητῷ, ἦν γὰρ ἂν πρὸς ἑαυτῷ, διὰ τὸ τὴν ὕλην βλέπειν, ταύτης ἐπιμελούμενος ἀπερίοπτος ἑαυτοῦ γίνεται.
καὶ ἅπτεται τοῦ αἰσθητοῦ καὶ περιέπει , ἀνάγει τε ἔτι εἰς τὸ ἴδιον ἦθος ἐπορεξάμενος τῆς ὕλης.”
Καὶ μεθ’ ἕτερά φησι
Καὶ γὰρ οὔτε δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον, καὶ τοῦ δημιουργοῦντος δὲ θεοῦ χρὴ εἶναι νομίζεσθαι πατέρα τὸν πρῶτον θεόν.
εἰ μὲν οὖν περὶ τοῦ δημιουργικοῦ ζητοῖμεν, φάσκοντες δεῖν τὸν πρότερον ὑπάρξαντα , οὕτως ἂν ποιεῖν ἔχειν διαφερόντως, οἰκεία ἡ πρόσοδος αὕτη γεγονυῖα ἂν εἴη τοῦ λόγου· εἰ δὲ περὶ τοῦ δημιουργοῦ μή ἐστιν ὁ λόγος , ζητοῦμεν δὲ περὶ τοῦ πρώτου, ἀφοσιοῦμαί τε τὰ λεχθέντα καὶ ἔστω μὲν ἐκεῖνα ἄρρητα, μέτειμι δὲ ἑλεῖν τὸν λόγον, ἑτέρωθεν θηράσας.
πρὸ μέντοι τοῦ λόγου τῆς ἁλώσεως διομολογησώμεθα ἡμῖν αὐτοῖς ὁμολογίαν οὐκ ἀμφισβητήσιμον ἀκοῦσαι, τὸν μὲν πρῶτον θεὸν ἀργὸν εἶναι ἔργων ξυμπάντων καὶ βασιλέα, τὸν δημιουργικὸν δὲ θεὸν ἡγεμονεῖν δι’ οὐρανοῦ ἰόντα.
διὰ δὲ τούτου καὶ ὁ στόλος ἡμῖν ἐστι, κάτω τοῦ νοῦ πεμπομένου ἐν διεξόδῳ πᾶσι τοῖς κοινωνῆσαι συντεταγμένοις.
βλέποντος μὲν οὑν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα, κηδεύοντος τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς · μεταστρέξοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ ταῦτα μὲν ἀποσβέννυσθαι, τὸν δὲ νοῦν ζῆν βίου ἐπαυρόμενον εὐδαίμονος.”
τί γὰρ ταῦτα διαφέροι ἂν τῆς φασκούσης τοῦ φιλοσόφου διανοίας ὡς ἄρα “ βλέποντος μὲν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα κηδεύοντος τοῦ θεοῦ· τοῖς ἀκροβολισμοῖς , μετ’ αστρέφοντος ὃς δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ ταῦτα ἀποσβέννυσθαι;”
Πάλιν δ’ αὖ τοῦ σωτηρίου λόγου παρ’ ἡμῖν φάντος “ ἐγώ εἰμι ἡ ἄμπελος, ὁ πατήρ μου ὁ γεωργὸς, ὑμεῖς τὰ κλήματα” ὁ Νουμήνιος ἐπάκουσον οἷα περὶ τοῦ δευτέρου αἰτίου θεολογεῖ
“Ὥσπερ δὲ πάλιν λόγος ἐστὶ γεωργῷ πρὸς τὸν φυτεύοντα ἀναφερόμενος , τὸν αὐτὸν λόγον μάλιστά ἐστιν ὁ πρῶτος θεὸς πρὸς τὸν δημιουργόν. ὁ μέν γε ὢν σπέρμα πάσης ψυχῆς σπείρει εἰς τὰ μεταλαγχάνοντα αὐτοῦ χρήματα σύμπαντα· ὁ νομοθέτης δὲ φυτεύει καὶ διανέμει καὶ μεταφυτεύει εἰς ἡμᾶς ἑκάστους τὰ ἐκεῖθεν προκαταβεβλημένα.”
Καὶ ἑξῆς δὲ πάλιν περὶ τοῦ πῶς ἀπὸ τοῦ πρώτου αἰτίου τὸ δεύτερον ὑπέστη τοιάδε φησίν
“Ὁπόσα δὲ δοθέντα μέτεισι πρὸς τὸν λαμβάνοντα, ἀπελθόντα ἐκ τοῦ δεδωκότος , ἐστὶ θεραπεία, d χρήματα, νόμισμα κοῖλον, ἐπίσημον· ταυτὶ μὲν οὖν ἐστι θνητὰ καὶ ἀνθρώπινα , τὰ δὲ θεῖά ἐστιν οἶα μεταδοθέντα ἐνθένδ’ ἐκεῖθι γεγενημένα, ἐνθένδε τε οὐκ ἀπελήλυθε, κἀκεῖθι γενόμενα τὸν μὲν ὤνησε, τὸν δ’ οὐκ ἔβλαψε, καὶ προσώνησε τῇ περὶ ὧν ἠπίστατο ἀναμνήσει.
ἔστι δὲ τοῦτο τὸ καλὸν χρῆμα ἐπιστήμη ἡ καλὴ, ἧς ὤνατο μὲν ὁ λαβὼν, οὐκ ἀπολείπεται δ’ αὐτῆς ὁ δεδωκώς. οἷον ἂν ἴδοις ἐξαφθέντα ἀφ’ ἑτέρου λύχνου λύχνον φῶς ἔχοντα, ὃ μὴ τὸν πρότερον ἀφείλατο, ἀλλὰ τῆς ἐν αὐτῷ ὕλης πρὸς τὸ ἐκείνου πῦρ ἐξαφθείσης.
τοιοῦτον τὸ χρῆμά ἐστι τὸ τῆς ἐπιστήμης , ἣ δοθεῖσα καὶ ληφθεῖσα παραμένει μὲν τῷ δεδωκότι, σύνεστι δὲ τῷ λαβόντι ἡ αὐτή.
τούτου δὲ τὸ αἴτιον, a ξένε, οὐδέν ἐστιν ἀνθρώπινον · ἀλλ’ ὅτι ἕξις τε καὶ οὐσία ἡ ἔχουσα τὴν ἐπιστήμην ἡ αὐτή ἐστι παρά τε τῷ δεδωκότι θεῷ καὶ παρὰ τῷ εἰληφότι ἐμοὶ καὶ σοί.
διὸ καὶ ὁ Πλάτων’ τὴν σοφίαν ὑπὸ Προμηθέως ἐλθεῖν εἰς ἀνθρώπους μετὰ φανοτάτου τινὸς πυρος ἔφη.”
Καὶ πάλιν ὑποβὰς ἐξῆς φησιν
“ Εἰσὶ δ’ οὗτοι βίοι ὁ μὲν πρώτου, ὁ δὲ δευτέρου θεοῦ. δηλονότι ὁ μὲν· πρῶτος θεὸς ἔσται ἑστὼς, ὁ δὲ δεύτερος ἔμπαλίν ἐστι κινούμενος. ὁ μὲν οὖν πρῶτος περὶ τὰ νοητὰ, ὁ δὲ δεύτερος περὶ τὰ νοητὰ καὶ αἰσθητά.
μὴ θαυμάσῃς δ’ εἰ τοῦτ’ ἔφην· πολὺ γὰρ ἔτι θαυμαστότερον ἀκούσῃ. ἀντὶ γὰρ τῆς προσούσης τῷ δευτέρῳ κινήσεως τὴν προσοῦσαν τῷ πρώτῳ στάσιν φημὶ εἶναι κίνησιν σύμφυτον, ἀφ’ ἧς ἥ τε τάξις τοῦ κόσμου καὶ ἡ μονὴ ἀίδιος καὶ ἡ σωτηρία ἀναχεῖται εἰς τὰ ὅλα.”
Ἐπὶ τούτοις καὶ ἐν τῷ ἕκτῳ προστίθησι ταῦτα
“Ἐπειδὴ ᾔδει ὁ Πλάτων’ παρὰ τοῖς ἀνθρώποις τὸν μὲν δημιουργὸν γινωσκόμενον μόνον, τὸν μέντοι πρῶτον νοῦν, ὅστις καλεῖται αὐτὸ ὂν, παντάπασιν ἀγνοούμενον παρ’ αὐτοῖς, διὰ τοῦτο οὕτως εἶπεν, ὥσπερ ἄν τις οὕτω λέγοι,
Ὠ ἄνθρωποι , ὃν τοπάξετε ὑμεῖς νοῦν οὐκ ἔστι πρῶτος, ἀλλὰ ἕτερος πρὸ τούτου νοῦς πρεσβύτερος καὶ θειότερος.”
Καὶ μεθ’ ἕτερα ἐπιλέγει
“ Κυβερνήτης μέν που ἐν μέσῳ πελάγει φορούμενος ὑπὲρ πηδαλίων ὑψίζυγος τοῖς οἴαξι διιθύνει τὴν ναῦν ἐφεζόμενος, ὄμματα δ᾿ αὐτοῦ καὶ νοῦς εὐθὺ τοῦ αἰθέρος ξυντέταται πρὸς τὰ μετάρσια, καὶ ἡ ὁδὸς αὐτῷ ἄνω δι᾿ οὐρανοῦ ἄπεισι, πλέοντι κάτω κατὰ τὴν θάλατταν· οὕτω καὶ ὁ δημιουργὸς τὴν ὕλην, τοῦ μήτε διακροῦσαι μήτε ἀποπλαγχθῆναι αὐτὴν, ἁρμονίᾳ ξυνδησάμενος αὐτὸς μὲν ὑπὲρ ταύτης ἔδρυται, οἷον ὑπὲρ νεὼς ἐπὶ θαλάττης, τῆς ὕλης· τὴν ἁρμονίαν δὲ ἰθύνει, ταῖς ἰδέαις οἰακίζων, βλέπει τε ἀντὶ τοῦ οὐρανοῦ εἰς τὸν ἄνω θεὸν προσαγόμενον αὐτοῦ τὰ ὄμματα , λαμβάνει τε τὸ μὲν κριτικὸν ἀπὸ τῆς θεωρίας, τὸ δὲ ὁρμητικὸν ἀπὸ τῆς ἐφέσεως.”
Καὶ ὁ σωτήριος παρ᾿ ἡμῖν λόγος “οὐδὲν, φησὶ, δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾿ ἑαυτοῦ, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα.” ἀλλὰ γὰρ τοσαῦτα καὶ περὶ τοῦδε ὁ Νουμήνιος. ὅτι δὲ οὐκ οἰκεῖα, τὰ δὲ Πλάτωνι δοκοῦντα διεσάφει, οὐδὲν ἐπιλέγειν δεῖ ταῖς αὐτοῦ φωναῖς.
ὁ δέ γε Πλάτων ὅτι μὴ πρῶτος ταῖσδε κέχρηται ταῖς ἐπιβολαῖς, φθάνουσι δ᾿ αὐτὸν προειληφότες Ἑβραίων οἱ σοφοὶ, δέδεικται διὰ τῶν ἐκτεθειμένων. εἰκότως δῆτα καὶ τῶν νέων φιλοσόφων διαφανὴς γεγονὼς Ἀμέλιος , τῆς Πλάτωνος καὶ αὐτὸς, εἰ καί τις ἄλλος, ζηλωτὴς φιλοσοφίας, πλὴν ἀλλὰ βάρβαρον ὀνομάσας τὸν Ἑβραῖον θεολόγον, εἰ καὶ μὴ ἑέ ὀνόματος ἠξίωσε τοῦ εὐαγγελιστοῦ Ἰωάννου μνήμην ποιήσασθαι, ἐπιμαρτυρεῖ δ᾿ οὖν ὅμως ταῖς αὐτοῦ φωναῖς, αὐτὰ δὴ ταῦτα πρὸς ῥῆμα γράφων
Ταῦτ’ οὐκέτ’ ἐπεσκιασμένως, ἀλλ’ ἄντικρυς ἤδη γυμνῇ τῇ κεφαλῇ μεταπεφρασμένα ἐκ τῆς βαρβάρου θεολογίας δῆλα ἂν εἴη. ὁ δέ γε βάρβαρος τίς ἦν αὐτῷ εἰ μὴ ὁ τοῦ σωτῆρος ἡμῶν εὐαγγελιστὴς Ἰωάννης , Ἐβραῖος ὢν ἐξ Ἑβραίων ;
ὅς που ἀρχόμενος τῆς οἰκείας γραφῆς ὧδέ πη θεολογεῖ “ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. καὶ θεὸς ἦν ὁ λόγος · οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτὸν ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός.”
τοῦ δ’ αὐτοῦ πέρι καὶ ἄλλος ‘Eβραίων θεόλογος ἐπάκουσον οἷα διέξεισιν ‘ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου , πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς , εἴτε ὁρατὰ εἴτε ἀόρατα · καὶ πάντα δι’ αὐτοῦ συνέστηκε, καὶ τὰ πάντα ἐν αὐτῷ ἐκτίσθη, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα.”
ἀλλὰ καὶ τὰ περὶ τῆς τοῦ δευτέρου αἰτίου συστάσεως τε καὶ οὐσιώσεως ὧδε τοῖς Ἑλλήνων σοφοῖς πρὸς τὰ Ἑβραίων συμπεφώνηται. μετίωμεν δῆτα καὶ ἐφ’ ἕτερα.
“ Φραστέον δή σοι δι’ αἰνιγμῶν, ἵν ἄν τι δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. ὧδε γὰρ ἔχει · περὶ τὸν πάντων βασιλέα πάντ’ ἐστὶ, καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον ἀπάντων καλῶν· δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα. ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν ποῖα ἄττα ἐστὶ, βλέπουσα εἰς τὰ αὐτῆς συγγενῆ.”
Ταῦτα οἶ τὸν Πλάτωνα διασαφεῖν πειρώμενοι ἐπὶ τὸν πρῶτον θεὸν ἀνάγουσιν , ἐπί τε τὸ δεύτερον αἴτιον καὶ τρίτον τὴν τοῦ κόσμου ψυχὴν, θεὸν τρίτον καὶ αὐτὴν ὁριζόμενοι εἶναι · οἶ δέ γε θεῖοι λόγοι τὴν ἁγίαν καὶ μακαρίαν τριάδα, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος , ἐν ἀρχῆς λόγῳ τάττουσι κατὰ τὰ ἀποδεδομένα.
Ἕπεται τούτοις τὴν τοῦ ἀγαθοῦ ἐξετάσαι οὐσίαν.
ἐπάκουσον τοῦ Πλάτωνος, ἅ φησιν ἐν Τιμαίῳ
“ Λέγωμεν δὴ δι᾿ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δ᾿ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτ᾿ ἐγγίνεται φθόνος. τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ.”
Καὶ ἐν τῇ Πολιτεία δὲ ταῦτά φησιν
“ Ἆρ᾿ οὖν οὐ καὶ ὁ ἥλιος ὄψις μὲν οὐκ ἔστιν, αἴτιος δ᾿ ὢν αὐτῆς ὁρᾶται ὑπ᾿ αὐτῆς ταύτης; οὕτως, ἦ δ᾿ ὅς. τοῦτον τοίνυν, ἦν δ᾿ ἐγὼ, φάναι με λέγειν τὸν τοῦ ἀγαθοῦ ἔκγονον , ὃν τὸ ἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ , ὅ τι περ αὐτὸ ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα , τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.”
Καὶ ἑξῆς ἐπιλέγει
“Τοῦτο τοίνυν τὸ τὴν ἀλήθειαν παρέχον τοῖς γιγνωσκομένοις καὶ τὸ γιγνώσκοντι τὴν δύναμιν ἀποδιδοῦν τὴν τοῦ ἀγαθοῦ ἰδέαν φάθι εἶναι.”
Καὶ πάλιν φησὶ
“ Τὸν ἥλιον τοῖς ὁρωμένοις οὐ μόνον, οἶμαι, τὴν τοῦ ὁρᾶσθαι δύναμιν παρέχειν φήσεις, ἀλλὰ καὶ τὴν γένεσιν καὶ αὔξην καὶ τροφὴν, οὐ γένεσιν αὐτὸν ὄντα. πῶς γάρ ; καὶ τοῖς γινωσκομένοις τοίνυν μὴ μόνον τὸ γινώσκεσθαι φάναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ὑπ᾿ ἐκείνοῦ αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ ἀγαθοῦ, ἀλλ᾿ ἐπέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος.”
εἰ δέ τις πρὸς τοῖς αἰσθητοῖς λιπαρῶν τὸ ἀγαθὸν ἐφιπτάμενον φαντάζεται, κἄπειτα τρυφῶν οἴοιτο τῷ ἀγαθῷ ἐντετυχηκέναι, τοῦ παντὸς ἁμαρτάνει. τῷ γὰρ ὄντι οὐ ῥᾳδίας, θείας δὲ πρὸς αὐτὸ δεῖ μεθόδου· καί ἐστι κράτιστον, τῶν αἰσθητῶν ἀμελήσαντι, νεανιευσαμένῳ πρὸς τὰ μαθήματα, τοὺς ἀριθμοὺς θεασαμένῳ, οὕτως ἐκμελετῆσαι μάθημα, τί ἐστι τὸ ὄν.”
Ταῦτα μὲν ἐν τῷ πρώτῳ ’ ἐν δὲ τῷ πέμπτῳταῦτά ᾦ φησιν
“ Εἰ δ’ ἐστὶ μὲν νοητὸν ἡ οὐσία καὶ ἡ ἰδ’ ἔα, ταύτης δ’ ὡμολογήθη πρεσβύτερον καὶ αἴτιον εἶναι ὁ νοῦς, αὐτὸς οὗτος μόνος εὕρηται ὢν τὸ ἀγαθόν. καὶ γὰρ εἰ ὁ μὲν δημιουργὸς θεός ἐστι γενέσεως, ἀρκεῖ τὸ ἀγαθὸν οὐσίας εἶναι ἀρχή. ἀνάλογον δὲ τούτῳ μὲν ὁ δημιουργὸς θεὸς, ὢν αὐτοῦ μιμητὴς, τῇ δὲ οὐσίᾳ ἡ γένεσις · εἰκὼν γὰρ αὐτῆς ἐστι καὶ μίμημα.
εἴπερ δὲ ὁ δημιουργὸς ὁ τῆς γενέσεως ἐστιν ἀγαθὸς, ἠ που ἔσται καὶ ὁ τῆς οὐσίας δημιουργὸς αὐτοάγαθον, σύμφυτον τῇ οὐσίᾳ. ὁ γὰρ δεύτερος διττὸς ὢν αὐτοποιεῖ τήν τε ἰδέαν ἑαυτοῦ καὶ τὸν κόσμον, δημιουργὸς ὤν· ἔπειτα θεωρητικὸς ὅλως.
συλλελογισμένων δ’ ἡμῶν ὀνόματα τεσσάρων πραγμάτων τέσσαρα ἔστω ταῦτα· ὁ μὲν πρῶτος θεὸς αὐτοάγαθον· ὁ δὲ τούτου μιμητὴς δημιουργὸς ἀγαθός· ἡ δ’ οὐσία μία μὲν ἡ τοῦ πρώτου , ἑτέρα δὲ ἡ τοῦ δευτέρου· ἧς μίμημα ὁ καλὸς κόσμος, κεκαλλωπισμένος μετουσίᾳ τοῦ καλοῦ. ”
Καὶ ἐν τῷ ἕκτῳ δὲ ἐπιλέγει
“ Μετέχει δὲ αὐτοῦ τὰ μετίσχοντα ἐν ἄλλῳ μὲν οὐδενὶ, ἐν δὲ μόνῳ τῷ φρονεῖν· ταύτῃ ἄρα καὶ τῆς ἀγαθοῦ συμβάσεως ὀνίναιτ’ ἂν, ἄλλως δ’ οὔ. καὶ μὲν δὴ τὸ φρονεῖν, τοῦτο δὴ συντετύχηκε μόνῳ τῷ πρώτῳ. ὑφ’ οὑ οὑν τὰ ἄλλα ἀποχραίνεται καὶ ἀγαθοπῦται, ἐὰν τοῦτο ἐκείνῳ μόνον μόνῳ προσῇ, ἀβελτέρας ἂν εἴη ψυχῆς ἔτι ἀμφιλογεῖν.
εἰ γὰρ ἀγαθός ἐστιν ὁ δεύτερος οὐ παρ’ ἑαυτοῦ, παρὰ δὲ τοῦ πρώτου, πῶς οἷόν τε ὑφ’ οὗ μετουσίας ἐστὶν οὗτος ἀγαθὸς μὴ ἀγαθὸν εἶναι, ἄλλως τε κἂν τύχῃ αὐτοῦ ὡς ἀγαθοῦ μεταλαχὼν ὁ δεύτερος;
οὕτω τοι ὁ Πλάτων ἐκ συλλογισμοῦ τῷ ὀξὺ βλέποντι ἀπέδωκε τὸ ἀγαθὸν ὅτι ἐστὶν ἓν.”
Καὶ πάλιν ἐξῆς φησι
“ Ταῦτα δὲ οὕτως ἔχοντα ἔθηκεν ὁ Πλάτων’ ἄλλῃ καὶ ἄλλῃ χωρίσας· ἰδίᾳ μὲν γὰρ τὸν κυκλικὸν ἐπὶ τοῦ δημιουργοῦ ἐγράψατο ἐν Τιμαίῳ εἰπὼν “ἀγαθὸς ἦν·” ἐν δὲ τῇ Πολιτείᾳ τὸ ἀγαθὸν εἶπεν ἀγαθοῦ ἰδέαν· ὡς δὴ τοῦ δημιουργοῦ ἰδέαν οὖσαν τὸ ἀγαθὸν , ὅτι πέφανται ἡμῖν ἀγαθὸς μετουσίᾳ τοῦ πρώτου τε καὶ μόνου.
ὥσπερ γὰρ ἄνθρωποι μὲν λέγονται τυπωθέντες· ὑπὸ τῆς ἀνθρώπου ἰδέας, βόες δ’ ὑπὸ τῆς βοὸς, ἵπποι δ’ ὑπὸ τῆς ἵππου ἰδέας· οὕτω καὶ εἰκότως ὁ δημιουργὸς, εἴπερ ἐστὶ μετουσίᾳ τοῦ πρώτου ἀγαθοῦ ἀγαθὸς , ἰδέα ἂν εἴη ὁ πρῶτος νοῦς, ὢν αὐτοάγαθον.”
“ Οὕτω δὲ γεγενημένος δῆλον δ’ ὅτι ὁ κόσμος) πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν, καὶ κατὰ τὰ αὐτὰ ἔχον δεδημιούργηται. τούτων δὲ ὐπαρχόντων αὖ πᾶσα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα τινὸς εἶναι. — τὰ γὰρ δὴ νοητὰ ζῷα πάντα ἐκεῖνο περιλαβὸν ἔχει ἐν ἑαυτῷ, καθάπερ ὅδ’ ὁ κόσμος ἡμᾶς.”
Ταῦτα μὲν ὁ Πλάτων’ ἐν Τιμαίῳ. τὴν δὲ τῶν εἰρημένων διάνοιαν ἐκ τῶν Διδύμῳ Περὶ τῶν ἀρεσκόντων Πλάτωνι συντεταγμένων ἐκθήσομαι. γράφει δὲ οὕτως
“ Τῶν κατὰ φύσιν αἰσθητῶν κατὰ γένος ὡρισμένα τινὰ παραδείγματα φάμενος εἶναι τὰς ἰδέας, ὧν τὰς ἐπιστήμας γίνεσθαι καὶ τοὺς ὅρους · παρὰ πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι, καὶ παρὰ πάντας ἵππους ἵππον, καὶ κοινῶς παρὰ τὰ ζῷα ζῷον ἀγένητον καὶ ἄφθαρτον.
ὃν τρόπον δὲ σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεσθαι πολλὰ καὶ συχνὰς εἰκόνας ἑνὸς ἀνδρὸς, οὕτως ἐκ μιᾶς ἑκάστης ἰδέας αἰσθητῶν σωμάτων φύσεις παμπληθεῖς , τῆς μὲν ἀνθρώπων ἀνθρώπους ἅπαντας, καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν.
εἶναι δὲ τὴν ἰδέαν ἀί·διον οὐσίαν, αἰτίαν καὶ ἀρχὴν τοῦ ἓκαστον εἶναι τοιοῦτον οἳα ἐστὶν αὐτή.
καθάπερ οὖν τὰ κατὰ μέρος ὥσπερ ἀρχέτυπα τῶν αἰσθητῶν προηγεῖσθαι σωμάτων, οὕτ’ ὡς τὴν πάσας ἐν ἑαυτῇ περιέχουσαν καλλίστην καὶ τελειοτάτην οὐσίαν ὑπάρχειν τοῦδε παράδειγμα τοῦ κόσμου· πρὸς γὰρ ταύτην ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργήσαντος αὐτὸν ἀπειργάσθαι θεοῦ κατὰ πρόνοιαν ἐκ τῆς πάσης οὐσίας.”
Ταῦτα καὶ ἀπὸ τοῦ δεδηλωμένου ἀνδρός. φθάνει γε μὴν καὶ ταῦτα Μώσης ὁ πάνσοφος, πρὸ τοῦ φαινομένου ἡλίου καὶ ἄστρων καὶ πρὸ τοῦ ὁρωμένου οὐρανοῦ, ὃ δὴ στερέωμα καλεῖ, πρό τε τῆς καθ’ ἡμᾶς ξηρᾶς γῆς καὶ πρὸ τῆς παρ’ ἡμῖν ἡμέρας καὶ νυκτὸς φῶς ἕτερον παρὰ τὸ τοῦ ἡλίου ἡμέραν τε καὶ νύκτα καὶ τὰ λοιπὰ πρὸς τοῦ πανηγεμόνος καὶ αἰτίου τῶν ὅλων θεοῦ πεποιῆσθαι διδάσκων.
ἀλλὰ καὶ οἱ μετὰ Μωσἐα παῖδες Ἑβραίων ἥλιόν τινα εἶναι ἀσώματον οὐ πᾶσιν ὁρατὸν οὐδὲ θνητοῖς ὀφθαλμοῖς ὑπαγόμενον ὁρίζονται, ὡς ὁ προφήτης ἐκ προσώπου θεοῦ λέγων “ τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης.”
καὶ αὐτὴν δὲ δικαιοσύνην, οὐχὶ τὴν ποιὰν ἐν ἀνθρώποις, ἀλλὰ τὴν ταύτης ἰδέαν οἶδεν ἄλλος Ἑβραίων προφήτης , ὁ φήσας περὶ θεοῦ “ τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; ἐκάλεσεν αὐτὴν κατὰ πρόσωπον αὐτοῦ, καὶ πορεύσεται δ’ ὡσεὶ ἐνώπιον ἐθνῶν.”
καὶ λόγον δὲ θεῖον ἀσώματον καὶ οὐσιώδη ἀρτίως ἡμῖν ὁ κοινὸς ἡμῶν λόγος ἐν τοῖς πρόσθεν ἀπὸ τῆς Ἑβραίων παρίστη γραφῆς. οὗ περὶ λόγου καὶ τάδε παρὰ τοῖς αὐτοῖς εἴρηται “ ὃς ἐγεννήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.
λέγεται καὶ ζωὴ, λέγεται καὶ σοφία, λέγεται καὶ ἀλήθεια. καὶ πάντα τὰ κατ’ οὐσίαν ὄντα τε καὶ ὑφεστῶτα οἱ Ἑβραίων λόγοι διδάσκουσιν , (εἰ δὴ Ἑβραῖοι καὶ οἶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοί τε καὶ μαθηταὶ) ναὶ μὴν καὶ μυρίας ἄλλας ἀσωμάτους δυνάμεις, οὐρανοῦ τε ἐπέκεινα καὶ πάσης τῆς ὑλικῆς καὶ ῥοώδους οὐσίας· ὧν τὰς εἰκόνας ἐν τοῖς αἰσθητοῖς φασι κατατυπῶσαι · ἐφ’ ὧν ἤδη καὶ τοὔνομα τῆς εἰκόνος παρειλήφασι.
“ Εἰ δέ τις ἐθελήσειε γυμνότερον χρήσασθαι τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον ἢ θεοῦ λόγον ἤδη κοσμοποιοῦντος. οὐδὲ γὰρ ἡ νοητὴ πόλις ἓτερόν τί ἐστιν ἢ ὁ τοῦ ἀρχιτέκτονος λογισμὸς, ἤδη τὴν νοητὴν πόλιν κτίζειν διανοουμένου.
τὸ δὲ δόγμα τοῦτο Μώσεως ἐστὶν, οὐκ ἐμόν. τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων ἐν τοῖς ἔπειτα διαρρήδην ὁμολογεῖ, ὡς ἄρα κατ’ εἰκόνα θεοῦ διετυπώθη.
εἰ δὲ τὸ μέρος εἰκὼν εἰκόνος, δηλονότι καὶ τὸ ὅλον εἶδος σύμπας οὗτος ὁ αἰσθητὸς κόσμος, εἰ μείζων τῆς ἀνθρωπίνης ἐστὶ, μίμημα θείας εἰκόνος δηλονότι · καὶ ἡ ἀρχέτυπος σφραγὶς, ὅν φαμεν νοητὸν εἷναι κόσμον, αὐτὸς ἂν εἴη τὸ παράδειγμα, ἀρχέτυπος ἰδέα τῶν ἰδεῶν, ὁ θεοῦ λόγος. ”
“Φησὶ δ’ ὡς ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν ἀρχὴν παραλαμβάνων οὐχ, ὡς οἴονταί τινες, τὴν κατὰ χρόνον · (χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου·) ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν, ἢ μετ’ αὐτόν.
ἐπεὶ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεως ἐστιν ὁ χρόνος, πρότερον δὲ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ’ ἢ ἀναγκαῖον αὐτὴν ὕστερον ἢ ἅμα συνίστασθαι , ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι, ἢ νεώτερον ἐκείνου, πρεσβύτερον δὲ ἀποφαίνεσθαι τολμᾶν ἀφιλόσοφον.
εἰ δ’ ἀρχὴ μὴ παραλαμβάνεται τανῦν ἡ κατὰ χρόνον , εἰκὸς ἂν εἴη μηνύεσθαι τὴν κατ’ ἀριΦίλων] θμὸν, ὡς τὸ ἐν ἀρχῇ ἐποίησεν ἴσον εἶναι τῷ πρῶτον ἐποίησε τὸν οὐρανόν.”
Εἶθ’ ἐξῆς λέγει
“ Πρῶτον οὖν ὁ ποιῶν ἐποίει οὐρανὸν ἀσώματον καὶ γῆν ἀόρατον καὶ ἀέρος ἰδέαν καὶ κενοῦ · ὧν τὸ μὲν ἐπεφήμισε σκότος, ἐπειδὴ μέλας ὁ ἀὴρ τῇ φύσει, · τὴν δὲ ἄβυσσον· πολύβυθον γὰρ τό γε κενὸν καὶ ἀχανές.
εἶθ’ ὕδατος ἀσώματον οὐσίαν καὶ πνεύματος, καὶ ἐπὶ πᾶσιν ἑβδόμου φωτὸς, ὃ πάλιν ἀσώματον ἦν, καὶ νοητὸν ἡλίου παράδειγμα, καὶ πάντα ὅσα φωσφόρα ἄστρα κατὰ τὸν οὐρανὸν ἔμελλε συνίστασθαι.
προνομίας δὲ τό τε πνεῦμα καὶ τὸ φῶς ἠξιοῦτο· τὸ μὲν γὰρ ὠνόμασε θεοῦ, διότι ζωτικώτατον τὸ πνεῦμα , ζωῆς δὲ θεὸς αἴτιος · τὸ δὲ φῶς, ὅτι ὑπερβάλλον καλόν · τοσούτῳ γὰρ τὸ νοητὸν τοῦ ὁρατοῦ λαμπρότερόν τε καὶ αὐγοειδέστερον , ὅσῳπερ ἥλιος, οἶμαι, σκότους καὶ ἡμέρα νυκτὸς, καὶ τὰ κριτήρια νοῦς ὁ τῆς ὅλης ψυχῆς ἡγεμὼν, ὀφθαλμῶν σώματος.
Καὶ μετὰ βραχέα ἐπιλέγει
“Ἐπεὶ δὲ φῶς μὲν ἐγένετο, σκότος δ’ καὶ ἀνεχώρησεν, ὅροι δ’ ἐν τοῖς μεταξὺ διαστήμασιν ἐπάγησαν ἑσπέρα τε καὶ πρωία, κατ’ ἀναγκαῖον τοῦ χρόνου μέτρον ἀπετελεῖτο εὐθὺς ὃ καὶ ἡμέραν καλῶς ποιῶν ἐκάλεσεν· καὶ ἡμέραν οὐχὶ πρώτην, ἀλλὰ μίαν, ἣ λέλεκται διὰ τὴν τοῦ νοητοῦ κόσμου μόνωσιν, μοναδικὴν ἔχοντος φύσιν.
ὁ μὲν οὖν ἀσώματος κόσμος ἤδη πέρας εἶχεν, ἱδρυθεὶς ἐν τῷ θείῳ λόγῳ· ὁ δ’ αἰσθητὸς πρὸς παράδειγμα τούτου ἐτελειογονεῖτο· καὶ πρῶτον αὐτοῦ τῶν μερῶν, ὃ καὶ πάντων ἄριστον, ἐποίει τὸν οὐρανὸν ὁ δημιουργὸς, ὃν ἐτύμως στερέωμα προσηγόρευσεν, ἅτε σωματικὸν ὄντα. τὸ γὰρ σῶμα φύσει στερεὸν, ὅ τι περ καὶ τριχῆ διαστατόν. στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα πλὴν τὸ πάντη διεστηκός; εἰκότως οὖν ἀντιθεὶς τῷ νοητῷ καὶ ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ, τοῦτον στερεὸν ἒκάλεσε. ”
Ταῦτα ὁ Φίλων. συνᾴδει δὲ αὐτῷ καὶ ὁ Κλήμης ἐν τῷ ἓκτῳ Στρωματεῖ λέγων ὧδε
Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν· τὸν μὲν ἀρχέτυπον , τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητὸν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμὸς, ἡ ἑξὰς καλεῖται.
καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἁγίαν καὶ φῶς νοητόν. ‘ ἐν ἀρχῇ γὰρ φησὶν) ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος. εἶτ’ ἐπιφέρει καὶ εἷπεν ὁ θεὸς, γενέσθω φῶς, καὶ ἐγένετο φῶς.’ ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῆ̣ στερεὸν οὐρανὸν δημιουργεῖ· τὸ δὲ στερεὸν αἰσθητόν · γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον.
ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων’ ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰ- σθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά;
εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μώσης , ὅ γήινόν φησιν ὁ Πλάτων’ σκῆνος , ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον.
ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικὸς, ἄνθρωπος ἀπαθὴς, εἰκὼν δὲ εἰκόνος ἀνθρώπινος νοῦς.”
Ἀκούσωμεν δὲ καὶ τῶν ῥηθησομένων.
Ἔτι πρὸς τούτοις ὁ Πλάτων’ τοῖς Ἑβραίων ἐπακολουθήσας λόγοις οὐ μόνον ἀσωμάτους καὶ ἀγα- θὰς δυνάμεις, ἀλλὰ καὶ ἐναντίας φησὶν εἶναι, ὧδέ πη γράφων ἐν τῷ δεκάτῳ τῶν Νόμων
“ Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις πῶς οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;
Τί μήν ;
Μίαν, ἢ πλείους ; πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀπο- κρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι.”
Εἶθ’ ὑποβάς φησιν
“ ’ Επειδὴ γὰρ συνεχωρήααμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μὴ, μάχη δὴ, φαμὲν, ἀθάνατός ἐσθ’ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη. ξύμμαχοι δὲ ἡμῖν θεοί τε καὶ δαίμνες, ἡμεῖς δ’ αὖ κτήματα θεῶν καὶ δαιμόνων. ”
Πόθεν καὶ ταῦτα τῷ Πλάτωνι ἐγὼ μὲν οὐκ ἂν ἔχοιμι φράζειν· ὃ δ’ ἔχω φάναι ἀληθὲς, μυρίοις πρόσθεν ἢ Πλάτωνα γενέσθαι χρόνοις καὶ τοῦθ’ ‘ Εβραίοις ἀνωμολογῆσθαι τὸ δόγμα.
λέγει δ’ οὖν ἡ παρ’ αὐτοῖς γραφὴ ‘καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἶ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ θεοῦ · καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν , περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτήν, ” διάβολον μὲν τὴν ἐναντίαν δύναμιν, ἀγγέλους δὲ θεοῦ τὰς ἀγαθὰς προσειποῦσα.
ταύτας δὲ τὰς ἀγαθὰς δυνάμεις καὶ πνεύματα θεῖα καὶ λειτουργοὺς θεοῦ προσαγορεύει ἐν οἷς φησιν “ ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
ἀλλὰ καὶ τὴν διαμάχην τῶν ἐναντίων ὧδε παρίστησιν ὁ φήσας “ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας , πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. ”
ἄντικρυς δ’ ἔοικεν ὁ Πλάτων’ τὸ Μώσεως λόγιον μεταφράζειν τὸ φῆσαν ‘ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη , ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεο”, δι’ ὧν κτήματα θεῶν καὶ δαιμόνων τὸ πᾶν γένος ἀνθρώπων εἶναι ὡρίσατο.
Καὶ ἐν τοῖς περὶ ψυχῆς δὲ ἀθανασίας οὐδὲν Μώσεως ὁ Πλάτων’ διέστηκε τῇ δόξῃ. ὁ μέν γε πρῶτος ἀθάνατον οὐσίαν εἶναι τὴν ἐν ἀνθρώπῳ ψυχὴν ὡρίσατο, εἰκόνα φήσας ὑπάρχειν αὐτὴν θεοῦ, μᾶλλον δὲ κατ’ εἰκόνα θεοῦ γεγενῆσθαι. “εἶπε γὰρ (φησὶν) ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.”
καὶ ἐξῆς τὸν σύνθετον τῷ λόγῳ διαιρῶν εἴς τε τὸ φαινόμενον σῶμα καὶ εἰς τὸν κατὰ ψυχὴν νοούμενον ἐπιλέγει “ καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασεν τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ εἰς ψυχὴν ζῶσαν.
ἀλλὰ καὶ ἀρχικόν φησιν αὐτὸν καὶ βασιλικὸν γενέσθαι τῶν ἐπὶ γῆς πάντων. λέγει δ’ οὖν “ καὶ εἶπεν ὁ θεὸς, ποίησωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἐρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.
πῶς δ’ ἂν ἄλλως εἰκὼν ἐπινοοῖτο θεοῦ καὶ ὁμοίωμα ἢ κατὰ τὰς ἐν τῷ θεῷ δυνάμεις καὶ κατὰ τὴν τῆς ἀρετῆς ὁμοιότητα; Μωσεῖ δὴ καὶ ἐν τούτοις ὥσπερ μεμαθητεθμένος ὁ Πλάτων’ ἐπάκουσον ἐν τῷ Ἀλκιβιάδη οἶά φησιν
“ Ἒχομεν οὖν εἰπεῖν ὅ τι τῆς ψυχῆς ἐστι θειότερον ἢ τοῦτο περὶ ὃ τὸ εἰδέναι τε καὶ φρονεῖν ἐστίν ;
Οὐκ ἔχομεν.
Τῷ θεῷ ἄρα τοῦτο ἔοικεν αὐτῆς· καί τις εἰς τοῦτο βλέπων, καὶ πᾶν τὸ θεῖον γνοὺς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν ἂν γνοίη μάλιστα.
Φαίνεται.
Ἄρ’ οὖν, ὅθ’ ὥσπερ κάτοπτρά ἐστι σαφέστερα τοῦ ἐν τῷ ὀφθαλμῷ ἐνόπτρου καὶ καθαρώτερα καὶ λαμπρότερα, οὕτω καὶ ὁ θεὸς τοῦ ἐν τῇ ἡμετέρᾳ ψυχῇ βελτίστου καθαρώτερόν τε καὶ λαμπρότερον τυγχάνει ὂν.
Ἒοικέ γε, ὦ Σώκρατες.
Εἰς τὸν θεὸν ἄρα βλέποντες ἐκείνῳ καλλίστῳ ἐνόπτρῳ χρῴμεθ’ ἂν καὶ τῶν ἀνθρωπίνων εἰς τὴν ψυχῆς ἀρετὴν, καὶ οὕτως ἂν μάλιστα ὁρῷμεν καὶ γινώσκοιμεν ἡμᾶς αὐτούς.
Ναί.”
Ταῦτα μὲν ἐν τῷ Ἀλκιβιάδῃ. ἐν δὲ τῷ Περὶ ψυχῆς ὅπως πλατύτερον ἑρμηνεύει τὰ κατὰ τοὺς τόπους ἐπάκουσον.
“ Θῶμεν οὖν βούλει, ἴφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατὸν, τὸ δὲ ἀειδές; Θῶμεν, ἔφη. Καὶ τὸ μὲν ἀειδὲς ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά; Καὶ ταῦτα, ἔφη , θῶμεν.
Φέρε δὴ, ἦ δ’ ὃς, ἄλλο δή τι ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; Οὐδὲν ἄλλο, ἔφη. Ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαῖμεν ἂν εἶναι καὶ συγγενέστερον τὸ σῶμα; Παντὶ, ἔφη, τοῦτό γε δῆλον ὅτι τῷ ὁρατῷ. Τί δὲ ἡ ψυχή; ὁρατὸν , ἢ ἀειδές; Οὐχ ὑπὸ ἀνθρώπων γε , ὦ Σώκρατες, ἔφη. ‘ Αλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν, ἢ ἄλλῃ τινὶ οἴει; Τῇ’ τῶν ἀνθρώπων.
Τί οὖν περὶ ψυχῆς λέγομεν ; ὁρατὸν ἢ ἀόρατον εἷναι; Οὐχ ὁρατόν. ‘ Αειδὲς ἄρα; Ναί. ‘Ομοιίτεροντερον ἄρα ψυχὴ σώματός ἐστι τῷ ἀειδεῖ, τὸ δὲ τῷ ὁρατῷ. Πᾶσα ἀνάγκη, ὦ Σώκρατες.
Οὐκοῦν καὶ τόδε πάλαι ἐλέγομεν, ὅτι ἡ ψυχὴ ὅταν μὲν τῷ σώματι προσχρῆται εἰς τὸ σκοπεῖν τι, ἢ διὰ τοῦ ὁρᾶν, ἢ διὰ τοῦ ἀκούειν, ἢ δι’ ἄλλης τινὸς αἰσθήσεως· (τοῦτο γάρ ἐστι τὸ διὰ τοῦ σώματος, τὸ δι’ αἰσθήσεως σκοπεῖν τι·) τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς ταῦτα τὰ μηδέποτε κατὰ ταὐτὰ ἔχοντα · καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ ἰλιγγιᾷ ὥσπερ μεθύουσα, ἅτε τοιούτων ἐφαπτομένη,. Πάνυ γε.
Ὃτανδὲ δὲ αὐτὴ καθ’ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται, εἰς τὸ καθαρόν τε καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως ἔχον 5 καὶ ὡς ξυγγενὴς οὖσα αὐτοῦ ἀεὶ μετ’ ἐκείνου τε γίνεται, ὅταν περ αὐτὴ καθ’ ἑαυτὴν γένηται καὶ ἐξῇ αὐτὴ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ἅτε τοοιούτων ἐφαπτομένη. καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις κέκληται.
Παντάπασιν , ἔφη, καλῶς καὶ ἀληθῆ λέγεις, ὢ Σώκρατες. Ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ ἐκ τῶν πρόσθεν εἰρημένων] καὶ ἐκ τῶν νῦν λεγομένων ἡ ψυχὴ ὁμοιότερον εἶναι καὶ συγγενέστερον ; Πᾶς ἂν, ἔμοιγε δοκεῖ, ἦ δ’ ὃς, συγχωρήσαι, Σώκρατες , ἐκ ταύτης τῆς μεθόδου καὶ ὁ δυσμαθέστατος ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστιν ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον ἢ τῷ μή.
Ἒχομέν τι παρὰ ταῦτα ἄλλο λέγειν, ὠ φίλε Κέβης, ὡς οὐχ οὕτως ἔχει; Οὐκ ἔχομεν. Τί οὑν; τούτων οὕτως ἐχόντων ἆρ’ οὐ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δὲ αὖ τὸ παράπαν ἀδιαλύτῳ εἶναι, ἢ ἐγγύς τι τούτου ;
Πῶς γὰρ οὔ ; Συννοεῖς οὖν, ἔφη, ὅτι ἐπειδὰν ἀποθάνῃ ὁ ἄνθρωπος, τὸ μὲν ὁρατὸν αὐτοῦ, τὸ σῶμα, καὶ ἐν ὁρατῷ κείμενον, ὃ δὴ νεκρὸν καλοῦμεν, ᾦ προσήκει διαλύεσθαι καὶ διαπίπτειν καὶ διαπνεῖσθαι, οὐκ εὐθὺς τούτων οὐδὲν πέπονθεν, ἀλλ’ ἐπιεικῶς συχνὸν ἐπιμένει χρόνον· ἐὰν μέν τις καὶ χαριέντως ἔχων τὸ σῶμα τελευτήσῃ, καὶ ἐν τοιαύτῃ ὥρᾳ, καὶ πάνυ μάλα. συμπεσὸν γὰρ τὸ σῶμα καὶ ταριχευθὲν , ὥσπερ οἱ ἐν Αἰγύπτῳ ταριχευθέντες, ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον χρόνον. ἔνια δὲ μέρη τοῦ σώματος, καὶ ἐὰν σαπῇ, ὀστᾶ τε καὶ νεῦρα καὶ τὰ τοιαῦτα πάντα ὅμως, ὡς ἒπος εἰπεῖν, ἀθάνατά ἐστιν, ἢ οὔ; Ναί.
Ἡ δὲ ψυχὴ ἄρα (τὸ ἀειδὲς , τὸ εἰς τοιοῦτον τόπον ἕτερον οἰχόμενον, γενναῖον καὶ καθαρὸν καὶ ἀειδῆ, εἰς Ἀίδου Ἃιδου, ὡς ἀληθῶς, παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεὸν, οἷ, ἂν θεὸς ἐθέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον·) αὕτη δὲ δὴ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι;
Πολλοῦ γε δεῖ, 09 φίλε Κέβης τε καὶ Σιμμία · ἀλλὰ πολλῷ μᾶλλον ὧδε ἔχει. ἐὰν μὲν καθαρὰ ἀπαλλάττηται, μηδὲν τοῦ σώματος συνεφέλκουσα, ἅτε οὐδὲν κοινωνοῦσα αὐτῷ ἐν τῷ βίῳ ἑκοῦσα εἶναι, ἀλλὰ φεύγουσα αὐτὸ, καὶ συνηθροισμένη αὐτὴ εἰς ἑαυτὴν, ἅτε μελετῶσα ἀεὶ τοῦτο · (τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ὀρθῶς φιλοσοφοῦσα καὶ τῷ ὄντι τεθνάναι μελετῶσα ῥᾳδίως · ἢ οὐ τοῦτ’ ἂν εἴη μελέτη θανάτου ; Παντάπασί γε.)
Οὐκοῦν οὕτω μὲν ἔχουσα εἰς τὸ ὅμοιον αὐτῇ τὸ ἀειδὲς ἀπέρχεται, τὸ θεῖόν τε καὶ ἀθάνατον καὶ φρόνιμον· οἷ ἀφικομένῃ ὑπάρχει αὐτῇ εὐδαίμονι εἷναι, πλάνης καὶ ἀνοίας καὶ φόβων καὶ ἀγρίων ἐρώτων καὶ τῶν ἄλλων κακῶν τῶν ἀνθρωπείων ἀπηλλαγμένῃ, ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς τὸν λοιπὸν χρόνον μετὰ θεῶν διάγουσα, οὕτω φῶμεν, ὦ Κέβης, ἢ ἄλλως,. Οὕτως νὴ Δία, ἴφη ὁ Κέβης. βῆς.
Ἂν δέ γε, οἶμαι, μεμιασμένη καὶ ἀκάθαρτος τοῦ σώματος ἀπαλλάττηται, ἅτε σώματι ἀεὶ ξυνοῦσα, καὶ τοῦτο θεραπεύουσα , καὶ ἐρῶσα, καὶ γεγοητευμένη ὑπ’ αὐτοῦ, ὑπό τε τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν, ὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλ’ ἢ τὸ σωματοειδές, οὗ ἄν τις ἅψαιτο, καὶ ἴδοι καὶ φάγοι καὶ πίοι καὶ πρὸς τὰ ἀφροδίσια χρήσαιτο· τὸ δὲ τοῖς ὄμμασι σκοτῶδες καὶ ἀειδὲς, νοητὸν δὲ καὶ φιλοσοφίᾳ αἱρετὸν, τοῦτο δὲ εἰθισμμένη μισεῖν τε καὶ τρέμειν καὶ φεύγειν · οὕτω δὴ ἔχουσαν οἴει ψυχὴν αὐτὴν καθ’ αὑτὴν εἰλικρινῆ ἀπαλλάξεσθαι ; Οὐδ’ ὁπωστιοῦν, ἔφη.”
Ταῦτα ὁ Πλάτων’ · ἐξαπλοῖ δὲ τὴν διάνοιαν ὁ Πορφύριος ἐν τῷ πρώτῳ τῶν Πρὸς Βοηθὸν Περὶ ψυχῆς τοῦτον γράφων τὸν τρόπον
“ Αὐτίκα λόγον ἰσχυρὸν εἶναι δοκοῦντα τῷ Πλάτωνι εἰς παράστασιν τῆς ψυχῆς ἀθανασίας τὸν ἐκ τοῦ ὁμοίου. εἰ γὰρ ὁμοία τῷ θείῳ καὶ ἀθα- νάτω καὶ ἀειδεῖ καὶ ἀσκεδάστῳ καὶ ἀδιαλύτῳ καὶ οὐσιωμένῳ καὶ συνεστῶτι ἐν ἀφθαρσίᾳ, πῶς οὐ τοῦ γένους ἂν εἴη τοῦ κατὰ τὸ παράδειγμα;
ὅταν γὰρ δύο τινῶν ἄκρων ἐναργῶς ἐναντίων, οἷον λογικοῦ τε καὶ ἀλόγου, ἄλλο τι ἀμφισβητῆται ποίας ἐστὶ μερίδος, εἶς ἦν καὶ οὗτος τρόπος ἀποδείξεως διὰ τοῦ δεῖξαι τίνι τῶν ἀντικειμένων ὅμοιον. οὕτω γὰρ, καίπερ ἐν ἀλογίᾳ κατὰ πρώτην ἡλικίαν τοῦ ἀνθρωπίνου γένους κατεσχημένου , πολλῶν τε ἄχρι γήρως ἐν τοῖς τῆς ἀλογίας ἁμαρτήμασι πλεοναζόντων , ὅμως διὰ τὸ τῷ καθαρῶς λογικῷ πολλὰς ὁμοιότητας φέρειν λογικὸν εἶναι τὸ γένος τοῦτο ἐξ ἀρχῆς ἐπιστεύθη.
ὄντος οὖν θείου τοῦ συστήματος καὶ ἀκηράτου καὶ ἀντοςτου προφανῶς τοῦ τῶν θεῶν, ὄντος δὲ πάλιν ἐναρ- γῶς τοῦ χθονίου καὶ λυτοῦ καὶ ἐν διαφθορᾷ κειμένου, ἀμφισβητουμένης δὲ παρά τισι τῆς ψυχῆς τίνι τῶν προκειμένων μέρει προσκεχώρηκεν, ἐκ τῆς ὁμοι- ότητος ᾠήθη ὁ Πλάτων’ δεῖν ἀνιχνεύειν τὴν ἀλήθειαν.
καὶ ἐπειδὴ τῷ μὲν θνητῷ τε καὶ λυτῷ καὶ ἀνοήτῳ καὶ ζωῆς ἀμετόχῳ, καὶ διὰ τοῦτο ἁπτῷ τε καὶ αἰσθητῷ καὶ γινομένῳ καὶ ἀπολλυμένῳ, οὐδαμῶς ἔοικε, τῷ δὲ θείῳ καὶ ἀθανάτῳ καὶ ἀειδεῖ καὶ νοερῷ ζῶντί τε καὶ ἀληθείας συγγενεῖ, καὶ ὅσα ἐκεῖνος περὶ αὐτῆς ἀναλογίζεται· ἐδόκει μὴ τὰς μὲν ἄλλας ὁμοιό- τητας τοῦ θεοῦ ἐνεῖναι συγχωρεῖν, τὸ δὲ τῆς οὐσίας ἐμφερὲς ἀπ’ αὐτῆς ἐθέλειν ἀθετεῖν, δι’ ὃ καὶ τούτων αὐτὴν αὐτὴν τυχεῖν συμβέβηκεν.
ὥσπερ γὰρ τὰ ταῖς ἐνεργείαις τῷ θεῷ ἀνόμοια εὐθὺς καὶ τῇ συστάσει τῆς οὐσίας ἐξήλλακτο, οὕτως ἀκόλουθον εἶναι τὰ τῶν αὐτῶν πως ἐνεργειῶν μέτοχα φθάνειν τὴν ὁμοιότητα τῆς οὐσίας κεκτημένα. διὰ γὰρ τὴν ποιὰν οὐσίαν ποιὰς εἶναι καὶ τὰς ἐνεργείας, ὡς ἂν ἀπ᾿ αὐτῆς ῥεούσας καὶ αὐτῆς οὔσας βλαστήματα.”
Τούτου τοίνυν τοῦ λόγου τὴν δύναμιν περιαιρῶν ὁ Βοηθὸς ἐπάκουσον εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου ὁ πεποίηκε γράφων οὕτως
“Εἰ μὲν ἀθάνατός ἐστιν ἡ ψυχὴ καὶ παντὸς ὀλέθρου κρείττων τις φύσις, πολλοὺς ἀναμείναντα χρὴ καὶ περιηγησάμενον λόγους ἀποφήνασθαι.
τὸ μέντοι τῶν περὶ ἡμᾶς ὁμοιότερον μηδὲν γενέσθαι θεῷ ψυχῆς, οὐ πολλῆς ἄν τις δεηθεὶς πραγματείας πιστεύσειεν, οὐ μόνον διὰ τὸ συνεχὲς καὶ ἄπαυστον τῆς κινήσεως, ἣν ἐν ἡμῖν ἐνδίδωσιν, ἀλλὰ τοῦ καθ᾿ ἑαυτὴν νοῦ.
εἰς ὅπερ ἀπιδὼν καὶ ὁ Κροτωνιάτης φυσικὸς εἶπεν ἀθάνατον αὐτὴν οὖσαν καὶ πᾶσαν ἠρεμίαν φύσει φεύγειν, ὥσπερ τὰ θεῖα τῶν σωμάτων.
ἀλλὰ καὶ καθάπαξ τὴν ἰδέαν τῆς ψυχῆς καὶ μάλιστα τὸν ἄρχοντα ἐν ἡμῖν νοῦν, ὁπηλίκα βουλεύματα καὶ ὁρμὰς πολλάκις ὁποίας ὑποκινεῖ, τῷ κατανοήσαντι πολλή τις ἂν πρὸς τὸν θεὸν ὁμοιότης ὑπο- φανείη.”
Καὶ ἐξῆς ἐπιλέγει
“ Εἰ γὰρ ὡς ὁμοιότατον τῷ θείῳ πάντων χρημάτων ἡ ψυχὴ δείκνυται, τίς ἔτι χρεία τῶν ἄλλων δεῖσθαι λόγων εἰς ἀπόδειξιν τῆς ἀθανασίας αὐτῆς προοιμιαζόμενον, καὶ μὴ καὶ τοῦτον ὡς ἕνα μετὰ τῶν πολλῶν καταριθμοῦντα, ἱκανὸν ὄντα ἐντρέψαι τοὺς εὐγνώμονας, ὡς οὐκ ἂν τῶν ἐμφερῶν τῷ θείῳ μετ- έσχεν ἐνεργειῶν μή τοι θεία γε οὖσα καὶ αὐτή;
εἰ γὰρ καίπερ ἐν τῷ θνητῷ καὶ λυτῷ καὶ ἀνοήτῳ καὶ καθ᾿ ἑαυτὸ νεκρῷ καὶ ἀεὶ ἀπολλυμένῳ καὶ διαρρέοντι εἰς τὴν τῆς ἀπωλείας μεταβολὴν κατορωρυγμένη αὐτό τε ποιεῖ καὶ συνέχει, καὶ τὴν ἑαυτῆς θείαν ἀναδείκνυσιν οὐσίαν, καίπερ ἐπιπροσθουμένη καὶ ἐμποδιζομένη ὑπὸ τοῦ προκειμένου αὐτῇ πανωλέθρου πλάσματος, πῶς εἰ τῷ λόγῳ χωρισθείη, ὥσπερ χρυσίον περιπεπλασμένου πηλοῦ , οὐκ αὐτόθεν ἂν τὸ ἑαυτῆς εἶδος ἐκφήνειεν , ὡς ἐμφερὲς ὂν μόνον τῷ θεῷ, ἀλλὰ καὶ διὰ τὸ μέτοχον αὐτοῦ εἶναι, καὶ τὰς ἐν ταῖς ἐνεργείαις ὁμοιότητας διασῶζον, καὶ ἐν τῷ μάλιστα θνητῷ αὐτῆς, ὥσπερ ἐστὶν ὅταν ἐν τῷ θνητῷ καθειρχθῇ) διὰ τοῦτο μὴ διαλυόμενον , ὅτι φύσεως ἦν τῆς ἀμοίρου φθορᾶς ; ”
Καὶ ὑποκαταβάς φησιν
“ Εἰκότως δὲ καὶ θεία φαίνεται ἀπὸ τῆς πρὸς τὸν ἀμέριστον ὁμοιώσεως καὶ θνητὴ ἀφ’ ὧν προσπελάζει τῇ καὶ κάτεισι καὶ ἄνεισι καὶ θνητοειδής ἐστι καὶ τοῖς ἀθανάτοις ἐμφερής.
ἄνθρωπος γὰρ καὶ ὁ γαστρίζων ἑαυτὸν καὶ κεκορέσθαι σπουδάζων, ὡς τὰ κτήνη· ἄνθρωπος δὲ καὶ ὁ σώζειν ἐν πελάγει δι’ ἐπιστήμης ἐν κινδύνοις οἷός τε ὢν τὴν ναῦν, καὶ ὁ σώζειν ἐν νόσοις, καὶ ὅ γε τὴν μὲν ἀλήθειαν εὑρίσκων, μεθοδεύσας δὲ καὶ πρὸς γνώσεως καταλήψεις, πυρείων τε εὑρέσεις καὶ ὡροσκοπείων τηρήσεις, καὶ μιμήσεις τῶν τοῦ δημιουργοῦ ποιημάτων μηχανησάμενος.
ἄνθρωπος γὰρ ἐπενόησεν ἐπὶ γῆς συνόδους τῶν ἑπτὰ μετὰ τῶν κινήσεων δημιουργῆσαι, διὰ μηχανημάτων τὰ ἐν οὐρανῷ μιμούμενος. καὶ τί γὰρ οὐκ ἐπενόησεν, ἀποδεικνὺς τὸν θεῖον καὶ θεῷ παρισωμένον ἐν ἑαυτῷ νοῦν ;
ἀφ’ ὧν Ὀλυμπίου τε καὶ θείου καὶ οὐδαμῶς θνητοῦ τολμήματα διαφαίνων τοὺς πολλοὺς διὰ φιλαυτίαν τῆς αὐτῶν εἰς τὰ κάτω ῥοπῆς ἰδεῖν αὐτὸν οὐχ οἵους τε ὄντας ἐκ τῶν ἔξωθεν φαινομένων ὁμοίως αὐτοῖς θνητοειδῆ δοξάζειν αὐτὸν ἀναπέπεικεν· ἑνὸς ὄντος καὶ τούτου τρόπου τῆς ἐκ κακίας παραμυθίας , τὸ τῇ ἀντανιδώσει τῆς αὑτῶν ἀθλιότητος διὰ τὰ ἔξωθεν φαινόμενα προσαναπαυομένους πείθειν ἑαυτοὺς , ὅτι ὡς τὰ ἔξω καὶ τὰ εἴσω ὅμοιοι πάντες ἂνθρωποι.”
Τούτων ἁπάντων διδάσκαλος πέφηνε γεγονὼς ὁ Μώσης, ὃς διεξιὼν τὴν πρώτην ἀνθρωπογονίαν κατὰ τὰς προτεθείσας λέξεις διὰ τῆς πρὸς τὸ θεῖον ἐξομοιώσεως τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους ἐπιστώσατο.
ἀλλ’ ἐπειδὴ τὰ περὶ τῆς ἀσωμάτου καὶ ἀφανοῦς οὐσίας σύμφωνα καὶ ὁμόδοξα Μωσεῖ καὶ Πλάτωνι συνέστη, ὥρα καὶ τὰ λοιπὰ μέρη τῆς κατὰ Πλάτωνα φιλοσοφίας ἐπιθεωρῆσαι , δεῖξαί τε τὸν ἄνδρα Ἑβραίοις κατὰ πάντα φίλον , ἐκτὸς εἰ μή που παρατραπεὶς ἀνθρωπινώτερον ἢ κατὰ τὸν ἀληθῆ φάναι τι προήχθη λόγον.
‘Πάν δὲ αὖ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· πάντη γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν.”
Καὶ ἐπιλέγει
“ Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος, ῥ’ καὶ ἄλλο ὅ τι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦθ’ ἡμῖν ὠνομάσθω· σκεπτέον οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ· παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεὶ, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος.
γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων. πάντα δὲ τὰ τοιαῦτα αἰσθητὰ, τὰ δ’ αἰσθητὰ δόξῃ περιληπτὰ καὶ γενητὰ ἐφάνη. τῷ δ’ αὖ γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀνάγκην εἷναι γενέσθαι. τὸν μὲν οὖν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν.”
Καὶ αὖθις ἑξῆς φησιν
“ Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τῇ ἀληθείᾳ δ’ ἰὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.”
Πάλιν Μώσεως καὶ τούτους εἶναι γενητοὺς διδάξαντος δι’ ὧν ἔφησε “ καὶ εἶπεν ὁ θεὸς, γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ.
ὁμοίως ὁ Πλάτων
Ἐξ οὑν λόγου θεοῦ καὶ διανοίας (φησὶ) τοιαύ εια τῆς πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες , εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε. σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς.
Ἐπιτήρει δὲ εἰ μὴ τὸ “ ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ“ εἰρημένον τῷ Πλάτωνι ὅμοιον ἂν εἴη τῷ παρ’ Ἑβραίοις φάσκοντι “ τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἶ δυνάμεις αὐτῶν.’ ἀλλὰ καὶ Μωσέως εἰπόντος “καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι” ὁμοίᾳ κέχρηται καὶ ὁ Πλάτων’ φωνῇ τῇ ἔθηκεν,” εἰπὼν “ σώματα δὲ αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς.”
Τῆς Ἐβραίων γραφής ἐφ’ ἑκάστῳ τῶν δημιουραγημάτων ἐπιφωνούσης ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν,” καὶ ἐπὶ τῇ πάντων συγκεφαλαιώσει φασκούσης “ καὶ εἶδεν ὁ θεὸς τὰ πάντα, καὶ ἰδοὺ καλὰ λίαν · ” ἄκουε τοῦ Πλάτωνος ὥς φησιν
‘Ἑἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος, ὅ τε δημιουργὸς ἀγαθὸς, δῆλον ὡς πρὸς τὸ ἀίδιον ἒβλεπε. ”
Καὶ πάλιν
“ Ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων , ὁ δ’ ἄριστος τῶν αἰτίων.”
Καὶ περὶ τούτου πάσης Ἑβραίων γραφῆς διαλαλούσης , τοτὲ μὲν δι’ ὧν φησι “ καὶ εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον” τοτὲ δὲ δι’ ὧν ἐπιλέγει “καὶ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἅ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει κύριος·” καὶ πάλιν ἄλλοτε δι’ ὧν φησι “ παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου ·”
καὶ ὁ Πλάτων’ ἄκουε γοῦν ὅπως τὸ δόγμα συνίστησι λέγων ἐν Τιμαίῳ
“ Καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν· καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων καὶ τῶν τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη δι’ ἀναλογίας ὁμολογῆσαν , φιλίαν τε ἔσχεν ἐκ τούτων, ὡς εἰς ταὐτὸν αὐτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.”
Εἶθ’ ἑξῆς φησι
“ Χρόνος δ’ οὖν μετὰ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτων γίγνηται.”
Καὶ πάλιν εἰπὼν
“Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς, πατήρ τε ἒργων, ἃ δι’ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ μὴ θέλοντος·”
ἐπάγει λέγων ἑξῆς
“ Τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτὸν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὑ λύειν ἐθέλειν κακοῦ. διὸ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ’ ἄλυτοι τὸ πάμπαν. οὔτι μὲν δὴ λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε.”
Καὶ ἐν τῷ Πολιτικῷ δὲ τάδε ὁ αὐτός φησι
“ Τὸ γὰρ πᾶν τόδε τοτὲ μὲν αὐτὸς ὁ θεὸς ξυμποδηγεῖ πορευόμενος καὶ ξυγκυκλεῖ, τοτὲ δ’ ἀνῆκεν, ὅταν αἱ περίοδοι τοῦ προσήκοντος αὐτῷ μέτρον εἰλήφωσιν ἤδη χρόνου, τὸ δὲ πάλιν αὐτόματον εἰς τἀνἐν ἀντία περιάγεται, ζῷον ὂν καὶ φρόνησιν εἰληφὸς ἐκ τοῦ ξυναρμόσαντος αὐτὸ κατ’ ἀρχάς. τοῦτο δὲ αὐτῶ τὸ πάλιν ἰέναι διὰ τόδε ἐξ ἀνάγκης ἔμφυτον γέγονε.
Διὰ τὸ ποῖον δή;
Φαίνεται γοῦν δὴ καὶ μάλα εἰκότως εἰρῆσθαι πάντα ὅσα διελήλυθας.
Λογισάμενοι δὴ ξυννοήσωμεν τὸ πάθος ἐκ τῶν νῦν λεχθέντων, ὃ πάντων ἔφαμεν εἶναι τῶν θαυμαστῶν αἴτιον. ἔστι γὰρ οὖν δὴ τοῦτ᾿ αὐτό.
Τὸ ποῖον;
Τὸ τὴν τοῦ παντὸς φορὰν τοτὲ μὲν ἐφ᾿ ἃ νῦν κυκλεῖται φέρεσθαι, τοτὲ δ᾿ ἐπὶ τἀναντία.
Πῶς δή;
Ταύτην τὴν μεταβολὴν ἡγεῖσθαι δεῖ τῶν περὶ τὸν οὐρανὸν γινομένων τροπῶν πασῶν εἶναι μεγίστην καὶ τελεωτάτην τροπήν.
Ἔοικε γοῦν.
Μεγίστας τοίνυν μεταβολὰς χρὴ νομίζειν γίγνεσθαι τότε τοῖς ἐντὸς ἡμῖν οἰκοῦσιν αὐτοῦ.
Καὶ τοῦτ᾿ εἰκός.
Μεταβολὰς δέ γε μεγάλας καὶ πολλὰς καὶ παν- τοίας ξυμφερομένας ἆρ᾿ οὐκ ἴσμεν τὴν τῶν ζῴων φύσιν ὅτι χαλεπῶς ἀνέχεται;
Πῶς δ᾿ οὔ;
Φθοραὶ τοίνυν ἐξ ἀνάγκης τότε μέγισται συμβαίνουσι τῶν τε ἄλλων ζῴων , καὶ δὴ καὶ τὸ τῶν ἀνθρώπων γένος ὀλίγον τι περιλείπεται. περὶ δὲ τούτους ἄλλα τε παθήματα πολλὰ καὶ θαυμαστὰ καὶ καινὰ ξυμπίπτει, μέγιστον δὲ τόδε καὶ ξυνεπόμενον τῇ τοῦ παντὸς ἀνελίξει, τότε ὅταν ἡ τῆς νῦν καθεστηκυίας ἐναντία γίγνηται τροπή.”
Τούτοις ἅπασιν ὑποβὰς ἐξῆς περὶ τῆς τῶν τετελευτηκότηων ἀναβιώσεως , ὁμοίως ταῖς Ἑβραίων δό- ξαις κινούμενος , ταῦτ᾿ ἐπιλέγει
“ Γένεσις δὲ τίς τότ᾿ ἦν, ὦ ξένε, ζῴων, καὶ τίνα τρόπον ἐξ ἀλλήλων ἐγεννῶντο;
Δῆλον, ὦ Σώκρατες, ὅτι τὸ μὲν ἐξ ἀλλήλων οὐκ ἦν ἐν τῇ τότε φύσει γεννώμενον,τὸ δὲ γηγενὲς εἶ- ναί ποτε γένος λεχθὲν, τοῦτ’ ἦν τὸ κατ’ ἐκεῖνον τὸν χρόνον ἐκ γῆς πάλιν ἀναστρεφόμενον , ἀπεμνημονεύετο δὲ ὑπὸ τῶν ἡμετέρων προγόνων τῶν πρώτων, οἱ τελευτώσῃ μὲν τῇ προτέρᾳ περιφορᾷ τὸν ἑξῆς χρόνον ἐγειτόνουν , τῆσδε δὲ κατ’ ἀρχὰς ἐφύοντο· τούτων τῶν γὰρ οὗτοι κήρυκες ἐγένονθ’ ἡμῖν τῶν λόγων, οἳ νῦν ὑπὸ πολλῶν οὐκ ὀρθῶς ἀπιστοῦνται.
τὸ γὰρ ἐντεῦθέν , οἶμαι , χρὴ ξυννοεῖν. ἐχόμενον γάρ ἐστι τῷ τοὺς πρεσβύτας ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν, ἐκ τῶν τετελευτηκότων αὖ, κειμένων δ’ ἐν γῇ πάλιν ἐκεῖ συνισταμένους καὶ ἀναβιωσκομένους ἕπεσθαι τῇ τροπῇ, ξυνανακυκλουμένης εἰς τἀναντία τῆς γενέσεως, καὶ γηγενεῖς δὴ κατὰ τοῦτον τὸν τρόπον ἐξ ἀνάγκης φυομένους οὕτως ἔχειν τοὔνομα καὶ τὸν λόγον, ὅσους μὴ θεὸς αὐτῶν εἰς ἄλλην μοῖραν ἐκόμισε.
Κομιδῇ μὲν οὖν τοῦτό γε ἕπεται τοῖς ἔμπροσθεν.”
Εἶτ’ αὖ πάλιν ἑξῆς προιὼν τὰ ὅμοια τοῖς ‘ Εβραίων δόγμασι περὶ τῆς τοῦ κόσμου συντελείας τοῦτον διέξεισι τὸν τρόπον
“ γὰρ πάντων τούτων χρόνος ἐτελειώθη καὶ μεταβολὴν ἔδει γίγνεσθαι καὶ δὴ καὶ τὸ γήινον ἤδη πᾶν ἀνάλωτο γένος, πάσας ἑκάστης τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας, καὶ ὅσα ἦν ἑκάστῃ προσταχθὲν , τοσαῦτα εἰς γῆν σπέρματα πεσούσης, , τότε δὴ τοῦ παντὸς ὁ μὲν κυβερνήτης , οἷον πηδαλίων οἴακος ἀφέμενος, εἰς τὴν αὐτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία.
πάντες οὖν οἱ κατὰ τοὺς τόπους ξυνάρχοντες τῷ μεγίστῳ δαίμονι θεοὶ, γνόντες ἤδη τὸ γιγνόμενον, ἀφίεσαν αὖ τὰ μέρη τοῦ κόσμου τῆς αὐτῶν ἐπιμελείας. ὁ δὲ μεταστρεφόμενος καὶ ξυμβάλλων , ἀρχῆς τε καὶ τελευτῆς ἐναντίαν ὁρμὴν ὁρμηθεὶς, σεισμὸν πολὺν ἐν ἑαυτῷ ποιῶν , ἄλλην αὖ φθορὰν ζῴων παντοίων ἀπειργάσατο.
μετὰ δὲ ταῦτα προελθόντος ἱκανοῦ χρόνου, θορύβου τε καὶ ταραχῆς ἤδη παυόμενος καὶ τῶν σεισμῶν, γαλήνης ἐπιλαβόμενος , εἴς τε τὸν εἰωθότα δρόμον τὸν ἑαυτοῦ κατακοσμούμενος ᾔει, ἐπιμέλειαν καὶ κράτος ἔχων αὐτὸς τῶν ἐν αὐτῷ τε καὶ ἑαυτοῦ.”
Καὶ μετὰ βραχέα αὖ φησι
“ Διὸ Διὸ δὴ καὶ τότ’ ἤδη θεὸς ὁ κοσμήσας αὐτὸν, καθορῶν ἐν ἀπορίᾳ ὄντα, κηδόμενος ἔνα μὴ χειμασθεὶς ὑπὸ ταραχῆς διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότητος ἄπειρον ὄντα τόπον δύῃ , πάλιν ἔφεδρος αὐτοῦ τῶν πηδαλίων γενόμενος, τὰ νοσήσαντα καὶ λυθέντα ἐν τῇ καθ’ αὑτὸν προτέρᾳ περιόδῳ στρέψας, κοσμεῖ τε καὶ ἐπανορθῶν ἀθάνατον αὐτὸν καὶ ἀγήρων ἀπεργάζεται. τοῦτο μὲν τέλος πάντων εἴρηται.
“ Ταῦτα τοίνυν, ἦν δ’ ἐγὼ, οὐδέν ἐστι πλήθει οὐδὲ μεγέθει πρὸς ἐκεῖνα ἅ τελευτήσαντα ἑκάτερον περιμένει· χρὴ δ’ αὐτὰ ἀκοῦσαι, ἵνα τελέως ἑκάτερος αὐτῶν ἀπειλήφῃ τὰ ὑπὸ τοῦ λόγου ὀφειλόμενα ἀκοῦσαι.
Λέγοις ἂν, ἔφη, ὡς οὐ πολλὰ, ἀλλ’ ἥδιον ἀκούοντι. Ἀλλ’ οὐ μέντοι σοι, ἦν δ’ ἐγὼ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλὰ ἀλκίμου μὲν ἀνδρὸς Ἠρὸς τοῦ Ἀρμενίου , τὸ γένος Παμφύλου · ὅς ποτε ἐν πολέμῳ τελευτήσας , ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων, ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δὲ οἴκαδε, μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω, ἀναβιοὺς δὲ ἔλεγεν ἃ ἐκεῖ ἴδοι.
ἔφη δὲ, ἐπειδή οἶ ἐκβῆναι τὴν ψυχὴν , πορεύεσθαι μετὰ πολλῶν, καὶ ἀφικνεῖσθαι σφᾶς εἰς πον τινὰ δαιμόνιον, ἐν ᾧ τῆς τε γῆς δύ' εἶναι χάσματα ἐχομένω ἀλλήλων , καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἄλλα καταντικρύ.
δικαστὰς δὲ μεταξὺ τούτων καθῆσθαι, οὓς, ἐπειδὴ διαδιδάσειαν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξίαν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιάψαντες τῶν δε δικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς ἀριστεράν τε καὶ κάτω , ἔχοντας καὶ τούτους ἐν τῷ ὄπισθεν σημεῖα πάντων ὧν ἔπραξαν.
αὐτοῦ δὲ προσελθόντος εἰπεῖν ὅτι δέοι αὐτὸν ἄγγελον ἀνθρώποις γενέσθαι τῶν ἐκεῖ καὶ διακελεύεσθαι διακούειν τε καὶ θεᾶσθαι πάντα τὰ ἐν τῷ τόπῳ.''
Ταῦτα ὁ Πλάτων’· συγγενῆ δὲ τούτοις καὶ ὁ Πλούταρχος ὧδέ πη ἐν τῷ Περὶ ψυχῆς πρώτῳ ἱστορεῖ
“ Ἀντύλλῳ δὲ τούτῳ καὶ αὐτοὶ παρῆμεν · ἀλλὰ Σωσιτἐλει καὶ Ἡρακλέωνι διηγησώμεθα. νοσῶν γὰρ ἔναγχος ἀβιώτως ἔχειν ἐδόκει τοῖς ἰατροῖς· ἀνενεχθεὶς δὲ μικρὸν ἔκ τινος οὐ βεβαίου καταφορᾶς, ἄλλο μὲν οὐδὲν οὔτ’ ἔπραξεν οὔτ’ εἶπε παρακινητικὸν, ἔλεγε δὲ τεθνάναι, καὶ πάλιν ἀφεῖσθαι, καὶ μὴ τεθνήξεσθαι τὸ παράπαν ὑπὸ τῆς ἀρρωστίας ἐκείνης, ἀλλὰ καὶ κακῶς ἀκηκοέναι τοὺς ἀγαγόντας αὐτὸν ὑπὸ τοῦ κυρίου· πεμφθέντας γὰρ ἐπὶ Νικανδᾶν αὐτὸν ἥκειν ἀντ’ ἐκείνου κομίζοντας. ὁ δὲ Νικανδᾶς ἣν σκυτοτόμος, ἄλλως δὲ τῶν ἐν παλαίστραις γεγονότων καὶ πολλοῖς συνήθης καὶ γνώριμος. ὃθενοἱ νεανίσκοι προσιόντες ἔσκωπτον αὐτὸν ὡς ἀποδεδρακότα καὶ διεφθαρκότα τοὺς ἐκεῖθεν ὑπηρέτας. αὐτὸς μέντοι δῆλος ἦν εὐθὺς ὑποθραττόμενος καὶ δυσχεραίνων · τέλος δὲ πυρετοῦ προσπεσόντος ἐξαπλούταρχος] φνης ἀπέθανε τριταῖος. οὗτος δὲ ἀνεβίω, καὶ περί- εστιν εὖ γε ποιῶν, ἡμῖν ξένων ἐπιεικέστατος. ”
Πέπεισμαι τοίνυν, rj δ’ ὃς, ἐγὼ πρῶτον μὲν, εἰ ἔστιν έν, μέσῳ τῷ οὐρανῷ περιφερὴς οὖσα, μηδὲν αὐτῇ δεῖν μήτε ἀέρος πρὸς τὸ μὴ πεσεῖν μήτε ἂλλῆς ἀνάγκης μηδεμιᾶς τοιαύτης , ἀλλ’ ἱκανὴν εἶναι αὐτὴν ἴσχειν τὴν ὁμοιότητα τοῦ οὐρανοῦ αὐτοῦ ἑαυτῷ πάντη καὶ τῆς γῆς αὐτὴν τὴν ἰσορροπίαν· ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἔξει μᾶλλον οὐδ’ ἧττον οὐδαμόσε κλιθῆναι, ὁμοίως δ’ ἔχον ἀκλινὲς μένει.
Πρῶτον μὲν δὴ, δὴ, δ’ ὅς, τοῦτο πέπεισμαι. Καὶ ὀρθῶς γε, ἔφη ὁ Σιμμίας. Ἔτι τοίνυν, ἔφη, πάμμεγά τι εἶναι αὐτὸ , καὶ ἡμὰς οἰκεῖν τοὺς μέχρις Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος ἐν σμικρῷ τινι μορίῳ, ὥσπερ περὶ τέλμα μύρμηκας ἢ βατράχους , περὶ τὴν θάλατταν οἰκοῦντας , καὶ ἂλλους ἄλλοθι πολλοὺς ἐν πολλοῖς τοιούτοις τόποις οἱκεῖν.
εἶναι γὰρ πανταχῆ περὶ τὴν γῆν πολλὰ κοῖλα καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ ξυνερρυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαράν τε ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ, ἐν ᾧπέρ ἐστι τὰ ἄστρα, ὃν δὴ αἰθέρα ὀνομάζειν τοὺς πολλοὺς τῶν τὰ τοιαῦτα εἰωθότων λέγειν · οὑ δὴ ὑποστάθμην εἶναι ταῦτα καὶ ξυρρεῖν ἀεὶ εἰς τὰ κοῖλα τῆς γῆς.
ἡμᾶς οἶν οἰκοῦντας ἐν τοῖς κοίλοις αὐτῆς λεληθέναι καὶ οἴεσθαι ἄνω ἐπὶ τῆς γῆς οἰκεῖν , ὥσπερ ἂν εἴ τις ἐν μέσῳ τῷ πυθμένι τοῦ πελάγους οἰκῶν οἴοιτό τε ἐπὶ τῆς θαλάττης οἰκεῖν καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ ἄλλα ἄστρα τὴν θάλατταν ἡγοῖτο οὐρανὸν εἶναι , διὰ δὲ βραδυτῆτά τε καὶ ἀσθένειαν μηδεπώποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης εἴη ἀφιγμένος, μηδὲ ἑωρακὼς εἴη, ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε τόπον, ὅσῳ καθαρώτερος καὶ καλλίων τ.υγχάνει ὢν τοῦ παρὰ σφίσι, μηδὲ ἄλλου ἀκηκοὼς εἴη τοῦτο ἑωρακότος.
ἐκεῖνα δὲ αὖ τῶν παρ’ ἡμῖν πολὺ ἂν ἔτι πλεῖον φανείη διαφέρειν. εἰ γὰρ δὴ καὶ μυθολογεῖν καλὸν, ἄξιον ἀκοῦσαι, cj Σιμμία, οἶα τυγχάνει τὰ ἐπὶ τῆς γῆς ὑπὸ τῷ οὐρανῷ ὄντα. Ἀλλὰ μὴν, ἔφη ὁ Σιμμίας, ὢ Σώκρατες, ἡμεῖς γε τούτου τοῦ μύθου ἡδέως ἂν ἀκούσαιμεν.
Λέγεται τοίνυν , ἔφη, ὠ ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὐτὴ ἰδεῖν, εἴ τις ἄνωθεν θεῷτο, ὥσπερ αἱ δωδεκάσκυτοι σφαῖραι, ποικίλη, χρώμασι διειλημμένη, ὧν καὶ τὰ ἐνθάδε εἶναι χρώματα ὥσπερ δείγματα, οἶς δὴ οἶ γρα- φεῖς καταχρῶνται· ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων εἶναι , καὶ πολὺ ἔτι ἐκ λαμπροτέρων καὶ καθα- ρωτέρων ἢ τούτων.
τὴν μὲν γὰρ ἁλουργῆ εἶναι θαυμαστὴν τὸ κάλλος, τὴν δὲ χρυσοειδῆ, τὴν δὲ ὅση λευκὴ γύψου καὶ χιόνος λευκοτέραν , καὶ ἐκ τῶν ἂλλων χρωμάτων συγκειμένην ὡσαύτως, καὶ ἔτι πλειόνων καὶ καλλιόνων ἢ ὅσα ἡμεῖς ἑωράκαμεν.
καὶ γὰρ αὐτὰ ταῦτα τὰ κοῖλα αὐτῆς, ὕδατός τε καὶ ἀέρος ἔμπλεα ὄντα, χρώματός τι εἶδος παρέχεσθαι στίλβοντα ἐν τῇ τῶν ἄλλων χρωμάτων ποικιλίᾳ, ὥστε ἔν τι αὐτῆς εἶδος ξυνεχὲς καὶ ποικίλον φαντάζεσθαι.
ἐν δὲ ταύτῃ οὔσῃ τοιαύτῃ ἀνάλογον τὸ τοιαῦτα φύεσθαι δένδρα τε καὶ ἄνθη, ἔχοντα τοὺς καρπούς· καὶ αὖ τὰ ὄρη ὡσαύτως καὶ τοὺς λίθους ἔχειν κατὰ τὸν αὐτὸν λόγον τήν τε λειότητα καὶ τὴν διαφάνειαν καὶ τὰ χρώματα καλλίω· ὧν καὶ τὰ ἐνθάδε λιθίδια εἶναι ταῦτα τὰ ἀγαπώμενα μόρια, σάρδιά τε καὶ ἰάσπιδας καὶ σμαράγδους καὶ πάντα τὰ τοιαῦτα· ἐκεῖ δὲ οὐδὲν ὁτιοῦν τοιοῦτον οὐκ εἶναι καὶ ἔτι τούτων καλλίω.
φησὶ δ’ οὖν ἐν τῷ Περὶ ψυχῆς τάδε
Τρίτος δὲ ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει, καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον μέγαν πυρὶ πολλῷ καιόμενον , καὶ λίμνην ποιεῖ μείζω τῆς παρ’ ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ· ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης, περιελιττόμενος δέ γε τῇ γῇ ἄλλοσέ τε ἀφικνεῖται καὶ παρ’ ἔσχατα τῆς Ἀχερουσιάδος λίμνης, οὐ συμμιγνύμενος τῷ ὕδατι · περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆς ἐμβάλλει κατωτέρω τοῦ Ταρτάρου.
Ταῦτα ὁ Πλάτων. σὺ δέ γε παραθήσεις τῷ “καὶ εἰς οἰκήσεις καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε χρόνος ἱκανὸς ἐν τῷ παρόντι” τὸ παρ᾿ ἡμῖν οὕτως ἔχον “ ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν,”
ταῖς δὲ εἰρημέναις οἰκήσεσι τὸ πολλὰς μονὰς εἶναι παρὰ τῷ πατρὶ τοῖς θεοφιλέσιν ἐπηγγελμένας, καὶ τοῖς περὶ τοῦ Πυριφλεγέθοντος λεχθεῖσι τὸ τοῖς ἀσεβέσιν ἠπειλημένον πῦρ αἰώνιον, κατὰ τὸν πρὸς αὐτοὺς φάσκοντα Ἑβραίων προφήτην “τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;” καὶ πάλιν “ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.”
τήρει δὲ ὡς καὶ ὁ Πλάτῶν συνᾴδων τούτοις , τοὺς ἀσεβεῖς εἰπὼν χωρήσειν εἰς Τάρταρον, ἐπιλέγει “ὅθεν οὔποτε ἐκβαίνουσι.” καὶ αὖ πάλιν τοὺς εὐσεβεῖς ζήσεσθαι εἰπὼν ἐν μακαρίοις προστίθησι λέγων “ τὸ παράπαν καὶ εἰς τὸν ἔπειτα χρόνον. ” ἀλλὰ καὶ τὸ ἄνευ καμάτων εἰρημέ- νον ὑπ’ αὐτοῦ ὅμοιον ἂν εἴη τῷ “ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.”
φάσκων δὲ τοὺς ἐπὶ τὸν Ἀχέροντα πορευομένους μὴ ἁπλῶς ἐπὶ τοῦτον ἀφικνεῖσθαι, ἀλλὰ ἀναβαίνοντας πρότερον ἃ δὴ αὐτοῖς ὀχήματά ἐστι, τίνα ποτὲ ἄρα τὰ ὀχήματα βούλεται σημαίνειν ἢ τὰ σώματα, εἰς ἃ ἀναβᾶσαι αἶ τῶν τετελευτηκότων ψυχαὶ σὺν αὐτοῖς τιμωροῦνται κατὰ τὰ παρ’ Ἑβραίοις νενομισμένα; ἀλλὰ γὰρ ἱκανὴν καὶ τοῦδε τοῦ λόγου περιγραφὴν εἰληφότος ἐπὶ τὸ δω- δέκατον τῆς Εὐαγγεελικῆς Προπαρασκευῆς μεταβήσο- μαι σύγγραμμα.
Ὁ δωδέκατος ἡμῖν τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἐνθένδε ποθὲν ἤδη τὰ ἐνδέοντα τῷ προτέρῳ τῆς Πλάτωνος πρὸς τὰ Ἑβραίων λόγια συνῳδίας, ὡς ἐν ἁρμονίᾳ συμφώνου λύρας, ἀποδώσει, τὴν καταρ- χὴν ἐξ ἀπολογίας τῆς παρὰ τοῖς πολλοῖς βλασφημου- μένης ἡμῶν πίστεως ληψόμενος.
“ μὲν τοίνυν ὀρθῶς ἢ μή τις ἐπιτιμᾷ τῇ τε Λακωνικῇ καὶ τῇ Κρητικὴ πολιτείᾳ, λόγος ἂν ἕτερος εἴη· τὰ γοῦν λεγόμενα πρὸς τῶν πολλῶν ἴσως ἐγὼ μᾶλλον ἔχοιμ’ ἂν ὑμῶν ἀμφοτέρων λέγειν. ὑμῖν γὰρ εἰ καὶ μετρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν εἴη νόμων μὴ ζητεῖν τῶν νέων μηδένα ἐὰν ποῖα καλῶς αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στόματος πάντας συμφωνεῖν ὡς πάντα καλῶς κεῖται θέντων θεῶν , καὶ ἄν τις ἄλλως λέγῃ, μὴ ἀνέχεσθαι τὸ παράπαν ἀκούοντας· γέρων δὲ εἴ τίς τι ξυννοεῖ τῶν παρ’ ὑμῖν, πρὸς ἄρχοντά τε καὶ ἡλικιώτην μηδενὸς ἐναντίον νέου ποιεῖσθαι τοὺς τοι- ούτους λόγους. Ὀρθότατά γε, ὠ ξένε, κελεύεις. ”
Εἰκότως δῆτα καὶ ἡ Ἑβραίων προλαβοῦσα γραφὴ τῆς τῶν θείων γραφῶν συνέσεως τε καὶ θεω- ρίας τὴν πίστιν προτάττει δι’ ὧν φησιν “ ἐὰν δὲ μὴ πιστεύσητε, οὐ μὴ συνῆτε.” καὶ αὖθις “ ἐπίστευσα, διὸ καὶ ἐλάλησα.
ἔνθεν καὶ παρ’ ἡμῖν τοῖς μὲν ἄρτι εἰσαγομένοις καὶ τὴν ἕξιν ἀτελέσιν, ὡς ἂν τὰς ψυχὰς νηπίοις, ἁπλούστερον ἡ ἐν ταῖς θείαις γρα- φαῖς ἀνάγνωσις παραδίδοται μετὰ τοῦ δεῖν πιστεύειν ὡς θεοῦ λόγοις τοῖς ἐμφερομένοις παρακελεύε- σθαι · τοῖς δὲ τὴν ἕξιν προβεβηκόσι καὶ πολιοῖς τὸ φρόνημα ἐμβαθύνειν καὶ δοκιμάζειν τὸν νοῦν τῶν λεγομένων ἐπιτέτραπται. τούτους δὲ παισὶν Ἑβραίων δευτερωτὰς φίλον ἦν ὀνομάζειν, ὥσπερ ἑρμηνευτὰς καὶ ἐξηγητὰς ὄντας τῆς τῶν γραφῶν διανοίας.
“ Οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἂν ἡμεῖς ὅτι σὺ μὲν ἐπαινεῖς, ὡς ἔοικας, ὦ Τυρταῖε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόν τε καὶ ἔξωθεν πόλεμον γιγνο- μένους ἐπιφανεῖς. φαίη ταῦτα ἄν που καὶ ὁμολογοῖ;
Τί μήν;
Ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους ἀρίστους διαφανῶς. ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρα ἔχομεν Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων , ὅς φησι
πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι
ἄξιος ἐν χαλεπῇ , Κύρνε, διχοστασίῃ.
ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος ὁ λόγος ; καὶ τί φανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα; δηλονότι τόδε , ὡς παντὸς μᾶλλον καὶ ὁ τῇδε ὁ παρὰ Δῖός νομοθέτης, πᾶς τε οὑ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο ἢ πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους · ἔστι δ’, ὥς φησι Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δι- καιοσύνην ἂν τελείαν ὀνομάσειε.”
Καὶ παρ’ ἡμῖν ὁ σωτήριος λόγος ὁμοῦ συζεύξας τῇ πίστει τὴν φρόνησιν τὸν κατ’ ἀμφότερα κεκοσμημένον τοῖς αὐτοῦ λόγοις ἐγκρίνει λέγων “τίς ἄρα ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος;” καὶ αὖθις “ εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω.” σαφῶς γοῦν ἐν τούτοις οὐ τὴν ἄλογον πίστιν ἀποδέχεσθαι παρίστησιν, ἀλλὰ τὴν ταῖς μεγίσταις ἀρεταῖς συνεζευγμένην, εἰ δὴ τοι- αῦται φρόνησις καὶ ἀγαθωσύνη.
“ Εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα τοὺς ἔμπροσθεν λόγους διεξελθεῖν, ὡς ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσί τινα τελευτήσασαι καὶ τόν κατὰ ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται. ταῦτα ἀληθεῖς μὲν , μακροὶ δέ εἰσι περιέχοντες λόγοι. πιστεύειν δὲ ταῖς τε ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖς καὶ σφόδρα παλαιαῖς οὔσαις, πιστεύειν δὲ καὶ τοῖς νομοθετοῦσι ταῦθ’ οὕτως ἔχειν, ἄνπερ μὴ παντάπασιν ἄφρονες φαίνωνται.”
Καὶ ἐν τῇ βίβλῳ δὲ τῶν Μακκαβαίων λέγεται Ἱερεμίας ὁ προφήτης μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου εὐχόμενος ὁρᾶσθαι ὑπὲρ τοῦ λαοῦ, ὡς φροντίδα ποιούμενος τῶν ἐπὶ γῆς ἀνθρώπων. δεῖν δέ φησι καὶ ὁ Πλάτων’ τούτοις πιστεύειν.
“ Λόγων δὲ δισσὸν εἶδος· τὸ μὲν ἀληθὲς, ψεῦδος δὲ ἕτερον. Ναί. Παιδευτέον δὲ ἐν ἀμφοτέροις, πρότερον δὲ ἐν τοῖς ψευδέσιν; Οὐ μανθάνω , ἔφη, πῶς λέγεις. Οὐ μανθάνεις , ἦν δ’ ἐγὼ, ὅτι πρῶτον τοῖς παιδίοις μύθους λέγομεν. τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθῆ. πρότερον δὲ μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις χρώμεθα. Ἒστι ταῦτα. ”
Ταῦτα ὁ Πλάτων’. καὶ παρ’ Ἑβραίοις δὲ τὰς τῆς ἐνθέου γραφῆς ἱστορίας τοῖς νηπίοις τὰς ψυχὰς ἁπλούστερον ὥσπερ τινὰς μύθους ἔθος ἐστὶ παραδι- δόναι, τοῖς δ’ ἐγγεγυμνασμένοις τὴν ἔξιν τὰς τῶν λόγων βαθυτέρας καὶ δογματικὰς θεωρίας διὰ τῆς καλουμένης δευτερώσεως καὶ σαφηνείας τῶν λανθανόντων τοὺς πολλοὺς νοημάτων.
“ Οὐκοῦν οἶσθ’ ὅτι ἀρχὴ παντὸς ἔργου μέγι- ’στὸν, ἄλλως τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μά- λιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπος , ὅν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ.
Κομιδῇ μὲν οὖν. Ἄρ’ οὖν ῥᾳδίως οὕτω παρήσομεν τοὺς ἐπιτυ- χόντας μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας, καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπιτοπολὺ ἐναντίας δό- ξας ἐκείναις ἃς, ἐπειδὰν τελεωθῶσιν, ἔχειν οἰησόμεθα δεῖν αὐτούς;
Οὐδ’ ὁπωστιοῦν παρήσομεν. Πρῶτον μὲν δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς , καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν, ἐγκριτέον, ὃν δ’ ἀν’ μὴ, ἀποκριτέον. τοὺς δ’ ἐγκραθέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισὶ, καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύ- θοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν. ὧν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον.”
Καὶ ταῦτα πρὸ τοῦ Πλάτωνος πεφύλακτο παρ’ Ἑβραίοις. οἱ γὰρ ἔχοντες πνεῦμα θεῖον, διακριτικὸν πνευμάτων, ἐδοκίμαζον τὰ ὀρθῶς καὶ ἐξ ἁγίου πνεύματος λεγόμενά τε καὶ γραφόμενα, τὰ δὲ μὴ τοιαῦτα ἀπεδοκίμαζον , ὥσπερ καὶ τοὺς τῶν ψευδοπροφητῶν λόγους. ἀλλὰ καὶ τοὺς παῖδας τοὺς νηπίους ταῖς ἀπὸ τῶν θείων γραφῶν ὠφελιμωτάταις διηγήσεσιν, ὥσπερ τισὶ μυθολογίαις, γονεῦσί τε καὶ τροφοῖς ἔθος ἦν κατεπᾴδειν, προπαρασκευῆς ἕνεκα τῆς εἰς ἄνδρας αὐτοῖς ἐσομένοις θεοσεβείας.
“ Ἂκουε δὴ , φασὶ, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγῷμαι, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λἐγειν.”
Καὶ μετ’ ὀλίγα Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ , εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεως τε καὶ δίκης δεσμτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι.”
Καὶ αὖθις μετ’ ὀλίγα
“ Ἒπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων · τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι. καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον πάντων τῶν σνγγενῶν καὶ καταλιπόντα ἐπὶ γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δὴ δικαία ἡ κρί- σις ᾖ. ”
Καὶ ἐξῆς ἐπιφέρει
“ Ταῦτά ἐστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι · καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε λογίζομαι συμβαίνειν· ὁ θάνατος τυγχάνει ὢν, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀπ’ ἀλλήλοιν.
ἐπειδὰν δὲ διαλυθῆτον, οὐδὲν ἧττον ἑκάτερον αὐτοῖν ἔχει τὴν ἔξιν τὴν αὑτοῦ , ἥνπερ καὶ ὅτε ἔζη ὁ ἄνθρωπος, τό τε σῶμα τὴν φύσιν τὴν αὑτοῦ, καὶ τὰ θεραπεύματα καὶ τὰ παθήματα, ἔνδηλα πάντα · οἷον, εἴ τινος ἦν μέγα τὸ σῶμα φύσει ἢ τροφῇ ἢ ἀμφότερα ζῶντος , τούτου καὶ ἐπειδὰν ἀποθάνῃ ὁ νεκρὸς μέγας · καὶ εἰ παχὺς, παχὺς καὶ ἀποθανόντος, καὶ τἄλλα οὕτως.
καὶ εἰ αὖ ἐπετήδευε κομᾶν, κομήτης τούτου καὶ ὁ νεκρός· ἢ μαστιγίας εἴ τις ἦν, καὶ ἴχνη εἶχε τῶν πληγῶν οὐλὰς ἐν τῷ σώματι, ἣ ὑπὸ μαστίγων, ἢ ἄλλων τραυμάτων ζῶν, καὶ τεθνεῶτος τὸ σῶμα ἔστιν ἰδεῖν ταῦτα ἔχον · ἢ κατεαγότα εἴ του ἦν μέλη ἢ διεστραμμένα ζῶντος, καὶ τεθνεῶτος.
καὶ ἑνὶ λόγῳ, οἶος εἶναι παρεσκεύαστο τὸ σῶμα ζῶν, ἔνδηλα ταῦτα καὶ τελευτήσαντος ἦν πάντα, ἢ τὰ πολλὰ ἐπί τινα χρόνον. ταὐτὸν δή μοι δοκεῖ τοῦτ’ ἄρα καὶ περὶ τὴν ψυχὴν εἶναι, (6 Καλλίκλεις · ἔνδηλα πάντα ἐστὶν ἐν τῇ ψυχῇ, ἐπειδὰν γυμνωθῇ τοῦ σώματος, τά τε τῆς φύσεως καὶ τὰ παθήματα τὰ διὰ τὴν ἐπιτήδευσιν ἑκάστου πράγματος, ἣν ἔσχεν ἐν τι) ψυχῇ ἄνθρωπος.
προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπὸ ἄλλου ὀρθῶς τιμωρουμένῳ ἢ βελτίονι γίγνεσθαι καὶ ὀνίνασθαι, ἢ παράδειγμα τοῖς ἄλλοις γίγνεσθαι, ἵνα ἄλλοι ὁρῶντες πάσχοντα ἃ ἂν πάσχῃ φοβούμενοι βελτόυς γίνωνται.
εἰσὶ δὲ οἶ μὲν ὠφελούμενοί τε καὶ δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων οὗτοι οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμάρτωσιν , ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίγνεται αὐτοῖς ἡ ὠφέλεια καὶ ἐνθάδε καὶ ἐν Ἃιδου· οὐδὲ γὰρ οἷόν τε ἄλλως ἀπαλλάττεσθαι.
οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται, καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδὲν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἶ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰ μέγιστα καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν ἀδίκων ἀφικνουμένοις θεάματα καὶ νουθετήματα.
ὧν ἐγώ φημι ἴνα καὶ Ἀρχέλαον ἔσεσθαι εἰ ἀληθῆ λέγει Πῶλος, καὶ ἄλλος ὅστις ἂν τοιοπῦτος τύραννος ᾖ. οἶμαι δὲ καὶ τοὺς πολλοὺς εἶναι τούτων τῶν παραδειγμάτων ἐκ τυράννων καὶ βασιλέων καὶ δυναστῶν καὶ τὰ τῶν πόλεων πραξάντων γεγονότας· οὗτοι γὰρ διὰ τὴν ἐξουσίαν μέγιστα καὶ ἀνοσιώτατα ἁμαρτήματα ἁμαρτάνουσι.
μαρτυρεῖ δὲ τούτοις καὶ Ὃμηρος. βασιλέας γὰρ καὶ δυνάστας ἐκεῖνος πεποίηκε τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον τιμωρουμένους, Τάνταλον καὶ Σίσυφον καὶ Τιτυόν. Θερσίτην δὲ, καὶ εἴ τις ἄλλος πονηρὸς ἦν ἰδιώτης, οὐδεὶς πεποίηκε μεγάλαις τιμωρίαις συνεχόμενον ὡς ἀνίατον· οὐ γὰρ, οἶμαι, ἐξῆν αὐτῷ· διὸ καὶ εὐδαιμονέστερος ἦν ἢ οἶς ἐξῆν.
ἀλλὰ γὰρ, ὦ Καλλίκλεις, ἐκ τῶν δυναμένων εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲ μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι· καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων. χαλεπὸν γὰρ , ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον, ἐν μεγάλῃ ἐξουσίᾳ γενόμενον τοῦ ἀδικεῖν δικαίως διαβιῶναι· ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι · ἐπεὶ καὶ ἐνθάδε καὶ ἄλλοθι γεγόνασιν , οἶμαι δὲ ἔσονται καὶ ἄλλοι ἀγαθοὶ ταύτην τὴν ἀρετὴν τοῦ δικαίως διαχειρίζειν ἃ ἄν τις ἐπιτρέπῃ.
εἰς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονε καὶ εἰς τοὺς ἂλλους Ἓλληνας, Ἀριστείδης ὁ Λυσιμάχου. οἱ δὲ πολλοὶ, 09 ἄριστε, κακοὶ γίνονται. τῶν δὲ δικα- στῶν , ὅπερ ἒλεγον, ἐπειδὰν ὁ Ῥαδάμανθυς ἐκεῖνος τοιοῦτόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδὲν, οὔθ’ ὅστις οὔθ’ ὧν τινῶν, ὅτι δὲ πονηρός τις· καὶ τοῦτο κατιδὼν ἀπέπεμψεν εἰς Τάρταρον, ἐπισημηνάμενος ἐάν τε ἰάσιμος ἐάν τε ἀνίατος δοκῇ εἶναι.
ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει. ἐνίοτε δὲ ἄλλην εἰσιδὼν ὁσίως βεβιωκυῖαν καὶ μετ’ ἀληθείας ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινὸς ψυχὴν, μά- λιστα μὲν, ὡς ἐγώ φημι, ὦ Καλλίκλεις, φιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαντος ὃς ἐν τῷ βίῳ) ἠγάσθη τε καὶ εἰς μακάρων νήσους ἀπέπεμψε.
ταὐτὰ δὲ ταῦτα καὶ ὁ Αἰακός· ἑκάτερος δὲ τούτων ῥάβδον ἔχων δικάζει. ὁ δὲ Μίνως ἐπισκοπῶν κάθηται μόνος, ἔχων χρύσεον σκῆπτρον, ὥς φησιν Ὀδυσσεὺς ὁ Ὁμήρου ἰδεῖν αὐτὸν ,
χρύσεον σκῆπτρον ἔχοντα , θεμιστεύοντα νέκυσσιν.
ἐγὼ μὲν οὖν, ὦ Καλλίκλεις , ὑπὸ τούτων τῶν λόγων πέπεισμαι , καὶ σκοπῶ ὅπως ἀποφανοῦμαι τῷ κριτῇ ὡς ὑγιεστάτην τὴν ψυχήν. χαίρειν οὖν ἐάσας τὰς τιμὰς τῶν πολλῶν ἀνθρώπων , τὴν ἀλήθειαν ἀσκῶν, πειράσομαι τῷ ὄντι, ὡς ἂν δύνωμαι , βέλτιστος ὢν καὶ ζῆν καὶ ἐπειδὰν ἀποθνήσκω ἀποθνήσκειν.
παρακαλῶ δὲ καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους, καθ’ ὅσον δύναμαι· καὶ δὴ καὶ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον καὶ τὸν ἀγῶνα τοῦτον, ὃν ἐγώ φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι
καὶ ὀνειδίζω σε, ὅτι οὐχ οἷός τε εἶ σαυτῷ βοηθῆσαι, ὅταν ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις , ἣν νῦν ἐγὼ ἔλεγον, ἀλλὰ ἐλθὼν παρὰ τὸν δικαστὴν ἐκεῖνον, τὸν τῆς Αἰγίνης υἱὸν, ἐπειδάν σου ἐπιλαβόμενος ἐκεῖνος ἄγῃ, χασμήσῃ καὶ ἰλιγγιάσεις οὐδὲν ἧττον ἢ ἐγὼ ἐν- θάδε καὶ σὺ ἐκεῖ, καί σε ἴσως τυπτήσει εἰ τις καὶ ἐπὶ κόρρης ἀτίμως καὶ πάντως προπηλακιεῖ.”
Τάχα δ’ οὖν ταυτὶ μῦθός σοι δοκεῖ λέγεσθαι ὥσπερ ὑπὸ γραὸς , καὶ καταφρονεῖς αὐτῶν. καὶ οὐδέν γ’ ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἴ πη ζητοῦντες εἴχομεν αὐτῶν βελτίω καὶ ἀληθέστερα εὑρεῖν.
νῦν δὲ ὁρᾷς ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ σοφώτατοί ἐστε τῶν νῦν Ἑλλήνων, σύ τε καὶ Πόλος καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι ὡς δεῖ ἄλλον τινὰ βίον ζῆν ἢ τοῦτον ὅσπερ καὶ ἐκεῖσε φαίνεται συμ- φέρων, ἀλλ’ ἐν τοσούτοις λόγοις, τῶν ἄλλων ἐλεγ- χομένων , μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβη- τέον ἐστὶ τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι, καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δοκεῖν εἶναι ἀγαθὸν, ἀλλὰ τὸ ἀγαθὸν εἶναι, καὶ ἰδίᾳ καὶ δημοσίᾳ.”
Ὁ μὲν δὴ Πλάτων’ τὸν Αἰακὸν καὶ τὸν Μίνω καὶ τὸν Ῥαδὰμανθυν ὑπέθετο τῶν τετελευτηκότων δικαστὰς ἔσεσθαι, ὁ δὲ θεῖος λόγος μαρτύρεται πάντας δεῖν παραστήσεσθαι τῷ βήματι τοῦ θεοῦ, ἔνα κομίσηται ἕκαστος τὰ διὰ τοὺ σώματος πρὸς ἃ ἔπρα- ξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.
καὶ πάλιν “ ἐν ἡμέρᾳ φησὶν) ὅταν κρίνῃ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ · τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου αὐτοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον , τοῖς δ’ ἐξ ἐριθείας καὶ ἀπιστοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἓλληνος· οὐ γάρ ἐστι διαστολή.”
“ Εὐλαβοῦ μέντοι μή ποτε ἐκπέσῃ ταῦτα εἰς ἀνθρώπους ἀπαιδεύτους· σχεδὸν γὰρ, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα , οὐδ’ αὖ πρὸς τοὺς εὐφυεῖς θαυμαστότερά τε καὶ ἐνθουσιαστικώτερα. πολλάκις δὲ λεγόμενα καὶ ἀεὶ ἀκουόμενα καὶ πολλὰ ἔτη μόγις, ὥσπερ χρυσὸς, ἐκκαθαίρεται μετὰ πολλῆς πραγματείας.”
Καὶ παρ’ ἡμῖν ὁ σωτήριος λόγος φησὶ “ μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ, μηδὲ βάλλητε τοὺς μαρ- γαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.” καὶ “ ὁ ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστί. ”
“ Καὶ δὴ καὶ ἑνὸς ἀνδρὸς , ὁπόταν καλοὶ ἐν ψυχῇλόγοι ἐνόντες μηδὲν ποιῶσι πλέον, ἀλλὰ δὴ τούτοις πᾶν τοὐναντίον. ταύτας πάσας ἀμαθίας τὰς πλημμελεστάτας ἔγωγ’ ἂν θείην πόλεως τε καὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν, ἀλλ’ οὐ τὰς τῶν δημιουργῶν , εἰ ἄρα μου καταμανθάνετε , ὦ ξένοι, ὃ λέγω.
Μανθάνομέν γε, ὦ φίλε , καὶ συγχωροῦμεν ἃ λέγεις.
Τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτα ἀμαθαίνουσι τῶν πο- λιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἐχόμενον καὶ λεγόμενον] καὶ ὡς ἀμαθέσιν ὀνειδιστέον, ἂν καὶ πάνυ λογιστικοί τε ὦσι καὶ πάντα τὰ κομψὰ καὶ ὅσα πρὸς τάχος τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα, τοὺς δὲ τοὐναντίον ἔχοντας τούτοις ὡς σοφούς τε προσρητέον, ἂν καὶ τὸ λεγόμενον μήτε γράμματα μήτε νεῖν ἐπιστῶνται, καὶ τὰς ἀρχὰς δοτέον ὡς ἔμφροσι.
πῶς γὰρ ἂν, ὠ φίλοι , ἄνευ συμφωνίας γένοιτ’ ἂν φρονήσεως καὶ τὸ σμικρότατον εἶδος; οὐκ ἔστιν. ἀλλ’ ἡ καλλίστη καὶ μεγίστη τῶν ξυμφωνιῶν μεγίστη δι- καιότατα λέγοιτ’ ἂν σοφία , ἧς ὁ μὲν κατὰ λόγον ζῶν μέτοχος , ὁ δὲ ἀπολειπόμενος οἰκοφθόρος καὶ περὶ πόλιν οὐδαμῆ σωτὴρ, ἀλλὰ πᾶν τοὐναντίον ἀμαθαίνων εἰς ταῦτα ἑκάστοτε φανεῖται.”
Ταῦτα μέν μοι ἀπὸ τῶν Νόμων κείσθω. ὁ δ’ αὐτὸς καὶ ἐν Πολιτικῷ περὶ τοῦ μὴ πάνυ τι περὶ τὰ ὀνόματα καὶ τἀς λέξεις σπουδάζειν τάδε φησί “Καλῶς, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως.”
Τῆς παρ’ Ἑβραίοις γραφῆς πρῶτον εἰσαγούσης Μωσἐα παραιτούμενον τὴν τοῦ λαοῦ προστασίαν δι’ ὧν πρὸς τὸν χρηματίζοντα ἔφησε “ δέομαι , κύριε, προχείρισαι ἄλλον τὸν δυνάμενον , ὃν ἀποστελεῖς,” κἄπειτα τὸν Σαοὺλ κρυπταζόμενον πρὸς τὸ μὴ ἀνα- δέξασθαι τὴν βασιλείαν, καὶ τὸν προφήτην Ἰερεμίαν ὑποπαραιτούμενον , ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων’ τὸ εὔλογον τῆς παραιτήσεως συνίστησι , λέγων οὕτως
“ Οὐκοῦν, ὦ Θρασύμαχε , τοῦτο ἤδη δῆλον, ὅτι οὐδεμία τέχνη οὐδὲ ἀρχὴ τὸ αὑτῇ ὠφέλιμον παρασκευάζει, ἀλλ’, ὅπερ πάλαι ἐλέγομεν, τὸ τῷ ἀρχομένῳ καὶ παρασκευάζει καὶ ἐπιτάττει, τὸ ἐκείνου συμφέρον ἐλάττονος ὄντος σκοποῦσα , ἀλλ’ οὐ τὸ τοῦ κρείττονος.
διὰ δὴ ταῦτα ἔγωγε , ὢ φίλε Θρασύμαχε, καὶ ἄρτι ἔλεγον μηδένα ἐθέλειν ἑκόντα ἄρχειν καὶ τὰ ἀλλότρια κακὰ μεταχειρίζεσθαι ἐπανορθοῦντα, ἀλλὰ μισθὸν αἰτεῖν , ὅτι ὁ μέλλων καλῶς τῇ τέχνῃ πράξειν οὐδέποθ’ ἑαυτῷ τὸ βέλτιστον πράττει οὐδ’ ἐπιτάττει κατὰ τέχνην ἐπιτάττων, ἀλλὰ τῷ ἀρχομένῳ. ὧν δὴ ἕνεκα, ὡς ἔοικε, μισθὸν δεῖ ὑπάρχειν τοῖς μέλλουσιν ἐθελήσειν ἄρχειν, ἢ ἀργύριον ἢ τιμὴν, ἢ ζημίαν, ἐὰν μὴ ἄρχῃ.”
Τῶν παρ’ Ἑβραίοις λογίων τοὺς παρ’ αὐτοῖς προφήτας καὶ δικαίους ἄνδρας ὕβρεις ἐσχάτας καὶ προπηλακισμοὺς πάντα τε κίνδυνον εὐθαρσῶς ὑπομεῖναι διδασκόντων, τὰ συνῳδὰ τῆς Πλάτωνος καὶ περὶ τούτου δόξης μάθοις ἂν ἀπὸ τῶνδε αὐτοῦ τῶν φωνῶν, ἃς ἐν τῷ δευτέρῳ τέθειται τῆς Πολιτείας
“ Τὸν δ’ οὖν τοιοῦτον θέντες τὸν δίκαιον αὖ παρ’ αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἀπλοῦν καὶ γενναῖον, κατ’ Αἰσχύλον οὐ δοκεῖν, ἀλλ’ εἷναι ἀγαθὸν ἐθέλοντα. ἀφαιρετέον δὲ τὸ δοκεῖν. εἰ γὰρ δόξει δίκαιος εἶναι , ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτω εἷναι. ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν τε καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη.
γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης, καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ · μηδὲν γὰρ ἀδικῶν δόξαν ἐχέτω τῆς μεγίστης ἀδικίας , ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην, τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ’ αὐτῆς γιγνομένων· ἀλλ’ ἔστω ἀμετάστατος μέχρι θανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου, ὢν δὲ δίκαιος. ”
Καὶ μετὰ βραχέα ἐπιλέγει
“Λεκτέον οὖν· καὶ δὴ, κἂν ἀγροικοτέρως λέγηται, μὴ ἐμὲ οἴου λέγειν, ὦ Σώκρατες, ἀλλὰ τοὺς ἐπαινοῦντας πρὸ δικαιοσύνης ἀδικίαν. ἐροῦσι δὲ τάδε, ὅτι οὕτω διακείμενος ὁ δίκαιος μαστιγώσεται, στρεβλώσεται, δεδήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμὼ, τε- λευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται, καὶ γνώσεται ὅτι οὐκ εἶναι δίκαιον, ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν.”
Ταῦτα λόγοις ὁ Πλάτων’ · ἔργοις δὲ πολὺ πρότερον οἶ παρ’ Ἑβραίοις δίκαιοι καὶ προφῆται μνημονεύονται τὰ εἰρημένα πάντα πεπονθέναι, οἵ γε δικαιότατοι ὄντες ὡς ἀδικώτατοι “ ἐλιθάσθησαν , ἐπρίσθησαν , ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπη- λαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος.”
καὶ οἶ ἀπόστολοι δὲ τοῦ σωτῆρος ἡμῶν τὴν ἀνωτάτω δικαιοσύνην τε καὶ εὐσέβειαν μετιόντες, δόξαν δὲ ἀδικίας παρὰ τοῖς πολλοῖς περιβαλλόμενοι , ὁποῖα ἔπασχον αὐτῶν πάρεστιν ἐπακοῦσαι λεγόντων “ θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ” καὶ “ μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα , δυσφημούμενοι παρακαλοῦμεν · ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.”
“ Ὃτε ἐγένετο ἡ Ἀφροδίτη , εἱστιῶντο οἶ θεοὶ, οἵ τε ἄλλοι καὶ ὁ τῆς Μήτιδος υἱὸς Πόρος. ἐπειδὴ δὲ ἐδείπνησαν, προσαιτήσουσα, οἷα δὴ εὐωχίας οὔσης, ἀφίκετο ἡ Πενία , καὶ ἦν περὶ τὰς θύρας. ὁ οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταρος, οἶνος γὰρ οὔπω ἦν, εἰς τὸν τοῦ Δῖός κῆπον εἰσελθὼν βεβαρημένος εὕδεν. ἡ οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὐτῆς ἀπορίαν παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου κατακλίνεταί τε παρ’ αὐτῷ καὶ ἐκύησε τὸν Ἔρωτα. ”
Τοιαῦτα μὲν δή τινα καὶ ἐν τούτοις ὁ Πλάτων’ ἐμφερῶς Μωσεῖ ὑπῃνίξατο.
Εἶθ’ ἐξῆς διασύρας τὰ αὐτῷ συνήθη ἐπιφέρει λέγων
“ Ταῦτ’ εἰπὼν ὁ παρ’ αὐτῷ Ζεὺς ἔτεμνε τοὺς ἀνθρώπους δίχα, ὥσπερ οἶ τὰ ὦτα τέμνοντες καὶ μέλλοντες ταριχεύειν, ἢ ὥσπερ οἱ τὰ ᾠὰ ταῖς θριξίν. ὅντινα δὲ τέμοι, τὸν Ἀπόλλωνα ἐκέλευε τό τε πρόσω- πον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἥμισυ πρὸς τὴν τομὴν, ἔνα θεώμενος τὴν αὑτοῦ τμῆσιν κοσμιώτερος εἴη ὁ ἄνθρωπος, καὶ τὰ ἄλλα ἰᾶσθαι ἐκέ- λευεν.
Μώσεως τὸν πρῶτον τῶν γηγενῶν βίον ὑπογράψαντος ἐν παραδείσῳ θεοῦ γεγονέναι, θεόν τε αὐτῶν ἡγεῖσθαι ἐν ἀχρημάτῳ καὶ ἀκτήμονι διαγωγῇ, ἄσπαρτά τε αὐτοῖς καὶ ἀνήροτα πάντα φύεσθαι, γυμνούς τε εἶναι τῆς μετὰ ταῦτα περιβολῆς, ἐπάκουσον τοῦ φιλοσόφου μονονουχὶ αὐτὰ δὴ ταῦτα Ἑλληνικῇ b τῇ φωνῇ διερμηνεύοντος. λέγει δ’ οὖν
Πἀλιν Μώσεως ἀναγράψαντος ὅτι ἦν ὁ ὄφις φρονιμώτερος πάντων τῶν θηρίων, οἷά τε εἶπεν ὁ ὄφις τῇ γυναικὶ καὶ ἡ γυνὴ τῷ ὄφει, καὶ τὰς ὁμιλίας τοῦ ὄφεως ἐκθεμένου, ὁ Πλάτων’ οἶα γράφει ἐπά- κουσον
“Eí μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, πα- ρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως πρὸς τὸ μὴ μόνον ἀνθρώποις, ἀλλ’ ’ καὶ θηρίοις διὰ λόγων δύνασθαι ξυγγίνεσθαι, κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν, μετά τε θηρίων καὶ μετ’ ἀλλήλων ὁμιλοῦντες, καὶ πυνθανόμενοι παρὰ πάσης φύσεως εἴ τινά τις ἰδίαν δύναμιν ἔχουσα ᾔσθετό τι διάφορον τῶν ἄλλων εἰς ξυναγυρμὸν φρονήσεως, εὔ- κριτον ὅτι τῶν νῦν οἱ τότε μυρίως πρὸς εὐδαιμονίαν διέφερον.
εἰ δ’ ἐμπιπλάμενοι σίτων ἄδην καὶ πότων διελέγοντο πρὸς ἀλλήλους καὶ τὰ θηρία μύθους, οἷοι δὴ καὶ τανῦν περὶ αὐτῶν λέγονται, καὶ τοῦθ’, οὕτως γε κατ’ ἐμὴν δόξαν ἀποφήνασθαι, καὶ μάλα εὔκριτον. ὅμως δ’ οὖν ταῦτα μὲν ἀφῶμεν, ἴως ἂν ἡμῖν μηνυτής τις ἱκανὸς φανῇ, ποτέρως οἶ τότε τὰς ὁ ἐπιθυμίας εἶχον περί τε ἐπιστημῶν καὶ τῆς τῶν λόγων χρείας.”
Μώσης νομοθεσίαν ἀνθρώποις καταβεβλημένος ἐνόμισεν αὑτῷ δεῖν ἀρχαιολογίας ἐν τοῖς προοιμίοις· μνημονεύει δὲ τοῦ κατακλυσμοῦ καὶ τοῦ μετ’ αὐτὸν βίου τῶν ἀνθρώπων, ἔπειτα παλαιῶν ἀνδρῶν δρῶν τῶν παρ’ Ἑβραίοις θεοφιλῶν, καὶ τῶν δὲ ἄλλως ἐν πλημμελείαις ἐξητασμένων τὴν πολιτείαν ὑφηγεῖται, κατάλληλον οἷς ἐνομοθέτει τὴν περὶ τούτων ἡγησάμενος ἱστορίαν ἔσεσθαι.
καὶ ὁ Πλάτων’ δὲ ὡσαύτως, παρελθὼν ἐπὶ τὴν τῶν νόμων γραφὴν τὸν αὐτὸν τῷ Μωρεῖ ζηλοῖ τρόπον· ἐν προοιμίοις γοῦν τῶν Νόμων τῇ κατ’ αὐτὸν ἀρχαιολογίᾳ κέχρηται, κα- τακλυσμοῦ μνημονεύσας καὶ τοῦ μετὰ τὸν κατακλυσμὸν βίου· ἀρχόμενος γοῦν τοῦ τρίτου τῶν Νόμων ἐπάκουσον ἅ φησιν
“‘ Αρ’ οὖν οἱ παλαιοὶ λόγοι ὑμῖν ἀλήθειαν ἔχειν τινὰ δοκοῦσι;
Ποῖοι δή;
Τὸ πολλὰς ἀνθρώπων φθορὰς γεγονέναι κατακλυσμοῖς τε καὶ νόσοις καὶ ἄλλοις πολλοῖς, ἐν οἷς βραχύ τι τῶν ἀνθρώπων λείπεσθαι γένος.
Πάνυ μὲν οὖν πιθανὸν τὸ τοιοῦτον πᾶν παντί.
Φέρε δὴ, νοήσωμεν μίαν τῶν πολλῶν ταύτην, τὴν τῷ κατακλυσμῷ γενομένην.
Τὸ ποῖόν τι περὶ αὐτῆς διανοηθέντες;
῾Ως οἱ τότε περιφυγόντες τὴν φθορὰν σχεδὸν ὄρειοί τινες ἂν εἶεν νομεῖς, ἐν κορυφαῖς που σμικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώπων διασεσωσμένα γένους.
Δῆλον.
Καὶ δὴ τοὺς τοιούτους γε ἀνάγκη που τῶν ἄλλων ἀπείρους εἶναι τεχνῶν καὶ τῶν ἐν τοῖς ἄστεσι πρὸς ἀλλήλους μηχανῶν εἴς τε πλεονεξίας καὶ φιλονεικίας, 5 καὶ ὁπόσα ἄλλα κακουργήματα πρὸς ἀλλήλους ἐπινοοῦσιν.
Εἰκὸς γοῦν.
Θῶμεν δὴ τὰς ἐν τοῖς πεδίοις πόλεις καὶ πρὸς θαλάττῃ κατοικούσας ἄρδην ἐν τῷ τότε χρόνῳ διαφθείρεσθαι. Θῶμεν. Οὐκοῦν ὄργανά τε πάντα ἀπόλλυσθαι , καὶ εἴ τι τέχνης ἦν ἐχόμενον σπουδαίως εὑρημένον ἢ πολιτικῆς ἢ καὶ σοφίας τινὸς ἑτέρας, πάντα ἔρρειν ταῦτα ἐν τῷ τότε χρόνῳ φήσομεν.”
Καὶ μεθ᾿ ἕτερά φησιν
“ Οὐκοῦν οὕτω δὴ λέγωμεν ἔχειν τότε, ὅτε ἐγένετο ἡ φθορὰ, τὰ περὶ τοὺς ἀνθρώπους πράγματα, μυρίαν μέν τινα φοβερὰν ἐρημίαν, γῆς δὲ ἀφθόνου πλῆθος πάμπολυ.”
Ταῦτα καὶ τοιαῦτα ἕτερα εἰπὼν ἐπεξέρχεται βίους τῶν μετὰ τὸν κατακλυσμὸν ἀνθρώπων, εἶθ᾿, ὥσπερ Μωσῆς τὴν τῶν πάλαι θεοφιλῶν Ἑβραίων πολιτείαν ἐπισυνάπτει τῇ μετὰ τὸν κατακλυσμὸν ὑφηγήσει, καὶ ὁ Πλάτων ὁμοίως μετὰ τοὺς βίους τῶν μετὰ τὸν κατακλυσμὸν τὰ Ἑλληνικὰ πειρᾶται ἀρχαιολογεῖν, ὡς ἐκεῖνος τὰ Ἑβραίων, τῶν τε ἐπὶ Τροίας μνημονεύει, καὶ τῆς πρώτης ἐν Λακεδαίμονι πολιτείας, Περσῶν τε, καὶ τῶν παρὰ τούτοις εἴτ’ ὀρθῶς εἴτε καὶ μὴ βεβιωκότων· εἶτα μετὰ τὴν τούτων ἱστορίαν ἀπάρχεται τῆς τῶν νόμων διαθέσεως, κἀν τούτῳ Μωσεῖ κατακολουθήσας.
“ Πῆ δὴ οὖν σε ἔτ’ ἂν ἐβουλόμην διελόμενον λέγειν αὐτός τ’ ἀκούειν; βούλει σοι φράζω;
Πάνυ μὲν οὖν, ὦ ξένε.
Ἐχρῆν εἰπεῖν, οἷ Κρητῶν νόμοι οὐκ εἰσὶ μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν· ἔχουσι γὰρ ὀρθῶς τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀποτελοῦντες· ἅπαντα γὰρ τἀγαθὰ πορίζουσι.
διττὰ δ’ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἥρτηται δὲ ἐκ τῶν θείων θάτερα· καὶ ἐὰν μὲν δέχηται τὰ μείζονα πόλις, κτᾶται καὶ τὰ ἐλάττονα· εἰ δὲ μὴ, στέρεται ἀμφοῖν. ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται ὑγεία, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ πλοῦτος οὐ τυφλὸς, ἀλλ’ ὀξὺ βλέπων, ἄνπερ ἅμ’ ἕπηται φρονήσει.
ὃ δὴ πρῶτον αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύτερον δὲ μετὰ νοῦν σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετὰ ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ ἀνδρεία. ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτω.
μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα βλέπειν.
περί τε γάμους ἀλλήλοις ἐπικοινουμένους, μετὰ δὲ ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσι καὶ τροφαῖς, ὅσοι τε ἄρσενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρεσβύτερον ἰόντων μέχρι γήρως, τιμῶντα ὀρθῶς ἐπιμελεῖσθαι δεῖ καὶ ἀτιμάζοντα, ἐν ἀπάσαις ταῖς τούτων ὁμιλίαις τάς τε λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας ξυμπάντων τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλαχότα ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν δι’ αὐτῶν τῶν νόμων.”
Καὶ μετὰ βραχέα φησί
“ Κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους πᾶσι τούτοις φύλακας ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι’ ἀληθοῦς δόξης ἰόντας, ὅπως πάντα ταῦτα ξυνδήσας ὁ νοῦς ἑπόμενα σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μηδὲ φιλοτιμίᾳ.
οὕτως, ὠ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς, καὶ ἔτι νῦν βούλομαι, διεξελθεῖν πῶς ἐν τοῖς τοῦ Δῖός λεγομένοις νόμοις, τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος , οὓς Μίνως τε καὶ Λυκοῦργος ἐθέτην , ἔνεστί τε πάντα ταῦτα, καὶ ὅπη τάξιν εἰληφότα διάδηλά ἐστι τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ τε καί τισιν ἔθεσι, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι καταφανῆ.”
Καὶ παρ’ ἡμῖν δὲ εἴρηται “ζητεῖτε πρῶτον τὴν βασιλείαν καὶ τὴν δ’ ἴκα ἰὸς ύνην, καὶ πάντα ταῦτα προστεθήσεται ὑμῖν.” ἀλλὰ καὶ Μώσης πολὺ πρότερον ἀπὸ τῆς περὶ θεοῦ διδασκαλίας τὴν ἀρχὴν πεποιημένος, ἐξῆς τε ἐφαρμόσας τὴν κατ’ αὐτὸν πολιτείαν καὶ τὰ περὶ συμβολαίων καὶ τὰ περὶ τοῦ κοινοῦ βίου νόμιμα, τοῖς πᾶσιν ἄρχοντας καὶ φύλακας καθίστησι τοὺς τῷ θεῷ ἱερωμένους, ὡς καὶ τὰ λόγια διδάσκει, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι’ ἀληθοῦς δόξης ἰόντας.
κεφάλαιον δὴ παιδείας λέγομεν τὴν ὀρθὴν τροφὴν, ἣ τοῦ παίζονΛέω τος τὴν ψυχὴν εἰς ἔρωτα ὅτι μάλιστα ἄξει τούτου, ὃ δεήσει γενόμενον ἄνδρα αὐτὸν τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῃς.”
Καὶ τοῦτο προλαβὼν Μωσῆς ἐνομοθέτησεν εἰπὼν “καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ προβιβάσεις αὐτὰ τοῖς υἱοῖς σου.” ὃ δὴ καὶ πράττειν σύνηθες παισὶν Ἑβραίων, ἐξ ἁπαλῆς ἡλικίας τοὺς νέους ἅπαντας τοῖς τῆς θεοσεβείας παιδεύμασιν ἀνατρέφουσι· τοῦτο δὲ καὶ εἰς δεῦρο κατά τι πάτριον ἔθος παρὰ τῷ Ἰουδαίων ἔθνει σπουδάζεται.
ταύτην τὴν τροφὴν ἀφο- ρισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται, νῦν βούλοιτ’ ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς χρήματα τείνουσαν ἥ τινα πρὸς ἰσχὺν ἢ καὶ πρὸς ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης βάναυσόν τε εἶναι καὶ ἀνελεύθερον, καὶ οὐκ ἀξίαν τὸ παράπαν παιδείαν καλεῖσθαι.
ἡμεῖς δὲ μηδ’ ἐν ὀνόματι διαφερώμεθα . αὐτοῖς, ἀλλ’ ὁ νῦν δὴ λόγος ἡμῖν ὁμολογη- θεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευμένοι σχεδὸν ἀγαθοὶ γίνονται, καὶ δεῖ δὴ τὴν παιδείαν μηδαμοῦ ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις ἀνδράσι παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δέ ἐστιν ἐπανορθοῦσθαι, τοῦτο ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ δύναμιν.”
Καὶ ἐν τῷ δευτέρῳ δὲ τῶν Νόμων ἐπιλέγει
“ Παιδείαν δὴ λέγω τὴν παραγινομένην πρῶτον παισὶν ἀρετὴν, ἡδονὴ δὲ καὶ φιλία καὶ λύπη καὶ μῖσος ἐὰν ὀρθῶς ἐν ψυχαῖς ἐγγίγνωνται μή πω δυναμένων λόγον λαμβάνειν, λαβόντων δὲ τὸν λόγον συμφωνήσωσι τῷ λόγῳ, ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν προσηκόντων ἐθῶν· αὕτη ἔσθ᾿ ἡ συμφωνία ξύμπασα μὲν ἀρετὴ, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον αὐτῆς ὀρθῶς, ὥστε μισεῖν μὲν ἃ χρὴ μισεῖν εὐθὺς ἐξ ἀρχῆς μέχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέργειν, τοῦτ᾿ αὐτὸ ἀποτεμὼν τῷ λόγῳ καὶ παιδείαν προσαγορεύων κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις.”
Ταῦτα ὁ Πλάτων’. προλαβὼν δὲ αὐτὸν ὁ Δαβὶδ ἐν ψαλμῳδίαις, μισεῖν ἃ δεῖ μισεῖν καὶ στέργειν διδάσκων ἃ δεῖ στέργειν, τάδε φησί “δεῦτε τέκνα ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. ἔκκλινον ἀπὸ κακοῦ, καὶ, ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.”
καὶ ὁ Σολομῶν ὁμοίως “ἀκούσατε” φησὶ “παῖδες παιδείαν πατρός. δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν· τῶν ἐμῶν νόμων μὴ ἐπιλανθάνησθε.” καὶ πάλιν “ κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν, μὴ ἐπιλάθῃ.” καὶ “ εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ.” καὶ “ ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. μυρία δ’ ἂν εὕροις ἄλλα τοιαῦτα ἐν τοῖς Ἑβραίων γράμμασι, παιδευτικὰ πρὸς εὐσεβείας καὶ ἀρετῆς ἀνάληψιν, νέοις ὁμοῦ καὶ τελείοις τὴν ἡλικίαν προσήκοντα.
Τοῦ θείου χρησμοῦ φήσαντος Μωσεῖ “ ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει” τοῦ τε ἱεροῦ λόγου σαφέστερον εἰπόντος οἵτινες ὑποδείγματι καὶ σκιᾷ ἐλάτρευον τῶν ἐπουρανίων”, εἰκόνα τε ἄντικρυς τῶν ἐν νοητοῖς θειοτέρων τὰ παρὰ Μωσεῖ σύμβολα περιέχειν διδάσκοντος, ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων’ τὰ ὅμοια διερμηνεύει ἐν ἕκτῳ τῆς Πολιτείας ὧδε γράφων
“ Θεῷ δὴ καὶ κόσμῳ ὅ γε φιλόσοφος ὁμιλῶν κόσμιός τε καὶ θεῖος εἰς τὸ δυνατὸν ἀνθρώπῳ γίγνεται· διαβολὴ δὲ ἐν πᾶσι πολλή.
Παντάπασι μὲν οὖν. Ἂν οὖν τις, εἶπον, αὐτῷ ἀνάγκη γένηται, ἃ ἐκεῖ ὁρᾷ, μελετῆσαι εἰς ἀνθρώπων ἤθη καὶ ἰδίᾳ καὶ δημοσίᾳ τιθέναι, καὶ μὴ μόνον ἑαυτὸν πλάττειν, ἆρα κακὸν δημιουργὸν αὐτὸν οἴει γενήσεσθαι σωφροσύνης τε καὶ δικαιοσύνης καὶ ξυμπάσης τῆς δημοτικῆς ἀρετῆς; Ἥκιστά γε, ἦ δ’ ὅς.
Ἀλλ’ ἐὰν δὴ αἴσθωνται οἱ πολλοὶ ὅτι ἀληθῆ περὶ αὐτοῦ λέγομεν, χαλεπανοῦσι δὴ τοῖς φιλοσόφοις καὶ ἀπιστήσουσιν ἡμῖν λέγουσιν ὡς οὐκ ἄν ποτε ἄλλως εὐδαιμονήσειε πόλις, εἰ μὴ αὐτὴν διαγράψειαν οἱ τῷ θείῳ παραδείγματι χρώμενοι ζωγράφοι;
Οὐ χαλεπανοῦσιν, ἦ δ’ ὃς, ἐάν περ αἴσθωνται. Ἀλλὰ δὴ τίνα λέγεις τρόπον τῆς διαγραφῆς; Λαβόντες, ἦν δ’ ἐγὼ, ὥσπερ πίνακα πόλιν τε καὶ ἤθη ἀνθρώπων, πρῶτον μὲν καθαρὰν ποιήσειαν ἂν, ὃ οὐ πάνυ ῥᾴδιον.
ἀλλ’ οὖν οἶσθ’ ὅτι τούτω ἂν εὐθὺς τῶν ἄλλων διενέγκαιεν, τῷ μήτε ἰδιώτου μήτε πόλεως ἐθελῆσαι ἂν ἅψασθαι, μηδὲ γράφειν νόμους, πρὶν παραλαβεῖν καθαρὰν, ἢ αὐτοὶ ποιήσαι.
Καὶ ὀρθῶς γε, ἔφη. Οὐκοῦν μετὰ ταῦτα οἴει ὑπογράψασθαι ἂν τὸ σχῆμα τῆς πολιτείας; Τί μήν;
Ἔπειτα, οἶμαι, ἀπεργαζόμενοι πυκνὰ ἂν ἑκατέρωσε ἀποβλέποιεν, πρός τε τὸ φύσει δίκαιον καὶ καλὸν καὶ σῶφρον καὶ πάντα τὰ τοιαῦτα, καὶ πρὸς ἐκεῖνο αὖ τὸ ἐν τοῖς ἀνθρώποις, ἐμποιοῖεν ξυμμιγνύντες τε καὶ κεραννύντες ἐκ τῶν ἐπιτηδευμάτων τὸ ἀνδρείκελον, ἀπ’ ἐκείνου τεκμαι- ρόμενοι, ὃ δὴ Ὅμηρος ἐκάλεσεν ἐν τοῖς ἀνθρώποις ἐγγιγνόμενον θεοειδές τε καὶ θεοείκελον.
Ὀρθῶς. ἔφη. Καὶ τὸ μὲν ἂν, οἶμαι, ἐξαλείφοιεν, τὸ δὲ πάλιν ἐγγράφοιεν, ἴως ἂν ὅτι μάλιστα τὰ ἀνθρώπεια ἤθη εἰς ὅσον ἐνδέχεται θεοφιλῆ ποιήσειαν.
“ Δοκεῖ μοι τρίτον ἢ τέταρτον ὁ λόγος εἰς ταὐτὸν περιφερόμενος ἥκειν, ὡς ἄρα παιδεία μέν ἐσθ’ ἡ παίδων ὁλκή τε καὶ ἀγωγὴ πρὸς τὸν ὑπὸ τοῦ νόμου λόγον ὀρθὸν εἰρημένον καὶ τοῖς ἐπιεικεστάτοις καὶ πρεσβυτάτοις δι’ ἐμπειρίαν ξυνδεδογμένον ὡς ὄντως ὀρθός ἐστιν.
ἵν’ οὖν ἡ ψυχὴ τοῦ πατδὸς μὴ ἐναντία χαίρειν καὶ λυπεῖσθαι ἐθίζηται τῷ νόμῳ καὶ τοῖς ὑπὸ τοῦ νόμου τεθειμένοις, ἀλλὰ ξυνέπηται χαίρουσά τε καὶ λυπουμένη τοῖς αὐτοῖς οἷσπερ ὁ γέρων, τούτων ἕνεκα, ἃς ᾠδὰς καλοῦμεν, ὄντως μὲν ἐπῳδαὶ ταῖς ψυχαῖς αὗται νῦν γεγονέναι, πρὸς τὴν τοιαύτην ἣν λέγομεν συμφωνίαν ἐσπουδαΔοκεῖ σμἐναι, διὰ δὲ τὸ σπουδὴν μὴ δύνασθαι φέρειν τἀς τῶν νέων ψυχὰς, παιδιαί τε καὶ ᾠδαὶ καλεῖσθαι καὶ πράττεσθαι) καθάπερ τοῖς κάμνουσί τε καὶ ἀσθενῶς ἔχουσι τὰ σώματα ἐν ἡδέσι τέ τισι σιτίοις καὶ πόμασι τὴν χρήστην πειρῶνται τροφὴν προσφέρειν οἶς μέλει τούτων, τὴν δὲ τῶν πονηρῶν ἐν ἀηδέσιν, ἔνα τὴν μὲν ἀσπάζωνται, τὴν δὲ μισεῖν ὀρθῶς ἐθίζωνται.
ταὐτὸν δὲ καὶ τὸν ποιητικὸν ὁ ὀρθὸς νομοθέτης ἐν τοῖς καλοῖς ῥήμασι καὶ ἐπαινετοῖς πείσει τε καὶ ἀναγκάσει μὴ πείθων, τὰ τῶν σωφρόνων τε καὶ ἀνδρείων καὶ πάντως ἀγαθῶν ἀνδρῶν ἔν τε ῥυθμοῖς σχήματα καὶ ἐν ἁρμονίαισι μέλη ποιοῦντα ὀρθῶς ποιεῖν.”
Εἰκότως ἄρα καὶ παρ’ ἡμῖν τὰς ὑπὸ τῶν θείων προφητῶν πεποιημένας ᾠδὰς καὶ τοὺς εἰς θεὸν ὕμνους μελετᾶν οἶ παῖδες ἐθίζονται.
“Τοὺς ποιητὰς ἀναγκάζετε λέγειν ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ μακάριος, ἐάν τε μέγας καὶ ἰσχυρὸς, ἐάν τε σμικρὸς καὶ ἀσθενὴς ᾖ, καὶ ἐὰν πλουτῇ καὶ μή· ἐὰν δὲ ἄρα πλουτῇ μὲν Κινύρα τε καὶ Μίδα μᾶλλον, ᾖ δὲ ἄδικος, ἄθλιός τέ ἐστι καὶ ἀνιαρῶς ζῇ.
καὶ
οὔτ’ ἂν μνησαίμην,
φησὶν ὑμῖν ὁ ποιητὴς, εἴπερ ὀρθῶς λέγει,
οὔτ’ ἐν λόγῳ ἄνδρα τιθείμην,
ὃς μὴ πάντα τὰ λεγόμενα καλὰ μετὰ δικαιοσύνης πράττοι καὶ κτῷτο, καὶ δὴ
καὶ δηίων
τοιοῦτος ὢν
ὀρέγοιτ’ ἐγγύθεν ἱστάμενος·
ἄδικος δὲ ὢν μήτε τολμῴη ὁρῶν φόνον αἱματόεντα μήτε νικῴη θέων Θρηίκιον Βορέην, μηδὲ ἄλλο αὐτῷ μηδὲν τῶν λεγομένων ἀγαθῶν γίγνοιτό ποτε· τὰ γὰρ ὑπὸ τῶν πολλῶν λεγόμενα ἀγαθὰ οὐκ ὀρθῶς λέγεται.
λέγεται γὰρ ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον δὲ κάλλος, τρίτον δὲ πλοῦτος· μυρία δὲ ἄλλα ἀγαθὰ λέγεται· καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅ τι ἂν ἐπιθυμῇ, καὶ τὸ δὴ τέλος ἀπάσης μακαριότητος εἶναι τὸ πάντα ταῦτα κεκτημένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα.
ὑμεῖς δὲ καὶ ἐγώ που τάδε λέγομεν, ὡς ταῦτά ἐστι ξύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα ξύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγείας. καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κακὸν τὸν ξύμπαντα χρόνον ἀθάνατον ὄντα καὶ κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον δὲ, ἐὰν ὡς ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζῴη.
ταῦτα δὴ λέγειν οἶμαι τοὺς παρ’ ὑμῖν ποιητὰς, ἅπερ ἐγὼ, πείσετε καὶ ἀναγκάσετε, καὶ ἔτι τούτοις ἑπομένους ῥυθμούς τε καὶ ἁρμονίας ἀποδόντας παιδεύειν οὕτω τοὺς νέους ὑμῶν. ἡ γὰρ ὁρᾶτε; ἐγὼ μὲν γὰρ λέγω σαφῶς τὰ μὲν κακὰ λεγόμενα ἀγαθὰ τοῖς ἀδίκοις εἶναι, τοῖς δὲ δικαίοις κακά· τὰ δὲ ἀγαθὰ τοῖς μὲν ἀγαθοῖς ὄντως ἀγαθὰ, τοῖς δὲ κακοῖς κακά. ὅπερ οὖν ἠρόμην, ἆρα ξυμφωνοῦμεν ἐγώ τε καὶ ὑμεῖς, ἢ πῶς; ”
“ Νομοθετικὸν μὲν οὖν καὶ πολιτικὸν ὕπερ βαλλόντως. ἀλλ’ ἕτερα φαῦλα ἂν εὕροις αὐτόθι· τοῦτο δ’ οὖν τὸ περὶ μουσικὴν ἀληθές τε καὶ ἄξιον ἐννοίας, ὅτι δυνατὸν ἄρα ἦν περὶ τῶν τοιούτων νομοθετεῖσθαι βεβαίως θαρροῦντα μέλη τὰ τὴν ὀρθότητα φύσει παρεχόμενα. τοῦτο δὲ θεοῦ ἢ θείου τινὸς ἀνδρὸς ἂν εἴη.”
Εἰκότων ἄρα καὶ παρ’ Ἑβραίοις νενομοθέτητο μηδὲ ἄλλους ὕμνους καὶ ᾠδὰς ἐν ταῖς θείαις διδασκαλίσις ἀποδέχεσθαι ἢ τὰς ὑπὸ τοῦ θείου πνεύματος διὰ τῶν θείων καὶ προφητικῶν ἀνδρῶν πεποιημένας, τά τε τούτοις κατάλληλα μέλη τῷ συνήθει παρ’ αὐτοῖς ᾀδόμενα τρόπῳ.
“ Συγχωρῶ γε τό γε τοσοῦτον καὶ ἐγὼ τοῖς πολλοῖς, δεῖν τὴν μουσικὴν ἡδονῇ κρίνεσθαι, μὴ μέντοι τῶν γε ἐπιτυχόντων, ἀλλὰ σχεδὸν ἐκείνην εἶναι μοῦσαν καλλίστην, ἥτις τοὺς βελτίστους καὶ ἱκαΝομοθετικον νῶς πεπαιδευμένους τέρπει, μάλιστα δὲ ἥτις ἔνα τὸν ἀρετῇ τε καὶ παιδείᾳ διαφέροντα.
διὰ ταῦτα δὲ ἀρετῆς φαμὲν δεῖσθαι τοὺς τούτων κριτὰς, ὅτι τῆς τε ἄλλης μετόχους αὐτοὺς εἶναι δεῖ φρονήσεως καὶ δὴ καὶ τῆς ἀνδρείας.
οὔτε γὰρ παρὰ θεάτρου δεῖ τόν γε ἀληθῆ κριτὴν κρίνειν μανθάνοντα καὶ ἐκπληττόμενον ὑπὸ τοῦ θορύβου τῶν πολλῶν καὶ τῆς αὐτοῦ ἀπαιδευσίας, οὔτ’ αὖ γιγνώσκοντα δι’ ἀνανδρίαν καὶ δειλίαν ἐκ τοῦ αὐτοῦ στόματος, οὑπερ τοὺς θεοὺς ἐπεκαλέσατο, μέλλων κρίνειν, ἐκ τούτου ψευδόμενον ἀποφαίνεσθαι ῥᾳθύμως τὴν κρίσιν· οὐ γὰρ μαθητὴς, ἀλλὰ διδάσκαλος, ὥς γε τὸ δίκαιον, θεατῶν τῶν μᾶλλον ὁ κριτὴς καθίζει, καὶ ἐναντιωσόμενος τοῖς τὴν ἡδονὴν μὴ προσηκόντως μηδὲ ὀρθῶς ἀποδιδοῦσι δεαταῖς.“
Καὶ παρ’ Ἑβραίοις τὸ παλαιὸν οὐ τοῦ πλήθους ἦν τὸ κρίνειν τοὺς ἐκ θείου πνεύματος προφερομένους λόγους καὶ τἀς ἐνθέους ᾠδὰς, ἀλλ’ ἦσαν βραχεῖς καὶ σπάνιοι, μέτοχοι καὶ αὐτοὶ θείου πνεύματος διακριτικοῦ τῶν λεγομένων, οἶς καὶ μόνοις ἐξῆν ἐγκρίνειν καὶ ἀφιεροῦν τὰς προφητῶν βίβλους, τὰς δὲ τῶν μὴ τοιούτων ἀποδοκιμάζειν.
“Καὶ ὅπερ ὁ λόγος ἐν ἀρχαῖς ἐβουλήθη, ὁ τὴν τῷ τοῦ Διονύσου χορῷ βοήθειαν ἐπιδεῖξαι καλως λεγομένην, εἰς δύναμιν εἴρηκε. σκοπώμεθα δὴ εἰ τοῦθ’ οὕτω γέγονε. θορυβώδης μέν που ὁ ξύλλογος ὁ τοιοῦτος ἐξ ἀνάγκης προιούσης τῆς πόσεως ἔτι μᾶλλον ἀεὶ ξυμβαίνει γενόμενος, ὅπερ ὑπεθέμεθα κατ’ ἀρχὰς ἀναγκαῖον εἶναι γίνεσθαι περὶ τῶν νῦν λεγομένων.
Ἀνάγκη.
Πᾶς δέ γε αὐτὸς αὑτοῦ κουφότερος αἴρεται καὶ γέγηθέ τε καὶ παρρησίας ἐμπίμπλαται καὶ ἀνηκουστίας ἐν τῷ τοιούτῳ τῶν πέλας, ἄρχων δ’ ἱκανὸς ἀξιοῖ αὑτοῦ τε καὶ τῶν ἄλλων γεγονέναι.
Τί μήν ;
Οὐκοῦν ἔφαμεν, ὅταν γίνηται ταῦτα, καθάπερ σίδηρον, τὰς ψυχὰς τῶν πινόντων διαπύρους γινομένας μαλακωτέρας γίνεσθαι καὶ νεωτέρας, ὥστ’ εὐαγώγους ξυμβαίνειν τῷ δυναμένῳ τε καὶ επισταμένῳ παιδεύειν τε καὶ πλάττειν, καθάπερ ὅτ’ ἦσαν νέαι;
τοῦτον δὲ εἶναι τὸν πλάστην τὸν αὐτὸν, ὥσπερ τότε, τὸν ἀγαθὸν νομοθέτην, οὗ νόμους εἷναι δεῖ συμποτικοὺς, δυναμένους τὸν εὔελπιν καὶ θαρ- ραλέον ἐκεῖνον γινόμενον καὶ ἀναισχυντότερον τοῦ δέοντος, καὶ οὐ θέλοντα τάξιν καὶ τὸ κατὰ μέρος σιγῆς καὶ λόγου καὶ πόσεως καὶ μούσης ὑπομένειν, ἐθέλειν ποιεῖν πάντα τούτοις τἀναντία, καὶ εἰσιόντι τῷ μὴ καλῷ θάρρει τὸν κάλλιστον διαμαχόμενον φόβον εἰσπέμπειν οἵους τε εἶναι μετὰ δίκης, ὃν αἰδῶ τε καὶ αἰσχύνην θεῖον φόβον ὠνομάκαμεν.
Ἔστι ταῦτα.
Τούτων δέ γε τῶν νόμων εἶναι νομοφύλακας καὶ συνδημιουργοὺς αὐτοῖς τοὺς ἀθορύβους καὶ νήφοντας.”
Εἰκότως τοιγαροῦν καὶ ἡμῖν αὐτοῖς ἐν τοῖς συμποσίοις ᾠδὰς καὶ ὕμνους εἰς θεὸν πεποιημένους ᾄδειν παραδέδοται, τοῦ προσήκοντος κόσμου τῶν παρ’ ἡμῖν φυλάκων ἐπιμελομένων.
Εἰ μέν τις πόλις, ὡς οὔσης σπουδῆς, τῷ ἐπιτηδεύματι τῷ νῦν εἰρημένῳ χρήσεται μετὰ νόμων καὶ τάξεως, ὡς τοῦ σωφρονεῖν εἵνεκα μελέτη χρωμένη, καὶ τῶν ἄλλων ἡδονῶν μὴ ἀφέξεται ὡσαύτως καὶ κατὰ τὸν αὐτὸν λόγον, τοῦ κρατεῖν αὐτῶν ἕνεκα μηχανωμένη , τοῦτον μὲν τὸν τρόπον ἅπασι τούτοις χρηστέον· εἰ δ᾿ ὡς παιδιᾷ τε, καὶ ἐξέσται τῷ βουλομένω, καὶ ὅταν βούληται, καὶ μεθ᾿ ὧν ἂν βούληται, πίνειν μετ᾿ ἐπιτηδευμάτων ὡντινωνοῦν ἄλλων, οὐκ ἂν τιθείμην ταύτην τὴν ψῆφον, ὡς δεῖ ποτὲ μέθῃ χρῆσθαι ταύτην τὴν πόλιν ἢ τοῦτον τὸν ἄνδρα, ἀλλ᾿ ἔτι μᾶλλον τῆς Κρητῶν καὶ Λακεδαιμονίων χρείας προσθείμην ἂν τῷ Καρχηδονίων νόμῳ, μηδέποτε μηδένα ἐπὶ στρατοπέδου γεύεσθαι τούτου τοῦ πόματος, ἀλλ᾿ ὑδροποσίαις συγγίνεσθαι τοῦτον τὸν χρόνον ἅπαντα , καὶ κατὰ πόλιν μήτε δοῦλον μήτε δούλην γεύεσθαι μηδέποτε, μηδὲ ἄρχοντας τοῦτον τὸν ἐνιαυτὸν ὃν ἂν ἄρχωσι, μηδ᾿ αὖ κυβερνήτας μηδὲ δικαστάς ἐνεργοὺς ὄντας οἴνου γεύεσθαι τὸ παράπαν, μηδὲ ὅστις βουλευσόμενος εἰς βουλὴν ἀξίαν τινὰ λόγου συνέρχεται, μηδέ γε μεθ᾿ ἡμέραν μηδένα τὸ παράπαν, εἰ μὴ σωμασκίας ἢ νόσων ἕνεκα, μηδ᾿ αὖ νύκτωρ, ὅταν ἐπινοῇ τις παῖδας ποιεῖσθαι ἀνὴρ ἢ καὶ γυνή. καὶ ἄλλα δὲ πάμπολλα ἄν τις λέγοι, ὡς τοῖς νοῦν τε καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος οἶνος, ὥστε κατὰ τὸν λόγον τοῦτον οὐδ᾿ ἀμπελώνων ἂν πολλῶν δέοι οὐδ’ ᾗτινι πόλει, τακτὰ δὲ τἄλλα ἂν εἴη γεωργήματα καὶ πᾶσα ἡ δίαιτα.”
“ Εἰ τοίνυν ἄκροις εἰς φιλοσοφίαν πόλεως τις ἀνάγκη ἐπιμεληθῆναι ἢ γέγονεν ἐν τῷ ἀπείρῳ τῷ παρεληλυθότι χρόνῳ ἢ καὶ νῦν ἐστιν ἔν τινι βαρ- βαρικῷ τόπῳ, πόρρω που ἐκτὸς ὄντι τῆς ἡμετέρας ὄψεως, ἢ καὶ ἔπειτα γενήσεται, περὶ τούτου ἕτοιμοι τῷ λόγῳ διαμάχεσθαι, ὡς γέγονεν ἡ εἰρημένη πολιτεία, καὶ ἔστι, καὶ γενήσεταί γε, ὅταν αὐτὴ ἡ Μοῦσα πόλεως ἐγκρατὴς γένηται. οὐ γὰρ ἀδύνατος γενέσθαι, οὐδ’ ἡμεῖς ἀδύνατα λέγομεν.”
“ Αὐτῷ δὲ πρὸς ἑαυτὸν πότερον ὡς πολεμίῳ πρὸς πολέμιον διανοητέον, ἢ πῶς ἔτι λέγομεν;
Ω ξένε Ἀθηναῖε, οὐ γάρ οὐ ἐθέλοιμ’ ἂν προσαγορεύειν· δοκεῖς γάρ μοι τῆς θεοῦ ἐπωνυμίας ἄξιος εἶναι μᾶλλον ἐπονομάζεσθαι·) τὸν γὰρ λόγον ἐπ’ ἀρχὴν ὀρθῶς ἀναγαγὼν σαφέστερον ἐποίηΕἰ σὰς, ὥστε ῥᾷον ἀνευρήσεις ὅτι νῦν δὴ ὀρθῶς ὑφ’ ἡμῶν ἐρρέθη τὸ πολεμίους εἶναι πάντας πᾶσι δημοσίᾳ τε καὶ ἰδίᾳ ἑκάστους αὐτοὺς σφίσιν αὐτοῖς.
Πῶς εἴρηκας, ὠ θαυμάσιε;
Κἀνταῦθα, ὠ ξένε, τὸ νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη τε καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ πάντων αἴσχιστόν τε ἅμα καὶ κάκιστον. ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς σημαίνει.”
Καὶ μεθ’ ἕτερα τούτοις προστίθησι λέγων
Οὐκοῦν ἔνα μὲν ἡμῶν ἕκαστον αὐτὸν τιθῶμεν;
Ναί.
Δύο δὲ κεκτημένον ἐν αὑτῷ ξυμβούλω ἐναντίω τε καὶ ἄφρονε, ὣ προσαγορεύομεν ἡδονὴν καὶ λύπην;
Ἐστι ταῦτα.
Πρὸς δὲ τούτοιν ἀμφοῖν αὖ δόξας μελλόντων, οἶν κοινὸν μὲν ὄνομα ἐλπὶς, ἴδιον δὲ φόβος μὲν ἡ πρὸ λύπης ἐλπὶς, θάρρος δὲ ἡ πρὸ τοῦ ἐναντίου. ἐπὶ δὲ πᾶσι τούτοις λογισμὸς ὅ τί ποτ’ αὐτῶν ἄμεινον ἢ χεῖρον, ὃς γενόμενος δόγμα πόλεως κοινὸν νόμος ἐπωνόμασται.”
Καὶ ἐξῆς φησιν
“ Τόδε δ’ ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν οἷον νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμὰς καὶ ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπ’ ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται. μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ξυνεπόμενον ἀεὶ καὶ μηδαμῆ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις νεύροις ἕκαστον, ταύτην δ’ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγὴν χρυσῆν καὶ ἱερὰν, τῆς πόλεως κοινὸν νόμον ἐπικαλουμένην, ἄλλας δὲ σκληρὰς καὶ σιδηρᾶς, τὴν δὲ μαλακὴν ἅτε χρυσῆν οὖσαν, τὰς δὲ ἄλλας παντοδαποῖς εἴδεσιν ὁμοίας· δεῖν δὲ τῇ καλλίστῃ ἀγωγῇ τοῦ νόμου ἀεὶ ξυλλαμβάνειν· ἅτε γὰρ τοῦ λογισμοῦ καλοῦ μὲν ὄντος, πράου τε καὶ οὐ βιαίου, δεῖσθαι ὑπηρετῶν αὐτοῦ τὴν ἀγωγὴν, ὅπως ἂν ἐν ἡμῖν τὸ χρυσοῦν γένος νικᾷ τὰ ἄλλα γένη. καὶ οὕτω δὴ περὶ θαυμάτων ὡς ὄντων ἡμῶν μῦθος ἀρετῆς σεσωσμένος ἂν εἴη, καὶ τὸ κρείττω ἑαυτοῦ καὶ ἥττω εἶναι τρόπον τινὰ φανερὸν ἂν γένοιτο μᾶλλον ὃ νοεῖ, καὶ ὅτι πόλιν καὶ ἰδιώτην, τὸν μὲν λόγον ἀληθῆ λαβόντα ἐν ἑαυτῷ περὶ τῶν ἕλξεων τούτῳ ἑπόμενον δεῖ ζῆν
πόλιν δὲ ἢ παρὰ θεῶν τινὸς ἢ παρ’ αὐτοῦ τούτου γνόντος ταῦτα λόγον παραλαβοῦσαν, νόμον θεμένην, αὑτῇ τε ὁμιλεῖν καὶ ταῖς ἄλλαις πόλεσιν· οὕτω κακία δὴ καὶ ἀρετὴ σαφέστερον ἡμῖν διηρθρωμένον ἂν εἴη.”
Καὶ παρ’ ἡμῖν ὁ θεῖος τὰ ὅμοια διδάσκει λόγος φάσκων “ συνήδομαι δὲ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου.’ καὶ πάλιν “ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων,” ὅσα τε ἄλλα τούτοις παραπλήσια.
“ Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα τοῦ σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα.
Πάνυ μὲν οὖν.
Τρόποι δὲ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ δόξαι ἀληθεῖς ἐπιμέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἂν, εἴπερ καὶ ψυχὴ σώματος.
Ἀνάγκη.
Ἄρ’ οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον, τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν καὶ καλῶν καὶ αἰσχρῶν δικαίων τε καὶ ἀδίκων καὶ πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν; ”
Καὶ ταῦτα δὲ ἀπὸ τοῦ δεκάτου τῶν Νόμων προκείδθω. συνᾴδει δὲ αὐτοῖς ὁ Μώσης πολλάκις ἐν τοῖς νόμοις εἰπὼν “ καὶ ἐὰν ψυχὴ ἁμάρτῃ καὶ ποιήσῃ πλημμέλημα·” καὶ ὅσα τούτοις ἐμφερῶς εἴρηται παρ’ ἀυτῶ.
Πῶς τοῦτο λέγεις, ὢ Σώκρατες;
Ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, ὠ Θεόδωρε, καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ Θρᾷττά τ’ ἲς ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται, ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δὲ ἔμπροσθεν αὐτοῦ καὶ παρὰ πόδας λανθάνοι αὐτόν.
ταὐτὸν δὲ ἀρκεῖ σκῶμμα ἐπὶ πάντας ὅσοι ἐν φιλοσοφίᾳ διάγουσι. τῷ γὰρ ὄντι τὸν τοιοῦτον ὁ μὲν πλησίον καὶ ὁ γείτων λέληθεν, οὐ μόνον ὅ τι πράττει, ἀλλ’ ὀλίγου καὶ εἰ ἄνθρωπός ἐστιν ἤ τι ἄλλο θρέμμα. τί δέ ποτ’ ἐστὶν ἄνθρωπος, καὶ τί τῇ τοιαύτῃ φύσει προσήκει διάφορον τῶν ἄλλων ποιεῖν ἢ πάσχειν, ζητεῖ τε καὶ πράγματα ἔχει διερευνώμενος. μανθάνεις γάρ που, ὠ Θεόδωρε, ἢ οὔ;
Ἔγωγε, καὶ ἀληθῆ λέγεις.
Τοιγάρτοι, ὠ φίλε, ἰδίᾳ τε συγγιγνόμενος ὁ τοιοῦτος ἑκάστῳ καὶ δημοσίᾳ, ὅπερ ἀρχόμενος ἔλεγον, ὅταν ἐν δικαστηρίῳ ἤ που ἄλλοθι ἀναγκασθῇ περὶ τῶν παρὰ πόδας καὶ τῶν ἐν ὀφθαλμοῖς διαλέγεσθαι, γέλωτα παρέχει οὐ μόνον Θρᾴτταις, ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, εἰς φρέατά τε καὶ πᾶσαν ἀπορίαν ἐμπίπτων ὑπὸ ἀπειρίας, καὶ ἡ ἀσχημοσύνη δεινὴ, δόξαν ἀβελτερίας παρεχομένη.
ἴν τε γὰρ ταῖς λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν, ἅτε οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενὸς ἐκ τοῦ μὴ μεμελετηκέναι· ἀπορῶν οὖν γελοῖος φαίνεται· ἔν τε τοῖς ἐπαίνοις καὶ ταῖς τᾶν ἄλλων μεγαλαυχίαις οὐ προσποιήτως, ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης δοκεῖ εἶναι.
τύραννόν τε γὰρ ἢ βασιλέα ἐγκωμιαξόμενον ἔνα τῶν νομέων, οἷον συβώτην ἢ ποιμένα ἤ τινα βουκόλον, ἡγεῖται ἀκούειν εὐδαιμονιζόμενον πολὺ βδάλλοντα· δυσκολώτερον δὲ ἐκείνων ζῷον καὶ ἐπιβουλότερον ποιμαίνειν τε καὶ βδάλλειν νομίζει αὐτούς·
ἄγροικον δὲ καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίγνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβεβλημένον. γῆς δὲ ὅταν μυρία πλέθρα ἢ ἔτι πλείω ἀκούσῃ, ὅστις ἄρα κεκτημένος θαυμαστὰ πλήθη κέκτηται, πάνσμικρα δοκεῖ ἀκούειν, εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν.
ἐν ἅπασι δὴ τούτοις ὁ τοιοῦτος ὑπὸ τῶν πολλῶν καταγελᾶται, τὰ μὲν ὑπερηφάνως ἔχων, ὡς δοκεῖ, τὰ δ’ ἐν ποσὶν ἀγνοῶν τε καὶ ἐν ἑκάστοις ἀπορῶν.
Παντάπασι τὰ γιγνόμενα λέγεις, ὠ Σώκρατες.
Ὅταν δέ γε τινὰ αὐτὸς, ὦ φίλε, ἑλκύσῃ ἄνω, καὶ ἐθελήσῃ τις αὐτῷ ἐκβῆναι ἐκ τοῦ, τί ἐγώ σε ἀδικῶ ἢ σὺ ἐμέ,. εἰς σκέψιν αὖ τῆς δικαιοσύνης τε καὶ ἀδικίας, τί τε ἑκάτερον αὐτοῖν καὶ τί τῶν πάντων ἢ ἀλλήλων διαφέρετον, ἢ ἐκ τοῦ εἰ βασιλεὺς εὐδαίμων κεκτημένος τε αὖ πολὺ χρυσίον, ἢ βασιλείας d πέρι καὶ ἀνθρωπίνης ὅλως εὐδαιμονίας καὶ ἀθλιότητος ἐπίσκεψιν, ποίω τέ τινε ἐστὸν καὶ τίνα τρόπον ἀνθρώπου φύσει προσήκει τὸ μὲν κτήσασθαι αὐτοῖν, τὸ δὲ ἀποφυγεῖν· περὶ πάντων τούτων ὅταν αὖ δέῃ λόγον διδόναι τὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν καὶ δριμὺν καὶ δικανικὸν, πάλιν αὖ ἀντίστροφα ἀποδίδωσιν· ἰλιγγιῶν τε ἀπὸ ὑψηλοῦ κρεμασθεὶς καὶ βλέπων μετέωρος ἄνωθεν ὑπὸ ἀηθείας ἀδημονῶν τε καὶ ἀπορῶν καὶ βαρβαρίζων γέλωτα Θρᾴτταις μὲν οὐ παρέχει, οὐδ’ ἄλλῳ ἀπαιδεύτῳ οὐδενὶ, οὐ γὰρ αἰσθάνονται, τοῖς δ’ ἐναντίως ἢ ὡς ἀνδραπόδοις τραφεῖσι πᾶσιν.
Εἰ πάντας, ὠ Σώκρατες, πείθοις ἃ λέγεις ὥσπερ ἐμὲ, πλείων ἂν εἰρήνη καὶ κακὰ ἐλάττω κατ’ ἀνθρώπους εἴη.
Ἀλλ’ οὔτ’ ἀπολέσθαι τὰ κακὰ δυνατὸν, ὠ Θεό- δωρε· ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη· οὔτ’ ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης.
διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα. φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. ἀλλὰ γὰρ, ὠ ἄριστε, οὐ πάνυ τι ῥᾴδιον πεῖσαι ὡς ἄρα οὐχ ὧν ἕνεκα οἶ πολλοί φασι δεῖν πονηρίαν μὲν φεύγειν, ἀρετὴν δὲ διώκειν, τούτων χάριν τὸ μὲν ἐπιτηδευτέον, τὸ δ’ οὒ, ἔνα δὴ μὴ κακὸς καὶ ἵνα ἀγαθὸς δοκῆ εἶναι.
ταῦτα μὲν γάρ ἐστιν ὁ λεγόμενος γραῶν ὕθλος, ὧς ἐμοὶ φαίνεται· τὸ δὲ ἀληθὲς ὧδε λέγομεν. θεὸς οὐδαμή οὐδαμῶς ἄδικος, ἀλλ’ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἐστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος. περὶ τούτου καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ ἡ οὐδένειά τε καὶ ἡ ἀνανδρία.
ἡ μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινὴ, ἡ δὲ ἄγνοια ἀμαθία καὶ κακία ἐναργής· αἱ δ’ ἄλλαι δεινότητές νότητές τε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαὶ, ἐν δὲ τέχναις βάναυσοι. τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι ἢ πράττοντι μακρῷ ἄριστ’ ἔχει τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας εἶναι.
ἀγάλλονται γὰρ τῷ ὀνείδει, καὶ οἴονται ἀκούειν ὅτι οὐ λῆροί εἰσι, γῆς ἄλλως ἄχθη 5 ἀλλ’ ἄνδρες οἵους δεῖ ἐν πόλει τοὺς σωθησομένους. λεκτέον οὖν τἀληθὲς, ὅτι τοσούτῳ μᾶλλόν εἰσιν οἷοι οὐκ οἴονται, ὅτι οὐχὶ οἴονται. ἀγνοοῦσι γὰρ ζημίαν ἀδικίας, ὃ δεῖ ἥκιστα ἀγνοεῖν. οὐ γάρ ἐστιν ἣν δοκοῦσι, πληγαί τε καὶ θάνατοι, ὧν ἐνίοτε πάσχουσιν οὐδὲν ἀδικοῦντες, ἀλλὰ ἣν ἀδύνατον ἐκφυγεῖν.
Τίνα δὴ λέγεις;
Παραδειγμάτων, ὠ φίλε, ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, οὐχ ὁρῶντες ὅτι οὕτως ἔχει, ὑπὸ ἠλιθιότητός τε καὶ τῆς ἐσχάτης ἀνοίας λανθάνουσι τῷ μὲν ὁμοιούμενοι διὰ τὰς ἀδίκους πράξεις, τῷ δὲ ἀνομοιούμενοι· οὑ δὴ τίνουσι δίκην, ζῶντες τὸν εἰκότα βίον ᾧ ὁμοιοῦνται.
ἂν δὲ εἴπωμεν ὅτι, ἂν μὴ ἀπαλ- λαγῶσι τῆς δεινότητος, καὶ τελευτήσαντας αὐτοὺς ἐκεῖνος μὲν ὁ τῶν κακῶν καθαρὸς τόπος οὐ δέξεται, ἐνθάδε δὲ τὴν αὑτοῖς ὁμοιότητα διαγωγῆς ἀεὶ ἕξουσι, κακοὶ κακοῖς συνόντες, ταῦτα δὴ καὶ παντάπασιν ὡς δεινοὶ καὶ πανοῦργοι ἀνοήτων τινῶν ἀκούσονται.
Καὶ μάλα δὴ, ὠ Σώκρατες.
Οἶδά τοι, ὠ ἑταῖρε. ἓν μέντοι τι αὐτοῖς συμβέβηκεν, ὅταν ἰδίᾳ λόγον δέῃ δοῦναί τε καὶ δέξασθαι περὶ ὧν ψέγουσι, καὶ ἐθελήσωσιν ἀνδρικῶς πολὺν χρόνον ὑπομεῖναι, καὶ μὴ ἀνάνδρως φυγεῖν, τότε ἀτόπως, ὦ δαιμόνιε , τελευτῶντες οὐκ ἀρέσκουσιν αὐτοὶ αὑτοῖς περὶ ὧν λέγουσι, καὶ ἡ ῥητορικὴ ἐκείνη πως ἀπομαραίνεται, ὥστε παίδων μηδὲν δοκεῖν διαφέρειν.”
Καὶ παρ’ ἡμῖν περὶ πάσης τῆς ἐν ἀνθρώποις σοφιστείας εἴρηται “ ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστί. γέγραπται γὰρ, ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου ;”
ἀλλὰ καὶ περὶ τοῦ δεῖν μηδὲν σμικρολόγον φρονεῖν τοὺς κατὰ θεὸν φιλοσοφοῦντας διδασκόμεθα ἐν οἷς εἴρηται “σκοπούντων ἡμῶν οὐ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώντα.”
καὶ περὶ τοῦ τὴν κακίαν περὶ γῆν καὶ τὸν θνητὸν βίον εἰλεῖσθαί φησί που ὁ θεῖος λόγος “ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.’ καὶ “ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.” λέγει δὲ καὶ ὁ προφήτης ‘’ ἀρὰ καὶ κλοπὴ καὶ μοιχεία καὶ φόνος κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ’ αἵμασι μίσγουσι.
περὶ δὲ τοῦ φεύγειν ἐνθένδε παρὰ τὸν θεὸν φησὶν ὁ Μώσης “ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ, καὶ πρὸς αὐτὸν κολληθήσῃ. ” ὁ δ’ αὐτὸς μιμεῖσθαι τὸν θεὸν διδάσκει λέγων ‘ἅγιοι ἔσεσθε) ὅτι κύριος ὁ θεὸς ἡμῶν ἅγιός ἐστι.”
δίκαιον δὲ καὶ ὁ Δαβὶδ τὸν θεὸν εἰδὼς ἡμᾶς τε αὐτοὺς μιμητὰς γενέσθαι παρορμῶν φησι “δίκαιος κύριος, καὶ δικαιοσύνας ἠγάπησεν.” ὁ δ’ αὐτὸς πλούτου καταφρονεῖν ἐπαίδευσε λέγων πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. καὶ”μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ · ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.”
ἀλλὰ μηδὲ τὰς ἐν ἀνθρώποις ἀρχὰς θαυμάζειν ἐδίδασκεν ἐν τούτοις “μὴ πεποίθατε ἐπ’ ἄρχοντας , ἐφ’ υἱοὺς ἀνθρώπων, οἶς οὐκ ἔστι σωτηρία. ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἀπελεύσεται εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.”
“ Νομοθέτης δὲ οὗ τι καὶ σμικρὸν ὄφελος, εἰ καὶ μὴ τοῦτο ἦν οὕτως ἔχον, ὡς καὶ νῦν αὐτὸ ᾕρηχ’ ὁ λόγος ἔχειν, εἴπερ τι καὶ ἄλλο ἐτόλμησεν ἂν ἐπ’ ἀγαθῷ ψεύδεσθαι πρὸς τοὺς νέους, ἔστιν ὅ τι τούτου ψεῦδος λυσιτελέστερον ἂν ἐψεύσατό ποτε καὶ δυνάμενον μᾶλλον ποιεῖν μὴ βίᾳ, ἀλλ’ ἑκόντας πάντας πάντα τὰ δίκαια;
Καλὸν μένη ἀλήθεια, ὠ ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον εἶναι πείθειν. ”
Μυρία δ’ ἂν εὕροις τοιαῦτα καὶ ἔν ταῖς Ἑβραίων γραφαῖς, ὡς ἂν περὶ θεοῦ ζηλοῦντος, ἢ ὑπνοῦντος, ἢ ὀργιζομένου, ἤ τισιν ἄλλοις ἀνθρωποπαθέσιν ἐνεχομένου ἐπ’ ὠφελείᾳ τῶν δεομένων τοῦ τοιοῦδε τρόπου παρειλημμένα.
Ἄρ’ οὖν ἡμῖν τά γε ἔμπροσθεν ὁμολογειται;
Τοῦ πέρι;
Τὸ δεῖν πάντα ἄνδρα καὶ παῖδα, ἐλεύθερον καὶ δοῦλον, θῆλύν τε καὶ ἄρρενα, καὶ ὅλῃ τῇ πόλει ὅλην τὴν πόλιν αὐτὴν ἑαυτῇ ἐπᾴδουσαν μὴ παύεσθαί ποτε ταῦτα ἅ διεληλύθαμεν, ἁμωσγέπως ἀεὶ μεταβαλλόμενα καὶ πάντως παρεχόμενα ποικιλίαν, ὥστ’ ἀπληστίαν εἶναί τινα τῶν ὕμνων τοῖς ᾄδουσι καὶ ἡδονήν.
Πῶς δ’ οὐκ ἂν ὁμολογοῖτ’ ἂν δεῖν ταῦτα οὕτω πράττεσθαι;”
Καὶ ἐν τῷ πέμπτῳ δὲ τῆς Πολιτείας ὅμοια τούτοις γράφει τάδε λέγων
“Οἶσθά τι οὖν ὑπ’ ἀνθρώπων μελετώμενον, ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει ἢ τὸ τῶν γυναικῶν; ἢ μακρολογῶμεν τήν τε ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποπάνων τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἶς δή τι δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάμπου ἡττώμενον;
Ἀληθῆ ἔφη, λέγεις, ὅτι πολὺ κρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους· γυναῖκες μέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτόυς εἰς πολλά· τὸ δὲ ὅλον ἔχει ὡς σὺ λέγεις. Οὐδὲν ἄρα ἐστὶν, ὠ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνὴ, οὐδ’ ἀνδρὸς , διότι ἀνὴρ, ἀλλ’ ὁμοίως διεσπαρμέναι αἶ φύσεις ἐν ἀμφοῖν τοῖν ζῴοιν , καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ φύσιν, πάντων δὲ ἀνὴρ, ἐπὶ πᾶσι δὲ ἀσθενέστερον γυνὴ ἀνδρός.
Πάνυ γε. Ἤ οὖν ἀνδράσι πάντα προστάξομεν, γυναικὶ δὲ οὐδέν; Καὶ πῶς; Ἀλλ’ ἔστι γὰρ, οἶμαι, ὡς φήσομεν, καὶ γυνὴ ἰατρικὴ, ἡ δ’ οὒ, καὶ μουσικὴ, ἡ δ’ ἄμουσος φύσει. Τί μήν; Καὶ γυμναστικὴ δὲ ἄρα οὐδὲ πολεμικὴ, ἡ δὲ ἀπόλεμος καὶ οὐ φιλογυμναστική; Οἶμαι ἔγωγε. Τί δέ; φιλόσοφός τε καὶ μισόσοφος; καὶ θυμοειδὴς, ἡ δὲ ἄθυμός; Ἔστι καὶ ταῦτα.
Ἔστιν ἄρα καὶ φυλακικὴ γυνὴ, ἡ δ’ οὔ· ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν φύσιν ἐξελεξάμεθα., τοιαύτην μὲν οὖν.
Εἰκότως ἄρα καὶ ὁ παρ᾿ ἡμῖν λόγος ὐποδέχεται Πᾶν γένος οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, Οὐδ᾿ ἐλευθέρων καὶ δούλων μόνον, ἀλλὰ καὶ βαρβάρων Καὶ ῾Ελλήνων, εἰς τὴν κατὰ θεὸν παιδείαν τε καὶ φιλοσοφίαν.
“Σκεψώμεθα δὴ πη τῇδε. Φέρε, εἴ τις Αἰγῶν τροφὴν καὶ τὸ ζῷον αὐτὸ, κτῆμα ὡς ἔστι Καλὶν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὰς Νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας Κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὔτων μέμφοιτο, τὸν τοιούτου ψόγον ἡγούμεθα ὐγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν;
Καὶ πῶς;”
Καὶ μετ᾿ ὀλίγα
Πῶς δ᾿ ἄν;”
Οὐ δὴν χρὴ καὶ παρ᾿ ἡμῖν εἴ τινες φαίνοιντο Δίχα προστάτου καὶ ἄρχοντος, ἢ μετὰ κακῶν ἀρχόντων Δρῶντες καὰ ψέγειν τὸ πᾶν ἡμῶν διδασκαλεῖον, Μᾶλλον δὲ ἀπὸ τῶν ὀρθῶς μετιόντων τὸ θεοσεβὲς Πολίτευμα θαυμάζειν.
Ἐν ταῖς Παροιμίαις Σολομῶνος συντόμως φερομένου τοῦ “μνήμη δικαίων μετ’ ἐγκωμίων, ὄνομα δὲ ἀσεβῶν σβέννυται · ” καὶ πάλιν εἰρημένου τοῦ “μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ,’ ἐπάκουσον b ὅπως τὴν διάνοιαν ἑρμηνεύει λέγων ὁ Πλάτων ἐν τῷ ἑβδόμῳ τῶν Νόμων·
Τῶν πολιτῶν ὁπόσοι τέλος ἔχοιεν τοῦ βίου κατὰ σώματα ἢ κατὰ ψυχὰς ἔργα ἐξειργασμένοι καλὰ καὶ ἐπίπονα καὶ τοῖς νόμοις εὐπειθεῖς γεγονότες, ἐγκωμίων αὐτοὺς τυγχάνειν πρέπον ἂν εἴη.
Πῶς δ’ οὔ;
Τούς γε μὴν ἔτι ζῶντας ἐγκωμίοις τε καὶ ὕμνοις τιμᾶν οὐκ ἀσφαλὲς, πρὶν ἂν ἅπαντά τις τὸν βίον διαδραμὼν τέλος ἐπιστήσηται καλόν. ταῦτα δὲ πάντα ἡμῖν ἔστω κοινὰ ἀνδράσι τε καὶ γυναιξὶν ἀγαθοῖς καὶ ἀγαθαῖς διαφανῶς γενομένοις.”
Πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, τοῦ Σολομῶνος φήσαντος ἐν Παροιμίαις ὁ Πλάτων’ ἐν δ’ Πολιτείας φησίν
“Ἕτερα δὲ, ὡς ἔοικε, τοῖς φύλαξιν εὑρήκαμεν, ἃ παντὶ τρόπῳ φυλακτέον ὅπως μή ποτε αὐτοὺς λήσῃ εἰς τὴν πόλιν παραδύντα. τὰ ποῖα ταῦτα; Πλοῦτός τε, ἦν δ’ ἐγὼ, καὶ πενία· ὡς τοῦ μὲν τρυφὴν καὶ ἀργίαν καὶ νεωτερισμὸν ἐμποιοῦντος, τῆς δ’ ἀνελευθερίαν καὶ κακοεργίαν πρὸς τῷ νεωτερισμῷ.”
Κακοεργία δέ ἐστι πᾶσα πρᾶξις ἄτιμος.
Πἀλιν Μώσεως ἐν τοῖς νόμοις φάντος “ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα φοβείσθω· καὶ, τίμα τὸν πατέρα σοῦ καὶ τὴν μητέρα σοῦ, ἵνα εὖ σοι ᾖ,” καὶ ὁ Πλάτων’ ὁμοίως Μωσεὶ καὶ τιμὰν καὶ φοβεῖσθαι ὧδέ πως φησὶν ἐν τοῖς Νόμοις
“ Πᾶς δὴ νοῦν ἔχων φοβεῖται καὶ τιμᾷ γονέων εὐχὰς, εἰδὼς πολλοῖς καὶ πολλάκις ἐπιτελεῖς γενομένας.”
Καὶ πάλιν ἐν ἑτέρῳ φησὶ
“Πᾶς ἡμῖν αἰδείσθω τὸν ἑαυτοῦ πρεσβύτερον ἔργῳ τε καὶ λόγῳ. τὸν δὲ προέχοντα εἴκοσιν ἡλικίας ἔτεσιν ἄρρενα ἢ θῆλυν νομίζων ὡς πατέρα ἢ μητέρα διευλαβείσθω. ”
Μώσεως ἐν τοῖς νόμοις ἀπαγορεύσαντος Ἑβραίοις Ἑβραίους δουλεύειν, καὶ φήσαντος “ ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἒξ ἔτη δουλεύσει σοί· τῷ δὲ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον” καὶ ὁ Πλάτων’ ὁμοίως ἐν Πολιτείᾳ φησί
“ Μηδὲ Ἕλληνα ἄρα δοῦλον ἐκτῆσθαι μήτε αὐτοὺς, τοῖς τε ἄλλοις Ἔλλησιν οὕτω ξυμβουλεύειν; Πάνυ μὲν οὖν, ἔφη· μᾶλλόν τ’ ἂν οὖν. οὕτω πρὸς βαρβάρους τρέποιντο, ἑαυτῶν δὲ ἀπέχοιντο.”
“Μὴ κινείτω γῆς ὅρια μηδεὶς μήτε οἰκείου πολίτου γείτονος μήτε ὁμοτέρμονος, ἐν ἐσχατιαῖς κεκτημένου ἄλλῳ ξένῳ γειτονῶν, νομίσας τὸ τὰ ἀκίνητα κινεῖν ἀληθῶς τοῦτ’ εἶναι.”
Καὶ ἐξῆς φησιν
‘Ὅς δ’ ἂν ἐπεργάζηται τὰ τοῦ γείτονος, ὑπερβαίνων τοὺς ὅρους, τὸ μὲν βλάβος ἀποτινέτω, τῆς δὲ ἀναιδείας ἅμα καὶ ἀνελευθερίας ἕνεκα ἰατρευόμενος διπλάσιον τοῦ βλάβους ἄλλο ἐκτισάτω τῷ βλαφθεντι.”
“Ἑνὶ δὲ λόγῳ, πατρὸς ὀνείδη καὶ τιμωρίας παίδων μηδενὶ συνέπεσθαι, πλὴν ἐάν τις τινὶ πατὴρ καὶ πάππος καὶ πάππου πατὴρ ἐφεξῆς ὄφλωσι θανάτου δίκην. ”
Μώσεως νόμου φάντος “ ἐὰν κλέψῃ τις μόσχον, ἢ πρόβατον, καὶ σφάξῃ αὐτὸ, ἢ ἀποδῶται, πέντε μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου, καὶ τέσσαρα πρόβατα ἀντὶ προβάτου· ἐὰν δὲ καταλειφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα, ἀπὸ μόσχου καὶ ὄνου ἴως προβάτου ζῶντα διπλὰ ἀποτίσει” ἐπάκουσον ὡς καὶ ὁ Πλάτων’ τούτοις ἕπεται λέγων
“ Κλέπτῃ δὲ, ἐάν τε μέγα ἐάν τε μικρὸν κλέπτη τις, εἷς αὖ νόμος ἐπικείσθω καὶ μία δίκης τιμωρία σύμπασι. τὸ μὲν γὰρ δὴ κλαπὲν χρεὼν διπλάσιον πρῶτον ἐκτίνειν, ἐὰν ὄφλῃ τις τὴν τοιαύτην δίκην καὶ ἱκανὴν ἔχῃ τὴν ἄλλην οὐσίαν ἀποτίνειν ὑπὲρ τοῦ κλήρου, ἐὰν δὲ μὴ, δεδέσθαι ἴως ἂν ἐκτίσῃ ἢ πείσῃ τὸν καταδικασάμενον.”
Πάλιν Μώσεως φάντος “ ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος, συνᾴδει κἀν τούτῳ λέγων ὁ Πλάτων
“Νύκτωρ φῶρα εἰς οἰκίαν ἰόντα ἐπὶ κλοπῇ χρημάτων ἐὰν ἑλὼν κτείνῃ τις, ἔστω καθαρός· καὶ ἐὰν λωποδύτην ἀμυνόμενος ἀποκτείνῃ, καθαρὸς ἔστω.
Ἐὰν δὲ ἄρα ὑποζύγιον ἢ ζῷον ἄλλο τι φονεύσῃ τινὰ πλὴν τῶν ὅσα ἐν ἀγῶνι τῶν δημοσίᾳ τιθεμένων ἀθλεύοντά τι τοιοῦτον δράσῃ, ἐπεξίτωσαν μὲν οἶ προσήκοντες τοῦ φόνου τῷ κτείναντι, διαδικαζόνἙνὶ τῶν δὲ τῶν ἀγρονόμων οἷσιν ἂν καὶ ὁπόσοις προστάξῃ ὁ προσήκων, τὸ δὲ ὄφλον ἔξω τῶν ὅρων τῆς χώρας ἀποκτείναντας διορίσαι.”
Ταῦτα ὁ Πλάτων’. ὁ δὲ Μώσης προλαβών φησιν “ ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα καὶ ἀποθάηῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῷος ἔσται.
“ Οὐκοῦν ἀκούετε λοιπὸν τοῦ μύθου. ἐσμὲν γὰρ δὴ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοὶ, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλ’ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει ξυνέμισγεν αὐτοῖς, διότι τιμιώτατοί εἰσιν· ὅσοι δ’ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς.
ἅτε οὖν ξυγ- γενεῖς ὄντες ἅπαντες, τὸ μὲν πολὺ ὁμοίους ἂν ὑμῖν αὐτοῖς γεννῷτε, ἔστι δ’ ὅτε ἐκ χρυσοῦ γεννηθείη ἂν ἀργυροῦν, καὶ ἐξ ἀργυροῦ χρυσοῦν ἔκγονον, καὶ τἄλλα πάντα ἐξ ἀλλήλων οὕτως.
Τῆς παρ’ Ἑβραίοις προφητείας λεγούσης “ ἐκ τοῦ φόβου σου , κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας” ὁ Πλάτων ἐν Θεαιτήτῳ τάδε λέγοντα Σωκράτην ποιεῖ
“Πάσχουσι δὴ οἶ ἐμοὶ συγγιγνόμενοι ταὐτὸν ταῖς τικτούσαις· ὠδίνουσι γὰρ καὶ ἀπορίας ἐμπίπλανται νύκτας τε καὶ ἡμέρας πολὺ μᾶλλον ἢ ἐκεῖναι. ταύτην δὲ τὴν ὠδῖνα ἐγείρειν τε καὶ ἀποπαύειν ἡ ἐμὴ τέχνη δύναται.”
Τοῦ προφήτου Ἰεζεκιὴλ φήσαντος” ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου, καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βορρᾶ,” καὶ ἐξῆς εἰπόντος “καὶ ἐν τῷ μέσῳ, ὡς ὁμοίωμα τεσσάρων ζῴων. καὶ ἡ ὕραἐν σις αὐτῶν ὡς ὁμοίωμα ἀνθρώπου ἐπ’ αὐτοῖς, καὶ πρόσωπα τέσσαρα τῷ ἑνί. καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι. καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι,” καὶ ὁ Πλάτων’ ὁμοίως ἄκουσον ἅ φησι
“ Νῦν δὴ, ἔφην, αὐτῷ διαλεγώμεθα, ἐπειδὴ διωμολογησάμεθα, τό τε ἀδικεῖν καὶ τὸ δίκαια πρᾶτ’ τειν 5 ἣν ἑκάτερον ἔχει δύναμιν. Πῶς; ἔφη. Εἰκόνα πλάσαντες τῆς ψυχῆς λόγῳ, ἵνα εἰδῇ ὁ ἐκεῖνα λέγων οἵαν ἔλεγε. Ποίαν τινά; ἦ δ’ ὅς. Τῶν τοιούτων τινὰ, ἣν δ’ ἐγὼ, οἷαι μυθολογοῦνται παλαιαὶ γενέσθαι φύσεις, ἥ τε Χιμαίρας καὶ ἡ Σκύλλης καὶ Κερβέρου, καὶ ἄλλαι τινὲς συχναὶ λέγονται συμπεφυκυῖαι ἰδέαι πολλαὶ εῖς γενέσθαι.
Λέγονται γὰρ, ἔφη. Πλάττε τοίνυν μίαν μὶν ἰδέαν θηρίου ποικίλου καὶ πολυκεφάλου, ἡμέρων δὲ θηρίων ἔχοντος κεφαλὰς κύκλῳ καὶ ἀγρίων, καὶ δυνατοῦ μεταβάλλειν καὶ φύειν ἐξ αὐτοῦ ταῦτα πάντα. Δεινοῦ πλάστου, ἔφη, τὸ ἔργον· ὅμως δ’, ἐπειδὴ εὐπλαστότερον κηροῦ καὶ τῶν τοιούτων ὁ λόγος, πεπλάσθω.
Μίαν δὴ τοίνυν ἄλλην ἰδέαν λέοντος, μίαν δὲ ἀνθρώπου· πολὺ δὲ μέγιστον ἔστω τὸ πρῶτον, καὶ δεύτερον τὸ δεύτερον. Ταῦτ’, ἔφη, ῥᾴω, καὶ πέπλασται. Σύναπτε τοίνυν αὐτὰ εἰς ἓν τρία ὄντα, ὥστε πη ξυμπεφυκέναι ἀλλήλοις. Ξυνῆπται, ἔφη. Περίπλασον δὴ αὐτοῖς ἔξωθεν ἑνὸς εἰκόνα, τὴν τοῦ ἀνθρώπου, ὥστε τῷ μὴ δυναμένῳ τὰ ἐντὸς ὁρᾶν, ἀλλὰ τὸ ἔξω μόνον ἔλυτρον ὁρῶντι, ἔν ζῷον φαίνεσθαι, ἄνθρωπον.
Περιπέπλασται, ἔφη. Λέγωμεν δὴ τῷ λέγοντι ὡς λυσιτελεῖ τούτῳ ἀδικεῖν τῷ ἀνθρώπῳ, δίκαια δὲ πράττειν οὐ ξυμφέρει, διότι οὐδὲν ἄλλο φήσει ἢ λυσιτελεῖν αὐτῷ τὸ παντοδαπὸν θηρίον εὐωχοῦντι ποιεῖν ἰσχυρὸν καὶ τὸν λέοντα καὶ τὰ περὶ τὸν λέοντα, τὸν δὲ ἄνθρωπον λιμοκτονεῖν παὶ ποιεῖν ἀσθενῆ, ὥστε ἕλκεσθαι ὅπη ἂν ἐκείνων ὁπότερον ἄγῃ, καὶ μηδὲν ἕτερον ἑτέρω ξυνεθίζειν μηδὲ φίλον ποιεῖν, ἀλλ’ ἐᾶν αὐτὰ ἐν αὑτοῖς δάκνεσθαί τε καὶ μαχόμενα ἐσθίειν ἄλληλα.
Τοῦ παντὸς Ἑβραίων ἔθνους εἰς δώδεκα φυλὰς διεσταλμένου καὶ ὁ Πλάτων’ ὁμοίως τοῦτο χρῆναι δεῖν ἐπὶ τῶν αὑτοῦ πολιτῶν φυλάξαι νομοθετεῖ, λέγων ὧδε
“ Δώδεκα μὲν ἡμῖν ἡ χώρα πᾶσα εἰς δύναμιν ἴσα μόρια νενεμήσθω. φυλὴ δὲ μία τῷ μορίῳ ἑκάστῳ ἐπι- κληρωθεῖσα κατ’ ἐνιαυτὸν παρεχέτω πέντε οἶον ἀγρο- νόμους τε φυλάρχους.”
Καὶ πάλιν φησί
“ Ταξιάρχους αὐτοῖσι προβάλλεσθαι μὲν τοῦς αἱρεθέντας στρατηγοὺς δώδεκα, ἑκάστῃ φυλῇ ταξίαρχον.”
Τῆς παρὰ παισὶν Ἑβραίων πάλαι πρότερον συνεστώσης βασιλικῆς μητροπόλεως, ἄποθεν μὲν θαλάσσης οὔσης, ἐν ὄρεσι δὲ κατῳκισμένης, πάμφορόν τε γῆν κεκτημένης, καὶ ὁ Πλάτων’ τοιαύτην τινὰ εἶναι δεῖν φησι τὴν πρὸς αὐτοῦ κατοικιζομένην ἐν τοῖς Νόμοις. λέγει δὲ ὧδε
“ Τόδε δὲ περὶ αὐτῆς ἐστὶν ὃ βουλόμενος μὰλλον ἐπερωτῶ, πότερον ἐπιθαλαττίδιος ἔσται τις ἢ χερσαία.
Σχεδὸν , ὠ ξένε, ἀπέχει θαλάττης γε ἡ πόλις, ἧς πέρι τὰ νῦν δὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους.
Τί δέ; λιμένες ἆρ’ εἰσὶ κατ’ αὐτῆς, ἢ τὸ παράπαν ἀλίμενος;
Εύλίμενος μὲν οὖν ταύτῃ γε, ὡς δυνατόν ἐστι μάλιστα, ὠ ξένε.
Παπαῖ, οἷον λέγεις. τί δέ; περὶ αὐτὴν ἡ χώρα πότερα πάμφορος, ἢ καί τινων ἐπιδεής;
Σχεδὸν οὐδενὸς ἐπιδεής.
Γείτων δὲ αὐτῆς πόλις ἆρ’ ἔσται τις πλησίον;
Οὐ πάνυ, διὸ κατοικίζεται· παλαιὰ γάρ τις ἐξοίκησις εν τῳ τοπῳ γενομενη την χωραν ταυτην ερημον ἀπείρηασται χρόνον ἀμήχανον ὅσον.
Τί δέ; πεδίων τε καὶ ὀρῶν καὶ ὕλης πῶς μέρος ἑκάστων ἡμῖν εἴληχε;
Προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλῃ.
Τραχυτέραν αὐτὴν ἢ πεδινωτέραν ἂν λέγοις;
Πάνυ μὲν οὖν.
Οὐ τοίνυν ἀνίατος ἂν εἴη πρὸς ἀρετῆς κτῆσιν. εἰ μὲν γὰρ ἐπιθαλαττία τε ἔμελλεν εἶναι καὶ εὐλίμενος καὶ μὴ πάμφορος, ἀλλ’ ἐπιδεὴς πολλῶν, μεγάλου τινὸς ἔδει σωτῆρός γε αὐτῇ καὶ νομοθετῶν θείων τινῶν 5 εἰ μὴ πολλά τε ἔμελλεν ἤθη καὶ ποικίλα καὶ φαῦλα ἕξειν τοιαύτη φύσει γενομένη· νῦν δὲ παραμύθιον ἔχει τὸ τῶν ὀγδοήκοντα σταδίων.
ἐγγύτερον μέντοι τοῦ δέοντος κεῖται τῆς θαλάττης, σχεδὸν ὅσον εὐλιμενωτέραν φῄς αὐτὴν εἶναι. ὅμως δὲ ἀγαπητὸν καὶ τοῦτο. πρόσοικος γὰρ θάλαττα χώρᾳ τὸ μὲν παρ’ ἑκάστην ἡμέραν ἡδὺ, μάλα γε μὴν ὄντως ἁλμυρὸν καὶ πικρὸν γειτόνημα· ἐμπορίας γὰρ καὶ χρηματισμοῦ διὰ καπηλείας ἐμπιπλᾶσα ἑαυτὴν, ἤθη παλίμβολα καὶ ἄπιστα ταῖς ψυχαῖς ἐντίκτουσα, αὐτήν τε πρὸς αὑτὴν τὴν πόλιν ἄπιστον καὶ ἄφιλον ποιεῖ, καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὡσαύτως. παραμύθιον δὲ δὴ πρὸς ταῦτα καὶ τὸ πάμφορος εἶναι κέκτηται, τραχεῖα δὲ οὖσα δῆλον ὡς οὐκ ἂν πολύφορός τ’ εἴη καὶ πάμφορος ἅμα. τοῦτο γὰρ ἔχουσα, πολλὴν ἐξαγωγὴν ἂν παρεχομένη, νομίσματος ἀργυροῦ καὶ χρυσοῦ πάλιν ἀντεπίμπλατ’ ἄν· οὗ μεῖζον κακὸν, ὡς ἔπος εἰπεῖν, πόλει ἀνθ’ ἑνὸς ἕν οὐδὲν ἂν γένοιτο εἰς γενναίων καὶ δικαίων ἠθῶν κτῆσιν.”
Ἀλλὰ γὰρ τοσούτων ἡμῖν καὶ μέχρι τοῦδε ἀποδεδειγμένω σκεψώμεθα ὅπως τὸν τῆς παρ’ Ἑβραίοις παιδείας τρόπον δι’ ὧν εἰρήκαμεν ἀποδεξάμενος τὸν Ἑλληνικὸν παραιτεῖται, γράφων ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὧδε
“Ὡς μὲν πρὸς ὑμᾶς εἰρήσθω, οὐ γάρ μου κατερεῖτε πρὸς τοὺς τῆς τραγῳδίας ποιητὰς καὶ τοὺς ἄλλους πάντας τοὺς μιμητικοὺς,) λώβη ἔοικεν εἶναι πάντα τὰ τοιαῦτα τῆς τῶν ἀκουόντων διανοίας, ὅσοι μὴ ἔχουσι φάρμακον τὸ εἰδέναι αὐτὰ οἶα τυγχάνει ὄντα. Πῆ δὴ, ἴφη, διανοούμενος λέγεις; Ῥητέον, ἦν δ’ ἐγὼ, καίτοι φιλία γέ τίς με καὶ αἰδὼς ἐκ παιδὸς ἔχουσα περὶ Ομήρου ἀποκωλύει λέγειν.
ἔοικε γὰρ τῶν καλῶν ἀπάντων τούτων τῶν τραγικῶν πρῶτος διδάσκαλός τε καὶ ἡγεμὼν γενέσθαι. ἀλλ’ οὐ γὰρ πρό γε τῆς ἀληθείας τιμητέος ἀνὴρ, ἀλλ’ ὃ λέγω ῥητέον. Πάνυ μὲν οὖν, ἔφη.”
Εἶθ’ ἐξῆς ἐπιλέγει
Τῶν μὲν τοίνυν ἄλλων πέρι μὴ ἀπαιτῶμεν λό- γον Ὅμηρον, μηδὲ ἄλλον ὁντινοῦν τῶν ποιητῶν, ἐρωτῶντες, εἰ ἰατρικός τις ἦν αὐτῶν, ἀλλὰ μὴ μιμητὴς μόνον ἰατρικῶν λόγων, τίνας ὑγιεῖς ποιητής τις τῶν παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ Ἀσκληπιὸς , ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο, ὥσπερ ἐκεῖνος τοὺς ἐκγόνους· μηδ’ αὖ περὶ τὰς ἄλλας τέχνας αὐτὸν ἐρωτῶμεν, ἀλλ’ ἐῶμεν.
περὶ δὲ τῶν μεγίστων τε καὶ καλλίστων, ὧν ἐπιχειρεῖ λέγειν Ὅμηρος, πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων πόλεων, καὶ παιδ·είας πέρι ἀνθρώπων, δίκαιον που ἐρωτᾶν αὐτὸν πυνθανομένους, ὠ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργὸς, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γινώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων καὶ δι’ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί.
σὲ δὲ τίς αἰτιᾶται πόλις ἀγαθὸν νομοθέτην γεγονέναι καὶ σφὰς ὠφεληκέναι; Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία, καὶ ἡμεῖς Σόλωνα· σὲ δὲ τίς; ἕξει τινὰ εἰπεῖν; Οὐκ οἴομαι, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε, οὐδ’ ὑπ’ αὐτῶν Ὁμηριδῶν. Ἀλλὰ δὴ τίς πολεμος ἐπὶ Ὁμήρου ὑπ’ ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολεμηθεὶς μνημονεύεται; Οὐδείς.
Ἀλλ’ οἶα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς πολλαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας ἤ τινας ἄλλας πράξεις λέγονται, ὥσπερ αὖ Θάλεώ τε πέρι τοῦ Μιλησίου καὶ Ἀναχάρσιδος τοῦ Σκύθου; Ούδαμῶς τοιοῦτον οὐδέν.
Ἀλλὰ δὴ, εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας αὐτὸς ζῶν λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίᾳ καὶ τοῖς ὕστερον ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικὴν, ὥσπερ Πυθαγόρας αὐτός τε διαφερόντως ἐπὶ τούτῳ ἠγαπήθη, καὶ οἱ ὕστεροι ἔτι καὶ νῦν Πυθαγόρειον τρόπον ἐπονομάζοντες τοὐ βίου διαφανεῖς πη δοκοῦσιν εἷναι ἐν τοῖς ἄλλοις;
Οὐδ’ αὖ, ἔφη, τοιοῦτον οὐδὲν λέγεται. ὁ γὰρ Κρεώφυλος, ὢ Σώκρατες, ὁ τοῦ Ὁμήρου ἑταῖρος, τοῦ ὀνόματος ἂν γε- λοιότερος ἔτι πρὸς παιδείαν φανείη, εἰ τὰ λεγόμενα περὶ Ὁμήρου ἀληθῆ ἐστί.
λέγεται γάρ που ὡς πολλὴ ἀμέλεια περὶ αὐτὸν ἦν ἐπ’ αὐτοῦ ἐκείνου, ὅτε ἔζη. Λέγεται γὰρ οὖν, ἦν δ’ ἐγώ. ἀλλ’ οἴει, ὠ Γλαύκων, εἰ τῷ ὄντι οἷός τε ἦν παιδεύειν ἀνθρώπους καὶ βελτίους ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι, ἀλλὰ γινώσκειν δυνάμενος, οὐκ ἄρ’ ἂν πολλοὺς ἑταίρους ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπ’ αὐτῶν;
ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης καὶ Πρόδικος ὁ Κεῖος καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖς ἐφ’ ἑαυτῶν παρεστάναι, ἰδίᾳ συγγινόμενοι, ὡς οὔτε οἰκίαν οὔτε πόλιν τὴν αὐτῶν οἰκεῖν οἷοί τε ἔσονται, ἐὰν μὴ σφεῖς αὐτῶν τῆς παιδείας ἐπιστατήσωσι, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται, ὥστε μόνον οὐκ ἐπὶ ταῖς κεφαλαῖς περι- φέρουσιν αὐτοὺς οἶ ἑταῖροι.
ὅμηρον δὲ ἄρα οἶ ἐπ’ ἐκείνου, εἴπερ οἷός τε ἦν πρὸς ἀρετὴν ὀνίναι ἀνθρώπους , ἢ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας εἴων, καὶ οὐχὶ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ, καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπει- θον, αὐτοὶ ἂν ἐπαιδαγώγουν, ὅπη ᾔεσαν, ἕως ἱκανῶς παιδείας μεταλάβοιεν;
Παντάπασιν , ἔφη, δοκεῖς μοι, (h Σώκρατες, ἀληθῆ λέγειν. Οὐκοῦν τι- θῶμεν ἀπὸ Ὀμήρου ἀρξάμενοι πάντας τοὺς ποιητι- κοὺς μιμητὰς εἰδώλων ἀρετῆς εἷναι καὶ τῶν ἄλλων περὶ ὧν ποιοῦσι, τῆς δ’ ἀληθείας οὐχ ἅπτεσθαι; ἀλλ’ ὥσπερ νῦν δὴ ἐλέγομεν, ὁ ζωγράφος σκυτοτό- μον ποιήσει δοκοῦντα εἶναι, αὐτός τε οὐκ ἐπαίων περὶ σκυτοτομίας, καὶ τοῖς μὴ ἐπαίουσιν , ἐκ τῶν χρωμάτων δὲ καὶ σχημάτων θεωροῦσι;
Πάνυ μὲν οὖν. Οὕτω δὴ, οἶμαι, καὶ τὸν ποιητικὸν φήσο- φήσομεν χρώματα ἄττα ἑκάστῳ τῶν τεχνῶν τοῖς ὀνόμασι καὶ ῥήμασιν ἐπιχρωματίζειν αὐτὸν οὐκ ἐπαίοντα, ἀλλ’ ἢ μιμεῖσθαι, ὥστε ἑτέροις τοιούτοις ἐκ τῶν λό- γῶν θεωροῦσι δοκεῖν, ἐάν τε περὶ σκυτοτομίας τι λέγῃ ἐν μέτρῳ καὶ ῥυθμῷ καὶ ἁρμονίᾳ, πάνυ εὖ δο- κεῖν λέγεσθαι, ἐάν τε περὶ στρατηγίας , ἐάν τε περὶ ἄλλου ὁτουοῦν ’
οὕτω φύσει αὐτὰ ταῦτα μεγά- λην τινὰ κήλησιν ἔχειν, ἐπεὶ γυμνωθέντα γε τῶν τῆς μουσικῆς χρωμάτων τὰ τῶν ποιητῶν, αὐτὰ ἐφ’ ἑαυ- τῶν λεγόμενα, οἶμαί σε εἰδέναι οἷα φαίνεται. τεθέα- ’σαι γὰρ, ἢ οὔ; Ἔγωγ’, ἴφη.”
Καὶ τούτων δὲ οὕτως ἐχόντων εὖ μοι ἔχειν δο- κεῖ βραχέα ἄττα τῶν Πλάτωνος διελθεῖν, δι’ ὧν λο- γικώτερον τὸν περὶ θεοῦ καὶ προνοίας συνίστησι λό- γον, τοῖς Εβραίων κἀν τούτῳ παριστάμενος δόγμασι. πρῶτα δὲ θεασώμεθα ὅπως τὰς δόξας τῶν ἀθέων ἐκτίθησι·
“Λέγουσί πού τινες ὡς πάντα ἐστὶ τὰ πράγματα γιγνόμενα καὶ γενόμενα καὶ γενησόμενα τὰ μὲν φύσει, τὰ δὲ τέχνῃ, τὰ δὲ διὰ τύχην.
Οὐκοῦν καλῶς.
Εἰκός γέ τοί που σοφοὺς ἄνδρας ὀρθῶς λέγειν. ἑπόμενοί γε μὴν αὐτοῖς σκεψώμεθα τοὺς ἐκεῖθεν τί ποτε καὶ τυγχάνουσι διανοούμενοι.
Πάντως.
Ἔοικε, φασὶ, τὰ μὲν μέγιστα αὐτῶν καὶ κάλλιστα ἀπεργάζεσθαι φύσιν καὶ τύχην, τὰ δὲ σμικρότερα τέχνην, ἣν δὴ παρὰ φύσεως λαμβάνουσαν τὴν τῶν μεγάλων καὶ πρώτων γένεσιν ἔργων πλάττειν καὶ τεκταίνεσθαι πάντα τὰ σμικρότατα, ἃ δὴ τεχνικὰ πάντες προσαγορεύομεν.
Πῶς λέγεις;
Ὦδ’ ἔτι σαφέστερον ἐρῶ. πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα φύσει πάντα εἶναι καὶ τύχῃ φασὶ, τέχνῃ δὲ οὐδὲν τούτων. καὶ τὰ μετὰ ταῦτα αὖ σώματα, γῆς τε καὶ ἡλίου καὶ σελήνης ἄστρων τε πέρι, διὰ τούτων γεγονέναι παντελῶς ὄντων ἀψύχων· τύχῃ δὲ φερόμενα τῇ τῆς δυνάμεως ἕκαστα ἑκάστων, ᾗ συμπέπτωκεν ἁρμόττοντα οἰκείως πως, θερμὰ ψυχροῖς, ἢ ξηρὰ πρὸς ὑγρὰ καὶ μαλακὰ πρὸς σκληρὰ, καὶ πάντα ὁπόσα τῇ τῶν ἐναντίων κράσει κατὰ τύχην ἐξ ἀνάγκης συνεκεράσθη, ταύτῃ καὶ κατὰ ταὐτὰ οὕτως γεγεννηκέναι τόν τε οὐρανὸν ὅλον καὶ πάντα ὁπόσα ἂν κατ’ οὐρανὸν, καὶ ζῷα αὖ καὶ φυτὰ ξύμπαντα, ὡρῶν πασῶν ἐκ τούτων γενομένων, οὐ διὰ νοῦν, φασὶν, οὐδὲ διά τινα θεὸν οὐδὲ διὰ τέχνην, ἀλλ’ ὃ λέγομεν, φύσει καὶ τύχῃ.
Πῶς λέγεις;
Θέους, ω μακάριε, πρῶτον εἶναί φασιν οὗτοι τέχνῃ, οὐ φύσει, ἀλλά τισι νόμοις, καὶ τούτους ἄλλους ἄλλῃ, ὅπη ἕκαστοι ἑαυτοῖς συνωμολόγησαν νομοθετούμενοι. καὶ δὴ καὶ τὰ καλὰ φύσει μὲν ἄλλα εἶναι, νόμῳ δὲ ἕτερα· τὰ δὲ δὴ δίκαια οὐδ’ εἶναι τὸ παράπαν φύσει, ἀλλ’ ἀμφισβητοῦντας διατελεῖν ἀλλήλοις καὶ μετατιθεμένους ἀεὶ ταῦτα· ἃ δ’ ἂν μετάθωνται καὶ ὅταν, τότε κύρια ἕκαστα εἶναι, γιγνόμενα τέχνῃ καὶ νόμοις, ἀλλ’ οὐ δή τινι φύσει.
ταῦτ’ ἐστὶν, ὠ φίλοι, ἅπαντα ἀνδρῶν σοφῶν παρὰ νέοις ἀνθρώποις, ἰδιωτῶν τε καὶ ποιητῶν, φασκόντων εἶναι τὸ δικαιότατον, ὅ τι τις ἂν νικᾶ, βιαζόμε- νος. ὅθεν ἀσέβειαί τε ἀνθρώποις ἐμπίπτουσιν νέοις, ὡς οὐκ ὄντων θεῶν οἴους ὁ νόμος προστάττει δια- νοεῖσθαι δεῖν, στάσεις τε διὰ ταῦτα, ἑλκόντων πρὸς τὸν κατὰ φύσιν ὀρθὸν βίον, ὅς ἐστι τῇ ἀληθείᾳ κρατοῦντα ζῆν τῶν ἄλλων, καὶ μὴ δουλεύοντα ἑτέροισι κάτα νόμον.
Οἶον διελήλυθας, ὠ ξένε, λόγον, καὶ ὅσην λώβην ἀνθρώπων νέων δημοσίᾳ πόλεσί τε καὶ ἰδίοις οἴκοις.”
Καὶ μεθ’ ἕτερά φησιν
Ἀλλά γε δὴ πάλιν λέγε μοι, Κλεινία, καὶ σύ· κοινωνὸν γὰρ δεῖ σε εἷναι τῶν λόγων· κινδυνεύει γὰρ ὁ λέγων ταῦτα πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα πρῶτα τῶν πάντων ἡγεῖσθαι εἶναι, καὶ τὴν φύσιν ὀνομάζειν ταῦτα αὐτὰ, ψυχὴν δ’ ἐκ τούτων ὕστερον. ἔοικε δὲ οὐ κινδυνεύειν, ἀλλ’ ὄντως σημαίνειν ταῦτα ἡμῖν τῷ λόγῳ.
Πάνυ μὲν οὖν.
Ἄρ’ οὖν πρὸς Δῖός οἷον πηγήν τινα ἀνοήτου δόξης ἀνευρήκαμεν ἀνθρώπων ὁπόσοι πώποτε τῶν περὶ φύσεως ἐφήψαντο ζητημάτων; σκόπει πάντα λόγον ἐξετάζων· οὐ γὰρ δὴ σμικρόν γε τὸ διαφέρον, εἰ φανεῖεν οἶ λόγων ἁπτόμενοι ἀσεβῶν ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις, ἀλλ’ ἐξημαρτημένως χρώμενοι. δοκεῖ τοίνυν μοι ταῦτα οὕτως ἔχειν.
Εὖ λέγεις· ἀλλ’ ὅπη δὴ, πειρῶ φράζειν.
Ἔοικε τοίνυν ἀηθεστέρων ἁπτέον εἶναι λόγων. ”
Καὶ μετὰ βραχέα ἐπιλέγει
“ Ψυχὴν, ὠ ἑταῖρε, ἠγνοηκέναι κινδυνεύουσι μὲν ὀλίγου ξύμπαντες οἷόν τε ὂν τυγχάνει καὶ δύναμιν ἣν ἔχει, τῶν τε ἄλλων αὐτῆς πέρι καὶ δὴ καὶ γενέ- σεως, ὡς ἐν πρώτοις ἐστὶ σωμάτων ἔμπροσθεν πάντων γενομένη, καὶ μεταβολῆς τε αὐτῶν καὶ μετακοσμήσεως ἀπάσης ἄρχει παντὸς μᾶλλον. εἰ δ’ ἐστὶ ταῦτα οὕτως, ἆρ’ οὐκ ἐξ ἀνάγκης τὰ ψυχῆς συγγενῆ πρότερα ἂν εἴη γεγονότα τῶν σώματι προσηκόντων, οὔσης γε αὐτῆς πρεσβυτέρας ἢ σώματος;
Ἀνάγκη.
5
Δόξα δὴ καὶ ἐπιμέλεια καὶ νοῦς καὶ τέχνη καὶ νόμος σκληρῶν καὶ μαλακῶν καὶ βαρέων καὶ κούφων πρότερα ἂν εἴη· καὶ δὴ καὶ τὰ μεγάλα καὶ πρῶτα ἔργα καὶ πράξεις τέχνης ἂν γίγνοιτο, ὄντα ἐν πρώτοις, τὰ δὲ φύσει καὶ φύσις, ἣν οὐκ ὀρθῶς αὐτοὶ ἐπονομάζουσι, τούτου ὕστερα καὶ ἀρχόμενα ἂν ἐκ τέχνης εἴη καὶ νοῦ.
Πῶς οὐκ ὀρθῶς;
Φύσιν βούλονται λέγειν γένεσιν τὴν περὶ τὰ πρῶτα. εἰ δὲ φανήσεται ψυχὴ πρῶτον, οὐ πῦρ οὐδὲ 15 ἀὴρ, ψυχὴ δ’ ἐν πρώτοις γεγενημένη, σχεδὸν ὀρθό τάτα λέγοιτ’ ἂν εἶναι διαφερόντως φύσει. ταῦτ’ ἔσθ’ οὕτως ἔχοντα, ἂν ψυχήν τις ἐπιδείξῃ πρεσβυτέραν οὖσαν σώματος, ἄλλως δὲ οὐδαμῶς.
Αληθέστατα λέγεις.
Ἄγε δὴ, θεὸν εἴ ποτε παρακλητέον ἡμῖν, νῦν ἔστω τοῦτο οὕτω γενόμενον· ἐπί γε ἀπόδειξιν τὴν αὑτῶν, ὡς εἰσὶ, σπουδῇ πάση παρακεκλήσθων· ἐχόμενοι δὲ ὥς τινος ἀσφαλοῦς πείσματος ἐπεισβαίνωμεν εἰς τὸν νῦν λόγον. καί μοι ἐλεγχομένῳ περὶ τὰ τοιαῦτα ἐρωτήσεσι τοιαῖσδε ἀσφαλέστατα ἀποκρίνεσθαι φαίνεται κατὰ τάδε.
ὠ ξένε, ὁπόταν φῇ τις, ἆρα ἕστηκε μὲν πάντα, κινεῖται δὲ οὐδὲν, ἢ τούτῳ πὰν τοὐναντίον; ἢ τὰ μὲν αὐτῶν κινεῖται, τὰ δὲ μένει; Τὰ μὲν κινεῖταί που, φήσω, τὰ δὲ μένει. Μῶν οὖν οὐκ ἐν χώρᾳ τινὶ τά τε ἑστῶτα ἕστηκε καὶ τὰ κινούἌγε μένα κινεῖται; Πῶς γὰρ οὔ; Καὶ τὰ μέν γε ἐν μιᾷ ἕδρᾳ που τοῦτο ἂν δρῴη, τὰ δὲ ἐν πλείοσι.
Τὰ τὴν τῶν ἑστώτων ἐν μέσῳ λαμβάνοντα δύναμιν λέγεις, φήσομεν, ἐν ἐνὶ κινεῖσθαι, καθάπερ ἡ τῶν ἑστᾶναι λεγομένων κύκλων στρέφεται περιφορά; Ναί.”
Καὶ ἐξῆς ἐπιλέγει
“ Ἔτι δὴ καὶ τῇδε εἴπωμεν, καὶ ἀποκρινώμεθα πάλιν ἡμῖν αὐτοῖσιν. εἰ σταίη πως τὰ πάντα ὁμοῦ γενόμενα, καθάπερ πλεῖστοι τῶν τοιούτων τολμῶσι λέγειν, τίνα ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν γενέσθαι τῶν εἰρημένων;
Τὴν αὐτὴν ἑαυτὴν δήπου κινοῦσαν. ὑπ’ ἄλλου γὰρ οὐ μή ποτε ἔμπροσθεν μεταπέσῃ, μηδεμιᾶς γ’ ἐν αὐτοῖς οὔσης ἔμπροσθεν μεταπτώσεως.
Ἀρχὴν ἄρα κινήσεων πασῶν καὶ πρώτην ἔν τε ἑστῶσι γενομένην καὶ ἐν κινουμένοις οὖσαν, τὴν ἑαυτὴν κινοῦσαν, φήσομεν ἀναγκαίως εἶναι πρεσβυτάτην καὶ κρατίστην μεταβολῶν πασῶν, τὴν δὲ ἀλλοιουμένην ὑφ’ ἑτέρου, κινοῦσαν δὲ ἕτερα, δευτέραν.
Ἀληθέστατα λέγεις.
Ὁπότε δὴ τοίνυν ἐνταῦθα ἐσμὲν τοῦ λόγου, τόδε ἀποκρινώμεθα.
Τὸ ποῖον;
Εὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηίνῳ ἢ ἐνύδρῳ ἢ πυροειδεῖ, κεχωρισμένῳ ἢ καὶ ξυμμιγεῖ, τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος ἐνεῖναι;
Μῶν ἆρά με ἐρωτᾷς εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ;
Ναί.
Ζῆν· πῶς γὰρ οὔ;
Τί δὲ, ὅταν ψυχὴν ἔν τισι ὁρῶμεν, μῶν ἄλλο ἢ c ταὐτὸν τούτῳ ζῆν ὁμολογητέον;
Οὐκ ἄλλο.
Ἔχε δὴ πρὸς Δῖός· ἆρ’ οὐκ ἂν ἐθέλοις περὶ εκαστον τρία νοεῖν;
Πῶς λέγεις;
Ἓν μὲν τὴν οὐσίαν, ἕν δὲ τῆς οὐσίας τὸν λόγον, ἐν δὲ τὸ ὄνομα. καὶ δὴ καὶ ἐρωτήσεις εἶναι περὶ τὸ ὂν ἅπαν δύο.
Πῶς;
Τοτὲ μὲν ἡμῶν ἕκαστον τοὔνομα προτεινόμενον αὐτὸ τὸν λόγον ἀπαιτεῖν, τοτὲ δὲ τὸν λόγον αὐτὸν προτεινόμενον ἐρωτᾶν αὖ τοὔνομα. ἆρά γε τὸ τοιόνδε αὖ βουλόμεθα νῦν λέγειν;
Τὸ ποῖον;
Ἒστι που δίχα διαιρούμενον εἰς ἴσα μέρη ἐν ἄλλοισί τε καὶ ἐν ἀριθμῷ. τούτῳ δὴ τῷ κατ’ ἀριθμὸν ὄνομα μὲν ἄρτιον, λόγος δὲ ἀριθμὸς διαιρούμενος εἰς ἴσα δύο μέρη.
Ναί.
Τὸ τοιοῦτον φράζω. Μῶν οὖν οὐ ταὐτὸν ἑκατέρως προσαγορεύομεν, ἐάν τε τὸν λόγον ἐρωτώμενοι τοὔνομα ἀποδιδῶμεν, ἐάν τε τοὔνομα τὸν λόγον ἄρτιον ὀνόματι καὶ λόγῳ, δίχα διαιρούμενον ἀριθμὸν προσαγορεύοντες, ταὐτὸν ὄν;
Παντάπασι μὲν οὖν.
Ὦι δὴ ψυχὴ τοὔνομα, τίς τούτου λόγος; ἔχομεν ἄλλον πλὴν τὸν νῦν δὴ ῥηθέντα, τὴν δυναμένην αὐτὴν ἑαυτὴν κινεῖν κίνησιν;
Τὸ ἑαυτὸ κινεῖν φὴς λόγον ἔχειν τὴν αὐτὴν οὐσίαν ἥνπερ τοὔνομα, ὃ δὴ πάντες ψυχὴν προσαγορεύομεν;
Φημί γε. εἰ δ᾿ ἔστι τοῦτο οὕτως ἔχον, ἆρ᾿ ἔτι ποθοῦμεν μὴ ἱκανῶς δεδεῖχθαι ψυχὴν ταὐτὸν ὂν καὶ τὴν πρώτην γένεσιν καὶ κίνησιν τῶν τε ὄντων καὶ γεγονότων καὶ ἐσομένων καὶ πάντων αὖ τῶν ἐναντίων τούτοις, ἐπειδή γε ἀνεφάνη μεταβολῆς τε καὶ κινήσεως ἁπάσης αἰτία ἅπασιν;
Οὒκ, ἀλλὰ ἱκανώτατα δέδεικται ψυχὴ τῶν πάντων πρεσβυτάτη, γενομένη γε ἀρχὴ κινήσεως.
Ἆρ᾿ οὖν οὐχ ἡ δι᾿ ἕτερον ἐν ἄλλῳ γινομένη κίνησις, αὐτὸ δὲ ἐν αὑτῷ μηδέποτε παρέχουσα κινεῖσθαι μηδὲν, δευτέρα τε καὶ ὁπόσων ἀριθμῶν βούλοιτο ἄν τις ἀριθμεῖν αὐτὴν πολλοστὴν, τοσούτων, σώματος οὔσα ὄντως ἀψύχου μεταβολή.
Ὀρθῶς.
Ὀρθῶς ἄρα καὶ κυρίως ἀληθέστατά τε καὶ τελεώτατα εἰρηκότες ἂν ἦμεν ψυχὴν μὲν προτέραν γεγονέναι σώματος, ἢ μὴ, σῶμα δὲ δεύτερόν τε καὶ ὕστερον ψυχῆς ἀρχούσης ἀρχόμενον κατὰ φύσιν.
᾿Αληθέστατα μὲν οὖν.
Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα.
Πάνυ μὲν οὖν.
Τρόποι δὲ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ δόξαι ἀληθεῖς ἐπιμέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἂν, εἴπερ καὶ ψυχὴ σώματος.
᾿Ανάγκη.
Ἄρ’ οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν καὶ καλῶν καὶ αἰσχρῶν δικαίων τε καὶ ἀδίκων καὶ πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν;
Πῶς γὰρ οὔ;
Ψυχὴν δὴ διοικοῦσαν καὶ ἐνοικοῦσαν ἐν ἅπασι τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;
Τί μήν;
Μίαν, ἢ πλείους; Πλείους· ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι δυοῖν μέν γέ που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι.
Σφόδρα ὀρθῶς εἴρηκας.
Εἶεν. ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατ’ οὐρανὸν καὶ γῆν καὶ θάλατταν ταῖς αὑτῆς κινήσεσιν, αἷς ὀνόματά ἐστι βούλεσθαι, σκοπεῖσθαι, ἐπιμελεῖσθαι, βουλεύεσθαι, δοξάζειν ὀρθῶς, ἐψευσμένως, χαίρουσαν, λυπουμένην, θαρροῦσαν, φοβουμένην, μισοῦσαν, στέργουσαν, καὶ πάσαις ὅσαι τούτων ξυγγενεῖς ἢ πρωτουργοὶ κινήσεις τὰς δευτερουργοὺς αὖ παραλαμβάνουσαι κινήσεις σωμάτων ἄγουσι πάντα εἰς αὔξησιν καὶ φθίσιν καὶ διάκρισιν καὶ σύγκρισιν καὶ τούτοις ἑπομένας θερμότητας, ψύξεις, βαρύτητας, κουφότητας, σκληρὸν καὶ μαλακὸν, λευκὸν καὶ μέλαν, αὐστηρὸν καὶ γλυκὺ καὶ πικρὸν] καὶ πᾶσιν οἶς ψυχὴ χρωμένη, νοῦν μὲν προσλαμβάνουσα αἰεὶ θεῖον ὀρθῶς θεοῖς ὀρθὰ καὶ εὐδαίμονα παιδαγωγεῖ πάντα, ἀνοίᾳ δὲ ξυγγενομένη πάντα αὖ τἀναντία τούτοις ἀπεργάζεται.
τιθῶμεν ταῦτα οὕτως ἔχειν; ἢ ἔτι διστάζομεν εἰ ἑτέρως πως ἔχει;
Οὐδαμῶς.
Πότερον οὖν δὴ ψυχῆς τὸ γένος ἐγκρατὲς οὐρανοῦ καὶ γῆς καὶ πάσης τῆς περιόδου γεγονέναι φῶμεν τὸ φρόνιμον καὶ ἀρετῆς πλῆρες, ἢ τὸ μηδέτερα κεκτημένον; βούλεσθε οὖν πρὸς ταῦτα ὧδε ἀποκρινώμεθα;
Πῶς;
Εἰ μὲν, ὢ θαυμάσιε, φῶμεν, ἡ ξύμπασα οὐρανοῦ ὁδὸς ἅμα καὶ φορὰ καὶ τῶν ἐν αὐτῷ ὄντων ἀπάντων νοῦ κινήσει καὶ περιφορᾷ καὶ λογισμοῖς ὁμοίαν φύσιν ἔχει καὶ ξυγγενῶς ἔρχεται, δῆλον ὡς τὴν ἀρίστην ψυχὴν φατέον ἐπιμελεῖσθαι τοῦ κόσμου παντὸς καὶ ἄγειν αὐτὸν τὴν τοιαύτην ὁδὸν ἐκείνην.
Ὀρθῶς.
Εἰ δὲ μανικός τε καὶ ἀτάκτως ἔρχεται, τὴν κάκην.
Καὶ ταῦτα ὀρθότατα.
Τίνα οὖν δὴ νοῦ κίνησις φύσιν ἔχει; τοῦτο ἤδη χαλεπὸν, ὦ φίλοι, ἐρώτημα ἀποκρινόμενον εἰπεῖν ἐμφρόνως. διὸ δὴ καὶ ἐμὲ τῆς ἀποκρίσεως ὑμῖν δίκαιον τανῦν προσλαμβάνειν.
Εὑ λέγεις.
Μὴ τοίνυν ἐξ ἐναντίας οἷον εἰς ἥλιον ἀποβλέποντες, νύκτα ἐν μεσημβρίᾳ ἐπαγόμενοι, ποιησώμεθα τὴν ἀπόκρισιν, ὡς νοῦν ποτὲ θνητοῖς ὄμμασιν ὀψόμενοί τε καὶ γνωσόμενοι ἱκανῶς· πρὸς δὲ εἰκόνα τοῦ ἐρωτωμένου βλέποντας ἀσφαλέστερον ὁρᾶν.
Πῶς λέγεις;
Ἡι προσέοικε κινήσει νοῦς, τῶν δέκα κινήσεων τὴν εἰκόνα λάβωμεν, ἣν συναναμνησθεὶς ὑμῖν ἐγὼ κοινῇ τὴν ἀπόκρισιν ποιήσομαι.
Κάλλιστα ἂν λέγοις.
Μεμνήμεθα τοίνυν τοῦτό γε τοσοῦτον τῶν τότε, ὅτι τῶν ἁπάντων τὰ μὲν κινεῖσθαι, τὰ δὲ μένειν ἔθεμεν.
Ναί.
Τῶν δ’ αὖ κινουμένων τὰ μὲν ἐν ἐνὶ τόπῳ κινεῖσθαι, τὰ δ’ ἐν πλείοσι φερόμενα.
Ἔστι ταύτῃ.
Τούτοιν δὴ τοῖν κινήσεοιν τὴν ἐν ἐνὶ φερομένην ἀεὶ περί γέ τι μέσον ἀνάγκη κινεῖσθαι τῶν ἐντόρνων οὐσῶν μίμημά τι κύκλων, εἶναί τε αὐτὴν τῇ τοῦ νοῦ περιόδῳ πάντως ὡς δυνατὸν οἰκειοτάτην τε καὶ ὁμοίαν.
Πῶς λέγεις;
Τὸ κατὰ ταὐτὰ δήπου καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὰ αὐτὰ καὶ πρὸς τὰ αὐτὰ καὶ ἕνα λόγον καὶ τάξιν μίαν ἄμφω κινεῖσθαι λέγοντες νοῦν τήν τε ἐν ἐνὶ φερομένην κίνησιν, σφαίρας ἐντόρνου ἀπεικασμένα φοραῖς, οὐκ ἄν ποτε φανεῖμεν φαῦλοι b δημιουργοὶ λόγῳ καλῶν εἰκόνων.
Ὀρθότατα λέγεις.
Οὐκοῦν αὕτη γε ἡ μηδέποτε ὡσαύτως μηδὲ κατὰ τὰ αὐτὰ μηδ’ ἐν ταὐτῷ μηδὲ περὶ ταὐτὰ μηδὲ πρὸς τὰ αὐτὰ μηδ’ ἐν ἐνὶ φερομένη μηδ’ ἐν κόσμῳ μηδ’ ἐν τάξει μηδ’ ἔν τινι λόγῳ κίνησις ἀνοίας ἂν αὖ πάσης εἴη ξυγγενής.
Εἴη γὰρ ἂν ἀληθέστατα.
Τανῦν δὴ χαλεπὸν οὐδὲν ἔτι διαρρήδην εἰπεῖν ὡς, ἐπειδὴ ψυχὴ μέν ἐστιν ἡ περιάγουσα ἡμῖν πάντα, τὴν δὲ οὐρανοῦ περιφορὰν ἐξ ἀνάγκης περιάγειν φατέον ἐπιμελουμένην καὶ κοσμοῦσαν ἤτοι τὴν ἀρίστην ψυχὴν ἢ τὴν ἐναντίαν.
Ὦ ξένε, ἀλλ’ ἐκ γε τῶν νῦν εἰρημένων ὅσιον ἄλλως λέγειν ἢ πᾶσαν ἀρετὴν ἔχουσαν ψυχὴν μίαν ἢ πλείους περιάγειν αὐτά.
Κάλλιστα, ὠ Κλεινία, ὑπήκουσας τοῖς λόγοις. τόδε δὲ προσυπάκουσον ἔτι.
Τὸ ποῖον;
Ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα, εἴπερ ψυχὴ περιάγει πάντα, ἆρ’ οὐ καὶ ἓν ἕκαστον;
Τί μήν;
Περὶ ἑνὸς δὴ ποιησώμεθα λόγους, οἱ καὶ ἐπὶ πάντα ἁρμόττοντες ἡμῖν τὰ ἄστρα φανοῦνται.
Τίνος;
Ἡλίου πᾶς ἄνθρωπος σῶμα μὲν ὁρᾷ, ψυχὴν δὲ οὐδείς· οὐδὲ γὰρ ἄλλου σώματος οὐδενὸς οὔτε ζῶντος οὔτε ἀποθανόντος τῶν ζῴων οὐδενός], ἀλλὰ ἐλπὶς πολλὴ τὸ παράπαν τὸ γένος ἡμῖν τοῦτο ἀναίσθητον πάσαις ταῖς τοῦ σώματος αἰσθήσεσι περιπεφυκέναι, νοητὸν δὲ εἶναι. μόνῳ νῷ δὴ καὶ νοήματι λάβωμεν αὐτοῦ πέρι τὸ τοιόνδε.
Ποῖον;
Ἥλιον εἰ περιάγει ψυχὴ, τριῶν αὐτὴν ἴν λέγοντες δρᾶν σχεδὸν οὐκ ἀποτευξόμεθα.
Τίνων;
Ὡς ἢ ἐνοῦσα ἐντὸς τῷ περιφερεῖ τούτῳ φαινομένῳ σώματι πάντη διακομίζει τὸ τοιοῦτον, καθάπερ ἡμὰς ἡ παρ’ ἡμῖν ψυχὴ πάντη περιφέρει· ἤ ποθεν ἔξωθεν σῶμα αὑτῇ πορισαμένη πυρὸς ἤ τινος ἀέρος, ὡς λόγος ἐστί τινων, ὠθεῖ βίᾳ σώματι σῶμα· ἢ τρίτον αὐτὴ ψιλὴ σώματος οὖσα, ἔχουσα δὲ δυνάμεις ἄλλας τινὰς ὑπερβαλλούσας, θαύματι ποδηγεῖ.
Ναί.
Τοῦτο μὲν ἀνάγκη, τούτων ἔν γέ τι δρῶσαν ψυχὴν πάντα διάγειν.”
Ταῦτα μὲν οὖν ἐν τῷ δεκάτῳ τῶν Νόμων εἴρηται τῷ φιλοσόφῳ. καὶ ἐν τῷ Φιλήβῳ δὲ ἐπάκουσον ὅπως τὴν αὐτὴν κατασκευάζει διάνοιαν
῾Πάντες γὰρ συμφωνοῦσιν οἶ σοφοὶ, ὄντως σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλέ’ ὗς ἡμῖν οὐρανοῦ τε καὶ γῆς. καὶ ἴσως εὑ λέγουσι· διὰ μακροτέρων δ’, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα.
Λέγε ὅπως βούλει, μηδὲν μῆκος ὑπολογιζόμενος ἡμῖν, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος.
Καλῶς εἶπας. ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες.
Πῶς;
Πότερον, ὢ Πρώταρχε, τὰ ξύμπαντα καὶ τόδε τὸ καλούμενον ὅλον ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῆ δύναμιν καὶ τὸ ὅπη ἔτυχεν, ἢ τἀναντία, καθάπερ οἶ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερναν;
Οὐδὲν τῶν αὐτῶν, ὢ θαυμάσιε Σώκρατες· ὃ μὲν γὰρ δὴ σὺ λέγεις, νῦν] οὐδ’ ὅσιον εἶναί μοι φαίνεται· τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι καὶ τῆς ὄψεως τοῦ κόσμου καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγ’ ἄν ποτε περὶ αὐτῶν εἴποιμι, οὐδ’ ἂν δόξαιμι.
Βούλει δή τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον ξυμφήσωμεν, ὡς ταῦθ’ οὕτως ἔχει; καὶ μὴ μόνον οἰώμεθα δεῖν τὰ ἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν καὶ μετέχωμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως, ἀλλ’ ἀτάκτως ἔχειν;
Πῶς γὰρ οὐκ ἄν βουλοίμην;
Ἴθι δὴ, τὸν ἐπιόντα περὶ τούτων λὀγον νῦν ἡμῖνἄθρει.
δέγε μόνον.
Τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν Ξᾠων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα, καθορῶμέν που, Καὶ γῆν, κθάπερ οἰ χειμαζόμενοί φασιν, ἐνόντα ἐν τῇ συστάσει;
Καὶ μάλα. Χειμαζόμεθα γὰρ ὄντως ὑπὸ ἀπορίας ἐν τοῖς νῦν λόγοις.
Φέρε δὴ περὶ ἑκάστου τῶν παρ’ἡμῖν λάβε τὸ Τοιόνδε.
Ποῖον;
Ὅτι σμικρόν τε τούτων ἕκαστον παρ’ἡμῖν ἕνεστι καὶ φαῦλον καὶ οὐδαμῆ οὐδαμῶς εἰλικρινές ὄν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἐνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν. Οἶον πῦρ ἔστι μέν που παρ’ἡμῖν, ἔστι δ’ἐν τῷ παντἰ.
Τί μήν;
Οὐκοῦν σμικρὸν μέν τι τὸ παρ’ἡμῖν καὶ ἀσθενὲς Καὶ φαῦλον, τὸ δ’ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ καἀλλει καὶ πάςῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ.
Καὶ μάλα ἀληθὲς ὅ λέγεις.
Τί δέ;τρέφεται καὶ γίνεται ἐκ τούτου καὶ ἄρχεται τὸ τοῦ παντὸς πῦρ ὐπὸ τοῦ παρ’ἡμῖν πυρὸς , ἤ τοὐναντίον ὑπ’ἐκείνου τό τε ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ξᾠων ἅπαντ’ἴσχει ταῦτα;
Τοῦτο μὲν οὐδὲ ἀποκρίσεως ἄξιον ἐρωτᾷς.
Ὀρθῶς. Ταῦτα γὰρ ἐρεῖς, οἶμαι, περί τε τῆς ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντὶ, καὶ τῶν ἄλλων δὴ ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν, οὕτως ἀποκρινῇ.
Τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη;
Σχεδὸν οὐδ’ ὁστισοῦν. ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. πάντα γὰρ ταῦτα ἡμεῖς τὰ νῦν δὴ λεχθέντα ἆρ’ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα;
Τί μήν;
Ταὐτὸν δὴ λάβε καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν· διὰ τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν.
Ὀρθότατα λέγεις.
Πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρ’ ἡμῖν σῶμα, ἢ ἐκ τοῦ παρ’ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νῦν δὴ περὶ αὐτῶν ἐπείπομεν εἴληφέ τε καὶ ἔχει;
Καὶ τοῦθ’ ἕτερον, ὠ Σώκρατες, οὐκ ἄξιον ἐρωτησεως.
Τί δέ; ἀ όδε τρα ἄξιον ἐρωτήσεως; ἢ πῶς ἐρεῖς,.
Λέγε τὸ ποῖον.
Τὸ παρ’ ἡμῖν σῶμα ἆρ’ οὐ ψυχὴν φήσομεν ἔχειν;
Δῆλον ὅτι φήσομεν.
Πόθεν, ὠ φίλε Πρώταρχε, λαβὸν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντη καλλίονα;
Δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες.
Οὐ γάρ που δοκοῦμέν γε, ὠ Πρώταρχε, τὰ τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ τὸ τῆς αἰτίας γένος ἐν ἅπασι τέταρτον ἐνὸν, τοῦτ’ ἐν μὲν τοῖς παρ᾿ ἡμῖν ψυχήν τε παρέχον καὶ σωμασκίαν ἐμποιοῦν καὶ πταίσαντος σώματος ἰατρικὴν καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀσκούμενον πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι , τῶν δὲ αὐτῶν τούτων ὄντων ἐν ὅλῳ τε οὐρανῷ καὶ κατὰ μεγάλα μέρη, καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δὲ οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν.
Ἀλλ’ οὐδαμῶς τοῦτό γ᾿ ἂν λόγον ἔχοι.
Οὐκοῦν εἰ μὴ τοῦτο, μετ᾿ ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν, ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολὺ καὶ πέρας ἱκανὸν, καί τις ἐπ᾿ αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυτοὺς καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατα.
Δικαιότατα δῆτα.
Σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς οὐκ ἄν ποτε γενοίσθην.
Οὐ γὰρ οὖν.
Οὐκοῦν ἐν μὲν τῇ τοῦ Δῖός ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχὴν, βασιλικὸν δὲ νοῦν ἐγγίνεσθαι διὰ τὴν τῆς αἰτίας δύναμιν , ἐν δὲ ἄλλοις ἄλλα καλὰ, καθότι φίλον ἑκάστοις λέγεσθαι.”
ἵνα οὖν μὴ ἐπὶ μεῖζον ἔλθῃ σοι πάθος πρὸς ἀσέβειαν τὸ νῦν παρὸν δόγμα, ἀλλ’ ἐάν πως οἶον ἀποδιοπομπήσασθαι λόγοις αὐτὸ προσιὸν γενώμεθα δυνατοὶ, πειρώμεθα, συνάψαντες τὸν ἐξῆς λόγον, ᾧ πρὸς τὸν παράπαν οὐχ ἡγούμενον θεοὺς ἐξ ἀρχῆς διεπερανάμεθα, τούτῳ τανῦν προσχρήσασθαι.
σὺ δ’, ὦ Κλεινία τε καὶ Μέγιλλε, ὑπὲρ τοῦ νέου, καθάπερ ἐν τοῖς ἔμπροσθεν, ἀποκρινόμενοι διαδέχεσθε· ἐὰν δέ τι δύσκολον ἐγγίγνηται τοῖς λόγοις, ἐγὼ σφῶν, ὥσπερ νῦν δὴ, δεξάμενος διαβιβῶ τὸν ποταμόν. Ὀρθῶς λέγεις· καὶ σύ τε οὕτω ταῦτα δρᾶ ποιήσομέν τε ἡμεῖς εἰς τὸ δυνατὸν ἃ λέγεις.
Ἀλλ’ οὐδὲν τάχ’ ἂν ἴσως εἴη χαλεπὸν ἐνδείξασθαι τοῦτό γε, ὡς ἐπιμελεῖς σμικρῶν εἰσὶ θεοὶ οὐχ ἧττον, μᾶλλον δὲ, ἢ τῷ μεγέθει διαφερόντων. ἤκουε γάρ που καὶ παρῆν τοῖς νῦν δὴ λεγομένοις ὡς ἀγαθοῖ γε ὄντες πᾶσαν ἀρετὴν τὴν τῶν πάντων ἐπιμέλειαν οἰκειοτάτην αὑτῶν οὖσαν κέκτηνται.
Καὶ σφόδρα γε ἐπήκουε.
Τὸ μετὰ τοῦτο τοίνυν κοινῇ συνεξεταζόντων τίνα λέγοντες ἀρετὴν αὐτῶν ὁμολογοῦμεν αὐτοὺς ἀγαθοὺς εἶναι. φέρε, τὸ σωφρονεῖν νοῦν τε κεκτῆσθαι φαμὲν ἀρετῆς, τὰ δὲ ἐναντία κακίας;
Φαμέν.
Τί δέ; ἀρετῆς μὲν ἀνδρείαν εἶναι, δειλίαν δὲ κακίας;
Πάνυ μὲν οὑν.
Καὶ τὰ μὲν αἰσχρὰ τούτων, τὰ δὲ καλὰ φήσομεν;
Ἀνάγκη.
Καὶ τῶν μὲν προσήκειν ἡμῖν, εἴπερ, ὁπόσα φλαῦρα, θεοῖς δὲ οὔτε μέγα οὔτε σμικρὸν τῶν τοιούτων μετὸν ἐροῦμεν;
Καὶ ταῦθ’ οὕτως ὁμολογοῖ πᾶς ἄν.
Τί δέ; ἀμέλειάν τε καὶ ἀργίαν καὶ τρυφὴν εἰς ἀρετὴν ψυχῆς θήσομεν; ἢ πῶς λέγεις;
Καὶ πῶς;
Ἀλλ' εἰς τοὐναντίον;
Ναί.
Τἀναντία ἄρα τούτοις εἰς τοὐναντίον;
Τοὐναντίον.
Τί οὖν; τρυφῶν δὴ καὶ ἀμελὴς ἀργός τε, ὃν ὁ ποιητὴς κηφῆσι κοθούροισι μάλιστα εἴκελον ἔφασκεν εἶναι, γίγνοιτ’ ἂν ὁ τοιοῦτος πᾶς ἡμῖν;
Ὀρθότατά γε εἰπών.
Οὐκοῦν τόν γε θεὸν οὐ ῥητέον ἔχειν ἦθος τοιοῦτον ὅ γε αὐτὸς μισεῖ· τῷ δέ τι τοιοῦτον φθέγγεσθαι πειρωμένῳ οὐκ επιτρεπτεον.
Οὐ μὲν δή· πῶς γὰρ ἄν;
Ὦι δὴ προσήκει μὲν πράττειν καὶ ἐπιμελεῖσθαι διαφερόντως τινὸς, ὁ δὲ τούτου τοῦ γένους τῶν μὲν μεγάλων ἐπιμελεῖται, τῶν σμικρῶν δὲ ἀμελεῖ· κατὰ τίνα οὖν ἐπαινοῦντες τὸν τοιοῦτον λόγον οὐκ ἂν παντάπασι πλημμελοῖμεν; σκοπῶμεν δὲ ὧδε. ἆρ’ οὐ κατὰ δύο εἴδη τὸ τοιοῦτον πράττει ὁ πράττων, εἴτε θεὸς εἴτε ἄνθρωπος;
Ποίω δὴ λέγομεν;
Ἢ διαφέρον οὐδὲν οἰόμενος εἶναι τῷ ὅλῳ, ἀμελουμένων τῶν σμικρῶν, ἢ ῥᾳθυμίᾳ καὶ τρυφῇ, εἰ διαφέρει, ὁ δὲ ἀμελεῖ· ἢ ἔστιν ἄλλως πως γιγνομένηη ἀμέλεια; οὐ γάρ που, ὅταν γε ἀδύνατον ᾖ τῶν πάντων ἐπιμελεῖσθαι, τότε ἀμέλεια ἔσται τῶν σμικρῶν ἢ μεγάλων μὴ ἐπιμελουμένῳ, ὧν ἂν δυνάμει θεὸς ἢ φαῦλός τις ὢν ἐλλιπὴς καὶ μὴ δυνατὸς ἐπιμελεῖσθαι γίγνηται.
Πῶς γὰρ ἄν;
Νῦν δὴ δύο ὄντες τρισὶν ἡμῖν οὖσιν ἀποκρινάσθωσαν, οἶ θεοὺς μὲν ἀμφότεροι ὁμολογοῦντες εἶναι, παραιτητοὺς δὲ ἕτερος, ὁ δὲ ἀμελεῖς τῶν σμικρῶν. πρῶτον μὲν θεοὺς ἀμφότεροί φατε γινώσκειν, καὶ ὁρᾶν καὶ ἀκούειν πάντα, λαθεῖν δὲ αὐτοὺς οὐδὲν δυνατὸν εἶναι τῶν ὁπόσων εἰσὶν αἶ αἰσθήσεις τε καὶ ἐπιστῆμαι. ταύτῃ λέγετε ἔχειν ταῦτα, ἢ πῶς;
Οὕτως.
Τί δέ; δύνασθαι πάντα ὁπόσων αὖ δύναμίς ἐστι θνητοῖς τε καὶ ἀθανάτοις;
Πῶς γὰρ οὐ συγχωρήσονται καὶ ταῦτα οὕτως ἔχειν;
Καὶ μὴν ἀγαθούς τε καὶ ἀρίστους ὡμολογήκαμεν αὐτοὺς εἶναι, πέντε ὄντες.
Σφόδρα γε.
Ἄρ’ οὖν οὐ ῥᾳθυμίᾳ μὲν καὶ τρυφῇ ἀδύνατον αὐτοὺς ὁμολογεῖν πράττειν ὁτιοῦν τὸ παράπαν, ὄντας γε οἵους λέγομεν; δειλίας γὰρ ἔγγονος ἔν γε ἡμῖν ἀργία, ῥᾳθυμία δὲ ἀργίας καὶ τρυφῆς.
Ἀληθέστατα λέγεις.
Ἀργέᾳ μὲν δὴ καὶ ῥᾳθυμίᾳ οὐδεὶς ἀμελεῖ θεῶν, οὐ γὰρ μέτεστιν αὐτῷ που δειλίας.
Ὀρθότατα λέγεις.
Οὐκοῦν τὸ λοιπὸν, εἴπερ ἀμελοῦσι τῶν σμικρῶν καὶ ὀλίγων τῶν περὶ τὸ πᾶν, ἢ γινώσκοντες ὡς τὸ παράπαν οὐδενὸς τῶν τοιούτων ἐπιμελεῖσθαι δεῖ, δρῷεν ἂν τοῦτο· ἢ τί τὸ λοιπὸν, πλὴν τὸ γινώσκειν τοὐναντίον;
Οὐδέν.
Πότερον οὖν, ὠ ἄριστε καὶ βέλτιστε, θῶμέν σε λέγοντα, ὡς ἀγνοοῦντάς τε καὶ δέον ἐπιμελεῖσθαι δι’ ἄγνοιαν ἀμελοῦντας, ἢ γινώσκοντας ὅτι δεῖ, καθαπερ οἱ φαυλότατοι τῶν ἀνθρώπων λέγονται ποιεῖν, εἰδότες ἄλλα εἶναι βέλτιον πράττειν ὧν δὴ πράττουσι διά τινας ἥττας ἡδονῶν ἢ λυπῶν οὐ ποιεῖν;
Πῶς γὰρ ἄν;
Οὐκοῦν δὴ τά γε ἀνθρώπινα πράγματα τῆς τε ἐμψύχου μετέχει φύσεως ἅμα καὶ θεοσεβέστατον αὐτό ἐστι πάντων ζῴων ἄνθρωπος.
Εοικε γοῦν.
Θεῶν γε μὴν κτήματά φαμεν εἶναι πάντα ὁπόσα θνητὰ ζῷα ἢ νοερὰ] ὧνπερ καὶ τὸν οὐρανὸν ὅλον.
Πῶς γὰρ οὔ;
Ἤδη τοίνυν ἢ σμικρὰ ἢ μεγάλα τις φάτω ταῦτα εἶναι τοῖς θεοῖς· οὐδετέρως γὰρ τοῖς κεκτημένοις ἡμᾶς ἀμελεῖν ἂν εἴη προσῆκον, ἐπιμελεστάτοις γε οὖσι καὶ ἀρίστοις. σκοπῶμεν γὰρ καὶ τόδε ἔτι πρὸς τούτοις.
Τὸ ποῖον;
Τὸ περί τε αἰσθήσεως καὶ δυνάμεως, ἆρ’ οὐκ ἐναντίως ἀλλήλοιν πρὸς ῥᾳστώνην καὶ χαλεπότητά ἐστον πεφυκότε;
Πῶς λέγεις;
Ὁρᾶν μέν που καὶ ἀκούειν τὰ σμικρὰ χαλεπώτερον ἢ τὰ μεγάλα, φέρειν δὲ αὖ καὶ κρατεῖν καὶ ἐπιμελεῖσθαι τῶν σμικρῶν καὶ ὀλίγων παντὶ ῥᾷον ἢ τῶν ἐναντίων.
Καὶ πολύ γε.
Ἰατρῷ δὴ προστεταγμένον ὅλον τι θεραπεύειν βουλομένῳ καὶ δυναμένῳ, τῶν μὲν μεγάλων ἐπιμελὲς ἔσται, τῶν μορίων δὲ καὶ σμικρῶν ἀμελές· εἶθ’ ἔξει ποτὲ καλῶς αὐτῶ τὸ πὰν;
Οὐδαμῶς.
Οὐ μὴν οὐδέ γε κυβερνήταις οὐδὲ στρατηγοῖς οὐδ’ οἰκονόμοις οὐδ’ αὖ τισι πολιτικοῖς οὐδὲ ἄλλῳ τῶν τοιούτων οὐδενὶ χωρὶς τῶν ὀλίγων ἢ σμιχρῶν πολλὰ ἢ μεγάλα· οὐδὲ γὰρ ἄνευ τῶν σμικρῶν τοὺς μεγάλους φασὶν οἱ λιθολόγοι λίθους εὖ κεῖσθαι.
Πῶς γὰρ ἄν;
Μὴ τοίνυν τὸν θεὸν ἀξιώσωμέν ποτε θνητῶν δημιουργῶν φαυλότερον, οἱ τὰ προσήκοντα αὐτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσι, τόσῳ ἀκριβέστερα καὶ τελεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται· τὸν δὲ θεὸν ὄντα τε σοφώτατον βουλόμενόν τε ἐπιμελεῖσθαι καὶ δυνάμενον, ὧν μὲν ῥᾷον ἐπιμεληθῆναι, σμικρῶν ὄντων, μηδαμῆ ἐπιμελεῖσθαι, καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ πόνους ῥᾳθυμοῦντα, τῶν δὲ μεγάλων.
Μηδαμῶς δόξαν τοιαύτην περὶ θεῶν, co ξένε, ἀποδεχώμεθα· οὐδαμῆ γὰρ οὔτε ὅσιον οὔτ’ ἀληθὲς τὸ διανόημα διανοοίμεθ’ ἄν.
Δοκοῦμεν δέ μοι νῦν ἤδη καὶ μεγάλα μετρίως διειλέχθαι τῷ φιλαιτίῳ τῆς ἀμελείας πέρι θεῶν.
Ναί.
Τῷ γε βιάζεσθαι τοῖς λόγοις ὁμολογεῖν αὐτὸν μὴ λέγειν ὀρθῶς. ἐπῳδῶν γε μὴν προσδεῖσθαί μοι δοκεῖ κεῖ μύθων ἔτι τινῶν.
Ποίων, ὢ ἀγαθέ;
Πείσωμεν τὸν νεανίαν τοῖς λόγοις ὡς τῷ τοῦ παντὸς ἐπιμελουμένῳ πρὸς τὴν σωτηρίαν καὶ ἀρετὴν τοῦ ὅλου πάντ’ ἐστὶ συντεταγμένα, ὧν καὶ τὸ μέρος εἰς δύναμιν ἕκαστον τὸ προσῆκον πάσχει καὶ ποιεῖ. τούτοις δέ εἰσιν ἄρχοντες πρσστεταγμένοι ἑκάστοις ἐπὶ τὸ σμικρότατον ἀεὶ πάθης καὶ πράξεως, εἰς μερισμὸν τὸν ἔσχατον τέλος ἀπειργασμένοι·
Πῆ λέγεις;
Ἡιπερ ἂν ἔχοι λόγον ῥᾳστώνη ἐπιμελείας θεοῖς τῶν πάντων, ταύτῃ μοι δοκῶ φράζειν. εἰ μὲν γὰρ πρὸς τὸ ὅλον ἀεὶ βλέπων πλάττοι τις μετασχηματίζων c τὰ πάντα, οἷον ἐκ πυρὸς ὕδωρ ἔμψυχον, καὶ μὴ ξέμπολλα ἐξ ἑνὸς, ἢ ἐκ πολλῶν ἕν, πρώτης ἢ δευτέρας ἢ καὶ τρίτης γενέσεως μετειληφότα, πλήθεσιν ἄπειρ’ ἂν εἴη τῆς μετατιθεμένης κοσμήσεως. νῦν δ’ ἐστὶ θαυμαστὴ ῥᾳστώνη τῷ τοῦ παντὸς ἐπιμελουμένῳ.
Πὼς αὖ λέγεις;
Ὧδε. ἐπειδὴ κατεῖδεν ἡμῶν ὁ βασιλεὺς ἐμψύχους οὔσας τὰς πράξεις ἁπάσας καὶ πολλὴν μὲν ἀρετὴν ἐν αὐταῖς οὖσαν, πολλὴν δὲ κακίαν, ἀνώλεθρον δὲ ὂν γενόμενον, ἀλλ’ οὐκ αἰώνιον, ψυχὴν καὶ σῶμα, καθάπερ οἱ κατὰ νόμον ὄντες θεοί· γένεσις γὰρ οὐκ ἄν ποτε ἦν ζῴων ἀπολομένου τούτοιν θατέρου·) καὶ τὸ μὲν ὠφελεῖν ἀεὶ πεφυκὸς ὂν ἀγαθὸν ψυχῆς διενοήθη, τὸ δὲ κακὸν βλάπτειν · ταῦτα πάντα ξυνιδὼν ἐμηχανήσατο ποῦ κείμενον ἕκαστον τῶν μερῶν νικῶσαν ἀρετὴν, ἡττωμένην δὲ κακίαν ἐν τῷ παντὶ παρέχοι μάλιστ’ ἂν καὶ ῥᾴστα καὶ ἄριστα.
μεμηχάνηται δὴ πρὸς πᾶν τοῦτο τὸ ποῖόν τι γιγνόμενον ἀεὶ ποίαν ἔδραν δεῖ μεταλαμβάνον οἰκίζεσθαι καὶ τίνας ποτὲ τόπους· τῆς δὲ γενέσεως τοῦ ποίου τινὸς ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν τὰς αἰτίας. ὅπη γὰρ ἂν ἐπιθυμῇ καὶ ὁποῖός τις ὢν τὴν ψυχὴν, ταύτῃ σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος γίγνεται ἅπας ἡμῶν ὡς τὸ πολύ.
Τὸ γοῦν εἰκός.
Μεταβάλλει μὲν τοίνυν πάνθ᾿ ὃσα μέτοχά ἐστι ψυχῆς, ἐν αὐτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν· μεταβάλλοντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον. Σμικρότερα μὲν τῶν ἠθῶν μεταβάλλοντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεςόντα εἰς βάθος τά τε κάτω λεγόμενα τῶν όπων, ὃσα Ἃιδην τε καὶ τὰ τούτων ἐχόμενα τῶν ὀνομάτων ἐπονομάζοντες σφόδρα φοβοῦνται καὶ ὀνειροπολοῦσι ζῶντες διαλυθέντες τε τῶν σωμάτων. Μείζω δὴ ψυχὴ κακίας ἢ ἀρετῆς ὁπόταν μεταβάλλῃ διὰ τὴν αὑτῆς βούληςίν τε καὶ ὁμιλίαν γενομένη ἰσχυρὰν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμέξασα γίνηται διαφερόντως τοιαῦτα, διαφέροντα καὶ μετέβαλε τόπον ἃγιον ὃλον, μετακομισθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἓτερον· ὃταν δὲ τἀναντία, ἐπὶ τἀναντία μεθιδρύσατο τὸν αὑτῆς βίον.
αὓτη τοι δίκη ἐστὶ θεῶν οἳ Ὂλυμπον ἒχουσιν, ὦ παῖ καὶ νεανίσκε, ἀμελεῖσθαι δοκῶν ὑπὸ θεῶν· κακίω μὲν γινόμενον πρὸς τὰς κακίους ψυχὰς, ἀμείνω δὲ πρὸς τὰς ἀμείνους πορευόμενον ἒν τε ζωῇ καὶ ἐν πᾶσι θανάτοις πάσχειν τε ἃ προςῆκον δρὰν ἐστι τοῖς προσφυέσι τοῦς προσφερεὶς καὶ ποιεῖν.
Ταύτης τῆς δίκης οὒτε σὺ μήποτε οὒτ᾿ ἂλλος ἀτυχὴς γενόμενος ἐπεύξεται περιγενέσθαι θεῶν, ἣν παςῶν δίκην [δικῶν] διαφερόντως ἒταξάν τε οἱ τάξαντες χρεών τε ἐξευλαβεῖσθαι τὸ παράπαν. Οὐ γὰρ ἀμεληθήσῃ πατὲ ὑπ᾿ αὐτῆς. οὐχ οὓτω σμικρὸς ὢν δύσῃ δύσῃ κατὰ τὸ τῆς γῆς βάθος, οὐδ᾿ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ τίσεις δὲ αὐτῷ τὴν προςήκουσαν τιμωρίαν εἲτ ᾿ ἐνθάδε μένων εἲτε καὶ ἐν Ἃιδου διαπορευθεὶς Εἲτε καὶ τούτων εἰς ἁγιώτερον ἒτι διακομισθεὶς τόπον.
ταῦτα εἰ μέν σε πείθει Κλεινίας ὅδε καὶ ξύμπασα ἡμῶν ἥδε ἡ γερουσία , περὶ θεῶν ὡς οὐκ οἶσθα ὅ τι λέγεις, καλῶς ἄν σοι θεὸς αὐτὸς ξυλλαμβάνοι· εἰ δ’ ἐπιδεὴς ἔτι λόγου ἂν εἴης, λεγόντων ἡμῶν πρὸς τὸν τρίτον ἐπάκουε , εἰ νοῦν καὶ ὁπωσοῦν ἔχεις.”
Τούτων ὁ νοῦς, εἰ καὶ μὴ τὰ ῥήματα, ἐν τοῖς Ἑβραίων λογίοις προκαταβέβληται συντομώτατα καὶ δι’ ὀλίγων τῆς διανοίας περιεχομένης. τό τε γὰρ “οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος, οὐδ’ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ ὅμοιον ἂν εἴη τῷ παρὰ τῷ Δαβὶδ τοῦτον ἔχοντι τὸν τρόπον “ ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου , καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω ; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ · ἐὰν καταβῶ εἰς τὸν Ἀίδην, πάρει.
Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν τε καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς, πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν , ἐκγόνοις μὲν θεῶν οὐσιν, ὡς ἔφασαν, σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδόσιν. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον.
οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα [καὶ ὅσοι μετὰ τούτων,] ἐκ δὲ Κρόνου Ρέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν , ἔτι τε τούτων ἄλλους ἐκγόνους.”
Διὰ τούτων πιστεύειν τοῖς περὶ θεῶν μύθοις καὶ αὐτοῖς δὲ τοῖς τῶν μύθων ποιηταῖς ὡς δὴ θεῶν ἐκγόνοις οὖσι παρακελευσάμενος , πρῶτα μὲν διὰ τοῦ φάναι ἐκγόνους εἶναι τῶν θεῶν τοὺς ποιητὰς χλευάζειν μοι δοκεῖ, ὡς καὶ τῶν θεῶν ἀνθρώπων γεγονότων καὶ τοῖς ἐκγόνοις ὁμοίων τὴν φύσιν.
διαβάλλει δ’ ἑξῆς ἄντικρυς τοὺς θεολόγους, οὓς ἐκγόνους ἔφησεν εἶναι θεῶν δι’ ὧν ἐπάγει φάσκων ‘καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι” δι’ ὧν τε προστίθησι τὸ “ ὡς ἔφασαν.” παίζειν δ’ ἔοικε λέγων “ σαφῶς γἐπου τοὺς ἑαυτῶν προγόνους εἰδόσι·” καὶ τὸ “ ἀδύνατον θεῶν παισὶν ἀπιστεῖν. καὶ τὸ παρὰ γνώμην δὲ ταῦτα λέγειν τῶν νόμων ἕνεκα διαρρήδην παρίστησιν , ὁμολογήσας ὅτι δέοι ἑπομένους τῷ νόμῳ πιστεύειν αὐτοῖς.
ὅτι δὲ ταῦτ’ ἐνόει ἐπάκουσον ὅπως γυμνῇ καὶ ἀκατακαλύπτῳ φωνῇ τοὺς δὴ θεολόγους ἅπαντας διαβάλλει , κόπτων ἐν ἐπινομίδι τούτοις τοῖς ῥήμασιν
“ Θεογονίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς ἔοικεν , πρῶτόν μοι κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ὕστερον λόγον, ἀναλαβόντα ὃν πρὸς τοὺς ἀσεβεῖς ἐπικεχείρηκα λόγον.”
Ὅτι δ’ εὐλόγως τὴν τῶν πρώτων θεολογίαν παραιτεῖται διδάσκει ἐν τῷ δευτέρῳ τῆς Πολιτείας, ἔνθα τὸν νοῦν ἐπιστῆσαι ἄξιον ὁπόσα καὶ οἷα περὶ τῶν αὐτῶν ποιητῶν τε καὶ θεολόγων τῶν γε ἐκ παλαιοῦ παραδεδομένων περὶ τῶν Ἑλληνικῶν θεῶν διέξεισιν, ὧδε ῥήμασιν αὐτοῖς φάσκων
“Ἐν τοῖς μείζοσιν, ἦν δ’ ἐγὼ, μύθοις] ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; ἔγωγε, ἴφη· ἀλλ’ οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις. Οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ οἶ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους ψευδεῖς τοῖς ἀνθρώποις συντιθέντες ἔλεγόν τε καὶ λέγουσι.
Ποίους δὴ, ἦ δ’ ὃς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; Ὅπερ, ἦν δ’ ἐγὼ, χρὴ πρῶτόν τε καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο ; Ὅταν εἰκάζῃ τις κακῶς οὐσίαν τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἶοί εἰσιν , ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι. Καὶ γὰρ, ἔφη, ὀρθῶς ἔχει τὰ τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς δὴ λέγομεν καὶ ποῖα ;
Καὶ γὰρ, r] δ’ ὃς, οὑτοί τοί γε οἶ λόγοι χαλεποί Καὶ οὐ λεκτέοι γε, ἔφην, ὧ Ἀδείμαντε , ἐν τῇ ἡμετέρᾳ πόλει. οὐδὲ λεκτέον νέῳ ἀκούοντι ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδ’ αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ , ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. Οὐ μὰ τὸν Δία, ἦ δ’ ὃς, οὐδεαὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν.
Οὐδέ γε, ἦν δ’ ἐγὼ, τὸ παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται · οὔτε γὰρ ἀληθῆ · εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάσσειν αἴσχιστον νομί- ζεῖν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν, ἀλλ’ εἴ πως μέλλοιμεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ’ ἐστὶ τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς, καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γιγνομένοις, καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν.
Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρὸς, μέλλοντος τῇ μητρὶ ἀμύνειν τυπτομένῃ, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν , οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ' ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν.
ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν ὅ τι τε ὑπόνοια καὶ ὅ τι μὴ, ἀλλ’ ἃ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις, δυσέκνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γίγνεσθαι. ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον, ἃ πρῶτα ἀκούουσιν, ὅτι κάλλιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν.
Ἔχει γὰρ, ἔφη, λόγον· ἀλλ’ εἴ τις αὖ καὶ ταῦτα ἐρωτῴη ἡμᾶς ἅττα ἐστὶ καὶ τίνες οἶ μῦθοι , τίνας ἂν φαῖμεν ; καὶ ἐγὼ εἶπον, ὦ Ἀδείμαντε, οὐκ ἐσμὲν ποιηταὶ ἐγώ τε καὶ σὺ ἐν τῷ παρόντι, ἀλλ’ οἰκισταὶ πόλεως. οἰκισταῖς δὲ τοὺς μὲν τύπους προσήκει εἰδέναι ἐν οἷς δεῖ μυθολογεῖν τοὺς ποιητὰς, παρ’ οὓς ἐὰν ποιῶσιν οὐκ ἐπιτρεπτέον , οὐ μὴν αὐτοῖς γε ποιητέον μύθους.
Ὀρθῶς, ἔφη· ἀλλ’ αὐτὸ δὴ τοῦτο οἷ τύποι περὶ θεολογίας τίνες ἂν εἶεν; Τοιοίδε πού τινες, ἦν δ’ ἐγὼ, οἷος τυγχάνει ὢν ὁ θεὸς, ἀεὶ δή που ἀποδοτέον, ἐάν τέ τις αὐτὸν ἐν ἔπεσι ποιῇ ἐάν τε ἐν μέλεσιν ἐάν τε ἐν τραγῳδίᾳ. Δεῖ γάρ. Οὐκοῦν ἀγαθὸς ὁ θεὸς τῷ ὄντι τε καὶ λεκτέον οὕτω.
Τί μήν; Ἀλλὰ μὴν οὐδέν γε τῶν ἀγαθῶν βλαβερόν. ἦ γάρ; Οὔ μοι δοκεῖ. Ἄρ’ οὖν τὸ μὴ βλαβερὸν βλάπτει; Οὐδαμῶς. Ὃ δὲ μὴ βλάπτει, κακόν τι ποιεῖ; Οὐδὲ τοῦτο. ὁ δέ γε μηδὲν κακὸν ποιεῖ, οὐδ’ ἄν τινος εἴη κακοῦ αἴτιον. Πῶς γάρ; Τί δέ; ὠφέλιμον τὸ ἀγαθόν; Ναί. Αἴτιον ἄρα εὐπραγίας ; Ναί.
Οὐκ ἄρα πάντων γε αἴτιοντὸ ἀγαθὸν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων αἴτιον, τῶν δὲ κακῶν ἀναίτιον. Παντελῶς γε, ἔφη. Οὐδ’ ἄρα, ἦν δ’ ἐγὼ, ὁ θεὸς, ἐπειδὴ ἀγαθὸς, πάντων ἂν εἴη αἴτιος, ὡς οἶ πολλοὶ λέγουσιν, ἀλλ’ ὀλίγων τοῖς ἀνθρώοις αἴτιος, πολλῶν δὲ ἀναίτιος · πολὺ γὰρ ἐλάττω τὰ ἀγαθὰ τῶν κακῶν ἡμῖν. καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν ἄλλο αἰτιατέον, τῶν δὲ κακῶν ἄλλα ἄττα δεῖ ζητεῖν τὰ αἴτια, ἀλλ’ οὐ τὸν θεόν.
Ἀληθέστατα, ἔφη, δοκεῖς μοι λέγειν. Οὐκ ἄρα , ἦν δ’ ἐγὼ , ἀποδεκτέον οὔτε Ομήρου οὔτε ἄλλου ποιητοῦ ταύτην τὴν ἁμαρτίαν περὶ τοὺς θεοὺς ἀνοήτως ἁμαρτάνοντος , καὶ λέγοντος ὡς
δοιοὶ πίθοι κατακείαται ἐν Δῖός οὔδει
κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν·
καὶ ᾧ μὲν ἂν μίξας ὁ Ζεὺς ἀμφοτέρων δῷ ,
ἄλλοτε μέν γε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ’ ἐσθλῷ.
ᾧ δ’ ἂν μὴ, ἀλλ’ ἄκρατα τὰ ἕτερα,
τὸν δὲ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει · c
οὐδ’ ὡς ταμίας ὁ Ζεὺς ἡμῖν
ἀγαθῶν τε κακῶν τε τέτυκται.
τὴν δὲ τῶν ὅρκων καὶ σπονδῶν σύγχυσιν, ἣν ὁ Πάνδαρος συνέχεεν, ἐάν τις φῇ δι’ Ἀθηνᾶς τε καὶ Δῖός γεγονέναι, οὐκ ἐπαινεσόμεθα· οὐδὲ θεῶν ἔριν τε καὶ κρίσιν διὰ Θέμιδός τε καὶ Δῖός · οὐδ’ αὖ, ὡς Αίσχύλος λέγει, ἐατέον ἀκούειν τοὺς νέους, ὅτι
θεὸς μὲν αἰτίαν φύει βροτοῖς,
ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ.
ἀλλ’ ἐάν τις ποιῇ ἐν οἶς ταῦτα τὰ ἰαμβεῖα ἔνεστι, τὰ τῆς Νιόβης πάθη ἤ τὰ Πελοπιδῶν ἤ τὰ Τρωϊκὰ ἤ τι ἄλλο τῶν τοιούτων, ἤ οὐ θεοῦ ἔργα ἐατέον αὐτὰ λέγειν, ἤ εἰ θεοῦ, ἐξευρετέον αὐτοῖς σχεδὸν ὅν νῦν ἡμεῖς λόγον ζητοῦμεν, καὶ λεκτέον ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο, οἱ δὲ ὠνίναντο κολαζόμενοι. ὡς δ’ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ ὁ δρῶν ταῦτα θεὸς, οὐκ ἐκτέον λέγειν τὸν ποιητήν.
ἀλλ’ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι οἱ κακοὶ, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον.
κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίγνεσθαι ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ, μήτε τινὰ ταῦτα λέγειν ἐν τῇ ἑαυτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον μήτε πρεσβύτερον, μήτε ἐν μέτρῳ μήτ’ ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἄν λεγόμενα, εἰ λέγοιτο, οὔτε ξύμφορα ἡμῖν οὔτε ξύμφωνα αὐτὰ αὑτοῖς.
Ξύμψηφός σοι εἰμὶ, ἔφη, τούτου τοῦ νόμου, κάμοὶ ἀρέσκει. Οὖτος μὲν τοίνυν, ἦν δ’ ἐγὼ, εἶς ἄν εἴη τῶν περὶ θεοῦ νόμων τε καὶ τύπων, ἐν οἶς δεήσει τούς τε λέγοντας λέγειν καὶ τοὺς ποιοῦντας ποιεῖν μὴ πάντων αἴτιον τὸν θεὸν, ἀλλὰ τῶν ἀγαθῶν. Καὶ μάλα, ἔφη, ἀπόχρη.
Τί δὲ δὴ ὁ δεύτερος ὅδε; ἆρα γόητα τὸν θεὸν οἴει εἶναι, πκαὶ οἶον ἐξ ἐπιβουλῆς φαντάζεσθαι ἄλλοτε ἐν ἄλλαις ἰδεαις, τοτὲ μὲν αὐτὸν γιγνόμενον καὶ ἀλλάττοντα τὸ αὑτοῦ εἶδος εἰς πολλὰς μορφὰς, τοτὲ δὲ ἡμᾶς ἀπατῶντα καὶ ποιοῦντα περὶ αὑτοῦ τοιαῦτα δοκεῖν, ἤ ἁπλοῦν τε εἶναι, καὶ πάντων ἥκιστα τῆς αὑτοῦ ἰδέας πἐκβαίνειν; Οὐκ ἔχω, ἔφη, νῦν γε οὕτως εἰπεῖν.
Τί δὲ τόδε; οὐκ ἀνάγκη, εἴπερ τι ἐξίσταιτο τῆς αὑτοῦ ἰδέας, ἢ αὐτὸ ὑφ’ αὑτοῦ μεθίστασθαι , ἢ ὑπ’ ἄλλου; Ἀνάγκη. Οὐκοῦν ὑπὸ μὲν ἄλλου τὰ ἄριστα ἔχοντα ἥκιστα ἀλλοιοῦταί τε καὶ κινεῖται, οἶον σῶμα ὑπὸ σιτίων τε καὶ ποτῶν καὶ πόνων, καὶ πᾶν φυτὸν ὑπὸ εἰλήσεων τε καὶ ἀνέμων καὶ τῶν τοιούτων παθημάτων , οὐ τὸ ὑγιέσταστόν τε καὶ χαριέστατον ἥκισταἀλλοιοῦται; Πῶς δ’ οὔ;
Ψυχὴν δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστ’ ἄν τι πάθος ἔξωθεν ταράξειέτε φρονιμωτάτην Ναί. Καὶ μήν που καὶ τά γε ξύνθετα πάντα σκεύη τε καὶ οἰκοδομήματα καὶ ἀμφιέσματα, κατὰ τὸν αὐτὸν λόγον, τὰ εὖ εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων παθημάτων ἥκιστα ἀλλοιοῦται. Ἒστι ταῦτα.
Πᾶν’ δὴ τὸ καλῶς ἔχον ἢ φύσει ἢ τέχνῃ ἢ ἀμφοτέροις ἐλαχίστην μεταβολὴνὑπ' ἄλλου ἐνδέχεται. Ἔοικεν. Ἀλλὰ μὴν ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντη ἄριστα ἔχει. Πῶς δ’ οὔ; Ταύτῃ μὲν δὴ ἥκιστ’ ἂν πολλὰς μορφὰς ἴσχοι ὁ θεός. Ἥκιστα δῆτα. Ἀλλ’ ἆρα αὐτὸς αὑτὸν μεταβάλλοι ἂν καὶ ἀλλοιοῖ; Δηλονότι, ἔφη, εἴπερ ἀλλοιοῦται.
Πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον μεταβάλλει ἑαυτὸν , ἢ ἐπὶ τὸ χεῖρον καὶ αἴσχιον αὑτοῦ; Ἀνάγκη, ἔφη, ἐπὶ τὸ χεῖρον ἑαυτοῦ, εἴπερ ἀλλοιοῦται· οὐ γάρ που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν κάλλους ἢ ἀρετῆς εἶναι. Ὀρθότατα, ἦν δ’ ἐγὼ, λέγεις. καὶ οὕτως ἔχοντος δοκεῖ ἄν τίς σοι, ὦ Ἀδείμαντε, ἑκὼν αὑτὸν χείρω ποιεῖν ὁπῃοῦν ἢ θεῶν ἢ ἀνθρώπων;
Ἀδύνατον, ἔφη. Ἀδύνατον ἄρα, ἔφην, καὶ θεὸν ἐθέλειν αὑτὸν ἀλλοιοῦν , ἀλλ’, ὡς ἔοικε, κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ. Πᾶσα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ. Μηδεὶς ἄρα, ἦν δ’ ἐγὼ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν ποιητῶν ὡς
θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν ,
παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας.
μηδὲ Πρωτέως τε καὶ Θέτιδος καταψευδέσθω μηδεὶς, μηδ’ ἐν τραγῳδίαις μηδ’ έν τοῖς ἄλλοις ποι- ἤμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην, ὡς ἱέρειαν ἀγείρουσαν
Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις.
καὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθωσαν. μηδ’ αὖ ὑπὸ τούτων ἀναπειθόμεναι αἶ μητέρες τὰ παιδία ἐκδειματούντων, λέγουσαι τοὺς μύθους κακῶς, ὡς ἄρα θεοίτινες περιέρχονται νύκτωρ πολλοῖς ξένοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν , ἅμα δὲ τοὺς παῖδας ἀπεργάζωνται δειλοτέρους. Μὴ γὰρ, ἔφη.
Ἀλλ' ἆρα, ἦν δ’ ἐγὼ, αὐτοὶ μὲν οἶ θεοί εἰσιν οἷοι μὴ ματαβάλλειν, ἡμᾶς δὲ ποιοῦσι δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι ἐξαπατῶντες καὶ γοητεύοντες; Ἴσως, ἔφη. Τί δέ; ἦν δ’ ἐγώ· ψεύδεσθαι ὁ θεὸς ἐθέλοι ἂν ἢ λόγῳ ἢ ἔργῳ φαντάσματα προτείνων; Οὐκ οἶδα, ἦ δ’ ὅς.
Οὐκ οἶσθα 5 ἦν δ’ ἐγὼ , ὅτι τό γε ὡς ἀληθῶς ψεῦδος, εἰ οἷόν τε τοῦτ’ εἰπεῖν, πάντες θεοί τε καὶ ἄνθρωποι μισοῦσι; Πῶς, ἔφη, λέγεις; Οἶσθά που, ἦν δ’ ἐγὼ, ὅτι τῷ κυριωτάτῳ ἑαυτῶν ψεύδεσθαι καὶ περὶ τὰ κυριώτατα οὐδεὶς ἑκὼν ἐθέλει, ἀλλὰ πάντων μάλιστα φοβεῖται ἐκεῖ αὐτὸ κεκτῆσθαι. Οὐδὲ νῦν πω, ἦ δ’ ὃς, μανθάνω.
Οἴει γάρ τί με, ἔφην, σεμνὸν λέγειν · ἐγὼ δὲ λέγω ὅτι τῇ ψυχῇ περὶ τὰ ὄντα ψεύδεσθαί τε καὶ ἐψεῦσθαι καὶ ἀμαθῆ εἶναι καὶ ἐνταῦθα ἔχειν τε καὶ κεκτῆσθαι τὸ ψεῦδος πάντες ἥκιστ’ ἂν δέξαιντο καὶ μισοῦσι μάλιστα αὐτὸ ἐν τῷ τοιούτῳ.
Πολύ γ’, ἔφη. Ἀλλὰ μὴν ὀρθότατά γ’ ἂν , ὃ νῦν δὴ ἔλεγον, τοῦτο ὡς ἀληθῶς ψεῦδος καλοῖτο, ἡ ἐν τῇ ψυχῇ τοῦ ἐψευσμένου ἄγνοια, ἐπεὶ τό γε ἐν τοῖς λόγοις μίμημά τι τοῦ ἐν τῇ ψυχῇ ἐστι παθήματος καὶ ὕστερον γεγονὸς εἴδωλον, οὐ πάνυ ἄκρατον ψεῦδος. ἢ οὐχ οὕτω; Πάνυ μὲν οὑν.
Τὸ μὲν δὴ τῷ ὄντι ψεῦδος οὐ μόνον ὑπὸ θεῶν, ἀλλὰ καὶ ὑπὸ ἀνθρώπων μισεῖται. Δοκεῖ μοι. Τί δὲ δή; τὸ ἐν τοῖς λόγοις ψεῦδος πότε καὶ ἐν τῷ χρήσιμον, ὥστε μὴ ἄξιον εἶναι μίσους; ἆρ’ οὐ πρός τε τοὺς πολεμίους καὶ τῶν καλουμένων φίλων, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνεται;
καὶ ἐν αἷς νῦν δὴ ἐλέγομεν ταῖς μυθολογίαις, διὰ τὸ μὴ εἰδέναι ὅπη τἀληθὲς ἔχει περὶ τῶν παλαιῶν, ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος ὅτι μάλιστα, οὕτω χρήσιμον ποιοῦμεν; Καὶ μ ΄λα, ἦ δ’ ὃς, οὕτως ἔχει. Κατὰ τί δὴ οὖν τούτων τῷ θεῷ τὸ ψεῦδος χρήσιμον; πότερον διὰ τὸ μὴ εἰδέναι τὰ παλαιὰ ἀφομοιῶν ἂν ψεύδοιτο ; Γελοῖον μέντἂν εἴη, ἔφη.
Ποιητὴς μὲν ἄρα ἐν θεῷ ψευδὴς οὐκ ἔνι ; Οὔ μοι δοκεῖ. Ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ἂν ψεύδοιτο; Πολλοῦ γε δεῖ. Ἀλλὰ δι’ οἰκείων ἄνοιαν, ἢ μανίαν; Ἀλλ’ οὐδεὶς, ἔφη, τῶν ἀνοήτων καὶ μαινομένων θεοφιλής. Οὐκ ἄρα ἐστὶν οὗ ἕνεκα ἂν θεὸς ψεύδοιτο; Οὐκ ἔστι. Πάντη ἄρα ἀψευδὲς τὸ δαιμόνιόν τε καὶ τὸ θεῖον. Παντά- πάσι μὲν οὖν, ἔφη.
ἐνδατεῖσθαι τὰς ἑὰς εὐπαιδίας,
νόσων τ᾿ απείρους καὶ μακραίωνος τύχας
Παιὼν ἐπευφήμησεν, εὐθυμῶν ἐμέ.
κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα
ἤλιπζον εἶναι, μαντικῇ βρύον τέχνῃ.
ὁ δ᾿ αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρὼν,
αὐτὸς τάδ᾿ εἰπὼν, αὐτός ἐστιν ὁ κτανὼν
τὸν παῖδα τὸν ἐμόν.
ὅταν τις τοιαῦτα λέγῃ περὶ θεῶν, χαλεπανομέν τε καὶ χορὸν οὐ δώσομεν, οὐδὲ τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, καθ᾿ ὅσον ἀνθρώπῳ ἐπὶ πλεῖστον οἷόν τε. Παντάπασιν, ἔφη, ἔγωγε τοὺς τύπους τούτους συγχωρῶ, καὶ ὡς νόμοις ἂν αὐτοῖς χρῴμην.”
Ταῦτα μὲν ὁ Πλάτων. εὕροις δ᾿ ἂν τὴν Ἑβραίων γραφὴν οὐδαμῶς μὲν μύθους αἰσχροὺς περὶ Τοῦ τῶν ὅλων θεοῦ, ἀλλ᾿ οὐδὲ περὶ τῶν ἀμφ᾿ αὐτὸν θείων ἀγγέλων, οὐδέ γε περὶ τῶν θεοφιλῶν ἀνδρῶν ὁμοίως ταῖς Ἑλληνικαῖς θεολογίαις περιέχουσαν, τὸν δὲ ὑπὸ τοῦ Πλάτωνος ἐκτεθέντα τύπον, ὅτι τε ἀγαθὸς ὢν ὁ θεὸς τυγχάνει, καὶ τὰ πρὸς αὐτοῦ γεγονότα πάντα τοιαῦτα.
διὸ καὶ ἐπὶ τῆς θείας γραφῆς ἔνθα εἴρηται κακὰ ἀνθρώποις ἐπάγεσθαι ὑπὸ τοῦ θεοῦ, τὰ παρὰ τῷ Πλάτωνι λεκτέον, ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο , καὶ ὅτε τὰ σκυθρωπὰ καὶ ἀνθρώποις κακὰ νενομισμένα τοῖς τούτων ἀξίοις ἐπῆγεν, οἱ δὲὤναντο κολαζόμενοι, οὐ μόνον κατὰ τὸν φιλόσοφον , ἀλλὰ καὶ κατὰ τὴν Ἑβραίων γραφὴν λέγουσαν “ὃν γὰρ ἀγαπᾷ κύριος 25 παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.”
ὧς δ᾿ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δ᾿ ὁ δρῶν ταῦτα ὁ θεὸς, οὐκ ἐατέον λέγειν τὸν ποιητὴν, ἀλλ᾿ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι κακοὶ, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον· κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίνεσθαι, ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ.
ἀλλὰ καὶ περὶ τοῦ μὴ ἀλλοι0ῦσθαι τὸν θεὸν ἡ παρ᾿ ῾Εβραί- ὄις προφητεία ὧδέ πη ἐκ προσώπου τοῦ θεοῦ διδάσκει λέγουσα “ διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι.” καὶ ἐν ταῖς θεολογίαις δὲ ὁ Δαβὶδ ἀναφωνεῖ λέγων “ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς , καὶ ἀλλαγήσονται· σὺ δέο αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.”
εἰ δέ πη τὸν τοῦ θεοῦ λόγον εἰσάγουσιν ἐν εἴδει καὶ σχήματι ἀνθρωπείῳ παραφαινόμενον, λεκτέον ὡς οὐ κατὰ τοὺς Ἑλλήνων μύθους ὁμοίως Πρωτεῖ καὶ Θέτιδι καὶ Ἥρᾳ, οὐδ’ ὡς οἶ θεοὶ οἶ περιερχόμενοι νύκτωρ πολλοῖς ζῴοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, καὶ τὸν τοῦ θεοῦ λόγον ἀνθρώποις πεφηνότα εἰσάγουσιν οἱ Ἑβραίων λόγοι, ἀλλ’ ὡς αὐτὸς ὁ Πλάτων’ δεῖν ποτέ φησιν ἐπὶ φίλων εὐεργεσίᾳ, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γενέσθαι τὴν τοῦ θεοῦ εἰς ἀνθρώπους πάροδον.
διὸ δὴ τὸν σωτῆρα καὶ ἰατρὸν ἐπιστῆναι λέγουσιν, οὐ μὲν δὴ τῆς οἰκείας ἐκστάντα φύσεως, οὐδέ γε ψευσάμενον τοὺς ὁρῶντας, ἄμφω δὲ ἀληθῆ φυλάξαντα, τό τε ἀρανὲς καὶ τὸ ὁρώμενον. πῆ μὲν γὰρ ἀληθὴς ἄνθρωπος ἑωρᾶτο, πῆ δὲ θεοῦ λόγος ἦν ἀληθὴς, οὐ γοητεύων, οὐδὲ τοὺς θεωμένους ἐξαπατῶν, ἐπειδὴ τὸ θεῖον ἀψευδὲς καλῶς ἔχειν ἐδόκει καὶ Πλάτωνι.
κομιδῇ ἄρα ὁ θεὸς λόγος ἁπλοῦς ὢν καὶ ἀληθὴς ἔν τε ἔργῳ καὶ λόγῳ, οὔτε αὐτὸς μεθίστατο , οὕτε ἄλλους ἐξηπάτα . οὔτε κατὰ φαντασίας , οὔτε κατὰ λόγους, οὔτε κατὰ σημείων πομπὰς, οὔθ'] οὐδ’ ὄναρ. πάντα γὰρ ὅσα τοιαῦτα, οἶα λογικῶν ψυχῶν ἰατρὸς, σωτηρίας ἕνεκα τοῦ παντὸς ἀνθρώπων γένους ἀληθῶς, ἀλλ’ οὐ δοκήσει δι’ οὗ ἀνείληφεν ἀνθρώπου διεπραγματεύσατο, τὴν πρὸς τὸν αὑτοῦ πατέρα φιλίαν τε καὶ ὑποστροφὴν διὰ τῆς κατηγγελμένης ὑπ’ αὐτοῦ θεογνωσίας τε καὶ ἀληθοῦς εὐσεβείας πᾶσιν ἡμῖν δωρού- μένος.
καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα· τοῖς δὲ ἄλλως λέγουσι χαλεπανοῦμέν τε καὶ χορὸν οὐ δώσομεν, οὐδέ γε τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἶ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίνεσθαι , ὡς καὶ τῷ φιλοσόφῳ ἄριστα ἔχειν ἐδόκει.
“ Αὐτοὶ γὰρ οἱ ἄνθρωποι τυγχάνουσι νομίζοντες τὸν Δία τῶν θεῶν ἄριστον καὶ δικαιότατον, καὶ τοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι, ὅτι τοὺς υἱεῖς κατέπινεν οὐκ ἐν δίκῃ, καὶ ἐκεῖνόν γε αὖ τὸν αὑτοῦ πατέρα ἐκτεμεῖν δι’ ἕτερα τοιαῦτα· ἐμοὶ δὲ χαλεπαίνουσιν ὅτι τῷπατρὶ ἐπεξέρχομαι ἀδικοῦντι, καὶ οὕτως αὐτοὶ αὑτοῖς τὰ ἐναντία λέγουσι περί τε τῶν θεῶν καὶ περὶ ἐμοῦ.
Ἄρα γε, ὦ Εὐθύφρον , τοῦτ’ ἐστὶν οὗ ἕνεκα τὴν γραφὴν φεύγω ὅτι τὰ τοιαῦτα ἐπειδάν τις περὶ τῶν θεῶν λέγῃ , δυσχερῶς πως ἀποδέχομαι δι’ ἃ δὴ, ὡς ἔοικε, φήσει τίς με ἐξαμαρτάνειν. νῦν οὖν εἰ καὶ σοὶ ταῦτα συνδοκεῖ τῷ εὖ εἰδότι περὶ τῶν τοιούτων, ἀνάγκη δὴ, ὡς ἔοικε, καὶ ἡμῖν συγχωρεῖν. τί γὰρ καὶ φήσομεν, οἵ γε [καὶ]αὐτοὶ ὁμολογούμεν περὶ αὐτῶν μηδὲν εἰδέναι; ἀλλ;αμοι εἰπὲ πρὸς φιλίου, σὺ ὡς ἀληθῶς ἡγᾐ ταῦτα οὕτω γεγονέναι;
Καὶ ἔτι τούτων θαυμασιώτερα, ὧ Σώκρατες, ἃ οἱ πολλοὶ οὐκ ἴσασι.
Καὶ πόλεμον ἄρα ἡγῇ [σὺ εἰναι] τῷ ὄντι ἐν τοῖς θεοῖς πρὸς ἀλλήλους, καὶ ἔχθρας γε δεινὰς καὶ μάχας καὶ ἄλλα τοιαῦτα πολλὰ, οἷα λέγεταί τε ὑπὸ τῶν ποιητῶν, καὶ ὑπὸ τῶν ἀγαθῶν γραφέων τά τε ἄλλα ἱερὰ ἡμῖν καταπεποίκιλται καὶ δὴ καὶ τοῖς μεγάλοις Παναθηναίοις ὁ πέπλος μεστὸς τῶν τοιούτων ποικιλμάτων ἀνάγεται εἰς τὴν ἀκρότπολιν. ταῦτα ἀληθῆ εἶναι φῶμεν, ὦ Εὐθύφρον;
Μὴ μόνα γε, ὦ Σώκρατες, ἀλλ᾿ ὅπερ ἄρτι εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλὰ, ἐάν περ βούλῃ, περὶ τῶν θεῶν διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδ᾿ ὅτι ἐκπλαγήσῃ.”
Ταῦτα ὁ Πλάτων ἐν τῷ Εὐθύφρονι. διασαφεῖ δὲ τὴν διάνοιαν ὁ Νουμήνιος ἐν τῷ περὶ τῶν παρὰ Πλάτωνι ἀπορρήτων ὧδέ πη λέγων
“Ὠ φίλε Κρίτων , ἡ προθυμία σου πολλοῦ ἀξία, εἰ μετά τινος ὀρθότητος εἴη· εἰ δὲ μὴ, ὅσῳ μείζων, τοσούτῳ χαλεπωτέρα. σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς, εἴτε ταῦτα πρακτέον εἴτε μὴ, ὡς ἐγὼ οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνηται.
τοὺς δὲ λόγους οὓς ἐν τῷ ἔμπροσθεν ἔλεγον οὐ δύναμαι νῦν ἐκβάλλειν, ἐπειδή μοι ἥδε ἡ τύχη γέγονεν , ἀλλὰ σχεδόν τι ὅμοιοι φαίνονταί μοι, καὶ τοὺς αὐτοὺς πρεσβεύω καὶ τιμῶ οὕσπερ καὶ πρότερον · ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν ἐν τῷ παρόντι, εὖ ἴσθι ὅτι οὐ μή σοι συγχωρήσω, οὐδ’ ἂν πλείω τῶν νῦν παρόντων ἡ τῶν πολλόν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται, δεσμούς τε καὶ θανάτους ἐπιπέμπουσα καὶ χρημάτων ἀφαιρέσεις.
πῶς οὖν ἂν μετριώτατα . σκοποίμεθα αὐτά ; εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεις, τὸν περὶ τῶν δοξῶν, πότερον καλῶς ἐλέγετο ἑκάστοτε ἢ οὒ, ὅτι ταῖς μὲν δεῖ τῶν δοξῶν προσέχειν τὸν νοῦν, ταῖς δὲ οὔ· ἢ πρὶν μέν με δεῖν ἀποθνήσκειν καλῶς ἐλέγετο, νῦν δὲ κατάδηλος ἄρα ἐγένετο ὅτι ἄλλως ἕνεκα λόγου ἐλέγετο, ἦν δὲ παιδιὰ καὶ φλυαρία ὡς ἀληθῶς.
ἐπιθυμῶ δ’ ἔγωγε ἐπισκέψασθαι, ὦ Κρίτων, κοινῇ μετὰ σοῦ, εἴ τί μοι ἀλλοιότερος φανεῖται, ἐπειδὴ ὧδ᾿ ἔχω, ἢ ὁ αὐτὸς, καὶ ἐάσομεν χαίρειν ἢ πεισόμεθα αὐτῷ. ἐλέγετο δέ πως , ὡς ἐγᾦμαι, ἑκάστοτε ὧδε ὑπὸ τῶν οἰομένων τι λέγειν ὥσπερ νῦν δὴ ἐγὼ ἔλεγον, ὅτι τῶν δοξῶν ἃς οἱ ἄνθωποι δοξάζουσι δέοι τὰς μὲν περὶ πολλοῦ ποιεῖσθαι, τὰς δὲ μή.
τοῦτο πρὸς θεῶν, ὦ Κρίτων, οὐ δοκεῖ καλῶς σοι λέγεσθαι; σὺ γὰρ, ὅσα γε τάνθρώπεια, ἐκτὸς εἶ τοῦ μέλλειν ἀποθνήσκειν αὔριον, καὶ οὐκ ἄν σε παρακρούοι ἡ παροῦσα συμφορά. σκόπει δή · οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι ὅτι οὐ πάσας χρὴ τὰς δόξας τὰς τῶν ἀνθρώπων τιμᾶν, ἀλλὰ τὰς μὲν, τὰς δ᾿ οὔ; οὐδὲ πάντων, ἀλλὰ τῶν μὲν, τῶν δ᾿ οὔ; τί φῄς; ταῦτα οὐχὶ καλῶς λέγεται;
Καλῶς.
Οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾶν, τὰς δὲ πονηρὰς μή;
Ναί.
Χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων, πονηραὶ δὲ αἱ τῶν ἀφρόνων;
Πῶς δὲ οὔ;
Φέρε δὴ, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο; γυμναζόμενος ἀνὴρ καὶ τοῦτο πράττων πότερον παντὸς ἀνδρὸς ἐπαίνῳ καὶ ψόγῳ καὶ δόξῃ τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου ὃς ἂν τυγχάνῃ ἰατρὸς ἢ παιδοτρίβης ὤν;
῾Ενὸς μόνου.
Οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου, ἀλλὰ μὴ τοὺς τῶν πολλῶν.
Δηλαδή.
Ταύτῃ. ἄρα αὐτῷ πρακτέον καὶ γυμναστέον, καὶ ἐδεστέον γε καὶ ποτέον, ᾗ ἂν τῷ ἐνὶ δοκῇ τῷ ἐπιστάτῃ καὶ ἐπαί·οντι μᾶλλον ἢ ξύμπασι τοῖς ἄλλοις.
Ἒστι ταῦτα.
Εἷεν. ἀπειθήσας δὲ τῷ ἐνὶ καὶ ἀτιμάσας αὐτοῦ τὴν δόξαν καὶ τοὺς ἐπαίνους, τιμήσας δὲ τοὺς τῶν πολλόν καὶ μηδὲν ἐπαιόντων ἆρα οὐδὲν κακὸν πείσεται ;
Πῶς γὰρ οὔ ;
Τί δ’ ἐστὶ τὸ κακὸν τοῦτο ; καὶ ποῖ τείνει , καὶ εἰς τί τῶν τοῦ ἀπειθοῦντος ;
Δηλονότι εἰς τὸ σῶμα · τοῦτο γὰρ διόλλυσι.
Καλῶς λέγεις. οὐκοῦν καὶ τὰ ἄλλα, ὠ Κρίτων, οὕτως, ἵνα μὴ πάντα διίωμεν. καὶ δὴ καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ ἀγαθῶν καὶ κακῶν, περὶ ὧν νῦν ἡ βουλὴ ἡμῖν ἐστι, ’πό τερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς ἕπεσθαι καὶ φοβεῖσθαι αὐτὴν, ἢ τῇ τοῦ ἑνὸς, εἴ τίς ἐστιν ἐπαίων, ὅν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; ᾧ εἰ μὴ ἀκολουθήσομεν, διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα ὃ τῷ μὲν δικαίῳ βέλτιον ἐγίνετο, τῷ δὲ ἀδίκῳ ἀπώλλυτο. ἢ οὐδέν ἐστι τοῦτο;
Οἶμαι ἔγωγε, ὠ Σώκρατες.
Φέρε δὴ, ἐὰν τὸ ὑπὸ τοῦ ὑγιεινοῦ μὲν βέλτιον γινόμενον, ὑπὸ τοῦ νοσώδους δὲ διαφθειρόμενον διολέσωμεν , πειθόμενοι μὴ τῇ τῶν ἐπαιόντων δόξῃ, ἆρα βιωτὸν ἡμῖν ἐστι διεφθαρμένου αὐτοῦ ; ἔστι δέ που τοῦτο σῶμα, ἢ οὐχί;
Ναί.
Ἀρ’ οὖν βιωτὸν ἡμῖν ἐστι μετὰ μοχθηροῦ καὶ διεφθαρμένου σώματος;
Οὐδαμῶς.
Ἀλλὰ μετ’ ἐκείνου ἄρα ἐστὶν ἡμῖν βιωτὸν διεφθαρμένου ὃ τὸ ἄδικον μὲν λωβᾶται, τὸ δὲ δίκαιον ὀνίνησιν; ἢ φαυλότερον ἡγούμεθα εἶναι τοῦ σώματος ἐκεῖνο , ὅ τι ποτ’ ἐστὶ τῶν ἡμετέρων , περὶ ὃ ἥ τε ἀδικία καὶ ἡ δικαιοσύνη ἐστίν;
Οὐδαμῶς.
Ἀλλὰ τιμιώτερον;
Πολύ γε.
Οὐκ ἄρα, ὠ βέλτιστε, πάνυ ἡμῖν οὕτω φροντιστέον τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς , ἀλλὰ τί ὁ ἐπαίων περὶ τῶν δικαίων καὶ ἀδίκων, ὁ εἷς, καὶ αὐτὴ ἡ ἀλήθεια. ὥστε πρῶτον μὲν ταύτῃ οὐκ ὀρθῶς εἰσηγῇ, εἰσηγούμενος τῆς τῶν πολλῶν δόξης δεῖν ἡμᾶς φροντέζειν περὶ τῶν δικαίων καὶ καλῶν καὶ ἀγαθῶν καὶ τῶν ἐναντίων.”
Καὶ ὁ σωτήριος δὲ λόγος φησὶ “ δόξαν τὴν παρὰ ἀνθρώπων ζητεῖτε, καὶ τὴν δόξαν τὴν παρὰ μόνου τοῦ ἑνὸς οὐ ζητεῖτε.” διὸ καὶ ἡμεῖς ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν ὀρθῶς πράττομεν οὐ σκοποῦντες τί ἡμὰς οἶ πολλοὶ ἐροῦσιν, ἀλλὰ τί βούλεται εἷς ὁ τοῦ θεοῦ λόγος, ὃν ἅπαξ κρίσει ἑλομένους προσήκει ὁμοίως καὶ τότε ὥσπερ αὖ καὶ πρότερον τιμᾶν, καὶ μὴ μετατίθεσθαι , μηδ’ ἂν ἡ τῶν πολλῶν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται. τοιοῦτοι δὲ ἦσαν καὶ οἶ πάλαι παρ’ Ἑβραίοις ἐν μαρτυρίῳ διαλάμψαντες.
“ Οὐδενὶ τρόπῳ φαμὲν ἑκόντας ἀδικητέον εἶναι, ἢ τινὶ μὲν ἀδικητέον τρόπῳ, τινὶ δ’ οὔ; ἢ οὐδαμῶς τό γε ἀδικεῖν οὔτε καλὸν οὔτε ἀγαθὸν, ὡς πολλάκις ἡμῖν καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ ὡμολο- γήθη; ὅπερ καὶ ἄρτι ἐλέγετο. ἢ πᾶσαι ἡμῖν ἐκεῖναι αἱ πρόσθεν ὁμολογίαι ἐν ταῖσδε ταῖς ὀλίγαις ἡμέραις ἐκκεχυμέναι εἰσὶ, καὶ πάλαι, ὠ Κρίτων, ἆρα τηλικοίδε γέροντες ἄνδρες πρὸς ἀλλήλους σπουδῇ διαλεγόμενοι ἐλάθομεν ἡμᾶς αὐτοὺς παίδων οὐδὲν διαφέροντες; ἢ παντὸς μᾶλλον οὕτως ἔχει ὥσπερ τότε ἐλέγετο ἡμῖν, εἴτε φασὶν οἶ πολλοὶ εἴτε μὴ, καὶ εἴτε δεῖ ἡμᾶς ἔτι τῶνδε χαλεπώτερα πάσχειν εἴτε καὶ πραότερα, ὅμως τό γε ἀδικεῖν τῷ ἀδικοῦντι καὶ κακὸν καὶ αἰσχρὸν τυγχάνει ὂν παντὶ τρόπῳ ; φαμὲν ἢ οὔ;
Φαμέν.
Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν.
Οὐ δῆτα.
Οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἶ πολλοὶ οἴονται, ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν;
Οὐ φαίνεται.
Τί δὲ δή; κακουργεῖν δεῖ, ὠ Κρίτων, ἢ οὔ;
Οὐ δεῖ δήπου, ὠ Σώκρατες.
Τί δέ; ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασι, δίκαιον, ἢ οὐ δίκαιον ;
Ούδαμῶς.
Τὸ γάρ που κακὸν ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει.
Καλῶς λέγεις.
Οὔτε ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων , οὐδ’ ἂν ὁτιοῦν πάσχῃ τις ὑπ’ αὐτῶν. ἀλλ’ ὅρα, ὠ Κρίτων, ταῦτα καθομολογῶν ὅπως μὴ παρὰ δόξαν ὁμολογῇς. οἶδα γὰρ ὅτι ὀλίγοις τισὶ ταῦτα καὶ δοκεῖ καὶ δόξει. οἶς οὖν οὕτω δέδοκται καὶ οἶς μὴ, τούτοις οὐκ ἔστι κοινὴ βουλὴ, ἀλλ’ ἀνάγκη τούτους ἀλλήλων καταφρονεῖν, ὁρῶντας τὰ ἀλλήλων βουλεύματα. σκόπει δὴ οὖν καὶ σὺ εὖ μάλα, πότερον κοινωνεῖς καὶ συνδοκεῖ σοι καὶ ἀρχώμεθα ἐντεῦθεν βουλευόμενοι, ὡς οὐδέποτε ὀρθῶς ἔχοντος οὔτε τοῦ ἀδικεῖν οὔτε τοῦ ἀνταδικεῖν οὔτε τοῦ κακῶς πάσχοντα ἀμύνεσθαι ἀντιδρῶντα κακῶς· ἤ ἀφίστασαι καὶ ου κοινωνεῖς τῆς ἀρχῆς ; ἐμοὶ μὲν γὰρ καὶ πάλαι οὕτω καὶ νῦν ἔτι δοκεῖ.
καὶ σοὶ δὲ εἴ πη ἄλλῃ δέδοκται, λέγε καὶ δίδασκε· εἰ δ’ ἐμμένεις τοῖς προσθεν, τὸν μετὰ τοῦτο ἄκουε.
Ἀλλ’ ἐμμένω τε καὶ συνδοκεὶ μοι· ἀλλὰ λέγε.
Λέγ δὴ αὖ τὸ μετὰ τοῦτο, μᾶλλον δὲ ἐρωτῶ, πότερον ἅ ἄν τις ὁμολογήςῃ τῳ δίκαια ὄντα ποιητεον, ἤ ἐξαπατητέον;
Ποιητέον.”
Τούτοις παράθες τὸ “μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες,” καὶ τὸ “εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς· προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅστις τὸν ἥλιον αὑτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. ” καὶ ἔτι τὸ “λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν,” ἐν τοῖς παρ’ ἡμῖν ἱεροῖς φερόμενα γράμμασι. καὶ ὁ προφήτης δὲ παρ’ Ἑβραίοις φηςὶν “εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά.” καὶ πάλιν “μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός.”
“Σὺ δὲ τότε μὲν ἐκαλλωπίζου ὡς ο’κ ἀγανακτῶν εἰ δέοι τεθνάναι σε, ἀλλὰ ᾑροῦ, ως ἔφησθα, πρὸ τῆς φυγῆς θάνατον· νῦν δὲ οὐτε ἐκείνους τοὺς λόγους αἰσχύνῃ οὐτε ἡμῶν τῶν νόμων ἐντρέπῃ, ἐπι- χειρῶν ἡμᾶς διαφθεῖραι· πράττεις τε ὅπερ ἂν δοῦλος ὁ φαυλότατος πράξειεν, ἀποδιδράσκειν ἐπιχειρῶν παρὰ τὰς συνθήκας τε καὶ ὁμολογίας καθ᾿ ἃς ἡμῖν συνέθου πολιτεύεσθαι.
πρῶτον μὲν οὖν ἡμῖν τοῦτ᾿ αὐτὸ ἀπόκριναι, εἰ ἀληθῆ λέγομεν φάσκοντές σε ὡμολογηκέναι πολιτεύεσθαι καθ᾿ ἡμᾶς ἔργῳ, ἀλλ᾿ οὐ λόγῳ, ἢ οὐκ ἀληθῆ; τί φῶμεν πρὸς ταῦτα, ὦ Κρίτων; ἄλλο τι ἢ ὁμολογῶμεν;
Ἀνάγκη, ὦ Σώκρατες.
Ἀλλὰ τί οὖν, ἂν φαῖεν, ἢ συνθήκας πρὸς ἡμᾶς αὐτοὺς καὶ ὁμολογίας παραβαίνεις, οὐχ ὑπὸ ἀνάγκης ὁμολογήσας , οὐδὲ ἀπατηθεὶς , οὐδὲ ἐν ὀλίγῳ χρόνῳ ἀναγκασθεὶς βουλεύσασθαι, ἀλλ᾿ ἐν ἔτεσιν ἑβδομήκοντα, ἐν οἷς ἐξῆν σοι ἀπιέναι, εἰ μὴ ἠρέσκομεν ἡμεῖς, μηδὲ δίκαιαι ἐφαίνοντό σοι αἱ ὁμολογίαι εἶναι.
ἀλλ’ ἐκ μὲν τούτων τῶν τόπων ἀπαρεῖς, ἥξεις δὲ εἰς Θετταλίαν παρὰ τοὺς ξένους τοὺς Κρίτωνος · ἐκεῖ γὰρ δὴ πλείστη ἀταξία καὶ ἀκολασία, καὶ ἴσως ἂν ἡδέως σου ἀκούοιεν ὡς γελοίως ἐκ τοῦ δεσμωτηρίου ἀπεδίδρασκες , σκευήν τέ τινα περιθέμενος ἢ διφθέραν λαβὼν ἢ ἄλλα οἷα δὴ εἰώθασιν ἐνσκευάζεσθαι οἱ ἀποδιδράσκοντες , καὶ τὸ σχῆμα τὸ σαυτοῦ μεταλλάξας.
ὅτι δὲ γέρων ἀνὴρ μικροῦ χρόνου τῷ βίῳ λοιποῦ ὄντος, ὡς τὸ εἰκὸς, ἐτόλμησας οὕτω γλίσχρως ἐπιθυμεῖν ζῆν, νόμους τοὺς μεγίστους παραβὰς, οὐδεὶς ὃς ἐρεῖ; ἴσως, ἂν μή τινα λυπήσῃς · εἰ δὲ μὴ, ἀκούσῃ, ὦ Σώκρατες, πολλὰ καὶ ἀνάξια σαυτοῦ. ὑπερχόμενος δὴ βιώσῃ πάντας ἀνθρώπους καὶ δουλεύων, τί ποιῶν ἢ εὐωχούμενος ἐν Θετταλίᾳ, ὥσπερ ἐπὶ δεῖπνον ἀποδεδημηκὼς εἰς Θετταλίαν. λόγοι δὲ ἐκεῖνοι οἱ περὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ποῦ ἡμῖν ἔσονται; ἀλλὰ δὴ τῶν παίδων ἕνεκα βούλει ζῆν, ἔνα αὐτοὺς ἐκθρέψῃς καὶ παιδεύσῃς;
τί δέ; εἰς Θετταλίαν αὐτοὺς ἀγαγὼν θρέψεις τε καὶ παιδεύσεις, ξένους ποιήσας, ἵνα καὶ τοῦτό σου ἀπολαύσωσιν; ἢ τοῦτο μὲν οὒ, αὐτοῦ δὲ τρεφόμενοι σοῦ ζῶντος βέλτιον θρέψονται καὶ παιδεύσονται, μὴ συνόντος σοῦ αὐτοῖς; οἶ γὰρ ἐπιτήδειοι οἱ σοὶ ἐπιμελήσονται αὐτῶν.
πότερον δὲ ἐὰν εἰς Θετταλίαν ἀποδημήσῃς, ἐπιμελήσονται· ἐὰν δὲ εἰς Ἅιδου ἀποδημήσῃς, οὐχὶ ἐπιμελήσονται, εἴπερ γέ τι ὄφελος αὐτῶν ἐστι τῶν σοι φασκόντων ἐπιτηδείων εἶναι; οἴεδθαί γε χρή.
ἀλλ’, ὦ Σώκρατες, πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι μήτε παῖδας περὶ πλείονος ποιοῦ μήτε τὸ ζῆν μήτε ἄλλο μηδὲν πρὸ τοῦ δικαίου, ἵνα εἰς Ἅιδου ἐλθὼν ἔχῃς ταῦτα πάντα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν· οὔτε γὰρ ἐνθάδε σοι φαινεται ταῦτα πράττοντι ἄμεινον εἶναι οὐδὲ δικαιότερον οὐδὲ ὁσιώτερον οὐδὲ ἄλλῳ τῶν σῶν οὐδενὶ, οὔτε ἐκεῖσε ἀφικομένῳ ἄμεινον ἔσται.
“Ἴσως δ’ ἂν οὖν εἴποι τις, εἶτ’ οὐκ αἰσχύνῃ, ὠ Σώκρατες, τοιοῦτον ἐπιτήδευμα ἐπιτηδεύσας, ἐξ οὗ κινδυνεύεις νυνὶ ἀποθανεῖν; ἐγὼ δὲ τούτῳ δίκαιον ἂν λόγον ἀντείποιμι, ὅτι οὐ καλῶς λέγεις, ὠ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλ’ οὐκ ἐκεῖνο μόνον σκοπεῖν, ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράττει, καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ.
φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἶεν τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ τετελευτήκασιν, οἵ τε ἄλλοι καὶ ὁ τῆς Θέτιδος υἱὸς, ὃς τοσοῦτον τοῦ κινδύνου κατεφρόνησε παρὰ τὸ αἰσχρόν τι ὑπομεῖναι ὥστε, ἐπειδὴ εἶπεν ἡ μήτηρ αὐτῷ προθυμουμένῳ Ἕκτορα ἀποκτεῖναι, θεὸς οὖσα, οὑτωσί πως, ὡς ἐγᾦμαι , ὠ παῖ , εἰ τιμωρήσεις Πατρόκλῳ τῷ ἑταίρῳ τὸν φόνον καὶ Ἕκτορα ἀποκτενεῖς, αὐτὸς ἀποθανῇ.
αὐτίκα γάρ τοι φησὶ) μεθ’ Ἕκτορα πότμος ἑτοῖμος.
ὁ δὲ τοῦτο ἀκούσας τοῦ μὲν θανάτου καὶ τοῦ κινδύνου ὠλιγώρησεν, πολὺ δὲ μᾶλλον δείσας τὸ ζῆν κακὸς ὢν καὶ τοῖς φίλοις μὴ τιμωρεῖν,
αὐτίκα,
φησὶ,
τεθναίην
δίκην ἐπιθεὶς τῷ ἀδικοῦντι, ἴνα μὴ ἐνθάδε μένω καταγέλαστος
παρὰ νηυσὶ κορωνίσιν, ἄχθος ἀρούρης.
μὴ αὐτὸν οἴει φροντίσαι θανάτου καὶ κινδύνου; οὕτω γὰρ ἔχει, ὠ ἄνδρες Ἀθηναῖοι , τῇ ἀληθείᾳ · οὗ ἄν τις αὑτὸν τάξῃ , ἡγησάμενος βέλτιστον εἶναι, ἢ ὑπὸ ἄρχοντος ταχθῇ, ἐνταῦθα δεῖ, ὡς ἐμοὶ δοκεῖ, μένοντα κινδυνεύειν, μηδὲν ὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο μηδὲν πρὸ τοῦ αἰσχροῦ.
ἐγὼ οὖν δεινὰ ἂν εἴην εἰργασμένος, ὠ ἄνδρες Ἀθηναῖοι, εἰ ὅτε μέν με οἱ ἄρχοντες ἔταττον, οὓς ὑμεῖς εἵλεσθε ἄρχειν μου, καὶ ἐν Ποτιδαίᾳ καὶ ἐν Ἀμφιπόλει καὶ ἐπὶ Δηλίῳ , καὶ ἄλλοθί που, οὗ ἐκεῖνοι ἔταττον ἔμενον ὥσπερ καὶ ἄλλος τις καὶ ἐκινδύνευον ἀποθανεῖν, τοῦ δὲ θεοῦ τάττοντος, ὡς ἐγὼ ᾠήθην τε καὶ ὑπέλαβον, φιλοσοφοῦντά με δεῖν ζῆν καὶ ἐξετάζοντα ἐμαυτὸν καὶ τοὺς ἄλλους , ἐνταῦθα δὲ φοβηθεὶς θάνατον ἢ ἄλλο ὁτιοῦν πρᾶγμα λίποιμι τὴν τάξιν.
εἰ οὖν με, ὅπερ εἶπον, ἐπὶ τούτοις ἀφίοιτε, εἴποιμι ἂν ὑμῖν ὅτι ἐγὼ ὑμᾶς, ὠ ἄνδρες Ἀθηναῖοι, ἀσπάζομαι μὲν καὶ φιλῶ, πείσομαι δὲ μᾶλλον τῷ θεῷ ἢ ὑμῖν, καὶ ἴως περ ἂν ἐμπνέω καὶ οἷός ὢ τε ὢ, οὐ μὴ παύσομαι φιλοσοφῶν καὶ ὑμῖν παρακελευόμενός τε καὶ ἐνδεικνύμενος, ὅτῳ ἂν ἀεὶ ἐντυγχάνω ὑμῶν, λέγων οἷαπερ εἴωθα.”
Καὶ μετὰ βραχέα ἐπιλέγει
“Ἔννοήσωμεν δὴ καὶ τῇδε, ὡς πολλὴ ἐλπίς ἐστιν ἀγαθὸν αὐτὸ εἶναι. δυοῖν γὰρ θάτερόν ἐστι τὸ τεθνάναι · ἢ γὰρ οἷον μηδέν τι εἶναι μηδὲ αἴσθησιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα, ἢ κατὰ τὰ λεγόμενα μεταβολή τις τυγχάνει οὖσα καὶ μετοίκησις τῇ ψυχῇ τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον τόπον. καὶ εἴτε δὴ μηδεμία αἴσθησίς ἐστιν, ἀλλ᾿ οἷον ὕπνος, ἐπειδάν τις καθεύδων μηδὲ ὄναρ μηδὲν ὁρᾷ, θαυμάσιον κέρδος ἂν εἴη [ὁ] θάνατος.
οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν,
ἐσθλοὶ, ἀλεξίκακοι, φύλακες μερόπων ἀνθρώπων ;
Πεισόμεθα μὲν οὖν. Διαπυθόμενοι ἄρα τοῦ θεοῦ πῶς χρὴ τοὺς δαιμονίους τε καὶ θείους τιθέναι καὶ τίνι διαφόρῳ, οὕτω καὶ ταύτῃ θήσομεν ᾗ ἂν ἐξηγῆται; Τί δ’ οὐ μέλλομεν; Καὶ τὸν λοιπὸν δὴ χρόνον ὡς δαίμονας γεγονότας οὕτω θεραπεύσομέν τε καὶ προσκυνήσομεν αὐτῶν τὰς θήκας; τὰ αὐτὰ δὲ ταῦτα νομιοῦμεν , ὅταν τις γήρᾳ ἤ τινι ἄλλῳ τρόπῳ τελευτήσῃ τῶν ὅσοι ἂν διαφερόντως ἐν τῷ βίῳ ἀγαθοὶ κριθῶσι.”
Καὶ ταῦτα δὲ ἁρμόζει ἐπὶ τῇ τῶν θεοφιλῶν τελευτῇ, οὓς στρατιώτας τῆς ἀληθοῦς εὐσεβείας οὐκ ἂν ἁμάρτοις εἰπὼν παραλαμβάνεσθαι. ὅθεν καὶ ἐπὶ τὰς θήκας αὐτῶν ἔθος ἡμῖν παριέναι, καὶ τὰς εὐχὰς παρὰ ταύταις ποιεῖσθαι , τιμᾶν τε τὰς μακαρίας αὐτῶν ψυχὰς, ὡς εὐλόγως καὶ τούτων ὑφ’ ἡμῶν γιγνομένων.
ἀλλὰ γὰρ ἡμεῖς μὲν ταῦτα ἐκ τῶν Πλάτωνος ἀνελεξάμεθα · φιλόκαλος δέ τις ἄλλος καὶ τούτων ἔτι πλείω ἂν εὕροι παρὰ τῷ αὐτῷ σύμφωνα τοῖς ἡμετέροις δόγμασι, τάχα δὲ καὶ παρ’ ἑτέροις. ἐπεὶ δὲ τῆς αὐτῆς ἡμῖν ὑποθέσεως προλαβόντες ἐφήψαντο καὶ ἄλλοι, εὖ μοι δοκεῖ ἐπισκέψασθαι δεῖν καὶ τὰ τούτοις πεπονημένα. παραθήσω δὲ πρώτου Ἀριστοβούλου, τοῦ ἐξ ‘Eβραίων φιλοσόφου , τὰς οὕτως ἐχούσας φωνάς
ἡ δ’ ὅλη ἑρμηνεία τῶν διὰ τοῦ νόμου πάντων ἐπὶ τοῦ προσαγορευθέντος Φιλαδέλφου βασιλέως, σοῦ δὲ προγόνου , προσενεγκαμένου μείζονα φιλοτιμίαν, Δημητρίου τοῦ Φαληρέως πραγματευσαμένου τὰ περὶ τούτων.”
Εἶτα μεταξύ τινα εἰπὼν ἐπιφέρει λέγων
“ Δεῖ γὰρ λαμβάνειν τὴν θείαν φωνὴν οὐ ῥητὸν λόγον, ἀλλ’ ἔργων κατασκευὰς , καθὼς καὶ διὰ τῆς νομοθεσίας ἡμῖν ὅλην τὴν γένεσιν τοῦ κόσμου θεοῦ λόγους εἴρηκεν ὁ Μώσης. συνεχῶς γάρ φησιν ἐφ’ ἑκάστου “καὶ εἶπεν ὁ θεὸς, καὶ ἐγένετο.”
φεύγοντες δικαίων θεσμοὺς, θείοιο τεθέντος
πᾶσι νόμου· σὺ δ’ ἄκουε, φαεσφόρου ἔκγονε Μήνης
Μουσαῖ’ · ἐξερέω γὰρ ἀληθέα, μηδέ σε τὰ πρὶν
ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ,
εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε,
ἰθύνων κραδίης νοερὸν κύτος· εὑ δ’ ἐπίβαινε
ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο τυπωτὴν
ἀθάνατον. παλαιὸς δὲ λόγος περὶ τοῦδε φαείνει,
εἷς ἔστ᾿ αὐτοτελὴς, αὐτοῦ δ᾿ ὕπο πάντα τελεῖται,
ἐν δ᾿ αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν
εἰσοράα ψυχῶν θνητῶν. νῷ δ᾿ εἰσοράαται.
αὐτὸς δ᾿ ἐξ ἀγαθῶν θνητοῖς κακὸν οὐκ ἐπιτέλλει
ἀνθρώποις· αὐτῷ δὲ χάρις καὶ μῖσος ὀπηδεῖ,
καὶ πόλεμος καὶ λοιμὸς ἰδ᾿ ἄλγεα δακρυόεντα,
οὐδέ τις ἐσθ᾿ ἕτερος· σὺ δέ κεν ῥέα πάντ᾿ ἐσορήσαις,
αἴ κεν ἴδῃς αὐτόν· πρὶν δή ποτε δεῦρ᾿ ἐπὶ γαῖαν,
τέκνον ἐμὸν, δείξω σοι, ὁπηνίκα δέρκομαι αὐτοῦ
ἴχνια καὶ χεῖρα στιβαρὴν κρατεροῖο θεοῖο.
αὐτὸν δ᾿ οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται
λοιπὸν ἐμοί· στᾶσιν δὲ δέκα πτυχαὶ ἀνθρώποισιν·
οὐ γάρ κέν τις ἔδοι θνητῶν μερόπων κραίνοντα,
εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν
Χαλδαίων · ἴδρις γὰρ ἴην ἄστροιο πορείης,
καὶ σφαίρης κίνημ᾿ ἀμφὶ χθόνα ὡς περιτέλλει,
κυκλοτερές δ᾿ ἐν ἴσῳ, κατὰ δὲ σφέτερον κνώδακα·
πνεύματα δ᾿ ἡνιοχεῖ περί τ᾿ ἠέρα καὶ περὶ χεῦμα
νάματος· ἐκφαίνει δὲ πυρὸς σέλας ἰφιγενήτου.
αὐτὸς δὴ μέγαν αὖθις ἐπ᾿ οὐρανὸν ἐστήρικται
χρυσέῳ εἰνὶ θρόνῳ· γαίη δ᾿ ὑπὸ ποσσὶ βέβηκε ·
χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρμασιν ὠκεανοῖο
ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ,
οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντως
αὐτὸς ἐπουράνιος, καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ,
ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτὴν,
ὡς λόγος ἀρχαίων, ὡς ὑλογενὴς διέταξεν,
ἐκ θεόθεν γνώμαισι λαβὼν κατὰ δίπλακα θεσμόν.
ἄλλως οὐ θεμιτὸν δὲ λέγειν· τρομέω δέ γε γυῖα,
ἐν νόῳ. ἐξ ὑπάτου κραίνει περὶ πάντ’ ἐνὶ τάξει.
ὦ τέκνον, σὺ δὲ τοῖσι νόοισι πελάζεο, γλώσσης
εὖ μάλ᾿ ἐπικρατέων, στέρνοισι δὲ ἔνθεο φήμην.”
Ἐκ Δῖὸς ἀρχώμεσθα, τὸν οὐδέποτ᾿ ἄνδρες ἐῶσιν
ἄρρητον· μεσταὶ δὲ θεοῦ πᾶσαι μὲν ἀγυιαὶ,
πᾶσαι δ᾿ ἀνθρώπων ἀγοραὶ, μεστὴ δὲ θάλασσα,
καὶ λιμένες. πάντη δὲ θεοῦ κεχρήμεθα πάντες.
τοῦ γὰρ καὶ γένος ἐσμέν· ὁ δ’ ἤπιος ἀνθρώποισι
δεξια σημαίνει, λαοὺς δ’ ἐπὶ ἔργον ἐγείρει,
μιμνήσκων βιότοιο· λέγει δ’ ὅτε βῶλος ἀρίστη
βουσί τε καὶ μακέλῃσι, λέγει δ’ ὅτε δεξιαὶ ὧραι
καὶ φυτὰ γυρῶσαι, καὶ σπέρματα πάντα βαλέσθαι.
σαφῶς οἶμαι δεδεῖχθαι ὅτι διὰ πάντων ἐστὶν ἡ δύναμις τοῦ θεοῦ. καθὼς δὲ δεῖ σεσημάγκαμεν περιαιροῦντες τὸν διὰ τῶν ποιημάτων Δία καὶ Ζῆνα· τὸ γὰρ τῆς διανοίας αὐτῶν ἐπὶ θεὸν ἀναπέμπεται· διόπερ οὕτως ἡμῖν εἴρηται. οὐκ ἀπεοικότως οὖν τοῖς ἐπιζητουμένοις προενηνέγμεθα ταῦτα.
πᾶσι γὰρ τοῖς φιλοσόφοις ὁμολογεῖται ὅτι δεῖ περὶ θεοῦ διαλήψεις ὁσίας ἔχειν, ὃ μάλιστα παρακελεύεται καλῶς ἡ καθ’ ἡμᾶς αἵρεσις. ἡ δὲ τοῦ νόμου κατασκευὴ πᾶσα τοῦ καθ’ ἡμᾶς περὶ εὐσεβείας τέτακται καὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τῶν λοιπῶν ἀγαθῶν τῶν κατὰ ἀλήθειαν. ”
Τούτοις ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει
“Ἐχομένως δ’ ἐστὶν ὡς ὁ θὼς τὸν ὅλον κόσμον κατεσκεύακε , καὶ δέδωκεν ἀνάπαυσιν ἡμῖν διὰ τὸ κακόπαθον εἶναι πᾶσι τὴν βιοτὴν τὴν ἑβδόμην ἡμέραν, ἢ δὴ καὶ πρώτη φυσικὼς ἂν λέγοιτο φωτὸς γένεσις, ἐν ὡ τὰ πάντα συνθεωρεῖται.
μεταφέροιτο δ’ ἂν τὸ αὐτὸ καὶ ἐπὶ τῆς σοφίας· τὸ γὰρ πᾶν φῶς ἐστὶν ἐξ αὐτῆς. καί τινες εἰρήκασι τῶν ἐκ τῆς αἱρέ σεως ὄντες τῆς ἐκ τοῦ Περιπάτου λαμπτῆρος αὐτὴν ἔχειν τάξιν · ἀκολουθοῦντες γὰρ αὐτῇ συνεχῶς ἀτάραχοι καταστήσονται δι’ ὅλου τοῦ βίου.
σαφέστερον δὲ καὶ κάλλιον τῶν ἡμετέρων προγόνων τις εἶκε Σολομῶν αὐτὴν πρὸ οὐρανοῖ· καὶ γῆς ὑπάρχειν. τὸ δὲ σύμφωνόν ἐστι τῷ προειρημένῳ. τὸ δὲ διασαφουμενον διὰ τῆς νομοθεσίας ἀποπεπαυκέναι τὸν τὸν θεὸν ἐν αὐτῇ, τοῦτο οὐχ, ὥς τινες ὑπολαμβάνουσι, μηκέτι ποιεῖν τι τὸν θεὸν καθέστηκεν, ἀλλ᾽ ἐπὶ τῷ καταπεπαυκέναι τὴν τάξιν αὐτῶν οὕτως εἰς πάντα τὸν χρόνον τεταχέναι.
σημαίνει γὰρ ὡς ἐν ἓξ ἡμέραις ἐποίησε τόν τε οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἵνα τοὺς χρόνους δηλώσῃ καὶ τὴν τάξιν προείπῃ τί τίνος προτερεῖ. τάξας γάρ, οὕτως αὐτὰ συνέχει καὶ [οὐ] μεταποιεῖ. διασεσάφηκε δ᾽ ἡμῖν αὐτὴν ἔννομον ἕνεκεν σημείου τοῦ περὶ ἡμᾶς ἑβδόμου λόγου καθεστῶτος, ἐνᾧ γνῶσιν ἔχομεν ἀνθρωπίνων καὶ θείων πραγμάτων.
δι᾽ ἑβδομάδων δὲ καὶπᾶς ὁ κόσμος κυκλεῖται τῶν ζῳογονουμένων καὶ τῶν φυομένων ἁπάντων· τῷ δὲ σάββατον αὐτὴν προσαγορεύεσθαι διερμηνεύεται ἀνάπαυσις οὖσα.διασαφεῖ δὲ καὶ Ὅμηρος καὶ Ἡσίοδος, μετειληφότες ἐκ τῶν ἡμετέρων βιβλίωνἱερὰν εἶναι. Ἡσίοδος μὲν οὕτως·
πρῶτον ἕνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·
καὶ πάλιν λέγει·
ἑβδομάτη δ᾽ αὖτις λαμπρὸν φάος ἠελίοιο.
Ὅμηρος δὲ οὕτω λέγει·
ἑβδομάτη δἤπειτα κατήλυθεν, ἱερὸν ἦμαρ·
καὶ πάλιν·
ἕβδομον ἦμαρ ἔην καὶ τῷ τετέλεστο ἅπαντακαί·
ἑβδομάτῃ δ᾽ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος.
τοῦτο δὴ σημαίνων, ὡς ἀπὸ τῆς κατὰ ψυχὴν λήθης καὶ κακίας ἐν τῷκατὰ ἀλήθειαν ἑβδόμῳ λόγῳ καταλιμπάνεται τὰ προειρημένα καὶ γνῶσιν ἀληθείας λαμβάνομεν, καθὼς προείρηται.
Λίνος δέ φησιν οὕτως·
ἑβδομάτῃ δ᾽ ἠοῖ τετελεσμένα πάντα τέτυκται·
καὶ πάλιν·
ἑβδόμη εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη
καί·
ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελείη.
καί·
ἑπτὰ δὲ πάντα τέτυκται ἐν οὐρανῷ ἀστερόεντι,
ἐν κύκλοισι φανέντ᾽ ἐπιτελλομένοις ἐνιαυτοῖς."
Τὰ μὲν οὖν Ἀριστοβούλου τοιαῦτα. ὁποῖα δὲ καὶ Κλήμεντι περὶ τῆςαὐτῆς εἴρηται ὑποθέσεως, γνοίης ἂν διὰ τούτων
“ Νῦν δὴ οὖν τό γε παρ᾿ ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ ἀπάντων, εἴτε ἀρχὴν εἴτε ἀρχὰς, εἴτε ὅπη δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον, δι᾿ ἄλλο μὲν οὐδὲν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα.”
“ Ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη ῾ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος᾿ ἀφορμὰς αὐτοῖς ὑλικῆς οὐσίας παρέσχηται. ναὶ μὴν Ἐπικούρῳ μὲν ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν ῾ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ ῾κύριε ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν.᾿ οὐδέπω γὰρ ἀπεκαλύπτετο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ κυρίου παρουσίας
τάς τε αὖ μετὰ θάνατον κολάσεις καὶ τὴν διὰ πυρὸς τιμωρίαν ἀπὸ τῆς βαρ- βάρου φιλοσοφίας ἥ τε ποιητικὴ πᾶσα μοῦσα, ἀλλὰ καὶ ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσιν
“ Ἐνταῦθα δὴ ἄνδρες ἄγριοι διάπυροι ἰδεῖν παρεστῶτες καὶ καταμανθάνοντες τὸ φθέγμα τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας , καὶ κεφαλὴν καταβαλόντες , καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπ’ ἀσπαλάθων κνάπτοντες.”
Οἶ’ μὲν γὰρ ἄνδρες οἶ διάπυροι ἀγγέλους αὐτῷ βούλονται δηλοῦν, οἱ παραλαβόντες τοὺς ἀδίκους κολάζουσιν. “Ο ποιῶν φησὶ τοὺς ἀγγέλους πνεύματα καὶ τοὺς λειτουργοὺς πῦρ φλέγον.’
“Ἕπεται δὲ τούτοις τὴν ψυχὴν εἶναι ἀθάνατον. τὸ γὰρ κολαζόμενον ἢ παιδευόμενον ἐν αἰσθήσει ὂν ζῇ, κἂν πάσχειν λέγηται. τί δέ; οὐχὶ οἶδεν ὁ Πλάτων’ καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων γέενναν καλουμένην, Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν σμικρῶν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεὸν, πρὸς δὲ καὶ τὴν εἰς ἡμὰς δι’ ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων νῶν οὐκ ὀκνεῖ γραφειν
Ἐπειδὴ πάσας τὰς ψυχὰςτοὐς βίους ῄρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν, ἐκείνην δὲ ἑκάστῳ, ὅν εἵλετο δαίμονα, τοῦτον φύλακα τοῦ βίου συμπέμπειν, καὶ ἀποπληρωτὴντῶν αἱρεθέντων.
“Τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιοῦτόν τι ᾐνίσσετο.”
“Ναὶ “ Ναὶ μὴν γεννητὸν εἶναι τὸν παραλαβόντες ἐδογμάτισαν οἱ φιλόσοφοι. καὶ ὅ γε Πλάτων’ ἄντικρυς εἴρηκε
Πότερον ἦν ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἡ γέγονεν, ἀπ᾿ ἀρχῆς τινος ἀρξάμενος; ὁρατός τε γὰρ ἁπτός τε καὶ σῶμα ἕχει.”
“ Αὖθίς τε ὁπόταν εἴπῃ ῾τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον,᾿ οὐ μόνον γεννητὸν ἔδειξε τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὄντος ὑποστάντος.
γενητὸν δὲ καὶ οἶ Στωϊκοὶ τίθενται τὸν κόσμον. τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλούμενον διάβολον , τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων᾿ λέγει ταῖσδε ταῖς λέξεσι
“Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;
Τί μήν ;
Μίαν, ἢ πλείους; Πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάξεσθαι.”
῾Ομοίως δὲ κἀν τῷ Φαίδρῳ τάδε γράφει
Ἒστι μὲν δὴ καὶ ἄλλα κακὰ, ἀλλά τις δαίμων ἔμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν.
Ἀλλὰ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἄντικρυς τὸ ἀποστολικὸν δείκνυσιν ἐκεῖνο ῾οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῶν ἐν οὐρανοῖς᾿ ὧδέ πως γράφων
“’Επειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἷναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή· μάχη, φαμὲν, ἀθάνατός ἐσθ’ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη.”
εἶτ’ ἐπιφέρει ‘καὶ εἶπεν ὁ θεὸς, γενέσθω φῶς, καὶ ἐγένετο φῶς.’ ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ οὐρανὸν ἐδημιούργει· τὸ δὲ στερεὸν αἰσθητὸν, γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον· ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων’ ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά;
εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μώσης, ὃ γήινόν φησιν ὁ Πλάτων’ σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι.
εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικὸς, ἄνθρωπος ἀπαθὴς, εἰκὼν δ’ εἰκόνος ἀνθρώπινος νοῦς. ἑτέρῳ δ’ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωσεῖ ἀκολουθίαν ὀνομαζομένην θείαν. φησὶ γὰρ ‘ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε.’ ἀκόλουθοι δ’ οἶμαι, οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι.
Ἐντεῦθεν δ’ οἶ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασιν, ὁ Πλάτων’ δὲ ὁμοίωσιν θεῷ, ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ, Ζήνων τε ὁ Στωϊκὸς παρὰ Πλάτωνος λαβὼν, ὁ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας, τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει. φησὶ γὰρ ἐν τῷ Φαιδρῷ Σωκράτης ὡς οὐχ εἵμαρται κακὸν κακῷ φίλον εἶναι, οὐδ’ ἀγαθὸν ἀγαθῷ μὴ φίλον.
ὅπερ κἀν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ
‟Πρᾶξιν Πρᾶξιν εἷναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ἦ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις, οὔτε τοῖς ἐμμέτροις· ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη.”
Εἶτα ὑποβὰς ἐπάγει Πλάτων
‟Πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος, κατὰ δὲ καὶ θεῷ ἐοικὼς ἀγαθῷ τε παντὶ φίλος ὑπάρχει καὶ θεῷ.”
Ἐνταῦθα γενόμενος κἀκείνου ἀνεμνήσθην· ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει
Τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.”
Καὶ μετὰ βραχέα ἐπιλέγει
“Ἀδελφοὺς δ’ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ ὄντας καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων καλῶς ὧδέ πως
“ Ἐστὲ μὲν γὰρ πάντες οἶ ἐν τῇ πόλει ἀδελφοὶ, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες. ἀλλ’ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν· ὅσοι δὲ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς.”
Ὅθεν ἀνάγκη φησὶ γεγονέναι, ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ’ οἶς γνῶσις, ἐκείνους δὲ ἐφ’ οἷς δόξα. ἴσως γὰρ τὴν ἐκλεκτὴν ταύτην φύσιν γνώσεως ἐφιεμένην μαντεύεται, εἰ μή τι τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας, ὡς ὑπέλαβόν τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δὲ, οἷς ὁ χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα.
τόν τε Χριστιανῶν βίον ἐμφαίνων κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳ
‟Λέγωμεν δὴ περὶ τῶν κορυφαίων· τί γὰρ ἄν τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδὸν οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι. σπουδαὶ δὲ ἑταιρειῶν καὶ σύνοδοι καὶ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίστα τᾶι αὐτοῖς. εὖ δὲ ἢ κακῶς τι γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστι γεγονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς λέληθεν ἢ οἶ τῆς θαλάσσης λεγόμενοι χόες. καὶ ταῦτα οὔθ’ ὅτι οὐκ οἶδεν οἶδεν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται, κατὰ Πίνδαρον, τὰ γᾶς ὑπένερθεν, οὺρανοῦ ρανοῦ τε ὕπερ ἀστρονομῶν καὶ πᾶσαν πάντη φύσιν ἐρευνώμενος.”
ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι γήι·νον μὲν οἶ φιλόσοφοι παρ’ ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν, Ὅμηρος δὲ οὐκ ὀκνεῖ
ἐν κατάρας μέρει τίθεσθαι τὸ
ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε, καθάπερ Ἠσαίας καὶ καταπατήσατε αὐτοὺς λέγων ‘ὡς πηλόν.
Καλλίμαχος δὲ διαρρήδην γράφει
ἢν κεῖνος οὑνιαυτὸς, ᾧ ποτὲ πτηνὸν
καὶ τοὐν θαλάσσῃ καὶ τὸ τετράπουν οὕτως
ἐφθέγγεθ’, ὡς ὁ πηλὸς ὁ Προμηθέως.
πάλιν τε ὁ αὐτὸς ‘εἴ σε ἔφη ‘Προμηθεὺς ἔπλασε, καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας.’ Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει
Ἥφαιστον δὲ κέλευσε περικλυτὸν ὅττι τάχιστα
γαίαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴν
καὶ νόον.
πῦρ μὲν οὖν τεχνικὸν, ὁδῶ βαδίζον εἰς γένεσιν, τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς γραφῆς. τί δέ; οὐχὶ καὶ Ὅμηρος παραφράζων χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρὰς ἐπὶ τῆς Τηθύος καὶ τοῦ Ὠκεανοῦ λέγει
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
εὐνῆς καὶ φιλότητος;
πάλιν τὸ δυνατὸν ἐν πάσι προσάπτουσι καὶ οἱ παρ’ Ἕλλησι λογιώτατοι τῷ θεῷ· ὁ μὲν᾿ Ἐπίχαρμος, Πυθαγόρειος δὲ ἣν, λέγων
οὐδὲν ἐκφεύγει τὸ θεῖον, τοῦτο γινώσκειν σε δεῖ·
αὐτός ἐστ’ ἀμῶν ἐπόπτης, ἀδυνατεῖ δ’ οὐδὲν θεός.
ὁ μελοποιὸς δὲ
θεῷ δυνατὸν ἐκ μελαίνας
νυκτὸς ἀμίαντον ὄρσαι φάος,
κελαινεφεῖ δὲ σκότει καλύψαι
καθαρὸν ἁμέρας σέλας.
ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος, φησὶ, θεὸς οὗτός ἐστιν.
Ἐκ Διὸς ἀρχώμεσθα
εἰπὼν
τὸν οὐδέποτ’ ἄνδρες ἐῶμεν
ἄρρητον· μεσταὶ δὲ Δῖός πᾶσαι μὲν ἀγυιαὶ,
πᾶσαι δ’ ἀνθρώπων ἀγοραὶ , μεστὴ δὲ θάλασσα,
καὶ λιμένες, πάντη δὲ Δῖός κεχρήμεθα πάντες,
ἐπιφέρει
τοῦ γὰρ καὶ γένος ἐσμὲν,
οἷον δημιουργίᾳ,
. . .ο δ ηπιος ανθρωποισι
δεξιὰ σημαίνει·
αὐτὸς γὰρ τέ γε σήματ’ ἐν οὐρανῷ ἐστήριξεν,
ἄστρα διακρίνας· ἐσκέψατο δεῖς ἐνιαυτὸν
ἀστέρας, οἱ κε μάλιστα τετυγμένα σημαίνοιεν
ἀνδράσιν ὡράων, ὄφρ’ ἔμπεδα πάντα φύηται·
καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται.
χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ’ ἀνθρώποισιν ὄνειαρ.
καὶ πρὸ τούτου δὲ Ὅμηρος ἐπὶ τῆς Ἡφαιστοτεύκτου ἀσπίδος κοσμοποιῶν κατὰ Μωσέα,
ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανὸν, ἐν δὲ θάλασσαν,
φησὶν
ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται.
ὁ γὰρ διὰ τῶν ποιημάτων καὶ τῶν καταλογάδην συγ- γραμμάτων ᾀδόμενος Ζεὺς τὴν ἔννοιαν ἐπὶ τὸν θεὸν ἀναφέρει.
‘ὲν ἀνδρῶν, ‘ὲν θεῶν γένος,
ἐκ μιᾶς δὲ ματρὸς πνέομεν ἄμφω,
τῆς ὕλης παραδίδωσι, καὶ ἔνα τὸν τούτων δημιουργὸν, τὸν ἀριστοτέχναν πατέρα λέγει, τὸν καὶ τὰς προκοπὰς κατ’ ἀξίαν εἰς θειότητα παρεσχημένον.
ὥστε καὶ ἐπὰν εἴπῃ ‘περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ, κἀκείνου ἕνεκα τὰ πάντα, κα’κεῖνο αἴτιον τῶν καλ[ν, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα,’οὐκ ἄλλως ἔγωγε ἐξακούω ἤ τὴν ἀγίαν τριἀδα μηνύεσθαι. τρίτον μὲν γὰρ εἶναι τὸ ἅγιον πνεῦμα, τὸν υἱὸν δἒ δεύτερον, δι’ οὖ πάντα ἐγέντο κατὰ βούλησιν τοῦ πατρός.
ὁ δὲ αὐτὸς ἐν τῷ δεκάτοῳ τῆς Πολιτεῖας Ἠρὸς τοῦ Αρμενίου, τὸ γένετο Παμφύλου, μέμνηται, ὅς ἐστι Ζωρόαστρις. αὐτὸς γούν ὁ Ζωρόαστρις γράφει ‘τάδε δυεέγραψε Ζωρόαστρις ὁ Ἀρμενίου, τὸ γένος Πάμφυλος, ἐν πολέμῳ τελευτήσας, ὅσα ἐν Ἅιδῃ γενόμενος ἐδάην παρὰ θεῶν.’τὸν δὴ Ζωρόαστριν τοῦτον ὁ Πλάτων δωδεκαταῖον ἐπὶ τῇ πυρᾷ κείμενον ἀναβιῶναι λέγει. τάχα μὲν οὐ τὴν ἀνάστασιν, ἀλλ’ἐκεὶνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εὶς τὴν ἀνάληψιν, αὐτὸς δὲ καὶ εἰς τὴν γένεςίν φησι τὴν αὐτὴν γίνεσθαι κάθοδον. ταῦτα ὐποληπτέον καὶ τὰ τοῦ Ἡρακλέος ἆθλα λέγεσθαι ιβ΄, μεθ', ἄ τῆς ἀπαλλαγῆς παντὸς τοῦ κόσμου τοῦδε τυγχάνει ἡ ψυχή. οὐ παρα- πέμπομαι καὶ τὸν Ἐμπεδοκλέα. ὁ φυσικὸς οὗτος τῆς τῶν πάντων ἀναλήψεως μέμνηται ὡς ἐσομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς.”
αὐτίκα ὁ αὐτὸς σωτὴρ παρεγγυᾷ, γρηγορεῖτε· οἷον, μελετᾶτε ζῆν καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος πειρᾶσθε. τήν τε κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων’ διὰ τούτων καταμαντεύεται
“Ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο , ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ πορεύεσθαι καὶ ἀφικνεῖσθαι τεταρταίους.”
“Λειμῶνα μὲν οὖν ἀκουστέον τὴν ἀπλανῆ σφαῖραν, ὡς ἥμερον χωρίον καὶ προσηνὲς καὶ τῶν ὁσίων χῶρον· ἑπτὰ δὲ ἡμέρας ἑκάστην κίνησιν τῶν ἑπτὰ, καὶ πᾶσαν τὴν ἐργαστικὴν τέχνην εἰς τέλος ἀναπαύσεως σπεύδουσαν· ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν· τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πορείαν.”
πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ.
καὶ πάλιν
ἑβδομάτη δ’ αὖθις λαμπρὸν φάος ἠελίοιο.
Ὅμηρος δὲ
ἑβδομάτη δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ.
καὶ ‘ἑβδόμη ἦν ἱερή.’ καὶ πάλιν
ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα.
καὶ αὖθις
ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος.
ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφει
ἑβδομάτῃ δ’ ἠοῖ, καί οἱ ἐτέτυκτο ἅπαντα.
καὶ πάλιν
ἑβδόμη εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη.
καὶ
ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελεία.
καὶ
ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι,
ἐν κύκλοισι φανέντ’ ἐπιτελλομένοις ἐνιαυτοῖς.”
“Ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδομάδα ἐκθειάζουσι.”
“Τὰ δὲ οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ ‘ἄρωμεν ἀφ’ ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν, ὁ Πλάτων’ μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας οὕτω φησὶν “Οὕτω δὲ διακείμενος ὁ δίκαιος μαστιγώσεται, ἐκκοπήσεται τὼ ὀφθαλμὼ, τελευτῶν πάντα κακὰ παὼν ἀνασκινδυλευθήσεται.”
“Ὅ τε Σωκρατικὸς Ἀντισθένης παραφράζων τὴν προφητικὴν ἐκείνην γραφὴν ‘τίνι με ὡμοιώσατε; λέγει κύριος’ οὐδενὶ ἐοικέναι φησὶ, διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται. τὰ δὲ ὅμοια καὶ Ξενοφῶν ὁ Ἀθηναῖος κατὰ λέξιν λέγει ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων, ὡς μὲν μέγας τις καὶ δυνατὸς φανερὸς, ὁποῖος δ’ ἐστὶ μορφὴν ἀφανής. οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος, οὐδ’ οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ’ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.”
τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ
ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ;
ἀλλ’ οὐδ’ ἀκτίνων κατ’ ἐναντίον ἠελίοιο
ἄνθρωποι στῆναι δυνατοὶ, θνητοὶ γεγαῶτες,
προεῖπεν ἡ Σίβυλλα.
εἰς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
οὔ τι δέμας θνητοῖσιν ὁμοίιος, οὐδὲ νόημα.
καὶ πάλιν
— — ἀλλ’ οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεοὺς.
τὴν σφετέρην δ’ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε.
καὶ πάλιν
— — ἀλλ’ εἰ χεῖρας ἔχον βόες, ἠὲ λέοντες,
ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,
ἵπποι μέν θ’ ἵπποισι, βόες δέ τε βουσὶν ὅμοιοι,
καί κε θεῶν ἰδέας ἔγραφον, καὶ σώματ’ ἐποίουν
τοιαῦθ’, οἷόν περ καὐτοὶ δέμας εἶχον ὅμοιον.
οἱ μὲν ἀδμῆτες ἀεικελίων νούσων εἰσὶ καὶ ἀναίτιοι,
οὐδὲν ἀνθρώποις εἴκελοι.
Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος ἄκουε
τἀγαθὸν ἐρωτᾷς μ᾿ οἷόν ἐστ᾿ ; ἄκουε δή.
τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβὲς,
κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλὸν, δέον,
αὐστηρὸν, αὐθέκαστον, ἀειςύμφορον,
ἄφοβον, ἄλυπον, λυσιτελὲς, ἀνώδυνον,
ὠφέλιμον, εὐάρεστον, ἀσφαλὲς, φίλον,
ἔντιμον, ὁμολογούμενον,
εὐκλεὲς, ἄτυφον, ἐπιμελὲς, πρᾶον, σφοδρὸν,
χρονιζόμενον, αμεμπτον, ἀεὶ διαμένον.
ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει,
ὡς δὴ παρ ἐκείνης τευξόμενός τινος καλοῦ.
οὔκουν ἔτι κατὰ τὴν τῶν πολλῶν δόξαν περὶ τοῦ θείου ὑποληπτέον·
— — οὐδὲ γὰρ λάθρα δοκῶ,
φωτὸς κακούργου σχήματ᾿ ἐκμιμούμενον,
σοὶ τήνδ᾿ ἐς εὐνὴν, ὥσπερ ἄνθρωπον, μολεῖν,
Ἀμφίων λέγει τῇ Ἀντιόπῃ. ὁ Σοφοκλῆς δὲ εὐθυρρημόνως γράφει
τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα,
οὐ χρυςόμορφος, οὐδ᾿ ἐπημφιεσμένος
πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν
ὑπημβρύωσεν, ἀλλ᾿ ὁλοσχερὴς ἀνήρ.
εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγε
ταχὺς δὲ βαθμοῖς νυμφικοῖς ἐπεστάθη
ὁ μοιχός.
ἐφ᾿ οἷς ἔτι φανερώτερον τὴν ἀκραςίαν τοῦ μυθοποιουμένου Διὸς ὧδέ πως ἐκδιηγεῖται
ὁ δ᾿ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν
πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος,
ὅλην δ᾿ ἐκείνην εὐφρόνην ἐθόρνυτο.
κλῦθί μοι, ὢ πάτερ, θαῦμα βροτῶν,
τἀς ἀειζώου ψυχὰς μεδέων.
Παρμενίδης τε ὁ μέγας , ὥς φησιν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πως περὶ τοῦ θείου γράφει
πολλὰ μάλ’ ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστι,
οὖλον, μουνογενὲς δὲ καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον.
ἀλλὰ καὶ ὁ Ἡσίοδος
αὐτὸς γὰρ πάντων φησὶ) βασιλεὺς καὶ κοίρανός ἐστιν
ἀθανάτων, σέο δ’ οὔ τις ἐρήρισται κράτος ἄλλος.
εἶς ταῖς ἀληθείαισιν, εἶς ἐστὶν θεὸς,
ὃς οὐρανόν τ’ ἔτευξε καὶ γαῖαν μακρὴν,
πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας.
θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι
ἱδρυσάμεσθα πημάτων παραψυχὴν
θεῶν ἀγάλματ’ ἐκ λίθων, ἢ χαλκέων,
ἢ χρυσοτεύκτων, ἡ ἐλεφαντίνων τύπους.
θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις
στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν.
ὁρᾷς φησὶ) τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα
καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις;
τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
ἔν τε τῷ Πειρίθῳ δράματι ὁ αὐτὸς καὶ τάδε τρα γῳδεῖ
σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ
ῥόμβῳ πάντων φύσιν ἐμπλέξανθ᾿
ὃν πέρι μὲν φῶς, περὶ δ᾿ ὀρφναία
νὺξ αἰολόχρως, ἄκριτός τ᾿ ἄστρων
ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει.
ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκε, τὰ δ᾿ ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ᾧ καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους. ὅ τε Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα φησὶ
Ζεύς ἐστιν αἰθὴρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ᾿ οὐρανὸς,
Ζεύς τοι τὰ πάντα, χὤτι τῶνδ᾿ ὑπέρτερον.
οὕτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει,
ὥς φησιν ἡ Σίβυλλα.
τίπτε με, Πηλέος υἱὲ, ποσὶν ταχέεσσι διώκεις,
αὐτὸς θνητὸς ἐὼν, θεὸν ἄμβροτον; οὐδέ νυ πώ με
ἔγνως ὡς θεός εἰμι.
οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδ’ ὅλως τῷ σώματι δεδήλωκε. “τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;” φησὶν ἡ γραφή. “μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος, χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτόν;” καὶ τὰ ἐπὶ τούτοις.
ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ·
ζῶμεν δ’ ἐν] ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σώζει βροτούς.
εἶτα διαρρήδην ἐπιφέρει
ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σώζει.
εἶτα εἰ
ἔστιν ἀνθρώπων λογισμὸς, ἔστι καὶ θεῖος λόγος.
ὁ λόγος ἀνθρώπῳ πέφυκε περὶ βίου καταστροφάς.
ὁ δέ γε τὰς τέχνας ἅπασι συνέπεται θεῖος λόγος,
ἐκδιδάσκων αὐτὸς αὐτὸς αὐτοὺς, ὅ τι ποιεῖν δεῖ συμφέρον.
οὐ γὰρ ἄνθρωπος τέχναν εὑρ᾿ , ὁ δὲ θεὸς ταύταν φέρει.
ὁ δέ γε τἀνθρώπου λόγος] πέφυκεν ἀπό γε τοῦ θείου λόγου.
εἴ τις δὲ θυσίαν προσφέρων, ὢ Πάμφιλε,
ταύρων τι πλῆθος, ἢ ἐρίφων, ἢ νὴ Δία
ἑτέρων τοιούτων, ἢ κατασκευάσματα,
χρυσᾶς ποιήσας χλαμύδας, ἤτοι πορφυρᾶς,
ἢ δι᾿ ἐλέφαντος ἢ σμαράγδου ζῴδια,
εὔνουν νομίζει τὸν θεὸν καθεστάναι,
πεπλάνητ᾿ ἐκεῖνος καὶ φρένας κούφας ἔχει.
δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι,
μὴ παρθένους φθείροντα καὶ μοιχώμενον,
κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν.
μηδὲ βελόνης ἔναμμ᾿ ἐπιθυμῇς, Πάμφιλε·
ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.
μηδὲ βελόνης, ὦ φίλτατ᾿, ἐπιθυμήσῃς ἀλλοτρίας ποτέ.
ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις.
πονοῦντα δ᾿ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον,
τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν.
θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὢν,
καὶ λαμπρὸς ων ταῖς χλαμύσιν, ὡς τῇ καρδίᾳ.
βροντῆς ἐὰν ἀκούσῃς, μὴ φύγῃς,
μηδὲν συνειδὼς αὐτὸς αὑτῶ, δέσποτα.
ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.
οἴει σὺ τοὺς θανόντας, ὢ Νικήρατε,
τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ
πεφευγέναι τὸ θεῖον ὡς λεληθότας;
ἐστιν δίκης ὀφθαλμὸς, ὃς τὰ πάνθ’ ὁρᾷ·
καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν,
μίαν δικαίων, ἑτέραν δ’ ἀσεβῶν εἶν’ ὅρον.
καὶ εἰ τοὺς δύο καλύψει ἡ γῇ φασὶ τῷ παντὶ χρόνῳ,
ἀπελθὼν κλέπτ’ , ἀποστέρει, κύκα·
μηδὲν πλανηθῇς. ἔστι κἀν Ἅιδου
ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης,
οὗ τοὔνομα φοβερὸν, οὐδ’ ἂν ὀνομάσαιμ’ ἐγώ.
ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον
δίδωσιν.
εἴ τις δὲ θνητῶν οἴεται τούφημέραν
κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι,
δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται,
ὅταν σχολὴν ἄγουσα τυγχάνῃ δίκη.
ὁρᾶθ’ ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν.
ἔστιν γὰρ, ἔστιν. εἰ δέ τις πράττει κακῶς,
κακὸς πεφυκὼς, τὸν χρόνον κερδαινέτω,
χρόνῳ γὰρ οὕτος ὕστερον δώσει δίκην.
συνᾴδει δὲ τούτοις καὶ ἡ τραγῳδία διὰ τῶνδε
ἔσται γὰρ, ἔσται κεῖνος αἰῶνος χρόνος,
ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ
χρυσωπὸς αἰθήρ. ἡ δὲ βοσκηθεῖσα φλὸξ
ἅπαντα τἀπίγεια καὶ μετάρσια
φλέξει μανεῖσα
καὶ μετ’ ὀλίγα αὖθις ἐπιφέρει
— — ἐπὰν ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν,
φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθὸς,
γῆ δὲ ἐράνων ἔρημος, οὐδὲ ἄρ ἔτι
πτερωτὰ φῦλα βλαστήσει πυρουμένη,
κἄπειτα σώσει πάνθ’ ἃ πρόσθ’ ἀπώλεσε.
τὰ ὃμοια τούτοις κἀν τοῖς Ὀρφικοῖς εὑρήσομεν ὦδέ πως γεγραμμένα
πάντας γὰρ κρύψας αὖθις φάος ἐς πολυγηθὲς
ἐξ ίερᾶς κραδίας ἀνενέγκατο, μέρμερα ῤέζων.
ἢν δὲ ὁσίως καὶ δικαίως διαβιώσωμεν, μακάριοι μὲν ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν, οὐ χρόνῳ τινὶ εύδαιμονίαν ἒχοντες, ἀλλ’ ἐν αἰῶνι ἀναπαύσεσθαι δυνάμενοι,
ἀθανάτοις ἂλλοισιν ὁμέστιοι, αὐτοτράπεξοι
ἐόντες, ἀνδρείων ἀχαιῶν (685) ἀπόκληροι ἀτειρεῖς,
ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική. οὐχ οὒτω τις μέγας ἒσται καὶ καθ’ Ἒλληνας ὡς ὐπερέχειν τὴν δίκην, οὐδὲ σμικρὸς ὡς λαθεῖν.
εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε,
ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ ἐπίβαινε
ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἂνακτα,
ἀθάνατον. αὖθις τε περὶ τοῦ θεοῦ, ἀόρατον αὐτὸν λέγων, μόνῳ γνωσθῆναι ἑνί τινί φησι τὸ γένος Χαλδαίῳ, εἲτε τὸν Ἁβραὰμ λέγων τοῦτον, εἲτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων,
εἱ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἂνωθεν
Χαλδαίων· ἲδρις γὰρ ἒην ἂστροιο πορείης,
καὶ σφαίρης κίνμ’ ἀμφὶ χθόνα ὡς περιτέλλει,
κυκλοτερές γ’ ἐν ἲσῳ, κατὰ δὲ σφέτεγρον κνώδακα·
πνεύματι δ’ ἡνιοχεῖ περί τ’ ἠέρα καὶ περὶ χεῦμα.
αὐτὸς δ’ αὖ μέγαν αὖθις ἐπ’ πὐρανὸν ἐστήρικται,
χρυέῳ ἐνὶ θρόωῳ· γαίη δ’ ὑπὸ ποσςὶ βέβηκε.
χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν Ὡκεανοῖο
ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ,
οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἐστι δὲ πάντη
αὐτὸς ἐπουράνιος, καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ,
ἀρχὴν αὐτὸς ἔχων καὶ μέσον ἠδὲ τελευτήν.
ἄλλως οὐ θεμιτόν σε λέγειν· τρομέω δέ γε γυῖα
ἐν νόῳ. ἐξ ὑπάτου κραίνει,
καὶ τὰ ἐπὶ τούτοις. διὰ γὰρ τούτων δεδήλωκε πάντα ἐκεῖνα τὰ προφητικὰ “ὃς ἐὰν ἀνοίξῃ τὸν οὐρανὸν, τρόμος λήψεται· καὶ ἀπὸ σοῦ ὄρη τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός.” καὶ τὰ διὰ Ἠσαίου ‘τίς ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ καὶ πάσαν τὴν γῆν δρακί;”
ὃς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο,
δαίμονες ὃν φρίσσουσι, θεῶν δὲ δέδοικεν ὅμιλος,
ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι·
ἄφθιτε, μητροπάτωρ, οὑ θυμῷ πάντα δονεῖται,
ὃς κινεῖς ἀνέμους, νεφέλῃσί τε πάντα καλύπτεις,
πρηστῆρσι σχίζων πλατὺν αἰθέρα. σὴ μὲν ἐν ἄστροις
τάξις ἀναλλάκτοισιν ἐφημοσύναισι τρέχουσα·
σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσιν πολύμοχθοι
ἄγγελοι, οἶσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται.
σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισι·
σὸς χειμὼν, ψυχραῖσιν ἐπερχόμενος νεφέλαισιν,
σάς ποτε βακχευτὰς Βρόμιος διένειμεν ὀπώρας.
ἄφθιτον, ἀθάνατον, ῥητὸν μόνον ἀθανάτοισιν.
ἐλθὲ, μέγιστε θεῶν πάντων, κρατερῇ σὺν ἀνάγκῃ,
φρικτὸς, ἀήττητος, μέγας, ἄφθιτος, ὃν στέφει αἰθήρ.
διὰ μὲν οὖν τοῦ μητροπάτωρ οὐ μόνον τὴν ἐκ μὴ ὄντων
γένεσιν ἐμήνυσεν, ἐνδέδωκε δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ σύζυγον νοῆσαι τοῖ θεοῦ· παραφράζει δὲ ἐκείνας τὰς προφητικὰς γραφὰς, τήν τε διὰ Ὠσηὲ ‟ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, κτίζων πνεῦμα, οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν·” καὶ τὴν διὰ Μώσεως “ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι. καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.”
αὐτὸς δ’ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι φυτεύει
καὶ πόλεμον κρυόεντα,
κατὰ τὸν Ὀρφέα.
ὢ Ζεῦ. σὸν μὲν οὐρανοῦ κράτος,
σὺ δ’ ἔργ’ ἐΚ ἀνθρώπους ὁρᾷς
λεωργά τε καὶ ἀθέμιστα.
πάλιν ἡμῖν ᾀσάτω ὁ Ὀρφεὺς Ὀρφεὺς
χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρματος Ὠκεανοῖο
πάντοθεν ἐκτέτακεν· γαίη δ’ ὑπὸ ποσσὶ βέβηκε.
ταῦτα ἐμφανῶς ἐκεῖθεν εἴληπται ‟κύριος σώσει κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρὶ 5 ὡς νοσσιὰν, κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι· αὐτοῦ” ὥς φησιν ‘Ιερεμίας “καὶ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ. ἔτι πρὸς τοῖσδε Φωκυλίδης μὲν τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τοὐτων παρίστησιν , ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς παρειλήφαμεν,
ἀλλ’ ἄρα δαίμονές εἰσιν ἐπ’ ἀνδράσιν ἄλλοτε ἄλλοι,
οἱ μὲν ἐπερχομένου κακὸν ἀνέρος ἐκλύσασθαι.
οὐκ ἔστιν ἡμῖν οὐδεμία τύχη θεὸς,
οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται
ὡς ἔτυχ’ ἑκάστῳ, προσαγορεύεται τύχη.
Σοφοκλῆς δὲ ὁ τραγῳδοποιὸς
οὐδὲ θεοῖς λέγει) αὐθαίρετα πάντα πέλονται,
νόσφι Δῖός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν.
ὅ τε Ὀρφεὺς
ἱὲν κράτος, εἶς δαίμων γένετο, μέγας οὐρανὸς αἴθων,
ἐν δὲ τὰ πάντα τέτυκται , ἐν ᾧ τάδε πάντα κυκλεῖται,
πῦρ καὶ ὕδωρ καὶ γαῖα,
καὶ τὰ ἐπὶ τούτοις.
Πίνδαρος δὲ ὁ μελοποιὸς οἶον ἐκβακχεύεται ἄντικρυς εἰπὼν
τί θεός ; ὅ τι τὸ πὰν
καὶ πάλιν
θεὸς ὁ πάντα τεύχων βροτοῖς.
ἐπὰν δὲ εἴπῃ
τί ἔλπεαι σοφίαν ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχειν;
τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον·
θνατᾶς δ’ ἀπὸ ματρὸς ἔφυ ,
ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν τίς ἔγνω νοῦν κυρίου ; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
ἀλλὰ καὶ Ἡσίοδος δι’ ὧν γράφει συνᾴδει τοῖς προειρημένοις ,
μάντις δ’ οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων
ὅστις ἂν εἰδείη Ζῆνός νόον αἰγιόχοιο.
εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ ,
πάμπαν δ’ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι,
γράφει.
Πάλιν τοῦ Μώσεως εἰς μόχθους καὶ πόνους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος ποιητής τις οὐκ ἄσημος γράφει
Οὐδέ ποτ᾿ ἦμαρ
Παύσονται καμάου καὶ ὀϊζύος, οὐδέ τι νύκτωρ
Στεινόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.
ἓτι Ὃμηρος μὲν εἰπὼν
αὐτὸς δὲ χρύσεια παὴρ ἐπίταινε τάλαντα·
δίκαιον τὸν θεὸν μηνύει. Μένανδρος δὲ ὁ κωμικὸς ἀγαθὸν ἑρμηνεύων τὸν θεόν φησιν,
ἃπαντι δαίμων άνδρὶ συμπαρίσταται
εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου
ἀγαθός· κακὸν γὰρ δαίμον οὐ νομιστέον
εἶναι, βίον βλάπτοντα χρηστόν.
εἶται ἐπιφέρει
ἃπαντα δ᾿ ἀγαθὸν εἶναι τὸν θεόν·
ἢτοι πάντα θεὸν ἀγαθὸν λέγων, ἢ, ὃπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθὸν εἶναι.
χώριζε θνητῶν τὸν θεὸν, καὶ μὴ δόκει
ὃμοιον αὐῷ σάκινον καθεστάναι.
οὐκ οἶσθά γ᾿ αὐτόν. ποτὲ μὲν ὡς πῦρ φαίνεται,
ἂπλατος ὁρμῇ, ποτὲ δ᾿ ὓδωρ, ποτὲ γνόφος,
καὶ θηρςὶν αὐτὸς γίνεται παρεμφερὴς,
καὶ θηρςὶν αὐτὸς γίνεται παρεμφερὴς,
ἀνέμῳ, νεφέλῃ τε, κἀστραπῇ, βροντῇ, βροχῇ.
ὑπηρετεῖ δ᾿ αὐτῷ θάλασσα, καὶ πετραι,
καὶ πᾶσα πηγὴ, χὒδατος συστήματα·
τρέμει δ’ ὂρη καὶ γαῖα, καὶ πελώριος
βυθὸς θαλάσσης, καὶ ὀρέων ὓψος, [ἐπὶ] μέγα
ἐπὰν ἐπιβλέψῃ γοργὸν ὂμμα δεσπότου·
πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ.
ἆρ᾿ ού δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ “ἀπὸ παροςώπου κυρίου τρέμει ἡ γῆ;”
Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν τῇ δόξῃ τοῦ θεοῦ, λέγειν ἀναγκάζεται περὶ τῆς Ἀθηνᾶς, ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευον οἱ Μῆδοι, ὡς ἐδεῖτό τε καὶ ἱκέτευε τὸν Δία περὶ τῆς Ἀττικῆς. ἔχει δὲ ὧδε ὁ χρησμὸς
οὐ δύναται Πάλλας Δί’ Ὀλύμπιον ἐξιλάσασθαι,
λισσομένη πολλοῖσι λόγοις , καὶ μήτιδι πυκνῇ.
πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει,
οἴ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασι,
δείματι παλλόμενοι,
καὶ τὰ ἐπὶ τούτοις.
Θεαρίδας δὲ ἐν τῷ Περὶ φύσεως γράφει “‘Α ἀρχὰ τῶν ὄντων ἀρχὰ μὲν ὄντως ἀληθινὰ μία. κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον.”
οὐδέ τις ἔσθ’ ἕτερος χωρὶς μεγάλου βασιλῆος,
Ὀρφεὺς λέγει· ᾧ πειθόμενος ὁ κωμικὸς Δίφιλος μικωτατα
Τὸν ὄντα πάντων φησὶ) πατέρα, . . . . . .
— — τοῦτον διὰ τέλους τίμα, μόνον
ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα.
Πολὺ δὲ πλέον οἱ παρ’ Ἕλλησι πολυπράγμονες φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας, τῷ ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν ἄλλων καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδωκαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν χηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι , ἀλλ’ οὐδ’ αὐτὸν ὅπως νοεῖσθαι πέφυκε τὸν θεὸν , μόνον δὲ, ὼς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ.”
Τοσαῦτα καὶ ὁ Κλήμης. ἀλλ’ ἐπειδὴ διὰ μακροτέρων ἡμῖν ἡ κατὰ Πλάτωνα παρέστη φιλοσοφία συνῳδὸς οὖσα κατὰ πλεῖστα τοῖς Ἐβραίων δόγμασιν, (ἐφ᾿ οἷς καὶ ἀγάμεθα τὸν ἄνδρα τῆς τε καὶ τῆς ἄλλης τοῦ ἀληθοῦς εὐγνωμοσύνης,) ὥρα ἐπιθεωρῆσαι τίνα ταῦτ’ εἶναί φαμεν ἐφ’ ὧν οὐκέθ’ ὁμοίως περὶ αὐτὸν διακείμεθα, τὴν δὲ νενομισμένην βάρβαρον τῆς κατ’ αὐτὸν προτιμῶμεν φιλοσοφίας.
Τὰ Ἑβραίων λόγια θεοπρόπια καὶ χρησμοὺς θείας ἢ κατὰ ἄνθρωπον δυνάμεως περιέχοντα , θεόν τε αὐθέντην ἐπιγραφόμενα, καὶ πιστούμενά γε τὴν ἐπαγγελίαν διὰ τῆς τῶν μελλόντων προρρήσεως , διά τε τῶν συμφώνων τοῖς θεσπίσμασιν ἀποτελεσμάτων, πάσης λέγεται διεψευσμένης διανοίας ἐκτὸς τυγχάνειν. τὰ γοῦν θεῖα λόγια ἁγνὰ, καὶ ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως, ἀνείρηται.
ἀλλ᾿ οὐ καὶ τὰ Πλάτωνος τοιαῦτα, οὐδὲ μὴν ἑτέρου του τῶν έν ἀνθρώποις σοφῶν, οἳ θνητῆς διανοίας ὄμμασιν ἐπικήροις τε στοχασμοῖς καὶ εἰκασίαις, ὄναρ ὥσπερ , ἀλλ᾿ οὐχ ὕπαρ, τῆς τῶν ὄντων φύσεως ἐπὶ φαντασίαν ἐλθόντες πολὺ τὸ κρᾶμα τοῦ ψεύδους τῷ τῆς φύσεως ἀληθεῖ συνεπηνέγκαντο, ὡς μὴ ἀνευρεῖν ἀπάτης καθαρὸν ἐν αὐτοῖς μάθημα.
διὸ καὶ εἰκότως τῆς ἀφιλοσόφου πλη- EUSEBII θύος τὴν αἰτίαν τῆς δεισιδαίμονος πλάνης ἐπιγράψαιτο ἄν. ἀνάλαβε γοῦν σμικρὸν ἄνωθεν τὸν λόγον, καὶ θέα οἷά σοι ὁ πάνσοφος μετὰ τὰς ἀσωμάτους καὶ ἀφθάρτους ἰδέας, καὶ μετὰ θεὸν πρῶτον καὶ δεύτερον αἴτιον, καὶ μετὰ νοερὰς καὶ ἀθανάτους οὐσίας, περὶ τῆς πανδήμου δόξης ἐνομοθέτει, λέγων
“Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ᾿ ἡμᾶς. πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν , σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδόσιν· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ᾿ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ᾿ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω· Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ ῾Ρέα, καὶ ὅσοι μετὰ τούτων , ἐκ δὲ Κρόνου καὶ ῾Ρέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τοὺς τούτων ἄλλους ἐκγόνους.”
πάλιν τε αὐτοῦ ἦν καὶ τὰ δι’ ὧν ἔφησεν
Εξαλείψομεν ἄρα, ἦν δ’ ἐγὼ, ἀπὸ τοῦδε τοῦ ἔπους ἀρξάμενοι , πάντα τὰ τοιαῦτα ,
βουλοίμην κ’ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,”
καὶ τὰ ἑξῆς· δι’ ὧν τε ἐπίλεγει
“Πἀλιν δὴ Ὀμήρου δεησόμεθα καὶ τῶν ἄλλων ποιητῶν μὴ ποιεῖν Ἀχιλλέα θεὰς παῖδα,
ἄλλοτ’ ἐπὶ πλευρὰς κατακείμενον , ἄλλοτε δ’ αὖτε
ὕπτιον,
καὶ τὰ τούτοις ἑπόμενα. οἶς ἐπάγει
‟Ἢ Δία, καθευδόντων τῶν ἄλλων θεῶν τε ἀνθρώπων ὡς μόνος ἐγρηγορὼς, ἃ ἐβουλεύσατο, τούτων πάντων ῥᾳδίως ἐπιλαθόμενον διὰ τὴν τῶν ἀφροδισίων ἐπιθυμίαν , καὶ οὕτως ἐκπλαγέντα ἰδόντα τὴν Ἥραν, ὥστε μηδ’ εἰς τὸ δωμάτιον ἐλθεῖν ἐθέλειν, ἀλλ’ αὐτοῦ βουλόμενον χαμαὶ συγγίνεσθαι κορύδου δίκην· καὶ λέγοντα ὡς οὕτως ὑπὸ ἐπιθυμίας ἔχεται, ὡς οὐδὲ ὅτε πρῶτον ἐφοίτων πρὸς ἀλλήλους ,
φίλους λήθοντε τοκῆας,
οὐδὲ Ἄρεος τε καὶ Ἀφροδίτης ὑπὸ Ἡφαίστου δεσμὸν δι’ ἕτερα τοιαῦτα.”
Ὡν τοῦτον τὸν τρόπον εἰρημένων τί δῆτα βούλεται αὐτῷ ἡ μετὰ ταῦτα φωνὴ τοὺς μὲν ποιητὰς θεῶν παῖδας ὀνομάζουσα, καὶ τό τε ἀπιστεῖν αὐτοῖς ἀδύνατου εἶναι φήσασα, χαίπερ ἂνευ εἰχότων καὶ ἀναγχαίων αὐτοὺς ἀποδείξεων τοὺς περὶ δεῶν μύδους πλάσαι μαρτυραμένη;
Τίδὲ ἡ ἂλογος ἐδέλει πί στις, δέει τῆς ἀπὸ τῶν νόμων τιμωρίας προβεβλη μένη; πῶς δὲ δεῶν Οὐρανὸς χαὶ Γῆ πρῶτοι, ἒπειτα τούτων ἒκγονοι, Ὠκεανὸς καὶ Τηθὺς, Κρόνος τε καὶ πάντες οἰ πρὸς Ὀμήρου καὶ Ἡσιόδου μυδευόμενοι παῖδες καὶ ἀδελφοὶ καὶ ἒκγονοι τούτων, ὁπότε ταῦτα αὐτὰ ἀνῄρει λέγων
Πῶς δὲ οἱ νῦν ψευδεῖς καὶ οὑκ ἀληδεῖς ποιηταὶ πάλιν οἱ αὐτοὶ δεῶν ἒκγονοι λέγοιντ’ ἂν; ἀλλὰ λὰ ρ τούτων δὴ χάριν ἀπολειπτέος μὲν ἠμῖν οὖτος, δέει δανάτου τὸν Ἀθηναίων δῆμον καθυποκρινάμενος· τιμητέος δὲ Μωςῆς, τά τε Ἐβραίων λόγια καθαρᾶς ἐξεχόμενα διόλου τῆς μόνης ἀληδοῦς καὶ ἀπλανοῦς εὐσεβείας. Θέα δὴ καὶ ἂλλο.
Ἐβραῖοι τὴν μέσην τῶν λογιχῶν φύσιν γεννητὴν, ἀλλ’ οὐκ ἀγέννητον εἶναί φασι. Ταύτην δὲ Εἰς νοερὰς οὐσίας διαιροῦντες τῷ λόγῳ πνεύμαα καὶ δυνάμεις καὶ θεοῦ λειτουργοὺς ἀγγέλους τε καὶ ἀρχαγγέλους ἐπονομάζουσιν· ἐκ δὲ τῆς τούτων ἀποπτώσεως καὶ παρατροπῆς τὸ δαιμόνων γένος καὶ πὰν τὸ τῆς ἐναντίας καὶ μοχθηρὰς ἐνεργείας εἶδος εἰσάγουσι.
διόπερ οὐδὲ θεοὺς ἐπιτρέπουσιν ἡγεῖσθαι τοὺς μὴ τὸ καλὸν καὶ ἀγαθὸν ἀχώριστον τῆς φύσεως ἐπαγομένους, ἀλλὰ καὶ τὸ εἶναι οὐ παρ’ ἑαυτῶν, παρὰ δὲ τοῦ πάντων αἰτίου ἐπενηνεγμένους , τό τε εὑ εἶναι, καὶ τὴν ἀρετὴν, αὐτό τε τὸ ἀθάνατον, οὔτε τῷ ἐπὶ πάντων θεῷ ὁμοίως οὔτε τῷ δι’ οὗ τὰ πάντα συνέστη ἐπιφερομένους.
ὁ δέ γε Πλάτων’ ἀσωμάτους μὲν καὶ νοητὰς οὐσίας τὰς λογικὰς φύσεις Ἑβραίοις ὑφίστησι, διαπίπτει δὲ τῆς ἀκολουθίας, πρῶτον μὲν ἀγεννήτους εἶναι φάσκων αὐτὰς, ὥσπερ καὶ πᾶσαν ψυχὴν , ἔπειτα ἐξ ἀπορροίας τῆς τοῦ πρώτου αἰτίου συστῆναι λέγων. οὐδὲ γὰρ ἐκ τοῦ μὴ ὄντος αὐτὰς γεγονέναι διδόναι βούλεται.
διὸ καὶ πλειόνων θεῶν ὑποτίθεται εἶναι γένος, ἀπορροίας τινὰς καὶ προβολὰς τοῦ πρώτου καὶ τοῦ δευτέρου αἰτίου τῷ λόγῳ ὑφιστάμενος· εἶναί τε ἀγαθὰς τὴν φύσιν, οὐδαμῶς οἵας τε τῆς οἰκείας ἐκστῆναι ἀρετῆς , ἔνθεν αὐτοὺς καὶ θεοὺς εἷναι δοξάζει.
τούτων δὲ ἕτερον εἶναι τὸ δαιμόνων φῦλον ἡγεῖται , φαυλότητος ὂν καὶ μοχθηρίας καὶ τῆς ἐπὶ τὸ χεῖρον τροπῆς δεκτικόν· ὧν τοὺς μὲν ἀγαθοὺς, τοὺς δὲ φαύλους εἶναί τε καὶ ὀνομάζεσθαι. ταῦτα δὲ παρὰ τὰ Ἑβραίοις δοκοῦντα τοῦτον ὑποθέμενος τὸν τρόπον, οὐκ ἀποδίδωσιν ὁπόθεν ὑποστῆναι φάναι εἰκὸς τοὺς δαίμονας.
ἀλλ’ εἰ μήτε τῆς τῶν κρειττόνων ἀπορροίας μήτ’ αὖ τῆς τῶν σωμάτων ὕλης εἶεν, ὥρα ἢ ἀγεννήτους λέγειν καὶ πρὸς τῇ ἀγεννήτῳ ὕλῃ τῶν σωμάτων τρίτον στῖφος λογικῶν ἀγεννήτων ἀντιπαρατάττειν τῷ θεῷ, οὐκέτι τε τὸν θεὸν πάντων εἶναι ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων ἀποδιδόναι, ἢ τοῦθ’ ὁμολογοῦντας , καὶ τὰ μὴ ὄντα ποιεῖν αὐτὸν τοῖς Ἑβραίων συμφώνως ὁμολογεῖν λόγοις.
τίνα δὲ οἵδε περὶ τῶνδε ἐκδιδάσκουσι ; τὴν μέσην τῶν λογικῶν φύσιν οὔτ’ ἐκ τῆς τῶν σωμάτων ὕλης οὔτ’ ἐξ ἀπορροίας τῆς ἀγεννήτου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης οὐσίας ὑποστῆναί φασι· μὴ οὖσαν δὲ πρότερον δυνάμει δραστηρίῳ τοῦ πάντων αἰτίου γεγονέναι.
ταύτῃ τε μὴ θεοὺς εἶναι, μηδὲ κυρίως τῆσδε τῆς προσηγορίας ἠξιῶσθαι, ὅτι μηδὲ τὴν φύσιν ἰσοῦται τῷ πεποιηκότι , μηδ’ ἀχώριστον ὁμοίως τῷ θεῷ τὸ ἀγαθὸν ἐφέλκεται, τό τε τῷ καλῷ ἐναντίον ἐστὶν ὅτε καὶ δέξοιτ’ ἂν ὀλιγωρίᾳ τῆς περὶ τὸ κρεῖττον σχολῆς, ἣν αὐτὸς ἕκαστος αὐτῷ κατείργασται, τῆς οἰκείας ὁρμῆς τε καὶ γνώμης πεφυκὼς κύριος. ταῦτα καὶ περὶ τάδε. μετίωμεν δὲ καὶ ἐφ’ ἕτερα.
Ἑβραίοις ὁμοίως τὴν ψυχὴν ἀθάνατον ὑποθέμενος, καὶ τῷ θεῷ ὁμοίαν αὐτὴν εἰπὼν, οὐκέτ’ ἀκολούθως αὐτοῖς ποτὲ μὲν αὐτῆς τὴν οὐσίαν σύνθετον εἶναί φησιν, ὡς ἂν μέρος μέν τι ἐπαγομένης τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης αἰτίας, καὶ μέρος περὶ τὰ σώματα μεριστῆς φύσεως.
λέγει δ’ οὖν αὐτοῖς ῥήμασιν ἐν Τιμαίῳ
‟ ῾Ο δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος, ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου , συνεστήσατο ἐκ τῶνδε καὶ τοιῷδε τρόπῳ. τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης οὐσίας, καὶ τῆς αὖ περὶ τὰ σώματα γινομένης μεριστῆς, τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταυτοῦ φύσεως αὖ πέρι καὶ τῆς τοῦ ἑτέρου, καὶ κατὰ τὰ αὐτὰ συνέστησεν ἐν μέσῳ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ. καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν θατέρου φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸ ξυναρμόττων βίᾳ.”
λέγει δ’ οὖν ἐν μὲν τῷ περὶ ψυχῆς τάδε
Καὶ μέχρι γε τούτου πλανῶνται, ἕως ἂν τῇ τοῦ σωματοειδοῦς τοῦ ξυνεπακολουθοῦντος ἐπιθυμίᾳ πάλιν ἐνδεθῶσιν εἰς σῶμα. ἐνδοῦνται δὲ, ὥσπερ εἰκὸς, εἰς τὰ τοιαῦτα ἤθη, ὁποῖα ἄττ’ ἂν καὶ μεμελετηκυῖαι τύχωσιν ἐν βίῳ.
Τὰ ποῖα δὴ ταῦτα λέγεις, ὢ Σώκρατες; Οἶον τοὺς μὲν τὰς γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι· ἣ οὐκ οἴει; Πάνυ μὲν οὖν εἰκὸς λέγεις.
Τοὺς δέ γε ἀδικίας καὶ τυραννίδας καὶ ἁρπαγὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσε φαῖμεν τὰς τοιαύτας ἰέναι; Ἀμέλει, ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα. Οὐκοῦν, ἦ δ’ ὃς, δῆλα δὴ καὶ τἄλλα, ᾗ ἑκάστη ἴοι κατὰ τὰς αὐτῶν ὁμοιότητας τῆς μελέτης.
Δῆλον δὴ, ἔφη· πῶς δ’ οὔ; Οὐκοῦν εὐδαιμονέστατοι, στατοι, ἔφη, καὶ τούτων εἰσὶ καὶ εἰς βέλτιστον τόπον ἰόντες οἶ τὴν δημοτικὴν καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην, ἐξ ἔθους τε καὶ μελέτης γεγονυῖαν, ἄνευ φιλοσοφίας τε καὶ νοῦ; νοῦ; δὴ οὗτοι εὐδαιμονέστατοι; Ὅτι τούτους εἰκός ἐστιν εἰς τοιοῦτον πάλιν ἀφικνεῖσθαι πολιτικὸν καὶ ἥμερον γένος , ἤπου μελιττῶν ἢ σφηκῶν ἢ μυρμήκων , ἢ καὶ εἰς αὐτό γε πάλιν τὸ άυθρώπινον γένος.”
Καὶ ἐν τῷ Φαιδρῷ δὲ ἐπάκουσον ὁποῖα διέξεισιν
‟Εἰς μὲν γὰρ τὸ αὐτὸ ὅθεν ἥκει ψυχὴ οὐκ άφικνεῖται ἐτῶν μυρίων· οὐ γὰρ πτεροῦται πρὸ τοσούτου χρόνου, πλὴν ἡ τοῦ φιλοσοφήσαντος ἀδόλως ἢ παιδεραστήσαντος μετὰ φιλοσοφίας. αὗται δὲ τρίτῃ περιόδῳ τῇ χιλιετεῖ, ἐὰν ἕλωνται τρὶς ἐφεξῆς τὸν βίον τοῦτον, οὕτω πτερωθεῖσαι τρισχιλιοστῷ ἔτει ἀπέρχονται. αἱ δὲ ἄλλαι, ὅταν τὸν πρῶτον βίον τελευτήσωσι, κρίσεως ἔτυχον· κριθεῖσαι δὲ αἶ μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἐλθοῦσαι δίκην τίνουσιν, αἶ δ’ εἰς τοῦ οὐρανοῦ τινὰ τόπον ὑπὸ τῆς δίκης κουφισθεῖσαι διάγουσιν ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου. τῷ δὲ χιλιοστῷ ἀμφότεραι ἀφικνούμεναι ἐπὶ κλήρωσίν τε καὶ αἵρεσιν τοῦ δευτέρου βίου, αἱροῦνται ὃν ἂν ἐθέλῃ ἑκάστη. ἔνθα δὴ καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται καὶ ἐκ θηρίου, ὅς ποτε ἄνθρωπος ἦν, πάλιν εἰς ἄνθρωπον.”
Καὶ ταῦτα μὲν ἐν Φαιδρῷ· ἐν δὲ τῇ Πολιτείᾳ τοιάδε γράφοντος ἄκουε
Ἰδεῖν μὲν γὰρ ἔφη ψυχὴν τήν ποτε Ὀρφέως γενομένην κύκνου βίον αἱρουμένην, μίσει τοῦ γυναικείου γένους διὰ τὸν ὑπ’ ἐκείνων θάνατον οὐκ ἐθέλουσαν ἐν γυναικὶ γεννηθεῖσαν γενέσθαι. ἰδεῖν δὲ τὴν Θαμύρου ἀηδόνος ἑλομένην· ἰδεῖν δὲ κύκνον μεταβάλλοντα εἰς ἀνθρωπίνου βίου αἵρεσιν, καὶ ἄλλα ζῷα μουσικὰ ὡσαύτως, ὡς τὸ εἰκός.
τὴν δὲ λαχοῦσαν ψυχὴν ἑλέσθαι λέοντος βίον, εἶναι δὲ τὴν Αἵαντος τοῦ Τελαμωνίου, φεύγουσαν ἄνθρωπον γενέσθαι, μεμνημένην τῆς τῶν ὅπλων κρίσεως. τὴν δὲ ἐπὶ τούτῳ τοῦ Ἀγαμέμνονος, ἐχθρὰν καὶ ταύτην τοῦ ἀνθρωπίνου γένους διὰ τὰ πάθη ἀετοῦ διαλλάξαι βίον. ἐν μέσοις δὲ λαχοῦσαν τὴν Ἀταλάντης ψυχὴν , κατιδοῦσαν μεγάλας τιμὰς ἀθλητοῦ ἀνδρὸς, οὐ δύνασθαι παρελθεῖν , ἀλλὰ λαβεῖν. μετὰ δὲ ταύτην ἰδεῖν τὴν Ἐπειοῦ τοῦ Πανοπέως εἰς τεχνικῆς γυναικὸς ἰοῦσαν φύσιν πόρρω δὲ ἐν ὑστάτοις ἰδεῖν τὴν τοῦ γελωτοποιοῦ Θερσίτου πίθηκον ἐνδυομένην.
ἐνδεῖσθαι γὰρ αὐτὰς εἰς σῶμά φησιν ἐπιθυμίᾳ τοῦ σωματοειδοῦς· καὶ τὰς μὲν ὕβρει καὶ γαστριμαργίᾳ ἐντραφείσας ὄνους γίνεσθαι, θηρίων τε ἄλλων ὑποδύνειν σώματα, κατὰ γνώμην, ἀλλ’ οὐ κατὰ δίκην ταῦτα αἱρουμένας· τοὺς δὲ ἀδίκους καὶ ἅρπαγας λύκους καὶ ἰκτῖνας γίγνεσθαι, ἐθελοντὰς ἐπὶ τοῦτ’ ἐλθόντας. εἶτα Ὀρφέως μὲν ψυχὴν κύκνον εἶναι θελῆσαι· Θαμύρου δὲ ἀηδόνος , Θερσίτην δὲ πιθήκου βίον ἑλέσθαι.
ποῦ δ’ ἂν εἴη τὰ τῆς μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν κρίσεως , ἣν ἐν μὲν τῷ περὶ ψυχῆς ὑπογράφων φησὶν, ὡς
“Ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει , . . . καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν , ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην, καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκε, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος. οἳ δ’ ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμονς πολλοὺς ἐξειργασμένοι, ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα , τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔ ποτε ἐκβαίνουσι.”
Καὶ τὰ μὲν περὶ τῶν ἀσεβῶν ὧδέ πη διῆλθε. περὶ δὲ τῶν εὐσεβῶν ἐπάκουσον ὥς φησι
“Τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον, καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι.”
Καὶ ἐν τῷ Γοργίᾳ δὲ πρόσχες τί καί φησι
Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεως τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι... οἱ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται, καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰς μεγίστας καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ Ἅιδουἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν ἀδίκων ἀφικνουμένοις θεάματα καὶ νουθετήματα.”
καὶ τὸ μὲν πρῶτον ὀλίσθημα τῆς τοῦ Πλάτωνος περὶ τῶνδε δόξης ταύτῃ πη πέφανται· τὸ δ’ ἕτερον τῆς τοῦ δόγματος διασκευῆς, δι’ οὗ τὸ μέν τι θεῖον καὶ λογικὸν εἶναι τῆς ψυχῆς , τὸ δέ τι μέρος αὐτῆς ἄλογον καὶ παθητικὸν τυγχάνειν ὡρίσατο, καὶ πρὸς τῶν αὐτοῦ γνωρίμων κατέγνωσται, ὡς μαθεῖν ἔνεστιν ἀπὸ τῶν τοιῶνδε λόγων
“Περὶ δὲ τῆς κατὰ Πλάτωνα ψυχῆς, ἥν φησιν ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας συστῆναι ὑπὸ τοῦ θεοῦ, ὡς ἐκ λευκοῦ καὶ μέλανος τῶν μέσων τι χρωμάτων, ἐκεῖνα ἔχομεν εἰπεῖν, ὅτι ἀνάγκη χρόνῳ διαστάσεως αὐτῶν γιγνομένης ἀφανισθῆναι αὐτὴν, ὡς τὴν τοῦ μέσου χρώματος σύστασιν, ἐπὶ τὰ οἰκεία ἑκάστου ἐξ ὧν συνέστη ἐν χρόνῳ φύσει χωριζομένου. εἰ δὲ τοῦτο, φθαρτὴν ἀποφανοῦμεν , ἀλλ’ οὐκ ἀθάνατον τὴν ψυχήν.
ἀλλὰ γὰρ οὐκ ἔστι ψυχὴ τρίτον τι πρᾶγμα ἐκ δύο ἐναντίων ἀλλήλοις σύνθετον, ἁπλοῦν δὲ καὶ τῇ αὐτῇ φύσει ἀπαθὲς καὶ ἀσώματον· ὅθεν Πλάτων’ καὶ οἱ μετ’ αὐτοῦ ἀθάνατον αὐτὴν ἔφασαν εἶναι.
ἐπειδὴ δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος κοινός ἐστι πάντων λόγος γεγονέναι, τὰ δ᾿ ἐν ἡμῖν ἄνευ σώματος ἑκουσίως καὶ ἀκουσίως γιγνόμενα πάθη τῆς ψυχῆς εἶναι λέγεται, οἶ μὲν πολλοὶ τούτῳ τεκμαιρόμενοι παθητὴν εἶναι τὴν οὐσίαν αὐτῆς, θνητὴν αὐτὴν εἶναι λέγουσι καὶ σωματοειδῆ, ἀλλ᾿ οὐκ ἀσώματον.
ὁ δὲ Πλάτων᾿ τῷ φύσει αὐτῆς ἀπαθεῖ προσηναγκάσθη τὴν παθητὴν οὐσίαν προσυφᾶναι. ὅτι δὲ μηδετέρως ἔχει , ἐξ ὧν ἑκάτεροι εἰρήκασι, Πλάτων τε καὶ οἶ ἄλλοι, πειρασόμεθα τῷ λόγῳ, τὰς ἐν ἡμῖν ἐνεργούσας δυνάμεις παραθέντες, προσβιβάσαι.”
Ταῦτά μοι ἀπὸ τῶν Σεβήρου τοῦ Πλατωνικοῦ Περὶ ψυχῆς προκείσθω. σκέψαι δὲ πρὸς τοῖς εἰρημένοις καὶ τόδε περὶ τῆς οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φωστήρων ἀρχῆς.
Συμφώνως Ἑβραίοις καὶ τὸν περὶ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φαινομένων ἀποδοὺς λόγον, καθ᾿ ὃν γεννητὰ εἶναι πρὸς τοῦ τῶν ὅλων αἰτίου πεποιημένα μετέχειν τε τῆς σωματικῆς καὶ φθαρτῆς οὐσίας συνέστη, οὐκέθ᾿ ὁμοίως Ἑβραίοις σέβειν αὐτὰ νομοθετεῖ καὶ θεοὺς ἡγεῖσθαι, ὧδε φάσκων ἐν Ἑπινομίδι
“ Τίνα δὴ καὶ σεμνύνων ποτὲ λέγω θεὸν, ὦ Μέγιλλε καὶ Κλεινία ; σχεδὸν οὐρανὸν, ὃν καὶ δικαιότατον, ὡς ξύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοὶ, τιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ· τὸ δὲ καὶ τῶν ἄλλων αἴτιον ἀγαθῶν πάντων ἡμῖν αὐτὸν γεγονέναι πάντες ἂν ὁμολογοῖμεν.”
Εἶθ᾿ ὑποβὰς ἐν τῷ αὐτῷ προστίθησι ταῦτα
“Θεοὺς δὲ δὴ τοὺς ὁρατοὺς, μεγίστους καὶ τιμιωτάτους καὶ ὀξύτατον ὁρῶντας πάντη, τοὺς πρώτους τὴν τῶν ἄστρων φύσιν λεκτέον, καὶ ὅσα μετὰ τούτων αἰσθανόμεθα γεγονότα, μετὰ δὲ τούτους καὶ ὑπὸ τούτοις ἑξῆς δαίμονας, ἀέριον δὲ γένος , ἔχον ἔδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας.”
Διὰ τούτων θεοὺς εἰπὼν εἰναι τοὺς δηλωθέντας περὶ τῆς πρώτης αὐτῶν συστάσεως φυσιολογῶν ἐν Τιμαίῳ τάδε διεξέρχεται
“Ὅ τι πυρ’ πρὸς τὸν ἀέρα, τοῦτο ἀὴρ πρὸς ὕδωρ, καὶ ὅ τι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς τὴν γῆν, ξυνέδησε καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν. καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι’ ἀναλογίας λογίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστ’ εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.”
Εἶτ’ ἐπιλέγει
“Ψυχὴν δ’ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντός τε ἔτεινε καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψε, καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἔρημον κατέστησε.”
Καὶ πάλιν ὑποβὰς ἐπιφέρει λέγων
“Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἔνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη, καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες, τες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γἐγονε· σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφορὰς , ἃς ἡ θατέρου περίοδος ᾔει.”
Καὶ ἐπιλέγει
‟Δεσμοῖς τε ἐμψύχοις σώματα δεθέντα ζῷα τό τε προσταχθὲν ἔμαθε.”
Καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων καθόλου περὶ πάσης ψυχῆς ἀποφαίνεται λέγων ὧδε
“Μεταβάλλει μέντοιγε πάνθ’ ὅσα μέτοχά ἐστι ψυχῆς , ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν· μεταβαλόντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον· μικρότερα μὲν τῶν ἠθῶν μεταβαλόντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα εἰς βάθος.”
Εἰ δὴ οὖν μεταβάλλει πάνθ’ ὅσα μέτοχά ἐστι ψυχῆς ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν, οὐρανὸς δὲ καὶ ἥλιος καὶ σελήνη μέτοχά ἐστι ψυχῆς κατ’ αὐτὸν τὸν Πλάτωνα, καὶ ταῦτα ἄρα μεταβάλλοι ἂν ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν κατὰ τὸν αὐτοῦ λόγον. πῶς οὖν πάλιν ἀιδίους αὐτοὺς εἶναι καὶ διὰ τοῦτο θεούς φησι, καίπερ ἐν σώματι φθαρτῷ ὄντας καὶ λυθῆναι οἴους τε;
λέγει δ’ οὖν πάλιν ἐν Τιμαίῳ
‘ Ἐπεὶ δ’ οὖν πάντες ὅσοι τε περιπολοῦσι φανεγένεσιν ρῶς καὶ ὅσοι φαίνονται καθ’ ὅσον ἂν ἐθέλωσι θεοὶ ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε· θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ μὴ θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν· τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὖν οὐκ ἐστὲ, οὐδ’ ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε θανάτου μοίρας , τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἶς ὅτε ἐγίγνεσθε ξυνεθεῖσθε.”
ἑρμηνεύει δὲ ταῦτα διασαφῶν εἰς πλάτος ὁ τὰ Ἑβραίων πεπαιδευμένος Φίλων ὧδέ πη λέγων πρὸς λέξιν
‟Τινὲς ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας ὑπέλαβον εἶναι θεοὺς αὐτοκράτορας , οἷς τὰς τῶν γιγνομένων ἀπάντων αἰτίας ἀνέθεσαν. Μωσεῖ δ’ ὁ κόσμος ἔδοξεν εἷναι καὶ γεννητὸς, καὶ πόλις ἡ μεγίστη ἄρχοντας ἔχουσα καὶ ὑπηκόους· ἄρχοντας μὲν τοὺς ἐν οὐρανῷ πάντας, οἶον πλάνητες καὶ ἀπλανεῖς ἀστέρες· ὑπηκόους δὲ τὰς μετὰ σελήνην ἐν ἀέρι καὶ περιγείους φύσεις.
εἰ δ’ ἐσπούδασαν διὰ τῆς ἀπλανοῦς βαδίζειν ὁδοῦ, κἂν εὐθὺς ἔγνωσαν, ὅτι καθάπερ αἴσθησις ὑποδιάκονος νοῦ γέγονε, τὸν αὐτὸν τρόπον καὶ οἱ αἰσθητοὶ πάντες ὑπηρέται τοῦ νοητοῦ συνέστησαν.
Καὶ ἐπάγει λέγων
“Ὥσθ’ ὑπερβάντες τῷ λογισμῷ πᾶσαν τὴν ὁρατὴν οὐσίαν ἐπὶ τὴν τοῦ ἀειδοῦς καὶ ἀοράτου καὶ μόνῃ διανοίᾳ καταληπτοῦ τιμὴν ἴωμεν, ὅς οὐ μόνον θεός ἐστι νοητῶν τε καὶ αἰσθητῶν, ἀλλὰ καὶ ἁπάντων δημιουργός. ἐὰν δέ τις τὴν τοῦ ἀιδίου καὶ ποιητοῦ θεραπείαν ἄλλῳ προσνέμῃ νεωτέρῳ καὶ γεννητῷ, φρενοβλαβὴς ἀναγεγράφθω καὶ ἔνοχος ἀσεβείᾳ τῇ μεγίστῃ.”
καίτοι παρῆν τῷ καταμέμφεσθαι παρεσκευασμένῳ μυρί’ ἄττα καταιτιᾶσθαι , οἷα τὰ σεμνὰ καὶ σοφὰ αὐτῷ περὶ γυναικῶν ἐν Πολιτείᾳ διατεταγμένα, ἢ οἶα τὰ περὶ ἔρωτος ἐκθέσμου σεσεμνολογημένα ἐν Φαίδρῳ. σὺ δ’, εἰ καὶ τούτων ἐπακοῦσαι ποθεῖς, ἀνάγνωθι τάσδε αὐτοῦ λαβὼν τὰς φωνάς
‟Ἴσως δὴ, εἶπον, παρὰ τὸ εἰωθὸς γελοῖα ἂν φαίνοιτο πολλὰ περὶ τὰ νῦν δὴ λεγόμενα, εἰ πράξεται ᾗ λέγεται. Καὶ μάλα, ἔφη. Τίδ’, ἦν δ’ ἐγὼν, γελοιότατον αὐτῶν ὁρᾷς; ἢ δῆλα δὴ ὅτι γυμνὰς τὰς γυναῖκας ἐν ταῖς παλαίστραις γυμναζομένας μετὰ τῶν ἀνδρῶν, οὐ μόνον τὰς νέας, ἀλλ’ ἤδη καὶ τὰς πρεσβυτέρας, ὥσπερ τοὺς γέροντας ἐν τοῖς γυμνασίοις, ὅταν ῥυσοὶ καὶ μὴ ἡδεῖς τὴν ὄψιν ὅμως φιλογυμναστῶσι.”
Καὶ ἐπιλέγει ἑξῆς
“Ο δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς ταῖς γυναιξὶ τοῦ βελτίστου ἕνεκα γυμναζομέναις , ἅτε δὴ τοῦ γελοίου σοφίας δρέπων καρπὸν, οὐδὲ οἶδεν, ὡς ἔοικεν , ἐφ’ ᾦ γελᾷ.”
Φησὶ δὲ καὶ ἐν ἑβδόμῳ τῶν Νόμων
“ ‘Ως ἄρα δεήσει τοὺς παῖδας καὶ τὰς παῖδας ὀρχεῖσθαι δηλαδὴ καὶ γυμνάξεσθαι μανθάνειν· καὶ τοῖς μὲν παιςὲν ὀρχησταὶ, ταῖς δὲ ὀρχηστρίδες ἄν εἶεν πρὸς τὸ διαπονεῖν οὐκ ἀνεπιτηδειότερον.”
Τίθησι δ’ ἐν αὐτῷ καὶ τάδε
“Ἡ δὲ αὖ που παρ’ ἠμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδείᾳ, οὐκ ᾠήθη δεῖν κεναῖς χερςὶν ἀθύρειν, κανοπλίᾳ δὲ παντελεῖ κοσμηθεῖσα οὕτω τὴν ὄρχησιν διαπεραίνειν· ἅ δὴ πάντως μιμεῖσθαι πρέπον ἄν εἴη κόρους τε ἅμα καὶ κόρας.”
Καὶ πολεμεῖν δὲ γυναιξὶν ὧδὲ πη νομοθετεῖ
“Ἐν δὲ τούτοις μισθοῖς, οἰκοῦντας ξένους, διδάσκειν τε πάντα ὅσα πρὸς τὸν πόλεμόν ἐστι μαθήματα τοὺς φοιτῶντας ὅσα τε πρὸς μουσικὴν, οὐχ ὅν μὲν ἄν ὁ πατὴρ βούληται, φοιτῶντα, ὃν δ' ἄν μὴ, ἐῶντα τῆς παιδείας, ἀλλὰ τὸ λεγόμενον πάντα ἄνδρα καὶ παῖδα κατὰ τὸ δυνατὸν, ὡς τῆς πόλεως μᾶλλον ἤ τῶν γεννητόρων ὄντας, παιδευτέον ἐξ ἀνάγκης.
ταυτὰ δὲ δὴ καὶ περὶ θηλειῶν ὁ μὲν ἐμὸς νόμος ἄν εἴποι πάντα, ὅσαπερ καὶ περὶ τῶνἀρρένων, ἴσα καὶ τὰς θηλείας ἀσκεῖν δεῖν· καὶ οὐδὲν φοβηθεὶς εἴποιμ’ ἄν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστικῆς, ὡς ἀνδράσι μὲν πρέπον ἄν εἴη, γυναιξὶ δὲ οὐκ ἄν πρέπον.”
Καὶ πάλιν ἑξῆς ὑποβάς φησι
“Γυμνάσια τιθῶμεν καὶ τὰ περὶ τὸν πόλεμον 25 πάντα τοῖς σώμασι διαπονήματα τοξικῆς τε καὶ πάσης ῥίψεως καὶ πελταστικῆς καὶ ἁπάσης ὁπλομαχίας καὶ διεξόδων τακτικῶν καὶ ἁπάσης πορείας στρατοπέδων καὶ στρατοπεδεύσεων καὶ ὅσα εἰς ἱππικὴν μαθήματα ξυντείνει. πάντων γὰρ τούτων διδασκάλους τε εἶναι δεῖ κοινοὺς, ἀρνυμένους μισθὸν παρὰ τῆς πόλεως, καὶ τούτων μαθητἀς τοὺς ἐν τῇ πόλει παῖδᾴς τε καὶ ἄνδρας, καὶ κόρας καὶ γυναῖκας πάντων τούτων ἐπιστημονας· κόρας μὲν οὔσας ἔτι πάσαν ἐν ὅπλοις ὄρχησιν καὶ μάχην μεμελετηκυίας, γυναῖκας δὲ διεξόδων καὶ τάξεων καὶ θέσεως καὶ ἀναιρέσεως ὅπλων ἡμμένας.”
Ἀλλ’ οὐδὲ τούτοις ὁ Ἑβραίων ἐπινεύσειε λόγος, ἀντιφθέγξεται δὲ τἀναντία, μηδ’ ἐπ’ ἀνδρῶν ῥώμαις, μὴ ὅτι γε γυναικῶν τὴν ἐν πολέμοις ἀνατιθεὶς κατόρθωσιν, πάντα δὲ εἰς θεὸν ἀνάγων καὶ τὴν παρὰ τοῦδε συμμαχίαν. λέγει δ’ οὐν ‟ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἶ οἰκοδομοῦντες αὐτόν. ἐὰν μὴ κύριος φυλάξῃ πόλιν , εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.
ὁ δέ γε θαυμαστὸς φιλόσοφος θέα ὡς καὶ εἰς τὸν γυμνικὸν εἰσάγει τὰς γυναῖκας ἀγῶνα, ὧδέ πη λέγων
“Γυναιξὶ Γυναιξὶ δὲ, κόραις μὲν ἀνήβοις γυμναῖς στάδιον καὶ δίαυλον καὶ ἔφιππον καὶ δόλιχον, ἐν αὐτῷ τῷ δρόμῳ ἁμιλλωμέναις· ταῖς δὲ τριακαιδεκέτεσι μέχρι γάμου μενούσαις κοινωνίας, μὴ μακρότερον εἴκοσιν ἐτῶν μηδ’ ἔλαττον ὀκτωκαίδεκα· πρεπούσῃ δὲ στολῇ ταύταις ἐσταλμέναις καταβατέον ἐπὶ τὴν ἅμιλλαν τούτων τῶν δρόμων.
Καὶ ἑξῆς εἰπὼν
“ Ταυτὸν δὴ καὶ τοὺς περὶ ὁπλομαχίαν ἄκρους παρακαλοῦντας, χρὴ τούτους νομοθετεῖν κελεύειν·”
ἐπιφέρει λέγων
‟Τὰ αὐτὰ δὲ καὶ περὶ τῶν θηλειῶν ἔστω νομοθετούμενα, τῶν μέχρι γάμων.”
Εἶτα πάλιν τούτοις ἑξῆς συνάψας τοὺς περὶ πελταστικῆς καὶ παγκρατίου καὶ τόξου λίθων τε ἐκ χειρὸς βολῆς καὶ διὰ σφενδόνης νόμους, ἵππων τε πέρι ἀγῶνος, πάλιν κἀνταῦθα περὶ τῶν θηλειῶν ἐπάγει λέγων
‘Θηλείας δὲ περὶ τούτων νόμοις μὲν καὶ ἐπιτάξεσιν οὐκ ἄξια βιάζεσθαι τῆς κοινωνίας· ἐὰν δὲ ἐξ αὐτῶν τῶν ἔμπροσθεν παιδευμάτων εἰς ἔθος ἰόντων ἡ φύσις ἐνδέχηται καὶ μὴ δυσχεραίνῃ παῖδας ἢ παρθένους κοινωνεῖν, ἐᾶν καὶ μὴ ψέγειν.”
Τοσαῦτα τοῦ Πλάτωνος τὰ περὶ γυναικῶν. τοῦ δ’ αὐτοῦ καὶ ὁ θαυμάσιος ὅδε τυγχάνει νόμος
Ἐάν τις παῖδας θηλείας καταλίπῃ, δἰ ἀδελφῶν τε καὶ ἀδελφιδῶν ἐπανιὼν, ἔμπροσθεν μὲν τῶν ἀρρένων, ὕστερον δὲ θηλειῶν ἐνὶ γένει· τὴν δὲ τοῦ τῶν γάμων χρόνου συμμετρίαν τε καὶ ἀμετρίαν δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς θηλείας.”
Ἀλλὰ καὶ ἐν ταῖς ἑορταῖς δεῖν αὐτάς φησι γυμνὰς χορεύειν ἐν ἕκτῳ τῶν Νόμων λέγων οὕτως
“Τῆς οὖν τοιαύτης σπουδῆς ἕνεκα χρὴ καὶ τὰς παιδιὰς ποιεῖσθαι χορεύοντάς τε καὶ χορευούσας, κούρους τε καὶ κόρας, καὶ ἅμα δὴ θεωροῦντάς τε καὶ θεωρουμένους μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχοὐσης εἰκυίας προφάσεις, γυμνοὺς καὶ γυμνὰς μέχρι περ αἰδοῦς σώφρονος ἑκάστων.”
Πρὸς τούτοις ἅπασιν ἐπάκουσον καὶ τῶνδε τῶν ἐν Πολιτείᾳ περὶ τοῦ κοινὰς εἶναι τὰς γυναῖκας νόμου.
“Tούτῳ, ἦν δ’ ἐγὼ, ἕπεται νόμος καὶ τοῖς ἔμπροσθεν τοῖς ἄλλοις, ὡς ἐγᾦμαι, ὅδε. Τίς; Τὰς γυναῖκας ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινὰς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν συνοικεῖν· καὶ τοὺς παῖδας αὖ κοινοὺς, καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ μήτε παῖδα γονέα.”
Καὶ ἑξῆς ἐπιλέγει
“Εἰκὸς, ἔφη. Σὺ μὲν τοίνυν, ἦν δ’ ἐγὼ, ὁ νομοθέτης αὐτοῖς, ὥσπερ τοὺς ἄνδρας, οὕτω καὶ τὰς γυναῖκας ἐκλέξας παραδώσεις καθόσον οἶόν τε ὁμοφυεῖς· οἱ δὲ, ἅτε οἰκίας τε καὶ ξυσσίτια κοινὰ ἔχοντες, ἰδίᾳ δὲ οὐδενὸς οὐδὲν τοιοῦτον κεκτημένου, ὁμοῦ δὴ ἔσονται, ὁμοῦ δὲ ἀναμεμιγμένων καὶ ἐν γυμνασίοις καὶ ἐν τῇ ἄλλῃ τροφῇ ὑπ’ ἀνάγκης, οἶμαι, τῆς ἐμφύτου ἄξονται πρὸς τὴν ἀλλήλων μίξιν. ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν; Οὐ γεωμετρικαῖς γε, ἠ δ’ ὃς, ἀλλ’ ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ πείθειν τε καὶ ἕλκειν τὸν πολὺν λεών.”
τί δ᾿ ἂν εἴποις μαθὼν ὡς καὶ μὴ ἐκφέρειν εἰς φῶς τὰ κυούμενα προστάττει, λέγων ὧδε;
“Γυναικὶ μὲν, ἦν δ᾿ ἐγὼ, ἀρξαμένῃ ἀπὸ εἰκοσαέτιδος μέχρι τεσσαρακονταέτιδος τίκτειν τῇ πόλει· ἀνδρὶ δὲ, ἐπειδὰν τὴν ὀξυτάτην δρόμου ἀκμὴν παρῇ, τὸ ἀπὸ τούτου γεννᾶν τῇ πόλει μέχρι πεντεκαιπεντηκονταέτους.”
Οἷς ἐπιλέγει
“ Ὅταν δὲ δὴ, οἶμαι , αἵ τε γυναῖκες καὶ οἱ ἄνδρες τοῦ γεννᾶν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς συγγίνεσθαι ᾗ ἂν ἐθέλωσι.”
Καὶ ἐπιλέγει
“ Διακελευσάμενοι προθυμεῖσθαι μάλιστα μὲν μὴ εἰς φῶς ἐκφέρειν κύημα μηδὲν, ἐὰν γένηται· ἐὰν δέ τις βιάσηται, οὕτω τιθέναι ὡς οὐκ οὔσης τροφῆς τῷ τοιούτω.”
Καὶ τὰ μὲν περὶ γυναικῶν ἀγωγῆς τοιαῦτα. τὰ δὲ περὶ ἔρωτος ἐκθέσμου ἐπάκουσον οἷα τυγχάνει
Καὶ ἐπιλέγει ἐξῆς
Ἐπιθυμεῖ δὲ ἐκείνῳ παραπλησίως μὲν, ἀσθενεστέρως δὲ, ὁρᾶν, ἅπτεσθαι, φιλεῖν, συγκατακεῖσθαι· καὶ δὴ, οἶον εἰκὸς, ποιεῖ τὸ μετὰ τοῦτο ταχὺ ταῦτα. ἐν οὖν τῇ συγκοιμήσει τοῦ μὲν ἐραστοῦ ὁ ἀκόλαστος ἵππος ἔχει ὅ τι λέγοι πρὸς τὸν ἡνίοχον, καὶ ἀξιοῖ ἀντὶ πολλῶν πόνων σμικρὰ ἀπολαῦσαι· ὁ δὲ τῶν παιδικῶν ἔχει μὲν οὐδὲν εἰπεῖν, σπαργῶν δὲ καὶ ἀπορῶν περιβάλλει τὸν ἐραστὴν καὶ φιλεῖ, ὡς σφόδρα εὔνουν ἀσπαζόμενος· ὅταν τε συγκατακέωνται, οἷός ἐστι μὴ ἀπαρνηθῆναι τὸ αὐτοῦ μέρος Χαρίσασθαι τῷ ἐρῶντι, εἰ δεηθείη τυγχάνειν. . . .
ἐὰν μὲν δὴ οὖν εἰς τεταγμένην δίαιταν καὶ φιλοσοφίαν νικήσῃ τὰ βελτίω τῆς διανοίας, μακάριον καὶ ὁμονοητικὸν τὸν ἐνθάδε βίον διάγουσιν, ἐγκρατεῖς ἑαυτῶν καὶ κόσμιοι ὄντες.”
Εἶτα μεθ’ ἕτερα ἐπιλέγει
“Ἐὰν δὲ διαίτῃ φορτικωτέρᾳ τε καὶ φιλοτίμῳ δὲ χρήσωνται, τάχ’ ἄν που ἐν μέθαις ἤ τινι ἄλλῃ ἀμελείᾳ τὼ ἀκολάστω αὐτοῖν ὑποζυγίω λαβόντε τὰς ψυχὰς ἀφρούρους, συναγαγόντε εἰς ταὐτὸ, τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν εἱλέσθην καὶ διεπραξάσθην· καὶ διαπραξαμένω τὸ λοιπὸν ἤδη χρῶνται μὲν αὐτῇ, σπάνια δὲ, ἅτε οὐ πάσῃ δεδογμένα τῇ διανοίᾳ πράττοντες.
φίλω μὲν οὑν καὶ τούτω, ἧττον δὲ ἐκείνων ἀλλήλοιν διά τε τοῦ ἔρωτος καὶ ἔξω γενομένω διάγουσι, πίστεις τὰς μεγίστας ἡγουμένω ἀλλήλοιν δεδωκέναι τε καὶ δεδέχθαι, ἃς οὐ θεμιτὸν εἶναι λύσαντας εἰς ἔχθραν ποτὲ ἐλθεῖν.
ἐν δὲ τῇ τελευτῇ ἄπτεροι μὲν, ὡρμηκότες δὲ πτεροῦσθαι ἐκβαίνουσι τοῦ σώματος, ὥστε οὐ σμικρὸν ἆθλον τῆς ἐρωτικῆς μανίας φέρονται. εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διαγαγόντας εὐδαιμονεῖν μετ’ ἀλλήλων πορευομένους, καὶ ὁμοπτέρους ἔρωτος χάριν. ταῦτα τοσαῦτα, ὦ παῖ, καὶ οὕτω θεῖά σοι δωρήσεται ἡ παρ’ ἐραστοῦ φιλία.”
“Ὅ τι δ’ ἂν ὁ θεὸς, φησὶν, ἀναιρῇ περί τῶν κτημάτων καὶ τοῦ κινήσαντος, τοῦθ’ ἡ πόλις ὑπηρετοῦσα ταῖς μαντείαις δράτω τοῦ θεοῦ. καὶ ἐὰν μὲν ἐλεύθερος ὁ μηνύσας ᾖ, δόξαν ἀρετῆς κεκτήσθω, μὴ μηνύων δὲ κακίας· δοῦλος δὲ ἂν ᾖ, ὁ μηνύσας μὲν ἐλεύθερος ὑπὸ τῆς πόλεως ὀρθῶς γίγνοιτ’ ἂν, ἀποδιδούσης τῷ δεσπότῃ τὴν τιμήν· μὴ μηνύων δὲ θανάτῳ ζημιούσθω.”
Κἀνταῦθα μὲν ἐζημίωται θανάτῳ οὐχ ὁ παρακινήσας τι τῶν ἀπειρημένων, ἀλλ’ ὁ ἑτέρου πλημμελήσαντος μὴ καταμηνύσας. καὶ ἄλλως δὲ καθαρὸν ἀποφαίνει δεσπότην, εἰ τὸν ἴδιον δοῦλον θυμῷ φονεύσειε. λέγει δ’ οὖν
“ Δοῦλον δὲ κτείνας ἑαυτοῦ μὲν καθηράσθω, ἐὰν δὲ ἀλλότριον θυμῷ, διπλῇ τὸ βλάβος ἐκτισάτω τῷ κεκτημένῳ.”
Καὶ τοῦτο δὲ ἐπάκουσον αὐτοῦ τῶν νόμων, οὓς περὶ φονέων διετάξατο
“Ἂ ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, δὲ πεπραγμένον ἀπροβουλεύτως ὀργῇ τινι γένηται πραχθὲν, τὰ μὲν ἄλλα, καθάπερ ἄνευ θυμοῦ κτείναντι προσῆκέ τῳ πάσχειν, πασχέτω· δύο δ’ ἐξ ἀνάγκης ἔτη φευγέτω, κολάζων τὸν αὑτοῦ θυμόν.”
Καὶ τούτῳ προστίθησιν ἐξῆς ἕτερον τοιόνδε νόμον
“Ὁ δὲ θυμῷ μὲν, μετ’ ἐπιβουλῆς δὲ κτείνας, τὰ μὲν ἄλλα κατὰ τὸν ἔμπροσθεν αὖ, τρία δὲ ἔτη, καθάπερ ἅτερος ἔφευγε τὰ δύο, φευγέτω, μεγέθει θυμοῦ πλείω τιμωρηθεὶς Χρόνον.”
Εἶθ’ ἑξῆς περὶ τοῦ δεύτερον φονεύσαντος τοιάδε νομοθετεῖ
“Ἐὰν δὲ αὖθίς ποτε κατελθὼν ὁπότερος αὐτοῖν ἡττηθεὶς ὀργῇ πράξῃ ταὐτὸν τοῦτο, φυγὼν μηκέτι κατέλθῃ.”
Καὶ πάλιν ἑξῆς φησιν
‘Ἐὰν δὲ, ὃ γίγνεται μὲν, ὀλιγάκις δὲ, διὰ θυμὸν πατὴρ ἢ μήτηρ υἱὸν ἢ θυγατέρα πληγαῖς ἤ τινι τρόπῳ βιαίῳ κτείνῃ, καθάρσεις μὲν τὰς αὐτὰς τοῖς ἄλλοις καθαίρεσθαι καὶ ἐνιαυτοὺς τρεῖς ἀπενιαυτεῖν, κατελθόντων δὲ τῶν κτεινάντων ἀπαλλάττεσθαι γυναῖκά τε ἀπὸ ἀνδρὸς καὶ τὸν ἄνδρα ἀπὸ γυναικὸς, καὶ μήποτ’ ἔτι κοινῇ παιδοποιήσασθαι.”
Καὶ τούτοις ἐπιφέρει
“Γυναῖκα δὲ γαμετὴν ἐὰν ἀνὴρ δι’ ὀργὴν κτείνῃ τινὰ, ἢ γυνή τις ἑαυτῆς ἄνδρα ταὐτὸν τοῦτο ὡσαύτως ἐργάσηται, καθαίρεσθαι τοὺς αὐτοὺς καθαρμοὺς, τριετεῖς δὲ ἀπενιαυτήσεις διατελεῖν. κατελθὼν δὲ ὁ τοιοῦτό τι δράσας τοῖς αὑτοῦ παισὶν ἱερῶν μὴ κοινωνείτω, μηδὲ ὁμοτράπεζος γιγνέσθω ποτέ.
καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφὴν, ἢ ἀδελφὴ ἀδελφὸν ἢ ἀδελφὴν θυμῷ κτείνῃ, τὰ μὲν τῶν καθαρμῶν καὶ ἀπενιαυτήσεων, καθάπερ εἴρηται τοῖς γονεῦσι καὶ τοῖς ἐκγόνοις, εἰρήσθω δεῖν γίγνεσθαι καὶ τούτοις ὧν ἀδελφούς τε ἀδελφῶν καὶ γονέας ἐστέρηκε παίδων, τούτοις δὲ συνέστιος αὐτοῖς αὐτὸς μηδέποτε γιγνέσθω, μηδὲ κοινωνὸς ἱερῶν. —
ἀδελφὸς δὲ ἐὰν ἀδελφὸν κτείνῃ ἐν στάσεσι μάχης γενομένης, ἤ τινι τοιούτῳ τρόπῳ, ἀμυνόμενος ἄρχοντα χειρῶν πρότερον, καθάπερ πολέμιον ἀποκτείνας ἔστω καθαρός. καὶ ἐὰν πολίτης πολίτην ὡσαύτως, ἢ ξένος ξένον. ἐὰν δὲ ἀστὸν ξένος, ἢ ξένον ἀστὸς ἀμυνόμενος κτείνῃ, κατὰ τὰ αὐτὰ ἔστω τοῦ καθαρὸς εἶναι· καὶ ἐὰν δοῦλος δοῦλον, ὡσαύτως. ἐὰν δὲ αὖ δοῦλος ἐλεύθερον ἀμυνόμενος ἀποκτείνῃ, καθάπερ ὁ κτείνας πατέρα τοῖς αὐτοῖς ἔνοχος ἔστω νόμοις. —
Ὃς ἂν ἐκ προνοίας τε καὶ ἀδίκως ὁντιναοῦν τῶν ἐμφυλίων αὐτόχειρ κτείνῃ, πρῶτον μὲν τῶν νομίμων εἰργέσθω, μήτε ἀγορὰν μήτε ἱερὰ μήτε λιμένας μήτε ἄλλον κοινὸν σύλλογον μηδένα μιαίνων, ἐάν τέ τις ἀπαγορεύῃ τῷ δράσαντι ταῦτα ἀνθρώπων καὶ ἐὰν μή. ὁ γὰρ νόμος ἀπαγορεύει . . . ὁ δὲ μὴ ἐπεξιὼν δέον ἢ μὴ προαγορεύων εἰργέσθω τῶν ἐντὸς ἀνεψιότητος—τὸ δὲ δεύτερον ὑπόδικος τῷ θέλοντι τιμωρεῖν ὑπὲρ τοῦ τελευτήσαντος γιγνέσθω.—Γυνὴ δὲ ἄνδρα ἑαυτῆς ἐξ ἐπιβουλῆς τοῦ ἀποκτεῖναι τρώσασα, ἢ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα, φευγέτω ἀειφυγίαν.”
τοιαῦτα δὴ καὶ τὰ Μώσεως. αὖθις δὲ ὁ Πλάτων’ τίνα τρόπον καὶ δι’ ὁποῖα πληγαῖς ἀπαραιτήτοις αἰκίζεσθαι τὸν οἰκέτην προστάττει ἐπάκουσον
“Ὅταν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν ἢ τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται καρπούσθω· ἐὰν δὲ ἐξ ἄλλων πείσας, ἑπόμενος τῷ λόγῳ τῷ μὴ κινεῖν ὅ τι μὴ κατέθετο, ἐκεῖνος ἀεὶ ζημιούσθω. ἐὰν δὲ δοῦλος μὴ πείσας τὸν δεσπότην τῶν χωρίων ἅπτηταί του πῶν τοιούτων, κατὰ ῥᾶγα βοτρύων καὶ σῦκον συκῆς ἰσαρίθμους πληγὰς τούτοις μαστιγούσθω.”
Ὅσα μὲν εἰπεῖν τε καὶ ἀκοῦσαι ἦν ἀμφὶ τῆς κατὰ Πλάτωνα φιλοσοφίας τῆς τε τούτου πρὸς τὰ Ἑβραίων λόγια συμφωνίας, δι᾿ ἥν τὸν ἄνδρα καταπεπλήγμεθα, καὶ αὖ πάλιν τῆς πρὸς αὐτοὺς διαφω- νίας, δι᾿ ἣν οὐκ ἄν τις αὐτὸν εὖ φρονῶν ἀποδέξαιτο, διελθὼν ἐν τῷ πρὸ τούτου, μέτειμι νῦν ἐπὶ τὰς λοιπὰς αἱρέσεις τῶν παρ᾿ Ἕλλησιν ἐπὶ φιλοσοφίᾳ διαβοηθέντων.
καὶ τούτων αὖ πάλιν τὸν ἐκ τῆς ἀληθείας ὄλισθον οὐκ αὐτὸς οὐδὲ παρ᾿ ἐμαυτοῦ, διὰ δὲ τῆς αὐτῶν πάλιν τῶν Ἑλληνικῶν φωνῶν μαρτυρίας, σκοπεῖν τοῖς ἐντυγχάνουσι πρὸ ὀφθαλμῶν θήσω· οὐ μὲν δή τισι τῶν ἀνδρῶν ἀπεχθόμενος, ὧν γε καὶ μέγα θαῦμ’ ἔχειν ὁμολογῶ, ὅταν δὴ τοῖς ἄλλοις, οἷάπερ ἀνθρώποις, παραβάλλω τοὺς ἄνδρας·
ἐπὰν δὲ τοῖς Ἑβραίων θεολόγοις τε καὶ προφήταις, θεῷ τε τῷ διὰ τούτων καὶ μελλόντων προρρήσεις καὶ θαυμάτων ἐπιδείξεις πεποιημένῳ, ἀτὰρ δὴ καὶ μαθημάτων εὐσεβῶν δογμάτων τε ἀληθῶν διδασκαλίαν καταβεβλημένῳ, οὐκέτ’ οἶμαί τινα δεῖν εὐλόγως ἐπιμέμψασθαι, εἰ θεὸν πρὸ ἀνθρώπων καὶ ἀλήθειαν αὐτὴν πρὸ θνητῶν λογισμῶν τε καὶ στοχασμῶν τιμώμεθα.
τοῦτο δέ μοι πᾶν ὁ τῆς παρούσης Προπαρασκευῆς δείξειν πεφιλοτίμηται λόγος, εἰς ἀπόκρισιν ὁμοῦ καὶ ἀπολογίαν τῶν δὴ πευσομένων, τί δὴ ἄρα καλὸν ἢ σεμνὸν ἰδόντες ἐν τοῖς βαρβάρων γράμμασι τῆς πατρῴας καὶ εὐγενοῦς φιλοσοφίας, τῆς Ἑλλήνων λέγω, προκρίνειν αὐτὰ διανενοήμεθα. ἀλλὰ γὰρ ἤδη δι’ ἔργων ἡ ἀπόδειξις ἡμῖν χωρείτω.
αὐτίκα γοῦν μάλα θεασώμεθα ὅπως μὲν ὁ Πλάτων’ τοὺς πρὸ αὐτοῦ πρώτους ἔσκωπτεν, ὅπως δὲ τοὺς Πλάτωνος οἰκείους τε καὶ διαδόχους ἄλλοι· καὶ αὖ πάλιν ὅπως οἶ Πλάτωνος ἑταῖροι τὰ σοφὰ τῆς Ἀριστοτέλους πολυνοίας ἀπήλεγχον· ὅπως θ’ οἶ τὸν Ἀριστοτέλην καὶ τὸν Περίπατον αὐχοῦντες τὰ δοκοῦντα τοῖς τὴν ἐναντίαν πρεσβεύουσι τὸ μηθὲν ὄντα παρίστων.
καὶ τὰ δεινὰ δὲ καὶ ἀκριβῆ τῆς τῶν Στωïκῶν λεπτολογίας ὑφ’ ἑτέρων αὖ πάλιν ὄψει καταγελώμενα, πάντας τε πανταχόθεν κατὰ τῶν πέλας κονιομένους καὶ μάχην καὶ πάλην ἀνδρικώτατα συνισταμένους, ὡς διὰ Χειρῶν ἤδη καὶ γλώττης, ἢ μᾶλλον διὰ καλάμου καὶ μέλανος, τὸν κατὰ ἀλλήλων αὐτοὺς πόλεμον ἐπιτειχίζεσθαι, μονονουχὶ βάλλοντας καὶ βαλλομένους τοῖς διὰ λόγων δόρασί τε καὶ παντευχίαις.
περιέξει δ’ ἡμῖν τὸ στάδιον ἐν τῷ γυμνικῷ τῷδε ἀγῶνι γυμνοὺς ἀληθείας ἀπάσης πρὸς τοῖς δηλωθεῖσι καὶ τοὺς πᾶσιν ὁμοῦ τοῖς δογματικοῖς φιλοσόφοις ἐξ ἐναντίας ἀραμένους τὰ ὅπλα, τοὺς ἀμφὶ Πύρρωνα λέγω, μηδὲν εἶναι καταληπτὸν ἐν ἀνθρώποις ἀποφηναμένους, καὶ τούς τε κατ’ Ἀρίστιππον μόνα λέγοντας τὰ πάθη εἷναι καταληπτὰ, καὶ αὖ πάλιν τοὺς κατὰ Μητρόδωρον καὶ Πρωταγόραν μόναις δεῖν φάσκοντας ταῖς τοῦ σώματος πιστεύειν αἰσθήσεσι.
ἔμπαλιν δὲ τούτοις συναποδύσομεν τοὺς ἀμφὶ Ξενοφάνην καὶ Παρμενίδην τὴν ἐναντίαν παραταξαμένους καὶ τὰς αἰσθήσεις ἀνελόντας.
οὐ παρήσομεν δὲ οὐδὲ τοὺς τῆς ἡδονῆς προμάχους, ἀλλὰ καὶ τούτων τὸν ἀριστέα Ἐπίκουρον σὺν τοῖς εἰρημένοις καταλέξομεν. πρὸς ἅπαντας δὲ ὁμοῦ τοῖς σφετέροις αὐτῶν βέλεσι τὸν κατ’ αὐτῶν ἀντιθήσομεν ἔλεγχον.
καὶ τῶν ἐπίκλην δὲ φυσικῶν ἁπάντων ὁμοῦ τῶν τε δογμάτων τὰς διαφωνίας καὶ τῆς σπουδῆς τὴν ἀχρηστομάθειαν εἰς φανερὸν οἴσω, οὔ τι που μισέλλην οὐδὲ μισόλογος τις ὢν, πολλοῦ γε δέω, διαβολῆς δ’ αἰτίαν ἀπολυόμενος, ὅτι δὴ τῆς Ἑλληνικῆς παιδείας ἥκιστα μεταποιηθέντες τὰ Ἑβραίων λόγια προτετιμήκαμεν.
Οἱ μέν γε Ἑβραῖοι ἄνωθεν ἐξ αἰῶνος μακροῦ καὶ αὐτῆς, ὡς ἔπος εἰπεῖν, ἀπὸ πρώτης ἀνθρωπογονίας τὴν εὐσέβειαν καὶ ἀληθῆ φιλοσοφίαν ἀνηρευνηκότες, ἀκήρατον καὶ ἐπὶ τοὺς μετέπειτα ταύτην διατετηρήκασι, παῖς παρὰ πατρὸς θησαυρὸν λόγων ἀληθῶν ὑποδεξάμενοί τε καὶ φυλάξαντες, ὡς μήτ’ ἐπιθεῖναι μήτ’ ἀφελεῖν τινὰ τοῖς ἅπαξ κεκριμένοις τολμῆσαι.
οὔτ’ οὖν ὁ πάνσοφος Μώσης, πάντων μὲν Ἑλλήνων πρεσβύτατος ἀποφανθεὶς διὰ τῶν ἔμπροσθεν, πάντων δὲ ὕστατος τὴν ἡλικίαν τῶν πρὶν Ἑβραίων γεγονὼς, κινῆσαί τι καὶ μεταθεῖναι τῶν τοῖς προπάτορσι δοξάντων τῆς δογματικῆς πέρι θεολογίας διανενόηται, πλὴν ὅσον τοῖς ὑπ’ αὐτὸν ἀνθρώποις ἀγωγῆς βίου καταλλήλου τρόπον καί τινος μέσης πολιτείας νομοθεσίαν καταβαλέσθαι,
οὔθ’ οἱ μετὰc τόνδε προφῆται, μυρίαις ὅσαις ὕστερον ἐτῶν περιόδοις ἐκλάμψαντες, διάφωνόν τι ῥῆμα πρός τε σφᾶς αὐτοὺς ἢ πρὸς τὰ Μωσεῖ καὶ τοῖς πάλαι θεοφιλέσι νομισθέντα προέσθαι τῇ φωνῇ τετολμήκασιν.
ἀλλ’ οὐδὲ τὸ καθ’ ἡμᾶς διδασκαλεῖον, ἐκεῖθέν ποθεν ὁρμώμενον καὶ δι’ ἐνθέου δυνάμεως ὁμοῦ πᾶσαν Ἑλλάδα τε καὶ τὴν βάρβαρον ἐμπλῆσαν, διάφωνόν τι τοῖς πρόσθεν ἐμπεριείληφεν, εἰ μή τις φαίη ὅτι μὴ μόνον τοῖς δόγμασι τῆς θεολογίας, ἀλλὰ καὶ τῷ τρόπῳ τοῦ βίου τὴν αὐτὴν ἀγωγὴν τοῖς πρὸ Μώσεως θεοφιλέσιν Ἑβραίοις παραδίδωσι.
καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα, μιᾷ διανοίᾳ μιᾷ τε φωνῇ ὑπὸ τῶν πρώτων καὶ τῶν μέσων καὶ τῶν ὑστάτων μεμαρτυρημένα, τῆς ἀληθοῦς εὐσεβείας ὁμοῦ καὶ φιλοσοφίας τὸ βέβαιον ἁπάσαις ψήφοις ἐπισφραγίζεται, πληροῖ τε τὴν σύμπασαν οἰκουμένην, ὁσημέραι νεάζοντα καὶ ἀνθοῦντα, ὡς ἄρτι πρώτην ἀκμὴν καταβεβλημένα· καὶ οὔτε νόμων διατάξεις οὔτ’ ἐχθρῶν ἐπιβουλαὶ οὔτι πολεμίων πολλάκις ἀκονηθέντα ξίφη κρείττονα τῆς ὧν μετήλθομεν λόγων ἀρετῆς τὴν δύναμιν ἐπιδέδεικται.
τὰ δὲ τῆς Ἑλλήνων φιλοσοφίας ἐπὶ σαλεύσαντα τίνα ποτὲ τὴν ἰσχὺν ἐπεδείξατο νυνὶ θεασώμεθα, πρώτους ἁπάντων εἰς τὸν ἀγῶνα καθιέντες τοὺς φυσικοὺς ἐπικληθέντας· οἱ δὴ πρόσθεν ἢ Πλάτωνα διαλάμψαι λεγόμενοι ὅπως πρὸς ἀλλήλους ἐστασίασαν παρ’ αὐτοῦ μαθεῖν ἔστι τοῦ Πλάτωνος· ὃς δὴ τῶν ἀμφὶ Πρωταγόραν Ἡράκλειτόν τε καὶ τὴν πρὸς Παρμενίδην καὶ τοὺς ἀμφ’ αὐτὸν διαμάχην ἐξελέγχει.
ὁ δὲ Ἡράκλειτος ἀρχὴν τῶν πάντων ἔφη εἶναι τὸ πῦρ, ἐξ οὗ τὰ πάντα γίνεται, καὶ εἰς ὃ ἀναλύεται. ἀμοιβὴν γὰρ εἶναι τὰ πάντα, χρόνον τε ὡρίσθαι τῆς τῶν πάντων εἰς τὸ πῦρ ἀναλύσεως καὶ τῆς ἐκ τούτου γενέσεως.
οἵδε μὲν οὖν πάντα κινεῖσθαι ἔφασαν· ὁ δὲ Παρμενίδης, τὸ γένος Ἐλεάτης ὢν, ἕν μὲν εἶναι τὸ πᾶν, ἀγέννητον δὲ καὶ ἀκίνητον καὶ κατὰ σχῆμα σφαιροει- ’δες ὑπάρχειν ἐδογμάτιζε. Παρμενίδου δὲ Μέλισσος ἑταῖρος γέγονε, τὰ αὐτὰ τῷ Παρμενίδῃ δοξάζων. τούτων δὴ οὖν πέρι ὁποῖα ὁ Πλάτων’ ἐν τῷ Θεαιτήτῳ διέξεισιν ἄκουε
Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
πάντα εἴρηκεν ἔκγονα ῥοῆς τε καὶ κινήσεως. ἢ οὐ δοκεῖ τοῦτο λέγειν;
Ἔμοιγε.
Τίς οὖν ἂν ἔτι πρός γε τοσοῦτον στρατόπεδον καὶ στρατηγὸν Ὅμηρον δύναιτο ἀμφισβητήσας μὴ καταγέλαστος γενέοθαι;”
Εἶθ’ ἐξῆς προïὼν τῷ λόγῳ ἐπιφέρει λέγων
“ Προσιτέον οὖν ἐγγυτέρω, ὡς ὁ ὑπὲρ Πρωταγόρου λόγος ἐπέταττε, καὶ σκεπτέον τὴν φερομένην ταύτην οὐσίαν διακρούοντα, εἴτε ὑγιὲς εἴτε σαθρὸν φθέγγεται. μάχη δ’ οὖν περὶ αὐτῆς οὐ φαύλη οὐδ’ ὀλίγοις γέγονε.
Πολλοῦ καὶ δεῖ φαύλη εἶναι, ἀλλὰ περὶ μὲν τὴν c Ἰωνίαν ἐπιδίδωσι πάμπολυ. οἱ γὰρ τοῦ Ἡρακλείτον ἑταῖροι χορηγοῦσι τούτου τοῦ λόγου μάλα ἐρρωμένως.
Τῷ τοι, ὠ φίλε Θεόδωρε, μᾶλλον σκεπτέον καὶ ἐξ ἀρχῆς 9 ὥσπερ αὐτοὶ ὑποτείνονται.
Ἴσως, ὦ Θεόδωρε, τοὺς ἄνδρας μαχομένους ἑώρακας, εἰρηνεύουσι δὲ οὐ συγγέγονας· οὐ γάρ σοι ἑταῖροί εἰσιν. ἀλλ’, οἶμαι, τὰ τοιαῦτα τοῖς μαθηταῖς ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους αὑτοῖς ποιῆσαι.
Ποίοις μαθηταῖς, ὠ δαιμόνιε; οὐδὲ γίγνεται τῶν τοιούτων ἕτερος ἑτέρου μαθητὴς, ἀλλ’ αὐτόματοι ἀναφύονται, ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιάσας, καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται πάρα μὲν οὑν τούτων, ὅπερ ῃα ἔρων, οὐκ αν ποτε λάβοις λόγον οὔτε ἑκόντων οὔτε ἀκόντων· αὐτοὺς δὲ δεῖ παραλαβόντας ὥσπερ πρόβλημα ἐπισκοπεῖσθαι.
Οἷον ἀκίνητον τελέθει τῷ πάντ᾿ ὄνομ᾿ εἶναι,
Καὶ ἄλλα ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι Πᾶσι τούτοις διισχυρίζονται, ὡς ἕν τε πάντα ἐστὶ καὶ ἕστηκεν αὐτὸ ἐν ἑαυτῷ, οὐκ ἔχον χώραν ἐν ᾗ κινεῖται.
Τούτοις οὖν, ὦ ἑταῖρε, πᾶσι τί χρησόμεθα; Κατὰ σμικρὸν γὰρ προϊόντες λελήθαμεν ἀμφοτέρων εἰς τὸ μέσον πεπτωκότες, καὶ ἐὰν μή πη ἀμυνόμενοι διαφύγωμεν, δίκην δώσομεν ὥσπερ οἰ ἐν ταῖς παλαίστραις διὰ γραμμῆς παίζοντες, ὅταν ὑπ᾿ ἀμφοτέρων ληφθέντες ἕλκωνται εἰς τἀναντία.”
Ταῦτα μὲν ἐν Θεαιτήτῳ. Μεταβὰς δὲ ἑξῆς ἐπὶ Τὸν Σοφιστὴν αὖθις περὶ τῶν πρὸ αὐτοῦ γενομένων φυσικῶν φιλοσόφων τοιάδε φησίν
“Εὐκόλως μοι δοκεῖ Παρμενίδης ἡμῖν διειλέχθαι Καὶ πᾶς ὅστις ἡμῖν πώποτε ἐπὶ κρίσιν ὥρμησε τοῦ τὰ ὄντα διορίσασθαι πόσα τε καὶ ποῖά ἐστι. — Μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι, παισὶν ὡς οὖσιν ἡμῖν. ὁ μὲν ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πη, τοτὲ δὲ καὶ φίλα γιγνόμενα γάμους τε καὶ τόκους καὶ τροφὰς τῶν ἐκγόνων παρέχεται· δύο δὲ ἕτερος εἰπὼν, ὑγρὸν καὶ ξηρὸν ἢ θερμὸν καὶ ψυχρὸν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι. τὸ δὲ παρ’ ἡμῖν Ἐλεατικὸν ἔθνος ἅπαν, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων, οὕτω διεξέρχεται τοῖς μύθοις. Ἰάδες δέ τινες καὶ Σικελικαὶ ὕστερον Μοῦσαι ξυνενόησαν ὅτι συμπλέκειν ἀσφαλέστερον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἴν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται. διαφερόμενον γὰρ ἀεὶ ξυμφέρεται, φασὶν αἶ συντονώτεραι τῶν Μουσῶν· αἱ δὲ μαλακώτεραι τὸ μὲν ἀεὶ ταῦτα οὕτως ἔχειν ἐχάλασαν· ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπ’ Ἀφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός τι. ταῦτα δὲ πάντα εἰ μὲν ἀληθῶς τις ἢ μὴ τούτων εἴρηκε, χαλεπὸν καὶ πλημμελὲς οὕτω μεγάλα κλεινοῖς καὶ παλαιοῖς ἀνδράσιν ἐπιτιμᾶν.”
Καὶ μετὰ βραχέα ἐπιλέγει
“Τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μὴ πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δ’ ἱκανῶς ἐχέτω· τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵν᾿ ἐκ πάντων ἴδωμεν ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅ τι ποτέ ἐστιν.
Οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους.
Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἶον γιγαντομαχία τις εἷναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους.
Πῶς;
Οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες. τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτο εἶναι μόνον ὃ παρέχει πρόσ βολὴν καὶ ἐπαφήν τινα , ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι , τῶν δὲ ἄλλων εἴ τις φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν.
Ἦι δεινοὺς εἴρηκας ἄνδρας· ἤδη γὰρ καὶ ἐγὼ τούτων πλέον οἷς προσέτυχον.
Τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι· τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπὸ τούτων ἀλήθειαν κατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν ἀντὶ οὐσίας φερομένην τινὰ προσαγορεύουσιν. ἐν μέσῳ δὲ περὶ ταῦτα ἄπλετος ἀμφοτέρων μάχη τις, ὦ Θεαίτητε, ἀεὶ ξυνέστηκεν.
Ἀληθῆ.”
Διὰ δὴ τοσούτων τοὺς πρὸ αὐτοῦ φυσικοὺς φιλοσόφους διαβέβληκεν ὁ Πλάτων. ὁποίαν δὲ αὐτὸς περὶ τῶν ἐζητημένων ἐπήγετο δόξαν ἐν τοῖς πρὸ τούτου διειλήφαμεν, ὅτε συμφωνεῖν αὐτὸν τοῖς Ἐβραίων δόγμασι καὶ τῇ Μώσεως συντρέχειν περὶ τοῦ ὄντος διδασκαλίᾳ παριστῶμεν.
Καὶ τοὺς αὐτοῦ δὲ τοῦ Πλάτωνος διαδόχους φέρε τῷ λόγῳ θεωρήσωμεν. Πλάτωνά φασιν ἐν Ἀκα- δημίᾳ συστησάμενον τὴν διατριβὴν πρῶτον Ἀκαδημαϊκὸν κληθῆναι, καὶ τὴν ὀνομασθεῖσαν Ἀκαδημαϊκὴν φιλοσοφίαν συστήσασθαι. μετὰ δὲ Πλάτωνα Σπεύσιππον τὸν ἐξ ἀδελφῆς Πλάτωνος, τῆς Ποτώνης, εἶτα Ξενοκράτην, ἔπειτα Πολέμωνα τὴν διατριβῆν ὑποδέξασθαι.
τούτους δὲ ἀφ᾿ ἑστίας ἀρξαμένους εὐθὺς τὰ Πλατωνικά φασι παραλύειν, στρεβλοῦντας τὰ τῷ διδασκάλῳ φανέντα ξένων εἰσαγωγαῖς δογμάτων , ὥστε σοι μὴ εἰς μακρὸν ἐλπίζειν τὴν τῶν θαυμαστῶν ἐκείνων διαλόγων ἰσχὺν ἀποσβῆναι, ἅμα τε τῇ τοῦ ἀνδρὸς τελευτῇ καὶ τὴν τῶν δογμάτων διαδοχὴν συναποτελευτῆσαι· μάχης ἐντεῦθεν καὶ στάσεως ἀπὸ τῶνδε ἀρξαμένης, οὔποτε καὶ εἰς δεῦρο διαλειπούσης , τοὺς τὰ αὐτῷ φίλα ζηλοῦν ἀσπαζομένους οὐδένας μὲν ὄντας, πλὴν εἰ μὴ εἶς που ἢ δεύτερος ἐν ὅλῳ τῷ βίῳ, ἢ καί τινες ἄλλοι κομιδῇ βραχεῖς τὸν ἀριθμὸν, οὐδ᾿ αὐτοὶ πάμπαν ἀλλότριοι τῆς ἐπιπλάστου σοφιστείας· ἐπεὶ καὶ οἱ πρόσθεν τὸν Πλάτωνα διαδεξάμενοι τοιοίδε τινες διαβέβληνται.
Πολέμωνα γάρ φασι διαδέξασθαι Ἀρκεσίλαον, ὃν δὴ κατέχει λόγος ἀφέμενον τῶν Πλάτωνος δογμάτων ξένην τινὰ καὶ, ὥς φασι, δευτέραν συστήσασθαι Ἀκαδημίαν. φάναι γὰρ περὶ ἁπάντων ἐπέχειν δεῖν· εἶναι γὰρ πάντα ἀκατάληπτα καὶ τοὺς εἰς ἑκάτερα λόγους ἰσοκρατεῖς ἀλλήλοις, καὶ τὰς αἰσθήσεις δὲ ἀπίστους εἶναι καὶ πάντα λόγον. ἐπῄνει γοῦν ῾Ησιόδου τουτὶ τὸ ἀπόφθεγμα
κρύψαντες γὰρ ἔχουσι θεοὶ νόον ἀνθρώποισιν.
ἐπειρᾶτο δὲ καὶ παράδοξά τινα ἀνακαινίζειν.
μετὰ δὲ τὸν Ἀρκεσίλαον τοὺς ἀμφὶ Καρνεάδην καὶ Κλειτόμαχον, τῆς τῶν προτέρων δόξης ἀποτραπέντας, τρίτης Ἀκαδημίας αἰτίους γενέσθαι φασίν. ἔνιοι δὲ καὶ τετάρτην προστιθέασι τὴν τῶν περὶ τὸν Φίλωνα καὶ Χαρμίδην. τινὲς δὲ καὶ πέμπτην καταλέγουσι τὴν τῶν περὶ τὸν Ἀντίοχον.
Τοιαύτη μέν τις ἡ αὐτοῦ Πλάτωνος ὑπῆρξε διαδοχή. ὁποῖοι δὲ γεγόνασιν οἵδε τὸν τρόπον, ἀνάγνωθι τὰς ὧδε ἐχούσας Νουμηνίου τοῦ Πυθαγορείου φωνὰς, ἃς τέθειται ἐν τῷ πρώτῳ ὧν ἐπέγραψε ‘ Περὶ τῆς τῶν Ἀκαδημαϊκῶν πρὸς Πλάτωνα διαστάσεως.”
καὶ οὐ μὲν βούλομαί τι φλαῦρον εἰπεῖν διὰ Ξενοκράτην, μᾶλλον μὴν ὑπὲρ Πλάτωνος ἐθέλω. καὶ γάρ με δάκνει ὅτι μὴ πᾶν ἔπαθόν τε καὶ ἔδρων σώζοντες τῷ Πλάτωνι κατὰ πάντα πάντη πᾶσαν ὁμοδοξίαν. καίτοι ἄξιος ἦν αὐτοῖς ὁ Πλάτων’, οὐκ ἀμείνων μὲν Πυθαγόρου τοῦ μεγάλου, οὐ μέντοι ἴσως οὐδὲ φλαυρότερος ἐκείνου, ᾧ συνακολουθοῦντες σεφθέντες τε οἱ γνώριμοι ἐγένοντο πολυτιμητίζεσθαι αἰτιώτατοι τὸν Πυθαγόραν.
τοῦτο δὲ οἶ Ἐπικούρειοι οὐκ ὤφελον μὲν, μαθόντες δ’ οὖν ἐν οὐδενὶ μὲν ὤφθησαν Ἐπικούρῳ ἐναντία θέμενοι οὐδαμῶς, ὁμολογήσαντες δὲ εἶναι σοφῷ συνδεδογμένοι καὶ αὐτοὶ διὰ τοῦτο ἀπέλαυσαν τῆς προσρήσεως εἰκότως· ὑπῆρξέ τε ἐκ τοῦ ἐπὶ τοῖς μετέπειτα Ἐπικουρείοις μηδ’ αὐτοῖς εἰπεῖν πω ἐναντίον οὔτε ἀλλήλοις οὔτε Ἐπικούρῳ μηδὲν εἰς μηδὲν, ὅτου καὶ μνησθῆναι · ἄξιον· ἀλλ᾿ παρανόμημα, μᾶλλον δὲ ἀσέβημα, καὶ κατέγνωσται τὸ καινοτομηθέν. καὶ διὰ τοῦτο οὐδεὶς οὐδὲ τολμᾷ, κατὰ πολλὴν δὲ εἰρήνην αὐτοῖς ἠρεμεῖ τὰ δόγματα ὑπὸ τῆς ἐν ἀλλήλοις αἰεί ποτε συμφωνίας. ἔοικέ τε ἡ Ἐπικούρου διατριβὴ πολιτείᾳ τινὶ ἀληθεῖ, ἀστασιαστοτάτῃ, κοινὸν ἴνα νοῦν, μίαν γνώμην ἐχούσῃ· ἀφ’ ἧς ἦσαν καὶ εἰσὶ καὶ, ὡς ἔοικεν, ἔσονται φιλακόλουθοι.
πολὺ μέντοι τούτων πρότερον ταὐτὰ ἔπαθον οἶ ἀπὸ Σωκράτους ἀφελκύσαντες διαφόρους τοὺς λόγους, ἰδίᾳ μὲν Ἀρίστιππος, ἰδίᾳ δὲ Ἀντισθένης, καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοί τε καὶ Ἐρετρικοὶ, ἢ εἴ τινες ἄλλοι μετὰ τούτων.
αἴτιον δὲ, ὅτι τρεῖς θεοὺς τιθεμένου Σωκράτους καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ ῥυθμοῖς, οἶ διακούσαντες τοῦτο μὲν ἠγνόουν, ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῆ καὶ ἀπὸ τῆς νικώσης αἰεὶ προστυχῶς ἄλλοτε ἄλλης τύχης, ὅπως πνέοι.
τοῦτο δὲ χρὴ μαθόντας ἡμὰς ἐπενεγκεῖν ἐκεῖσε μᾶλλον τὴν γνώμην, καὶ ὥσπερ ἐξ ἀρχῆς προυθέμεθα χωρίζειν αὐτὸν Ἀριστοτέλους καὶ Ζήνωνος, οὕτω καὶ νῦν τῆς Ἀκαδημίας, ἐὰν ὁ θεὸς ἀντιλάβηται, Χωρίζοντες ἐάσομεν αὐτὸν ἐφ’ ἑαυτοῦ νῦν εἶναι Πυθαγόρειον· ὡς νῦν μανικώτερον ἢ Πενθεῖ τινι προσῆκε διελκόμενος πάσχει μὲν κατὰ μέλη, ὅλος δ’ ἐξ ὅλου ἑαυτοῦ μετατίθεταί τε καὶ ἀντιμετατίθεται οὐδαμῶς.
ὅπως οὖν ἀνὴρ μεσεύων Πυθαγόρου καὶ Σωκράτους, τοῦ μὲν τὸ σεμνὸν ὑπαγαγὼν μέχρι τοῦ φιλανφρώπου, τοῦ δὲ τὸ κομψὸν τοῦτο καὶ παιγνιῆμον ἀναγαγὼν ἀπὸ τῆς εἰρωνείας εἰς ἀξίωμα καὶ ὄγκον, καὶ αὐτὸ τοῦτο κεράσας Σωκράτει Πυθαγόραν, τοῦ μὲν δημοτικώτερος, τοῦ δὲ σεμνότερος ὤφθη.
“ Ἀλλ’ “Ἀλλ᾿ οὐ γάρ τι ταῦτα διαιτήσων περὶ τούτων οὔσης νῦν μοι τῆς ζητήσεως· ἃ δὲ προυδέδοκτο καὶ εἶμι ἐκεῖσε, ἢ δὴ φροῦδος ἀναδραμεῖν δοκῶ μοι, μὴ καί που ἀποκρουσθῶμεν τῆς ὁδοῦ τῆς φερούσης.
Πολέμωνος δὲ ἐγένοντο γνώριμοι Ἀρκεσίλαος καὶ Ζήνων· πάλιν γὰρ αὐτῶν μνησθήσομαι ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει, εἶτα δὲ Πολέμωνι φοιτῆσαι, αὖθις δὲ παρὰ Κράτητι κυνίσαι· νυνὶ δὲ αὐτῷ λελογίσθω ὅτι καὶ Στίλπωνός τε μετέσχε καὶ τῶν λόγων τῶν Ἡρακλειτείων.
ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέμωνι ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς ἀλλήλους μάχην ὁ μὲν Ἡράκλειτον καὶ Στίλπωνα ἅμα καὶ Κράτητα, ὄν ὑπὸ μὲν Στίλπωνος ἐγένετο μαχητῆς, ὑπὸ δὲ Ἡρακλείτου αὐστηρὸς, κυνικὸς δὲ ὑπὸ Κράτητος· ὁ δ’ Ἀρκεσίλαος Θεόφραστον ἴσχει καὶ Κράντορα τὸν Πλατωνικὸν καὶ Διόδωρον, εἶτα Πύρρωνα, ὧν ὑπὸ μὲν Κράντορος πιθανουργικὸς, ὑπὸ Διοδώρου δὲ σοφιστὴς, ὑπὸ δὲ Πύρρωνος ἐγένετο παντοδαπὸς καὶ ἴτης καὶ οὐδέν.
ὃ καὶ ἐλέγετο περὶ αὐτοῦ ᾀδόμενόν τι ἔπος παραγωγὸν καὶ ὑβριστικον,
πρόσθε Πλάτων’, ὄπιθεν Πυρρῶν, μέσσος Διόδωρος.
Τίμων δὲ καὶ ὑπὸ Μενεδήμου τὸ ἐριστικόν φησι λαβόντα ἐξαρτυθῆναι, εἴπερ γε δή φησι περὶ αὐτοῦ
τῇ μὲν ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλυβδον
θεύσεται, ἢ Πύρρωνα τὸ πὰν κρέας, ἢ Διόδωρον.
ταῖς οὖν Διοδώρου, διαλεκτικοῦ ὄντος, λεπτολογίαις τοὺς λογισμοὺς τοὺς πύρρωνος καὶ τὸ σκεπτικὸν καταπλέξας διεκόσμησε λόγου δεινότητι τῇ Πλάτωνος φλήναφόν τινα κατεστωμυλμένον, καὶ ἔλεγε καὶ ἀντέλεγε, καὶ μετεκυλινδεῖτο κἀκεῖθεν κἀντεῦθεν, ἑκατέρωθεν, ὁπόθεν τύχοι, παλινάγρετος καὶ δύσκριτος καὶ παλίμβολός τε ἅμα καὶ παρακεκινδυνευμένος, οὐδέν τε εἰδὼς, ὡς αὐτὸς ἔφη, γενναῖος ὤν· εἶτά πως ἐξέβαινεν ὅμοιος τοῖς εἰδόσιν, ὑπὸ σκιαγραφίας τῶν λόγων παντοδαπὸς πεφαντασμένος.”
Τοῦ τε Ὁμηρικοῦ Τυδείδου ὁποτέροις μετείη ἀγνοουμένου, οὔτε εἰ Τρῶσίν ὁμιλέοι οὔτε εἰ καὶ Ἀχαιοῖς, οὐδὲν ἧττον Ἀρκεσίλαος ἠγνοεῖτο. τὸ γὰρ ἕνα τε λόγον καὶ ταὐτόν ποτ’ εἰπεῖν οὐκ ἐνῆν ἐν αὐτῷ, οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί πω τὸ τοιοῦτο δεξιοῦ οὐδαμῶς. ὠνομάζετο οὖν
δεινὸς σοφιστὴς, τῶν ἀγυμνάστων σφαγεύς.
ἦν οὖν ὕδραν τέμνων ἑαυτὸν καὶ τεμνόμενος ὑφ᾿ ἑαυτοῦ, ἀμφότερα ἀλλήλων δυσκρίτως, καὶ τοῦ δέοντος ἀσκέπτως, πλὴν τοῖς ἀκούουσιν ἤρεσεν, ὁμοῦ τῇ ἀκροάσει εὐπρόσωπον ὄντα θεωμένοις· ἦν οὖν ἀκουόμενος καὶ βλεπόμενος ἥδιστος , ἐπεί τε προσειθίσθησαν ἀποδέχεσθαι αὐτοῦ τοὺς λόγους ἰόντας ἀπὸ καλοῦ προσώπου τε καὶ στόματος οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης.
δεῖ δὲ ταῦτα ἀκοῦσαι μὴ ἁπλῶς, ἀλλ᾿ ἔσχεν ὧδε ἐξ ἀρχῆς. συμβαλὼν γὰρ ἐν παισὶ Θεοφράστῳ, ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικὰ, διὰ τὸ καλὸς εἶναι , ἔτι ὢν ὡραῖος , τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαικοῦ, προσεχώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυὴς, τρεχούσῃ χρησάμενος αὐτῇ ῥᾳδίᾳ, θερμουργὸς ὑπὸ φιλονεικίας, μετασχὼν μὲν ρου εἰς τὰ πεπανουργημένα πιθάνια ταῦτα τὰ κομψὰ, ὡμιληκὼς δὲ Πύρρωνι· (ὁ δὲ Πυρρῶν ἐκ Δημοκρίτου ὥρμητο ὁπόθεν γέ ποθεν·) οὗτος μὲν δὴ ἔνθεν καταρτυθεὶς, πλὴν τῆς προσρήσεως, ἐνέμεινε Πύρρωνι, ὡς τῇ πάντων ἀναιρέσει.
Μνασέας γοῦν καὶ Φιλόμηλος καὶ Τίμων οἶ σκεπτικοὶ σκεπτικὸν αὐτὸν προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, ἀναιροῦντα καὶ αὐτὸν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὸ πιθανόν.
λεχθεὶς οὖν αἰτίᾳ τῶν Πυρρωνείων Πυρρώνειος, αἰδοῖ τοῦ ἐραστοῦ ὑπέμεινε λέγεσθαι Ἀκαδημαϊκὸς ἔτι. ἦν μὲν τοίνυν Πυρρώνειος , πλὴν τοῦ ὀνόματος· ᾿Ακαδημαϊκὸς δ᾿ οὐκ ἦν , πλὴν τοῦ λέγεσθαι. οὐ γὰρ πείθομαι, τοῦ Κνιδίου Διοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις Διατριβαῖς Ἀρκεσί- λαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ σοφιστοῦ ἐπεισιόντων τοῖς φιλοσοφοῦσι καὶ οὐδὲν ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβηθέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδὲν μὲν δόγμα ὑπειπεῖν φαινόμενον, ὥσπερ δὲ τὸ μέλαν τῆς σηπίας προβαλέσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. τοῦτ᾿ οὖν ἐγὼ οὐ πείθομαι.
σὺν δ᾿ ἔβαλον ῥινοὺς, σὺν δ᾿ ἔγχεα, καὶ μένε᾿ ἀνδρῶν
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντ᾿ ἀλλήλῃσι, πολὺς δ᾿ ὀρυμαγδὸς ὀρώρει.
ἀσπὶς ἄρ᾿ ἀσπίδ᾿ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ᾿ ἀνήρ
ἐδνοπάλιζεν.
ἔνθα δ᾿ ἅμ᾿ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
ὀλλύντων τε καὶ ὀλλυμένων ,
τῶν Στωϊκῶν·
οἱ᾿ Ἀκαδημαϊκοὶ γὰρ οὐκ ἐβάλλοντο ὑπ᾿ αὐτῶν, ἀγνοούμενοι ᾗ ἦσαν ἁλῶναι δυνατώτεροι. ἡλίσκοντο δὲ, τῆς βάσεως αὐτοῖς σεισθείσης, εἰ μήτε ἀρχὴν ἕλοιεν μήτε μάχεσθαι ἀφορμήν. ἡ μὲν δὴ ἀρχὴ ἦν τὸ μὴ Πλατωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι· τὸ δὲ μηδ᾿ ἔχειν τινὰ ἀφορμὴν, ἣν εἷπον μόνον ἕν τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταληπτικῆς φαντασίας ἀφελόντες.
ὅπερ νῦν μὲν οὐκ ἔστι μηνύειν μοι ἐν καιρῷ, μνησθήσομαι δ’ αὐτοῦ αὖθις ἐπὰν κατὰ τοῦτο μάλιστα γενέσθαι μέλλω. διαστάντες δ’ οὖν εἰς τὸ φανερὸν ἔβαλλον ἀλλήλους οὐχ οἶ δύο, ἀλλ’ ὁ Ἀρκεσίλαος τὸν Ζήνωνα. ὁ γὰρ Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρὺ καὶ Κηφισοδώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ ὁ Κηφισόδωρος, ἐπειδὴ ὑπ’ Ἀριστοτέλους βαλλόμενον ἑαυτῷ τὸν διδάσκαλον Ἰσοκράτην ἐώρα, αὐτοῦ μὲν Ἀριστοτέλους ἦν ἀμαθὴς καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ καθορᾶν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα, οἰηθεὶς κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει μὲν Ἀριστοτέλει, ἔβαλλε δὲ Πλάτωνα, καὶ κατηγόρει ἀρξάμενος ἀπὸ τῶν ἰδεῶν, τελευτῶν εἰς τὰ ἄλλα, ἃ οὐδ’ αὐτὸς ᾔδει, ἀλλὰ τὰ νομιζόμενα ἀμφ’ αὐτῶν ᾗ λέγεται ὑπονοῶν.
πλὴν διέδειξέ γε μὴν μεγαλοφροσύνῃ ἀποσχόμενος τοῦ Ἀρκεσιλάου. ἤτοι γὰρ ἀγνοίᾳ τῶν ἐκείνου, ἢ δέει τῶν Στωϊκῶν,
πολέμοιο μέγα στόμα πευκεδανοῖο
ἀπετρέψατο ἄλλῃ εἰς Πλάτωνα. ἀλλὰ καὶ περὶ μὲν τῶν Ζήνωνι εἰς Πλάτωνα καλῶς τε καὶ αἰδημόνως οὐδαμῶς νεωτερισθέντων εἰρήσεταί μοι αὖθίς ποτε, ἐὰν φιλοσοφίας σχολὴν ἀγάγω. μή ποτε μέντοι ἀγά- γοιμι σχολὴν τοσαύτην, τοότου γοῦν ἕνεκεν, εἰ μὴ ὑπὸ παιδιᾶς.
τὸν δ᾿ οὖν Ζήνωνα ὁ Ἀρκεσίλαος ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν τοὺς παρ᾿ ἐκείνου ἀποφερομένους λόγους καθῄρει, καὶ οὐδὲν ὤκνει.
“Περὶ δὲ Λακύδου βούλομαί τι διηγήσασθαι ἡδύ. ἢν μὲν δὴ Λακύδης ὑπογλισχρότερος, καί τινα τρόπον ὁ λεγόμενος οἰκονομικὸς, οὗτος ὁ εὐδοκιμῶν παρὰ τοῖς πολλοῖς, αὐτὸς μὲν ἀνοιγνὺς τὸ ταμεῖον, αὐτὸς δ᾿ ἀποκλείων. καὶ προῃρεῖτο δὲ ὧν ἐδεῖτο, καὶ ἄλλα τοιαῦτα ἐποίει πάντα δι’ αὐτουργίας, οὔ τί που αὐτάρκειαν ἐπαινῶν, οὐδ’ ἄλλως πενίᾳ χρώμενος, οὐδ’ ἀπορίᾳ δούλων, ᾧ γε ὑπῆρχον δοῦλοι ὁπόσοι γοῦν· τὴν δὲ αἰτίαν ἔξεστιν εἰκάζειν.
ἐγὼ δὲ ὃ ὑπεσχόμην τὸ ἡδὺ διηγήσομαι. ταμιεύων γὰρ αὐτὸς ἑαυτῷ τὴν μὲν κλεῖδα περιφέρειν ἐφ’ ἑαυτοῦ οὐκ ᾤετο δεῖν, ἀποκλείσας δὲ κατετίθει μὲν ταύτην εἰς τι κοῖλον γραμματεῖον· σημηνάμενος δὲ δακτυ λίῳ τὸν μὲν δακτύλιον κατεκύλιε διὰ τοῦ κλείθρου ἔσω εἰς τὸν οἶκον μεθιεὶς, ὥσθ’ ὕστερον ἐπειδὴ πάλιν ἐλθὼν ἀνοίξειε τῇ κλειδὶ δυνησόμενος ἀνελὼν τὸν δακτύλιον, αὖθις μὲν ἀποκλείειν, εἶτα δὲ σημαίνεσθαι, εἶτα δ’ ἀναβάλλειν ὀπίσω πάλιν ἔσω τὸν δακτύλιον διὰ τοῦ κλείθρου.
τοῦτο οὑν τὸ σοφὸν οἱ δοῦλοι κατανοήσαντες, ἐπειδὴ προίοι Λακύδης εἰς περίπατον ἢ ὅποι ἄλλοσε, καὶ αὐτοὶ ἀνοίξαντες ἂν, κἄπειτα ὡς σφίσιν ἦν θυμὸς, τὸ μὲν φαγόντες, τὰ δ’ ἐμπιόντες, ἄλλα δὲ ἀράμενοι ἐκ περιόδου ταῦτα ἐποίουν, ἀπέκλειον μὲν, ἐσημαίνοντο δὲ, καὶ τὸν δακτύλιον πολλά γε αὐτοῦ καταγελάσαντες εἰς τὸν οἶκον διὰ τοῦ κλείθρου ἠφίεσαν.
ὁ οὖν Λακύδης πλήρη μὲν καταλιπὼν, κενὰ δὲ εὑρισκόμενος τὰ σκεύη, ἀπορῶν τῷ γιγνομένῳ, ἐπειδὴ ἤκουσε φιλοσοφεῖσθαι παρὰ τῷ Ἀρκεσιλάῳ τὴν ἀκαταληψίαν, ᾤετο τοῦτο ἐκεῖνο αὑτῷ συμβαίνειν περὶ τὸ ταμιεῖον. ἀρξάμενός τε ἔνθεν ἐφιλοσόφει παρὰ τῷ Ἀρκεσιλάῳ, μηδὲν μήτε ὁρᾶν μήτε ἀκούειν ἐναργὲς ἢ ὑγιές· καί ποτε ἐπισπασάμενος τῶν προσομιλούντων αὐτῷ τινα εἰς τὴν οἰκίαν ἰσχυρίζετο πρὸς αὐτὸν ὑπερφυῶς, ὡς ἐδόκει, τὴν ἐποχὴν, καὶ ἔφη “τοῦτο μὲν ἀναμφίλεκτον ἐγώ σοι ἔχω φράσαι, αὐτὸς ἀπ’ ἐμαυτοῦ μαθὼν, οὐκ ἄλλου πειραθείς.”
καὶ ὅς ἀκούων, ἦν γὰρ ὑβριστὴς, ἐκδεξάμενος τὸ πᾶν ὡς ἔσχεν ἀκοῦσαι, μόλις καὶ πρότερον ἑαυτοῦ κρατῶν, ἀπέρρηξε γέλωτα καὶ μάλα πλατὺν, γελῶν τε ἔτι καὶ καγχάζων διήλεγχεν ἅμα αὐτοῦ τὴν κενοδοξίαν. ὥστε ἔκτοτε Λακύδης ἀρξάμενος οὐκέτι μὲν τὸν δακτύλιον ἔσω ἐνέβαλλεν, οὐκέτι δὲ τοῦ ταμιείου ἐχρῆτο ἀκαταληψίᾳ, ἀλλὰ κατελάμβανε τὰ ἀφειμένα, καὶ μάτην ἐπεφιλοσοφήκει.
οὐ μέντοι ἀλλὰ οἴ γε παῖδες φόρτακες ἦσαν, καὶ οὐ θατέρᾳ ληπτοὶ, οἶοι δὲ οὗτοι οἱ κωμῳδικοί τε καὶ Γέται καὶ Δάκοι, κἀκ τῆς Δακικῆς λαλεῖν στωμυλήθρας κατεγλωττισμένοι, ἐπεί τε τοῖς Στωϊκοῖς τὰ σοφίσματα ἤκουσαν, εἴτε καὶ ἄλλως ἐκμαθόντες, εὐθὺ τοῦ τολμήματος ᾔεσαν, καὶ παρελύοντο αὐτοῦ τὴν σφραγῖδα, καὶ τοτὲ μὲν ἑτέραν ἀντ’ ἐκείνης ὑπετίθεσαν, τοτὲ δὲ οὐδὲ ἄλλην, διὰ τὸ οἴεσθαι ἐκείνῳ γε ἀκατάληπτα ἔσεσθαι, καὶ οὕτω καὶ ἄλλως.
οἱ δ’ ὑπολαβόντες τὰς προσβολὰς ἐκείνου αὐτοί γε ᾤοντο ὑπ’ αὐτοῦ παίζεσθαι, ἐπεὶ σοφῷ γε ὄντι δεδόχθαι τῷ Λακύδῃ εἶναι ἀδοξάστῳ ὥστε καὶ ἀμνημονεύτῳ· μνήμην γὰρ εἶναι δόξαν· ἔναγχος γοῦν τοῦ χρόνου ἔφασαν ἀκοῦσαι ταῦτα αὐτοῦ πρὸς τοὺς φίλους.
τοῦ δ’ ἀναστρέφοντος αὐτοῖς τὰς ἐπιχειρήσεις καὶ λέγοντος οὐκ Ἀκαδημαϊκὰ, αὐτοὶ φοιτῶντες εἰς Στωϊκῶν τινος τὰ λεκτέα ἑαυτοῖς ἀνεμάνθανον, κἀκεῖθεν ἀρξάμενοι ἀντεσοφίστευον, καὶ ἦσαν ἀντίτεχνοι κλέπται ἈκαδημαΪκοί· ὁ δὲ Στωϊκοῖς ἐνεκάλει· οἶ παῖδες δὲ τὰ ἐγκλήματα παρέλυον αὐτῷ ὑπὸ ἀκαταληψίας οὐκ ἄνευ τωθασμῶν τινων.
διατριβαὶ οὖν ἦσαν πάντων ἐκεῖ καὶ λόγοι καὶ ἀντιλογίαι· καὶ ἓν οὐδὲν ἐν τῷ μέσῳ κατελείπετο, οὐκ ἀγγεῖον, οὐ τῶν ἐν ἀγγείῳ τιθεμένων, οὐχ ὅσα εἰς οἰκίας κατασκευὴν ἄλλ’ ἔστι συντελῆ.
καὶ ὁ Λακύδης τέως μὲν ἠπόρει, μήτε λυσιτελοῦσαν ἑαυτῷ θεωρῶν τὴν τοῖς ἑαυτοῦ δόγμασι βοήθειαν, εἴτε μὴ ἐξελέγχοι πάντα ἀνατρέψεσθαι ἑαυτῷ δοκῶν, πεσὼν εἰς τἀμήχανον τοὺς γείτονας ἐκεκράγει καὶ τοὺς θεοὺς, καὶ ἰοὺ ἰοὺ, καὶ φεῦ φεῦ, καὶ νὴ τοὺς θεοὺς καὶ νὴ τὰς θεὰς, ἄλλαι τε ὅσαι ἐν ἀπιστίαις δεινολογουμένων εἰσὶν ἄτεχνοι πίστεις, ταῦτα πάντα ἐλέγετο βοῇ καὶ ἀξιοπιστίᾳ.
τελευτῶν δὲ, ἐπεὶ μάχην εἶχεν ἀντιλεγομένην ἐπὶ τῆς οἰκίας, αὐτὸς μὲν ἂν δήπουθεν ἐστωικεύετο πρὸς τοὺς παῖδας, τῶν παίδων δὲ τὰ Ἀκαδημαϊκὰ ἰσχυριζομένων, ἵνα μηκέτι πράγματα ἔχοιεν, οἰκουρὸς ἢν φίλος τοῦ ταμιείου προκαθήμενος. οὐδὲν δὲ εἰς οὐδὲν ὠφελῶν, ὑπιδόμενος οἷ τὸ σοφὸν αὐτῷ ἔρχεται, ἀπεκαλύψατο. ἄλλως, ἔφη, ταῦτα, ὦ παῖδες, ἐν ταῖς διατριβαῖς λέγεται ἡμῖν, ἄλλως δὲ ζῶμεν.”
Ταῦτα μὲν καὶ περὶ τοῦ Λακύδου. τούτου δὲ γίνονται ἀκουσταὶ πολλοὶ, ὧν εἷς ἦν διαφανὴς ὁ Κυρηναῖος Ἀρίστιππος. ἐκ πάντων δ’ αὐτοῦ τῶν γνωρίμων τὴν σχολὴν αὐτοῦ διεδέξατο Εὔανδρος καὶ οἶ μετὰ τοῦτον.
“Καρνεάδης δὲ ἐκδεξάμενος παρ’ Ἡγησίνου, οὗ χρεὼν φυλάξαι ὅσα ἀκίνητα καὶ ὅσα κεκινημένα ἦν, τούτου μὲν ἠμέλει, εἰς δ’ Ἀρκεσίλαον, εἴτ’ οὖν ἀμείνω εἴτε καὶ φαυλότερα ἦν, ἐπανενεγκὼν διὰ μακροῦ τὴν μάχην ἀνενέαζε.”
Καὶ ἐξῆς ἐπιλέγει
“Ἦγε δ’ οὖν καὶ οὗτος καὶ ἀπέφερεν, ἀντιλογίας τε καὶ στροφὰς λεπτολόγους συνέφερε τῇ μάχῃ ποικίλλων, ἐξαρνητικός τε καὶ καταφατικός τε ἦν κἀμφοτέρωθεν ἀντιλογικός· εἴτε που ἔδει τι καὶ θαῦμα ἐχόντων λόγων, ἐξηγείρετο λάβρος οἶον ποταμὸς ῥοώδης, πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τἀκεῖθι, καὶ εἰσέπιπτε καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου.
τοιγαροῦν ἀπάγων τοὺς ἄλλους αὐτὸς ἔμενεν ἀνεξαπάτητος, ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. ἐκεῖνος γὰρ περιερχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντιῶντας ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ἠσθῆσθαι, πεπεῖσθαι δ’ ἀληθῆ εἶναι ἃ λέγει διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων.
κακὸν δὲ ἦν ἂν κακῷ ἐπανακείμενον, ὁ Καρνεάδης τῷ Ἀρκεσιλάῳ, μὴ χαλάσας τι σμικρὸν, ὑφ’ οὗ οὐκ ἄπρακτοι ἔμελλον ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας, τοῦ εἶναι τόδε τι ζῷον ἢ μὴ ζῷον εἶναι.
τοῦτο οὖν ὑπανεὶς, ὥσπερ οἷ ἀναχάζοντες θῆρες βιαιότερον καὶ μᾶλλον ἑαυτοὺς ἱεῖσιν εἰς τἀς αἰχμὰς, καὐτὸς ἐνδοὺς δυνατώτερον ἐπελθεῖν. ἐπεί τε ὑποσταίη τε καὶ εὖ τύχοι, τηνικαῦτα ἤδη καὶ οὑ προυδέδεκτο ἑκὼν ἠμέλει καὶ οὐκ ἐμέμνητο.
τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ ξυνεργαζόμενος τῆς ζητήσεως τρόπῳ, παλαιστοῦ δεινοῦ λαβὴν δοὺς περιεγίγνετο ἔνθεν. κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχὼν οὐδέτερον εἶπε βεβαίως καταλαμβάνεσθαι. ἢν γοῦν λῃστὴς καὶ γόης σοφώτερος.
παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ καταληπτὸν ὅμοιον, καὶ ἀγαγὼν εἰς τὰς ἴσας, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς εἷναι οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου, ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ.
ἢν οὖν ὀνείρατα ἀντὶ ὀνειράτων, διὰ τὸ ὁμοίας φαντασίας ἀληθέσιν εἶναι τὰς ψευδεῖς, ὡς ἀπὸ ὠοῦ κηρίνου πρὸς τὸ ἀληθινὸν θινὸν ὠόν.
συνέβαινεν οὖν τὰ κακὰ καὶ πλείω. καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίξετο. ἦν δὲ κλέπτων μὲν ἀφανὴς, φαινόμενος δὲ λῃστὴς, αἱρῶν καὶ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ σφόδρα παρεσκευασμένους.
πάσα γοῦν Καρνεάδου διάνοια ἐνίκα καὶ οὐδεμία ἡτισοῦν ἄλλως, ἐπεὶ καὶ οἶς προσεπολέμει ἦσαν εἰπεῖν ἀδυνατώτεροι.
Ἀντίπατρος γοῦν ὁ κατ’ αὐτὸν γενόμενος ἔμελλε μὲν ἀγωνιᾶν τι γράφειν, πρὸς δ’ οὖν τοὺς ἀπὸ Καρνεάδου καθ’ ἡμέραν ἀποφερομένους λόγους οὔποτε ἐδημοσίευσεν, οὐκ ἐν ταῖς διατριβαῖς, οὐκ ἐν τοῖς περιπάτοις, οὐδὲ εἶπεν, οὐδὲ ἐφθέγξατο, οὐδ’ ἤκουσέ τις αὐτοῦ, φασὶν, οὐδὲ γρῦ· ἀντιγραφὰς δὲ ἐπανετείνετο καὶ γωνίαν λαβὼν βιβλία κατέλιπε γράψας τοῖς ὕστερον, οὔτε νῦν δυνάμενα, καὶ τότε ἦν ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα καὶ καταδόξαντα εἶναι τοῖς τότε ἀνθρώποις τὸν Καρνεάδην.
ὅμως δὲ, καίτοι καὐτὸς ὑπὸ τῆς Στωϊκῆς φιλονεικίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους δι’ ἀπορρήτων ὡμολόγει τε καὶ ἠλήθευε καὶ ἀπεφαίνετο ἃ κἂν ἄλλος τῶν ἀπιτυχόντων.”
Εἶτα ἑξῆς φησι
“Καρνεάδου δὲ γίνεται γνώριμος Μέντωρ μὲν πρῶτον, οὐ μὴν διάδοχος· ἀλλ’ ἔτι ζῶν Καρνεάδης ἐπὶ παλλακῇ μοιχὸν εὑρὼν, οὐχ ὑπὸ πιθανῆς φαντασίας, οὐδ’ ὡς μὴ κατειληφὼς, ὡς δὲ μάλιστα πιστεύων τῇ ὄψει καὶ καταλαβὼν παρῃτήσατο τῆς διατριβῆς. ὁ δὲ ἀποστὰς ἀντεσοφίστευε καὶ ἀντίτεχνος ἦν, ἐλέγχων αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀκαταληψιαν.“
Καὶ πάλιν ἐπιφέρει λέγων
“Ὁ δὲ Καρνεάδης, οἷον ἀντεστραμμένα φιλοσοφῶν, τοῖς ψεύσμασιν ἐκαλλωπίζετο καὶ ὑπ’ αὐτοῖς τὰ ἀληθῆ ἠφάνιζε. παραπετάσμασιν οὖν ἐχρῆτο τοῖς ψεύσμασι, καὶ ἠλήθευεν ἔνδον λανθάνων καπηλικώτερον. ἔπασχεν οὖν πάθημα ὀσπρίων, ὧν τὰ μὲν κενὰ ἐπιπολάζει τε τῷ ὕδατι καὶ ὑπερέχει, τὰ χρηστὰ δὲ αὐτῶν ἐστι κάτω καὶ ἐν ἀφανεῖ.”
Ταῦτα καὶ περὶ Καρνεάδου λέγεται. διάδοχος δ’ αὐτοῦ τῆς διατριβῆς καθίσταται Κλειτόμαχος, μεθ’ ὃν Φίλων, οὗ πέρι ὁ Νουμήνιος μνημονευει ταύτα
“Ὁ δὲ Φίλων ἄρα οὗτος μὲν ἐκδεξάμενος τὴν διατριβὴν ὑπὸ χαρμονῆς ἐξεπέπληκτο, καὶ χάριν ἀποδιδοὺς ἐθεράπευε, καὶ τὰ δεδογμένα τῷ Κλειτομάχῳ ηὖξε, καὶ τοῖς Στωϊκοῖς
ἐκορύσσετο νώροπι χαλκῷ.
ὡς δὲ προἰ·όντος μὲν τοῦ χρόνου, ἐξιτήλου δ’ ὑπὸ συνηθείας οὔσης αὐτῶν τῆς ἐποχῆς, οὐδὲν μὲν κατὰ τὰ αὐτὰ ἑαυτῷ ἐνόει, ἡ δὲ τῶν παθημάτων αὐτὸν ἀνέστρεφεν ἐνάργειά τε καὶ ὁμολογία. πολλὴν δῆτ’ ἔχων ἤδη τὴν διαίσθησιν ὑπερεπεθύμει, εὖ οἶσθ’ ὅτι, τῶν ἐλεγξόντων τυχεῖν, ἵνα μὴ ἐδόκει μετὰ νῶτα βαλὼν αὐτὸς ἑκὼν φεύγειν.
Φίλωνος δὲ γίνεται ἀκουστὴς Ἀντίοχος, ἑτέρας ἄρξας Ἀκαδημίας. Μνησάρχῳ γοῦν τῷ Στωϊκῷ σχολάσας ἐναντία Φίλωνι τῷ καθηγητῇ ἐφρόνησε, μυρία τε ξένα προσῆψε τῇ Ἀκαδημίᾳ.᾿
Ταῦτα καὶ παραπλήσια τούτοις μυρία τῆς Πλάτωνος περὶ διαδοχῆς μνημονεύεται. ὥρα δ’ οὖν ἄνωθεν τὸν λόγον ἀναλαβόντας τῶν φυσικῶν φιλοσόφων τὰς ψευδοδοξίας ὁμοῦ καὶ ἀντιδοξίας ἐπισκέψασθαι, οἱ τὴν πολλὴν γῆν πλανηθέντες, καὶ τὴν τοῦ ἀληθοῦς εὕρεσιν περὶ πλείστου πεποιημένοι, ταῖς τε τῶν παλαιῶν ἁπάντων δόξαις καθωμιληκότες, καὶ τἀκριβὲς τῆς παρὰ πᾶσι Φοίνιξί τε καὶ Αἰγυπτίοις αὐτοῖς τε Ἕλλησι πολὺ πρότερον θεολογίας ἐξηκριβωκότες, τίνα τῶν πόνων τὸν καρπὸν εὕροντο παρ’ αὐτῶν ἄξιον ἀκοῦσαι, ὡς ἂν μάθοιμεν εἴ τι θεοπρεπὲς εἰς αὐτοὺς παρὰ τῶν πρεσβυτέρων κατῆλθεν.
τί δὲ ἔδει πολεμεῖν ἀλλήλοις καὶ μάχεσθαι, ἢ τὴν μακρὰν ὁδὸν ἄνω καὶ κάτω περιτρέχειν πλανᾶσθαί τε καὶ τὰ βαρβάρων ὑποσυλᾶν, οἴκοι δέον μένοντας παρὰ θεῶν ἐκμανθάνειν, εἰ δή τινες ἦσαν θεοὶ, ἢ παρὰ τῶν θεολόγων ἀνδρῶν τοὺς ἀληθεῖς καὶ ἀδιαπτὡτους περὶ τῶν ἐπιζητουμένων ἐν φιλοσοφίᾳ λόγους, περὶ ὧν μυρία ὅσα μοχθήσαντες διηνέχθησαν, μακρῷ τῆς τἀληθοῦς εὑρέσεως ἀφυστερήσαντες;
τί δὲ καὶ περὶ θεῶν νεώτερα χρῆν ἐπιζητεῖν τολμᾶν, ἢ στασιάζειν καὶ διαπυκτεύειν ἀλλήλοις, εἰ δὴ ἀσφαλὴς καὶ βεβαία θεῶν εὕρεσις καὶ γνῶσις εὐσεβείας ἀληθὴς ἐν τελεταῖς καὶ μυστηρίοις τῇ τε ἄλλῃ τῶν παλαιτάτων περιείχετο θεολογίᾳ, αὐτὴν ἐκείνην παρὸν ἀκίνητον καὶ ὁμολογουμένην συμφώνως περιέπειν;
ἀλλὰ γὰρ εἰ φανεῖεν οὗτοι μηδὲν ἀληθὲς περὶ θεοῦ παρὰ τῶν προτέρων μεμαθηκότες, οἰκείαις δ’ ἐπινοίαις τῇ περὶ φύσεως ἐπιβεβληκότες ἐξετάσει, καὶ στοχασμοῖς μᾶλλον ἢ καταλήψει κεχρημένοι, τί χρὴ λοιπὸν μὴ οὐχὶ συνομολογεῖν τὴν παλαιὰν τῶν ἐθνῶν θεολογίαν μηδὲν πλέον τῆς ἀποδοθείσης ἐν τοῖς πρὸ τούτου συγγράμμασιν ἱστορίας ἐπέχειν;
ὅτι μὲν οὑν ἐξ ἀνθρωπίνων στοχασμῶν καὶ πολλῆς λογομαχίας καὶ πλάνης, ἀλλ’ οὐκ ἔκ τινος ἀκριβοῦς καταλήψεως, ἡ παρὰ τοῖς Ἕλλησιν. ὑπέστη φιλοσοφία, ἐκ τῆς πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον ἐπιστολῆς τοῦ Πορφυρίου μάθοις ἂν, αὐτὸ δὴ τοῦτο ἀκούσας ὁμολογοῦντος ἐν τούτοις
“Ἄρξομαι δὲ τῆς πρὸς σὲ φιλίας ἀπὸ θεῶν καὶ δαιμόνων ἀγαθῶν τῶν τε τούτοις συγγενῶν φιλοσοφημάτων, περὶ ὧν εἴρηται μὲν πλεῖστα καὶ παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις, εἴρηται δὲ ἐκ στοχασμοῦ τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως.”
Καὶ ὑποβὰς ἑξῆς ἐπιφέρει λέγων
“.Παρὰ μὲν γὰρ ἡμῖν λογομαχία τίς ἐστι πολλὴ, ἅτε ἐξ ἀνθρωπίνων λογισμῶν τοῦ ἀγαθοῦ εἰκαζομένου· οἷς δὲ μεμηχάνηται ἡ πρὸς τὸ κρεῖττον συνουσία, εἰ παρεῖται τὸ μέρος τοῦτο εἰς ἐξέτασιν, μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται.”
Ἀλλὰ καὶ ἐν οἶς ἀντέγραψε Βοηθῷ περὶ ψυχῆς ὁ αὐτὸς ὧδε γράφων ὁμολογεῖ πρὸς λέξιν
Ως τὰ μὲν τῶν ἐννοιῶν καὶ τὰ τῆς ἱστορίας ἀναμφιλέκτως συνίστησι τὴν ψυχὴν εἶναι ἀθάνατον· οἶ δὲ εἰς ἀπόδειξιν παρὰ τῶν φιλοσόφων κομισθέντες λόγοι δοκοῦσιν εἶναι εὐανάτρεπτοι, διὰ τὴν ἐν πᾶσιν εὺρεσιλογίαν τῶν ἐριστικῶν. τίς γὰρ λόγος τῶν ἐν φιλοσοφίᾳ οὐκ ἀμφισβητήσιμος τοῖς ἑτεροδόξοις, ὅπου καὶ περὶ τῶν δοκούντων ἐναργῶν ἐπέχειν αὐτῶν τισιν ἐδόκει;”
Καὶ ἐν οἷς δὲ ἐπέγραψε “Περὶ τῆς ἐκ λογίων φιλοσοφίας” διαρρήδην ὁμολογεῖ τοὺς Ἕλληνας πεπλανῆσθαι, ἐπιμαρτυρόμενος τὸν ἑαυτοῦ θεὸν, ὡς τοῦτο καὶ τοῦ Ἀπόλλωνος διὰ χρησμῶν ἐξειπόντος, καὶ βαρβάροις μᾶλλον ἢ Ἕλλησι τὴν εὕρεσιν τῆς ἀληθείας ἐπιμαρτυρήσαντος, καὶ δὴ καὶ Ἑβραίων μνημονεύσαντος ἐν τοῖς μαρτυρηθεῖσι.
μετὰ γοῦν τὴν τοῦ χρησμοῦ παράθεσιν ἐξῆς τούτοις κέχρηται τοῖς ἐπιλόγοις
“ Ἀκήκοας πόσος πόσος πόνος, ἵν’ ὑπὲρ σώματός τις τὰ καθάρσια θύσῃ, οὐχ ὅτι τῆς ψυχῆς τὴν σωτηρίαν ἐξεύρῃ; χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαρ·οι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν· τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρτύρησε Φοίνιξί τε καὶ Χαλδαίοις Ἀσσύριοι γὰρ οὗτοι) Λυδοῖς τε καὶ Ἑβραίοις.”
Ταῦτα ὁ φιλόσοφος, μᾶλλον δὲ ὁ αὐτοῦ· θεός. ἆρ’ οὖν ἄξιον μετὰ ταῦθ’ ἡμῖν ἐπιμέμψασθαι, ὅτι δὴ τοὺς πεπλανημένους Ἕλληνας καταλείψαντες τὰ Εβραίων εἱλόμεθα, τῶν ἑέ ἀληθείας καταλήψει μεμαρτυρημένων;
τί δὲ χρὴ παρὰ φιλοσόφων μαθήσεσθαι προσδοκᾶν; ἢ ποία ἐλπὶς τῆς ἐξ αὐτῶν ὠφελείας, εἰ δὴ τὰ λεγόμενα παρ’ αὐτοῖς ἐκ στοχασμῶν καὶ εἰκασμῶν τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως τυγχάνει; λογομαχίας δὲ τίς ὁ καρπὸς, εἰ δὴ πάντες οἱ τῶν φιλοσόφων λόγοι εὐανάτρεπτοι καθεστήκασι διὰ τὴν ἐν πᾶσιν εὑρεσιλογίαν; ταῦτα γὰρ οὐ ἡμῶν ἀρτίως, ἀλλὰ παρ’ αὐτῶν εἰρημένα ἠκούετο.
διόπερ εὖ μοι δοκοῦμεν καὶ μετὰ κρίσεως ἑξητασμένης, οὐχὶ δ’ ἀλόγως, ὡς ἂν τοιούτων καταπεφρονηκέναι, τὰ δὲ παρ’ Ἑβραίοις ἠγαπηκέναι, οὐχ ὅτι πρὸς τοῦ δαίμονος μεμαρτύρηται, ἀλλ’ ὅτι τῆς ἐνθέου ἀρετῆς τε καὶ δυνάμεως μέτοχα ὄντα ἀποδείκνυται.
ἔνα δ’ οὖν καὶ αὐτοῖς ἔργοις τἀς τῶν θαυμαστῶν φιλοσόφων λογομαχίας μάθοις, τάς τε περὶ ἀρχῶν καὶ περὶ θεῶν καὶ τῆς τοῦ παντὸς συστάσεως διαφωνίας μικρὸν μὲν ὕστερον ἐκθήσομαί σοι τὰς αὐτῶν φωνάς.
ὁ δὲ μυρίους μὲν Ἕλληνας, μυρία δὲ καὶ βαρβάρων γένη, τοὺς μὲν σὺν τοῖς εἰρημένοις μαθήμασιν οὔτε θεὸν οὔτε σώφρονα βίον οὔθ᾿ ὅλως τι τῶν βελτίστων καὶ συμφερόντων ἐπιγνόντας ἀποδείξει , τοὺς δὲ τῶν μαθημάτων ἐκτὸς πάντων εὐσεβεστάτους καὶ φιλοσοφωτάτους γεγονέναι. ὁ γοῦν παρὰ πᾶσιν αὐτοῖς ᾀδόμενος Σωκράτης ὅπως ποτὲ ἐδόξαζε περὶ τῶνδε μάθοις ἂν Ξενοφῶντι πιστεύσας ἐν Ἀπομνημονεύμασιν ὧδέ πη ἱστοροῦντι
“Ἐδίδασκε δὲ καὶ μέχρις ὅτου δέοι ἔμπειρον εἷναι ἑκάστου πράγματος τὸν ὀρθῶς πεπαιδευμένον. αὐτίκα γεωμετρίαν μέχρι μὲν τούτου ἔφη δεῖν μανθάνειν , ἕως ἱκανός τις γένοιτο, εἴ ποτε δεήσειε, γῆν μέτρῳ ὀρθῶς ἢ παραλαβεῖν ἢ παραδοῦναι ἢ διανεῖμαι, ἢ ἔργον ἀποδεῖξαι. οὕτω δὲ τοῦτο ῥᾴδιον εἶναι μαθεῖν, ὥστε τὸν προσέχοντα τὸν νοῦν τῇ μετρήσει ἅμα τήν τε γῆν ὁπόση ἐστὶν εἰδέναι , καὶ ὡς μετρεῖται ἐπιστάμενον ἀπιέναι.
τὸ δὲ μέχρι τῶν δυσξυνέτων διαγραμμάτων γεωμετρίαν μανθάνειν ἀπεδοκίμαζεν· ὅ τι μὲν γὰρ ὠφελοίη ταῦτα οὐκ ἔφη ὁρᾶν· καίτοι οὐκ ἄπειρός γε αὐτῶν ἠν. ἔφη δὲ ἱκανὰ αὐτὰ εἶναι ἀνθρώπου βίον κατατρίβειν καὶ ἄλλων πολλῶν τε καὶ ὠφελίμων μαθημάτων ἀποκωλύειν.
ἐκέλευε δὲ καὶ ἀστρονομίας ἐμπείρους γίγνεσθαι, καὶ ταύτης μέντοι μέχρι τοῦ νυκτός τε ὥραν καὶ μηνὸς καὶ ἐνιαυτοῦ δύνασθαι γινώσκειν, ἕνεκα τοῦ πορείας τε καὶ πλοῦ καὶ φυλακῆς , καὶ ὅσα ἄλλα ἢ νυκτὸς ἢ μηνὸς ἢ ἐνιαυτοῦ πράττεται, πρὸς ταῦτ᾿ ἔχειν τεκμηρίοις χρῆσθαι, τὰς ὥρας τῶν εἰρημένων διαγινώσκοντα. καὶ ταῦτα δέ ῥᾴδια μαθεῖν παρά τε νυκτοθηρῶν καὶ κυβερνητῶν καὶ ἄλλων πολλῶν, οἶς ἐπιμελὲς ταῦτα εἰδέναι.
ὅλως δὲ τῶν οὐρανίων ᾗ ἕκαστα ὁ θεὸς μηχανᾶται, φροντιστὴν γίγνεσθαι ἀπέτρεπεν· οὔτε γὰρ εὑρετὰ ἀνθρώποις αὐτὰ ἐνόμιζεν εἶναι οὔτε χαρίζεσθαι θεοῖς ἂν ἡγεῖτο τὸν ζητοῦντα, ἃ ἐκεῖνοι σαφηνίσαι οὐκ ἐβουλήθησαν. κινδυνεῦσαι δ’ ἂν ἔφη καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν, ὁ μέγιστον φρονήσας ἐπὶ τῷ τὰς τῶν θεῶν μηχανὰς ἐξηγεῖσθαι.
ἐκεῖνος γὰρ λέγων μὲν τὸ αὐτὸ εἶναι πῦρ τε καὶ ἥλιον ἠγνόει ὅτι τὸ μὲν πῦρ οἶ ἄνθρωποι ῥᾳδίως καθορῶσιν, εἰς δὲ τὸν ἥλιον οὐ δύνανται ἀντιβλέπειν· καὶ ὑπὸ μὲν τοῦ ἡλίου καταλαμπόμενοι τὰ χρώματα μελάντερα ἔχουσιν, ὑπὸ δὲ τοῦ πυρὸς οὔ. ἠγνόει δὲ καὶ ὅτι τῶν ἐκ τῆς γῆς φυομένων ἄνευ μὲν ἡλίου αὐγῆς οὐδὲν δύναται καλῶς αὔξεσθαι, ὑπὸ δὲ τοῦ πυρὸς θερμαινόμενα πάντα ἀπόλλυται· φάσκων δὲ τὸν ἥλιον λίθον διάπυρον εἶναι καὶ τοῦτο ἠγνόει ὅτι λίθος μὲν ἐν πυρὶ ὢν οὔτε λάμπει οὔτε πολὺν χρόνον ἀντέχει, ὁ δὲ ἥλιος πάντα τὸν χρόνον πάντων λαμπρότατος ὢν διαμένει.
ἐκέλευε δὲ καὶ λογισμοὺς μανθάνειν, καὶ τούτων δὲ ὁμοίως τοῖς ἄλλοις ἐκέλευε φυλάττεσθαι τὴν μάταιον πραγματείαν μέχρι δὲ τοῦ ὠφελίμου πάντα καὶ αὐτὸς συνεσκόπει καὶ συνδιεξῄει τοῖς συνοῦσι.”
Ταῦτα Ξενοφῶν ἐν Ἀπομνηυμονεύμασιν. ἐν ἐπιστολῇ δὲ ὁ αὐτὸς τῇ πρὸς Αἰσχίνην περὶ Πλάτωνος καὶ τῶν αὐχούντων τὴν τοῦ παντὸς φισιολογίαν τοιαυτα γράφει
“Ὅτι μὲν γὰρ τὰ θεῖα ὑπὲρ ἡμὰς παντὶ δῆλον· ἀπόχρη δὲ τῷ κρείττονι τῆς δυνάμεως αὐτοὺς σέβειν· οἷοι δέ εἰσιν οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ζητεῖν θεμιτόν. οὐδὲ γὰρ δεσποτῶν φύσιν ἢ πρᾶξιν δούλοις εἰδέναι πλέον ὑπηρεσίας προσήκει. καὶ τὸ μέγιστον, ὅσῳ χρὴ ἄγασθαι τἀνθρώπινα διαπονουμένων, τοσῷδε τοῖς δόξης ἐκ πολλῶν ἀκαίρων καὶ κενῶν γλιχομένοις ἄχθος φέρει. πότε γὰρ, ὠ Αἰσχίνη, Σωκράτους ἀκήκοε τις οὐρανίων πέρι λέγοντος; ἢ γραμμὰς εἰς ἐπανόρθωσιν παραινοῦντος μανθάνειν; μουσικὴν μὲν γὰρ ἴσμεν αὐτὸν μέχρι ὤτων συνιέντα· διετέλει δὲ ἑκάστοτε αὐτοῖς λέγων τί καλὸν καὶ τί ἀνδρεία δικαιοσύνη τε καὶ ἄλλαι ἀρεταί. ἀνθρώπινα γοῦν αὐτὰ ἀγαθὰ ἐκάλει, τὰ δ’ ἄλλα, ἢ ἀδύνατον ἀνθρώποις ἁλῶναι ἔφασκεν, ἢ μύθων εἶναι συγγενῆ, μετ’ ὀφρύος σοφιστῶν παίγνια διεξιόντων. καὶ οὐκ ἔλεγε μὲν ταῦτα, οὐχὶ δὲ ἔπραττε. γράφειν δὲ τὰ πραχθέντα εἰδότι σοι, καίπερ οὐκ ἀηδὲς ἐσόμενον, χρόνον ἔχει, ἀνέγραψά τε ἄλλοθι. παυσάσθωσαν οὖν ἐλεγχόμενοι, ἢ πρὸς τὸ εἰκὸς ἴτωσαν, οἶς Σωκράτης οὐκ ἤρεσεν, ᾧ ζῶντι μὲν ὁ θεὸς σοφίαν ἐμαρτύρησεν, οἱ δὲ κτείναντες τῆς μετανοίας ἀποκάθαρσιν οὐχ εὗρον. τὸ δὲ καλὸν ἄρα, Αἰγύπτου ἠράσθησαν καὶ τῆς Πυθαγόρα τερατώδους σοφίας, ὧν τὸ περιττὸν καὶ μὴ μόνιμον ἐπὶ Σωκράτει ἤλεγξεν ἔρως τυραννίδος, καὶ ἀντὶ διαίτης λιτῆς Σικελιῶτις γαστρὸς ἀμέτρου τράπεζα.”
Ταῦτα Ξενοφῶν τὸν Πλάτωνα αἰνιττόμενος. ὁ δέ γε Πλάτων’ ἐν Πολιτείᾳ περὶ γυμναστικῆς καὶ μουσικῆς τάδ’ ἱστορεῖ φάναι τὸν Σωκράτην
“Tί ἂν οὖν εἴη, ὖ αύκων, μάθημα ψυχῆς ὁλκὸν ἀπὸ τοῦ γιγνομένου ἐπὶ τὸ ὄν; τόδε δ’ ἐννοῶ λέγων ἅμα· οὐκ ἀθλητὰς μέντοι πολέμου ἔφαμεν τούτους ἀναγκαῖον εἷναι νέους ὄντας; Ἔφαμεν γάρ. Δεῖ ἄρα καὶ τοῦτο προσέχειν τὸ μάθημα ὃ ζητοῦμεν πρὸς ἐκείνῳ. Τὸ ποῖον; Μὴ ἄχρηστον πολεμικοῖς ἀνδράσιν εἶναι.
Δεῖ μέντοι, ἔφη, εἴπερ οἶόν τε. Γυμναστικῇ πη καὶ μουσικῇ ἔν γε τῷ πρόσθεν ἐπαιδεύοντο ἡμῖν. Ἠν ταῦτα, ἔφη. Καὶ γυμναστικὴ μέν που περὶ γιγνόμενον καὶ ἀπολλύμενον τετεύτακε· σώματος γὰρ αὔξης καὶ φθίσεως ἐπιστατεῖ. Φαίνεται. Τοῦτο μὲν δὴ οὐκ ἂν εἴη ὃ ζητοῦμεν μάθημα. Οὐ γάρ. Ἀλλ᾿ ἄρα μουσικὴ ὅσην τὸ πρότερον διήλθομεν;
Ἀλλ᾿ ἦν ἐκείνη γ’, ἔφη, ἀντίστροφος τῆς γυμναστικῆς, εἰ μέμνησαι, ἔθεσι παιδεύουσα τοὺς φύλακας, κατά τε ἁρμονίαν εὐαρμοστίαν τινὰ, οὐκ ἐπιστήμην, παραδιδοῦσα, καὶ κατὰ ῥυθμὸν εὐρυθμίαν, ἔν τε τοῖς λόγοις ἕτερα τούτων ἀδελφὰ ἔθη ἄττα ἔχουσα, καὶ ὅσοι μυθώδεις τῶν λόγων καὶ ὅσοι ἀληθινώτεροι ἦσαν· μάθημα δὲ πρὸς τοιοῦτόν τι ἄγον, οἶον σὺ νῦν ζητεῖς, οὐδὲν ἦν ἐν αὐτῇ.
Ἀκριβέστατα, ἦν δ’ ἐγὼ, ἀναμιμνήσκεις με· τῷ γὰρ ὄντι τοιοῦτον οὐδὲν εἶχεν. Ἀλλ᾿ ὦ δαιμόνιε Γλαύκων, τί ἂν εἴη τοιοῦτον; αἵ τε γὰρ τέχναι βάναυσοί που ἅπασαι ἔδοξαν εἷναι. Πῶς δ’ οὔ;’
Εἶθ᾿ ἑξῆς προϊὼν ἐπιλέγει Μή ποτ’ αὐτῶν τι ἀτελὲς ἐπιχειρῶσιν ἡμῖν μανἐν θανεῖν οὓς θρέψομεν, καὶ οὐκ ἐξῆκον ἐκεῖσε ἀεὶ οἶ πάντας δεῖ ἀνήκειν, οἷον ἄρτι περὶ τῆς ἀστρονομίας ἐλέγομεν. ἢ οὐκ οἶσθ’ ὅτι καὶ περὶ ἁρμονίας ἕτερον τοιοῦτον ποιοῦσι; τὰς γὰρ ἀκουομένας αὖ συμφωνίας καὶ φθόγγους ἀλλήλοις ἀναμετροῦντες ἀνήνυτα ὥσπερ οἱ ἀστρονόμοι ποιοῦσι.
Νὴ τοὺς θεοὺς, ἔφη, καὶ γελοίως γε, πυκνώματ’ ἄττα ὀνομάζοντες καὶ παραβάλλοντες τὰ ὦτα, οἷον ἐκ γειτόνων φωνὴν θηρευόμενοι, οἱ μέν φασιν ἔτι κατακούειν ἐν μέσῳ τινὰ ἠχὴν καὶ σμικρότατον εἶναι τοῦτο διάστημα ᾧ μετρητέον, οἶ δ’ ἀμφισβητοῦντες ὡς ὅμοιον ἤδη φθεγγομένων, ἀμφότεροι ὦτα τοῦ νοῦ προστησάμενοι.
Σὺ μὲν, ἦν δ’ ἐγὼ, τοὺς χρηστοὺς λέγεις τοὺς ταῖς χορδαῖς πράγματα παρέχοντας καὶ βασανίζοντας, ἐπὶ τῶν κολλόπων στρεβλοῦντας. ἵνα δὲ μὴ μακροτέρα ἡ εἰκὼν γίγνηται, πλήκτρῳ τε πληγῶν γιγνομένων καὶ κατηγορίας πέρι καὶ ἐξαρνήσεως καὶ ἀλαζονείας χορδῶν, παύομαι τῆς εἰκόνος, καὶ οὔ φημι τούτους λέγειν, ἀλλ’ ἐκείνους οὓς ἔφαμεν νῦν δὴ περὶ ἁρμονίας εἰρῆσθαι.
ταὐτὸν γὰρ ποιοῦσι τοῖς ἐν τῇ ἀστρονομίᾳ. τοὺς γὰρ ἐν ταύταις ταῖς συμφωνίαις ταῖς ἀκουομέναις ἀριθμοὺς ζητοῦσιν, ἀλλ’ οὐκ εἰς προβλήματα ἀνίασιν, ἐπισκοπεῖν τίνες ξύμφωνοι ἀριθμοὶ καὶ τίνες οὒ, καὶ διὰ τί ἑκάτεροι.
Ὠκεανὸν, ὅσπερ γένεσις πάντεσσι τέτυκται.
ταῦτα μὲν ὁ Θαλῆς.”
τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε·
Ζεὺς ἀργὴς ,‘Πρη τε φερέσβιος, ἠδ᾿ Ἀϊδωνεύς,
Νῆστίς θ᾿, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.
Δία μὲν γὰρ λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα, Ἥραν δὲ φερέσβιον τὸν ἀέρα· τὴν γῆν τὸν Ἀϊδωνέα· Nῆ- ’στιν δὲ καὶ κρούνωμα βρότειον, οἱονεὶ τὸ σπέρμα καὶ τὸ ὕδωρ.”
Τοσαύτη μὲν ἡ τῶν πρώτων φυσικῶν φιλοσόφων διαφωνία, τοιαύτη δὲ αὐτῶν καὶ ἡ περὶ ἀρχῶν δόξα, οὐ θεὸν, οὐ ποιητὴν, οὐ δημιουργὸν, οὐδέ τι τῶν ὅλων αἴτιον, οὐδὲ μὴν θεοὺς, οὐδ’ ἀσωμάτους δυνάμεις, οὐ νοερὰς φύσεις, οὐ λογικὰς οὐσίας, οὐδ’ ὅλως τι τῶν ἐκτὸς αἰσθήσεων ἐν ταῖς ἀρχαῖς ὑποθεμένων.
μόνος δ’ οὖν πρῶτος Ἑλλήνων Ἀναξαγόρας μνημονεύεται ἐν τοῖς περὶ ἀρχῶν λόγοις νοῦν τὸν πάντων αἴτιον ἀποφήνασθαι. φασὶ γοῦν ὡς ἄρα οὗτος μάλιστα παρὰ τοὺς πρὸ αὐτοῦ ἐθαύμασε φυσιολογίαν· μηλόβοτόν γε τοι τὴν ἑαυτοῦ χώραν δι’ αὐτὴν εἴασε, τόν τε περὶ ἀρχῶν λόγον πρῶτος Ἑλλήνων διήρθρωσεν. οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφήνατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου.
“ἦν γὰρ ἐν ἀρχῇ φησὶν) ὁμοῦ τὰ πράγματα πεφυρμένα, νοῦς δὲ εἰσελθὼν αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγε.” θαυμάσαι δ’ ἔστιν ὡς οὗτος πρῶτος παρ’ Ἕλλησι τοῦτον θεολογήσας τὸν τρόπον, δόξας Ἀθηναίοις ἄθεος εἶναι, ὅτι μὴ τὸν ἥλιον ἐθεολόγει, τὸν δὲ ἡλίου ποιητὴν, μικροῦ δεῖν καταλευσθεὶς ἔθανε.
λέγεται δὲ μηδὲ οὗτος σῶον φυλάξαι τὸ δόγμα. ἐπιστῆσαι μὲν γὰρ νοῦν τοῖς πᾶσι, οὐκέτι δὲ κατὰ νοῦν καὶ λογισμὸν τὴν περὶ τῶν ὄντων ἀποδοῦναι φυσιολογίαν. ἐπάκουσον δ’ οὖν οἶα ὁ Σωκράτης ἐν τῷ Πλάτωνος Περὶ ψυχῆς αἰτιᾶται τὸν ἄνδρα ἐν τούτοις
“Ἀλλ᾿ ἀκούσας μέν ποτε ἐκ βιβλίου τινὸς, ὡς ἔφη, Ἀναξαγόρου ἀναγινώσκοντος, καὶ λέγοντος ὡς ἄρα νοῦς ἐστιν ὁ διακοσμῶν τε καὶ πάντων αἴτιος, ταύτῃ δὴ τῇ αἰτίᾳ ἥσθην τε καὶ ἔδοξέ μοι τρόπον τινὰ εὖ ἔχειν τὸ τὸν νοῦν εἶναι πάντων αἴτιον, καὶ ἡγησάμην, εἰ τοῦτο οὕτως ἔχει, τόν γε νοῦν κοσμοῦντα πάντα κοσμεῖν καὶ ἕκαστον τιθέναι ὅπη ἂν βέλτιστα ἔχῃ.
εἰ οὖν τις βούλοιτο τὴν αἰτίαν εὑρεῖν περὶ ἑκάστου, ὅπη ἢ γίνεται ἢ ἀπόλλυται ἢ ἔστι, τοῦτο δεῖν περὶ αὐτοῦ εὑρεῖν , ὅπη βέλτιστον αὐτόν ἐστιν ἢ εἶναι ἢ ἄλλο ὁτιοῦν πάσχειν ἢ ποιεῖν. ἐκ δὴ τοῦ λόγου τούτου οὐδὲν ἄλλο σκοπεῖν προσήκειν ἀνθρώπῳ καὶ περὶ αὐτοῦ καὶ περὶ τῶν ἄλλων ἀλλ᾿ ἢ τὸ ἄριστον καὶ τὸ βέλτιστον. ἀναγκαῖον δὴ εἶναι τὸν αὐτὸν τοῦτον καὶ τὸ χεῖρον εἰδέναι· τὴν αὐτὴν γὰρ εἷναι ἐπιστήμην περὶ αὐτῶν.
καὶ δὴ καὶ περὶ ἡλίου οὕτω παρεσκευάσμην ὡσαύτως πευσόμενος, καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, τάχους τε πέρι πρὸς ἄλληλα καὶ τροπῶν καὶ τῶν ἄλλων παθημάτων , πή ποτε ταῦτ᾿ ἄμεινόν ἐστιν ἕκαστον καὶ ποιεῖν καὶ πάσχειν ἃ πάσχει. οὐ γὰρ ἄν ποτ᾿ αὐτὸν ᾤμην, φάσκοντά γε ὑπὸ νοῦ αὐτὰ κεκοσμήσθαι, ἄλλην τινὰ αὐτοῖς αἰτίαν ἐπενεγκεῖν ἢ ὅτι βέλτιστον αὐτὰ οὕτως ἔχειν ἐστὶν ὥσπερ ἔχει.
ἑκάστου οὐν [αὐτῶν] ἀποδιδόντα τὴν αἰτίαν καὶ κοινῇ πᾶσι τὸ ἑκάστῳ βέλτιστον ᾤμην καὶ τὸ κοινὸν πᾶσιν ἐπιδιηγήσασθαι ἀγαθόν. καὶ οὐδ᾿ ἂν ἀπεδόμην πολλοῦ τὰς ἐλπίδας, ἀλλὰ πάνυ σπουδῇ λαβὼν τὰς βίβλους ὡς τάχιστα οἷός τ᾿ ἦν ἀνεγίνωσκον , ἔν᾿ ὡς τάχιστα εἰδείην τὸ βέλτιστον καὶ τὸ χεῖρον. ἀπὸ δὴ θαυμαστῆς, ὦ ἑταῖρε, ἐλπίδος ᾠχόμην φερόμενος. ἐπεὶ δὲ προϊὼν καὶ ἀναγινώσκων ὁρῶ ἄνδρα τῷ μὲν νῷ αὐδὲν χρώμενον οὐδέ τινας αἰτίας ἐπαιτιώμενον εἰς τὸ διακοσμεῖν τὰ πράγματα , ἀέρας δὲ καὶ αἰθέρας καὶ ὕδατα αἰτιώμενον καὶ ἄλλα πολλὰ καὶ ἄτοπα.
ἐπεὶ νὴ τὸν κύνα, ὡς ἐγᾦμαι, πάλαι ἂν ταῦτα τὰ νεῦρα καὶ τὰ ὀστᾶ ἢ περὶ Μέγαρα ἢ περὶ Βοιωτοὺς ἦν, ὑπὸ δόξης φερόμενα τοῦ βελτίστου, εἰ μὴ δικαιότερον ᾤμην καὶ κάλλιον εἶναι πρὸ τοῦ φεύγειν τε καὶ ἀποδιδράσκειν ὑπέχειν τῇ πόλει δίκην ἥντιν’ ἂν τάττῃ.
ἀλλ’ αἴτια μὲν τὰ τοιαῦτα καλεῖν λίαν ἄτοπον· εἰ δέ τις λέγοι ὅτι ἄνευ τοῦ τὰ τοιαῦτα ἔχειν καὶ ὀστᾶ καὶ νεῦρα καὶ ὅσα ἄλλα ἔχω, οὐκ ἂν οἷός τε ἦ ποιεῖν τὰ δόξαντά μοι, ἀληθῆ ἂν λέγοι· ὡς μέντοι διὰ ταῦτα ποιῶ ἃ ποιῶ, καὶ ταῦτα νῷ πράττω, ἀλλ’ οὐ τῇ τοῦ βελτίστου αἱρέσει, πολλὴ ἂν καὶ μακρὰ ῥᾳθυμία εἴη τοῦ λόγου.”
Εἶτα ἐπιλέγει
Διὸ δὴ καὶ ὁ μέν τις δίνην περιθεὶς τῇ γῇ ὑπὸ τοὐ οὐρανοῦ μένειν δὴ ποιεῖ τὴν γῆν, ὁ δὲ ὥσπερ καρδόπῳ πλατείᾳ βάθρον τὸν ἀέρα ὑπερείδει· τὴν δὲ τοῦ ὡς οἶόν τε βέλτιστα αὐτὰ τεθῆναι δύναμιν οὕτω νῦν κεῖσθαι, ταύτην οὔτε ζητοῦσιν οὔτε τινὰ οἴονται δαιμονίαν ἰσχὺν ἔχειν, ἀλλὰ ἡγοῦνται τούτου ἄν ποτε Ἄτλαντα ἰσχυρότερον καὶ ἀθανατώτερον καὶ μᾶλλον ἅπαντα συνέχοντα ἐξευρεῖν, καὶ ὡς ἀληθῶς τὸ ἀγαθὸν καὶ δέον ξυνδεῖν καὶ συνέχειν οὐδὲν οἴονται.”
“Ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μήλιος καὶ Θεόδωρος ὁ Κυρηναῖος καὶ Εὐήμερος ὁ Τεγεάτης, καθόλου φασὶ μὴ εἶναι θεούς· τὸν δὲ Εὐήμερον καὶ Καλλίμαχος ὁ Κυρηναῖος αἰνίττεται ἐν τοῖς ἰάμβοις. καὶ Εὐριπίδης ὁ τραγῳδοποιὸς ἄποκαλύψασθαι μὲν οὐκ ἠθέλησε, δεδοικὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης, καὶ συνηγόρησεν αὐτοῦ τῇ γνώμῃ. ”
Ἐπὶ τούτοις πάλιν τὸν Ἀναξαγόραν εἰσάγει, πρῶτον φάσκων αὐτὸν ὀρθῶς φρονῆσαι περὶ θεοῦ. λέγει δὲ οὕτως
“Ὁ δὲ Ἀναξαγόρας φησὶν ὡς εἱστήκει κατ’ ἀρχὰς τὰ σώματα, νοῦς δὲ αὐτὰ διεκόσμησε θεοῦ καὶ τὰς γενέσεις τῶν ὅλων ἐποίησεν. ὁ δὲ Πλάτων’ οὐχ ἑστηκότα ὑπέθετο τὰ πρῶτα σώματα, ἀτάκτως δὲ κινούμενα· διὸ, φησὶν, ὁ θεὸς ἐπιστήσας ὡς τάξις ἀταξίας ἐστὶ βελτίων, διεκόσμησεν αὐτά.”
Οἷς ἐπιλέγει
“Ἁμαρτάνουσιν δὲ ἀμφότεροι, ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων, καὶ τούτου χάριν τὸν κόσμον κατασκευάζοντα· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον, πεπληρωμένον τε πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὄν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐδαιμονίας τε καὶ ἀφθαρσίας, ἀνεπιστρεφές ἐστι τῶν ἀνθρωπίνων πραγμάτων. κακοδαίμων δ’ ἂν εἴη, ἐργάτου δίκην καὶ τέκτονος ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ κόσμου κατασκευήν.
καὶ πάλιν, ὁ θεὸς ὃν λέγουσιν, ἤτοι τὸν ἔμπροσθεν αἰῶνα οὐκ ἦν, ὅτε ἦν ἀκίνητα τὰ σώματα, ἢ ὅτε ἀτάκτως ἐκινεῖτο, ἢ ἐκοιμᾶτο, ἢ ἐγρηγόρει, ἢ οὐδέτερον τούτων. ἢ οὔτε τὸ πρῶτον ἔστι δέξασθαι· πᾶς γὰρ θεὸς αἰώνιος· οὔτε τὸ δεύτερον· εἰ γὰρ ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεὸς, ἐτεθνήκει· αἰώνιος γὰρ ὕπνος θάνατός ἐστιν. ἀλλά γε ἄδεκτος ὕπνου ὁ θεός· τὸ γὰρ ἀθάνατον καὶ τοῦ θεοῦ ἐγγὺς ὕπνου κεχώρισται.
ἀμφότερον, βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής,
ὑπὸ μοιχοῦ καὶ μοιχαλίδος ἡττηθεὶς ἐδολοφονήθη· καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς, πολλὰ τῶν ἐπιλυμαινομένων τὸν ἀνθρώπινον βίον καθαρὰς, ὑπὸ Δηϊανείρας φαρμακευθεὶς ἐδολοφονήθη.”
“Θαλῆς τὸν κόσμον εἶναι τὸν θεόν.
Ἀναξίμανδρος τοὺς ἀστέρας οὐρανίους θεούς.
Δημόκριτος θεὸν ἐν πυρὶ σφαιροειδῆ τὴν τοῦ κόσμου ψυχήν.
Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεόν· καὶ τὸ ἀγαθὸν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς τὴν δ’ ἀόριστον δυάδα καὶ δαίμονα καὶ τὸ κακὸν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος, [ἐστὶ καὶ ὁρατὸς ὁ κόσμος.]”
Μετὰ δὲ τούτους οἱ νέοι τῷ χρόνῳ πῶς ἐδόξαζον ἄκουε
“ Σωκράτης καὶ Πλάτων ἕν τὸ μονοφυὲς καὶ αὐτοφυὲς, τὸ μοναδικὸν, τὸ ὄντως ὄν ἀγαθόν. πάντα δὲ ταῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει. νοῦς οὖν ὁ θεὸς χωριστὸν εἶδος, τοῦτ᾿ ἔστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον.
Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος χωριστὸν, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντὸς , ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπ᾿ αὐτοῦ καλούμενον· διῃρημένου δὲ τούτου κατὰ σφαίρας τῇ μὲν φύσει συναφεῖς, τῷ λόγῳ δὲ κεχωρισμένας , ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον , κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀκίνητος, αἴτιος τῆς κινήσεως κατ᾿ ἐνέργειαν.
Οἱ Στωϊκοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικὸν, ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου, περιειληφότος πάντας τοὺς σπερματικοὺς λόγους, καθ᾿ οὓς ἕκαστα καθ᾿ εἱμαρμένην γίνεται. καὶ πνεῦμα μὲν διῆκον δι᾿ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον δι᾿ ὅλης τῆς ὕλης, δι᾿ ἧς κεχώρηκε. θεὸν δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν, τὸν δ᾿ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι.
Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν [πάντας] τοὺς θεοὺς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως. ὁ δ᾿ αὐτὸς ἄλλας τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε, τὰ ἄτομα, τὸ κενὸν, τὸ ἄπειρον , τὰς ὁμοιότητας , αὗται δὲ λέγονται ὁμοιομέρειαι, καὶ τὰ στοιχεῖα.”
Τοιαῦται μὲν δὴ τῶν φυσικῶν φιλοσόφων καὶ αἱ περὶ θεοῦ διαστάσεις τε καὶ δυσφημίαι, ὧν πρώτους ὁ λόγος συνίστησι τοὺς ἀμφὶ τὸν Πυθαγόραν τε καὶ Ἀναξαγόραν Πλάτωνά τε καὶ Σωκράτην νοῦν καὶ θεὸν ἐπιστῆσαι τῷ κόσμῳ. οὗτοι δὴ κομιδῇ παῖδες τοῖς χρόνοις ἀποδείκνυνται καθ’ οὓς χρόνους τὰ ὕστατα ἱστορεῖται τῆς Ἑβραίων ἀρχαιολογίας·.
οὐκ ἦν ἄρα παλαιτάτη παρὰ πᾶσιν Ἕλλησι καὶ τοῖς πρόπαλαι τὴν πολύθεον δεισιδαιμονίαν παρά τε Φοίνιξι καὶ Αἰγυπτίοις εἰσηγησαμένοις μένοις ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις, ἣν πρῶτος Ἑλλήνων ληνῶν Ἀναξαγόρας καὶ οἱ ἀμφ’ αὐτὸν ἐξήνεγκαν. καὶ μὴν τὰ τῆς πολυθέου δεισιδαιμονίας πάντων ἐθνῶν ἐκράτει· ἀλλ’ ἦν, ὡς ἔοικεν, οὐ τὴν ἀληθῆ περιέχοντα θεολογίαν, ἀλλ’ ἣν Αἰγύπτιοι καὶ Φοίνικες πρῶτοι πάντων συστήσασθαι ἐμαρτυρήθησαν.
αὕτη δὲ ἣν θεοὺς μὲν οὐδαμῶς, οὐδέ τινας θείας δυνάμεις, ἄνδρας δὲ ἤδη πάλαι ἐν νεκροῖς κειμένους θεολογοῦσα, ὡς ὁ τῆς ἀληθείας πάλαι ἀπέδειξε λόγος. φέρ’ οὖν πάλιν ἀναλάβωμεν τὸν λόγον. ἐπειδὴ τῶν φυσικῶν φιλοσόφων οἱ μὲν πάντα κατέβαλλον ἐπὶ τὰς αἰσθήσεις, οἱ δ’ αὖ πάλιν τούτοις ἀνθεῖλκον, ὡς οἶ περὶ τὸν Ξενοφάνην τὸν Κολοφώνιον καὶ Παρ- μενίδην Ἐλεάτην, οἱ δὴ τὰς αἰσθήσεις ἀνῄρουν, μηδὲν εἶναι φάσκοντες καταληπτὸν τῶν ἐν αἰσθήσει, διὸ μόνῳ δεῖν πιστεύειν τῷ λόγῳ, τὰ πρὸς αὐτοὺς ἀντειρημένα διασκεψώμεθα.
“Ἄλλοι δ’ ἐγένοντο τούτοις τὴν φωνὴν ἀφιέντες. οἴονται γὰρ δεῖν τὰς μὲν αἰσθήσεις καὶ τἀς φαντασίας καταβάλλειν, αὐτῷ δὲ μόνον τῷ λόγῳ πιστεύειν. τοιαῦτα γάρ τινα πρότερον μὲν Ξενοφάνης καὶ Παρμενίδης καὶ Ζήνων καὶ Μέλισσος ἔλεγον, ὕστερον δ᾿ οἱ περὶ Στίλπωνα καὶ τοὺς Με- γαρικούς. ὅθεν ἠξίουν οὗτοί γε τὸ ὂν ἕν εἶναι , καὶ τὸ ἴτερον μὴ εἶναι, μηδὲ γεννᾶσθαί τι μηδὲ φθείρεσθαι μηδὲ κινεῖσθαι τὸ παράπαν.
τὸν μὲν οὖν πλείω πρὸς τούτους λόγον εἰσόμεθα φιλοσοφοῦντες· νυνὶ μέντοι τοσοῦτον λεκτέον εἴποιμεν γὰρ ἂν ὡς ὁ μὲν λόγος ἡμῶν εἴη τὸ θειότατον· οὐ μὴν ἀλλὰ δεῖ γε καὶ τῆς αἰσθήσεως, ὥσπερ γε δὴ καὶ σώματος. ὅτι δὲ καὶ ἡ αἴσθησις ἀληθεύειν πέφυκε δῆλον· οὐ γὰρ οἷόν τε τὸν αἰσθανόμενον μὴ οὐχὶ πάσχειν τι· πάσχων δὲ τὸ πάθος ἂν εἰδείη· γνῶσις οὖν τίς ἐστι καὶ ἡ αἴσθησις.
ἀλλὰ μὴν εἰ τὸ αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἅπαν δὲ τὸ πάσχον ὑπό του πάσχει, πάντως ἕτερον ἂν εἴη τὸ ποιοῦν καὶ τὸ πάσχον. ὥστε πρῶτον μὲν εἴη ἂν τὸ λεγόμενον ἕτερον· οἷον τὸ χρῶμα καὶ ὁ ψόφος· ἔπειτα δὲ ἓν τὸ ὄν οὐκ ἔσται· καὶ μὴν οὐδὲ ἀκίνητον· ἡ γὰρ αἴσθησίς ἐστι κίνησις.
ταύτῃ δὲ βούλεται πᾶς τις κατὰ φύσιν ἔχειν τἀς αἰσθήσεις, ἅτε δὴ πιστεύων , οἶμαι, ταῖς ὑγιαινούσαις μᾶλλον ἢ ταῖς νοσούσαις. εἰκότως ἄρα καὶ δεινός τις ἔρως αὐτῶν ἡμῖν ἐντέτηκεν. οὐδείς γέ τοι μὴ μεμηνὼς ἕλοιτ᾿ ἄν ποτε μίαν αἴσθησιν ἀποβάλλειν, ὅπως αὐτῷ πάντα τὰ ἄλλα ἀγαθὰ γένοιτο.
τοὺς δὴ διαβάλλοντας αὐτὰς ἐχρῆν, πεπεισμέ- νους γε διότι μάτην ἔχοιεν αὐτὰς , εἰπόντας ἅπερ ὁ Πάνδαρος λέγει παρὰ τῷ Ὁμήρῳ περὶ τῶν ἑαυτοῦ τόξων,
αὐτίκ᾿ ἔπειτ᾿ ἀπ᾿ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς,
εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην,
χερσὶ διακλάσσας, ἀνεμώλια γάρ μοι ὀπηδεῖ,
τὸ μετὰ τοῦτο διαλυμήνασθαι πάσας τὰς αἰσθήσεις ἑαυτῶν· οὕτω γὰρ ἄν τις ἐπίστευεν αὐτοῖς ἔργῳ διδάσκουσιν ὡς εἰς οὐδὲν αὐτῶν δέοιντο.
νυνὶ δὲ τοῦτο καὶ τὸ ἀτοπώτατόν ἐστι· ἀχρήστους γὰρ ἀποφαίνοντες αὐτὰς τῷ λόγῳ τοῖς ἔργοις τὰ μάλιστα χρώμενοι διατελοῦσιν αὐταῖς.
ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα λέγοντος αὐτοῦ καὶ μάλα εἰκότως ἐπύθετό τις ἂν, ἆρ᾿ οὖν ὅτι [ὃ νῦν] θερμόν ἐστι κἄπειτα τοῦτο γίνεται ψυχρὸν οὐκ αἰσθόμενος ἔγνως; ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων. ὅπερ γὰρ ἔφην, εὑρεθείη ἂν οὐδὲν ἀλλ᾿ ἢ τὰς αἰσθήσεις ἀναιρῶν καὶ ἐλέγχων διὰ τὸ μάλιστα πιστεύειν αὐταῖς.
ἀλλὰ γὰρ οἱ μὲν τοιοῦτοι λόγοι σχεδὸν ἱκανὰς ἤδη δεδώκασιν εὐθύνας· ἐξίτηλοί γε τοι γεγόνασιν, ὡς εἰ μηδὲ ἐλέχθησαν τὸ παράπαν. ἤδη μέντοι θαρροῦντες λέγωμεν ὀρθῶς φιλοσοφεῖν τοὺς καὶ τὰς αἰσθήσεις καὶ τὸν λόγον ἐπὶ τὴν γνῶσιν τὴν τῶν πραγμάτων παραλαμβάνοντας.”
“ Ἀναγκαίως δ’ ἔχει πρὸ παντὸς διασκέ- ψασθαι περὶ τῆς ἡμῶν αὐτῶν γνώσεως· εἰ γὰρ αὖ μηδὲν πεφύκαμεν γνωρίζειν, οὐδὲν ἔτι δεῖ περὶ τῶν ἄλλων σκοπεῖν.
ἐγένοντο μὲν οὑν καὶ τῶν πάλαι τινὲς οἶ ἀφέντες τήνδε τὴν φωνὴν, οἷς ἀντείρηκεν Ἀριστοτέλης. ἴσχυσε μέντοι τοιαῦτα λέγων καὶ Πυρρῶν ὁ Ἠλεῖος· ἀλλ’ αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν, ὁ δὲ μαθητὴς αὐτοῦ Τίμων φησὶ δεῖν τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία ταῦτα βλέπειν· πρῶτον μὲν 5 ὁποῖα πέφυκε τὰ πράγματα· δεύτερον δὲ, τίνα χρὴ τρόπον ἡμᾶς πρὸς αὐτὰ διακεῖσθαι· τελευταῖον δὲ, τί περιέσται τοῖς οὕτως ἔχουσι.
τὰ μὲν οὖν πράγματά φησιν αὐτὸν ἀποφαίνειν ἐπ’ ἴσης ἀδιάφορα καὶ ἀστάθμητα καὶ ἀνεπίκριτα, διὰ τοῦτο μήτε τὰς αἰσθήσεις ἡμῶν μήτε τὰς δόξας ἀληθεύειν ἢ ψεύδεσθαι. διὰ τοῦτο οὖν μηδὲ πιστεύειν αὐταῖς δεῖν, ἀλλ’ ἀδοξάστους καὶ ἀκλινεῖς καὶ ἀκραδάντους εἶναι, περὶ ἑνὸς ἑκάστου λέγοντας ὅτι οὐ μᾶλλόν ἐστιν ἢ οὐκ ἔστιν, ἢ καὶ ἔστι καὶ οὐκ ἔστιν, ἢ οὔτε ἔστιν οὔτ’ οὐκ ἔστιν.
τοῖς μέντοι διακειμένοις οὕτω περιέσεσθαι Τίμων φησὶ πρῶτον μὲν ἀφασίαν, ἔπειτα δ’ ἀταραξίαν, Αἰνησίδημος δὲ ἡδονήν.”
καὶ μὴν εἰ καὶ δοίημεν αὐτοῖς ἐπ᾿ ἴσης ἀδιάφορα πάντα εἶναι, δῆλον ὡς οὐκ ἂν διαφέροιεν οὐδ᾿ αὐτοὶ τῶν πολλῶν. τίς οὖν εἴη ἂν αὐτῶν ἡ σοφία; καὶ διὰ τί Τίμων τοῖς μὲν ἄλλοις λοιδορεῖται πᾶσι, Πύρρωνα δ᾿ ὑμνεῖ μόνον;
ἔτι γε μὴν εἰ ἐπ᾿ ἴσης ἐστὶν ἀδιάφορα πάντα καὶ διὰ τοῦτο χρὴ μηδὲν δοξάζειν, οὐκ ἂν οὐδὲ ταῦτα διαφέροι· λέγω δὲ τὸ διαφέρειν ἢ μὴ διαφέρειν, καὶ τὸ δοξάζειν ἢ μὴ δοξάζειν. τί γὰρ μᾶλλον τοιαῦτά ἐστιν ἢ οὐκ ἔστιν; ἢ, ὡς φησι Τίμων, διὰ τί ναί καὶ διὰ τί οὔ, καὶ αὐτὸ τὸ διὰ τί; φανερὸν οὖν ὡς ἀναιρεῖται τὸ ζητεῖν· ὥστε παυσάσθωσαν ἐνοχλοῦντες. ἐπεὶ νῦν γε μεμήνασι πόρρω τέχνης ἅμα μὲν ἡμῖν διακελευόμενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ τοῦτο ποιεῖν, καὶ λέγοντες ὡς περὶ οὐδενὸς ἀποφαί- νεσθαι δέοι, κἄπειτα ἀποφαινόμενοι· καὶ ἀξιοῦσι μὲν μηδενὶ συγκατατίθεσθαι, πείθεσθαι δ᾿ αὐτοῖς κελεύουσιν· εἶτα λέγοντες μηδὲν εἰδέναι πάντας ἐλέγχουσιν ὡς εὖ εἰδότες.
ἀνάγκη τε τοὺς φά- σκοντας ὡς ἄδηλα πάντα εἴη δυοῖν θάτερον, ἢ σιωπᾶν ἢ ἀποφαίνεσθαί τι καὶ λέγειν. εἰ μὲν οὖν ἡσυχίαν ἄγοιεν, δῆλον ὅτι πρός γε τοὺς τοιούτους οὐδεὶς ἂν εἴη λόγος· εἰ δ’ ἀποφαίνοιντο, πάντη τε καὶ πάντως τὼς ἢ εἶναί τι φαῖεν ἂν ἢ μὴ εἶναι, καθάπερ ἀμέλει νυνί φασιν ὡς εἴη πάντα ἄγνωστα καὶ νομιστὰ πᾶσι.
ὡς δ’ οὐδὲν τοῦτο τοίνυν ὁ ἀξιῶν ἤτοι δηλοῖ τὸ πρᾶγμα καὶ ἔνεστιν αὐτὸ συνεῖναι λεγόμενον, ἢ οὐκ ἔνεστιν. ἀλλ’ εἰ μὲν οὐ δηλοῖ, καθάπαξ οὐδεὶς οὐδ’ οὕτω πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. εἰ δὲ σημαίνοι, πάντως ἢ ἄπειρα λέγοι ἂν ἣ πεπερασμένα· καὶ εἰ μὲν ἄπειρα, οὐδ’ οὕτως ἂν εἴη λόγος πρὸς αὐτὸν, ἀπείρου γὰρ γνῶσις οὐκ ἔστι· πεπερασμένων δὲ ὄντων τῶν δηλουμένων ἢ ἑνὸς ὁτουοῦν ὁ τοῦτο λέγων ὁρίζει τι καὶ κρίνει. πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα πάντα εἴη ἄν; εἰ δὲ φαίη ταὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι, πρῶτον μὲν ἔσται ταὐτὸ καὶ ἀληθὲς καὶ ψεῦδος, ἔπειτα δὲ ἐρεῖ τι καὶ οὐκ ἐρεῖ, καὶ λόγῳ χρώμενος ἀναιρήσει λόγον, ἔτι δὲ ὁμολογῶν ψεύδεσθαι πιστεύειν ἑαυτῷ φησι δεῖν.
ἄξιον δὲ ζητῆσαι πόθεν καὶ μαθόντες ἄδηλα πάντα φασὶν εἶναι. δεῖ γὰρ εἰδέναι πρότερον αὐτοὺς τί δή ποτ’ ἐστὶ τὸ δῆλον· οὕτω γοῦν ἂν ἔχοιεν λέγειν ὡς οὐκ εἴη τὰ πράγματα τοιαῦτα. πρῶτον γὰρ εἰδέναι χρὴ τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν. εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν ἐστι τὸ δῆλον, οὐκ ἂν εἰδεῖεν οὐδὲ τί τὸ ἄδηλον.
ὁπόταν γε μὴν Αἰνησίδημος ἐν τῇ ὑποτυπώσει τοὺς ἐννέα διεξίῃ τρόπους (κατὰ τοσούτους γὰρ ἀποφαίνειν ἄδηλα τὰ πράγματα πεπείραται) πότερον αὐτὸν φῶμεν εἰδότα λέγειν αὐτοὺς ἢ ἀγνοοῦντα ; φησὶ γὰρ ὅτι τὰ ζῷα διαφέρει, καὶ ἡμεῖς αὐτοὶ, καὶ αἶ πόλεις, καὶ οἶ βίοι, καὶ τὰ ἔθη, καὶ οἷ νόμοι· καὶ τὰς αἰσθήσεις δέ φησιν ἡμῶν ἀσθενεῖς εἷναι, καὶ πολλὰ τὰ ἔξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα, καὶ μεγέθη καὶ κινήσεις· ἔτι δὲ τὸ μὴ ὁμοίως διακεῖσθαι νέους καὶ πρεσβυτέρους, καὶ ἐγρηγορότας καὶ κοιμωμένους, καὶ ὑγιαίνοντας καὶ νοσοῦντας· οὐδενός τε ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσθαι.
πάντα γὰρ εἶναι συγκεχυμένα καὶ πρός τι λεγό- μενα. ταῦτα δὲ, φημὶ, καὶ τὰ τοιαῦτα κομψολογοῦντα αὐτὸν ἡδέως ἄν τις ἤρετο, πότερον εὖ εἰδὼς λέγοι διότι τὰ πράγματα τοῦτον ἔχει τὸν τρόπον ἢ ἀγνοῶν· εἰ μὲν γὰρ οὐκ ᾔδει, πῶς ἂν ἡμεῖς αὐτῷ πιστεύοιμεν; εἰ δ’ ἐγίνωσκε, κομιδῇ τις ἦν ἠλίθιος ἅμα μὲν ἄδηλα πάντα ἀποφαινόμενος, ἅμα δὲ τοσαῦτα λέγων εἰδέναι.
καὶ μὴν ὁπότε γε τοιαῦτα διεξίοιεν, οὐδὲν ἀλλ’ ἢ ἐπαγωγήν τινα λέγουσι, δεικνύντες ὁποῖ’ ἄττα εἴη τὰ φαινόμενα καὶ τὰ καθ’ ἕκαστα· τὸ δὲ τοιοῦτο καὶ ἔστι καὶ λέγεται πίστις. εἰ μὲν οὑν αὐτῇ συγκατατίθενται, δῆλον ὅτι δοξάζουσιν· εἰ δ’ οὐ πιστεύουσιν, οὐδ’ ἂν ἡμεῖς προσέχειν αὐτοῖς βουληθείημεν.
ὅ γε μὴν Τίμων ἐν τῷ Πύθωνι διηγεῖται, μακρόν τινα κατατείνας λόγον, ὡς ἐντύχοι τῷ Πύρρωνι βαδίζοντι Πυθοῖδε παρὰ τὸ ἱερὸν τὸ τοῦ Αμφιαράου, καὶ τίνα διαλεχθεῖεν ἀλλήλοις. ἆρ’ οὖν οὐκ εὐλόγως ἄν τις αὐτῷ ταῦτα συγγράφοντι παραστὰς εἴποι, τί, ὦ πονηρὲ, ἐνοχλεῖς σεαυτῷ ταῦτα συγγράφων καὶ ἃ μὴ οἶσθα διηγούμενος; τί γὰρ μᾶλλον ἐνέτυχες αὐτῷ ἢ οὐκ ἐνέτυχες, καὶ διελέχθης ἢ οὐ διελέχθης;
αὐτός τε ἐκεῖνος ὁ θαμαστὸς Πυρρῶν ἆρά γε ᾔδει τὸ διὰ τί βαδίζοι Πύθια θεασόμενος; ἢ καθάπερ οἶ μεμηνότες ἐπλανᾶτο κατὰ τὴν ὁδόν; ἡνίκα δὲ ἤρξατο κατηγορεῖν τῶν ἀνθρώπων καὶ τῆς ἀγνοίας αὐτῶν, ἆρά γε φῶμεν αὐτὸν ἀληθῆ λέγειν ἢ μὴ, καὶ τὸν Τίμωνα παθεῖν τι καὶ συγκαταθέσθαι τοῖς λόγοις ἢ μὴ προσέχειν; εἰ μὲν γὰρ οὐκ ἐπείσθη, πῶς ἀντὶ χορευτοῦ φιλόσοφος ἐγένετο καὶ τὸν Πύρρωνα διετέλεσε θαυμάζων; εἰ δὲ συγκατλέθετο τοῖς λεγομένοις, ἄτοπος ἂν εἴη τις, αὐτὸς μὲν φιλοσοφῶν, ἡμᾶς δὲ κωλύων.
πῶς οὖν ἐπ’ ἴσης ἀδιάφορα τὰ πράγματα καὶ ἀνεπίκριτα δύναιτ’ ἂν εἶναι; καὶ πῶς ἀσυγκατάθετιο καὶ ἀδόξαστοι γενοίμεθ’ ἄν; εἰ δ’ οὐδὲν ὄφελός ἐστι τῶν λόγων, τί ἡμῖν ἐνοχλοῦσιν; ἢ διὰ τί Τίμων φησὶν
οὐκ ἂν δὴ Πύρρωνί γ’ ἐρίσσειεν βροτὸς ἄλλος;
οὐ γὰρ μᾶλλον Πύρρωνα θαυμάσαι τις ἂν ἢ τὸν Κόροιβον ἐκεῖνον ἢ τὸν Μελητίδην, οἳ δὴ δοκοῦσι μωρίᾳ διενεγκεῖν.
ἐνθυμεῖσθαι μέντοι χρὴ καὶ ταῦτα. ποῖος γὰρ ἂν γένοιτο πολίτης, ἢ δικαστὴς, ἢ σύμβουλος, ἢ φίλος, ἢ ἀπλῶς εἰπεῖν ἄνθρωπος, ὅ γε τοιοῦτος ; ἢ τί τῶν κακῶν οὐ τολμήσειεν ἂν ὁ μηδὲν ὡς ἀληθῶς οἰόμενος εἶναι κακὸν, ἢ αἰσχρὸν, ἢ δίκαιον, ἢ ἄδικον; οὐδὲ γὰρ ἐκεῖνο φαίη τις ἂν, ὅτι τοὺς νόμους δεδοίκασι καὶ τὰς τιμωρίας οἶ τοιοῦτοι· πῶς γὰρ οἴ γε ἀπαθεῖς καὶ ἀτάραχοι, καθάπερ αὐτοί φασιν, ὄντες;
ὅ γέ τοι Τίμων ταῦτα καὶ λέγει περὶ τοῦ Πύρρωνος
ἀλλ’ οἶον τὸν ἄτυφον ἐγὼ ἴδον ἠδ’ ἀδάμαστον
πᾶσιν ὅσοι δαμνᾶτε βροτῶν ἄφατοι τε φατοί τε
λαῶν ἔθνεα κοῦφα, βαρυνόμεν’ ἔνθα καὶ ἔνθα
ἐκ παθέων, δόξης τε καὶ εἰκαίης νομοθήκης.
ὁπόταν μέντοι φῶσι τὸ σοφὸν δὴ τοῦτο, ὅτι δέοι κατακολουθοῦντα τῇ φύσει ζῆν καὶ τοῖς ἔθεσι, μηδενὶ μέντοι συγκατατίθεσθαι, πάνυ τινές εἰσιν εὐήθεις. εἰ γὰρ μηδενὶ ἄλλῳ, τούτῳ γοῦν αὐτῷ δεῖ συγκαταθέσθαι καὶ ὑπολαβεῖν οὕτως ἔχειν αὐτό. τί δὲ μᾶλλον τῇ φύσει καὶ τοῖς ἔθεσι δεῖ κατακολουθεῖν ἢ οὐ δεῖ, μὴ εἰδότας γε δὴ μηδὲν, μηδὲ ἔχοντάς τι ὅτῳ κρινοῦμεν;
ἐκεῖνο μὲν γὰρ καὶ παντά- πασίν ἐστιν ἠλίθιον, ἐπειδὰν λέγωσιν ὅτι καθάπερ τὰ καθαρτικὰ φάρμακα συνεκκρίνει μετὰ τῶν περιττωμάτων καὶ ἑαυτὰ, τὸν αὐτὸν τρόπον καὶ ὁ πάντα ἀξιῶν εἶναι λόγος ἄδηλα μετὰ τῶν ἄλλων ἀναιρεῖ καὶ ἑαυτόν. εἰ γὰρ αὐτὸς αὑτὸν ἐλέγχοι, ληροῖεν ἂν οἶ χρώμενοι τούτῳ. βέλτιον οὖν ἡσυχίαν ἄγειν αὐτοὺς καὶ μηδὲ τὸ στόμα διαίρειν.
ἀλλὰ μὴν οὐδ’ ὅμοιον ἔχει τι τὸ καθαρτικὸν φάρμακον καὶ ὁ τούτων λόγος. τὸ μὲν γὰρ φάρμακον ἐκκρίνεται κἀν τοῖς σώμασιν οὐχ ὑπομένει, τὸν μέντοι λόγον ἐν ταῖς ψυχαῖς ὑπάρχειν δεῖ τὸν αὐτὸν ὄντα καὶ πιστευόμενον ἀεί· μόνος γὰρ οὗτος εἴη ἂν ὁ ποιῶν ἀσυγκατα- θέτους.
ὅτι δ’ οὐκ οἴονται τὸν ἄνθρωπον ἀδόξαστον εἶναι καὶ ὡδὶ καταμάθοι τις ἄν. ἀδύνατον γὰρ τὸν αἰσθανόμενον μὴ αἰσθάνεσθαι. τὸ δ’ αἰσθάνεσθαι γνωρίζειν τι ἢν. ὅτι δὲ καὶ πιστεύει τῇ αἰσθήσει πᾶσι φανερόν· ἀκριβέστερον γὰρ θέλων ἰδεῖν ἀπέψησε τὼ ὀφθαλμὼ καὶ προσῆλθεν ἐγγύτερον καὶ ἐπηλυγάσατο.
καὶ μὴν ἡδόμενοί γε καὶ πονοῦντες ἴσμεν· οὐ γὰρ οἷόν τε τὸν καιόμενον ἢ τεμνόμενον ἀγνοεῖν. τὰς δὲ δὴ μνήμας καὶ τὰς ἀναμνήσεις τίς οὐκ ἂν φαίη μεθ’ ὑπολήψεως γίγνεσθαι ; περὶ μὲν γὰρ τῶν κοινῶν ἐννοιῶν, ὅτι τὸ τοιοῦτον ἄνθρωπός ἐστιν, ἔτι δὲ περὶ τῶν ἐπιστημῶν καὶ τεχνῶν, τί λέγοι τις ἄν; οὐδὲν γὰρ ἦν τούτων, εἰ μὴ ἐπεφύκειμεν ὑπολαμβάνειν. ἀλλ’ ἔγωγε ἐῶ τἄλλα τοῖς μέντοι λεγομένοις ὑπὸ τούτων ἐάν τε πιστεύωμεν, ἐάν τε ἀπιστῶμεν, ἀναγκαίως ἔχει δοξάζειν πάντη τε καὶ πάντως.”
“Ὀρθῶς δ᾿ ἔχει μαθεῖν καὶ τίνες οἱ ζηλώσαντες αὐτὸν ἐγένοντο καὶ τίνας ἐξήλωσεν αὐτός. ὁ μὲν οὖν Πύρρων Ἀναξάρχου τινὸς ἐγένετο μαθητὴς, ὃς τὸ μὲν πρῶτον ἦν ζωγράφος, οὐδ᾿ οὕτως εὐτυχὴς, ἔπειτα τοῖς Δημοκρίτου βιβλίοις ἐντυχὼν χρηστὸν μὲν οὐδὲν οὔτε εὗρεν οὔτε συνεγράψατο, κακῶς δὲ πάντας εἶπε καὶ θεοὺς καὶ ἀνθρώπους· αὐτὸς δ᾿ ὕστερον τοῦτον τὸν τῦφον περιβαλλόμενος καὶ καλῶν ἄτυφον ἑαυτὸν οὐδὲν ἐν γραφῇ κατέλιπεν.
ἐγένετο δὲ μαθητὴς αὐτοῦ Τίμων Φλιάσιος, ὃς τὸ μὲν πρῶτον ἐχόρευεν ἐν τοῖς θεάτροις, ἔπειτα δ᾿ ἐντυχὼν αὐτῷ συνέγραψεν ἀργαλέας παρῳδίας παρῳδίας καὶ βωμολόχους, ἐν αἶς βεβλασφήμηκε πάντας τοὺς πώποτε φιλοσοφήσαντας. ιὗτος γὰρ ἦν ὁ τοὺς σίλλους γράψας καὶ λέγων
σχέτλιοι ἄνθρψποι, κάκ᾿ ἐλέγχεα, γαστέρες οἶον,
τοίων ἔκ τ᾿ ἐρίδων ἔκ τε στοναχῶν πέπλασθε,
καὶ
ἄνθρωποι κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί.
μηδενὸς δ᾿ ἐπιστραφέντος αὐτῶν, ὡς εἰ μηδὲ ἐγένοντο τὸ παράπαν, ἐχθὲς καὶ πρώην ἐν Ἀλεξανδρείᾳ τῇ κατ᾿ Αἴγυπτον Αἰνγςίσημός τις ἀναζωπυρεῖν ρεῖν ἤρξατο τὸν ὕθλον τοῦτον. καὶ σχεδὸν οἱ μὲν κράτιστοι δοκοῦντες εἶναι τῶν τὴν ὁδὸν βεβαδικότων ταύτην εἰσὶν οὗτοι.
ὅτι μὲν οὖν τὴν τοιαύτην εἴτε αἵρεσιν εἴτε ἀγωγὴν λόγων εἴτε ὅπη καὶ ὅπως ἐθέλει τις καλεῖν αὐτὴν οὐδεὶς ἂν εὖ φρονῶν ὀρθὴν εἶναι φαίη δῆλον. ἐγὼ μὲν γὰρ οὐδὲ φιλοσοφίαν οἴομαι δεῖν ὀνομάζειν αὐτὴν, ἀναιροῦσάν γε δὴ τὰς τοῦ φιλοσοφεῖν ἀρχάς."
“Ἑξῆς δ’ ἂν εἶεν οἱ λέγοντες μόνα τὰ καταληπτά· τοῦτο δ’ εἶπον ἔνιοι τῶν ἐκ τῆς Κυρήνης. οὗτοι δ’ ἠξίουν, ὥσπερ ὑπὸ κάρου πιεζόμενοί τινος, οὐδὲν εἰδέναι τὸ παράπαν, εἰ μή τις παραστὰς αὐτοὺς παίοι καὶ κεντῴη· καιόμενοι γὰρ ἔλεγον ἢ τεμνόμενοι γνωρίζειν ὅτι πάσχοιέν τι· πότερον δὲ τὸ καῖον εἴη πῦρ, ἢ τὸ τέμνον σίδηρος, οὐκ ἔχειν εἰπεῖν.
τοὺς δὴ ταῦτα λέγοντας εὐθὺς ἔροιτό τις ἂν εἰ δὴ τοῦτο γοῦν ἴσασιν αὐτοὶ, διότι πάσχουσί καὶ αἰσθάνονται. μὴ εἰδότες μὲν γὰρ οὐδ’ εἰπεῖν δυνηθεῖεν ἂν ὅτι μόνον ἴσασι τὸ πάθος· εἰ δ’ αὖ γνωρίζουσιν, οὐκ ἂν εἴη μόνα τὰ πάθη καταληπτά. τὸ γὰρ “ἐγὼκαίομαι” λόγος ἦν καὶ οὐ πάθος.
ἀλλὰ μὴν ἀνάγκη γε τρία ταῦτα συνυφίστασθαι τό τε πάθος αὐτὸ καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον. ὁ τοίνυν ἀντιλαμβανόμενος τοῦ πάθους πάντως αἰσθάνοιτ’ ἂν καὶ τοῦ πάσχοντος. οὐ γὰρ δὴ ὅτι μὲν εἰ τύχοι, θερμαίνεται γνωριεῖ, πότερον δ’ αὐτὸς ἢ ὁ γείτων, ἀγνοήσει· καὶ νῦν ἢ πέρυσι, καὶ Ἀθήνησιν ἢ ἐν Αἰγύπτῳ, καὶ ζῶν ἢ τεθνεὼς, ἔτι δὲ ἄνθρωπος ὢν ἢ λίθος.
οὐκοὐν εἴσεται καὶ ὑφ’ ὅτου πάσχει· καὶ γὰρ ἀλλήλους γνωρίζουσι καὶ ὁδοὺς καὶ πόλεις καὶ τὴν τροφήν· οἴ τ’ αὖ τεχνῖται τὰ ἐργαλεῖα τὰ αὑτῶν οἴδασι, καὶ οἶ ἰατροὶ καὶ ναυτικοὶ σημειοῦνται τὰ μέλλοντα, καὶ τῶν θηρίων οἶ κύνες εὑρίσκουσι τοὺς στίβους.
ὥστε οὐδὲ τοὔνομα τὸ ἴδιον εἰδεῖεν ἂν, οὐδὲ τὴν πατρίδα καὶ τὸν Ἀρίστιππον. οὐκοῦν οὐδὲ τίνας φιλοῦσιν ἢ μισοῦσιν, οὐδὲ τίνων ἐπιθυμοῦσιν· οὐδ’ εἰ γελάσαιεν ἢ δακρύσαιεν ἕξουσιν εἰπεῖν ὅτι τόδε μὲν εἴη γελοῖον, τὸ δὲ λυπηρόν. δῆλον οὖν ὡς οὐδὲ τί νυνὶ λέγομεν ἡμεῖς συνίασιν. οὐδὲν οὖν οἴ γε τοιοῦτοι διαφέροιεν ἂν ἐμπίδων ἢ μυιῶν, καίτοι κἀκεῖνα γνωρίζει τὰ κατὰ φύσιν καὶ πάρα φύσιν.”
Πρὸς δὴ τοὺς οὕτω διακειμένους εἰ καὶ μυρία λέγειν ἔνεστιν, ἀλλ’ ἀρκεῖ γε καὶ ταῦτα. ἕπεται τούτοις συνεξετάσαι καὶ τοὺς τὴν ἐναντίαν βαδίσαντας, καὶ πάντα χρῆναι πιστεύειν ταῖς τοῦ σώματος αἰσθήσεσιν ὁρισαμένους, ὧν εἶναι Μητρόδωρον τὸν Χῖον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην.
τὸν μὲν οὖν Μητρόδωρον Δημοκρίτου ἔφασαν ἀκηκοέναι, ἀρχὰς δὲ ἀποφήνασθαι τὸ πλῆρες καὶ τὸ κενόν· ὧν τὸ μὲν ὂν, τὸ δὲ μὴ ὂν εἶναι. γράφων γέ τοι περὶ φύσεως εἰσβολῇ ἐχρήσατο τοιαύτῃ οὐδεὶς ἡμῶν οὐδὲν οἶδεν, οὐδ᾿ αὐτὸ τοῦτο πότερον οἴδαμεν, ἢ οὐκ οἴδαμεν.᾿ ἥτις εἰσβολὴ κακὰς ἔδωκεν ἀφορμὰς τῷ μετὰ ταῦτα γενομένῳ Πύρρωνι. προβὰς δέ φησιν ὅτι πάντα ἐστὶν, ὃ ἄν τις νοήσαι.
τὸν δὲ Πρωταγόραν λόγος ἔχει κεκλῆσθαι ἄθεον. γράφων γέ τοι καὶ αὐτὸς περὶ θεῶν εἰσβολῇ τοιᾷδε ἐχρήσατο ‘περὶ μὲν οὖν θεῶν οὐκ οἶδα οὔθ᾿ ὡς εἰσὶν οὔθ᾿ ὁποῖοί τινες ἰδέαν· πολλὰ γάρ ἐστι τὰ κωλύοντά με ἕκαστον τούτων εἰδέναι.᾿ τοῦτον Ἀθηναῖοι φυγῇ ζημιώσαντες τὰς βίβλους αὐτοῦ δημοσίᾳ ἐν μέσῃ τῇ ἀγορᾷ κατέκαυσαν. ἐπεὶ οὖν οἵδε μόναις δεῖν ἔφασαν ταῖς αἰσθήσεσι πιστεύειν, τὰς πρὸς αὐτοὺς ἀντιρρήσεις θεασώμεθα.”
“Γεγόνασι δέ τινες οἱ ἀξιοῦντες τῇ αἰσθήσει καὶ ταῖς φαντασίαις μόναις δεῖν πιστεύειν. ἔνιοι μέντοι φασὶ καὶ τὸν Ὅμηρον αἰνίττεσθαι τὸ τοιοῦτο πάντων ἀποφαίνοντα τὸν Ὠκεανὸν ἀρχὴν, ὡς ἐν ῥύσει τῶν πραγμάτων ὄντων· ὧν δ᾿ ἴσμεν ἔοικε μὲν καὶ Μητρόδωρος ὁ Χῖος τὸ αὐτὸ τοῦτο λέγειν, οὐ μὴν ἀλλ᾿ ἄντικρύς γε Πρωταγόρας ὁ Ἀβδηρίτης.
οὗτος γὰρ ἔφη μέτρον εἶναι πάντων χρημάτων τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δ᾿ οὐκ ὄν- των ὡς οὐκ ἔστιν· ὁποῖα γὰρ ἑκάστῳ φαίνεται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι· περὶ δὲ τῶν ἄλλων μηδὲν ἡμᾶς δύνασθαι διισχυρίσασθαι.
ὅ γε μὴν θεασάμενος ὁτιοῦν, εἶτα μεμνημένος, οἶδε μὲν, αἰσθάνεται δ’ οὐκέτι. καὶ εἰ θατέρῳ μὲν ὀφθαλμῷ μύσαι, θατέρῳ δ’ ὁρῴη, δῆλον ὅτι ταὐτὸ καὶ εἴσεται καὶ οὐκ εἴσεται.
πρὸς δὲ τούτοις, εἰ τὸ φαινόμενον ἑκάστῳ καὶ ἀληθές ἐστιν, ἡμῖν δὲ οὐ φαίνεται τὰ ὑπ’ ἐκείνων λεγόμενα ἀληθῆ, καὶ τὸ μὴ εἶναι πάντων πραγμάτων μέτρον τὸν ἄνθρωπον ἀληθὲς ἂν εἴη.
καὶ μὴν οἵ γε τεχνῖται τῶν ἀτέχνων διαφέρουσι καὶ οἱ ἔμπειροι τῶν ἀπείρων, καὶ διὰ τοῦτο μᾶλλον προορᾷ τὸ μέλλον ἔσεσθαι κυβερνήτης καὶ ἰατρὸς καὶ στρατηγός.
ἁπλῶς τε ἀναιροῦσιν οὗτοί γε τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ ἐξ ἀνάγκης, καὶ τὸ ἐνδεχόμενον, καὶ τὸ κατὰ φύσιν, καὶ τὸ παρὰ φύσιν. οὕτω δ’ ἂν εἴη ταὐτὸ καὶ ὂν καἰ οὐκ ὄν. οὐδὲν γὰρ κωλύει ταὐτὸ τοῖς μὲν εἶναι φαίνεσθαι, τοῖς δὲ μὴ εἶναι· καὶ ταὐτὸ ἂν εἴη ἄνθρωπος καὶ ξύλον· ἔσθ’ ὅτε γὰρ φαίνεται ταὐτὸ τῷδε μὶν ἄνθρωπος, τῷδε δὲ ξύλον.
ἅπας τε λόγος ἀληθὴς ἂν εἴη, διὰ τοῦτο δὲ καὶ ψευδής· καὶ οἶ βουλευόμενοι καὶ δικάζοντες οὐκ ἂν ἔχοιεν οὐδὲν ποιεῖν. καὶ τὸ δεινότατον, ἔσονται γὰρ οἶ αὐτοὶ σπουδαῖοι καὶ μοχθηροὶ καὶ ταὐτὸ κακία καὶ ἀρετή. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτά τις ἂν ἔχοι λέγειν· ἀλλὰ γὰρ οὐδὲν δεῖ πλειόνων λόγων πρὸς τοὺς οὐκ οἰομένοῦς ἔχειν νοῦν καὶ λόγον.”
Εἶθ’ ἑξῆς
“Ἐπεὶ δ’ ἔτι νῦν εἰσί τινες οἶ πᾶσαν καὶ πᾶσαν φαντασίαν ἀληθῆ λέγοντες εἶναι, μικρὰ καὶ περὶ τούτων εἴπωμεν. ἐοίκασι γὰρ οὗτοί γε δεδοικέναι μήποτε, εἰ ψευδεῖς εἴποιεν αἰσθήσεις εἷναί τινας, οὐκ ἂν σχοῖεν τὸ κριτήριον καὶ τὸν κανόνα βέβαιον οὐδ’ ἐχέγγυον· οὐχ ὁρῶσι δὲ ὡς οὐκ ἂν φθάνοιεν οὕτω γε καὶ τὰς δόξας ἁπάσας ἀληθεῖς ἀποφαίνοντες· πολλὰ γὰρ δὴ καὶ ταύταις πεφύκαμεν κρίνειν· καὶ οὐδὲν ἧττον ἀξιοῦσιν αὐτῶν τὰς μὲν ἀληθεῖς εἶναι, τὰς δὲ ψευδεῖς.
καθόλου δὲ ἁμαρτάνουσιν ἀξιοῦντες ὁποῖα ἂν ἡμῖν φαίνηται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι. τοὐναντίον γὰρ, ὁποῖα πέφυκε, τοιαῦτα φαίνεται, καὶ οὐχ ἡμεῖς αὐτὰ ποιοῦμεν οὕτως ἔχειν, ἀλλ’ ὐπ’ ἐκείνων αὐτοὶ διατιθέμεθά πως. ἐπεὶ καὶ γελοῖον εἴη ἂν εἰ διανοηθείημεν ἡμεῖς, ὥσπερ οἶ ζωγράφοι καὶ πλάσται, σκύλακας ἢ χιμαίρας, ἀξιοῦν εὐθὺς εἶναι ταῦτα, καὶ διὰ τοῦτο φαντάζεσθαι καθάπερ εὐτρεπῆ παρεστῶτα.”
Διότι μὲν οὖν οὐκ ὀρθῶς λέγουσιν οἱ φάσκοντες εἶναι πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ δῆλον ἐκ τούτων· ἀλλὰ γὰρ καὶ τούτων οὕτως ἐχόντων αὖθις οἶ περὶ τὸν Ἐπίκουρον ἐκ τῆς Ἀριστίππου διαδοχῆς ὁρμώμενοι πάντα ἡδονῆς ἐξῆπτον καὶ αἰσθήσεως, μόνα τὰ πάθη καταληπτὰ καὶ τέλος ἀγαθῶν τὴν ἡδονὴν εἶναι ὁριζόμενοι.
λέγεται δὲ ὁ Ἐπίκουρος ὑπὸ μέν τινων μηδενὸς ἀκηκοέναι, ἐντυχεῖν δὲ τοῖς τῶν παλαιῶν συγγράμμασιν· ὑπό τινων δ’ ὅτι ἤκουσε Ξενοκράτους, ὕστερον δὲ καὶ Ναυσι- φάνους τοῦ Πύρρωνος γενομένου γνωρίμου. τίνα δὴ οὖν τὰ καὶ πρὸς αὐτὸν ἀντειρημένα τυγχάνει θεασώμεθα.
“Ἐπειδή ἐστι γνῶσις διττὴ, ἡ μὲν τῶν πραγμάτων, ἡ δὲ τῶν ἡμῖν αἱρετῶν καὶ φευκτῶν, ἔνιοί φασι τῆς αἱρέσεως καὶ φυγῆς ἀρχὴν καὶ κριτήριον ἔχειν ἡμὰς, τὴν ἡδονὴν καὶ τὸν πόνον· ἔτι γέ τοι καὶ νῦν τοιαῦτα τινα λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον· ἀναγκαίως οὖν ἔχει καὶ περὶ τούτου σκέψασθαι.
τοσούτου τοίνυν ἔγωγε δέω λέγειν ἀρχὴν εἶναι καὶ κανόνα τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὸ πάθος, ὥστ’ ἔμοιγε δοκεῖ τοῦτο αὐτὸ κριτηρίου δεῖσθαι. διότι μὲν γάρ ἐστιν ἑαυτὸ δείκνυσιν, ὁποῖον δ’ ἐστὶν ἑτέρου δεῖ τοῦ κρίνοντος. εἰ μὲν γὰρ οἰκεῖον ἢ ἀλλότριον ἡ αἴσθησις λέγει, πότερον δ’ αἱρετὸν ἢ φευκτὸν ὁ λόγος.
αὐτοί γε τοί φασιν οὐ πᾶσαν ἡδονὴν ἀσπάζεσθαι καὶ πάντα πόνον ἐκτρέπεσθαι. τοῦτο δὲ συμβέβηκε καὶ μάλα εἰκότως. τὰ μὲν γὰρ κριτήρια καὶ ἑαυτὰ δείκνυσι καὶ τὰ κρινόμενα, τὸ μέντοι πάθος ἑαυτὸ μόνον. ὅτι δ’ οὕτως ἔχει μαρτυροῦσιν αὐτοί. καίπερ γὰρ ἀξιοῦντες ἅπασαν ἡδονὴν ἀγαθὸν εἶναι καὶ πᾶσαν ἀλγηδόνα κακὸν, ὅμως οὐκ ἀεί φασι δεῖν τὴν μὲν αἱρεῖσθαι, τὴν δὲ φεύγειν· μετρεῖσθαι γὰρ αὐτὰ τῷ ποσῷ καὶ οὐ τῷ ποιῷ.
δῆλον οὖν ὡς τό γε ποσὸν οὐδὲν ἀλλ’ ἢ ὁ λόγος κρίνει· τὸ γὰρ ἄμεινόν ἐστιν ὑπομεῖναι τούσδε τινὰς τοὺς πόνους, ὅπως ἡσθείημεν ἡδονὰς μείζους, καὶ τὸ συμφέρει τῶνδέ τινων ἀπέχεσθαι τῶν ἡδονῶν, ἵνα μὴ ἀλγῶμεν ἀλγηδόνας χαλεπωτέρας’ καὶ πάντα τὰ λόγος ὁ κρίνων ἐστίν.
τὸ δ’ ὅλον αἶ μὲν αἰσθήσεις καὶ αἱ φαντασίαι καθαπερεὶ κάτοπτρα καὶ εἰκόνες ἐοίκασι τῶν πραγμάτων εἶναι· τὰ μέντοι πάθη καὶ αἶ ἡδοναὶ καὶ οἱ πόνοι τροπαὶ καὶ ἀλλοιώσεις ἡμῶν αὐτῶν. ταύτῃ δὲ αἰσθανόμενοι μὲν καὶ φαντασιούμενοι πρὸς τὰ ἔξω βλέπομεν, ἡδόμενοι δὲ καὶ ἀλγοῦντες ἐπιστρέφομεν ἐπὶ μόνους ἑαυτούς. τὰς μὲν γὰρ αἰσθήσεις ἡμῶν τὰ ἔξω ποιεῖ· καὶ ὁποῖα ἂν ᾖ ἐκεῖνα, τοιαύτας ἀπεργάζεται καὶ τὰς φαντασίας, τὰ δὲ πάθη ποιὰ ἄττα γίνεται δι’ ἡμὰς καὶ ὡς ἂν ἡμεῖς ἔχωμεν.
διὸ ταῦτα ποτὲ μὲν ἡδέα, ποτὲ δ’ ἀηδῆ φαίνεται, καὶ ἔσθ’ ὅτε μὲν μᾶλλον, ἔσθ’ ὅτε δὲ ἧττον. ὧν οὕτως ἐχόντων εὑρήσομεν, εἰ ἐθέλοιμεν σκοπεῖν, ἄριστα τὰς τῆς γνώσεως ἀρχὰς ὑποτιθεμένους ὁπόσοι καὶ τὰς αἰσθήσεις καὶ τὸν νοῦν παραλαμβάνουσιν.
ἔοικε δ’ ἡ μὲν αἴσθησις ταῖς ἄρκυσι καὶ τοῖς δικτύοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις θηράτροις, ὁ δὲ νοῦς καὶ ὁ λόγος τοῖς κυσὶ τοῖς στιβεύουσι καὶ μεταθέουσιν. αὐτῶν μέντοι τούτων ἄμεινον φιλοσοφεῖν οἴεσθαι χρὴ τοὺς μήτε ταῖς αἰσθήσεσιν, ὡς ἔτυχε, χρωμένους μήτε τὰ πάθη παραλαμβάνοντας ἐπὶ τὴν τἀληθοῦς διάγνωσιν. ἢ δεινόν γ’ ἂν εἴη πεφυκότας ἀνθρώπους ἡδοναῖς καὶ πόνοις ἀλόγοις ἐπιτρέπειν ἑαυτοὺς, ἀφέντας τὸν θειότατον κριτὴν νοῦν.”
Ταῦτα ἀπὸ τῶν Ἀριστοκλέους.
Καθ’ ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν. δεῖ γὰρ ἰδεῖν ποτέρῳ μᾶλλον ξυγγενὲς ἕκαστον αὐτῶν ἀπονεμουμεν.
Κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις;
Ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὠ Πρώταρχε, καὶ λαβόμενος, βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονὴν, πολὺν ἐπισχὼν χρόνον, ἀπόκριναι σαυτῷ πότερον ἡδονὴ ξυγγενέστερον ἢ νοῦς ἀληθείᾳ.
Τί δὲ χρόνου δεῖ; πολὺ γὰρ, οἶμαι, διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων τὸ ἀλαζονέστατον· ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἱ· δὴ μέγισται δοκοῦσιν εἷναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδομένων νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων· νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων ὁμοιότατόν τε καὶ ἀληθέστατον.
Οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψῃ, πότερον ἡδονὴ φρονήσεως, ἢ φρόνησις ἡδονῆς πλείω κέκτηται;
Εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας. οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν πεφυκὸς ἀμετρότερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρότερον οὐδ᾿ ἂν ἔν ποτε.
Καλῶς εἴρηκας. ὅμως δ᾿ ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετείληφε πλέον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναντίον;
Ἄρ᾿ οὖν φρόνησιν μὲν καὶ νοῦν, Σώκρατες, οὐδεὶς πώποτε οὔθ᾿ ὕπαρ οὔτ᾿ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτώ ἐπενόησεν οὐδαμοῦ οὐδαμῶς, οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον;
Ὀρθῶς.
Ἡδονὰς δέ γε δήπου, καὶ ταύτας σχεδὸν τὰς μεγίστας, ὅταν ἴδωμεν ἡδόμενον ὁντινοῦν, ἢ τὸ γελοῖον ἐπ᾿ αὐταῖς ἤ τὸ πάντων αἴσχιστον ἑπόμενον ὁρῶντες αὐτοί τε αἰσχυνόμεθα καὶ ἀφανίζοντες κρύπτομεν ὅτι μάλιστα, νυκτὶ πάντα τὰ τοιαῦτα διδόντες , ὡς φῶς οὐ δέον ὁρᾶν αὐτά.
Πάντη δὴ φήσεις, ὦ Πρώταρχ, ὑπό τε ἀγγέλων πέμπων καὶ παροῦσι φράζων ὡς ἡδονὴ κτῆμα οὐκ ἔστι πρῶτον οὐδ᾿ αὖ δεύτερον, ἀλλὰ πρῶτον μέν πη περὶ μέτρον καὶ τὸ μέτριον καὶ τὸ καίριον καὶ πάνθ᾿ ὁπόσα χρὴ τοιαῦτα νομίζειν τὴν ἀΐδιον ᾑρῆσθαιφύσιν.
Φαίνεται γοῦν ἐκ τῶν νῦν λεγομένων.
Δεύτερον μὲν περὶ τὸ σύμμετρον καὶ καλὸν καὶ τὸ τέλειον καὶ ἱκανὸν καὶ πάνθ᾿ ὁπόσα τῆς γενέσεως αὖ ταύτης ἐστί.
Ἔοικε γοῦν.
Τὸ τοίνυν τρίτον, ὡς ἡ ἐμὴ μαντεία, νοῦν καὶ φρόνησιν τιθεὶς οὐκ ἂν μέγα τι τῆς ἀληθείας παρεξέλθοις.
Ἴσως.
Ἀρ᾿ οὖν οὐ τέταρτα, ἃ τῆς ψυχῆς αὐτῆς ἔθεμὲν, ἐπιστήμας τε καὶ τέχνας καὶ δόξας ὀρθὰς λεχθείσας, ταῦτ’ εἶναι τὰ πρὸς τοῖς τρισὶ τέτταρα, εἴπερ τοῦ ἀγαθοῦ ἐστι μᾶλλον ἢ τῆς ἡδονῆς ξυγγενῆ,
Τάχ΄ ἄν.
Πέμπτας τοίνυν ἃς ἡδονὰς ἔθεμεν ἀλύπους ὁρισάμενοι, καθαρὰς ἐπονομάσαντες τῆς ψυχῆς αὐτῆς ἐπιστήμας, ταῖς δὲ αἰσθήσεσιν ἑπομένας.
Ἴσως.
Ἔκτῃ δ’ ἐν γενεᾷ, φησὶν Ὀρφεὺς,
καταπαύσατε κόσμον αοιδῆς,
ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτῃ καταπεπαυμένος εἶναι κρίσει. τὸ δὲ μετὰ ταῦθ’ ἡμῖν οὐδὲν λοιπὸν πλὴν ὥσπερ κεφαλὴν ἀποδοῦναι τοῖς εἰρημένοις.
Οὐκοῦν χρή.
Ἴθι δὴ, τὸ τρίτον τῷ σωτῆρι τὸν αὐτὸν δια- μαρτυράμενοι λόγον ἐπεξέλθωμεν.
Ποῖον δή;
Φίληβος τἀγαθὸν ἔθετο ἡμῖν ἡδονὴν εἶναι πᾶσαν καὶ παντελῆ.
Τὸ τρίτον, ὦ Σώκρατες, ὡς ἔοικας, ἔλεγες ἀρτίως τὸν ἐξ ἀρχῆς ἐπαναλαβεῖν δεῖν λόγον.
Ναί. τὸ δέ γε μετὰ τοῦτο ἀκούωμεν. ἐγὼ γὰρ δὴ κατιδὼν ἅπερ νῦν διελήλυθα, καὶ δυσχεράνας τὸν Φιλήβου λόγον οὐ μόνον, ἀλλὰ καὶ ἄλλων πολλάκις μυρίων, εἶπον ὡς ἡδονῆς γε νοῦς εἴη μακρῷ βέλτιόν τε καὶ ἄμεινον τῷ τῶν ἀνθρώπων βίῳ.
Ἠν ταῦτα.
Ὑποπτεύων δέ γε καὶ ἄλλα εἶναι πολλὰ εἶπον ὡς, εἰ φανείη τι τούτων ἀμφοῖν βέλτιον, ὑπὲρ τῶν δευτερείων νῷ πρὸς ἡδονὴν ξυνδιαμαχοίμην, ἡδονὴ δὲ καὶ δευτερείων στερήσοιτο.
Εἰπες γὰρ οὑν.
Καὶ μετὰ ταῦτά γε πάντων ἱκανώτατα τούτοιν οὐδέτερον ἱκανὸν ἀνεφάνη.
Ἀληθέστατα.
Οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονὴ, μηδὲ τἀγαθὸν αὐτὸ μηδέτερον αὐτοῖν εἶναι στερομένων αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως;
Ὀρθότατα.
Φανέντος δέ γε ἄλλου τινὸς κρείττονος τούτοιν ἑκατέρου, μυρίῳ γ’ αὖ νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ.
Πῶς γὰρ οὔ;
Οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ὡς νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτ’ ἂν ἡ τῆς ἡδονῆς δύναμις.
Ἔοικεν.
Πρῶτον δέ γε οὐδ’ ἂν οἱ πάντες βόες τε καὶ ἵπποι καὶ τὰ ἄλλα ξύμπαντα θηρία φῶσι τῷ τὸ χαίρειν διώκειν· οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας εἶναι, καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους εἶναι μάρτυρας μᾶλλον ἢ τοὺς τῶν ἐν μούσῃ φιλοσόρῳ μεμαντευμένων ἑκάστοτε λόγων.
Ἀληθέστατα, ὦ Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες.”
Ταῦτα ὁ Πλάτων’. ἐγὼ δέ σοι καὶ Διονυσίου, τῆς κατὰ Χριστὸν φιλοσοφίας ἐπισκόπου ἀνδρὸς, ἀπὸ τῶν Περὶ φύσεως βραχέα τῶν πρὸς Ἐπίκουρον ἀντειρημένων παραθήσομαι. σὺ δὲ λαβὼν ἀνάγνωθι τὰς οὕτως ἐχούσας αὐτοῦ φωνάς
Πότερον ἴν ἐστι συναφὲς τὸ πᾶν, ὡς ἡμῖν τε καὶ τοῖς σοφωτάτοις ῾Ελλήνων Πλάτωνι καὶ Πυθαγόρᾳ καὶ τοῖς ἀπὸ τῆς στοᾶς καὶ Ἡρακλείτῳ φαίνεται, ἢ δύο, ὡς ἴσως τις ὑπέλαβεν, ἢ καὶ πολλὰ καὶ ἄπειρα, ὥς τισιν ἄλλοις ἔδοξεν, οἳ πολλαῖς τῆς διανοίας παραφοραῖς καὶ ποικίλαις προφοραῖς ὀνομάτων τὴν τῶν ὅλων ἐπεχείρησαν κατακερματίζειν οὐσίαν, ἄπειρόν τε καὶ ἀγέννητον καὶ ἀπρονόητον ὑποτίθενται;
οἶ μὲν γὰρ ἀτόμους προσειπόντες ἄφθαρτά τινα καὶ σμικρότατα σώματα πλῆθος ἀνάριθμα, καί τι χωρίον κενὸν μέγεθος ἀπεριόριστον προβαλόμενοι, ταύτας δή φασι τὰς ἀτόμους ὡς ἔτυχεν ἐν τῷ κενῷ φερομένας αὐτομάτως τε συμπιπτούσας ἀλλήλαις διὰ ῥύμην ἄτακτον καὶ συμπλεκομένας διὰ τὸ πολυσχήμονας οὔσας ἀλλήλων ἐπιλαμβάνεσθαι, καὶ οὕτω τόν τε κόσμον καὶ τὰ ἐν αὐτῷ, μᾶλλον δὲ κόσμους ἀπείρους ἀποτελεῖν.
ταύτης δὲ τῆς δόξης ’Επίκουρος γεγόνασι καὶ Δημόκριτος· τοσοῦτον δὲ δὲ διεφώνησαν ὅσον ὁ μὲν ἐλαχίστας πάσας καὶ διὰ τοῦτο ἀνεπαισθήτους, ὁ δὲ καὶ μεγίστας εἶναί τινας ἀτόμους ὁ Δημόκριτος ὑπέλαβεν. ἀτόμους δὲ εἶναί φασιν ἀμφότεροι καὶ λέγεσθαι διὰ τὴν ἄλυτον στερρότητα.
οἶ δὲ τὰς ἀτόμους μετονομάσαντες ἀμερῆ φασιν εἶναι σώματα, τοῦ παντὸς μέρη, ἐξ ὧν ἀδιαιρέτων ὄντων συντίθεται τὰ πάντα καὶ εἰς ἃ διαλύεται. καὶ τούτων φασὶ τῶν ἀμερῶν ὀνοματοποιὸν Διόδωρον γεγονέναι· ὄνομα δὲ, φασὶν, αὐτοῖς ἄλλο Ἡρακλείδης θέμενος ἐκάλεσεν ὄγκους, παρ’ οὗ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς ἐκληρονόμησε τὸ ὄνομα.”
Ταῦτ’ εἰπὼν ἐξῆς ἀνασκευάζει τὸ δόγμα διὰ πολλῶν, ἀτὰρ καὶ διὰ τούτων
‟Πῶς αὐτῶν ἀνασχώμεθα τυχηρὰ λεγόντων εἶναι συμπτώματα τὰ σοφὰ καὶ διὰ τοῦτο τὰ καλὰ δημιουργήματα; ὣν ἕκαστόν τε καθ’ ἑαυτὸ γενόμενον ὤφθη τῷ προστάξαντι γενέσθαι καλὸν καὶ συλλήβδην ὁμοίως ἅπαντα. καὶ εἶδε γὰρ, φησὶν, ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.
ἀλλ’ οὐδὲ ἀπὸ τῶν μικρῶν τῶν συνήθων καὶ παρὰ πόδας νουθετοῦνται παραδειγμάτων, ἐξ ὧν δύνανται μανθάνειν ὅτι χρειῶδες μὲν καὶ πρὸς ὠφέλειαν ἔργον οὐδὲν ἀνεπιτηδεύτως οὐδὲ συμβατικῶς ἀπεργάζεται, ἀλλὰ χειρουργούμενον εἰς τὴν πρέπουσαν ὑπηρεσίαν καταρτίζεται· ὅταν δὲ εἰς ἄχρηστον μεταπίπτῃ καὶ ἀνωφελὲς, τότε διαλυόμενον ἀορίστως καὶ ὡς ἂν τύχῃ διασκίδναται, ἅτε μηκέτι μεταχειριζομένης μηδὲ διαταττούσης αὐτὸ τῆς σοφίας, ᾗ τοῦ συνεστάναι τοῦτο ἔμελεν.
ἱμάτιόν τε γὰρ οὐ χωρὶς ἱστουργοῦ συνισταμένων τῶν στημόνων οὐδὲ τῆς κρόκης αὐτομάτως παρεμπλεκομένης ἀνυφαίνεται· εἰ δὲ κατατριβείη, τὰ λακισθέντα διαρριπτεῖται ῥάκη. οἰκία τε ἀνοικοδομεῖται καὶ πόλις οὐ τοὺς μέν τινας δεχομένη θεμελίοις αὐτομολοῦντας λίθους, τοὺς δὲ ἀναπηδῶντας εἰς τὰς ἐπιβολὰς, ἀλλὰ κατὰ χώραν ὁ τοιχοδόμος τοὺς εὐθέτους ἐπιφέρει· κατ’ καταρριφθείσης δὲ, ὡς ἂν παρείκῃ, κατενεχθεὶς ἕκαστος ἀπεσφάλη.
οὕτως ἂν ἁρμόζοι λέγειν αὐτοῖς καὶ τἀς ἀτόμους, ἀργὰς μενούσας καὶ ἀχειροποιήτους καὶ ἀχρήστους, εἰκῆ φέρεσθαι. ὁράτωσαν γὰρ τὰς ἀθεάτους ἐκεῖνοι καὶ τὰς ἀνοήτους νοείτωσαν, οὐχ ὁμοίως ἐκείνῳ, ὃς φανερωθὲν ἑαυτῷ τοῦτο ὑπὸ τοῦ θεοῦ πρὸς αὐτὸν ὁμολογεῖ τὸ ἀκατέργαστόν σου εἴδοσαν οἶ ὀφθαλμοί μου.”
ὅταν δὲ καὶ ἅ φασιν ἐξ ἀτόμων ὑφάσματα γίνεσθαι τὰ εὐήτρια, ταῦθ’ ὑπαὐτῶν ἀσόφως καὶ ἀναισθήτως αὐτουργεῖσθαι λέγωσι, τίς ἀνέξεται τὰς ἀτόμους ἀκούων ἐρίθους, ὧν καὶ ὁ ἀράχνης ἐστὶ σοφώτερος χειροτεχνῶν ἐξ ἑαυτοῦ;
ἢ τὸν μέγαν τοῦτον οἶκον τὸν ἐξ οὐρανοῦ καὶ γῆς συνεστῶτα, καὶ διὰ τὸ μέγεθος καὶ πλῆθος τῆς ἐπιφαινομένης αὐτῷ σοφίας καλούμενον κόσμον, ὑπὸ τῶν σὺν οὐδενὶ κόσμῳ φερομένων ἀτόμων κεκοσμῆσθαι καὶ γεγονέναι κόσμον ἀκοσμίαν;
πῶς δὲ κινήσεις καὶ ὁδοὺς εὐτάκτους ἐξ ἀτάκτου προάγεσθαι φορᾶς; πῶς δὲ τὴν παναρμόνιον τῶν οὐρανίων χορείαν ἐξ ἀμούσων καὶ ἀναρμόστων συνᾴδειν ὀργάνων;”
Τίνα δὲ τρόπον, μιᾶς οὔσης καὶ τῆςαὐ τῆς ἀπασῶν οὐσίας καὶ τῆς αὐτῆς ἀφθάρτου φύσεως, πλὴν τῶν μεγεθῶν, ὥς φασι, καὶ τῶν σχημάτων, τὰ μέν ἐστι θεῖα καὶ ἀκήρατα καὶ αἰώνια, ὡς αὐτοὶ φήσαιεν ἂν, σώματα, ἢ μακραίωνά γε κατὰ τὸν οὕτως ὀνομάσαντα, φαινόμενά τε καὶ ἀφανῆ· φαινόμενα μὲν ἥλιος καὶ σελήνη καὶ ἀστέρες γῆ τε καὶ ὕδωρ, ἀφανῆ δὲ θεοί τε καὶ δαίμονες καὶ ψυχαί; ταῦτα γὰρ οὐδὲ θέλοντες ὑπάρχειν ἀρνήσασθαι δύνανται.
εἰ δὲ τοῦτο χλεύην οἴονται τὸ παράδειγμα διὰ τὸ μεγάλων σωμάτων με πρὸς τὰ ἐλάχιστα ποιεῖσθαι σύγκρισιν, ἐπὶ τὰ σμικρότατα μεταβησόμεθα.”
Εἶτα τούτοις ἐξῆς ἐπιλέγει
‟ Εἰ δὲ μήτε λέξις μήτε ἐκλογὴ μήτε τάξις αὐταῖς ἄρχοντος ἐπικέοιτο, αὐταὶ δὲ ἐφ’ ἑαυτῶν αὑτὰς ἐκ τῆς πολλῆς κατὰ τὴν ῥύσιν τύρβης διευθύνουσαι, καὶ τὸν πολὺν τῶν συμπτώσεων διεκπερῶσαι κυδοιμὸν, αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας οὐχ ὑπὸ τοῦ θεοῦ κατὰ τὸν ποιητὴν ἄγοιντο, συντρέχοιεν δὲ καὶ συναγελάζοιντο γνωρίζουσαι τὰς συγγενεῖς, θαυμαστή γε τῶν ἀτόμων ἡ δημοκρατία, δεξιουμένων τε ἀλλήλας τῶν φίλων καὶ περιπλεκομένων, εἰς μίαν τε κατασκηνοῦν συνοικίαν ἐπειγομένων, καὶ τῶν μὲν ἀποτετορνευμένων αὐτομάτων εἰς ἥλιον φωστῆρα μέγαν, ἵνα ποιήσωσι τὴν ἡμέραν, τῶν δὲ εἰς πολλὰς ἴσως πυραμίδας ἀστέρων ἀναπεφλεγμένων, ἔνα καὶ ὅλον στεφανώσωσι τὸν οὐρανὸν, τῶν δὲ περιτεταγμένων, ἵνα αὐτὸν εἰκῆ στερεώσωσι καὶ καμαρώσωσι τὸν αἰθέρα εἰς τὴν τῶν φωστήρων ἐπιβάθραν, ἐπιλέξωνταί τε ἑαυταῖς αἱ συνωμοσίαι τῶν χυδαίων ἀτόμων μονὰς, καὶ διακληρώσωνται τὸν οὐρανὸν εἰς οἴκους ἑαυταῖς καὶ σταθμούς. ”
Εἶτα μεθ’ ἕτερά φησιν
“ Ἀλλ’ οὐδὲ τὰ φανερὰ ὁρῶσιν οὗτοι οἱ πολλοῦ γε δέουσι συνορᾶν καὶ τὰ ἀφανῆ. ἐοίκασι γὰρ μηδὲ ἀνατολὰς ἐποπτεύειν τεταγμένας καὶ δύσεις μήτε τῶν ἄλλων μήτε τὰς ἐκπρεπεστάτας ἡλίου, μηδὲ χρῆσθαι ταῖς δι’ αὐτῶν δεδωρημέναις ἀνθρώποις ἐπικουρίαις, ἀναπτομένῃ μὲν εἰς ἐργασίαν ἡμέρᾳ, ἐπηλυγαζούσῃ δὲ νυκτὶ πρὸς ἀνάπαυλαν. ἐξελεύσεται γὰρ ἄνθρωπος (φησὶν) ἐπὶ τὸ ἔργον αὑτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἴως ἑσπέρας.”
ἀλλ’ οὐδὲ τὴν ἑτέραν ἐπισκοποῦσιν ἀνακύκλησιν αὐτοῦ, καθ’ ἣν ὡρισμένας ὥρας καὶ καιροὺς κὐκαίρους καὶ τροπὰς ἀπαρατρέπρους ἀποτελεῖ, ὑπὸ τῶν ἐξ ὧν ἐστιν ἀτόμων ὁδηγούμενος. ἀλλὰ κἂν μὴ θέλωσιν οἱ δείλαιοι, ὡς δ’ οὖν πιστεύουσιν οἱ δίκαιοι μέγας κύριος ὁ ποιήσας αὐτὸν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσε πορείαν.”
ἄτομοι γὰρ ὑμῖν φέρουσιν, ὢ τυφλοὶ, καὶ ὑετοὺς, ἔνα ἡ γῆ τροφὰς ὑμῖν τε καὶ πᾶσι τοῖς ἐπ’ αὐτῆς ζῴοις ἀνῇ; θέρος τε ἐπάγουσιν, ἵνα καὶ τοὺς ἀπὸ δένδρων εἰς τρυφὴν καρποὺς λάβητε; καὶ διὰ τί μὴ ταῖς ἀτόμοις προσκυνεῖτε καὶ θύετε ταῖς ἐπικάρποις; ἀχάριστοί γε μηδὲ ἀπαρχὰς αὐταῖς ὀλίγας τῶν πολλῶν δωρεῶν, ἃς παρ’ αὐτῶν ἔχετε, ἀφιεροῦντες.”
Καὶ μετὰ βραχέα φησὶν
ὁ δὲ πολυεθνὴς καὶ πολυμιγὴς δῆμος τῶν ἀστέρων, οὓς αἷ πολυπλανεῖς καὶ ἀεὶ διαρριπτούμεναι συνέστησαν ἄτομοι, χώρας ἑαυτοῖς κατὰ συνθήκας ἀπεδάσαντο, ὥσπερ ἀποικίαν ἢ συνοικίαν ἀνελόμενοι, μηδενὸς οἰκιστοῦ μηδὲ οἰκοδεσπότου προεστηκότος· καὶ τὰς πρὸς τοὺς πλησιοχώρους γειτνιάσεις ἐνωμότως καὶ μετ’ εἰρήνης φυλάττουσιν, οὐχ ὐπερβαίνοντες οὓς κατειλήφασιν ἐξ ἀρχῆς ὅρους, ὥσπερ ὑπὸ τῶν βασιλίδων ἀτόμων νομοθετούμενοι.
ἀλλ’ οὐκ ἄρχουσιν ἐκεῖναι· πῶς γὰρ αἱ μηδ’ οὖσαι; ἀλλὰ θείων λογίων ἐπακούσατε “ ἐν κρίσει κυρίου τὰ αὐτοῦ. ἀπ’ ἀρχῆς καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν, ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὑτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν.
Καὶ μετὰ βραχέα φησὶν
Η τίς οὕτως εὔτακτος πεδιάδα γῆν διώδευσε φάλαγξ, οὐ προθέοντος οὐδενὸς, οὐκ ἐκτρεπομένου, οὐκ ἐμποδοστατοῦντος, οὐκ ἀπολειπομένου τῶν συμπαρατεταγμένων, ὡς ἰσόστοιχοι καὶ συνασπιδοῦντες ἀεὶ προίασιν, ὁ συνεχής τε καὶ ἀδιάστατος ἀόχλητός τε καὶ ἀνεμπόδιστος τῶν ἄστρων στρατός;
Ταῦτ’ εἰπὼν μυρία τε ἄλλα τούτοις ἐπαγαγὼν ἐξῆς κατασκευάζει διὰ πλειόνων τὸ πρόβλημα ἀπό τε τῶν κατὰ μέρος στοιχείων τοῦ παντὸς, ἀπό τε τῶν ἐν τούτοις παντοδαπῶν ζῴων, καὶ δὴ καὶ ἀπὸ τῆς τἀνθρώπου φύσεως. ἐξ ὧν ἔτι βραχέα τοῖς εἰρημένοις προσθεὶς καταπαύσω τὸν παρόντα λόγον.
“ Καὶ οὔτε ἑαυτοὺς οὔτε τὰ περὶ ἑαυτοὺς ὁρῶσιν. εἰ γάρ τις τῶν ἀρχηγετῶν τοῦ τῆς ἀσεβείας ταύτης δόγματος ἑαυτὸν ὅστις ἐστὶ καὶ ὅθεν ἀνελογίξετο, ἐφρόνησεν ἂν ἅπερ συνῃσθημένος ἑαυτοῦ, καὶ εἶπεν ἂν οὐ πρὸς τὰς ἀτόμους, ἀλλὰ πρὸς τὸν πατέρα καὶ ποιητὴν ἑαυτοῦ “ αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με· ” καὶ προσεπεξειργάσατο ἂν ὡς τὸν θαυμάσιον τῆς ποιήσεως ἑαυτοῦ τρόπον “ ἢ ὥσπερ γάλα με ἤμελξας, ἐτύρευσας δέ με ἴσα τυρῷ; δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας ; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.
πόσας γὰρ ἀτόμους ὁ Ἐπικούρου πατὴρ καὶ ποταπὰς ἐξ ἑαυτοῦ προέχεεν, ὅτ’ ἀπεσπέρμαινεν Ἐπίκουρον; καὶ πῶς εἰς τὴν μητρῴαν αὐτοῦ καταβληθεῖσαι γαστέρα συνεπάγησαν, ἐσχηματίσθησαν, ἐμορφώθησαν, ἐκινήθγσαν, ηὐξύνθησαν ; καὶ πολλὰς ἡ βραχεῖα ῥανὶς τὰς Ἐπικούρου ἀτόμους προσκαλεσαμένη τὰς μὲν ἐπημφίεσεν αὐτῶν δέρμα καὶ σάρκα γενομένας, ταῖς δὲ ὀστωθείσαις ἠνώρθωται, ταῖς δὲ συνεδέθη νευρορραφουμένη;
τά τε ἄλλα πολλὰ μέλη καὶ σπλάγχνα καὶ ἔγκατα καὶ αἰσθητήρια τὰ μὲν ἔνδοθεν, τὰ δὲ θύραθεν ἐφήρμοσε, δι’ ὧν ἐζῳογονήθη τὸ σῶμα; ὧν οὐδὲν ἀργὸν οὐδὲ ἀχρεῖον προσετέθη, ἐπεὶ μηδὲ τὰ φαυλότατα, μήτε τρίχες μήτε ὄνυχες, πάντα δὲ, τὰ μὲν πρὸς τὸ τῆς συστάσεως ὄφελος, τὰ δὲ πρὸς τὸ κάλλος τῆς ὄψεως συντελεῖ.
οὐ γὰρ τῆς χρείας μόνης, ἀλλὰ καὶ τῆς ὥρας ἐπιμελὴς ἡ πρόνοια. ἔρυμα μὲν γὰρ καὶ σκέπασμα πᾶσι τῆς κεφαλῆς ἡ κόμη, εὐπρέπεια δὲ ὁ πώγων τῷ φιλοσόφῳ. τήν τε τοῦ ὅλου σώματος τοῦ ἀνθρωπείου φύσιν ἐκ τῶν μερῶν ἀναγκαίων πάντων ἥρμοσε, καὶ τοῖς μέλεσι πᾶσι τήν τε πρὸς ἄλληλα κοινωνίαν περιέβαλε καὶ τὴν παρὰ τοῦ ὅλου χορηγίαν ἐπεμέτρησεν.
ὧν τὰ μὲν ὁλοσχερῆ καὶ τοῖς ἰδιώταις ἐκ τῆς πείρας ἣν ἔχει δύναμιν πρόδηλα· κεφαλῆς ἡγεμονία, καὶ περὶ τὸν ἐγκέφαλον, ὥσπερ ἄρχοντα ἐν ἀκροπόλει, τῶν αἰσθήσεων ἡ δορυφορία· προσιοῦσαι μὲν ὄψεις, ἀναγγέλλουσαι δὲ ἀκοαὶ, ἐδωδὴ ὥσπερ φορολογοῦσα, ὄσφρησις καθάπερ ἀνιχνεύουσα καὶ διερευνωμένη, καὶ ἡ ἁφὴ πᾶν διατάττουσα τὸ ὑπήκοον.
(κεφαλαιωδῶς γὰρ νῦν ὀλίγα τῶν τῆς πανσόφου προνοίας ἔργων ἐπιδραμούμεθα, μετ’ ὀλίγον ἀκριβέστερον τοῦ θεοῦ διδόντος ἐπεξεργασόμενοι, ὅταν πρὸς τὸν δοκοῦντα κοῦντα λογιώτερον ἀποτεινώμεθα.)
χειρῶν διακονία, δι’ ὧν ἐργασίαι τε παντοῖαι καὶ πολυμήχανοι τελοῦνται τέχναι ταῖς κατὰ μέρος δυνάμεσιν εἰς μίαν συνεργίαν διηρθρωμένων, ὤμων τε ἀχθοφορίαι, καὶ κατοχαὶ δακτύλων, ἀγκώνων τε καμπαὶ, πρός τε τὸ σῶμα εἴσω στρεφόμεναι καὶ πρὸς τὸ ἐκτὸς ἀπονεύουσαι, ἔνα ἐφέλκεσθαί τε καὶ ἀπωθεῖσθαι δύνωνται· ποδῶν ὑπηρεσία, δι’ ὧν πᾶσα ἡμῖν ὑποπέπτωκεν ἡ περίγειος κτίσις, βάσιμος ἡ γῆ, πλωτὴ ἡ θάλασσα, περάσιμοι οἱ ποταμοὶ, καὶ πάντων πρὸς πάντα ἐπιμιξία· γαστὴρ ταμιεῖον τροφῶν, πᾶσι τοῖς συντε— ταγμένοις μέλεσιν ἐξ ἑαυτῆς ἐν μέτρῳ τὸ σιτηρέσιον διανέμουσα καὶ τὸ περιττεῦον ἐκτιθεμένη· καὶ τὰ ἄλλα δι’ ὅσων ἐμφανῶς ἡ διοίκησις τῆς ἀνθρωπείου μεμηχάνηται διαμονῆς, ὧν ὁμοίως τοῖς ἄφροσιν ἔχοντες οἱ σοφοὶ τὴν χρῆσιν οὐκ ἴσχουσι τὴν γνῶσιν.
οἶ μὲν γὰρ εἰς ἢν ἂν οἰηθῶσιν ἀθεότητα τὴν ἐπιστημονικωτάτην περὶ πάντων καὶ τὴν εἰς ἑαυτοὺς εὐεργετικωτάτην ἀναφέρουσιν οἰκονομίαν) κρείττονος καὶ θείας ὄντως φρονήσεως τε καὶ δυνάμεως ἔργον αὐτὴν εἶναι πιστούμενοι, οἶ δὲ συντυχίᾳ καὶ συμπτώσει τῶν ἀτόμων ἀσκόπως τὴν θαυμασιωτάτην καλλιεργίαν ἀνατιθέασι.
τὴν δὲ ἐνεργεστέραν ἔτι τούτων ἐπίσκεψιν καὶ τὴν τῶν ἐνδοσθίων διάθεσιν ἰατροὶ μὲν ἀκριβῶς διερευνησάμενοι καὶ καταπλαγέντες ἐξεθείασαν τὴν φύσιν, ἡμεῖς δὲ ὕστερον ὡς ἂν οἷοί τε γενώμεθα κἂν ἐπιπολῆς ἀναθεωρήσωμεν.
καθόλου δὲ καὶ συλλήβδην ὅλον τοῦτο τὸ σκῆνος τίς τοιοῦτον ἐσκηνοποίησεν, ὑψηλὸν, ὄρθιον, εὔρυθμον, εὐαίσθητον, εὐκίνητον, εὐεργὸν, παντουργόν; ἡ τῶν ἀτόμων ἄλογος, φασὶ, πληθύς. ἀλλ’ οὐδ’ ἂν εἰκόνα πηλίνην ἐκεῖναι συνελθοῦσαι πλάσαιεν, οὐδ’ ἀνδριάντα λίθινον ξέσαιεν, οὐδ’ ἂν εἴδωλον ἀργυροῦν ἢ χρυσοῦν χωνεύσασαι προαγάγοιεν·
ἀλλὰ τέχναι καὶ χειρουργίαι τούτων ὑπ’ ἀνθρώπων εὕρηνται σωματουργοί. ὧν δὲ ἀπεικασίαι καὶ σκιαγραφίαι δίχα σοφίας οὐκ ἂν γένοιντο, πῶς τὰ ἀληθῆ καὶ πρω- τότυπα τούτων αὐτομάτως συμβέβηκε ;
ψυχὴ δὲ καὶ νοῦς καὶ λόγος πόθεν ἐγγέγονε τῷ φιλοσόφῳ; ἢ παρὰ τῶν ἀψύχων καὶ ἀνοήτων καὶ ἀλογίστων ἀτόμων ταῦτ’ ἠρανίσατο, κἀκείνων αὐτῷ τι ἑκάστη νόημα καὶ δόγμα ἐνέπνευσεν;
καὶ ὥσπερ ὁ Ἠσιόδου μῦθος τὴν Πανδώραν φησὶν ὑπὸ τῶν θεῶν, οὕτως ἡ σοφία τἀνδρὸς ὑπὸ τῶν ἀτόμων συνετελέσθη; καὶ ποίησιν δὲ πᾶσαν, καὶ πᾶσαν μουσικὴν, ἀστρονομίαν τε καὶ γεωμετρίαν, καὶ τὰς ἄλλας ἐπιστήμας, οὐκέτι θεῶν εὑρήματα καὶ παιδεύματα φήσουσιν Ἕλληνες εἶναι, μόναι δὲ γεγόνασιν ἔμπειροι καὶ σοφαὶ πάντων αἱ ἄτομοι μοῦσαι.
ἡ γὰρ ἐκ τῶν ἀτόμων Ἐπικούρου θεογονία τῶν μὲν ἀπείρων κόσμων ἐξόριός ἐστιν, εἰς δὲ τὴν ἄπειρον ἀκοσμίαν πεφυγάδευται.”
“ Ἐργάζεσθαι δέ γε καὶ διοικεῖν καὶ τε καὶ προκήδεσθαι καὶ τὰ τοιαῦτα τοῖς μὲν ἀργοῖς καὶ ἄφροσι καὶ ἀσθενέσι καὶ κακούργοις ἴσως ἐπαχθῆ, οἷς ἐγκατέλεξεν ἑαυτὸν Ἐπίκουρος, τοιαῦτα φρονήσας περὶ τῶν θεῶν· τοῖς δὲ σπουδαίοις καὶ δυνατοῖς καὶ συνετοῖς καὶ σώφροσιν, οἵους εἶναι χρὴ τοὺς φιλοσόφους, (πόσῳ γε μᾶλλον τοὺς θεούς;) οὐχ ὅπως ἀηδῆ ταῦτα καὶ προσάντη, ἀλλὰ καὶ τερπνότατα, καὶ πάντων μᾶλλον ἀσπαστότατα, οἶς τὸ ἀμελὲς καὶ τὸ μέλλειν τι πράττειν τῶν χρηστῶν ὄνειδος, ὡς ἐκείνους τε ποιητὴς νουθετεῖ συμβουλεύων
μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον·
καὶ προσεπαπειλῶν
αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
ἡμᾶς τε σεμνότερον παιδεύει προφήτης, θεοπρεπῆ μὲν ὄντως ἔργα τὰ κατ’ ἀρετὴν ὑπάρχειν λέγων, τὸν δὲ ὀλιγωροῦντα τούτων ἐξάγιστον “ γὰρ (φησὶν) ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς.”
καὶ τοῖς μὲν ἀμαθέσιν ἡστινοσοῦν τέχνης καὶ ἀτελεστέροις διὰ τὸ τῆς πείρας ἄηθες καὶ τὸ τῶν ἔργων ἀτριβὲς κάματος ἐγγίνεται ταῖς ἐπιχειρήσεσιν· οἶ δὲ προκόπτοντες, καὶ μᾶλλον ἔτι οἱ τέλειοι, ῥᾳδίως ἃ μετίασι κατορθοῦντες γάνυνται, καὶ μᾶλλον ἂν ἕλοιντο τὰ εἰωθότα πράττοντες ἀνύειν καὶ τελεσιουργεῖν ἢ πάντα σφίσιν ὑπάρξαι τὰ ἐν ἀνθρώποις ἀγαθά.
τῶν γοῦν Ὑποθηκῶν ἀρχόμενος λέγει Ἄνθρωποι τύχης εἴδωλον ἐπλάσαντο, πρόφασιν ἰδίης ἀνοίης.” φύσει γὰρ γνώμη τύχῃ μάχεται· τὴν ἐχθίστην τῇ φρονήσει ταύτην αὐτὴν ἔφασαν κρα- τεῖν· μᾶλλον δὲ καὶ ταύτην ἄρδην ἀναιροῦντες καὶ ἀφανίζοντες ἐκείνην ἀντικαθιστᾶσιν αὐτῆς. οὐ γὰρ εὐτυχῆ τὴν φρόνησιν, ἀλλ’ ἐμφρονεστάτην ὑμνοῦσι τὴν τύχην.
οἶ μὲν οὑν τῶν βιωφελῶν ἔργων ἐπιστάται ταῖς πρὸς τὸ ὁμόφυλον ἐπικουρίαις ἀγάλλονται, ἐπαίνου τε ὀρέγονται καὶ Κλεοῦς ἐφ’ οἶς αὐτῶν προκάμνουσιν οἱ μὲν τρέφοντες, οἱ δὲ κυβερνῶντες, οἶ δ’ ἰώμενοι, οἱ δὲ πολιτευόμενοι· οἶ δέ γε φιλόσοφοι καὶ σφόδρα παιδεύειν ἐπιχειροῦντες ἀν- θρώπους φρυάττονται.
ἢ τολμήσουσιν Ἐπίκουρος ἢ Δημόκριτος εἰπεῖν ὡς ἀσχάλλουσι φιλοσοφοῦντες ; ἀλλ’ οὐδὲ θυμηδίαν ταύτης ἂν ἑτέραν προθεῖντο. καὶ γὰρ εἰ τὸ ἀγαθὸν ἡδονὴν εἶναι φρονοῦσιν, ἀλλ’ αἰδεσθήσονταί γε μὴ λέγειν ἥδιον αὑτοῖς εἶναι τὸ φιλοσοφεῖν.
τοὺς δὲ θεοὺς περὶ ὧν οἶ μὲν ποιηταὶ παρ’ αὐτοῖς ᾄδουσι δοτῆρας ἐάων, οὗτοι δὲ οἶ φιλόσοφοι μετὰ τωθείας εὐφημοῦσι, θεοὶ πάντων ἀγαθῶν ἀδώρητοί τε καὶ ἀμέτοχοι· καὶ τίνι τρόπῳ τεκμηριοῦνται θεοὺς εἶναι, μήτε παρόντας καὶ πράττοντάς τι ὁρῶντες, (ὡς οἱ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας θαυμάσαντες διὰ τὸ θέειν ἔφασαν κεκλῆσθαι θεούς) μήτε τινὰ δημιουργίαν αὐτοῖς ἢ κατασκευὴν προσνέμοντες, ἵν ἐκ τοῦ θεῖναι, τοῦτ’ ἔστι ποιῆσαι, θεοποιήσωσιν αὐτούς· (τούτου γὰρ ἕνεκα πρὸς ἀλήθειαν ὁ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς μόνος ἐστὶ θεός·) μήτε διοίκησιν ἢ κρίσιν ἢ χάριν αὐτῶν τινα πρὸς ἀνθρώπους ἐκτιθέμενοι, ἵνα φόβον ἢ τιμὴν ὀφλήσαντες προσκυνήσωμεν αὐ- τοῖς;
εἰ δὲ μὴ τυφλώττουσιν, ἐπισκεψάσθωσαν τὴν παμποίκιλον τῶν ζῴων πολυπλήθειαν, τὰ χερσαῖα, τὰ πτηνὰ, τὰ ἔνυδρα, καὶ κατανοησάτωσαν ὡς ἀληθὴς ἐπὶ τῇ πάντων κρίσει γέγονεν ἡ μαρτυρία τοῦ δεσπότου του καὶ πάντα κατὰ τὴν αὐτοῦ πρόσταξιν πέφηνε καλά. ”
Ταῦτά μοι ἀπὸ πλείστων ἐξήνθισται τῶν πρὸς Ἐπίκουρον Διονυσίῳ τῷ καθ’ ἡμᾶς ἐπισκόπῳ πεποιημένων. μετελθεῖν δὲ καιρὸς τοὺς περὶ τὸν Ἀριστοτέλην καὶ τὴν τῶν Στωϊκῶν φιλοσόφων αἵρεσιν, τά τε λοιπὰ τῆς τῶν θαυμαστῶν φυσιολόγων ἐπιθεωρῆσαι, ὡς ἂν καὶ τῆς ἐκ τούτων ἀναχωρήσεως τὸν ἑ ’ξ ἡμῶν ἀπολογισμὸν παράσχωμεν τοῖς φιλεγκλή- φιλεγκλήμοσιν.
μεταβὰς δὲ ἐκεῖθεν ἐπὶ τὰ Ἑβραίων λόγια, τίσι ποτὲ λογισμοῖς τὴν ἐν τούτοις περιεχομένην δογματικὴν θεολογίαν, τήν τε κατὰ τούσδε ἱστορίαν ἅπασαν, καὶ πρὸς αὐτῶν Ἑλλήνων μεμαρτυρημένην, ἐν ἰσαρίθμοις αὖ πάλιν λόγων συντάξεσι παρεστησάμην.
εἶθ’ ἑξῆς τὸν Ἑλληνικὸν ἀπελέγξας τρόπον, ὅπως τε πάντα παρὰ βαρβάρων ὠφέληντο, καὶ ὡς οὐδὲν οἴκοθεν σεμνὸν ἐπάγονται μάθημα, καὶ τήν γε τῶν χρόνων ἀντιπαράθεσιν, καθ’ οὓς Ἑλλήνων τε οἱ βοώμενοι Ἑβραίων τε οἶ προφήται γεγόνασιν, εἰς φῶς ἀγαγών· αὖθις διὰ τῶν μετὰ ταῦτα τριῶν τὴν τῶν παρ’ Ἕλλησιν εὐδοκίμων φιλοσόφων πρὸς Ἑβραίων δόξας συνδρομὴν ὑπέδειξα, αὐτὰς πάλιν τὰς οἰκείας τῶν ἀνδρῶν φωνὰς μάρτυρας ποιησάμενος.
τούτου δὴ οὖν σὺν θεῷ διὰ τῆς ἀληθείας ἡμῖν ἐπισφραγισθέντος, τὰ μὲν τῆς Προπαρασκευῆς ἐνταῦθά μοι περιγραφήσεται· μεταβὰς δὲ ἐπὶ τὴν ἐντελεστέραν ὑπόθεσιν τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ἀπὸ τοῦ λείποντος τῆς καθ’ ἡμῶν κατηγορίας σκέμματος τὴν καταρχὴν τῆς δευτέρας ἐπισυνάψω πραγματείας.
Ἠν δὲ τοῦτο ἐπιμεμφόμενον ἡμῖν, ὅτι δὴ τὰ Εβραίων λόγια τῶν πατρίων προτιμήσαντες οὐ τὸν ὅμοιον τῷ Ἰουδαίων βίον ζηλοῦντες προειλόμεθα· πρὸς ὃ μετὰ τὴν τοῦ παρόντος λόγου συμπλήρωσιν, θεοῦ συνεργοῦντος, ἀπαντῆσαι πειράσομαι. ταύτῃ γὰρ ἡγοῦμαι τοῖς πρώτοις τὰ δεύτερα ὥσπερ ὑφ’ ἑνὶ δεσμῷ συμπλακέντα μίαν τὴν καθόλου διάνοιαν τοῦ παντὸς ἀποτελέσειν λόγου.
ὤρα καὶ τὸν ἄλλον τῦφον τῶν ἀπ᾿ Ἀριστοτέλους τῶν τε Στωϊκῶν φιλοσόφων ἄνωθεν ὡς ἀπὸ σκηνῆς κατοπτεῦσαι, καὶ τὴν λοιπὴν δὲ πᾶσαν φυσιολογίαν τῶν τὰς ὀφρῦς ἀνατεινομένων συνιδεῖν, ὡς ἂν μάθοιμεν καὶ τὰ παρὰ τοῖσδε σεμνολογούμενα, τά τε πρὸς αὐτοὺς αὖ πάλιν ὑπὸ τῶν οἰκείων ἀντιλεγόμενα.
οὕτω γὰρ καὶ τῆς τούτων ἀναχωρήσεως τὸ παρ᾿ ἡμῖν κεκριμένον εὐλόγου πάσης ἀπολύοιτ᾿ ἂν κατηγορίας, ὅτι δὴ μὴ ἀγνοίᾳ τῶν παρ᾿ αὐτοῖς σεμνῶν, ἐξητασμένῃ δὲ καὶ βεβασανισμένῃ κρίσει, τὴν παρὰ τοῖς νενομισμένοις βαρβάροις ἀλήθειάν τε καὶ εὐσέβειαν τῶν Ἑλληνικῶν ἁπάντων προτετιμήκαμεν.
ἄρξομαι δὲ ἀπὸ τῶν Ἀριστοτέλους. ἄλλοι μὲν οὖν τὸν βίον τἀνδρὸς διαβεβλήκασι, φιλόσοφοι δὲ καὶ ἄλλως οὐκ ἀφανεῖς τινες ἦσαν καὶ οὗτοι. ἐμοὶ δ᾿ οὐ φίλον τὸν ἄνδρα οὐδ᾿ αὐταῖς ἀκοαῖς ἀνέχεσθαι κακῶς πρὸς τῶν οἰκείων ἀγορευόμενον. διόπερ τὰς ὑπὲρ αὐτοῦ μᾶλλον ἐκθήσομαι ἀπολογίας ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περιπατητικοῦ, ὃς ἐν τῷ ἑβδόμῳ Περὶ φιλοσοφίας τάδε περὶ αὐτοῦ γράφει
“Πῶς γὰρ οἷόν τε, καθάπερ φησὶν Ἐπίκουρος ἐν τῇ περὶ τῶν ἐπιτηδευμάτων ἐπιστολῇ, νέον μὲν ὄντα καταφαγεῖν αὐτὸν τὴν πατρῴαν οὐσίαν, ἔπειτα δὲ ἐπὶ τὸ στρατεύεσθαι συνῶσαι, κακῶς δὲ πράττοντα ἐν τούτοις ἐπὶ τὸ φαρμακοπωλεῖν ἐλθεῖν, ἔπειτα ἀναπεπιαμένου τοῦ Πλάτωνος περιπάτου πᾶσι παραβαλεῖν αὐτόν;
ἢ πῶς ἄν τις ἀποδέξαιτο Τιμαίου τοῦ Ταυρομενίτου λέγοντος ἐν ταῖς ἱστορίαις ἀδόξου θύρας αὐτὸν ἰατρείου καὶ τὰς τυχούσας ὀψὲ τῆς ἡλικίας κλεῖσαι;
τίς δ’ ἂν πεισθείη τοῖς ὑπ’ Ἀριστοξένου τοῦ μουσικοῦ λεγομένοις ἐν τῷ βίῳ τοῦ Πλάτωνος; έν γὰρ τῇ πλάνῃ καὶ τῇ ἀποδημίᾳ φησὶν ἐπανίστασθαι καὶ ἀντοικοδομεῖν αὐτῷ τινας Περίπατον ξένους ὄντας. οἴονται οὐν ἔνιοι ταῦτα περὶ Ἀριστοτέλους λέγειν αὐτὸν, Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος Ἀριστοτέλην.
καταγέλαστα δ’ εἰκότως εἶναι φαίη τις ἂν καὶ τὰ ἀπομνημονεύματα τὰ Ἀλεξίνου ἐριστικοῦ. ποιεῖ γὰρ Ἀλέξανδρον παῖδα διαλεγόμενον τῷ πατρὶ Φιλίππῳ, καὶ διαπτύοντα μὲν τοὺς τοῦ Ἀριστοτέλους λόγους, ἀποδεχόμενον δὲ Νικαγόραν, τὸν Ἑρμῆν ἐπικληθέντα.
καὶ Εὐβουλίδης δὲ προδήλως ἐν τῷ κατ’ αὐτοῦ βιβλίῳ ψεύδεται, πρῶτον μὲν ποιήματα ψυχρὰ προφερόμενος, ὡς γεγραφότων ἄλλων περὶ τοῦ γάμου καὶ τῆς πρὸς Ἑρμείαν οἰκειόητος αὐτῷ ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι, καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι, τά τε βιβλία αὐτοῦ διαφθεῖραι.
τὴν μὲν γὰρ Δημοχάρους κατηγορίαν κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; οὐ γὰρ Ἀριστοτέλην μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν. ἔτι γε μὴν αὐτὰς τὰς διαβολὰς σκοπῶν ἄν τις ληρεῖν αὐτὸν φαίη. λέγει γὰρ ἐπιστολὰς Ἀριστοτέλους ἁλῶναι κατὰ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ Στάγειρα τὴν πατρίδα προδοῦναι Μακεδόσιν αὐτόν· ἔτι δὲ κατασκαφείσης Ὀλύνθου μηνύειν ἐπὶ τοῦ λαρυροπωλίου Φιλίππω τοὺς πλουσιωτάτους τῶν Ὀλυνθίων.
ἠλίθια δὲ διαβέβληκεν αὐτὸν καὶ Κηφισόδωρος, ὁ Ἰσοκράτους μαθητὴς, τρυφερὸν καὶ τένθην καὶ ἄλλα τὰ τοιαῦτα λέγων αὐτὸν εἶναι.
πάντα δ’ ὑπερπαίει μωρίᾳ τὰ ὑπὸ Λύκωνος εἰρημένα, τοῦ λέγοντος εἷναι Πυθαγορικὸν ἑαυτόν. φησὶ γὰρ θύειν Ἀριστοτέλην θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην ὁποίαν Αθηναῖοι τῇ Δήμητρι, καὶ ἐν ἐλαίῳ θερμῷ λουόμενον τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας εὑρεῖν ἐν τῷ πλοίῳ λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα.
καὶ σχεδὸν οἶ μὲν πρῶτοι διαβαλόντες Ἀριστοτέλην τοσοῦτοι γεγόνασιν· ὣν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν χρόνους, οἶ δὲ μικρὸν ὕστερον ἐγένοντο· πάντες δὲ σοφισταὶ καὶ ἐριστικοὶ καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ βιβλία τέθνηκε τῶν σωμάτων μᾶλλον. τοὺς μὲν γὰρ μετὰ ταῦτα γεγονότας, εἶτα δὲ τὰ ὑπ’ ἐκείνων εἰρημένα λέγοντας, παντάπασιν ἐὰν δεῖ χαίρειν, καὶ μάλιστα τοὺς μηδ’ ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν, ἀλλ’ αὐτοσχεδιάζοντας, ὁποῖοί εἰσι καὶ οἱ λέγοντες τριακοσίας ἔχειν λοπάδας αὐτόν. οὐδεὶς γὰρ ἂν εὑρεθείη περὶ αὐτοῦ τοιοῦτον οὐδὲν εἰρηκὼς τῶν τότε ὄντων ὅτι μὴ Λύκων. οὗτος μέντοι, καθάπερ ἔφην, εἴρηκεν εὑρῆσθαι λοπάδια πέντε καὶ ἑβδομήκοντα.
οὐ μόνον δὲ καὶ ἐκ τῶν χρόνων καὶ ἐκ τῶν διαβεβληκότων τεκμήραιτό τις ἂν ὅτι ψευδῆ πάντα τὰ εἰρημένα ἐστὶν, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ αὐτὰ διαβάλλειν, ἀλλ’ ἕκαστον ἴδιά τινα λέγειν· ὧν εἴπερ ἦν ἕν ὁτιοῦν ἀληθὲς, ἐχρῆν δήπου ἀλλ’ οὐχ ἅπαξ αὐτὸν ὑπὸ τῶν τότε ἀπολωλέναι.
φανερὸν οὑν ὅτι καθάπερ πολλοῖς καὶ ἄλλοις, οὕτω καὶ Ἀριστοτέλει συνέβη, διά τε τὰς πρὸς τοὺς βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθαι. δεῖ δὲ τοὺς εὖ φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας αὐτόν· μακρῷ γὰρ πλείους καὶ βελτίους εὑρεθεῖεν ἂν οὗτοί γε.
τὰ μὲν οὑν ἄλλα προδήλως πέπλασται· δύο δὲ ταῦτα δοκεῖ πιστεύεσθαι δι’ ἃ ψέγουσί τινες αὐτόν· ἓν μὲν, ὅτι Ἐρμείου γήμειε φύσει μὲν ἀδελφὴν, θετὴν δὲ θυγατέρα Πυθιάδα, κολακεύων αὐτόν· (Θεόκριτος γοῦν ὁ Χῖος ἐποίησεν ἐπίγραμμα τοιοῦτον
Ἑρμείου εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου
μνῆμα κενὸν κενόφρων θῆκεν Ἀριστοτέλης·
ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν
ἀντ’ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.)
ἕτερον δὲ, ὅτι ἠχαρίστησε Πλάτωνι.
περὶ μὲν οὖν Ἑρμείου καὶ τῆς Ἀριστοτέλους πρὸς αὐτὸν φιλίας ἄλλοι τε πολλοὶ συγγεγράφασι καὶ δὴ καὶ Ἀπελλικῶν, οὗ τοῖς βιβλίοις ὁ ἐντυχὼν πεπαύσεται βλασφημῶν αὐτούς.
περὶ δὲ τοῦ γάμου τοῦ Πυθιάδος ἀποχρώντως αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον ἐπιστολαῖς ἀπολελόγηται. τεθνεῶτος γὰρ Ἑρμείου, διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτὴν, ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν ἀδελφὸν αὐτῆς.”
Εἶθ’ ἑξῆς
“Μετὰ δὲ τὴν Πυθιάδος τῆς Ἑρμείου τελευτὴν Ἀριστοτέλης ἔγημεν Ἐρπυλλίδα Σταγειρῖτιν, ἐξ ἧς υἱὸς αὐτῷ Νικόμαχος ἐγένετο. τοῦτον δέ φασιν ὀρφανὸν τραφέντα παρὰ Θεοφράστῳ καὶ δὴ μειρακίσκον ὄντα ἀποθανεῖν ἐν πολέμῳ.”
Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς δηλωθείσης Ἀριστοκλέους ἐκκείσθω γραφῆς· ἤδη δὲ καὶ τὴν δογματικὴν Ἀριστοτέλους φιλοσοφίαν θεωρῆσαι καιρός.
Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν τέλος εἶναι τοῦ μακαρίως ζῆν τὴν τοῦ τῶν ὅλων θεοῦ γνῶσίν τε καὶ φιλίαν δι’ εὐσεβείας συντελουμένην ὑποθεμένων, εὐσέβειάν τε εἶναι ἀληθῆ διδαξάντων τὴν διὰ πάσης ἀρετῆς τῷ θεῷ εὐαρέστησιν, (ταύτην γὰρ εἶναι τῶν ἀγαθῶν αἰτίαν, ἐπὶ μόνῳ γὰρ τῷ θεῷ τὰ πάντα κεῖσθαι καὶ παρ’ αὐτοῦ τὰ πάντα τοῖς θεοφιλέσι χορηγεῖσθαι) τοῦ τε Πλάτωνος τὰ συνῳδὰ τούτοις ὁριζομένου καὶ τέλος εὐδαιμονίας τὴν ἀρετὴν τὴν ἀποφαινομένου, τὴν ἑτέραν ὁδεύσας ὁ Ἀριστοτέλης οὐκ ἄλλως εὐδαίμονά τινά φησιν ἔσεσθαι ἢ καὶ διὰ τῆς τοῦ σώματος εὐπαθείας καὶ τῆς τῶν ἐκτὸς περιουσίας, ὦν ἄνευ μηδὲ τὴν ἀρετὴν ὠφελεῖν. πρὸς ὃν ὅπως ἐνέστησαν διεψευσμένην αὐτοῦ τὴν ὑπόληψιν ἀπελέγχοντες οἶ Πλάτωνος γνώριμοι πάρεστι μα- θεῖν διὰ τούτων
“ Τῆς γὰρ συμπάσης φιλοσοφίας κοινῇ τῶν φιλοσοφησάντων τὴν ἀνθρωπίνην εὐδαιμονίαν ὑπισχνουμένης, τριχῆ δὲ διαιρουμένης κατὰ τὴν τῶν ὅλων ποιητικὴν διανέμησιν, τοσοῦτον ἀποδέων ἐν τούτοις τοῦ διδάσκειν τι τῶν Πλάτωνος ὁ Περιπατητικὸς ὀφθήσεται ὥστε, πλειόνων ὄντων οἳ διαφέρονται Πλάτωνι, μάλιστα ἐναντιούμενος αὐτὸς φανεῖται.
καὶ πρῶτόν γε ἀπὸ τοῦ κοινοῦ καὶ μεγίστου καὶ κυριωτάτου τὴν πρὸς Πλάτωνα παραλλαγὴν ἐποιήσατο, μὴ τηρήσας τὸ μέτρον τῆς εὐδαιμονίας, μηδὲ τὴν ἀρετὴν αὐτάρκη πρὸς τοῦτο συγχωρήσας, ἀλλ’ ἀπολισθὼν τῆς δυνάμεως τῆς κατὰ τὴν ἀρετὴν, καὶ ἡγησάμενος αὐτῇ προσδεῖν τῶν ἐκ τῆς τύχης, ἵνα μετὰ τούτων ἕλῃ τὴν εὐδαιμονίαν· εἰ δ’ ἐφ’ ἑαυτῆς ληφθείη, ὡς ἀδύνατον καὶ οὐκ ἐφικτὸν τῆς εὐδαιμονίας μεμψάμενος.
ὃς καὶ χρυσὸν ἔχων πόλεμονδ’ ἴεν, ἠύτε κούρη,
ἀνάγκη κατὰ τὴν διαφορὰν τοῦ τέλους καὶ τὴν ἐπὶ τοῦτο ἄγουσαν φιλοσοφίαν διάφορον εἶναι.
μιᾷ γὰρ ὁδῷ βαδίζοντα, ἥτις ἄγειν πέφυκεν ἐπί τι τῶν μικρῶν καὶ ταπεινῶν, οὐκ ἔστιν ἐλθεῖν ἐπὶ τὰ μείζω καὶ ἐν ὕψει κείμενα.
Ὁρᾷς ἵν’ ἐκεῖνος ὑψηλὸς πάγος,
τρηχύς τε καὶ παλίγκοτος,
ἐν τῷ κάθηται σὴν ἐλαφρίζων μάχην;
ἐπὶ τοῦτον τὸν ὑψηλὸν πάγον τὸ δριμὺ καὶ πανοῦρ- γον ἐκεῖνο θηρίον ἀνελθεῖν ἀδύνατον· ἵνα δὲ εἰς ταὐτὸν ἔλθῃ τοῖς ἀετοῦ γεννήμασιν ἀλώπηξ, ἢ τύχῃ τινὶ δεῖ χρησαμένους ἐκείνους πονηρᾷ καταπεσεῖν εἰς γῆν τῶν οἰκείων αὐτοῖς φθαρέντων, ἢ φύσασαν αὐτὴν, ἃ μὴ πέφυκε φύειν,
λαιψηρὰ κυκλῶσαι πτερὰ,
καὶ οὕτως ἀρθεῖσαν ἐκ γῆς ἀναπτέσθαι πρὸς τὸν ὑψηλὸν πάγον. ἴως δ’ ἑκάτερον ἐπὶ τῆς οἰκείας μένει τάξεως, οὐκ ἔνι κοινωνία τοῖς γῆς πρὸς τὰ οὐρανοῦ θρέμματα.”
Καὶ μεθ’ ἕτερα ἐπιλέγει Τούτων τοίνυν οὕτως ἐχόντων, καὶ πειρωμένου τοῦ Πλάτωνος ἕλκειν τὰς τῶν νέων ψυχὰς ἄνω που πρὸς τὸ θεῖον, καὶ τοῦτον τὸν τρόπον προσοικειοῦντος μὲν τῇ ἀρετῇ καὶ τῷ καλῷ, τῶν δὲ ἄλλων ἁπάντων ἀναπείθοντος ὑπερφρονεῖν, φράσον ἡμῖν, ὠ Περιπατητικὲ, πῶς ἐκδιδάξεις ταῦτα; πῶς ὁδηγήσεις ἐπ’ αὐτὰ τοὺς φιλοπλάτωνας;
ποῦ σοι τῆς αἱρέσεως τοσοῦτον ὕψος λόγων ὥστε τὸ τῶν Ἀλωαδῶν φρόνημα κτήσασθαι καὶ τὴν εἰς οὐρανὸν ὁδὸν ζητεῖν, ἣν ἐκεῖνοι μὲν ᾤοντο ὀρῶν ἀναθέσει δύνασθαι γίνεσθαι, τὸ δ’ ἄρ’ ἦν ἀφαιρέσει τῶν ἀνθρωπίνων σπουδασμάτων γινόμενον, ὥς φησι Πλάτων’;
τίς οὖν ἡ παρὰ σοῦ πρὸς ταῦτα τοῖς νέοις βοήθεια ; καὶ πόθεν τις ὁ τῆς ἀρετῆς συναγωνιστὴς λόγος; ἐκ ποίων γραμμάτων Ἀριστοτέλους; τίνος τῶν ἀπ’ αὐτοῦ; ἑ κ’ ποίων γραφῶν; δίδωμι γάρ σοι κἂν ψεύδεσθαι θέλῃς, μόνον τι νεανικόν. ἀλλὰ γὰρ οὔτ’ ἔχεις εἰπεῖν οὔτ’ ἂν ἐπιτρέψαι σοι τῶν ἡγεμόνων τῆς αἱρέσεως οὐδείς.
αἶ γοῦν Ἀριστοτέλους περὶ ταῦτα πραγματεῖαι, Εὐδήμειοί τε καὶ Νικομάχειοι καὶ Μεγάλων Ἠθικῶν ἐπιγραφόμεναι, μικρόν τι καὶ ταπεινὸν καὶ δημῶδες περὶ τῆς ἀρετῆς φρονοῦσι, καὶ τοσοῦτον ὅσον ἄν τις καὶ ἰδιώτης καὶ ἀπαίδευτος καὶ μειράκιον καὶ γυνή. τὸ μὲν γὰρ διάδημα, ὡς εἰπεῖν, καὶ τὸ σκῆπτρον τὸ βασιλικὸν, ὃ παρὰ τοῦ Δῖός ἔχει λαβοῦσα ἀναφαί- ρετον ἡ ἀρετὴ, ἐπεὶ
οὐ παλινάγρετον‚ ὅττι κεν οὗτος τῇ κεφαλῇ ἐπινεύσῃ·)
τοῦτο αὐτὴν ἀφαιρεῖσθαι τολμῶσιν.
οὐ γὰρ ἐπιτρέπουσιν τρέπουσιν αὐτὴν ποιεῖν εὐδαίμονας, ὁμοίαν δὲ αὐτὴν καθιστᾶσι πλούτῳ καὶ δόξῃ καὶ γένει καὶ ὑγιείᾳ καὶ κάλλει‚ καὶ ὅσα ἄλλα κοινὰ τῆς κακίας. ὡς γὰρ τούτων ὁτιοῦν παρὸν χωρὶς ἀρετῆς οὐκ αὔταρκες εὐδαί- μονα τὸν κεκτημένον ἀποφῆναι‚ καὶ ἡ ἀρετὴ κατὰ ταὐτὰ χωρὶς τούτων οὐχ ἱκανὴ ποιῆσαι τὸν ἔχοντ’ αὐτὴν εὐδαίμονα.
πῶς οὖν οὐ καθῄρηται καὶ καταβέβληται τὸ τῆς ἀρετῆς ἀξίωμα; ναί· ἀλλὰ πολὺ τῶν ἄλλων ἀγαθῶν ὑπερέχειν τὴν ἀρετὴν λέγουσι. τί δὴ τοὺτο; καὶ γὰρ τὴν ὑγίειαν τοῦ πλούτου· ἀλλὰ τό γε χωρὶς ἀλλήλων μὴ ἀρκεῖν πρὸς εὐδαιμονίαν πᾶσι κοινόν.
ὁπόταν οὑν τις ἐκ τούτων τῶν δο- γμάτων καὶ ταύτης τῆς αἱρέσεως διδάξειε τὸν ἐν αὐτῇ τῇ ψυχῇ τὸ πᾶν ἀνθρώπινον ἀγαθὸν ζητοῦντα, εὐδαίμονά φησιν ἐπὶ τροχὸν οὐκ ἀναβαίνειν, οὐδὲ ὁ ταῖς Πριαμικαῖς τύχαις συνεχόμενος δύναιτ’ ἂν εὐδαίμων καὶ μακάριος εἷναι.
τὸν δὲ τὴν ἀρετὴν ἔχοντα τοιούτοις τισὶ περιπεσεῖν οὐκ ἀπεικός. τούτοις δὲ ἕπεται τὸ μήτε ἀκολουθεῖν ἐκ παντὸς τὴν εὐδαιμονίαν τοῖς τὴν ἀρετὴν ἔχουσι μήτ’, εἰ γένοιτο, παραμένειν ἀεί.
Φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη
τηλεθόωσα φύει·
ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δ’ ἀπολήγει.·
ἔτι σοι τὸ παράδειγμα μικρὸν καὶ ἄτολμον ὦ ποιητά·
ἔαρος δ’ ἐπιγίνεται ὥρη.
πολὺς ὁ μεταξὺ χρόνος καὶ ᾧ μὴ γίνεται. εἰ θέλεις ἀκριβῶς τὸ ἐπίκηρον καὶ σαθρὸν τῆς ἀνθρωπίνης γενεὰς ἀπεικάσαι‚ παράβαλλε τὴ ’Αριστοτέλους εὐδαιμονίαν. ῥᾷον τῶν φύλλων αὕτη καὶ φύεται καὶ ἀπολείπει‚ οὐκ ἀναμένουσα περιτελλόμενον τὸν ἐνιαυτὸν‚ οὐδ’ αὐτοετεὶ, οὐδ’ αὐτομηνὶ, ἀλλ’ αὐτῆς ἡμέρας, αὐτῆς ὥρας καὶ γίνεται καὶ ἀπόλλυται.
πολλὰ δὲ τὰ ἀπολλύντα, καὶ πάντα ἐκ τῆς τύχης. καὶ γὰρ αἶ τοῦ σώματος κῆρες‚ μυρίαι δὲ αὗται, καὶ πενία καὶ ἀτιμία‚ καὶ ὅσα τοιαῦτα· καὶ πρὸς οὐδὲν αὐταρκεῖ τὰ τῆς φίλης ἀρετῆς πρὸς βοήθειαν οὐχ ἱκανά· τὴν μὲν γὰρ κακοδαιμονίαν εἴργειν, τὴν δὲ εὐδαιμονίαν διασώζειν ἀσθενής.
ὑπὸ κήρυκι γοῦν αὐτῷ τῷ μεγαλοφωνοτάτῳ κηρύττει, καθάπερ ἀθλητήν τινα νικηφόρον‚ τὸν δικαιότατον, ὅτι οὗτός ἐστιν εὐδαιμονέστατος‚ ὁ ἐξ αὐτῆς τῆς δικατοσύνης τὸν καρπὸν τῆς εὐδαιμονίας δρεπόμενος. διαίρει τοίνυν, εἰ βούλει, καὶ ποίκιλλε τριχῆ καὶ τετραχῆ καὶ πολλαχῆ τὰ ἀγαθὰ διαστελλόμενος· οὐδὲν γὰρ ταῦτα πρὸς τὸ προκείμενον. οὐ δή ποθ’ ἡμὰς δι’ αὐτῶν προσάξεις τῷ Πλάτωνι.
τί γὰρ εἰ τῶν ἀγα- θῶν‚ ὡς φῄς‚ τὰ μὲν τίμια‚ καθάπερ οἱ θεοὶ‚ τὰ δὲ ἐπαινετὰ, ὧς αἶ ἀρεταὶ‚ τὰ δὲ δυνάμεις, ὡς πλοῦτος καὶ ἰσχὺς, τὰ δὲ ὠφέλιμα, ὡς αἶ θεραπεῖαι; τί δ’, εἰ ταῦτα ἐλάττονι διαιρέσει διαστελλόμενος λέγοις τῶν ἀγαθῶν τὰ μὲν εἶναι τέλη, τὰ δὲ οὐ τέλη; τέλη μὲν ὀνομάζων ὧν χάριν τὰ ἄλλα‚ οὐ τέλη δὲ τὰ τῶν ἄλλων ἕνεκα λαμβανόμενα.
ἴως οὗ γὰρ σὺ μὲν εἴτε ὁμωνύμως εἴτε ὅπως βούλει λαλῶν ἀγαθὰ τὰ τῆς ἀρετῆς ἄλλ’ ἄττα πρὸς τὴν εὐδαιμονίαν ὡς ἀναγκαῖα παραλαμβάνεις, τὸ ἱκανὸν τῆς ἀρετῆς ἀφαιρούμενος, Πλάτων’ δ’ ἐκ περιουσίας περὶ τῶν ἄλλων ζητεῖ τὸ ἔκπλεον εἰς εὐδαιμονίαν ἀπ’ αὐτῆς τῆς ἀρετῆς ἔχων, οὐδὲν ἂν ὑμῖν εἴη κατὰ τοῦτο κοινόν· ἄλλων σοι δεῖ λόγων, ἄλλων τοῖς τοῦ Πλά- τωνος.
ὡς γὰρ οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ‚
οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν‚
οὕτως οὐκ ἔστι Πλάτωνι καὶ Ἀριστοτέλει φιλία περὶ τοῦ Κορυφαιοτάτου καὶ κυριωτάτου τῆς εὐδαιμονίας δόγματος. διαμπερὲς γὰρ, εἰ μὴ κακὰ φρονέουσιν ἀλλήλοις, τά γε ὑπεναντία περὶ τῶν εἰς τοῦτο δια- φερόντων φαίνονται λἐγοντες.”
Πἀλιν Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν, οὐ μὴν ἀλλὰ καὶ Πλάτωνος ἐν τούτοις συμφώνως, τὸν περὶ τῆς τῶν ὅλων προνοίας λόγον εὐκρινῶς δια- τεθειμένων, ὁ Ἀριστοτέλης μέχρι σελήνης στήσας τὸ θεῖον τὰ λοιπὰ τοῦ κόσμου μέρη περιγράφει τῆς τοῦ θεοῦ διοικήσεως· ἐφ’ οἷς καὶ ἀπελέγχεται πρὸς τοῦ δηλωθέντος‚ ὧδέ πη διεξιόντος
“Ὅντος ὄντος δ’ ἔτι μεγίστου καὶ κυριωτάτου τῶν εἰς εὐδαιμονίαν συντελούντων τοῦ περὶ τῆς προνοίας πείσματος‚ ὃ δὴ καὶ μάλιστα τὸν ἀνθρώπινον βίον ὀρθοῖ, εἴ γε μὴ μέλλομεν ἀγνοεῖν
πότερον δίκᾳ τεῖχος ὕψιον
ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει
ἐπιχθονίων γένος ἀνδρῶν·
ὁ μὲν Πλάτων’ εἰς θεὸν καὶ ἐκ θεοῦ πάντα ἀνάπτει. φησὶ γὰρ αὐτὸν ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ὄντων ἁπάντων ἔχοντα εὐθείᾳ περαίνειν περιπορευ- όμενον. καὶ αὖ πάλιν φησὶν αὐτὸν ἀγαθὸν εἶναι, ἀγαθῷ δὲ μηδένα φθόνον ἐγγίγνεσθαι περὶ μηδενός. τούτου δὲ ἐκτὸς ὄντα πάντα ὅτι μάλιστα ἀγαθὰ ποιεῖν, εἰς τάξιν ἄγοντα ἐκ τῆς ἀταξίας. πάντων δὲ ἐπιμελούμενον καὶ πάντα κατὰ δύναμιν κοσμοῦντα πεφροντικέναι καὶ τῶν ἀνθρώπων.”
Καὶ μετὰ βραχέα
Καὶ ὁ μὲν Πλάτων’ οὕτως. ὁ δὲ τὴν δαιμονίαν ταύτην φύσιν ἐκποδὼν ποιούμενος, καὶ τήν γε εἰσαῦθις ἐλπίδα τῆς ψυχῆς ἀποτέμνων, τήν τε ἐν τῷ παρόντι πρὸς τῶν κρειττόνων εὐλάβειαν ἀφαιρούμενος, τίνα πρὸς Πλάτωνα ἔχει κοινωνίαν; ἢ πῶς ἂν ἐφ’ ἃ βούλεται Πλάτων’ παρακαλέσαι καὶ πιστώσαιτο τὰ εἰρημένα;
πᾶν γὰρ τοὐναντίον συνεργὸς ἂν οὗτός γε καὶ συναγωνιστὴς τῶν ἐθελόντων ἀδικεῖν φανείη. πᾶς γάρ τις ἄνθρωπος ὢν καὶ ταῖς ἀνθρωπίναις ὀρέξεσι κατεσχημένος , ἂν καταφρονήσῃ τῶν θεῶν καὶ μηδὲν νομίσῃ πρὸς αὑτὸν, ἅτε πόρρω μὲν αὐτῶν ἀπῳκισμένος ἐν τῷ ζῆν, ἀποθανὼν δὲ οὐδὲ ἔτι ὢν, ἕτοιμος ἂν ἔλθοι πρὸς τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις.
πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν ἀδικοῦντα οὐκ ἀδύνατον, ἄν γε ἀνθρώπους δέῃ λανθάνειν· οὐ μὴν ἀναγκαῖον ἐκ παντὸς λαθεῖν ζητεῖν, ὅπου γέ τις τῶν πεφωρακότων κρατεῖν δυνατός ἐστιν. ὥστε ἕτοιμόν τι χρῆμα πρὸς ἀδικίαν ἡ τῆς προνοίας ἀπόγνωσις.
ἐκεῖνος μὲν γὰρ καὶ πάνυ χρηστός ἐστιν , ὅστις τὴν ἡδονὴν ἡμῖν προτείνας ὡς ἀγαθὸν, καὶ τὴν ἐκ θεῶν ἄδειαν παρασχόμενος, ἔτι μηχανὴν πρὸς τὸ μὴ ἀδικεῖν πορίζειν οἴεται , ὅμοιόν τι ποιῶν ἰατρῷ τὴν μὲν ἔτι ζῶντος τοῦ κάμνοντος βοήθειαν παρέντι, μετὰ θάνατον δὲ πλέκειν τινὰς μηχανὰς πειρωμένῳ πρὸς σωτηρίαν τοῦ τεθνεῶτος.
παραπλησίως δὲ τούτῳ καὶ ὁ Περιπατητικός. οὐ γὰρ οὕτως ἡ περὶ τὴν ἡδονὴν σπουδὴ ὡς ἡ πρὸς τὸ θεῖον ὅτι κήδοιτο ἀπιστία τὴν ἀδικίαν ἐπιρρώννυσι. τί οὖν, φήσαι τις ἂν, ἐν ταυτῷ τάττεις Ἀριστοτέλην καὶἘπίκουρον ; πάνυ μὲν οὖν, ὥς γε πρὸς τὸ προκείμενον.
τί γὰρ διαφέρει πρὸς ἡμᾶς ἢ τοῦ κόσμου τὸ θεῖον ἐξοικίσασθαι καὶ μηδεμίαν ἡμῖν πρὸς αὐτὸ κοινωνίαν ἀπολιπεῖν, ἢ ἐν κόσμῳ τοὺς θεοὺς καθείρξαντα τῶν ἐπὶ γῆς πραγμάτων ἀποστῆσαι; κατ᾿ ἴσον γὰρ παρ᾿ ἀμφοτέροις τὸ ἐκ θεῶν ἀμελὲς εἰς τοὺς ἀνθρώπους , καὶ ἴση τοῖς ἀδικοῦσιν ἡ ἀπὸ τῶν θεῶν ἄδεια τὸ δὲ ἐκείνων μενόντων κατ᾿ οὐρανὸν καὶ ἡμᾶς τι χρηστὸν ἀπολαύειν μάλιστα μὲν κοινὸν καὶ ἀλόγων καὶ ἀψύχων, ἤδη δὲ ταύτῃ γε καὶ κατ᾿ Ἐπίκουρον ὄνησις τοῖς ἀνθρώποις ἀπὸ θεῶν γίνεται.
τὰς γοῦν βελτίονας ἀπορροίας αὐτῶν φασι τοῖς μετασχοῦσι μεγάλων ἀγαθῶν παραιτίας γίνεσθαι. ἀλλ’ οὕτετοῦτονοὔτε ἐκεῖνον δίκαιον ἐν προνοίας ἀριθμεῖσθαι λόγῳ. εἴπερ γὰρ καὶ κατ’ Ἐπίκουρον τὸ τῆς προνοίας οἴχεται, καίτοι τῶν θεῶν κατ’ αὐτὸν πᾶσαν κηδεμονίαν ὑπὲρ τῆς σωτηρίας τῶν οἰκείων ἀγαθῶν εἰσφερομένων, οὕτως ἂν οἴχοιτο καὶ κατ’ Ἀριστοτέλην τὸ τῆς προνοίας, εἰ καὶ τὰ κατ οὐρανὸν ἐν τάξει τινὶ καὶ κόσμῳ διοικεῖται.
πρόνοιαν γὰρ ζητοῦμεν ἡμῖν διαφέρουσαν, ἧς οὐ μέτεστι τῷ μήτε δαίμονας μήτε ἥρωας μήτε ὅλως ἐπιδιαμένειν δύνασθαι τὰς ψυχὰς συγκεχωρηκότι.
ἐκεῖνο δ’ ἐμοὶ κριτῇ καὶ αἰσχυντηλότερον ὁ Ἐπίκουρος δοκεῖ πεποιηκέναι· ὥσπερ γὰρ ἀπογνοὺς δύνασθαι τοὺς θεοὺς ἀποσχέσθαι τῆς ἀνθρώπων κηδεμονίας εἰς ταυτὸν ἐλθόντας αὐτοῖς καθάπερ εἰς ἀλλοδαπὴν ἀπῴκισε καὶ ἔξω που τοῦ κόσμου καθίδρυσε, τὸ ἀπάνθρωπον αὐτῶν τῇ ἀποστάσει καὶ τῇ πρὸς ἅπαντ’ ἀκοινωνίᾳ παραιτούμενος.
ὁ δὲ περιττὸς ἡμῖν οὑτος τῆς φύσεως εὑρετὴςκαὶ τῶν θείων πραγμάτων ἐπιγνώμων ἀκριβὴς ὑπ’ αὐτὴν τὴν ὄψιν τῶν θεῶν τὰ ἀνθρώπινα πράγματα ὑποθεὶς εἴασεν ἀτημέλητα καὶ ἀφρόντιστα, φύσει καὶ οὐ θεοῦ λογισμῷ διοικούμενα. ὅθεν εἰκότως ἂν καὶ αὐτὸς οὐδ’ ἐκεῖνο τὸ ἔγκλημα ἐκφύγοι, ὃ κατ’ Ἐπικουρου τινες μαντεύονται, ὡς ἄρα μὴ κάτα γνώμην, ἀλλὰ διὰ τὸ πρὸς ἀνθρώπων δέος τοῖς θεοῖς κατέ- νειμεν ἐν τῷ παντὶ χώραν ὥσπερ ἐν θεάτρῳ θέαν.
τεκμήριον δὲ ποιοῦνται τῆς γνώμης τἀνδρὸς‚ ὅτι αὐτῶν ἀφεῖλε τὴν πρὸς ἡμὰς ἐνέργειαν, ἐξ ἧς μόνης τὸ εἶναι τοὺς θεοὺς ἔμελλε τὴν δικαίαν πίστιν ἕξειν. τὸ γὰρ αὐτὸ τοῦτο καὶ Ἀριστοτέλης ποιεῖ. ἀποστήσας γὰρ καὶ παραδοὺς ὄψει μόνῃ τὴν πίστιν πραγματείᾳ κρίνειν ἀσθενεῖ τὰ ἐκ τοσοῦδε διαστήματος τάχ’ ἂν αἰδοῖ δοκοίη λέγειν ἐνταῦθα εἶναι θεούς.
οὐ γὰρ ἀπολιπὼν ἔξω τι τοῦ κόσμου‚ ἀλλ’ οὐδὲ τοῖς ἐπὶ γῆς προσαγαγὼν τοὺς θεοὺς, ἀνάγκην ἔσχεν ἢ παντάπασιν ἄθεος εἶναι ὁμολογεῖν‚ ἢ τὴν τοῦ δοκεῖν ἀπο- λιπεῖν θεοὺς δόξαν ἀνασώζειν‚ ἐνταῦθά που τοὺς θεοὺς ἀποικίσας. ὁ δὲ τὴν τῶν κρειττόνων ἀκρίβειαν παραιτησάμενος τῇ ἀμιξίᾳ ἔοικεν εὐσχημόνως ἀπι- στεῖν τοῖς θεοῖς.”
Ταῦτα ὁ Ἀττικὸς πρὸς Ἀριστοτέλην χρεοκοποῦντα τὸν περὶ προνοίας λόγον. ὁ δ’ αὐτὸς ἔτι καὶ ταῦτα τοῖς εἰρημένοις προστίθησι‚ πρὸς τὸν αὐτὸν ἀποτει- νόμενος μὴ βουλόμενον γεννητὸν εἶναι τὸν κόσμον.
Πάλιν Μώσεως γεννητὸν εἶναι τὸν κόσμον ὁρισαμένου‚ ποιητήν τε καὶ δημιουρ·γὸν τοῖς ὅλοις τὸν θεὸν ἐπιστήσαντος‚ τοὐ τε Πλάτωνος τὰ ἴσα Μωσεῖ φιλοσοφοῦντος‚ τὴν ἐναντίαν κἀν τούτῳ ὁ Ἀριστοτέλης ὁδεύσας ἀπελέγχεται πρὸς τοῦ δηλωθέν- τος συγγραφέως‚ ὧδε πρὸς ῥῆμα γράφοντος
“ Πρῶτον δὴ περὶ γενέσεως κόσμου σκοπῶν, καὶ τὸ τῆς προνοίας τὸ μέγα τοῦτο καὶ πολυωφελὲς δόγμα πάντα ζητεῖν ἀναγκαῖον ἡγούμενος, καὶ λογι- σάμενος ὅτι τῷ μὴ γενομένῳ οὔτε τινὸς ποιητοῦ οὔτε τινὸς κηδεμόνος πρὸς τὸ γενέσθαι καλῶς χρεία, ἵνα μὴ ἀποστερήσῃ τὸν κόσμον τῆς προνοίας ἀφεῖλε τὸ ἀγέννητον αὐτοῦ.
παραιτούμεθα δὲ νῦν μὴ ἐμποδὼν ἡμῖν τοὺς ἀπὸ τῆς αὐτῆς ἑστίας εἶναι‚ οἶς ἀρέσκει καὶ κατὰ Πλάτωνα τὸν κόσμον ἀγέννητον εἶναι. δίκαιοι γάρ εἰσιν ἡμῖν συγγνώμην νέμειν‚ εἰ περὶ τῶν δοκούντων Πλάτωνι πιστεύομεν οἷς αὐτὸς Ἕλλην ὢν Ἕλληνας ἡμᾶς σαφεῖτε καὶ τρανῶ τῷ στόματι διείλεκται.
παραλαβὼν γὰρ ‚ φησὶν, ὁ θεὸς πᾶν ὅσον ἦν ὁρατὸν‚ οὐχ ἡσυχίαν ἄγον‚ πλημμελῶς δὲ καὶ ἀτάκτως κινούμενον‚ εἰς τάξιν ἦγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος τοῦτο ἐκείνου πάντως ἄμεινον. ἔτι δὲ καὶ μᾶλλον ὅτι μὴ δι’ αἰνιγμάτων‚ μηδ’ ἐπὶ τοῦ σαφοῦς χρείᾳ τὴν γένεσιν παρεδέξατο, δηλοῖ δι’ ὦν ὁ πατὴρ αὐτῷ τῶν πάντων διείλεκται περὶ τούτου μετὰ τὴν τῶν ὅλων δημιουργίαν.
ἐπειδὴ γὰρ, φησὶ, γεγένησθε‚ (λέγει δὲ πρὸς τοὺς θεοὺς) ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐ δ’ ἄλυτοι τὸ πάμπαν, οὔτι μὴν δὴ λυθήσεσθε τῆς ἐμῆς βουλήσεως τυχόντες.
ἀλλ’, ὅπερ ἔφην‚ πρὸς μὲν τοὺς ἔνδον ἡμῖν ὑποφθεγγομένους, ἅτε φίλους ὄντας, φιλίως τε καὶ μεθ’ ἡσυχίας πραέσιν ἐλ·έγχοις διακριθεῖμεν ἄν. ἔοικε γὰρ καὶ τούτους Ἀριστοτέλης μεταθεῖναι‚ τῇ μὲν κατηγορίᾳ τοῦ δόγματος ἀντισχεῖν ἀδυνατήσαντας‚ τὸ δὲ ἁλῶναι δόξαν ὡς ψεῦδος οὐ βουληθέντας ἀναθεῖναι Πλάτωνι.
κατὰ δὲ τὴν ἡμετέραν ἀκοὴν, ἀξιοῦντος Πλάτωνος τὸν κόσμον γεγονέναι κάλλιστον ἔργον ὑπὸ τοῦ καλλίστου τῶν δημιουργῶν‚ καὶ περιθέντος τῷ τοῦ παντὸς ποιητῇ δύναμιν δι’ ἧς καὶ οὐκ ὄντα πρότερον ἐποίησε τὸν κόσμον‚ καὶ ποιήσας εἰσαεὶ βουλόμενός γε σῶον διαφυλάξει‚ καὶ ταύτῃ δὴ γεν- νητοῦ καὶ ἀφθάρτου κατ’ αὐτὸν ὑποκειμένου τοῦ κόσμου‚ τίς ἡμῖν τῶν Περιπατητικῶν ταῦτα βεβαιοῖ;”
Δεῖ δὲ παραμυθήσασθαι τὸν συναγωνιστὴν τούτων, ὅτι οὐ πάντως‚ εἰ τι γέγονεν, ἀνάγκη τοῦτο φθαρῆναι, πάλιν δ’ οὐδ’ εἴ τι μὴ φθαρήσεται, τοῦτο ἀναγκαῖον ἀγέννητον εἶναι. οὔτε γὰρ μίαν αἰτίαν τῷ ἀφθάρτῳ τὴν ἐκ τοῦ ἀγεννήτου συγχωρητέον οὔτε τῷ γενομένω τὴν εἰς ὄλεθρον μεταβολὴν ἀβοήθητον καταλειπτέον.
τοσοῦτον δὲ ἀποδεῖ διὰ τούτων βοηθεῖν τῷ Πλάτωνος λόγῳ ὥστε ἤδη τινὰς καὶ τῶν περὶ Πλάτωνα ἐσπουδακότων φοβήσας, οἷς εἶπεν, ἀπέστησε τοῦ δόγματος, οὐ δυνηθέντας συνιδεῖν ὅτι κατὰ μὲν τὴν αὐτῶν φύσιν τῶν πραγμάτωνἦν ἦν ἄνευ θεοῦ βουλήσεωςκαὶ δυνάμεως ἐπινοῆσαι οὔτε τὸ γενόμενον ἄφθαρτον οὔτε τὸ μὴ φθαρησάμενον γεννητὸν ὄν.
ὅταν δὲ τὴν ἀρίστην τις αἰτίαν ἐπιστήσῃ τὴν ἐκ θεοῦ, δεῖ ταύτην ἡγεμόνα τῶν πάντων λαβόντα μηδὲν αὐτὴν τῶν ἄλλων αἰτίαν ἀποφαίνειν χείρονα. γελοῖον γὰρ διότι μὲν γέγονέ τι, διὰ τοῦτο φθαρῆναι, εἰ δὲ ὁ θεὸς βούλεται, μὴ φθαρῆναι, καὶ διότι μέν τι ἀγέννητόν ἐστιν ἔχειν ἰσχὺν τοῦ μὴ φθαρῆναι, τὴν δὲ παρὰ τοῦ θεοῦ βούλησιν ἐνδεῖν πρὸς τὸ ἄφθαρτον τηρῆσαί τι τῶν γενομένων.
ἀλλὰ ποιῆσαι μὲν ἱκανὸς καὶ βουληθῆναι τὰ καλὰ, (ἀγαθὸς γὰρ, ἀγαθῷ δὲ οὐδεὶς φθόνος περὶ οὐδενός) τηρῆσαι δὲ καὶ διαφυλάξαι τὰ γενόμενα οὐ δυνατός; καὶ μὴν καὶ οἶ λοιποὶ τεχνῖται πρὸς ἄμφω ἱκανοί. ὁ γοῦν οἰκοδόμος καὶ ὁ ναυπηγὸς οὐ μόνον καινὰς κατασκευάζονται ναῦς καὶ οἰκίας, ἀλλὰ καὶ ταῖς ὑπὸ χρόνου διαφθειρομέναις ἱκανοὶ βοηθεῖν, ἕτερα τῶν πεπονημένων ἀντικαθιστάντες αὐταῖς·
ὥστε καὶ τῷ θεῷ πάντως τό γε τοσοῦτον συγχωρητέον. ὁ γάρ τις ὅλον ποιῆσαι δυνατὸς‚ τοῦτο πῶς ἂν ἐκ μέρους ἀδύνατος εἴη ποιεῖν; καὶ γενέσθαι τοίνυν τι δεῖ καινὸν, εἴπερ μέλλοι τις ὅλως ποιητὴς, καὶ τὸ καλὸν ἔργον πρὸς ἅπαν διασώζεσθαι· τὸ γὰρ εὑ γενόμενον ἐθέλειν λύειν κακοῦ.
μείζων δὲ ἄλλος εἰς σωτηρίαν τῶν γενομένων δεσμὸς οὐκ ἔστι τῆς τοῦ θεοῦ βουλήσεως. ἢ ἀνθρωπίνης μὲν σπουδῆς καὶ βουλήσεως μεταλαβόντα πολλὰ, καὶ ἔθνη καὶ πόλεις καὶ ἔργα, μένει χρόνον ἀμήχανον ὅσον γενόμενα μηκέτ’ ὄντος τοῦ θελήσαντος, τὰ δὲ τῆς τοῦ θεοῦ μετασχόντα γνώμης καὶ δι’ αὐτὸν καὶ ὑπ’ αὐτοῦ γενόμενα, ταῦτα δὲ ἄρα παρόντος τοῦ ποιήσαντος οἰχήσεται καὶ οὐ παραμενεῖ;
τίνος αἰτίας βιασαμένης τὴν τοῦ θεοῦ γνώμην; πότερον τῆς ἐξ αὐτῶν τῶν γενομένων ἀνάγκης; ἀλλ’ αὐτή γε τῷ προσέσθαι τὸ κοσμηθῆναι τὴν ἐκ τοῦ θεοῦ προσωμολόγησεν ἧτταν. ἀλλ’ ἔξωθέν τινος αἰτίας ἀνταγωνιζομένης τῷ θεῷ; ἀλλ’ οὔτ’ ἐστὶν οὔτε ἐν οἷς ἔφθη κρατήσας καὶ κοσμήσας ὁ θεὸς ἔτι ἄξιον ἐν τούτοις αὐτὸν ἐλαττοῦν τινος, εἴ γε μὴ παντάπασι λανθάνο μεν ἡμᾶς αὐτοὺς περὶ τῆς μεγίστης καὶ θειοτάτης δυνάμεως διαλεγόμενοι.
ἀλλὰ γὰρ εἰς τὸν περὶ τῆς ἀληθείας λόγον ἐοίκαμεν ὑπὸ προθυμίας ἐκφέρεσθαι. δῆλον μὲν καὶ ὃ προυθέμεθα, ὡς οὐκ ἂν εἶεν διδάσκαλοι περὶ κόσμου γενέσεως οἱ μηδὲ τὴν ἀρχὴν γένεσιν ἀπολιπόντες αὐτῷ.”
Καὶ μὴν καὶ περὶ τῆς τῶν σωμάτων πέμπτης οὐσίας, ἣν εἰσηγήσατο Ἀριστοτέλης, ταῦτα παραθε- τέον
“ Περὶ γοῦν τῶν καλουμένων στοιχείων, ἐξ ὧν πρώτων σώματα συνέστηκε, Πλάτων᾿ μὲν ἑπόμε- νος τῇ περὶ αὐτὰ ἐναργείᾳ, καθάπερ καὶ οἱ πρὸ αὐτοῦ, τέσσαρά τε ἔφησεν εἶναι ταῦτα ὁμολογούμενα, πῦρ καὶ γῆν καὶ ἀέρα καὶ ὕδωρ , καὶ ἐκ τούτων συγκρινομένων τὰ λοιπὰ πάντα γεννᾶσθαι· Ἀριστοτέλης δὲ, ὡς ἔοικεν, ἐλπίσας περιττότερος φανεῖσθαι τῷ φρονεῖν εἴ τι σῶμα ἐκ περιττοῦ προσθείη , προσκατηρίθμησε τοῖς φαινομένοις τέτταρσι σώμασι τὴν πέμπτην οὐσίαν , πάνυ μὲν λαμπρῶς καὶ φιλοδώρως τῇ φύσει χρησάμενος , μὴ συνιδὼν δὲ ὅτι οὐ νομοθε- τεῖν δεῖ φυσιολογοῦντα , τὰ δὲ τῆς φύσεως αὐτῆς ἐξιστορεῖν.
ἢ τοίνυν ἡμᾶς ἅπερ αὐτὸς λέγει πείθων ἀφαιρήσεται τῆς Πλάτωνος γνώμης, ἢ τὰ Πλάτωνος βεβαιούμενος τῶν αὐτῷ δοκούντων ἀποστήσεται· ὥστε οὐδαμῆ χρήσιμος πρὸς τὰ τοῦ Πλάτωνος.
ἔτι ὁ μὲν Πλάτων πάντα τὰ σώματα, ἅτε ἐπὶ μιᾶς ὁμοίας ὕλης θεωρούμενα, βού- λεται τρέπεσθαι μεταβάλλειν τ᾿ εἰς ἄλληλα· ὁ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐσίαν ἀπαθῆ τε καὶ ἄφθαρτον καὶ ἄτρεπτον πάντως ἀξιοῖ, ἵνα δὴ μὴ εὐκαταφρονήτου τινὸς πράγματος γεννητὴς εἶναι δοκῆ, περιττὸν μὲν καὶ ἴδιον παντάπασι λέγων οὐδὲν , τὰ δὲ ὑπὸ Πλάτωνος ἐπ᾿ ἄλλων ἑωραμένα καλῶς μεταφέρων ἐπὶ τὰ μὴ προσήκοντα , καθάπερ τινὲς τῶν ὕστερον γενομένων ἀνδριαντοποιῶν.
ἐκεῖνοί τε γὰρ ἀπομιμησάμενοι τοῦδε τοῦ ἀνδρὸς κεφαλὴν , ἄλλου δὲ τὸ στέρνον, ἑτέρου δὲ τὴν ζώνην, εἰς ταυτὸν συνθέντες ἐνίοτε μὴ προσήκοντα πράγματα ἀλλήλοις ἔπεισαν αὐτοὺς ὥς τι πεποιηκότες ἴδιον· καὶ ὄντως τὸ μὲν ὅλον, ὃ δή τις ἂν ἀσυμμέτρως ἔχειν αἰτιάσαιτο, ἐστὶν αὐτῶν, τὰ δ᾿ ἐν αὐτῷ συνηρανισμένα καί τι καλὸν ἔχοντα οὐκ αὐτῶν.
ὡσαύτως δὲ καὶ Ἀριστοτέλης ἀκούων Πλάτωνος ὅτι ἐστί τις οὐσία νοητὴ καθ᾿ αὑτὴν ἀσώ- ματός τε καὶ ἀχρώματος καὶ ἀναφὴς, οὔτε γινομένη οὔτε φθειρομένη οὔτε τρεπομένη οὔτε μεταβαλλομένη, ἀεὶ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα, πάλιν δ᾿ αὖ περὶ τῶν κατ᾿ οὐρανὸν ἀκούων, ὡς ὄντα θεῖα καὶ ἄφθαρτα καὶ ἀπαθῆ ἐστι σώματα, συνέθηκε καὶ συνεκόλλησεν ἐξ ἀμφοῖν πράγματα μὴ συνᾴδοντα· παρ᾿ ὧν μὲν γὰρ τὸ εἶναι σῶμα, παρ᾿ ὧν δὲ τὸ ἀπαθὲς εἶναι λαβὼν, σῶμα ἀπαθὲς ἐτεκτήνατο.
ἐπὶ μὲν οὖν τῶν ἀνδριάντων, εἰ καὶ μὴ καλὸν τὸ ἐκ τῶν διαφερόντων, οὔτι γε ἀδύνατον γενέσθαι. διδάσκει γοῦν τὰ τοιαῦτα καὶ Ὅμηρος ὄμματα γὰρ, φησὶ
καἲ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ ,
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
τὸ δὲ σῶμα ἀπαθὲς οὐκ ἄν ποτε γένοιτο. παθητῇ γὰρ καὶ τρεπτῇ συνδεδεμένον φύσει ἀνάγκην ἔχει συμπαθεῖν ᾧ συνέζευκται. εἰ δέ τι ἀπαθὲς εἴη, τοῦτο ἀφειμένον καὶ ἐλεύθερον ἀπὸ τοῦ πάσχοντος εἶναι δεῖ· ὥστε χωρὶς ἂν εἴη τῆς ὕλης, ἧς κεχωρισμένον ἀσώματον ἀναγκαίως ὁμολογοῖτ᾿ ἄν.”
Ἔτι καὶ τούτοις πρόσσχωμεν τὸν νοῦν ἐν ὅσοις ἄλλοις διαφέρεσθαι τῷ Πλάτωνι τὸν Ἀριστοτέλην παρίστησιν
ἔτι ὁ μὲν, κατ’ εἶδος ἀφθαρσίαν ἀπονέμων τοῖς κατ’ οὐρανὸν ἅπασιν, ἀποχωρήσεις τινὰς αὐτῶν καὶ προσχωρήσεις συμμέτρους φησὶ γίνεσθαι· ἀναγκάζουσι δὲ αὐτὸν λέγειν ταῦτα, τὰς μὲν ἀποκρίσεις, αἵ τε ἀκτῖνες τοῦ ἡλίου καὶ θερμότητες κατὰ ἀπόρρυσιν αὐτοῦ γινόμεναι· τὰς δὲ προσκρίσεις, ἡ ἴση τοῦ μεγέθους αὐτοῦ φάσις· οὐ γὰρ ἂν ἤθελεν ἴσα φαίνεσθαι μηδὲν ἀνθ’ ὧν ἀφίησι λαμβάνοντα·)
ὁ δὲ Ἀριστοτέλης πάντη μένειν ἐπὶ τῆς αὐτῆς οὐσίας αὐτὰ βούλεται, μήτε τινὸς αὐτοῖς ἀποχωροῦντος μήτε προσιόντος.
ἡ δὲ αἴσθησις τὰ μὲν ἐκ τοὐ λόγου μαρτυροῖτο ἂν ὡς ἀληθεύουσα, οὐ μὴν αὐτὴ παρέσχε τὴν πίστιν τῆς κινήσεως. περὶ δὲ τῆς τοῦ παντὸς κινήσεως ὡς μὲν οὐκ ἐν κύκλῳ τινὶ γίνεται νικώμενος ὑπὸ τῆς ἐναργείας οὐκ ἔσχεν ἀντειπεῖν Πλάτωνι, παρεῖχε δὲ κἀνταῦθα διαφορὰν αὐτῷ τὸ καλὸν τοῦτο εὕρημα τοῦ σώματος.
ὁ μὲν γὰρ Πλάτων, ὄντων τεττάρων σωμάτων καὶ πάντων φύσει κινουμένων ἁπλῆν καὶ εὐθεῖαν κίνησιν, πυρὸς μὲν ἐπὶ τὸ ἐκτὸς, γῆς δ’ ἐπὶ τὸ μέσον, τῶν δὲ ἄλλων ἐπὶ τὸ μεταξὺ, τὴν ἐν κύκλῳ κίνησιν ἀπέδωκε τῇ ψυχῇ· ὁ δ’, ᾗπερ ἄλλῳ σώματι ἄλλην, οὕτω δὲ καὶ τὴν ἐν κύκλῳ, καθάπερ σωματικήν τινα, τῷ πέμπτῳ προσ- ένειμε σώματι, πάντ’ εὐκόλως αὑτὸν ἐξαπατήσας.
τοῖς μὲν γὰρ ἐπ’ εὐθείας κινουμένοις αἷ βαρύτητες καὶ κουφότητες τὴν ἀρχὴν τῆς κινήσεως παρείχοντο, τὸ δὲ πέμπτον σῶμα, μήτε βάρους μετέχον μήτε κουφότητος, ἀκινησίας μᾶλλον·
οὐ τῆς ἐν κύκλῳ κινήσεως τοῖς ἐπ’ εὐθείας κινουμένοις τὸ σχῆμα τὴν αἰτίαν ἔχει τῆς κινήσεως, ἀλλ’ ἡ ῥοπή· σῶμα οὐ μόνον ἐν μέσῳ τεθὲν ὁμοίου τινὸς οὐχ ἔξει πῆ κλιθῇ, ἀλλ’ ἐν κύκλῳ περιτεθὲν ὁποίῳ τινὶ οὐχ ἕξει τῆς ἐπί τι κλίσεως αἰτίαν‚
ἴωσι, πρὸς ἠῶ τ’ ἠέλιόν τε,
εἴτ᾿ ἐπ᾿ ἀριστερά,
εἴτε πρόσω εἴτ’ ὀπίσω.
ἔτι τοῖς μὲν ἄλλοις σώμασιν ἐξωσθεῖσι τῶν οἰκείων τόπων παρέχει τὸ κινεῖσθαι πάλιν ἀφ’ αὑτῶν ἡ πρὸς τούτους ἀναφορά· τῷ πέμπτῳ δὲ ἐκείνῳ‚ μηδέποτε ἐκβαίνοντι τῶν αὐτοῦ τόπων, μένειν ἂν προσήκοι.
καὶ περὶ τῶν ἄλλων σωμάτων‚ ὑπεξαιρουμένου τοῦ πέμπτου, φαίνεται φιλονεικῶν Ἀριστοτέλης μὴ τὰ αὐτὰ λέγειν Πλάτωνι. ζητήσαντος γὰρ τοῦ Πλάτωνος εἰ ἔστι φύσει βαρὺ σῶμα ἢ φύσει κοῦφον, καὶ ἐπειδὴ ταῦτα κατὰ τὴν πρὸς τὸ ἄνω καὶ κάτω σχέσιν ἐφαίνετο λέγεσθαι σκεψαμένου εἴτε ἐστί τι κάτω φύσει καὶ ἄνω‚ εἴτε μὴ‚ καὶ ἀποδείξαντος ἀκριβῶς ὅτι κατὰ μὲν τὰς τῶν σωμάτων πρὸς τοὺς τόπους οἰκειότητας τὸ κάτω λέγοιτο ἑκάστοις ἐφ’ ὃ φέροιντο, ἄνω δὲ ἑκάστοις τὸ ἀλλότριον ἀφ’ οὗ ἀναχωροῖεν‚ καὶ κατὰ τὴν αὐτὴν σχέσιν καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον διανείμαντος καὶ πρὸς τούτω ἀποδείξαντος ὅτι μήτε τὸ μέσον μήτε τὸ πέριξ αὐτῶν εὔλογον ἄνω τι ἢ κάτω λέγεσθαι·
ὅδε ἀντιτίθησι, πανταχόθεν καταβάλλειν δεῖν ἡγούμενος τὰ ἐκείνου, καὶ τὸ μὲν ἐπὶ τὸ μέσον φερόμενον βαρὺ λέγειν βιάζεται, τὸ δὲ ἐπὶ τὸ πέριξ κοῦφον· καὶ τὸν μὲν τόπον τὸν ἐν μέσῳ κάτω φησὶ, τὸν δὲ πέριξ ἄνω.”
Ἀλλὰ περὶ μὲν κόσμου, καὶ ἐξ ὧν οὗτος, καὶ τῶν κατ’ οὐρανὸν τοσοῦτον ἀλλήλων ἀφεστήκατον. ταῦτα μὲν οἵδε. Μώσης δὲ καὶ τὰ Ἑβραίων λόγια τούτ’ ὢν οὐδὲν πολυπραγμονεῖ· καὶ εἰκότως‚ ὅτι μηδὲ πρὸς βίου κατόρθωσιν τοῖς περὶ ταῦτα ἀσχολουμένοις λυσιτελεῖν ἐνομίσθη.
“Ὑπὲρ δὲ τῆς ψυχῆς τί καὶ λέγοιμεν ἄν; δῆλα γὰρ ταῦτα οὐ μόνον τοῖς φιλοσοφοῦσιν‚ ἀλλ’ ἤδη σχεδὸν καὶ τοῖς ἰδιώταις ἅπασιν, ὅτι Πλάτων’ μὲν ἀθάνατον τὴν ψυχὴν ἀπολείπει, καὶ πολλοὺς ὑπὲρ τούτου λόγους πεποίηται‚ ποικίλως καὶ παν- τοίως ἀποδεικνὺς ὅτι ἐστὶν ἀθάνατος ἡ ψυχή.
πολλὴ δὲ καὶ τοῖς ἐσπουδακόσι περὶ τὰ Πλά- τωνος ἡ φιλοτιμία γέγονε‚ συναγωνιζομένοις τῷ τε δόγματι καὶ τῷ Πλάτωνι. σχεδὸν γὰρ τὸ συνέχον τὴν πᾶσαν αἵρεσιν τἀνδρὸς τούτ’ ἔστιν.
ἥ τε γὰρ τῶν ἠθικῶν δογμάτων ὑπόθεσις ἐπηκολούθησε τῇ τῆς ψυχῆς ἀθανασίᾳ, τὸ μέγα καὶ λαμπρὸν καὶ νεανικὸν τῆς ἀρετῆς διὰ τὸ τῆς ψυχῆς θεῖον σῶσαι δυνηθείσης‚ τά τε τῆς φύσεως πράγματα πάντα κατὰ τὴν τῆς ψυχῆς διοίκησιν ἔσχε τὸ καλῶς διοικεῖσθαι δύνασθαι.
ψυχὴ γὰρ πᾶσα, φησὶ, παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ ἄλλοτ’ ἐν ἄλλοις εἴδεσι γινομένη. ἀλλὰ μὴν καὶ τὰ τῆς ἐπιστήμης καὶ τῆς σοφίας εἰς τὴν ἀθανασίαν τῆς ψυχῆς ἀνῆπται τῷ Πλάτωνι. πᾶσαι γὰρ αἶ μαθήσεις ἀναμνήσεις, καὶ οὐκ ἄλλως οἴεται δύνασθαι σώζεσθαι καὶ ζήτησιν καὶ μάθησιν, ἐξ ὧν ἐπιστήμη γίνεται.
εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ἀθάνατος‚ οὐδὲ ἀνάμνησις. εἰ δὲ μὴ τοῦτο, οὐδὲ μάθησις. πάντων οὖν τῶν Πλάτωνος δογμάτων ἀτεχνῶς ἐξηρτημένων καὶ ἐκκρεμαμένων τῆς κατὰ τὴν ψυχὴν θειότητός τε καὶ ἀθανασίας, ὁ μὴ συγχωρῶν τοῦτο τὴν πᾶσαν ἀνατρέπει φιλοσοφίαν Πλάτωνος.
τίς οὖν ἐστιν ὁ πρῶτος ἐγχειρήσας ἀντιτάξασθαι ἀποδείξεσι, καὶ τὴν ψυχὴν ἀφελέσθαι τῆς ἀθανασίας καὶ τῆς ἄλλης πάσης δυνάμεως; τίς δ’ ἕτερος πρὸ Ἀριστοτέλους; τῶν μὲν γὰρ ἄλλων οἷ μὲν ἐπιδιαμένειν συνεχώρησαν, οἱ δ’‚ εἰ μὴ καὶ τοῦτο‚ δύναμίν γε ἐν τῷ σώματι καὶ κίνησίν τινα καὶ ἔργα καὶ πράξεις ἀπένειμαν τῆς ψυχῆς·
ὁ δὲ‚ ὅσῳπερ Πλάτων’ ἀπεσέμνυνε τὸ τῆς ψυχῆς πρᾶγμα, ἀρχὴν γενέσεως καὶ θεοῦ παίδευμα καὶ τῶν ἁπάντων προστάτιν ἀποφηνάμενος‚ τοσῷδε ἐφιλονείκησε καθελεῖν καὶ ἀτιμάσαι καὶ μικροῦ δεῖν μηδὲν ἀποφῆναι τὴν ψυχήν.
οὔτε γὰρ πνεῦμα οὔτε πῦρ οὔτε ὅλως σῶμα, ἀλλ’ οὐδὲ ἀσώματον, οἶον εἶναί τε ἐφ᾿ αὑτοῦ καὶ κινεῖσθαι, ἀλλ᾿ οὐδ᾿ ὅσον ἐπὶ τοῦ σώματος ἀκίνητον εἶναι καὶ ὡς εἰπεῖν ἄψυχον. οἶον γὰρ τόδε ἐτόλμησεν, ἢ καὶ ἀπηναγκάσθη, ὡς καὶ τὰς πρωτουργοὺς κινήσεις ἀφελέσθαι τῆς ψυχῆς, τὸ βουλεύσασθαι, τὸ διανοηθῆναι, τὸ προσδοκήσαι, τὸ μνημονεῦσαι, τὸ λογίσασθαι;
οὐ γὰρ ψυχῆς ταῦτά φησι τὰ κινήματα ὁ τῆς φύσεως, ὥς φασι, γραμματεύς. πάνυ γοῦν οὗτός ἐστι πιστὸς, ὡς συνεικέναι τι περὶ τῶν ἐκτὸς, ὁ τῆς αὑτοῦ ψυχῆς τοσοῦτον διημαρτηκὼς ὡς μηδ᾿ ὅτι διανοεῖται παρακολουθεῖν. οὐ γὰρ ἡ ψυχὴ, φησὶν, ἀλλ᾿ ὁ ἄνθρωπός ἐστιν ὁ τούτων ἕκαστον ἐνεργῶν, ἡ ψυχὴ δὲ ἀκίνητος.
τούτῳ τοιγαροῦν ἑπόμενος Δικᾳίαρχος , καὶ τἀκόλουθον ἱκανὸς ὢν θεωρεῖν, ἀνῄρηκε τὴν ὅλην ὑπόστασιν τῆς ψυχῆς. ὅτι μὲν γὰρ ἀόρατόν τι καὶ ἀφανές ἐστιν ἡ ψυχὴ δῆλον, ὥστε οὐκ ἂν διά γε τὴν ἀπὸ τῶν αἰσθήσεων ἐνέργειαν δοίημεν εἶναι ψυχήν· αἱ δὲ κινήσεις αὐτῆς ἀφανοῦς οὔσης ἀναγκάζειν ἡμὰς δοκοῦσιν εἶναί τι τὴν ψυχὴν ὁμολογεῖν.
ταῦτα γὰρ ἅπας τις συνιέναι δοκεῖ τῆς ψυχῆς ὄντα, τὸ βουλεύεσθαι καὶ σκοπεῖσθαι καὶ καθ᾿ ὃν δήποτε τρόπον διανοεῖσθαι. ὅταν γὰρ ἴδωμεν τὸ σῶμα καὶ τὰς τούτου δυνάμεις καὶ ἐνθυμηθῶμεν δὲ τὰς τοιαύτας ἐνεργείας, ὡς οὐ σώματος [οὔσας,] δίδομεν εἶναί τι ἐν ἡμῖν ἕτερον τὸ βουλευόμενον ’ τοῦτο δὲ εἶναι τὴν ψυχήν. ἐπεὶ πόθεν ἀλλαχόθεν ἐπιστεύσαμεν ὑπὲρ ψυχῆς ;
ἂν οὑν τις ἐξ ὧν μάλιστα ψυχὴ φαίνεται ταῦτα ἀφελόμενος ἑτέρῳ τινὶ προσάψῃ πράγματι, οὔτε ὅθεν οὖσα ἐμφαίνεται καταλέλοιπεν οὔτε ὅ τι χρήσιμος ἂν εἶναι δοκοίη. τίς οὖν ἡ βοήθεια τῷ τὴν ψυχὴν ἀθάνατον εἶναι θέλοντι παρὰ τοῦ τὴν ψυχὴν ἀποκτιννύντος; τίς δὲ ἡ διδασκαλία τοῦ τρόπου τῆς κινήσεως, καθ᾿ ὃν αὐτοκίνητὸν αὐτήν φαμεν, παρὰ τῶν μηδὲ τὸ παράπαν αὐτῇ κίνησιν νεμόντων;
πάντως δὲ καὶ ἐν τούτοις διαφέρεται Πλάτωνι. ὁ μὲν γάρ φησι νοῦν ἄνευ ψυχῆς ἀδύνατον εἶναι συνίστασθαι, ὁ δὲ χωρίζει τῆς ψυχῆς τὸν νοῦν. καὶ τὸ τῆς ἀθανασίας ὁ μὲν μετὰ τῆς ψυχῆς αὐτῷ δίδωσιν, ὡς ἄλλως οὐκ ἐνδεχόμενον, ὁ δέ φησιν αὐτῷ μόνῳ χωριζομένῳ τῆς ψυχῆς τοῦτο περιγίνεσθαι. καὶ τὴν μὲν ψυχὴν τοῦ σώματος οὐκ ἠξίωσεν ἐκβαίνειν, ὅτι Πλάτωνι τοῦτο ἤρεσε, τὸν δὲ νοῦν ἀπορρήγνυσθαι τῆς ψυχῆς ἠνάγκασεν, ὅτι ἀδύνατον ἔγνω Πλάτων τὸ τοιοῦτο.”
Ταῦτα μὲν ὁ Ἀττικός. συνάψω δὲ αὐτοῖς καὶ τὰ Πλωτίνου τόνδ᾿ ἔχοντα τὸν τρόπον
“ Τὸ δὲ τῆς ἐντελεχείας ὧδ᾿ ἄν τις ἐπισκέ- ψαιτο πῶς περὶ ψυχῆς λέγεται. τὴν ψυχήν ἐν τῷ συνθέτῳ εἴδους τάξιν ὡς πρὸς ὕλην τὸ σῶμα ἔμψυχον ἔχειν, σώματος δὲ οὐ παντὸς εἶδος, οὐδὲ ᾗ σῶμα, ἀλλὰ φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος.
εἰ μὲν οὖν ᾗ παραβέβληται ὡμοίωται, ὡς μορφὴ ἀνδριάντος πρὸς χαλκόν· καὶ διαιρουμένου τοῦ σώματος συμμερίζεσθαι τὴν ψυχὴν , καὶ ἀποκοπτομἐνου τινὸς μέρους μετὰ τοῦ ἀποκοπέντος ψυχῆς μόριον εἶναι, τήν τε ἐν τοῖς ὕπνοις ἀναχώρησιν μὴ γίνεσθαι, εἴπερ δεῖ προσφυᾶ τὴν ἐντελέχειαν οὗ ἐστιν εἶναι· τὸ δ’ ἀληθὲς μηδὲ ὕπνον γίνεσθαι.
καὶ μὴν ἐντελεχείας οὔσης, οὐδὲ ἐναντίωσιν λόγου πρὸς ἐπιθυμίας· ἕν δὲ καὶ ταὐτὸν δι’ ὅλου πεπονθέναι τὸ πᾶν οὐ διαφωνοῦν ἑαυτῷ. αἰσθήσεις δὲ μόνον δυνατὸν ἴσως γίνεσθαι, τἀς δὲ νοήσεις ἀδύνατον. διὸ καὶ αὐτοὶ ἄλλην ψυχὴν τὸν νοῦν εἰσάγουσιν, ὃν ἀθάνατον τίθενται.
τὴν οὖν λογιζομένην νῆν ψυχὴν ἄλλως ἐντελέχειαν ἢ τοῦτον τὸν τρόπον, ἀνάγκη εἶναι, εἰ δεῖ τῷ ὀνόματι τούτῳ χρῆσθαι. οὐδ’ ἡ αἰσθητικὴ‚ εἴπερ καὶ αὕτη τῶν αἰσθητῶν ἀπόντων τοὺς τύπους ἔχει‚ αὐτοὺς οὐ μετὰ τοῦ σώματος ἄρα ἕξει· εἰ δὲ μὴ‚ οὕτως ἐνέσονται ὡς μορφαὶ καὶ εἰκόνες· ἀλλ’ ἀδύνατον ἄλλως δέχεσθαι, εἰ οὕτως ἐνεῖεν. οὐκ ἄρα οὖσ’ ἀχώριστος ἐντελέχεια.
καὶ μὴν οὐδὲ τὸ ἐπιθυμοῦν μὴ σιτίων, μηδὲ ποτῶν, ἀλλ’ ἄλλων παρὰ τὰ τοῦ σώματος‚ οὐδὲ αὐτὸ ἀχώριστος ἐντελέ- χεια. λοιπὸν δὲ τὸ φυτικὸν ἂν εἴη‚ ὁ ἀμφισβήτησιν ἂν δόξειεν ἔχειν, μήποτε τοῦτον τὸν τρόπον ἐντελέχεια ἀχώριστος ῇ.
ἀλλ’ οὐδὲ τοῦτο φαίνεται οὕτως ἔχον. εἰ γὰρ ἡ ἀρχὴ παντὸς φυτοῦ περὶ τὴν ῥίζαν, καὶ αὐξανομένου τοῦ ἄλλου σώματος περὶ τὴν ῥίζαν, καὶ τὰ κάτω ἐν πολλοῖς τῶν φυτῶν‚ ἡ ψυχὴ δηλονότι ἀπολιποῦσα τὰ ἄλλα μέρη εἰς ἴν τι συνεστάλη· οὐκ ἄρα ἦν ἐν τῷ ὅλῳ ὡς ἀχώριστος ἐντελέχεια. καὶ γὰρ αὖ ἐστὶ πρὶν αὐξηθῆναι τὸ φυτὸν ἐν τῷ ὀλίγῳ ὄγκῳ.
εἰ οὖν καὶ εἰς ὀλίγον ἔρχεται ἐκ μείζονος φυτοῦ καὶ ἐξ ὀλίγου ἐπὶ πᾶν‚ τί κωλύει καὶ ὅλως χωρίζεσθαι; πῶς δ’ ἂν καὶ ἀμερὴς οὖσα μεριστοῦ τοῦ σώματος ἐντελέχεια γένοιτο μεριστή; ἥ τε αὐτὴ ψυχὴ ἐξ ἄλλου ζῴου ἄλλο γίνεται· πῶς οὖν ἡ τοῦ προτέρου τοῦ ἐφεξῆς ἂν γένοιτο, εἰ ἦν ἐντελέχεια ἑνός;
φαίνεται δὲ τοῦτο ἐκ τῶν μεταβαλλόντων ζῴων εἰς ἄλλα ζῷα. οὐκ ἄρα τῷ εἶδος εἶναί τινος τὸ εἶναι ἔχει, ἀλλ’ ἔστιν οὐσία, οὐ παρὰ τὸ ἐν σώματι ἱδρῦσθαι τὸ εἶναι λαμβάνουσα, ἀλλ’ οὖσα πρὶν καὶ τοῦδε γενέσθαι, οἷον ζῴου, οὐ τὸ σῶμα τὴν ψυχὴν γεννήσει.
τίς οὖν οὐσία αὐτῆς; εἰ δὲ μήτε σῶμα μήτε πάθος σώματος, πρᾶξις δὲ καὶ ποίησις, καὶ πολλὰ καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς, οὐσία παρὰ τὰ σ΄σματα οὖσα, ποία τίς ἐστιν; ἢ δῆλον ὅτι ἥν φαμεν ὄντως οὐσίαν εἶναι; τὸ μὲν γὰρ γένεσις‚ ἀλλ’ οὐκ οὐσία, πᾶν τὸ σωματικὸν εἶναι λέγοιτ’ ἂν, γινόμενον καὶ ἀπολλύμενον‚ ὄντως δὲ οὐδέποτε ὂν, μεταλήψει δὲ τοῦ ὄντος σωζόμενον, καθ’ ὅσον ἂν αὐτοῦ μετα- λαμβάνον.”
Επειδὴ δὲ καὶ τὰ Πλωτίνου διήλθομεν, συνιδεῖν οὐκ ἄτοπον καὶ τὰ Πορφυρίῳ ἐν τοῖς πρὸς Βόηθον περὶ ψυχῆς εἰρημένα
“Πρὸς δὲ τὸν ἐντελέχειαν τὴν ψυχὴν εἰπόντα καὶ ἀκίνητον παντελῶς οὖσαν κινεῖν ὑπειληφότα ῥητέον τέον πόθεν οἱ ἐνθουσιασμοὶ τοῦ ζῴου μηδὲν μὶν ξυνιέντος ὧν ὁρᾷ τε καὶ λέγει, τῆς δὲ ψυχῆς καὶ τὸ μέλλον καὶ μὴ ἐνεστὸς βλεπούσης καὶ κατὰ ταὐτὸ κινουμένης‚ πόθεν δὲ καὶ ἐπὶ τῆς τοῦ ζῴου συστάσεως αἶ τῆς ὡς ζῴου ψυχῆς βουλαί τε καὶ σκέψεις καὶ θελήσεις, ῥοπαὶ οὖσαι τῆς ψυχῆς καὶ οὐ τοῦ σώματος.”
Εἶθ’ ἑξῆς ἐπιλέγει
Τὸ δὲ βαρύτητι ἀπεικάζειν τὴν ψυχὴν ἢ ποιό- τησι μονοειδέσι καὶ ἀκινήτοις σωματικαῖς‚ καθ’ ἃς ἢ κινεῖται ἢ ποιόν ἐστι τὸ ὑποκείμενον, ἐκπεπτωκότος ἦν τέλεον ἢ ἑκόντος ἢ ἄκοντος τῆς ψυχικῆς ἀξίας, καὶ οὐδαμῶς καθεωρακότος ὡς παρουσίᾳ μὲν τῆς ψυχῆς ζωτικὸν γέγονε τὸ τοῦ ζῴου σῶμα, ὡς πυρὸς παρουσίᾳ θερμὸν τὸ παρακείμενον ὕδωρ, ψυχρὸν ὂν καθ’ ἑαυτό· καὶ ἡλίου ἀνατολῇ πεφώτισταί γε ὁ ἀὴρ‚ σκοτεινὸς ὢν ἄνευ τῆς τούτου ἐκλάμψεως.
ἀλλ’ οὔτε ἡ θέρμη τοῦ ὕδατος ἡ θερμότης ἦν τοῦ πυρὸς οὔτε τὸ πῦρ, οὔτε τὸ ἐναέριον φῶς τὸ σύμφυτον τό ἡλίῳ φῶς· ὡσαύτως δὲ οὐδὲ ἡ τοῦ σώματος ἐμψυχία, ἥτις ἔοικε τῇ βαρύτητι καὶ τῇ περὶ σῶμα ποιότητι, ἡ ψυχὴ ἡ ἐν τῷ σώματι κατατακθεῖσα, δι’ ἣν καὶ πνοῆς τινος ζωτικῆς μετέσχε τὸ σῶμα.”
Εἶθ’ ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει
“Τὰ μὲν οὖν ἄλλα ὅσα περὶ αὐτῆς εἰρήκασιν ἄλ- λοι αἰσχύνην ἡμῖν φέρει. πῶς γὰρ οὐκ αἰσχρὸς ὁ ἐντελέχειαν τιθεὶς τὴν ψυχὴν λόγος σώματος φυσικοῦ ὀργανικοῦ; πῶς δὲ οὐκ αἰσχύνης γέμων ὁ πνεῦμά πως ἔχειν αὐτὴν ἀποδιδοὺς‚ ἢ πῦρ νοερὸν‚ τῇ περι- ψύξει καὶ οἶον βαφῇ τοῦ ἀέρος ἀναφθὲν ἢ στομωθὲν, ὅ τε ἀτόμων ἄθροισμα θεὶς ἢ ὅλως ἀπὸ σώματος αὐτὴν d τὴν γεννᾶσθαι ἀποφαινόμενος;"
Ὁν δὴ λόγον ἐν Νόμοις ἀσεβῶν ἀσεβῆ εἶναι ἀπε- φήνατο. αἰσχύνης οὖν πάντες οὗτοι πλήρεις λόγοι. ἐπὶ δὲ τῷ λέγοντι αὐτοκίνητον οὐσίαν οὐκ ἄν τις, φησὶν, αἰσχυνθείη.
“Ἕτι τοῦ Πλάτωνος λέγοντος τὴν ψυχὴν διακοσμεῖν τὰ πάντα διήκουσαν διὰ πάντων‚ καὶ ταύτην ὑφ’ ἧς καὶ οἱ λοιποὶ διοικεῖσθαι συγχωροῖεν ἂν ἕκαστα, καὶ μηδὲν ἄλλο εἶναι τὴν φύσιν ἢ ψυχὴν, καὶ δηλονότι ψυχὴν οὐκ ἄλογον‚ καὶ ἐκ τούτων συνάγοντος ὅτι πάντα κατὰ πρόνοιαν γίνεται, εἴ γε καὶ κατὰ φύσιν· πρὸς οὐδὲν τούτων ἡμῖν Ἀριστοτέλης ὁμολογεῖ.
οὐ γὰρ εἶναι τὴν φύσιν ψυχὴν, καὶ τὰ περὶ γῆν ὑπὸ μὲν φύσεως διοικεῖσθαι. εἶναι γὰρ ἐφ᾿ ἑκάστῳ τῶν πραγμάτων ἄλλας καὶ τὰς αἰτίας. τῶν ἐχόντων αἰτίαν τὴν εἱμαρμένην ὑποτίθησι, τῶν δὲ ὑπὸ σελήνην τὴν φύσιν, τῶν δὲ ἀνθρωπίνων φρόνησιν καὶ πρόνοιαν καὶ ψυχήν· τὸ μὲν γλαφυρὸν ἐν ταῖς τοιαύταις διαιρέσεσι παρεχόμενος, τὸ δὲ ἀναγκαῖον οὐ συνορῶν.
εἰ γὰρ μὴ μία τις εἴη δύναμις ἔμψυχος διήκουσα διὰ τοῦ παντὸς καὶ πάντα συνδοῦσα καὶ συνέχουσα, οὔτ᾿ ἂν εὐλόγως τὸ πᾶν οὔτε καλῶς διοικούμενον εἶναι δύναιτο. τῆς δ᾿ αὐτῆς ἦν ἄρ᾿ ἀβλεψίας καὶ πόλιν ἐλπίσαι ποτὲ καλῶς χωρὶς ἑνώσεως διαγενέσθαι, καὶ τὸ πᾶν τόδε ἡγήσασθαι πάγκαλον τῷ λόγῳ διαφυλάξειν , οἷόν περ φαίνεται, μὴ συνδήσαντα καὶ συναρμόσαντα ἑνός τινος ὁμοίου κοινωνίᾳ.
καὶ τοιοῦτον μέν τι πρᾶγμα τὸ διοικοῦν ἕκαστα εἶναί φησιν, οἶον ἀρχὴν εἶναι κινήσεως, τοῦτο δὲ εἶναι ψυχὴν οὐ βούλεται· καίτοι καὶ τοῦ Πλάτωνος αὐτοῦ δεικνύντος ὅτι τοῖς κινουμένοις ἅπασιν ἀρχὴ καὶ πηγὴ τῆς κινήσεως ἡ ψυχή. καὶ ὃ μὲν ἂν ἔργον εἴη ψυχῆς λογικῆς καὶ φρονίμου τὸ μηδὲν μά- μάτην ποιεῖν, τοῦτο ἀνατίθησι τῇ φύσει, τοῦ δὲ ὀνό- ματος αὐτῇ τῆς ψυχῆς οὐ μεταδίδωσιν, ὥσπερ ἐκ τῶν ὀνομάτων, ἀλλ᾿ οὐκ ἐκ τῶν δυνάμεων, τῶν πραγμάτων λαμβανομένων.”
τὸ μὲν οὖν ἄκρον τε καὶ ἔσχατον τῶν Πλάτωνος φιλοσοφημάτων ἐστὶ τὸ περὶ τὴν νοητὴν ταύτην καὶ ἀίδιον οὐσίαν τὴν τῶν ἰδεῶν, ἔνθα δὴ πόνος τε καὶ ἀγὼν ἔσχατος τῇ ψυχῇ πρόκειται. ὁ μὲν γὰρ μετασχὼν καὶ ἐφικόμενος αὐτῆς πάντως εὐδαίμων, ὁ δὲ ἀπολειφθεὶς καὶ ἀδυνατήσας θεωρὸς γενέσθαι πάντως ἄμοιρος εὐδαιμονίας καταλείπεται.
καὶ διὰ τοῦτο Πλάτων’ τε πανταχῆ διαγωνίζεται, δεικνὺς τὴν ἰσχὺν τούτων τῶν φύσεων· οὔτε γὰρ ὡντινωνοῦν ἀποδοῦναί φησιν οἶόν τε εἶναι καλῶς, ἂν μὴ τούτων μεθέξει, οὔτε γνῶσίν τινος ἀληθοῦς, ἂν μὴ τῇ πρὸς ταῦτα ἀναφορᾷ, ἀλλ’ οὐδὲ λόγου μετέσεσθαί τισιν, εἰ μὴ τὴν τούτων οὐσίαν ὁμολογήσειαν·
οἵ τ’ αὖ τὰ τοῦ Πλάτωνος συνιστάναι ἐγνωκότες τὸν πλεῖστον ἀγῶνα τῶν λόγων ἐν τούτῳ τίθενται πάνυ ἀναγκαίως. οὐδὲν γὰρ ἔτι τὸ Πλατωνικὸν ἀπολείπεται, εἰ μὴ τἀς πρώτας καὶ ἀρχικωτάτας φύσεις ταύτας συγχωρήσεταί τις αὐτοῖς ὑπὲρ Πλάτωνος. ταῦτα γάρ ἐστιν οἶς μάλιστα τῶν ἄλλων ὑπερέχει.
νοήσας γὰρ θεὸν πρὸς αὐτὰ τῶν ἀπάντων πατέρα καὶ δημιουργὸν καὶ δεσπότην καὶ κηδεμόνα, καὶ γνωρίζων ἐκ τῶν ἔργων τὸν τεχνίτην πρότερον νοῆσαι τοῦτο ὃ μέλλει δημιουργήσειν, εἶθ’ οὕτω τῷ νοηθέντι κατόπιν ἐπὶ τῶν πραγμάτων προσάγειν τὴν ὁμοιότητα· ταὐτὸν δὴ, τὰ τοῦ θεοῦ νοήματα πρεσβύτερα τῶν πραγμάτων‚ τὰ τῶν γενομένων παραδείγματα, ἀσώματα καὶ νοητὰ, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα ἀεὶ, μάλιστα μὲν καὶ πρώτως αὐτὰ ὄντα, παραίτια δὲ καὶ τοῖς ἄλλοις τοῦ εἶναι τοιαῦτα ἕκαστα οἷά περ ἐστὶ, κατὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα, συνιδὼν ὁ Πλάτων ὄντα οὐ ῥᾷστα ὀφθῆναι, οὐ μὴν οὐδὲ λόγῳ σαφῶς δηλωθῆναι δυνάμενα, αὐτὸς ὡς οἶόν τε ἦν ὑπὲρ αὐτῶν εἰπεῖν καὶ φρονῆσαι καὶ παρασκευάσαι τοὺς μέλλοντας ἐπακολουθήσειν πραγματευσάμενος ταῦτα, καὶ τὴν σύμπασαν αὑτοῦ φιλοσοφίαν εἰς τοῦτο συνταξάμενος, περὶ ταῦτά φησι καὶ τὴν τούτων νόησιν καὶ τὴν σοφίαν εἶναι καὶ τὴν ἐπιστήμην, δι’ ἧς τὸ ἀνθρώπινον τέλος καὶ ἡ μακαριστὴ βιοτὴ παραγίνεται.”
Τοσαῦτα ὁ Ἀττικός. παρῆν δὲ καὶ τούτων ἔτι πλείω ἐκ τῆς δηλωθείσης παραθέσθαι τοῦ ἀνδρὸς γραφῆς· πλὴν ἀλλὰ τοῖς ἐκτεθεῖσιν ἀρκεσθέντες μετα- βησόμεθα καὶ ἐπὶ τὴν τῶν Στωϊκῶν αἵρεσιν.
Σωκράτους τοίνυν ἀκουστὴς ἐγένετο Ἀντισθένης. Ἡρακλεωτκός τις ἀνὴρ τὸ φρόνημα, ὃς ἔφη τοῦ ἥδεσθαι τὸ μαίνεσθαι κρεῖττον εἶναι· διὸ καὶ παρῄνει τοῖς γνωρίμοις μηδέποτε χάριν ἡδονῆς δάκτυλον ἐκτείνειν.
τούτου δὲ ἀκουστὴς γέγονε Διογενὴς ὁ κύων, ὃς καὶ αὐτὸς θηριωδέστατα φρονεῖν δόξας πολλοὺς ἐπηγάγετο. τοῦτον Κράτης διεδέξατο· Κράτητος δὲ ἐγένετο Ζήνων ὁ Κιτιεὺς, ὁ τῆς τῶν Στωϊκῶν φιλοσόφων αἱρέσεως καταστὰς ἀρχηγός
Ζήνωνα δὲ Κλεάνθης διεδέξατο, Κλεάνθην δὲ Χρύσιππος, τοῦτον δὲ Ζήνων ὁ ἕτερος καὶ οἶ καθεξῆς. λέγονται δ’ οὗτοι πάντες διαφερόντως καὶ βίου στερροῦ καὶ διαλεκτικῆς ἐπιμεληθῆναι. τά γέ τοι τῆς κατ’ αὐτοὺς φιλοσοφίας δόγματα ὧδέ πως ἔχει
“ Στοιχεῖον εἶναί φασι τῶν ὄντων τὸ πῦρ, καθάπερ Ἡράκλειτος, τούτου δ᾿ ἀρχὰς ὕλην καὶ θεὸν, ὡς Πλάτων. ἀλλ᾿ οὗτος ἄμφω σώματά φησιν εἶναι, καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον ‚ ἐκείνου τὸ πρῶτον ποιοῦν αἴτιον ἀσώματον εἷναι λέγοντος.
“Ὅλον δὲ τὸν κόσμον σὺν τοῖς ἑαυτοῦ μέρεσι προσαγορεύουσι θεόν· τοῦτον δὲ ἕνα μόνον εἷναί φασι καὶ πεπερασμένον καὶ ζῷον καὶ ἀΐδιον καὶ θεόν. ἐν γὰρ τούτῳ πάντα περιέχεσθαι τὰ σώματα, κενὸν δὲ μηδὲν ὑπάρχειν ἐν αὐτῷ. τὸ γὰρ ἐκ πάσης τῆς οὐσίας ποιὸν προσαγορεύεσθαι , τὸ κατὰ τὴν διακόσμησιν τὴν τοιαύτην διάταξιν ἔχον.
διὸ κατὰ μὲν τὴν προτέραν ἀπόδοσιν ἀΐδιον τὸν κόσμον εἶναί φασι, κατὰ δὲ τὴν διακόσμησιν γεννητὸν καὶ μεταβλητὸν κατὰ περιόδους ἀπείρους γεγονυίας τε καὶ ἐσομένας.
καὶ τὸ μὲν ἐκ τῆς πάσης οὐσίας ποιὸν κόσμον ἀΐδιον εἶναι καὶ θεόν· λέγεσθαι δὲ κόσμον σύστημα ἐξ οὐρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἐν αὐτοῖς φύσεων· λέγεσθαι δὲ κόσμον καὶ τὸ οἰκητήριον θεῶν καὶ ἀνθρώπων καὶ τῶν ἕνεκα τούτων γενομένων.
ὃν γὰρ τρόπον πόλις λέγεται διχῶς, τό τε οἰκητήριον καὶ τὸ ἐκ τῶν ἐνοικούντων σὺν τοῖς πολίταις σύστημα, οὕτω καὶ ὁ κόσμος οἱονεὶ πόλις ἐστὶν ἐκ θεῶν καὶ ἀνθρώπων συνεστῶσα, τῶν μὲν θεῶν τὴν ἡγεμονίαν ἐχόντων‚ τῶν δὲ ἀνθρώπων ὑποτεταγμένων.
κοινωνίαν δ’ ὑπάρχειν πρὸς ἀλλήλους, διὰ τὸ λόγου μετέχειν, ὅς ἐστι φύσει νόμος· τὰ δ’ ἄλλα πάντα γεγονέναι τούτων ἕνεκα. οἷς ἀκολούθως νομιστέον προνοεῖν τῶν ἀνθρώπων τὸν τὰ ὅλα διοικοῦντα θεὸν‚ εὐεργετικὸν ὄντα καὶ χρηστὸν καὶ φιλάνθρωπον‚ δίκαιόν τε καὶ πάσας ἔχοντα τὰς ἀρετάς.
διὸ δὴ καὶ Ζεὺς λέγεται ὁ κόσμος, ἐπειδὴ τοῦ ζῆν αἴτιος ἡμῖν ἐστί. καθ’ ὅσον δὲ εἰρομένῳ λόγῳ πάντα διοικεῖ ἀπαραβάτως ἐξ ἀιδίου προσονομαζεσθαι εἱμαρμένην· Ἀδράστειαν δὲ, ὅτι οὐδὲν ἔστιν αὐτὸν ἀποδιδράσκειν· Πρόνοιαν δ’, ὅτι πρὸς τὸ χρήσιμον οἰκονομεῖ ἕκαστα.
ἡγεμονικὸν δὲ τοῦ κόσμου Κλεάνθει μὲν ἤρεσε τὸν ἥλιον εἶναι, διὰ τὸ μέγιστον τῶν ἄστρων ὑπάρχειν, καὶ πλεῖστα συμ- βάλλεσθαι πρὸς τὴν τῶν ὅλων διοίκησιν, ἡμέραν καὶ ἐνιαυτὸν ποιοῦντα καὶ τὰς ἄλλας ὥρας.
τισὶ δὲ τῶν ἀπὸ τῆς αἱρέσεως ἔδοξε γῆν τὸ ἡγεμονικὸν εἶναι τοῦ κόσμου. Χρυσίππῳ δὲ τὸν αἰθέρα τὸν καθαρώτατον καὶ εἰλικρινέστατον‚ ἅτε πάντων εὐκινητότατον ὄντα, καὶ τὴν ὅλην περιάγοντα τοῦ κόσμου φοράν.”
Ταῦτα μὲν οὖν ἀπὸ τῆς Ἐπιτομῆς Ἀρείου Διδύμου προκείσθω· πρὸς δὲ τὴν περὶ θεοῦ τῶν Στωϊκῶν δόξαν ἀπαρκεῖ παραθέσθαι τὰς Πορφυρίου λέξεις ἐν τοῖς πρὸς Βόηθον ἀντιγραφεῖσιν αὐτῷ Περὶ ψυχῆς τοῦτον ἐχούσας ’τον τρόπον
“Τὸν δὲ θεὸν οὐκ ὀκνοῦσι πῦρ νοερὸν εἰπόντες ἀίδιον καταλείπειν‚ καὶ φθείρειν μὲν πάντα λέγειν καὶ ἐπινέμεσθαι‚ ὡς τοιοῦτον ὂν πῦρ οἷον τὸ ἡμῖν συνεγνωσμένον‚ ἀντιλέγειν τε Ἀριστοτέλει, παραιτουμένῳ τὸν αἰθέρα ἐκ πυρὸς λέγειν τοιούτου.
ἀπαιτούμενοι δὲ πῶς τὸ τοιοῦτον ἐπιδιαμένει πῦρ ἀλλοῖον μὲν πῦρ οὐ λέγουσιν εἷναι, τὸ τοιοῦτον δ’ εἰπόντες καὶ πιστεύειν αὐτοῖς εἰποῦσιν ἀξιώσαντες, τῇ ἀλόγῳ ταύτῃ πίστει ἐπισυνάπτουσιν ὅτι καὶ ἀίδιόν ἐστι πῦρ, ἐκ μέρους καὶ τὸ αἰθέριον σβέννυσθαι καὶ ἀνάπτεσθαι τιθέντες. ἀλλὰ τὴν τούτων πρὸς μὲν τὰ αὑτόν ἀβλεψίαν, πρὸς δὲ τὰ τῶν παλαιῶν ῥᾳθυμίαν τε καὶ καταφρόνησιν, τί ἄν τις ἐπιὼν ἐπὶ πλέον μη- κύνοι;"
“’Αλλὰ τί δή ἐστι τὸ ὅν; ἆρα ταυτὶ τὰ στοι- χεῖα τὰ τέτταρα, ἡ γῆ καὶ τὸ πῦρ καὶ αἶ ἄλλαι δύο μεταξὺ φύσεις; ἆρα οὖν δὴ τὰ ὄντα ταῦτά ἐστιν, ἤτοι ξυλλήβδην ἢ καθ’ ἴν γέ τι αὐτῶν; καὶ πῶς, ἅ γέ ἐστι καὶ γεννητὰ καὶ παλινάγρετα‚ εἴ γε ἔστιν ὁρᾶν αὐτὰ ἐξ ἀλλήλων γινόμενα, καὶ ἐπαλλασσόμενα, καὶ μήτε στοιχεῖα ὑπάρχοντα μήτε συλλαβάς;
σῶμα μὲν ταυτὶ οὕτως οὐκ ἂν εἴη τὸ ὄν. ἀλλ’ ἄρα ταυτὶ μὲν οὒ, ἡ δ’ ὕλη δύναται εἶναι ὄν· ἀλλὰ καὶ αὐτὴ παν- τὸς μᾶλλον ἀδύνατον, ἀρρωστίᾳ τοῦ μ·ένειν. ποταμὸς γὰρ ἡ ὕλη ῥοώδης καὶ ὀξύρροπος‚ βάθος καὶ πλάτος καὶ μῆκος ἀόριστος καὶ ἀνήνυτος.”
Καὶ μετὰ βραχέα ἐπιλέγει
Ὡστε καλῶς ὁ λόγος εἴρηκε, φὰς‚ εἰ ἔστιν ἄπει- ρος ἡ ὕλη‚ ἀόριστον εἶναι αὐτήν· εἰ δὲ ἀόριστος, ἄλογος· εἰ δὲ ἄλογος‚ ἄγνωστος. ἄγνωστον δέ γε οὖσαν αὐτὴν ἀναγκαῖον εἶναι ἄτακτον· ὡς τεταγμένα γνωσθῆναι πάνυ δήπουθεν ἂν εἴη ῥᾴδια· τὸ δὲ ἄτα- κτον οὐχ ἔστηκεν· ὅ τι δὲ μὴ ἕστηκεν οὐκ ἂν εἴη ὄν.
τοῦτο δὲ ἦν ὅπερ ἡμῖν αὐτοῖς ὡμολογησάμεθα ἐν τοῖς ἔμπροσθεν, ταυτὶ πάντα συνενεχθῆναι τῷ ὄντι ἀθέμιστον εἷναι. δοξάτω μάλιστα μὲν πᾶσιν, εἰ δὲ μὴ‚ ἀλλ’ ἐμοί. οὐκοῦν φημὶ τὴν ὕλην οὔτε αὐτὴν οὔτε τὰ σώματα εἶναι ὄν.
τί οὖν δή; ἠ ἔχομεν παρὰ ταῦτα ἄλλο τι ἐν τῇ φύσει τῇ τῶν ὅλων; ναί· τοῦτο οὐδὲν εἰπεῖν ποικίλον, εἰ τόδε πρῶτον μὲν ἐν ἡμῖν αὐτοῖς ἅμα πειραθείημεν διαλεγόμενοι.
ἐπεὶ δὲ τὰ σώματά ἐστι φύσει τεθνηκότα καὶ νεκρὰ καὶ πεφορημένα καὶ οὐδ’ ἐν ταὐτῷ μένοντα, ἆρ’ οὐχὶ τοῦ καθέξοντος αὐτοῖς δεῖ; παντὸς μᾶλλον.
εἰ μὴ τύχοι δὲ τούτου, ἄρα μείνειεν ἄν; παντὸς ἧττον. τί οὑν ἐστι τὸ κατασχῆσον; εἰ μὲν δὴ καὶ τοῦτο εἴη σῶμα, Δῖός σωτῆρος δοκεῖ ἂν ἐμοὶ δεηθῆναι αὐτὸ παραλυόμενον καὶ σκιδνάμενον.
εἰ μέντοι χρὴ αὐτὸ ἀπηλλάχθαι τῆς τῶν σωμάτων πάθης, ἵνα κἀκείνοις κεκυημένοις τὴν φθορὰν ἀμύνειν δύνηται καὶ κατέχῃ‚ ἐμοὶ μὲν οὐ δοκεῖ ἄλλο τι εἶναι ἢ μόνον γε τὸ ἀσώματον· αὕτη γὰρ δὴ φύσεων πασῶν μόνη ἕστηκε‚ καὶ ἔστιν ἀραρυῖα καὶ οὐδὲν σωματική. οὔτε γοῦν γίνεται οὔτε αὔξεται οὔτε κίνησιν κινεῖται ἄλλην οὐδεμίαν‚ καὶ διὰ ταῦτα καλῶς δίκαιον ἐφάνη πρεσβεῦσαι τὸ ἀσώματον.”
‘Ἀρέσκει δὲ τοῖς πρεσβυτάτοις τῶν ἀπὸ b τῆς αἱρέσεως ταύτης ἐξαιθεροῦσθαι πάντα, κατὰ περιόδους τινὰς τὰς μεγίστας εἰς πῦρ αἰθερῶδες ἀναλυομένων πάντων.
Καὶ ἑξῆς ἐπάγει
“ Ἐκ τούτων δὲ δῆλον ὅτι Χρύσιππος ἐπὶ τῆς οὐσίας οὐ ταύτην παρείληφε τὴν σύγχυσιν· ἀδύνατον γάρ· ἀλλὰ τὴν ἀντὶ τῆς μεταβολῆς λεγομένην. οὐ γὰρ ἐπὶ τῆς τοῦ κόσμου κατὰ περιόδους τῆς μεγίστης γινομένης φθορὰς κυρίως παραλαμβάνουσι τὴν φθορὰν οἱ τὴν εἰς πῦρ ἀνάλυσιν τῶν ὅλων δογματί- ζοντες‚ ἣν δὴ καλοῦσιν ἐκπύρωσιν‚ ἀλλ’ ἀντὶ τῆς κατὰ φύσιν μεταβολῆς χρῶνται τῇ προσηγορίᾳ τῆς φθορὰς.
ἀρέσκει γὰρ τοῖς Στωϊκοῖς φιλοσόφοις τὴν ὅλην οὐσίαν εἰς πῦρ μεταβάλλειν, οἷον εἰς σπέρ- μα, καὶ πάλιν ἐκ τούτου αὐτὴν ἀποτελεῖσθαι τὴν διακόσμησιν‚ οἴα τὸ πρότερον ἦν. καὶ τοῦτο τὸ δόγμα τῶν ἀπὸ τῆς αἱρέσεως οἶ πρῶτοι καὶ πρεσβύτατοι προσήκαντο‚ Ζήνων τε καὶ Κλεάνθης καὶ Χρύσιππος. τὸν μὲν γὰρ τούτου μαθητὴν καὶ διάδοχον τῆς σχολῆς Ζήνωνά φασιν ἐπισχεῖν περὶ τῆς ἐκπυρώσεως τῶν ὅλων.”
“Ἐπὶ τοσοῦτον δὲ προελθὼν ὁ κοινὸς λό- γος, καὶ κοινὴ φύσις μείζων καὶ πλείων γενομένη τέλος ἀναξηράνασα πάντα καὶ εἰς ἑαυτὴν ἀναλαβοῦσα, ἐν τῇ πάσῃ οὐσίᾳ γίνεται, ἐπανελθοῦσα εἰς τὸν πρῶτον ῥηθέντα λόγον καὶ εἰς τὴν ἀνάστασιν ἐκείνην τὴν ποιοῦσαν ἐνιαυτὸν τὸν μέγιστον, καθ’ ὃν ἀπ’ αὐτῆς μόνης εἰς αὐτὴν πάλιν γίνεται ἡ ἀποκατάστα- σις.
ἐπανελθοῦσα δὲ διὰ τάξιν, ἀφ’ οἵας δια- κοσμεῖν ὡσαύτως ἤρξατο, κατὰ λόγον πάλιν τὴν αὐ- τὴν διεξαγωγὴν ποιεῖται, τῶν τοιούτων περιόδων ἐξ ἀϊδίου γινομένων ἀκαταπαύστως. οὔτε γὰρ τῆς ἀρχῆς αἰτίαν καὶ πᾶσιν οἷόν τε γίνεσθαι οὔτε τοῦ διοικοῦντος αὐτά.
οὐσίαν τε γὰρ τοῖς γινομένοις ὑφεστάναι δεῖ, πεφυκυῖαν ἀναδέχεσθαι τὰς μεταβολὰς πάσας, καὶ τὸ δημιουργῆσαν ἐξ αὐτῆς. οἵα γὰρ ἐφ’ ἡμῶν τίς ἐστι φύσις δημιουργοῦσα‚ τοιούτου τινὸς κατ’ ἀνάγκην ὄντος καὶ ἐν τῷ κόσμῳ ἀγεννήτου· γενέσεως γὰρ ἀρχὴν οὐχ οἷόν τε εἶναι ἐπὶ τῆς φύσεως ταύτης. ὃν τρόπον δ’ ἀγέννητός ἐστι καὶ ἀναιρεθῆναι ἀδύνατόν ἐστιν αὐτὴν, οὔτε αὐτῆς ἐξ αὑτῆς οὔτε ἔξωθέν τινος ἀναιρήσοντος αὐτήν.”
“ Τὸ δὲ σπέρμα φησὶν ὁ Ζήνων εἷναι ὃ μεθίησιν ἄνθρωπος πνεῦμα μεθ’ ὑγροῦ‚ ψυχῆς μέρος καὶ ἀπόσπασμα, καὶ τοῦ σπέρματος τοῦ τῶν προγόνων κέρασμα καὶ μίγμα τῶν τῆς ψυχῆς μερῶν συνε- ληλυθός· ἔχον γὰρ τοὺς λόγους τῷ ὅλῳ τοὺς αὐτοὺς τοῦτο, ὅταν ἀφεθῇ εἰς τὴν μήτραν, συλληφθὲν ὑπ’ ἄλλου πνεύματος, μέρος ψυχῆς τῆς τοῦ θήλεος καὶ συμφυὲς γενόμενον, κρυφθέν τε φύει κινούμενον καὶ ἀναρριπιζόμενον ὑπ’ ἐκείνου, προσλαμβάνον ἀεὶ εἰς τὸ ὑγρὸν καὶ αὐξάνον ἐξ ἑαυτοῦ.”
Καὶ μετὰ βραχέα ἐπιλέγει
‘Περὶ δὲ ψυχῆς Κλεάνθης μὲν τὰ Ζήνωνος δόγρματα παρατιθέμενος πρὸς σύγκρισιν τὴν πρὸς τοὺς ἄλλους φυσικούς φησιν ὅτι Ζήνων τὴν ψυχὴν λέγει αἴσθησιν, ἢ ἀναθυμίασιν, καθάπερ Ἡράκλειτος. βουλόμενος γὰρ ἐμφανίσαι ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι νοεραὶ ἀεὶ γίνονται εἴκασεν αὐτὰς τοῖς ποταμοῖς, λέγων οὕτως ‘ποταμοῖσι τοῖσίν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ· καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται.’
ἀναθυμίασιν μὲν οὖν ὁμοίως τῷ Ἡρακλείτῳ τὴν ψυχὴν ἀποφαίνει Ζήνων, αἰσθητικὴν δὲ αὐτὴν εἶναι διὰ τοῦτο λέγει ὅτι τυποῦσθαί γε δύναται τὸ μέρος τὸ ἡγούμενον αὐτῆς ἀπὸ τῶν ὄντων καὶ ὑπαρχόντων διὰ τῶν αἰσθητηρίων καὶ παραδέχεσθαι τὰς τυπώσεις. ταῦτα γὰρ ἴδια ψυχῆς ἐστι.”
Καὶ μεθ’ ἕτερα
῾Εἶναι δὲ ψυχὴν ἐν τῷ ὅλῳ φασὶν, ὃ καλοῦσιν αἰθέρα, καὶ ἀέρα κύκλῳ περὶ τὴν γῆν καὶ θάλασσαν, καὶ ἐκ τούτων ἀναθυμιάσεις· τὰς δὲ λοιπὰς ψυχὰς προσπεφυκέναι ταύτῃ, ὅσαι τε ἐν ζῴοις εἰσὶ καὶ ὅσαι ἐν τῷ περιέχοντι· διαμένειν γὰρ τὰς τῶν ἀποθανόντων ψυχάς.
ἔνιοι δὲ τὴν μὲν τοῦ ὅλου ἀΐδιον, τὰς δὲ λοιπὰς συμμίγνυσθαι ἐπὶ τελευτῇ ἐκείνην. ἔχειν δὲ πᾶσαν ψυχὴν ἡγεμονικόν τι ἐν αὑτῇ, ὃ δὴ ζωὴ καὶ αἴσθησίς ἐστι καὶ ὁρμή.”
Καὶ ἔτι μετ’ ὀλίγα
“Τὴν δὲ ψυχὴν γεννητήν τε καὶ φθαρτὴν λέγουσιν· οὐκ εὐθὺς δὲ τοῦ σώματος ἀπαλλαγεῖσαν φθείρεσθαι, ἀλλ’ ἐπιμένειν τινὰς χρόνους καθ’ ἑαυτήν· τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποσούς τινας χρόνους.
τὸ δὲ διαμένειν τὰς ψυχὰς οὕτω λέγουσιν, ὅτι διαμένομεν ἡμεῖς ψυχαὶ γινόμενοι τοῦ σώματος χωρισθέντος καὶ εἰς ἐλάττω μεταβαλόντος οὐσίαν τὴν τῆς ψυχῆς. τὰς δὲ τῶν ἀφρόνων καὶ ἀλόγων ζῴων ψυχὰς συναπόλλυσθαι τοῖς σώμασι.”
Τοιαῦτα καὶ τὰ τῆς Στωϊκῆς φιλοσοφίας δόγματα ἀπὸ τῶν Ἐπιτομῶν Ἀρείου Διδύμου συνειλεγμένα. πρὸς δὲ τὴν περὶ ψυχῆς ἄτοπον τῶν ἀνδρῶν δόξαν ἀπαρκεῖ τὰ παρὰ Λογγίνῳ τῷ καθ’ ἡμὰς συν- τόμως ἀντειρημένα διὰ τούτων
"Συνελόντι δ’ εἰπεῖν, πόρρω μοι δοκοῦσιν ἀφεστηκέναι τοῦ τὰ δέοντα λογίζεσθαι πάντες ἐφεξῆς ὁπόσοι τὴν ψυχὴν σῶμα ἀπἱφήναντο. πῶς γὰρ ὅλως ἐγχωρεῖ παραπλήσιον εἶναί τινι τῶν στοιχείων τὸ κατ’ αὐτὴν θεῖναι; ποῦ δὲ ἐπὶ τὰς κράσεις καὶ μί- ξεις ἀνενεγκεῖν; αἳ κατὰ πολλοὺς γιγνόμεναι τρόπους ἄλλων μὲν ἀμυθήτων ἰδέας σωμάτων ἀπογεννᾶν πεφύκασιν, ἐν οἶς εἰ καὶ μὴ συνεχῶς, ἀλλ’ οὖν πόρ- ρωθεν ἰδεῖν ἔνι τὴν τῶν στοιχείων αἰτίαν καὶ τὴν πρὸς τὰ δεύτερα καὶ τρίτα τῶν πρώτων ἀφορμήν. τῶν δὲ περὶ ψυχὴν ἴχνος οὐδὲν οὐδὲ τεκμήριον ἐν τοῖς σώμασιν εὑρίσκεται, κἂν εἰ φιλοτιμοῖτό τις, ὡς Ἐπίκουρος καὶ Χρύσιππος, ἅπαντα λίθον κινεῖν καὶ πᾶσαν ἐρευνᾶν δύναμιν σώματος εἰς γένεσιν τῶν περὶ ψυχῆς πράξεων.
Ζήνωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειέ τις ἂν δικαίως οὕτω σφόδρα ὑβριστικῶς περὶ αὐτῆς διαλεχθεῖσι καὶ ταὐτὸν ἄμφω τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν φήσασι. τί γὰρ, ὠ πρὸς θεῶν, κοινὸν ὅλως ἀναθυμιάσει καὶ ψυχῇ; ποῦ δὲ ἐγχωρεῖ νομίσαντας τούτῳ προσεοικέναι τήν θ’ ἡμετέραν καὶ τὴν τῶν ἄλλων ζῴων οὐσίαν, τοῦτο μὲν φαντασίας καὶ μνήμας οἵους τε εἶναι σώζειν διαρκεῖς, τοῦτο δὲ ὁρμὰς καὶ βουλήσεις τῶν λυσιτελούντων εἰς σύνεσιν αραγμάτων; ἠ τἄρα καὶ τοὺς θεοὺς καὶ τὸν διὰ πάντων παρήκοντα ὁμοίως ἐπιγείων τε καὶ οὐρανίων εἰς ἀναθυμίασιν καὶ καπνὸν καὶ τοιαύτην φλυαρίαν καταθήσομεν, καὶ οὐδὲ τοὺς ποιητὰς αἰσχυνόμεθα, οἳ καίπερ ἀκριβῆ σύνεσιν τῶν θεῶν οὐκ ἔχοντες, ὅμως τὰ μὲν ἐκ τῆς κοινῆς ἐπινοίας τῶν ἀνθρώπων, τὰ δὲ ἐξ ἐπιπνοίας τῶν Μουσῶν, ἣ κινεῖν Αὐτοὺς ἐπὶ ταπυτα πέφυκε, σεμνότερα εἰρήκασιπερὶ αὐτῶν, καὶ οὐκ ἀναθυμιάσεις, οὐδ’ ἀέρας, οὐδὲ πνεύματα καὶ λήρους;”
Tαῦτά σοι καὶ ὁ Λογγπινος. ἐπάκουσον δὲ καὶ Πλωτίνου τὰ τοιάδε πρὸς τοὺς αὐτοὺς ἀποτεινομένου
“Εέ έστιν ἀθάνατος ἕκαστος ἡμῶν, ἤ φθείρεται πᾶς, ἤ φθείφεται πᾶς, ἤ τὰ μὲν αὐτοῦ ἄπεισιν εἰς σκέδασιν καὶ φθορὰν, τὰ δὲ μένει εἰσαεὶ ἅπεισιν εἰς σκέδασιν καὶ φθορὰν, τὰ δὲ μένει εἰσαεὶ ἅπερ ἐστὶν, αὐτὸς ὧδ’ ἄν τις μάθοι κατὰ φύσιν ἐπισκοπούμενος.
ἁπλοῦν μὲν δή τι οὺκ ἄν εἴη ἄνθρωπος, ἀλλ’ ἔστιν ἐν αὐτῷ ψυχὴ, ἔχει δὲ καὶ σῶμα· εἴτ’ οὖν ὡς ὄργανον ἡμῖν, εἴτε ἕτερον τρόπον προσηρτημένον, ἀλλ’ οὖν διῃρήσθω γε ταύτῃ, καὶ ἐκατέρου τὴν φύσιν τε καὶ οὐσίαν καταθεατέον.
Τὸ μὲν δὴ σῶμα, καὶ αὐτὸ συγκείμενον, οὔτε παρὰ τοῦ λόγου δύναται μένειν, ἥ τε αἴσθησις ὁρᾷ λυόμενόν τε καὶ τηκόμενον καὶ παντοίους ὀλέθρους δεχόμενον, ἑκάστου γε τῶν ἐνόντων πρὸς τὸ αὑτοῦ φερομένου, φθείροντός τε ἄλλου ἕτερον καὶ μεταβάλλοντος εἰς ἄλλο καὶ ἀπολλύντος, καὶ μάλιστα ὅταν ψυχὴ ἡ φίλα ποιοῦσα μὴ παρῇ τοῖς ὄγκοις.
κἄν μονωθῇ δὲ ἕκαστον γινόμενον, ἕν οὑκ ἔστι, λύσιν δεχόμενον εἴς τε μορφὴν c καὶ ὕλην, ἐξ ὧν ἀνάγκη καὶ τὰ ἀπλᾶ τῶν σωμάτων τὰς συστάσεις ἔχειν. Καὶ μέγεθος ἔχοντα, ἅτε σώματα ὄντα, τεμνόμενά τε καὶ εἰς μικρὰ θραυόμενα, καὶ ταύτῃ φθορὰν ἄν ὑπομένοι.
ὥστε εἰμὲν μέρος ἡμῶν τοῦτο, οὐ τὸ πᾶν ἀθάνατοι, εἰ δ’ ἄργανον, ἔδει γε αὐτὸ εἰς χρόνον τινὰ δοθὲν τοιοῦτον τὴν φύσιν εἶναι. τὸ δὲ κυριώτατον καὶ αὐτὸς ὁ ἄνθρωπος εἴη ἄη ἄν ἤ κατὰ τὸ εἶδος ὡς πρὸς ὕλην τὸς ὁ ἄνθρωπος εἴη ἄν ἤ κατὰ τὸ εἶδος ὡς πρὸς ὕλην τὸ σῶμα, ἢ κατὰ τὸ χρώμενον ὡς πρὸς ὄργανον. ἐκατέρως δὲ ἡ ψυχὴ .αὐτός.”
“ Τοῦτο οὖν τίνα φύσιν ἔχει ; ἢ σῶμα μὲν ὂν πάντως ἀναλυτέον· σύνθετον γὰρ πᾶν γε σῶμα· εἰ δὲ μὴ σῶμα εἴη, ἀλλὰ φύσεως ἄλλης, κἀκείνην ἢ κατὰ τὸν αὐτὸν τρόπον, ἢ κατὰ ἄλλον σκεπτέον. πρῶτον δὲ σκεπτέον εἰς ὅ τι δεῖ τοῦτο τὸ σῶμα, ὃ λέγουσι ψυχὴν, ἀναλύειν.
ἐπεὶ γὰρ ζωὴ ψυχῇ πάρεστιν ἐξ ἀνάγκης, ἀνάγκη τοῦτο τὸ σῶμα τὴν ψυχὴν, εἰ μὲν ἐκ δύο σωμάτων ἢ πλειόνων εἴη , ἤτοι ἑκάτερον αὐτῶν, ἢ ἕκαστον ζωὴν σύμφυτον ἔχειν· ἢ τὸ μὲν ἔχειν, τὸ δὲ μὴ, ἢ μηδέτερον ἔχειν. εἰ μὲν δὴ ἐνὶ αὐτῶν προσείη τὸ ζῆν , αὐτὸ τοῦτο ἂν εἴη ψυχή.
τί ἂν οὖν εἴη σῶμα, ζωὴν παρ᾿ αὑτοῦ ἔχον; πῦρ γὰρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄψυχα παρ᾿ αὑτῶν· καὶ ὅτῳ πάρεστι τούτων ψυχὴ, τοῦτο ἐπακτῷ κέχρηται ζωῇ, ἄλλα δὲ παρὰ ταῦτα σώματα οὐκ ἔστι. οἷς δὲ δοκεῖ εἶναι στοιχεῖα, τούτων ἕτερα σώματα, οὐ ψυχαὶ ἐλέχθησαν εἶναι, οὐδὲ ζωὴν ἔχοντα. εἰ δὲ μηδενὸς αὐτῶν ζωὴν ἔχοντος ἡ σύνοδος πεποίηκε ζωὴν, ἄτοπον.
εἰ δὲ ἕκαστον ζωὴν ἔχει, καὶ ἓν ἀρκεῖ· μᾶλλον δὲ ἀδύνατον συμφόρησιν σωμάτων ζωὴν ἐργάζεσθαι καὶ νοῦν γεννᾶν τὰ ἀνόητα. καὶ δὴ καὶ οὐχ ὁπωσοῦν κραθέντα ταῦτα φήσουσι γενέσθαι. δεῖ ἄρα εἶναι τὸ τάξον καὶ τὸ τῆς κράσεως αἴτιον· ὥστε τοῦτο τάξιν ἂν ἔχοι ψυχῆς.
οὐ γὰρ ὅτι σύνθετον, ἀλλ᾿ οὐδὲ ἁπλοῦν ἂν εἴη σῶμα ἐν τοῖς οὖσιν, ἄνευ ψυχῆς οὔσης ἐν τῷ παντὶ, εἴπερ λόγος προσελθὼν τῇ ὕλῃ σῶμα ποιεῖ, οὐδαμόθεν δ᾿ ἂν προσέλθοι λόγος ἢ παρὰ ψυχῆς.”
“Εἰ δέ τις μὴ οὕτως, ἀλλὰ ἀτόμους ἢ ἀμερῆ συνελθόντα ψυχὴν ποιεῖν λέγοι, τῇ ἐνώσει καὶ ὁμοιοπαθείᾳ ἐλέγχοιτ’ ἂν καὶ τῇ παραθέσει· μὴ δι’ ὅλου, οὐ γινομένου ἑνὸς, οὐδὲ συμπαθοῦς ἐξ ἀπαθῶν , καὶ μὴ ἑνοῦσθαι δυναμένων σωμάτων· ψυχὴ δὲ ἑαυτῇ συμπαθής · ἐκ δὲ ἀμερῶν σῶμα οὐδὲ μέγεθος ἂν γένοιτο.
καὶ μὴν εἰ ἁπλοῦ ὄντος τοῦ σώματος, τὸ μὲν ὅσον ὑλικὸν παρ’ αὑτοῦ ζωὴν ἔχειν οὐ φήσου- σιν· ὕλη γὰρ ἄποιον) τὸ δὲ κατὰ τὸ εἶδος τεταγμέ- νον ἐπιφέρειν τὴν ζωήν· εἰ μὲν οὐσίαν φήσουσι τὸ εἶδος τοῦτο εἶναι, οὐ τὸ συναμφότερον, θάτερον δὲ τούτων ἔσται ἡ ψυχή · καὶ οὐκ ἔστ’ αὖ σῶμα , οὐ γὰρ ἐξ ὕλης καὶ αὐτὸ, ἢ πάλιν τὸν αὐτὸν τρόπον ἀναλύ- σομεν.
ῥεῖ γὰρ, καὶ ἐν φορᾷ αὐτοῦ ἡ φύσις, καὶ ἀπόλοιτ’ ἂν ὡς τάχιστα, εἰ πάντα σώματα εἴη, κἂν εἰ ὄνομα ἐνὶ αὐτῶν ψυχήν τις θεῖτο. τὰ αὐτὰ γὰρ ἂν πάθοι τοῖς ἄλλοις σώμασιν, ὕλης μιᾶς οὔσης αὐτοῖς. μᾶλλον δὲ οὐδ’ ἂν γένοιτο, ἀλλὰ στήσεται ἐν ὕλῃ τὰ πάντα, μὴ ὄντος τοῦ μορφοῦντος αὐτήν.
τάχα δ’ ἂν οὐδ’ ἂν ἡ ὕλη τὸ παράπαν εἴη. λυθήσεται δὲ καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ πιστεύσειε σώματος συνέρξει , διδοὺς αὐτῷ ψυχῆς τάξιν, μέχρι τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκε- δαστοτάτῳ, καὶ τῷ ἐνὶ εἶναι ἔχοντι οὐ παρ’ αὑτοῦ. πῶς γὰρ τεμνομένων τῶν πάντων σωμάτων ᾡτινιοῦν τις ἀνατιθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν τε καὶ gφερόμενον εἰκῆ ποιήσει;
τίς γὰρ τάξις ἐν πνεύματι δεομένῳ παρὰ ψυχῆς τάξεως, ἢ λόγος, ἢ νοῦς; ἀλλὰ ψυχῆς μὲν οὔσης ὑπουργὰ ταῦτα πάντα αὐτῇ εἰς ρἰςσύστασιν καὶ ζῴου ἑκάστου, ἄλληςπαρ’ ἄλλου δυνάμεως εἰς τὸ ὅλον συντελούσης, ταύτης δὲ μὴ παρούσης ἐν τοῖς ὅλοις οὐδὲν ἂν εἴη ταῦτα, οὐχ ὅτι ἐν τάξει.”
“Μαρτυροῦσι δὲ καὶ αὐτοὶ ὑπὸ τῆς ἀληθείας ἀγόμενοι ὡς δεῖ τι πρὸ τῶν σωμάτων εἶναι κρεῖττον αὐτῶν ψυχῆς εἶδος, ἔννουν τὸ πνεῦμα καὶ πῦρ νοερὸν τιθέμενοι, ὥσπερ ἄνευ πυρὸς ἢ πνεύματος οὐ δυναμένης τῆς κρείττονος μοίρας ἐν τοῖς οὖσιν εἶναι, τόπον δὲ ζητούσης εἰς τὸ ἱδρυθῆναι, δέον ζητεῖν ὅπου τὰ σώματα ἱδρύσουσιν, ὡς ἄρα δεῖ ταῦτα ἐν ψυχῆς δυνάμεσιν ἱδρῦσθαι.
εἰ δὲ μηδὲν παρὰ τὸ πνεῦμα τὴν ζωὴν καὶ τὴν ψυχὴν τίθενται, τὸ δὲ πολυθρύλητον αὐτοῖς πῶς ἔχει, εἰς ὃ καταφεύγουσιν, ἀναγκαζόμενοι τίθεσθαι ἄλλην παρὰ τὰ σώματα φύ- σιν δραστήριον; εἰ οὖν οὐ πᾶν μὲν πνεῦμα ψυχὴ, ὅτι μυρία πνεύματα ἄψυχα, τὸ δέ πως ἔχον πνεῦμα φήσουσι· τό πως ἔχον τοῦτο, καὶ ταύτην τὴν σχέσιν, ἢ τῶν ὄντων τι φήσουσιν, ἢ μηδέν.
ἀλλ’ εἰ μὲν μηδὲν, πνεῦμα ἂν εἴη μόνον, τὸ δέ πως ἔχον ὄνομα· καὶ οὕτω συμβήσεται αὐτοῖς οὐδὲ ἄλλο οὐδὲν εἶναι λέγειν ἢ τὴν ὕλην· καὶ ψυχὴν καὶ θεὸν καὶ ὄνομα τὰ πάντα, ἐκεῖνο δὲ μόνον. εἰ δὲ τῶν ὄντων ἡ σχέσις, καὶ ἄλλο παρὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην, ἐν ὕλῃ μὲν, ἄυλον δὲ αὐτὸ τῷ μὴ πάλιν αὖ συγκεῖσθαι ἐξ ὕλης, λόγος ἂν εἴη τις, καὶ οὐ σῶμα, καὶ φύσις ἑτέρα
οὐ γὰρ πυρὸς τὸ ψύχειν, οὐδε τοῦ ψυχροῦ θερμὰ ποιεῖν. ἀλλ’ ἣ γε ψυχὴ καὶ ἐν ἂλλοις μὲν ζῲοις ἂλλα, τὰ δὲ ἂλλα ποιεῖ, καὶ ἐν τῷ δὲ αὐτῷ τὰ ἐναντία, τὰ μὲν πηγνῦσα, τὰ δὲ χέουσα, καὶ τὰ μὲν πυκνὰ, τὰ δὲ ἀραιὰ, μέλανα, λευκὰ, κοῦφα, βαρέα· καίτοι ἓν ἐδει ποιεῖν, κατὰ τὴν τοῦ σώματος ποιότητά τε τὴν ἂλλην καὶ χρόαν, νῦν δὲ πολλά.”
“Τὰς δὲ δὴ κινήσεις πῶς διαφόρους, ἀλλ’ οὐ μίαν, μιᾶς οὒσης παντὸς σώματος κινήσεως ; εἰ δὲ τῶν μὲν τοῦτο, ἀλλ’ οὐ σώματος ἡ προαίρεσις, οὐδὲ θῶς μὲν τοῦτο, ἀλλ’ οὐ σώματος ἡ προαίρεσις, οὐδέ οἱ λόγοι διάφοροί γε ὂ ντες, ἑνὸς οντος καὶ ἁπλοῦ τοῦ σώματος, καὶ οὐ μετὸν αὐτῷ τοιούτου γε λόγου, ἢ ὃσος δέδοται αὐτῷ παρὰ τοῦ ποιήσαντος θερμὸν αὐτὸ ἢ ψυχρὸν εἶναι.
καὶ εἰ μὲν ψυχὴ, πόθεν καὶ πῶς εἰσιούσης καὶ πῶς προστιθεμένης ; εἰ δὲ ἂψυχον τὸ προστιθέμενον, πῶς τοῦτο ψυχὠσεται καὶ τῷ πρόσθεν ὁμογνωμονήσει καὶ ἓν ἒσται καὶ τῶν αὐτῶν δοξῶν τῇ πρώτῳ μεταλήψεται ; ἀλλ’ οὐχ ὣσπερ ξένη ψυχὴ αὓτη ἐν ἀγνοίᾳ ἒσται ὧν ἡ ἑτερα οἶδε· καὶ ὣσπερ ὁ ἂλλος ὄγκος ἡμῶν τὸ μέν τι ἀπορρεύσεται αὐτοῦ, τὸ δέ τι προσελεύσεται, οὐδὲν δὲ ἔσται τὸ αὐτό;
πῶς οὑν ἡμῖν αἱ μνῆμαι; πῶς δὲ ἡ γνῶσις οἰκείων, οὐδέ- ποτε τῇ αὐτῇ ψυχῇ χρωμένων; καὶ μὴν εἰ σῶμά ἐστι, φύσις δὲ σώματος μεριζόμενον εἰς πλείω, ἕκαστον μὴ τὸ αὐτὸ εἶναι τῶν μερῶν τῷ ὅλῳ· εἰ τοσόνδε μέ· γεθος ψυχὴ, ὃ ἂν ἔλαττον ᾖ, ψυχὴ οὐκ ἔσται, ὥσπερ πᾶν ποσὸν ἀφαιρέσει τοῦ εἶναι τὸ πρόσθεν ἠλλάξατο.
εἰ δέ τι τῶν μέγεθος ἐχόντων τὸν ὄγκον ἐλαττωθὲν τῇ ποιότητι ταὐτὸν μένοι, ᾐ μὲν σῶμα, ἕτερόν ἐστι, καὶ ἡ ποσὸν, τῇ δὲ ποιότητι ἑτέρᾳ τῆς ποσότητος οὔσῃ τὸ ταὐτὸν ἀποσώζειν δύναται.
τί τοίνυν φήσουσιν οἶ τὴν ψυχὴν σῶμα εἶναι λέγον- τες; πρῶτον μὲν περὶ ἑκάστου μέρους τῆς ψυχῆς τῆς ἐν τῷ αὐτῷ σώματι, πότερον ἕκαστον ψυχὴ, οἵα ἐστὶ καὶ ἡ ὅλη; καὶ πάλιν τοῦ μέρους τὸ μέρος;
οὐδὲν ἄρα τὸ μέγεθος συνεβάλλετο τῇ οὐσίᾳ αὐτῆς· (καίτοι ἔδει γε, ποσοῦ τινος ὄντος) καὶ ὅλον πολλαχῆ, ὅπερ σώματι παρεῖναι ἀδύνατον, ἐν πλείοσι τὸ αὐτὸ ὅλον εἶναι, καὶ τὸ μέρος ὅπερ τὸ ὅλον ὑπάρχειν.
εἰ δὲ ἕκαστον τῶν μερῶν οὐ ψυχὴν φήσουσιν, ἐξ ἀψύχων ψυχὴ αὐτοῖς ὑπάρξει. καὶ προσέτι, εἰ ψυχῆς ἑκάστης τὸ μέγεθος ὡρισμένον ἔσται ἐφ’ ἑκάτερα, ἢ ἐπὶ τὸ ἔλαττόν γε, ἢ ἐπὶ τὸ μεῖζον, ψυχὴ οὐκ ἔσται.
ὅταν τοίνυν ἐκ συνόδου μιᾶς καὶ ἑνὸς σπέρματος δίδυμα γένηται γεννήματα, ἢ καὶ, ὥσπερ ἐν τοῖς ἄλλοις ζῴοις, πλεῖστα, τοῦ σπέρματος εἰς πολλοὺς τόπους μεριζομένου, οὗ δὴ ὅλον ἕκαστόν ἐστι, πῶς οὐ διδάσκει τοῦτο τοὺς βουλομένους μανθάνειν ὡς ὅπου τὸ μέρος ταὐτόν ἐστι τῷ ὅλῳ, τοῦτο ἐν τῇ αὐτοῦ οὐσίᾳ τὸ ποσὸν εἶναι ὑπερβέβηκεν, ἄποσον δὲ αὐτὸ εἶναι ἐξ ἀνάγκης; οὕτω γὰρ ἂν μένοι τὸ αὐτὸ, τοῦ ποσοῦ κλεπτομένου, ἅτε μὴ μέλον αὐτῷ ποσότητος καὶ ὄγκου, ὡς ἂν τῆς οὐσίας αὐτοῦ ἕτερόν τι οὔσης. ἄποσον ἄρα ἡ ψυχὴ καὶ οἱ λόγοι.”
“ Ὅτι δὲ εἰ σῶμα εἴη ἡ ψυχὴ, οὔτε τὸ αἰσθάνεσθαι, οὔτε τὸ νοεῖν, οὔτε τὸ ἐπίστασθαι, οὔτε ἀρεταὶ ταὶ οὔτετιτῶν καλῶν ἔσται, ἐκ τῶνδεδῆλον. εἴ τι μέλλει αἰσθάνεσθαί τινος, ἕν αὐτὸ δεῖ εἶναι καὶ τῷ αὐτῷ παντὸς ἀντιλαμβάνεσθαι· καὶ εἰ διὰ πολλῶν αἰσθητηρίων πλείω τὰ εἰσιόντα εἴη, ἢ πολλαὶ περὶ ἓν ποιότητες, κἂν δι᾿ ἑνὸς ποικίλον , οἷον πρόσωπον.
οὐ γὰρ ἄλλο μὲν ῥινὸς, ἄλλο δὲ ὀφθαλμοῦ, ἀλλὰ ταυτὸν ὁμοῦ πάντων. καὶ εἰ τὸ μὲν δι᾿ ὀμμάτων, τὸ δὲ δι᾿ ἀκοῆς, ἔν τι δεῖ εἶναι εἰς ὃ ἄμφω· ἢ πῶς ἂν εἴποι ὅτι ἕτερα ταῦτα, μὴ εἰς τὸ αὐτὸ ὁμοῦ τῶν αἰσθημάτων ἐλθόντων ; δεῖ τοίνυν τοῦτο ὥσπερ κέντρον εἶναι, γραμμὰς δὲ συμβαλλούσας ἐκ περιφερείας κύκλου, τὰς πανταχόθεν αἰσθήσεις πρὸς τοῦτο περαίνειν, καὶ τοιοῦτον τὸ ἀντιλαμβανόμενον εἶναι ἓν ὄντως.
εἰ δὲ διεστὼς τοῦτο γένοιτο, καὶ οἷον γραμμῆς ἐπὶ ἄμφω τὰ πέρατα αἱ σίσθήσεις προσβάλλοιεν, ἢ συνδραμεῖται εἰς ἕν καὶ τὸ αὐτὸ πάλιν, οἷον τὸ μέσον ἢ ἄλλο· τὸ δὲ ἄλλο ἑκάτερον ἑκατέρου αἴσθησιν ἔξει, ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἄλλου , σὺ δὲ ἄλλου αἴσθοιο.
καὶ εἰ ὲν εἴη τὸ αἴσθημα, οἷον πρόσωπον, εἰς ἓν συναιρεθήσεται, ὅπερ καὶ φαίνεται · συναιρεῖται γὰρ καὶ ἐν αὐταῖς ταῖς κόραις · (ἢ πῶς ἂν τὰ μέγιστα διὰ ταύταιν ὁρῷτο;) ὥστε ἔτι μᾶλλον εἰς τὸ ἡγεμονοῦν ἰόντα οἷον ἀμερῆ νοήματα γίνεσθαι. καὶ ἔσται ἀμερὲς τοῦτο, ἢ μεγέθει ὄντι τούτῳ συμμερίζοιτο ἂν, ὥστε ἄλλον ἄλλου μέρους καὶ μηδένα ἡμῶν ὅλου τοῦ αἰσθητοῦ τὴν ἀντίληψιν ἴσχειν.
ἀλλὰ γὰρ ἕν ἐστι τὸ πᾶν· πῶς γὰρ ἂν καὶ διαιροῖτο; οὐ γὰρ δὴ τὸ ἴσον τῷ ἴσῳ ἐφαρμόσει, ὅτι οὐκ ἴσον τὸ ἡγεμονοῦν παντὶ αἰσθητῷ. κατὰ πηλίκα οὖν ἡ διαίρεσις; ἢ εἰς τοσαῦτα διαιρεθήσεται, καθ’ ὅσον ἂν ἀριθμοῦ ἔχῃ εἰς ποικιλίαν τὸ εἰσιὸν αἴσθημα;
καὶ ἕκαστον δὴ ἐκείνων τῶν μερῶν τῆς ψυχῆς ἄρα καὶ τοῖς μορίοις αὐτοῦ αἰσθήσεται. ἢ ἀναίσθητα τὰ μέρη τῶν μορίων ἔσται; ἀλλὰ ἀδύνατον. εἰ δὲ ὁτιοῦν παντὸς αἰσθήσεται, εἰς ἄπειρα διαιρεῖσθαι τοῦ μεγέθους πεφυκότος, ἀπείρους καὶ αἰσθήσεις καθ’ ἕκαστον αἰσθητὸν συμβήσεται γίγνεσθαι ἑκάστῳ, οἷον τοῦ αὐτοῦ ἀπείρους ἐν τῷ ἡγεμονοῦντι ἡμῶν εἰκόνας.
καὶ μὴν σώματος ὄντος τοῦ αἰσθανομένου, οὐκ ἂν ἄλλῳ τρόπῳ γένοιτο τὸ αἰσθάνεσθαι ἢ οἷον ἐν κηρῷ ἐνσημανθεῖσαι ἀπὸ δακτυλίων σφραγῖδες, εἴτ’ οὖν εἰς αἷμα εἴτ’ οὖν εἰς ἀέρα τῶν αἰσθημάτων ἐνσημαινομένων. εἰ μὲν οὖν ὡς ἐν σώμασιν ὑγροῖς, ὅπερ καὶ εὔλογον, ὥσπερ εἰς ὕδωρ, συγχυθήσεται, καὶ οὐκ ἔσται μνήμη·
εἰ δ’ ἐμμενοῦσιν οἶ τύποι, ἣ οὐκ ἔστιν ἄλλους ἐνσημαίνεσθαι ἐκείνων κατεχόντων, ὥστε ἄλλαι αἰσθήσεις οὐκ ἔσονται, ἢ γιγνομένων ἄλλων ἐκεῖνοι οἶ πρότερον ἀπολοῦνται, ὥστε οὐδὲν ἔσται τὸ μνημονεύειν. εἰ δέ ἐστι τὸ μνημονεύειν καὶ ἄλλων αἰσθάνεσθαι ἐπ’ ἄλλοις, οὐκ ἐμποδιζόντων τῶν πρόσθεν, ἀδύνατον τὴν ψυχὴν σῶμα εἶναι.”
“Ἴδοι δ’ ἄν τις καὶ ἐκ τῆς τοῦ ἀλγεῖν αἰσθήσεως τὸ αὐτὸ τοῦτο. ὅταν δάκτυλον λέγηται ἀλγεῖν ἄνθρωπος, ἡ μὲν ὀδύνη περὶ τὸν δάκτυλον δήπουθεν, ἡ δὲ αἴσθησις τοῦ ἀλγεῖν δῆλον ὅτι ὁμολογήσουσιν ὡς περὶ τὸ ἡγεμονοῦν γίγνεται. ἄλλου δὴ ὄντος τοῦ πονοῦντος μέρους, τοῦ πνεύματος τὸ ἡγε- μονοῦν αἰσθάνεται, καὶ ὅλη ψυχὴ τὸ αὐτὸ πάσχει.
πῶς οὖν τοῦτο συμβαίνει; διαδόσει, φήσουσι, παθόντος μὲν πρώτως τοῦ περὶ τὸν δάκτυλον ψυχι- κοῦ πνεύματος, μεταδόντος δὲ τῷ ἐθεφῆς, καὶ τούτου ἄλλῳ, ἕως οὗ πρὸς τὸ ἠγεμονοῦν ἀφίκοιτο.
ἀνάυ- κη τοίνυν εἰ τὸ πρῶτον πόνου ᾓσθετο, ἄλλην τὴν αἴσθησιν τοῦ δευτέρου εἶναι, καὶ εἰ κατὰ διάδοσιν ἡ αἴσθησις, καὶ τοῦ τρίτου γε ἄλλην, καὶ πολλὰς αἰσθήσεις καὶ ἀπείρους τὴν περὶ ἑνὸς ἀλγήματος γίγνεσθαι, καὶ τούτων ἁπαςῶν ὕστερον τὸ ἡγεμονοῦν αἰσθέσθαι, καὶ γῆς ἑαυτοῦ παρὰ ταύτας.
Τὸ δὲ ἀληθὶς, ἑκάστην ἐκείνων μὴ τοῦ ἐν τῷ δακτύσῳ ἀλγήματος· [ἀλλὰ τὴν μὲν ἐφεξῆς τῷ δακτύλῳ ὅτι ὁ ταρςὸς ἀλγεῖ, τὴν δὲ τρίτην, ὅτι ἄλλο τὸ πρὸς τὸ ἄνωθεν, καὶ πολλὰς εἶναι ἀλγηδόνας· τό τε ἡγεμο- νοῦν μὴ τοῦ πρὸς τῷ δακτύλῳ ἀλγήματος] αἰσθάνε- σθαι, ἀλλὰ τοῦ πρὸς αὑτῷ, καὶ τοῦτο γινώσκειν μόνον, τὰ δ’ ἄλλα χαίρειν ἐᾶν, μὴ ἐπιστάμενον ὅτι ἀλγεῖ ὁ δάκτυλος.
εἰ τοίνυν κατὰ διάδοσιν τὴν αἴσθησιν ὄγκου ὄντος, ἄλλου παθόντος, ἄλλου γνῶσιυ εἶναι. Παντὸς γὸρ μεγέθους, εἰ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο ἐστὶ, δεῖ τοιοῦτον τίθεσθαι τὸ αἰσθανόμενον, ἄλλο ἐστὶ, δεῖ τοιοῦτον τὶθεσθαι τὸ αἰσθαόμενον, οἶον πανταχοῦ αὐτὸ ἑαυτῷ τὸ αἀτὸ εἶναι. Τοῦτο δὲ ἄλλῳ τινὶ τῶν ὄωτων ἢ σώματι ποιεῖν προςήκει.”
“Ὅτι δὲ οὐδὲ νοεῖν οἶόν τε εἰ σῶμα ἡ εψχὴ ὁτιοῦν εἴη δεικτέον ἐκ τῶνδε. Εἰ γὰρ τὸ αἰσθάνεσθαί ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντισθαί ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν, οὐκ ἄν εἴη καὶ τὸ νοεῖν τὸ διὰ σώματος καταλαμβάνειν, ἢ ταυτὸν ἔσται τῷ αἰσθάνεσθαι.
Εἰ οὖν τὸ νοεῖν ἐστι τὸ ἄνευ σώματος ἀντιλαμβάνεσθαι, πολὺ πρότερον δεῖ μὴ σῶμα αὖ τὸ νοῆσον εἶναι, ἐπεὶ αἰσθητῶν μὲν ἡ αἴσθησις, νοητῶν δὲ ἡ νόησις. Εἰ δὲ μὴ βούλονται, ἀλλ’ οὖν ἔσονταί γε καὶ νοητῶν τινῶν νοήσεις καὶ ἀμεγέθων ἀντιλήψεις.
πῶς οὖν μέγεθος ὂν τὸ μὴ μέγεθος νοήσει καὶ τῶ μεριστῷ τὸ μὴ μεριστὸν νοήσει; ἢ μέρει τινὶ ἀμερεῖ αὐτοῦ; εἰ δὲ τοῦτο, οὐ σῶμα ἔσται τὸ νοῆσον. οὐ γὰρ δὴ τοῦ ὅλου χρεία πρὸς τὸ θιγεῖν· ἀρκεῖ γὰρ καὶ ἴν τι.
εἰ μὲν οὖν συγχωρήσονται τὰς πρώτας νοήσεις, ὅπερ ἀληθές ἐστι, εἶναι τῶν πάντη σώματος καθαρωτάτων, αὐτὸ ἑκάστου, ἀνάγκη καὶ τὸ νοοῦν σώματος καθαρὸν ὂν, ἢ γιγνόμενον, γινώσκειν. εἰ δὲ τῶν ἐν ὕλῃ εἰδῶν τὰς νοήσεις φήσουσιν εἷναι, ἀλλὰ χωριζομένων γε τῶν σωμάτων γίγνονται, τοῦ νοῦ χωρίζοντος.
οὐ γὰρ δὴ μετὰ σαρκῶν, ἢ ὅλως ὕλης ὁ χωρισμὸς, κύκλου καὶ τριγώνου ·καὶ γραμμῆς καὶ σημείου. δεῖ ἄρα καὶ τὴν ψυχὴν σώματος αὐτὴν ἐν τῷ τοιούτῳ χωρίσαι. δεῖ ἄρα μηδὲ αὐτὴν σῶμα εἶναι. ἀμέγεθες δὲ οἶμαι καὶ τὸ καλὸν καὶ τὸ δίκαιον, καὶ ἡ τούτων ἄρα νόησις. ὥστε καὶ προσιόντα τῷ ἀμερεῖ αὐτῆς ὑποδέξεται καὶ ἐν αὐτῇ ἀμερῆ κείσεται.”
“Πῶς δ’ ἂν καὶ σώματος ὄντος τῆς ψυχῆς, ἀρεταὶ αὐτῆς σωφροσύνη καὶ δικαιοσύνη, ἀνδρεία τε καὶ ἄλλαι; πνεῦμά τι γὰρ, ἢ αἷμά τι, τὸ σωφρο- νεῖν εἴη ἢ δικαιότης, ἢ ἀνδρεία, εἰ μὴ ἄρα ἡ ἀνδρεία τὸ δυσπαθὲς τοῦ πνεύματος εἴη, καὶ ἡ σωφροσύνη, ἡ εὐκρασία, τὸ δὲ κάλλος εὐμορφία τις ἐν τύποις, καθ’ ἣν λέγομεν ἰδόντες ὡραίους καὶ καλοὺς τὰ σώματα.
ἰσχυρῷ μὲν οὖν καὶ καλῷ ἐν τύποις πνεύ- ματι εἷναι προσήκοι ἂν, σωφρονεῖν δὲ τί δεῖ πνεύ- ματι; ἀλλ’ οὖν τοὐναντίον, ἐν περιπτύξεσι καὶ ἁφαῖς εὖ παθεῖν, ὅπου ἢ θερμανθήσεται, ἢ συμμέτρως ψύχεος ἶμερεῖ, ἢ μαλακοῖς τισι καὶ ἁπλοῖς καὶ λείοις πελάσει; τὸ δὲ κατ’ ἀξίαν νεῖμαι τί ἂν αὐτῷ μέλοι;
“ Εἰ δὲ τὰς τῶν σωμάτων ποιήσεις ὁρῶντες θερμαινούσας καὶ ψυχούσας καὶ ὠθούσας καὶ βαρυνούσας ἐνταῦθα τάττουσι τὴν ψυχὴν , οἶον ἐν δραστηρίῳ τόπῳ ἱδρύοντες αὐτὴν , πρῶτον μὲν ἀγνο- οῦσιν ὡς καὶ ταῦτα τὰ σώματα δυνάμεσι ταῖς ἐν αὐτοῖς ἀσωμάτοις ταῦτα ἐργάζεται· ἔπειτα ὅτι οὐ ταύτας τὰς δυνάμεις περὶ ψυχὴν εἶναι ἀξιοῦμεν, ἀλλὰ τὸ νοεῖν, τὸ αἰσθάνεσθαι, λογίζεσθαι, ἐπιθυμεῖν, ἐπιμελεῖσθαι ἐμφρόνως καὶ καλῶς ἅπαντα , ἄλλην οὐσίαν ζητεῖ.
τὰς οὖν δυνάμεις τῶν ἀσωμάτων μεταβιβάσαντες εἰς τὰ σώματα οὐδεμίαν ἐκείνοις καταλείπουσιν. ὅτι δὲ καὶ τὰ σώματα ἀσωμάτοις δυνάμεσι δύναται ἃ δύναται ἐκ τῶνδε δῆλον. ὁμο- λογήσουσι γὰρ ἕτερον ποιότητα καὶ ποσότητα εἶναι, καὶ πὰν σῶμα ποσὸν εἶναι, καὶ ἔτι οὐ πᾶν σῶμα πο- σὸν εἶναι , ὥσπερ τὴν ὕλην. ταῦτα δὲ ὁμολογοῦντες τὴν ποιότητα ὁμολογήσουσιν ἕτερον οὖσαν ποσοῦ, ἕτερον σώματος εἷναι.
πῶς γὰρ μὴ ποσὸν οὖσα σῶμα ἔσται, εἴπερ πᾶν σῶμα ποσόν; καὶ μὴν, ὅπερ καὶ ἄνω που ἐλέγετο, εἰ πὰν σῶμα μεριζόμενον καὶ πᾶς ἀφαιρεῖται ὅπερ ἦν , κερματιζομένου δὲ τοῦ σώματος ἐφ’ ἑκάστῳ μέρει ἡ αὐτὴ ὅλη ποιότης μένει, οἷον ἡ γλυκύτης ἡ τοῦ μέλιτος οὐδὲν ἔλαττον γλυκύτης ἐστὶν ἐφ’ ἑκάστῳ, οὐκ ἂν εἴη σῶμα γλυκύτης. ὁμοίως καὶ αἱ ἄλλαι.
ἔπειτα εἰ σώματα ἦσαν αἶ δυνάμεις, ἀναγκαῖον ἦν τὰς μὲν ἰσχυρὰς τῶν δυνάμεων μεγάλους ὄγκους, τὰς δὲ ὀλίγον δρᾶν δυναμένας ὄγκους μικροὺς εἶναι. εἰ δὲ μεγάλων μὲν τῶν ὄγκων μικραὶ, ὀλίγοι δὲ μικρότατοι τόν ὄγκων μεγίστας ἔχουσι τὰς δυνάμεις, ἄλλῳ τινὶ ἢ μεγέθει τὸ ποιεῖν ἀναθετέον· ἀμεγέθει ἄρα.
τὸ δὲ ὕλην μὲν τὴν αὐτὴν εἶναι σῶμα, ὥς φασιν, οὖσαν, διάφορα δὲ ποιεῖν ποιότητας προσλαβοῦσαν, πῶς οὐ δῆλον ποιεῖ τὰ προσγενόμενα λόγους αὐτοὺς καὶ ἀσωμάτους εἶναι; μηδ’ ὅτι πνεύματος ἢ αἵματος ἀπο- στάντων ἀποθνήσκει τὰ ζῷα λεγόντων. οὐ γὰρ ἔστιν ἄνευ τούτων εἶναι, οὐδ’ ἄνευ πολλῶν ἄλλων, ὧν οὐδὲ ἂν ἡ ψυχὴ εἴη. καὶ μὴν οὔτε πνεῦμα διὰ πάντων οὔτε αἷμα, ψυχὴ δέ.”
“Ἔτι εἰ σῶμα οὖσα ἡ ψυχὴ διῆλθε διὰ παν- τὸς, κἂν κραθεῖσα εἴη, ὃν τρόπον τοῖς ἄλλοις σώμασιν ἡ κρᾶσις. εἰ δὲ ἡ τῶν σωμάτων κρᾶσις οὐδὲν ἐνεργείᾳ ἐᾷ εἶναι τῶν κραθέντων, οὐδ’ ἂν ἡ ψυχὴ ἔτι ἐνεργείᾳ ἐνείη τοῖς σώμασιν, ἀλλὰ δυνάμει μόνον, ἀπολέσασα τὸ εἶναι ψυχὴ, ὥσπερ εἰ γλυκὺ καὶ πικρὸν κραθείη, τὸ γλυκὺ οὐκ ἔστιν. οὐκ ἄρα ἔχομεν ψυχήν.
ἀνάγκη τοίνυν εἰ καθ᾿ ὁτιοῦν σημεῖον, καὶ μὴ μεταξὺ σῶμα ἔσται· ὃ μὴ τέτμηται , εἰς σημεῖα τὴν διαίρεσιν τοῦ σώματος γεγονέναι, ὅπερ ἀδύνατον. εἰς δὲ ἄπειρον τῆς τομῆς οὔσης (ὃ γὰρ ἂν λάβῃς σῶμα διαίρετόν ἐστι) οὐ δυνάμει μόνον , ἐνεργείᾳ δὲ τὰ ἄπειρα ἔσται. οὐ τοίνυν ὅλον δι᾿ ὅλου χωρεῖν δυνατὸν τὸ σῶμα, ἡ δὲ ψυχὴ δι᾿ ὅλων· ἀσώματος ἄρα.”
“Τὸ δὲ καὶ φύσιν μὲν προτέραν τὸ αὐτὸ πνεῦμα λέγειν , ἐν δὲ ψυχρῷ γενομένην καὶ στομωθεῖσαν ψυχὴν γίνεσθαι , λεπτοτέραν ἐν ψυχρῷ γενομένην· ὃ δὴ καὶ αὐτὸ ἄτοπον· πολλὰ γὰρ ζῷα ἐν θερμῷ γίγνεται, καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν. ἀλλ᾿ οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας τὰς ἔξω γιγνομένην.
συμβαίνει οὖν αὐτοῖς τὸ χεῖρον πρῶτον ποιεῖν, καὶ πρὸ τούτου ἄλλο ἔλαττον, ἣν λέγουσιν ἔξιν. ὁ δὲ νοῦς ὕστατος, ἀπὸ τῆς ψυχῆς δηλονότι γενόμενος , ἢ εἰ πρὸ πάντων νοῦς, ἐφεξῆς ἔδει ψυχὴν ποιεῖν , εἶτα φύσιν· καὶ ἀεὶ τὸ ὕστερον χεῖρον, εἴπερ πέφυκεν.
εἰ οὖν καὶ ὁ θεὸς αὐτοῖς κατὰ τὸν νοῦν ὕστερος καὶ γεννητὸς καὶ ἐπακτὸν τὸ νοεῖν ἔχων, ἐνδέχοιτο ἂν μηδὲ ψυχὴν μηδὲ νοῦν, μηδὲ θεὸν εἶναι· εἰ τὸ δυνάμει, μὴ ὄντος πρότερον τοῦ ἐνεργείᾳ καὶ νοῦ γένοιτο, οὐδὲ ἥξει εἰς ἐνέργειαν. τί γὰρ ἔσται τὸ ἄγον, μὴ ὄντος ἑτέρου παρ᾿ αὐτὸ προτέρου; εἰ δ᾿ ἑαυτὸ ἄξει εἰς ἐνέργειαν, ὅπερ ἄτοπον, ἀλλὰ βλέπον γε πρός τι ἄξει, ὃ οὐ δυνάμει, ἐνεργείᾳ δὲ ἔσται.
“ Ἐπεὶ δὲ καὶ ἄλλης φύσεως , δεῖ ζητεῖν τίς αὕτη. ἆρ᾿ οὖν ἕτερον μὲν σώματος, σώματος δέ τι, οἷον ἁρμονία; τοῦτο γὰρ ἁρμονίαν τῶν ἀμφὶ Πυιθαγόραν λεγόντων ἕτερον τρόπον, ᾠήθησαν αὐτὸ τοιοῦτόν τι εἶναι οἷον καὶ ἡ περὶ χορδὰς ἁρμονία.
ὡς γὰρ ἐνταῦθα ἐντεταμένων τῶν χορδῶν ἐπιγίνεταί τι οἶον πάθημα ἐπ᾿ αὐταῖς, ὃ λέγεται ἁρμονία, τὸν αὐτὸν τρόπον καὶ τοῦ ἡμετέρου σώματος, ἐν κράσει ἀνομοίων γινομένων, τὴν ποιὰν κρᾶσιν ζωήν τε ἐργάζεσθαι καὶ ψυχὴν, οὖσαν τὸ ἐπὶ τῇ κράσει πάθημα. ὅτι δὲ ἀδύνατον , πολλὰ ἤδη πρὸς ταύτην τὴν δόξαν εἴρηται.
οὔτε γὰρ ἐκεῖ αἱ χορδαὶ παρ᾿ αὑτῶν οὔτ᾿ ἐνταῦθα τὰ σώματα ἑαυτὰ εἰς ἁρμονίαν ἄγειν δυνήσεται. ὅλως δὲ καὶ οὗτοι ἐξ ἀψύχου ἔμψυχα ποιοῦσι, καὶ τὰ ἐξ ἀτάκτων κατὰ συντυχίαν τεταγμένα καὶ τὴν τάξιν οὐκ ἐκ τῆς ψυχῆς, ἀλλ᾿ αὐτὴν ἐκ τῆς αὐτομά- του τάξεως τὴν ὑπόστασιν εἰληφέναι. τοῦτο δὲ οὔτε ἐν τοῖς κατὰ μέρος οὔτε ἐν τοῖς ἄλλοις δυνατὸν γενέσθαι. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία."
Ταῦτα μὲν ἀπὸ τῶν Πλωτίνου πρὸς τὴν τῶν Στωϊκῶν περὶ ψυχῆς δόξαν, σωματικὴν φασκόντων αὐτὴν εἶναι. ἀλλ᾿ ἐπεὶ αὐταρκῶς τά τε πρὸς Ἀριστοτέλην ἕλην καὶ τὸν Περίπατον, τά τε πρὸς τὴν τῶν Στωϊκῶν αἵρεσιν, ὡς ἐν ἐπιτομῇ παρατέθειμαι, ὤρα πάλιν ἐπανελθόντα τῶν γενναίων φιλοσόφων ὁμοῦ πάντων τὰς θαυμαστὰς ἐπισκέψασθαι φυσιολογίας, ὅτε μάλιστα κοινῶς πάντες Ἕλληνες θεοὺς ὁρατοὺς, ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, τά τε ἄλλα μέρη τοῦ κόσμου ἡγήσαντό τε καὶ ἐσέφθησαν, καὶ τάς γε μυθικὰς καὶ ληρώδεις αὐτῶν περὶ τῆς πολυθέου πλάνης διηγήσεις σεμνοτέραις δὴ καὶ φυσικαῖς ἀποδόσεσιν ἐπὶ τὰ στοιχεῖα καὶ τὰ τοῦ παντὸς κόσμου μόρια μετενηνόχασι.
διό μοι ἀναγκαῖον εἶναι δοκεῖ καὶ τὰς περὶ τῶνδε δόξας ὁμοῦ συναγαγεῖν, τάς τε διαστάσεις αὐτῶν καὶ τοῦ τύφου τὸ μάταιον ἐπιθεωρῆσαι. θήσω δὲ καὶ ταῦτα ἀπὸ τῆς Πλουτάρχου γραφῆς, ἐν ᾗ τὰς περὶ τούτων ἁπάντων ὁμοῦ τῶν τε πρεσβυτέρων καὶ νέων δόξας συναγαγὼν τοῦτον γράφει τὸν τρόπον
“Περὶ ἡλίου.
Ἀναξίμανδρος κύκλον εἷναι ὀκτωαιεικοσαπλασίονα τῆς γῆς , ἁρματείῳ τροχῷ παραπλήσιον τὴν ἁψῖδα ἔχοντα, κοίλην , πλήρη πυρὸς , ἧς κατά τι μέρος ἐκφαινούσης διὰ στομίου τὸ πῦρ, ὥσπερ διὰ πρηστῆρος αὐλοῦ· καὶ τοῦτ᾿ εἶναι τὸν ἥλιον.
Ξενοφάνης, ἐκ πυριδίων τῶν φαινομένων συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως, συναθροιζόντων δὲ τὸν ἥλιον ἐκ νεφῶν πεπυρωμένων.
Οἱ Στωϊκοὶ, ἄναμμα νοερὸν ἐκ θαλάσσης.
Πλάτων, ἐκ πλείστου πυρός.
Ἀναξαγόρας , Δημόκριτος, Μητρόδωρος, μύδρον ἢ πέτρον διάπυρον.
Ἀριστοτέλης , σφαῖραν ἐκ τοῦ πέμπτου σώματος.
Φιλόλαος ὁ Πυθαγόρειος δίσκον ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς· ὥστε προσεοικέναι ἡλίου τὸ ἐν οὐρανῷ πυρῶδες τῇ ἀπὸ τοῦ ἐνόπτρου κατὰ ἀνάκλασιν διασπειρομένη πρὸς ἡμὰς αὐγῇ· καὶ γὰρ ταύτην προσονομάζομεν ἥλιον, οἱονεὶ εἴδωλον εἰδώλου.
Ἐπίκουρος, γήινον πύκνωμα, κισσηροειδὲς, καὶ σπογγοειδὲς ταῖς κατατρήσεσιν, ὑπὸ τοῦ πυρὸς ἀνημμἐνον.”
“Περὶ μεγέθους ἡλίου.
Ἀναξίμανδρος τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ, τὸν δὲ κύκλον ἀφ᾿ οὗ τὴν ἐκπνοὴν ἔχει , καὶ ὑφ᾿ οὖ φέρεται, ἑπτακαιεικοσαπλασίονα τῆς γῆς.
Ἀναξαγόρας πολλαπλασίονα Πελοποννήσου.
Ἡράκλειτος, εὖρος ποδὸς ἀνθρωπείου.
Ἐπίκουρος πάλιν φησὶν ἐνδέχεσθαι τὰ προειρημένα πάντα· ἢ τηλικοῦτον ἡλίκος φαίνεται, ἢ μικρῷ μείζω , ἢ ἐλάττω.”
“Περὶ σχήματος ἡλίου.
Ἀναξιμένης πλατὺν ὡς πέταλον.
Ἡράκλειτος, σκαφοειδῆ , ὑπόκυρτον.
Οἱ Στωϊκοὶ σφαιροειδῆ ὡς τὸν κόσμον καὶ τὰ ἄστρα.
Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα.”
Τοιοῦτος μὲν αὐτοῖς ὁ μέγας τῶν κατ᾿ οὐρανὸν φαινομένων θεὸς ἥλιος. Μωσης δὲ καὶ τὰ Ἑβραίων λόγια οὐδὲν τούτων περιεργάζονται.
“Περὶ σελήνης.
Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα τῆς γῆς, ὡς ἐπὶ τοῦ ἡλίου , πλήρη πυρὸς, ἐκλείπειν δὲ κατὰ τὰς ἐπιστροφὰς τοῦ τροχοῦ. ὅμοιον δὲ εἶναι ἁρματείῳ τροχῷ, κοίλην ἔχοντα τὴν ἁψῖδα, καὶ πυρὸς πλήρη, ἔχοντα μίαν ἐκπνοήν.
Ξενοφάνης νέφος εἶναι πεπιλημένον.
Οἱ Στωϊκοὶ μικτὸν ἐκ πυρὸς καὶ ἀέρος.
Πλάτων ἐκ πλείονος τοῦ γεώδους.
Ἀναξαγόρας, Δημόκριτος, στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας.
Ἡράκλειτος γῆν ὁμίχλῃ περιεχομένην
Πυθαγόρας κατὰ τὸ πυροειδὲς σῶμα.
“Περὶ μεγέθους σελήνης.
Οἱ Στωϊκοὶ μείζονα τῆς γῆς ἀποφαίνονται, ὡς καὶ τὸν ἥλιον.
Παρμενίδης ἴσον τῷ ἡλίῳ· καὶ γὰρ ἀπ’ φωτίζεται.”
“Περὶ σχήματος σελήνης.
Οἱ Στωϊκοὶ σφαιροειδῆ εἶναι ὡς τὸν ἥλιον.
Ἡράκλειτος σκαφοειδῆ.
Ἐμπεδοκλῆς δισκοειδῆ. ἄλλοι κυλινδροειδῆ.”
“Περὶ φωτισμοῦ σελήνης.
Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως.
Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην· τὸ δ’ ὑποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι , πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν, ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.
Θαλῆς καὶ οἶ ἀπ’ αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην.
Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελήνην· σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας, δεχομένους τε τὰ ἀπὸ τῆς ὑγρὰς ἀναθυμιάσεως, θυμιάσεως, φωτίζεσθαι πρὸς τὴν φαντασίαν· μὲν τὸν ἥλιον , ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολερῷ, διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι.”
‟Τίς ἡ οὐσία τῶν πλανήτων ἄστρων καὶ ἀπλανῶν.
Θαλῆς γεώδη μὲν, ἔμπυρα δὲ τὰ ἄστρα.
Ἐμπεδοκλῆς πύρινα, ἐκ τοῦ πυρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων ἐξανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν.
Ἀναξαγόρας τὸν περικείμενον ἀέρα πύρινον μὲν εἷναι κατὰ τὴν οὐσίαν, τῇ δ’ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτρους ἀπὸ τῆς γῆς καὶ καταφλέξαντα, τούτους ἠστερικέναι.
Διογενὴς κισσηρώδη τὰ ἄστρα, διαπνοὰς αὐτὰ νομίζει τοῦ κόσμου. πάλιν δὲ ὁ αὐτὸς ἀφανεῖς μὲν λίθους, πίπτοντας δὲ πολλάκις ἐπὶ τὴν γῆν σβέννυσθαι, καθάπερ τὸν ἐν Αἰγὸς Ποταμοῖς πυροειδῶς κατενεχθέντα ἀστέρα πέτρινον.
Ἐμπεδοκλῆς τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλανήτας ἀνεῖσθαι.
Πλάτων’ ἐκ μὲν τοὐ πλείστου μέρους πυρίνους, μετέχοντας δὲ καὶ τῶν ἄλλων, κόλλης δίκην.
Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων, σβεννυμένους δὲ καθ’ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ, καθάπερ τοὺς ἄνθρακας· τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις.
Ἡρακλείδης δὲ καὶ οἶ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα ἀέρα τε καὶ] αἰθέρα ἐν τῷ ἀπείρῳ. ταῦτα τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς ἐμφέρεται · κοσμοποιοῦσι γὰρ τῶν ἀστέρων.
Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου.”
“Περὶ σχήματος ἀστέρων.
Οἱ Στωϊκοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ τὸν κόσμον καὶ ἥλιον καὶ σελήνην.
Κλεάνθης κωνοειδεῖς.
Ἀναξιμένης ἥλων δίκην καταπεπηγμένων τῷ κρυσταλλοειδεῖ. ἔνιοι δὲ πέταλα πύρινα εἶναι, ὥσπερ κρυσταλλοειδεῖ.
Τοιαῦτα τοῖς θαυμαστοῖς φιλοσόφοις τὰ περὶ ὧν φασι φαινομένων θεῶν ἐξευρήματα. οἷα δὲ καὶ περὶ τοῦ παντὸς διειλήφασιν ἐκ τῆς αὐτῆς μάνθανε τοῦ Πλουτάρχου φωνῆς
‟Πῶς συνέστη ὁ κόσμος.
ὁ τοίνυν κόσμος περικεκλασμένῳ σχήματι ἐσχημάτισται ’τον τρόπον τοῦτον. τῶν ἀτόμων σωματων ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν κίνησιν συνεχῶς τε καὶ τάχιστα κινουμένων, εἰς ταὐτὸ πολλὰ σώματα συνηθροίσθη, καὶ διὰ τοῦτο ποικιλίαν ἔχοντα σχημάτων καὶ μεγεθῶν.
ἀθροιζομένων δὲ ἐν ταυτῷ τούτων, τὰ μὲν ὅσα μείζονα ἦν καὶ βαρύτατα πάντων ὑπεκάθιζεν, ὅσα δὲ μικρὰ καὶ περιφερῆ καὶ λεῖα καὶ εὐολίσθητα, ταῦτα ἐξεθλίβετο κατὰ τὴν σύνοδον τῶν σωμάτων, εἴς τε τὸ μετέωρον ἀνεφέρετο.
ὡς οὖν ἐξέλιπε μὲν ἡ πληκτικὴ δύναμις μετεωρίζουσα, οὐκέτι δὲ ἦγεν ἡ πληγὴ πρὸς τὸ νετεωρον, ἐκωλύετο δὲ ταῦτα φέρεσθαι κάτω , ἐπιέζετο πρὸς τοὺς τόπους τοὺς δυναμένους δέξασθαι. οὗτοι δὲ ἦσαν οἱ πέριξ.
καὶ πρὸς τούτους τὸ πλῆθος τῶν σωμάτων περιεκλᾶτο· περιπλεκόμενα δὲ ἀλλήλοις κατὰ τὴν περίκλασιν τὸν οὐρανὸν ἐγέννησε. τῆς δ’ αὐτῆς ἐχόμεναι φύσεως αἶ ἄτομοι, ποικίλαι οὖσαι, καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι, τὴν τῶν ἄστρων φύσιν ἀπετέλουν.
τὸ δὲ πλῆθος τῶν ἀναθυμιωμένων σωμάτων ἐπέπληττε τὸν ἀέρα καὶ τοῦτον ἐξέθλιβε. πνευματούμενος δὲ οὗτος κατὰ τὴν κίνησιν καὶ περιλαμβάνων τὰ ἄστρα συμπεριῆγεν αὐτὰ, καὶ τὴν νῦν περιφορὰν αὐτῶν μετέωρον ἐφύλαττε. κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγενήθη ἡ γῆ, ἐκ δὲ τῶν μετεωριζομένων ὁ οὐρανὸς, πῦρ, ἀήρ.
πολλῆς δὲ ὕλης ἔτι περιειλημμένης ἐν τῇ γῇ, πυκνουμένης δὲ ταύτης κατὰ τὰς ἀπὸ τῶν πνευμάτων πληγὰς καὶ τὰς ἀπὸ τῶν ἀστέρων αὔρας , προσεθλίβετο πᾶς ὁ μικρομερὴς σχηματισμὸς ταύτης καὶ τὴν ὑγρὰν φύσιν ἐγέννα.
ῥευστικῶς δ’ αὕτη δια- κειμένη κατεφέρετο πρὸς τοὺς κοίλους τόπους καὶ δυναμένους χωρῆσαί τε καὶ στέξαι· ἢ καθ’ ἑαυτὸ τὸ ὕδωρ ὑποστὰν ἐκοίλαινε τοὺς ὑποκειμένους τόπους.”
Τοιαύτη καὶ ἡ θαυμάσιος αὐτῶν κοσμογονία. συνῆπται δὲ τούτοις ἄλλη τις πλείστη λογομαχία, παν- τοίων πέρι προτάσεων ἀπορησάντων εἰ χρὴ τὸ πᾶν ἕν ἢ πολλὰ ἡγεῖσθαι ’ καὶ εἰ ἕνα τὸν κόσμον ἣ πλείους καὶ εἴτε ἔμψυχος οὗτος καὶ προνοίᾳ τυγχάνει θεοῦ διοικούμενος, εἴτε καὶ τἀναντία ’ καὶ εἰ ἄφθαρ- τος ἢ φθαρτός ’ καὶ πόθεν τρέφεται ’ καὶ ἀπὸ ποίου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν· περί τε τῆς τάξεως τοῦ κόσμου· καὶ τίς ἡ αἰτία τοῦ αὐτὸν ἐγκλιθῆναι· περί τε τοῦ ἐκτὸς τῆς τοῦ κόσμου περιφερείας· καὶ τίνα τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ τοῦ κόσμου μέρη ’ περί τε οὐρανοῦ ’ καὶ πρὸς ἅπασι τούτοις περί τε δαιμόνων καὶ ἡρώων ’ περί τε ὕλης καὶ περὶ ἰδεῶν ’ περὶ τῆς τοῦ παντὸς τάξεως· ἔτι μὴν περὶ τῆς τῶν ἄστρων φορᾶς τε καὶ κινήσεως· καὶ πρὸς τούτοις ὁπόθεν φωτίζονται οἱ ἀστέρες· καὶ περὶ τῶν καλουμένων Διοσκούρων· περί τε ἐκλείψεως ἡλίου καὶ σελήνης· καὶ περὶ ἐμφάσεως αὐτῆς· καὶ διὰ τί γεώδης φαίνεται· καὶ περὶ τῶν ἀποστημάτων αὐτῆς· καὶ ἔτι περὶ ἐνιαυτῶν.
‟Εἰ ἔν τὸ πάν.
Οἱ μὲν οὑν ἀπὸ τῆς Στοὰς ἕνα κόσμον ἀπεφή- ναντο, ὃν δὴ καὶ τὸ πὰν ἔφασαν εἷναι καὶ τὰ σωματικά.
Ἐμπεδοκλῆς δὲ κόσμον ἴνα, οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον, ἀλλ’ ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην.
Πλάτων’ δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς ὁ κόσμος καὶ ἓν τὸ πὰν ἐκ τριῶν· ἐκ τοῦ μὴ ἔσεσθαι τέλειον, ἐὰν μὴ πάντα ἐμπεριέχῃ· ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι, ἐὰν μὴ μονογενὴς ᾖ· ἐκ τοῦ μὴ ἔσεσθαι ἄφθαρτον , ἐάν τι ἐξωτέρω αὐτοῦ ᾗ.
πρὸς δὲ τὸν Πλάτωνα λεκτέον ὅτι οὐ τέλειος ὁ κόσμος, οὐδὲ γὰρ τὰ πάντα περιέχει· καὶ γὰρ ὁ ἄνθρωπός ἐστι τέλειος, ἀλλ’ οὐ πάντα περιέχει· καὶ πολλὰ παραδείγματά ἐστιν, ὥσπερ ἐπ’ ἀνδριάντων καὶ οἰκιῶν καὶ ζωγραφιῶν· πῶς δὲ τέλειος, εἴπερ τι αὐτοῦ περιδινεῖσθαι δύναται; ἄφθαρτος δὲ οὐκ ἔστιν, οὐδὲ δύναται εἶναι, γεννητὸς ὤν.
Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἔνα στάχυν γεννηθῆναι καὶ ἴνα κόσμον ἐν τῷ ἀπείρῳ. ὅτι δὲ ἄπειρος κατὰ τὸ πλῆθος δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι. εἰ γὰρ ὁ μὲν κόσμος πεπερασμένος, τὰ δὲ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὁ κόσμος γέγονεν,] ἀνάγκη ἀπείρους εἶναι. ὅπου γὰρ τὰ πάντα γέγονεν αἴτια, ἐκεῖ καὶ ἀποτελέσματα. αἴτια δὲ ἤτοι αἶ ἄτομοι, ἢ τὰ στοιχεῖα.”
‟Εἰ ἔμψυχος ὁ κόσμος καὶ προνοίᾳ διοικούμενος.
[Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον καὶ διοικούμενον.]
Δημόκριτος δὲ] καὶ Ἐπίκουρος, καὶ ἄτομα εἰσηγοῦνται καὶ τὸ κενὸν, οὔτ’ ἔμψυχον οὔτε προνοίᾳ διοικεῖσθαι , φύσει δέ τινι ἀλόγῳ.
Ἀριστοτέλης οὔτ’ ἔμψυχον ὅλον δι’ ὅλων, οὔτε μὴν αἰσθητικὸν,] οὔτε λογικὸν, οὔτε νοερὸν, οὔτε προνοίᾳ διοικούμενον. τὰ μὲν γὰρ οὐράνια τούτων πάντων κοινωνεῖν—σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς—τὰ δὲ περίγεια μηδενὸς αὐτῶν· τῆς δ’ εὐταξίας κατὰ συμβεβηκὸς, οὐ προηγουμένως μετέχειν.
‟Εἰ ἄφθαρτος ὁ κόσμος.
Πυθαγόρας τε καὶ Πλάτων καὶ οἶ Στωϊκοὶ γεννητὸνὑπὸ θεοῦ τὸν κόσμον· καὶ φθαρτὸν μὲν, ὅσον ἐπὶ τῇ φύσει — αἰσθητὸν γὰρ εἶναι, διότι σωματικόν — οὐ μὴν φθαρησόμενόν γε, προνοίᾳ καὶ συνοχῇ θεοῦ.
Ἐπίκουρος φθαρτὸν , ὅτι γεννητὸν, ὡς ζῷον, ὡς φυτὸν.
Ξενοφάνης ἀγέννητον καὶ ἀίδιον καὶ ἄφθαρτον κόσμον.
Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην τοῦ κόσμου μέρος παθητὸν, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται.”
‟Πόθεν τρέφεται ὁ κόσμος.
Ἀριστοτέλης, εἰ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς ἐπιδέεται τροφῆς· διὰ τοῦτο καὶ ἀίδιος.
Πλάτων, αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι.
Φιλόλαος, διττὴν εἷναι τὴν φθορὰν, τοτὲ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τοτὲ δὲ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος· καὶ τούτων εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσ- μου.”
"'Απὸ ποίου πρώτου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν.
Οἶ’ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαί φασι τὴν γένεσιν τοῦ κόσμου, καθάπερ ἀπὸ κέντρου ’ ἀρχὴ δὲ σφαίρας τὸ κέντρον.
Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχειου.
Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακρι- θῆναι, δεύτερον δὲ τὸ πῦρ, ἐφ’ ᾦ τὴν γῆν , ἐξ ἧς ἄγαν περισφιγγομένης τῇ ῥύμῃ τῆς σφαίρας ἀναβλὺσαι τὸ ὕδωρ , ἐξ οὗ θυμιαθῆναι τὸν ἀέρα· καὶ γενέ- σθαι τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος , τὸν δὲ ἥλιον ἐκ τοῦ πυρός ’ πιληθῆναι δὲ ἐκ τῶν ἄλλων τὰ περίγεια.
Πλάτων’ ὁρατὸν τὸν κόσμον γεγονέναι πρὸς παράδειγμα τοῦ νοητοῦ κόσμου ’ τοῦ δὲ ὁρατοῦ προτέραν μὲν τὴν ψυχὴν , μετὰ δὲ ταύτην τὸ σωματοειθὲς, τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον, ὕδατος δὲ καὶ ἀέρος δεύτερον.
Πυθαγόρας πέντε σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικὰ, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι τὴν γῆν· ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ ’ ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα ’ ἐκ δὲ τοῦ εἰκοσαέθρου τὸ ὕδωρ ’ ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν.
Πλάτων’ δὲ καὶ ἐν τούτοις πυθαγορίζει.”
“Περὶ τάξεως κόσμου.
Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπ’ ἀλλήλαις , τὴν μὲν ἐκ τοῦ ἀραιοῦ, τὴν δὲ ἐκ τοῦ πυ- κνοῦ· μικτὰς δὲ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τοίχου δίκην στερεὸν ὑπάρχον.
Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ.
Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας, ἔνια δὲ πυκνά· καὶ τούτων τὰ μέν τινα κινούμενα, τὰ δὲ ἀκίνητα.
Πλάτων’ πῦρ πρῶτον , εἶτα αἰθέρα, μεθ’ ὃν ἀέρα, ἐφ’ ᾧ ὕδωρ , τελευταίαν δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα συνάπτει τῷ πυρί.
Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ , πέμπτον δὲ σῶμα· μεθ’ ὃν παθητὰ , πῦρ, ἀέρα, ὕδωρ, τελευταίαν δὲ γῆν. τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν· τῶν δ’ ὑπ’ τεταγμένων τοῖς μὲν κούφοις τὴν ἄνω, τοῖς δὲ βαρέσι τὴν κάτω.
Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι, μηδὲ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων , ἀλλὰ πάντα πως ἀλλήλων μεταλαμβάνειν.”
‟Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι.
Διογένης, Ἀναξαγόρας, μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν ἐγκλιθηναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὐτοῦ μέρος, ἴσως ὑπὸ προνοίας, ἵνα τὰ μὲν ἀοίκητα γένηται, τὰ δὲ οἰκητὰ μέρη τοῦ κόσμου, κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν.
Ἐμπεδοκλῆς, τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ, ἐπικλιθῆναι τἀς ἄρκτους καὶ τὰ βόρεια ὑψωθῆναι, τὰ δὲ νότια ταπεινωθῆναι, καθὸ καὶ τὸν ὅλον κόσμον.”
‟Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν.
Οἱ μὲν ἀπὸ Πυθαγόρου, ἐκτὸς εἷναι τοῦ κόσμου κενὸν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος, καὶ ἐξ οὗ.
Οἱ δὲ Στωϊκοὶ, εἰς ὃ καὶ τῇ ἐκπυρώσει ἀναλύεται, ἄπειρον.
Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλ’ ὅσον αὔταρκες εἰς τὴν διάλυσιν, ἐν τῷ πρώτῳ περὶ κενοῦ.]
Πλάτων’, Ἀριστοτέλης, μήτ’ ἐκτὸς τοῦ κόσμου διάκενον εἶναι μήτ’ ἐντός.”
‟Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά.
Πυθαγόρας, Πλάτων’, Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφ’ ὧν ἡ ἀρχὴ τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ δυτικά.
Ἐμπεδοκλῆς, δεξιὰ μὲν τὰ κατὰ τὸν θερινὸν τροπικὸν , ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν.
‟Περὶ οὐρανοῦ, τίς ἡ τούτου Ἀναξιμένης τὴν περιφορὰν τῆς ἔξωθεν ζώνης εἶναι.
Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν, ἐξ ἀέρος συμπαγέντος ὑπὸ τοῦ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα.
Ἀριστοτέλης ἐκ πέμπτου σώματος, ἢ ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος.”
“Περὶ δαιμόνων καὶ ἡρώων.
Παρακειμένως δὲ τῷ περὶ θεῶν λόγῳ τὸν περὶ δαιμόνων καὶ ἡρώων ἱστορητέον.
Θαλῆς, Πυθαγόρας, Πλάτων’, οἱ Στωϊκοὶ, δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων· καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθὰς; κακοὺς δὲ τὰς φαύλας.
Ἐπίκουρος δὲ οὐδὲν τούτων ἐγκρίνει.”
“Περὶ ὕλης.
Ὕλη ἐστὶ τὸ ὑποκείμενον γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς.
Οἶ’ ἀπὸ Θαλέω καὶ Πυθαγόρα καὶ οἶ Στωϊκοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ῥευστὴν ὅλην δι’ ὅλων τὴν ὕλην.
Οἱ ἀπὸ Δημοκρίτου, ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενὸν καὶ τὸ ἀσώματον.
Ἀριστοτέλης καὶ Πλάτων’ τὴν ὕλην σωματοειδῆ, ἄμορφον, ἀνείδεον, ἀσχημάτιστον, ἄποιον μὲν ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει, δεξαμενὴν δὲ τῶν εἰδῶν, οἶον τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γενέσθαι. οἶ δὲ ὕδωρ λέγοντες, πῦρ, ἢ ἀέρα, ἢ γῆν τὴν ὕλην, οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν, ἀλλὰ σῶμα· οἱ δὲ τὰ ἀμερῆ, καὶ τὰς ἀτόμους, ἄμορφον.”
“Περὶ ἰδέας.
Ἰδέα δέ ἐστιν οὐσία ἀσώματος, αὐτὴ μὲν ὑφε- στῶσα καὶ καθ’ ἑαυτὴν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γιγνομένη τῆς τούτων δείξεως.
Σωκράτης καὶ Πλάτων’ χωριστὰς τῆς ὕλης οὐσίας τὰς ἰδέας ὑπολαμβάνουσιν, ἐν τοῖς νοήμασι καὶ ἐν ταῖς φαντασίαις τοῦ θεοῦ, τουτέστι τοῦ νοῦ, ὑφεστώσας.
Ἀριστοτέλης εἴδη μὲν ἀπέλιπε καὶ ἰδέας, οὐ μὴν κεχωρισμένας τῆς ὕλης , ἔξω γεγονὼς τοῦ ὑπὸ τοῦ θεοῦ.
Οἶ’ ἀπὸ Ζήνωνος Στωϊκοὶ ἐννοήματα τὰς ἰδέας.”
‟Περὶ τάξεως
Ξενοκράτης κατὰ μίαν ἐπιφάνειαν οἴεται κίνει σθαι τοὺς ἀστέρας.
Οἱ ἄλλοι Στωϊκοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους, ἐν ὕψει καὶ βάθει.
Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλάνητας, ἐφ’ οἷς ἥλιον , Φωσφόρον, σελήνην.
Πλάτων’ μετὰ τὴν τῶν ἀπλανῶν θέσιν πρῶτον Φαίνοντα λεγόμενον , τὸν τοῦ Κρόνου· δεύτερον Φαέθοντα , τὸν τοῦ Δῖός· τρίτον Πυρόεντα , τὸν τοῦ Ἄρεως· τέταρτον Ἑωσφόρον, τὸν τῆς Ἀφροδίτης· πέμπτον Στίλβοντα, τὸν τοῦ Ἑρμοῦ· ἕκτον ἥλιον· ἕβδομον σελήνην.
Τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων’, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον.
Ἀναξίμανδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι· μετ’ αὐτὸν τὴν σελήνην· ὑπὸ δὲ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλάνητας.”
‟Περὶ τῆς τῶν ἄστρων φορᾶς καὶ κινήσεως.
Ἀναξαγόρας, Δημόκριτος, Κλεάνθης, ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας.
Ἀλκμαίων καὶ οἶ μαθηματικοὶ τοὺς πλάνητας τοῖς ἀπλανέσιν ἐναντίους· ἀπὸ γὰρ δυσμῶν ἐπ’ ἀντιφέρεσθαι.
Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφ’ ὧν ἕκαστος βέβηκε, φέρεσθαι.
Ἀναξιμένης οὐχ ὑπὸ γῆν, περὶ αὐτὴν δὲ στρέφεσθαι τοὺς ἀστέρας.
Πλάτων’ καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι τὸν ἥλιον, τὸν Φωσφόρον, τὸν Στίλβοντα.”
‟Πόθεν φωτίζονται οἱ ἀστέρες.
Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου καταλάμπεσθαι.
Ἡράκλειτος καὶ οἶ Στωϊκοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως.
Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτὰ, ἀλλ’ ἀίδια.
Πλάτων’ κοινῶς τὸν κόσμον ὅλον καὶ τὰ ἄστρα ἔξ αὐτοῦ τρέφεσθαι.”
‟Περὶ τῶν καλουμένων Διοσκούρων.
Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα.
Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους καὶ καταπλήξεως εἶναι στιλβηδόνας.”
“Περὶ ἐκλείψεως ἡλίου.
Θαλῆς πρῶτος ἔφη ἐκλείπειν τὸν ἥλιον τῆς αελήνης αὐτὸν ὑπερχομένης κατὰ κάθετον, οὔσης φύσει γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθεμένην τῷ δίσκῳ.
Ἀναξίμανδρος τοῦ στομίου τῆς τοῦ πυρὸς διεκπνοης ἀποκλειομένου.
Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίνεσθαι, τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν.
Ξενοφάνης κατὰ σβέσιν· ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς γίγνεσθαι. παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφ’ ὅλον τὸν μῆνα, καὶ πάλιν ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι.
Ἔνιοι πύκνωμα τῶν ἀοράτων ἐπερχομένων τῷ δίσκῳ νεφῶν.
Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ σελήνην κινεῖ περὶ τὸν ἡλιακὸν κύκλον, καὶ κατὰ ταύτας τἀς ἐγκλίσεις σκιάζεσθαι τὸν δίσκον.
Ξενοφάνης πολλοὺς ἡλίους τἶναι καὶ σελήνας, κατὰ τὰ κλίματα τῆς γῆς, καὶ ἀποτομὰς, καὶ ζώνας· κατά τινα δὲ καιρὸν ἐμπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένης ὑφ’ ἡμῶν, καὶ οὕτως ὥσπερ κενεμβατοῦντα ἔκλειψιν ὑποφαίνειν. ὁ δ’ αὐτὸς τὸν ἥλιον μὲν εἰς ἄπειρον προϊέναι, δοκεῖν κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν.”
‟Περὶ ἐκλείψεως σελήνης.
Ἀναξίμανδρος τοὐ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου.
Βηρωσσὸς κατὰ τὴν πρὸς ἡμὰς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους.
Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν.
Τῶν Πυθαγορείων τινὲς ἀνταύγειαν καὶ ἐπίφραξιν γῆς, ἢ τῆς ἀντίχθονος· οἱ δὲ νεώτεροι, κατ’ ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως ἴως ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ , καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου, καθ’ ἣν τελέως σβέννυται.
Πλάτων, Ἀριστοτέλης, οἱ Στωϊκοὶ καὶ μαθηματικοὶ συμφωνοῦσι τὰς μὲν μηνιαίους ἀποκρύψεις συνοδεύουσαν αὐτὴν ἡλίῳ καὶ συμπεριλαμπομένην ποιεῖσθαι· τὰς δὲ ἐκλείψεις, εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν μεταξὺ ἀμφοτέρων τῶν ἀστέρων γινο- μένης , μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης.”
" Περὶ ἐμφάσεως αὐτῆς, καὶ διὰ τί γεώδης φαίνεται.
Οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρ’ ἡμίν γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν. εἶναι γὰρ πεντεκαιδεκαπλασίονα τὰ ἐπ’ αὐτῆς ζῷα, μηδὲν σωματικὶν ἀποκρίνοντα· καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει.
Ἀναξαγόρας ἀνωμαλότητα διὰ τοῦ συγκρίμα- τος, διὰ τὸ ψυχροειδὲς ἅμα καὶ γεῶδες· παραμεμιχθαι γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες · ὅθεν καὶ ψευθοφαῆ λέγεσθαι τὸν ἀστέρα.
Οἱ Στωϊκοὶ, διὰ τὸ ἀερομιγὲς τῆς οὐσίας, μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα.”
Περὶ τῶν ἀποστημάτων αὐτῆς.
Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ τῆς γῆς.
Οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιθεκαπλάσιον.
Ἐρατοσθένης , τὸν ἥλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας τετρακοσίας καὶ ὀκτακισμυρίας, τὴν δὲ σελήνην ἀπέχειν τῆς γῆς μυριάδας ὄη σταδίων.”
Πέρι ἐνιαυτῶν.
Ενιαυτός ἐστι Κρόνου μὲν ἐνιαυτῶν περίοδος λ΄ · Δῖός δὲ δώδεκα, Ἄρεως δὲ δυεῖν, ἡλίου δὲ ιβ΄ μῆνες· οἶ δ’ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης· ἰσόδρομοι γάρ. σελήνης δὲ ἡμέραι λ΄ . οὗτος γὰρ ὁ τέλειος μ’ ἀπὸ φάσεως εἰς σύνοδον.
Τὸν δὲ μέγαν ἐνιαυτὸν οἶ μὲν ἐν τῇ ὀκταετηρίθι τίθενται· οἷ δὲ ἐν τῇ ἐννεακαιδεκαετηρίδι· οἱ δὲ ἐν τοῖς ’ξ ἑνὸς δέουσιν. Ἡράκλειτος, ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν. Διογενὴς, ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακασίων ἐνιαυτῶν τοσούτων, ὅσων κατὰ Ἡράκλειτον ὁ ἐνιαυτός· ἄλλοι δὲ διὰ ψοζ΄.”
Καὶ περὶ μὲν τῶν οὐρανίων καὶ μεταρσίων τοσαῦτα τοῖς δεδηλωμένοις πρὸς ἀλλήλους διεστασίασται. θέα δὲ καὶ τὰ περὶ γῆς.
‟Περὶ γῆς.
Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ μίαν εἶναι τὴν γῆν.
Ἱκέτης ὁ Πυθαγόρειος δύο, ταύτην καὶ τὴν ἀντίχθονα.
Οἱ Στωϊκοὶ, τὴν γῆν μίαν καὶ πεπερασμένην.
Ξενοφάνης ἐκ τοῦ κατωτέρου μέρους εἰς ἄπειρον ἐρριζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς συμπαγῆναι.
Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δὲ ἥλιον τοῦ ἀέρος.”
“Περὶ σχήματος γῆς.
Θαλῆς καὶ οἱ Στωϊκοὶ, σφαιροειδῆ τὴν γῆν.
Ἀναξίμανδρος λίθῳ κίονι προσφερῆ τῶν ἐπι- πέδων.
Ἀναξιμένης τραπεζοειδῆ.
Λεύκιππος τυμπανοειδῆ.
Δημόκριτος δισκοειδῆ τῷ πλάτει, κοίλην δὲ τῷ μέσῳ.”
“Περὶ θέσεως τῆς γῆς.
Οἶ’ ἀπὸ Θαλέω τὴν γῆν μέσην.
Ξενοφάνης πρώτην, εἰς ἄπειρον γὰρ ἐρρι- ζῶσθαι.
Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον· τοῦτο γὰρ εἷναι τοῦ παντὸς ἑστίαν· δευτέραν δὲ τὴν ἀντίχθονα· τρίτην δὲ ἣν οἰκοῦμεν γῆν , ἐξ ἐναντίας κειμένην τε καὶ περιφερομένην τῇ ἀντίχθονι· παρ’ ὁ καὶ μὴ ὁρᾶσθαι ὑπὸ τῶν ἐν τῇδε τοὺς ἐν ἐκείνῃ.
Παρμενίδης πρῶτος ἀφώρισε τῆς γῆς τοὺς οἰκουμένονς τόπους ὑπὸ ταῖς δυσὶ ζώναις ταῖς τροπικαῖς.
‟Περὶ κινήσεως γῆς.
Οἶ’ μὲν ἄλλοι μένειν τὴν γῆν.
Φιλόλαος δὲ ὁ Πυθαγόρειος , κύκλῳ περιφέρερθαι περὶ τὸ πῦρ κατὰ κύκλου λοξοῦ , ὁμοιοτρόπως ἡλίῳ καὶ σελήνῃ.
Ἡρακλείδης ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος κινοῦσι μὲν τὴν γῆν , οὐ μὴν μεταβατικῶς, ἀλλὰ τρεπτικῶς, τροχοῦ δίκην ἐν ἄξονι στρεφομένην, ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς, περὶ τὸ ἴδιον αὐτῆς κέντρον.
Δημόκριτος κατ’ ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν διά τε μικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ τῷ χρόνῳ καὶ βαρυνθεῖσαν καταστῆναι.”
Τούτων καὶ περὶ γῆς διαπεφωνημένων τοῖς γενναίοις ἄκουε καὶ τῶν περὶ θαλάσσης.
“Περὶ θαλάσσης, πῶς συνέστη καὶ πῶς ἐστι πικρά.
Ἀναξίμανδρος τὴν θάλασσάν φησιν εἷναι τῆς πρώτης ὑγρασίας λείψανον· ἧς τὸ μὲν πλεῖον μέρος ἀνεξήρανε τὸ πῦρ, τὸ δὲ ὑπολειφθὲν διὰ τὴν ἔκκαυσιν μετέβαλεν.
Ἀναξαγόρας τοῦ κατ᾿ ἀρχὰς λιμνάζοντος ὑγροῦ περικαέντος ὑπό τῆς ἡλιακῆς πεοιφορᾶς, καὶ τοῦ λιπαοῦ λοιπὸν ὑποστῆναι. εἰς ἁλυκίδα καὶ πικρίαν τὸ λοιπὸν Ἐμπεδοκλῆς.
Ἐμπεδοκλῆς ἱδρῶτα τῆς γῆς ἐκκαιομένης ὑπὸ τοῦ ἡλίου, διὰ τὴν ἐπὶ τὸ πλεῖον πίλησιν.
Ἀντιφῶν ἱδρῶτα τοῦ θερμοῦ, ἐξ οὗ τὸ περιληφθὲν ὑγρὸν ἀπεκρίθη , τῷ καθεψηθῆναι παραλυκίσασα, ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει.
Μητρόδωρος διὰ τὸ διηθεῖσθαι διὰ τῆς γῆς c μετειληφέναι τοῦ περὶ αὐτὴν πάχους, καθάπερ τὰ διὰ τῆς τέφρας ὑλιζόμενα.
Οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ μὲν ἐξ ἀέρος κατὰ περίψυξιν συνιστάμενον γλυκὺ γίνεσθαι , τὸ δὲ ἀπὸ γῆς κατὰ περίκαυσιν καὶ ἐκπύρωσιν ἀναθυμιώμενον ἁλμυρόν.”
Ταῦτα μὲν οὖν καὶ περὶ θαλάσσης. ὅπως δὲ οἱ περὶ τοῦ παντὸς κόσμου οὐρανίων τε πέρι καὶ αἰθερίων καὶ τῆς τῶν ὅλων καταλήψεως φυσιολογεῖν ἐπαγγειλάμενοι οὐδὲ τὰ καθ’ ἑαυτοὺς ᾔδεσαν, μάθοις ἂν ἐξ ὧν καὶ περὶ τούτων ὧδέ πως διαπεφωνήκασιν.
‟Περὶ μερῶν τῆς ψυχῆς.
Πυθαγόρας, Πλάτων’, κατὰ μὲν τὸν ἀνωτάτω λόγον, διμερῆ τὴν ψυχήν· τὸ μὲν γὰρ ἔχειν λογικὸν, τὸ δὲ ἄλογον. κατὰ δὲ τὸ προσεχὲς καὶ ἀκριβὲς τριμέρη· τὸ γὰρ ἄλογον διαιροῦσιν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν.
Οἶ’ Στωϊκοὶ ἐξ ὀκτὼ μερῶν συνεστάναι, πέντε τῶν αἰσθητικῶν, ὁρατικοῦ, ὀσφραντικοῦ, άκουστικοῦ, γευστικοῦ , ἁπτικοῦ· ἕκτου δὲ φωνητικοῦ, ἑβδόμου δὲ σπερματικοῦ , ὀγδόου δὲ αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφ’ οὗ ταῦτα πάντα τέτακται διὰ τῶν οἰκείων ὀργάνων, προσφερῶς ταῖς τοῦ πολύποδος πλεκτά- ναις.
Δημόκριτος, Ἐπίκουρος, διμερῆ τὴν ψυχὴν, τὸ μὲν λογικὸν ἔχουσαν ἐν τῷ θώρακι καθιδρυμένον, τὸ δὲ ἄλογον καθ’ ὅλην τὴν σύγκρισιν τοῦ σώματος διεσπαρμένον.
Ὁ δὲ Δημόκριτος πάντα μετέχειν φύσει ποιᾶς, καὶ τὰ νεκρὰ τῶν σωμάτων· διότι ἀφανῶς τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει, τοῦ πλείονος διαπνεομένου.
“Περὶ τοῦ ἡγεμονικοῦ.
Πλάτων’, Δημόκριτος, ἐν ὅλῃ τῇ κεφαλῇ.
Στράτων ἐν μεσοφρύῳ.
Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει.
Ἡρόφιλος ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ, ἥτις ἐστὶ καὶ βάσις.
Παρμενίδης ἐν ὅλῳ τῷ θώρακι.
Ἐπίκουρος, οἷ Στωϊκοὶ πάντες, ἐν ὅλῃ τῇ καρδίᾳ.
Διογενὴς ἐν τῇ ἀρτηριακῇ κοιλίᾳ τῆς καρδίας, c ἥτις ἐστὶ πνευματική.
Ἐμπεδοκλῆς δὲ ἐν τῇ τοῦ αἵματος συστάσει.
Οἶ’ δ’ ἐν τῷ περικαρδίῳ ὑμένι· οἶ δ’ ἐν τῷ διαφράγματι. τῶν νεωτέρων τινὲς διήκειν ἀπὸ φαλῆς μέχρι τοῦ διαφράγματος.
Πυθαγόρας τὸ μὲν ζωτικὸν περὶ τὴν κὰρ δίαν, τὸ δὲ λογικὸν καὶ νοερὸν περὶ τὴν κεφαλήν.”
Τοσαῦτα μὲν δὴ καὶ τὰ περὶ τῶνδε. ἆρ’ οὖν οὐκ ἐν δίκῃ σοι δοκοῦμεν κρίσει καὶ λογισμῷ τῆς τούτων ἀπάντων ἀνωφελοῦς καὶ πολυπλανοῦς ματαιοπονίας ἀνακεχωρηκέναι, καὶ τῶν μὲν εἰρημένων μηδὲν πολυπραγμονεῖν, μηδὲ γὰρ ὁρᾶν ἐξ αὐτῶν τὸ λυσιτελὲς καὶ αὐτόθεν συντεῖνον πρὸς ὠφέλειαν καὶ ἀγαθοῦ κτῆσιν ἀνθρώποις) μόνης δὲ τῆς ἀμφὶ τὸν πάντων δημιουργὸν θεὸν εὐσεβείας ἔχεσθαι, καὶ διὰ σώφρονος βίου τῆς τε ἄλλης κατ’ ἀρετὴν θεοφιλοῦς πολιτείας ἀρεσκόντως ζῆν σπουδάζειν τῷ πάντων θεῷ;
‟Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν οὔτε ἀνόσιον, οὔτε πράττοντος εἶδεν, λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς τῶν ἀπάντων φύσεως ἢ περὶ τῶν ἄλλων, ὡς οἱ πλεῖστοι, διελέγετο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει, καὶ τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυε.
καὶ πρῶτον μὲν αὐτῶν ἐσκόπει πότερά ποτε νομίσαντες ἱκανῶς ἤδη τὰ ἀνθρώπινα εἰδέναι ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν, ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες, ἡγοῦνται τὰ προσήκοντα πράττειν.
ἐθαύμαζε δὲ, εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν, ἐπεὶ καὶ τοὺς μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ καὶ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους.
τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι· καὶ τοῖς μὲν οὐδ’ ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δὲ οὐδ’ ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν· καὶ τοὺς μὲν οὔθ’ ἱερὸν οὔτε βωμὸν οὔτ’ ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ ξύλα καὶ λίθους τοὺς τυχόντας καὶ θηρία σέβεσθαι. τῶν τε περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἕν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος· καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι , τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν ἅπαντα γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ’ ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτε ἀπολέσθαι.
περὶ μὲν οὖν τῶν ταῦτα πραγματευομένων τοιαῦτα ἔλεγεν· αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων ἀεὶ διελέγετο, σκοπῶν τί εὐσεβὲς, τί ἀσεβές· τί καλὸν, τί αἰσχρόν· τί δίκαιον, τί ἄδικον· τί σωφροσύνη, τί μανία.”
Ταῦτα μὲν οὖν ὁ Σωκράτης. μετὰ δὲ αὐτὸν οἶ περὶ Ἀρίστιππον τὸν Κυρηναῖον , ἔπειθ’ ὕστερον οἱ περὶ Ἀρίστωνα τὸν Χῖον ἐπεχείρησαν λέγειν ὡς δέοι μόνα τὰ ἠθικὰ φιλοσοφεῖν· εἶναι γὰρ δὴ ταῦτα μὲν δυνατὰ καὶ ὠφέλιμα· τοὺς μέντοι περὶ τῆς φύ- σεως λόγους πᾶν τοὐναντίον , μήτε καταληπτοὺς εἰναι μήτ’, εἰ καὶ ὀφθεῖεν, ὄφελος ἔχειν τι.
μηδὲν γὰρ ἡμῖν ἔσεσθαι πλέον , ἀλλ’ οὐδ’ εἰ μετεωρότεροι τοῦ Πέρσεως ἀρθέντες
ὑπέρ τε πόντου χεῦμ’ ὑπέρ τε Πλειάδα,
αὐτοῖς τοῖς ὄμμασι κατίδοιμεν τὸν πάντα κόσμον, καὶ τὴν τῶν ὄντων φύσιν, ἥτις δή ποτέ ἐστιν.
οὐ γὰρ δὴ διά γε τοῦτο φρονιμωτέρους ἢ δικαιοτέρους ἢ ἀνδρειοτέρονς ἢ σωφρονεστέρους ἡμὰς ἔσεσθαι, μὴν οὐδὲ ἰσχυροὺς ἢ καλοὺς ἢ πλουσίους , ὧν χωρὶς οὐχ οἷόν τε εὐδαιμονεῖν.
ὅθεν ὀρθῶς εἶπε Σωκράτης ὅτι τῶν ὄντων τὰ μὲν ὑπὲρ ἡμᾶς εἴη, τὰ δὲ οὐδὲν πρὸς ἡμᾶς. εἶναι γὰρ τὰ φυσικὰ μὲν ὑπὲρ ἡμᾶς, τὰ δὲ μετὰ τὸν θάνατον οὐδὲν πρὸς ἡμὰς, μόνα δὲ πρὸς ἡμὰς τὰ ἀνθρώπινα.
ταύτῃ δὲ καὶ χαίρειν αὐτὸν εἰπόντα τῇ Ἀναξαγόρου καὶ Ἀρχελάου φυσιολογίᾳ ζητεῖν
ὅττι οἱ ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται.
καὶ ἄλλως δὲ εἶναι τοὺς φυσικοὺς λόγους οὐ χαλεποὺς οὐδὲ ἀδυνάτους μόνον, ἀλλὰ καὶ ἀσεβεῖς καὶ τοῖς νόμοις ὑπεναντίους. τοὺς μὲν γὰρ ἀξιοῦν μηδ’ εἶναι θεοὺς τὸ παράπαν, τοὺς δὲ τὸ ἄπειρον, ἢ τὸ ὂν, ἢ τὸ ἴν· καὶ πάντα μᾶλλον ἢ τοὺς νομιζομένους.
τήν τ’ αὖ διαφωνίαν παμπόλλην οὖσαν· τοὺς μὲν γὰρ ἄπειρον ἀποφαίνειν τὸ πᾶν, τοὺς δὲ πεπερασμένον , καὶ τοὺς μὲν ἀξιοῦν ἅπαντα κινεῖσθαι, τοὺς δὲ καθάπαξ μηδέν.
καὶ μὴν εἴ τι καὶ ἄλλο πάντων ἄριστά μοι δοκεῖ περὶ τούτων αὐτῶν ἐν τοῖς Σίλλοις καὶ ὁ Φλιάσιος Τίμων εἰρηκέναι τάδε
τίς γὰρ τούσδ’ ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι;
Ἠχοῦς σύνδρομος ὄχλος. ὁ γὰρ σιγῶσι χολωθεὶς
νοῦσον ἐπ’ ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοί.
ὁρᾷς ὡς ἤδη καὶ ἀλλήλους σκώπτουσιν οἱ γενναῖοι; τὴν γοῦν πρὸς ἀλλήλους φιλονεικίαν αὐτῶν τάς τε μάχας καὶ τὰς διαστάσεις ἔτι πρὸς τοῖς εἰρημένοις ὁ δηλωθεὶς ἀνὴρ τοῦτον ὑπογράφει τὸν τρόπον
φοιτᾷ δὲ βροτολοιγὸς ἔρις, κενεὸν λελακυῖα,
νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος,
ἥ τ’ ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειτα
ἔς τε βροτοὺς στήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει.
τὰ δὲ τῆς ἐντελεστέρας πραγματείας, τῆς κατὰ τὴν Εὐαγγελικὴν Ἀπόδειξιν, ἤδη λοιπὸν ἐπισκεπτέον ἀφ’ ἑτέρας λόγων ἀρχῆς , τῆς δὴ λειπούσης τῷ προβλήματι, τὴν διδασκαλίαν ποιησομένοις.
λείπει δ’ ἄρα πρὸς τοὺς ἐκ περιτομῆς ἐπιμεμψαμένους ἀποκρίνασθαι , τί δή ποτε άλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα, μηδὲν ἡμῖν, ὡς ἂν αὐτοὶ φαῖεν, προσηκούσαις· ἢ τί δὴ τὰ παρ’ αὐτοῖς ἀσπαζόμενοι λόγια οὐχὶ καὶ τὸν βίον ἀκόλουθον τῷ παρ’ αὐτοῖς παρέχομεν νόμῳ.
Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Eusebii Caesaerensis Opera edited by Wilhelm Dindorf (Leipzig, Teubner: 1867)), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.
Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.
