Menu

Demonstratio Evangelica (Greek, part 1 of 2)

The Greek text of Demonstratio Evangelica. This page has 6 section groups and about 93,708 words. Each row carries its standard reference.

The age of Nicaea c. AD 260–339 Eusebius of Caesarea Greek original 6 chapters Greek text: CC BY-SA 4.0
Show:
GreekOpen Greek and Latin text
Contents (6)
  1. Book 1: Βιβλιον Πρωτον
  2. Book 2: Βιβλιον Δευτερον
  3. Book 3: Βιβλιον Tpiton
  4. Book 4: Βιβλιον Tεταρτον
  5. Book 5: Βιβλιον Πεμπτον
  6. Book 6: Βιβλιον Ekton
Book 1: Βιβλιον Πρωτον

Ἴδοὺ δή σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε ἱερὲ θεοῦ ἄνθρωπε, σὺν θεῷ καὶ σὺν αὐτῷ γε τῷ σωτῆρι ἡμῶν τῷ τοῦ θεοῦ λόγῳ μετὰ τὴν πρώτην Προπαρασκευὴν τῆς Εύαγγελικῆς ὑποθέσεως, ἐν ὅλοις πεντεκαίδεκα συγγράμμασι διαπεπονημένην ἡμῖν, μέγα τοῦτο πρὸς ἡμῶν ἐξανύεται. δέχου δῆτα, ὦ φίλη κεφαλὴ, τὴν αἴτησιν, καὶ ταῖς εὐχαῖς ἡμῖν συμπόνει τὴν Εὐαγγελικὴν Ἀπόδειξιν ἤδη λοιπὸν ἐκ τῶν ἀνέκαθεν παρ’ Ἑβραίοις ἀνακειμένων προρρήσεων παραστήσασθαι πειρωμένοις.

πῶς δὴ καὶ τίνα τρόπον; τοὺς θεοφιλεῖς ἐκείνους, οἶσθα δήπου τοὺς βοωμένους παρὰ τοῖς ἀνδράσι, Μωσέα δὴ λέγω καὶ τοὺς μετ’ αὐτὸν ἐκλάμψαντας θεοπρεπεῖς καὶ τοὺς μακαρίους προφήτας τε καὶ ἱεροφάντας, μάρτυσιν ἀποχρώμενοι ^ ἐξ αὐτῶν τ’ ἐπιδεικνύναι προῃρημένοι τὰ μακροῖς ὕστερον αἰῶσιν εἰς φῶς ἐλθόντα, καὶ διὰ τῆς τοῦ σωτῆρος εὐαγγελικῆς ἀποδείξεως πραγματευ- θέντα, τά τεκαθ’ ἡμὰς αὐτοὺς εἰσέτι νῦν πρὸ ὀφθαλ- μῶν συντελούμενα θείῳ πνεύματι προειληφότας, ὡς ἂν παρόντα τὰ μὴ παρόντα καὶ τὰ μηδέπω μηδαμῶς ὄντα ὡς ἐναργῶς ὄντα κατωπτευκότας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοῖς μετέπειτα διὰ γραφῆς τὰ μέλ- λοντά ποτε ἔσεσθαι προμεμηνυκότας ^ ὥστε ἤδη καὶ ἑτέρους ἐξ αὐτῶν εἰδέναι τε καὶ γνωρίζειν τὸ μέλλον δύνασθαι, ὁσημέραι τε προσδοκᾶν τῶν λογίων τὰ ἀποτελέσματα

ποῖα δὲ ταῦτα; μυρία μὲν ἂν εἴη, καὶ ἄλλα παντοῖά τε καὶ περὶ πάντων, κοινῶν τε καὶ τῶν ἀνὰ μέρος, καθ’ ἕκαστόν τε ἄνδρα καὶ περὶ τῶν καθόλου, ἰδίως τε ἀμφὶ τῶν καθ’ Ἐβραίους π·ραγ- μάτων, καὶ αὖ πάλιν περὶ τῶν ἔξωθεν ἐθνῶν, οἶον δὴ πόλεων ἀναστάσεις, καιρῶν τε ἀλλαγὰς καὶ πραγμάτων μεταβολὰς, μελλόντων τε ἀγαθῶν παρουσίας, καὶ τῶν ἐναντίων ἐπιφορὰς, ἀνδραποδισμοὺς ἐθνῶν, πόλεων πολιορκίας, τῶν καθόλου βασιλείων μεταστά- μεταστάσεις τε καὶ καταστάσεις καὶ ἄλλα μυρία περὶ τῶν ἔσεσθαι μακροῖς ὕστερον χρόνοις μελλόντων προεκή- ρυττον.

ἀλλ’ οὐ τούτων ὅ γε παρὼν καιρὸς τὸν ἔλεγχον ἡμᾶς ἀπαιτεῖ παραστήσασθαι, τὰ πολλὰ δὲ εἰσαῦθις ὑπερθεμένους, ἐκ τῆς τῶν παρατεθησομένων ἀληθείας ἠρέμα καὶ τῶν ἀποσεσιωπημένο,ν τὴν ἀπόδειξιν πιστώσεται.

Τινα τοίνυν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐκ τῶν προφητικῶν προρρήσεων εἰς τὴν εὐαγγελικὴν ἀπό- δεῖξιν εὖ ἂν ἔχοι συντελεῖν καιρὸς ἂν εἴη λέγειν.

Χριστὸν ὀνομαστὶ καὶ θεοῦ λόγον ^ αὐτόν τε θεὸν καὶ κύριον, καί τινα μεγάλης βουλῆς ἄγγελον ἐπιδη- μήσειν ποτὲ εἰς ἀνθρώπους ἔφασαν, πάντων τε τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν Ἑλληνικῶν τε καὶ βαρβάρων διδάσκαλον ἀληθοῦς θεογνωσίας καὶ τῆς εἰς τὸν τῶν ὅλων δημιουργὸν θεὸν εὐσεβείας κατα- στήσεσθαι, fi τὸ εὐαγγελικὸν περιέχει κήρυγμα· καὶ τοῦτον αὐτὸν παιδίον ἔσεσθαι, καὶ υἱὸν ἀνθρώπου κληθήσεσθαι, γένος τε ὅθεν κατάξει, καί τινα ξένον ἐκ παρθένου τρόπον αὐτοῦ τῆς ἀποτέξεως, καὶ τό γε παραδοξότατον, ὅτι μὴ πᾶσι τοῖς ἐκ περάτων γῆς εἰσέτι σήμερον ἐπὶ θέαν σπεύδουσι βοώμενον τῆς ἐν Βηθλεὲμ γενέσεως αὐτοῦ χωρίον σιωπῇ δόντες παρῆλθον, ἀλλὰ καὶ τοῦτο λευκοῖς ὀνόμασιν ἐξεβόησαν, ὥσπερ οὖν καὶ τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ, καθ’ οὓς ἀκριβῶς οὗτος ἐπεδήμει τῷ βίῳ, ὥσπερ φθάσαντες οἱ αὐτοὶ διὰ τῶν πραγμάτων ἐθέσπισαν.

πάρεστι δέ σοι μετὰ χεῖρας ἀναλαβόντι τὴν σπουδὴν ἐν ὀφθαλμοῖς ἰδεῖν ἐν ταῖς δηλουμέναις προφη- τικαῖς προρρήσεσι πάσας ὁμοῦ περιεχομένας τὰς ὑπὸ τῶν θεσπεσίων εὐαγγελιστῶν μαρτυρουμένας αὐτοῦ δὴ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παραδό- ξουςθαυματουργίας, καὶ τὰ ἐνθέους αὐτοῦ καὶ παναρἐτους περὶ τῆς ἀληθοῦς εὐσεβείας διδασκαλίας.

καὶ τί δεῖ θαυμάζειν, ὅτε καὶ τὸν νέον τῆς εὐσε- βείας τρόπον τὸν πρὸς αὐτοῦ πᾶσιν ἀνθρώποις κατηγ- κατηγγελμένον διαρρήδην ἀνακηρύττουσι, κλῆσίν τε μαθη- τῶν αὐτοῦ καὶ καινῆς διαθήκης διδασκαλίαν.

ναὶ so μὴν ἐπὶ τούτοις καὶ τὰς Ἰουδαίων εἰς αὐτὸν ἀπιστίας καὶ ἀντιλογίας ἀρχόντων τε ἐπαναστάσεις, διδασκά- διδασκάλων φθόνους, ἑνὸς μαθητοῦ προδοσίαν, ἐχθρῶν διαβολὰς, συκοφαντῶν κατηγορίας, δικαστῶν κατακρίσεις, ὕβρεις ἀτίμους, μάστιγας ἐκτόπους, δυσφήμους λοιδορίας, ἐπὶ πᾶσι τὸν ἐπονείδιστον θάνατον, αὐτοῦ τε ἐπὶ τούτοις σιωπὴν θαυμάσιον, πραότητά τε καὶ καρτερίαν 5 ἀμήχανόν τε ὅσην ὑπομονὴν καὶ ἀνεξικακίαν.

ταῦτα δὲ πάντα ἄντικρυς περὶ ἑνὸς ἐν ὑστάτοις ποτὲ χρόνοις ἥξοντος καὶ τοιαῦτα ἐν ἀνθρώποις πεισομένου σαφῶς δι’ ὧν προειλήφασι τὰ παλαίτατα Ἑβραίων παρίστησι λόγια, ἐπιμαρτυρούμενα τὴν μετὰ θάνατον ἐκ νεκρῶν ἀναβίωσιν τοῦ δηλουμένου, τὴν τοῖς αὐτοῦ μαθηταῖς φανέρωσιν, τὴν τοῦ θείου πνεύματος εἰς αὐτοὺς μετάδοσιν, τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ, τὴν πατρὸς ἕνθρονον βασιλείας ἵδρυσιν, τὴν ἐπὶ συντελείᾳ τοῦ βίου δεντέραν αὖθις ἐσομένην ἔνδοξον αὐτοῦ παρουσίαν.

ἐπὶ πᾶσι τούτοις θρήνους ἀκούσῃ καὶ ὀλοφυρμοὺς ἑκάστου τῶν προφητῶν διαφόρως ὀλοφυρομένου καὶ ἀποκλαιομένου ὅσα τὸ Ἰουδαίων ἔθνος τῆς εἰς τὸν προκηρυχθέντα δυσσεβείας ἕνεκα μετελεύσεσθαικακὰ ἔμελλεν, ὡς τὸ βασίλειον αὐτῶν ἄνωθεν ἐκ πατέρων εἰς ἐκείνους διαρκέσαν τοὺς καιροὺς παντελῆ καθαίρεσιν μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν αὐτῶν ὑπομενεῖ, ὡς οἶ πάτριοι αὐτῶν νόμοι καταλυθήσονται, ὡς τῆς παλαιᾶς θρησκείας αὐτῶν ἀποστερήσονται, ὡς τῆς ἐκ προγόνων αὐτονομίας ἐκπεσοῦνται, ὡς ἀντ’ ἐλευθέρων δοῦλοι τῶν ἐχθρῶν καταστήσονται, ὡς ἡ βασιλικὴ μητρόπολις αὐτῶν πυρίκαυστος γενήσεται, ὡς τὸ σεμνὸν αὐτῶν καὶ ἁγνὸν ἱερὸν ἐμπρησμὸν καὶ ἐσχάτην ἐρημίαν ὑπομενεῖ, ὡς ἀντὶ τῶν πάλαι οἰκητόρων ὑπὸ ἀλλοφύλων ἐθνῶν ἡ πόλις αὐτῶν κατοικισθήσεται, κισθήσεται, ὡς εἰς πάντα τὰ ἔθνη καθ’ ὅλης οἰκουμένης διασπαρήσονται, ὡς οὐκέτ’ αὐτοῖς ἡ τῶν κακῶν παῦλα οὐδέ τις ἀνάπνευσις τῶν συμφορῶν ἐλπισθήσεται, ἃ καὶ τυφλῷ, φασὶ, δῆλα, εἰσέτι νῦν τὴν τῶν λόγων ὄψιν αὐτοῖς ἔργοις ἐνδείκνυται, ἐκ πρώτης αὐτῆς ἡμέρας ἐξ ἧς ἀθέους ἤραντο κατὰ Χριστοῦ χεῖρας τὴν τῶν κακῶν ἀρχὴν εἰς ἑαυτοὺς ἐπισπώμενοι.
οὐκ ἦν δ’ ἄρα τοῖς θεσπεσίοις ἀνδράσιν ἐπὶ σκυθρωποῖς τὰ τῶν προρρήσεων ἱστάναι, οὐδὲ μέχρι τῶν λυπηρῶν ἐπιτείνεσθαι τὴν πρόγνωσιν, ἀλλὰ γὰρ εἰς τὸ φαιδρὸν μεταβάλλοντες αὖθις ἀγαθῶν ἀγγελίας ἀθρόως ἅπασιν ἀνθρώποις ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ προεκήρυττον, ἀντὶ τῆς ἑνὸς ἔθνους ἀποβολῆς βολῆς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων θεογνωσίαν εὐαγγελιζόμενοι, καὶ δαιμόνων ἀποφυγὴν, ἀγνωσίας τε καὶ πλάνης ἀπαλλαγὴν, φωτός τε καὶ εὐσεβείας ἀνάλαμψιν, καὶ ὡς οἱ τοῦ Χριστοῦ μαθηταὶ τὸν πάντα κόσμον τῆς αὐτοῦ διδασκαλίας ἐμπλήσουσιν, ὅπως τε εἰς πάντας ἀνθρώπους τὸ εὐαγγέλιον αὐτῶν κηρυχθήσεται καινόν τινα καὶ ξενίζοντα τρόπον εὐσεβείας περιέχον, καὶ ὡς ἐκκλησίαι Χριστοῦ δι’ αὐτῶν ἐν ὅλοις τοῖς ἔθνεσι συστήσονται, καὶὡς ἑνὸς ὁ Χριστιανῶν λαὸς καθ’ ὅλης τῆς οἰκουμένης ὀνομασθήσεται, καὶ ὡς αἱ τῶν κατὰ χρόνους ἀρχόντων τε καὶ βασιλέων κατὰ τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἐπαναστάσεις οὐδὲν εἰς τὸ καθελεῖν αὐτὴν, ὡς ἂν ὑπὸ τοῦ θεοῦ κραταιουμένην, ἰσχύσουσι.
τοσούτων διὰ τῶν καθ’ Eβραίους θεολόγων ἀναπεφτονημένων καὶ εἰς δεῦρο πᾶσιν εἰς φανερὸν τὰς ἐκβάσεις ἐπιδεικνυμένων, τίς οὐκ ἂν τὸ ἔνθεον ἀποθαυμάσειρ τῶν ἀνδρῶν; τίς δ’ οὐχὶ τῆς κατ’ αὐτοὺς θεοσεβείας καὶ φιλοσοφίας τὰ μαθήματά τε καὶ τὰ δόγματα κύρια καὶ ἀληθῆ εἶναι ὁμολογήσει, τὴν ἀπόδειξιν παρεχόμενα οὐκ ἐν λέξεσι κεκομψευμέναις, οὐδ’ ἐν δεινό- τητι λόγων, ἢ κακοτέχνοις ἀπάταις συλλογισμῶν, ἐν ἁπλῇ δὲ καὶ ἀπανούργῳ διδασκαλίᾳ, ἧς τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς ἀληθείας ἡ τῶν θεσπεσίων αὐτῶν ἐκείνων ἀνδρῶν ἀρετή τε καὶ θεογνωσία παρίστησιν ;
οἶ γοῦν τὰ μακροῖς αἰῶσιν ὕστερον εἰς φῶς ἐλθοντα πόρρωθεν μυρίοις ἄνωθεν χρόνοις οὐκ άνθρω- πίνῳ, θείῳ δὲ πνεύματι κατοπτεῦσαι δεδυνημένοι, πῶς οὐκ ἄξιοι ἂν εἶεν καὶ περὶ ὧν τοὺς φοιτητὰς ἐξεπαίδευον δογμάτων πιστεύεσθαι; εὖ μὲν οὖν οἶδα ἀκριβῶς ὅτι πρόχειρον ἅπασι τοῖς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν ὡς ἂν αὐτὸν ἀληθῶς ὄντα τὸν Χριστὸν τοῦ θεοῦ γνησίως παραδεδεγμένοις, πρῶτον μὲν πείθειν αὐτοὺς δοκεῖν ὅτι μὴ ἄλλως εἰς αὐτὸν πεπιστεύκασιν ἢ ταῖς περὶ αὐτοῦ προφητικαῖς μαρ- τυρίαις ἀκολούθως· ἔπειτα τοῦτ’ αὐτὸ καὶ πᾶσιν, οἷς ἂν εἰς λόγους καταβαίνοιεν, προβάλλεσθαι, μὴ μὴν ῥᾳδίως τὸ ἐπάγγελμα πιστοῦσθαι ταῖς ἀποδείξεσι δύνασθαι.
ὅθεν ἀναγκαίως ἐπὶ τοῦτ’ αὐτὸς παρελθὼν, σὺν θεῷ βοηθῷ, κατὰ τὰ ἐπηγγελμένα τὴν ἐντελῆ πάσης τῆς Εὐαγγελικῆς Ἀποδείξεως πραγματείαν ἐξ αὐτῶν ἐκείνων τῶν παρ’ Ἑβραίοις θεολόγων παραστήσασθαι πειράσομαι. σπουδαιολογεῖται δέ μοι ἡ γραφὴ οὐχ, ὡς ἄν τις φαίη, κατὰ Ἰουδαίων, ἄπαγε, πολλοῦ γε καὶ δεῖ, πρὸς αὐτῶν μὲν οὖν, εἰ εὐγνωμονοῖεν, τυγχάνει· συνίστησι γὰρ τὰ μὲν Χριστιανῶν διὰ τῆς ἀνέκαθεν προρρήσεως ἐπιμαρτυρίας, τὰ δ’ ἐκείνων διὰ τῆς τῶν παρ’ αὐτοῖς προφητειῶν ἀποτελεσματικῆς συμπληρώσεως.
ἁρμόσειε δ’ ἂν καὶ παισὶν Ἑλλήνων, εἰ εὐγνωμονοῖεν, διὰ τῆς παραδόξου τῶν μελλόντων προγνώσεως, τῆς τε τῶν πραγμάτων κατὰ τἀς προρρήσεις ἐκβάσεως, ὁμοῦ μὲν τὸ ἔνθεον καὶ ἀψευδὲς τῆς καθ’ ἡμᾶς ἀληθείας ἐπιδεικνυμένη, ὁμοῦ δὲ καὶ τὰς τῶν ψευδηγόρων γλώττας ἐπιστομίζουσα διὰ τῆς λογικω- τέρας ἀποδείξεως, ἧς οὐδαμῶς ἡμῖν οἱ συκοφάνται μετεῖναι διατείνονται, εὖ μάλα ὁσημέραι ταῖς καθ’ ἡμῶν διατριβαῖς κατὰ κράτος ἐπεντριβόμενοι. οὐδὲν γοῦν ἡμᾶς δύνασθαί φασι δι’ ἀποδείξεως παρέχειν, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας.

καὶ πρὸς οὑν τὴν τοιαύτην διαβολὴν οὐκ ἂν γένοιτο ἡμῖν ἄλογος ἡ παροῦσα πραγματεία, ναὶ μὴν καὶ τῶν ἀθέων αἱρέσεων τὰς κατὰ τῶν θείων προφητῶν ψευδοδοξίας τε καὶ βλασφημίας ἀπελέγξει διὰ τῆς πρὸς τὰ νέα τῶν παλαιῶν συμφωνίας.

τὴν μὲν οὖν μακροτέραν καὶ διεξοδικὴν τῶν προφητικῶν φωνῶν ἑρμηνείαν τανῦν ὁ λόγος ὑπερθήσεται, τοῖς βουλομένοις τούτων ἐξετάζειν καταλιπὼν, οἱ οἶοί τ’ ἂν εἶεν εἰπεῖν τὸν τρόπον, διδασκάλῳ δὲ χρώμενος παραγγέλματι θείῳ φάσκοντι “ κεφαλαίωσον ἐν ὀλίυοις πολλά” τοῦτο ζηλῶσαι φιλοτιμήσεται, αὐτὸ μόνον ἀφορμὰς τῆς εἰς τόπους θεωρίας καὶ τῶν εἰς τὸ προκείμενον κατεπειγόντων τὴν εἰς τὸ σαφὲς ἑρμηνείαν παραθησόμενος.

Ἅλις μὲν δὴ προοιμίων · ἤδη δὲ καὶ τῶν ἀποδείξεων ἄρξομαι. ἐπειδὴ πολὺς ἦν ἐπιρρέων καθ’ ἡμῶν ὁ τῶν συκοφαντῶν ὄχλος, μηδὲν δύνασθαι φάσκων δι’ ἀποδείξεων ἐναργὲς ἀληθείας παρέχειν δεῖγμα,. πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας, τούτους δὲ καὶ πείθειν οὐδὲν πλέον ἢ σφὰς αὐτοὺς θρεμμάτων ἀλόγων δίκην μύσαντας εὖ καὶ ἀνδρείως ἕπεσθαι δεῖν ἀνεξετάστως ἅπασι τοῖς παρ’ ἡμῶν λεγομένοις, παρ’ ὃ καὶ πιστοὺς χρηματί- ζεῖν τῆς ἀλόγου χάριν πίστεως, εἰκότως διελὼν τὰς καθ’ ἡμῶν διαβολὰς ἐν τῇ Προπαρασκευῇ τοῦ παν- τὸς λόγου πρώτην μὲν τὴν τῶν πολυθέων ἐξεθέμην ἐθνῶν, ἐπεγκαλούντων ἡμῖν ὅτι δὴ τῶν πατρίων θεῶν ἀποστάται κατέστημεν, ἐπὶ μέγα φαμένων τε ὅτι τὰ βάρβαρα τῶν Ἑλλήνων προτετιμήκαμεν, τὰ παρ’ Ἑβραίοις ἀσπασάμενοι λόγια ’

δευτέραν δὲ τὴν αὐτῶν Ἰουδαίων κατηγορίαν, δι’ ἧς καὶ αὐτοὶ δόξαιεν ἂν ἡμῖν ἐνδίκως ἐπιμέμφεσθαι, ὅτι δὴ ταῖς αὐτῶν γραφαῖς καταχρώμενοι οὐ τὸν ὅμοιον αὐτοῖς μέτιμεν τοῦ βίου τρόπον.

τούτων δ’ οὕτως ἡμῖν διευκρι- νημἐνων πρὸς μὲν τὴν πρώτην, ὡς οἷόν τε ἦν, διὰ Εὐαγγελικῆς Προπαρασκευῆς ἀπηντήσαμεν,ἙA·λη- νες μὲν εἶναι τὸ πρὶν ὁμολογήσαντες καὶ ἐξ ἑτέρων ἐθνῶν τὰ Ἑλλήνων πεφρονηκότες, ἐκ πατέρων τε τῇ πολυθέῳ πλάνῃ δεδουλωμένοι, οὐ μὴν μέντοι ἀλόγῳ καὶ ἀνεξετάστῳ ὁρμῇ, κρίσει δὲ καὶ σώφρονι λογισμῶ μετατιθέμενοι, τήν τε περὶ τὰ Ἑβραίων λόγια σπου- δὴν κεκριμένως ἡμῖν καὶ εὐλόγως γεγενημένην παρα- στήσαντες.

πρὸς δὲ τὴν δευτέραν ὥρα νῦν φρά- ξασθαι καὶ τὸ λεῖπον ἐπελθεῖν σκέμμα· τοῦτο δ’ ἦν πρὸς τοὺς ἐκ περιτομῆς ^ οὔπω καὶ νῦν ἐξητασμένον, ἐνταῦθα δέ που κατὰ καιρὸν ἐν τοῖς σπουδαζομένοις τῆς Εὐαγγελικῆς Ἀποδείξεως ἀναπληρωθησόμενον.

φέρε οὖν τὸν ἁπάντων Ἰουδαίων τε καὶ Ελλήνων θεὸν δι’ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι πρῶτον ἐκεῖνο διασκεψώμεθα, τίς ὁ τρόπος τυγχάνει τῆς καθ’ ἡμᾶς αὐτοὺς θεοσεβείας· ἐν ταὐτῷ δὲ καὶ τῶν ἐπιζητουμένων ἁπάντων ἐπιθήσομεν τὰς λύσεις.

Εἴρηται μὲν ἤδη καὶ πρότερον ἐν τῇ ρασκευῇ ὡς ὁ Χριστιανισμὸς οὔτε Ἑλληνισμός τίς ἐστιν οὔτε Ἰουδαἰ·σμὸς ^ οἰκεῖον δέ τινα φέρων χαρακτῆρα θεοσεβείας, καὶ τοῦτον οὐ νέον οὐδὲ ἐκτετοπισμένον, ἀλλ’ εὖ μάλα παλαίτατον καὶ τοῖς πρὸ τῶν Μωυσέως χρόνων θεοφιλέσιν ἐπ’ εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ μεμαρτυρημένοις συνήθη καὶ γνώριμον. πλὴν ἀλλὰ καὶ νῦν ἐπιθεωρήσαντες τί ποτ’ ἐστὶν ὅ τε Ἑλληνισμὸς καὶ Ἰουδαϊσμὸς σκεψώμεθα ποτέρῳ τούτων ὑπηγμένους τοὺς πρὸ Μωυσέως θεοφιλεῖς ἄνδρας πρὸς αὐτοῦ Μωυδέως θεοφιλεῖς καὶ ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένους εὕροιμεν ἄν.

τὸν μὲν Ἰουδαἱσμὸν εὐλόγως τις ἂν ὀνομάσειε τὴν κατὰ τὸν Μωυσέως νόμον διατεταγμένην πολιτείαν, ἑνὸς ἐξημμένην τοῦ ἐπὶ πάντων θεοῦ, τὸν δὲ Ἑλληνισμὸν, ὡς ἐν κεφαλαίῳ φάναι, τὴν κατὰ τὰ πάτρια τῶν ἐθνῶν ἁπάντων εἰς πλείονας θεοὺς δεισιδαιμονίαν.

τί οὖν φήσαιμεν ἂν περὶ τῶν πρὸ Μωυσέως καὶ πρὸ τοῦ ΙουδαΪσμοῦ θεοφιλῶν ἀνδρῶν, ὧν ὁ μωυσῆς ἐμνημόνευσεν, οἷον περὶ Ἐωὼχ, ᾧ μαρτυρεῖ λέγων “ εὐηρέστησε δὲ Ἐνὼχ τῷ θεῷ, ” καὶ περὶ τοῦ Νῶε, περὶ οὗ πάλιν φησὶ “Νῶε δὲ ἦν ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ, ” περί τε τοῦ Σῆμ’ καὶ τοῦ Ἰάφεθ, περὶ ὧν ταῦτα ἀναγράφει “ εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σῆμ’, καὶ πλατύναι ὁ θεὸς τῷ ‘Ιάφεθ.”

καὶ ἔτι πρὸς τούτοις περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ, οἷς καὶ τὸν Ἰὼβ συναριθμεῖν εὔλογον, λόγον καὶ καὶ εἴ τινες ἄλλοι τὸν ἐμφερῆ τούτοις ἐξήλωσαν βίον; ἆρά γε Ἰουδαίους αὐτοὺς χρῆναι γεγονέναι ἢ Ἐλληνας; ἀλλὰ γὰρ Ἰουδαῖοι μὲν οὐκ ἂν εὐλόγως λεχθεῖεν, μήπω τῆς Μωυσέως παρεισχθείσης τῷ βίῳ νομοθεσίας.

εἰ γὰρ Ἰουδαϊσμὸς οὐδὲν (18) ἦν ἕτερον ἢ ἡ κατὰ Μωυσέα πομπεία, Μωυσῆς δὲ μακροῖς ὕστερον χρόνοις τῶν εἰρημένων πέφηνε, δηλον ὡς οὐκ ἂν εἶεν Ἰουδαῖοι οἱ πρὸ τῶν αὐτοῦ χρόνων ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένοι. ἀλλ’ οὐδὲ Ἕλληνας προσήκει νομίζειν αὐτοὺς, μὴ xfj πολυθέῳ δεισιδαιμονίᾳ κεκρατημένους.

ὅ τε γὰρ Ἀβραὰμ καταλεῖψαι τελέως λέγεται οἶκον πατρῷον καὶ συγγένειαν καὶ ἐνὶ μόνῳ προσεσχηκέναι θεῷ, ὃν καὶ ὁμολογεῖ φάσκων “ ἐκτενῶ πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.”

ὅ τε ‘Ιακὼβ άναγέγραπται παρὰ τῷ Μωυσεῖ φήσας τῷ οἴκῳ καὶ πᾶσι τοῖς αὐτοῦ ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς βεθὴλ, καὶ ποιήσομεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ' ἐμοῦ καὶ ἔσωσέ με ἐν τῇ ὁδῷ ἡ ἐπορεύθην. καὶ ἔδωκαν τῷ Ιακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἤσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ ἔκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἴως τῆς σήμερον ἡμέρας.”

Εἰ δὴ οὖν καὶ τῆς εἰδωλολάτρου πλάνης ἀλλότριοι καθεστήκεσαν, καὶ Ἰουδαϊσμοῦ δὲ ἐκτὸς γεγονότες ἀπεδείχθησαν, ὅμως γε μὴν οὔτε Ἕλληνες οὔτε Ἰουδαῖοι φύντες θεοφιλεῖς γεγονέναι μεμαρτύρηνται καὶ δίκαιοι καὶ εὐσεβεῖς, εἰ καί τινες ἄλλοι, ὥρα τρίτον ἐπινοεῖν θεοσεβείας τρόπον, δι’ οὑ κατορθῶσαι εἰκὸς ἢν αὐτούς.

σκόπει τοιγαροῦν εἰ μὴ τοῦτ’ αὐτὸ ἦν τὸ μεταξὺ Ἰουδαϊσμοῦ καὶ Ἑλληνισμοῦ τρίτον ἡμῖν ἀποδεδειγμένον τάγμα, παλαίτατον μὲν καὶ πάντων τυγχάνον πρεσβύτατον, νεωστὶ δὲ διὰ τοῦ ἡμετέρου σωτῆρος πᾶσι τοῖς ἔθνεσι κατηγ- γελμένον.

καὶ τοῦτ’ ἂν εἴη ὁ ριστιανισμὸς, οὔτε Ἑλληνισμός τις ὢν οὔτε Ἰουδαϊσμὸς, ἀλλὰ τὸ μεταξὺ τούτων, παλαίτατον εὐσεβείας πολίτευμα, καὶ ἀρχαιοτάτη μέν τις φιλοσοφία, πλὴν ἀλλὰ νεωστὶ πᾶσιν ἀνθρώποις τοῖς καθ’ ὅλης τῆς οἰκουμένης νενομοθετημένη· ὥστε τὸν ἐξ Ἑλληνισμοῦ ἐπὶ τὸν Χριστιανισμὸν μετατιθέμενον οὐκ ἐπὶ Ἰουδαϊσμὸν ἐκπίπτειν, οὐδ’ αὖ πάλιν ἐκ τῆς Ἰουδαϊκῆς ἐθελοθρησκείας ἀναχωροῦντα εὐθύς Ἕλληνα γενέσθαι, τὸν δὲ ἐξ ἑκατέρου τάγματος, ἔκ τε Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ, μεθιστάμενον ἐπὶ τὸν μέσον παριέναι νόμον τε καὶ βίον τὸν τῶν πάλαι θεοφιλῶν καὶ δικαίων ἀνδρῶν, ὃν ὁ σωτὴρ καὶ κύριος ἡμῶν μακρὸν ἐφησυχάσαντα χρόνον αὖθις ἀνενεώσατο ἀκολούθως τοῖς αὐτοῦ Μωυσέως καὶ τῶν λοιπῶν προφητῶν περὶ τούτων αὐτῶν θεσπίσμασιν.

ἐν γοῦν τοῖς πρὸς τὸν Ἀβραὰμ χρησμοῖς αὐτὸς ὁ Μωυσῆς ἀναγράφει θεσπίζων ὡς ὅτι μελλήσουσιν ἐν ὑστέροις ποτὲ χρόνοις οὐχ οἱ τοὐ Ἀβραὰμ ἀπόγονοι, οὐδ’ οἱ ἐκ σπέρματος αὐτοῦ Ἰουδαῖοι, ἀλλὰ γὰρ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ πάντα τὰ ἔθνη ἐπὶ τῷ ὁμοίῳ τρόπῳ τῆς τοῦ Ἀβραὰμ θεοσεβείας εὐλογίας παρὰ θεοῦ καταξιωθήσεσθαι.

γράφει δὲ οὕτως καὶ εἶπε κύριος τῷ Ἀβραὰμ, ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογμένος, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἶ φυ- λαὶ τῆς γῆς.” καὶ πάλιν ὁ θεὸς εἶπε ô μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ δὲ γενόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.”

Πῶς δ’ ἂν ἔμελλον τῷ Ἀβραὰμ ἐνευλογηθήσεσθαι πάντα τὰ ἔθνη καὶ πᾶσαι αἶ φυλαὶ τῆς γῆς, εἰ μηδέν τι προσήκοντες ὑπῆρχον αὐτῷ, μήτε κατὰ ψυχῆς τρόπον μήτε κατὰ σώματος συγγένειαν; τῆς τε γὰρ κατὰ σάρκα συγγενείας τίς ἦν πρὸς τὸν Ἀβραὰμ συγγένεια Σκύθαις, φέρε εἰπεῖν, ἢ Αἰγυπτίοις, ἡ Αἰθίοψιν, ἢ Ἰνδοῖς, ἢ Βρεττανοίς, ἢ Ἰσπανοῖς ; ἢ πῶς ἂν ταῦτα τὰ ἔθνη καὶ τὰ ἔτι τούτων ἀπῳκισμένα τῆς πρὸς τὸν Ἀβραὰμ κατὰ σάρκα συγγενείας γενείας χάριν ἔμελλον εὐλογηθήσεσθαι;
ἀλλ’ οὐδὲ τῆς κατὰ ψυχὴν εὐλογίας εἰκὸς ἦν κοινωνήσειν τῷ Ἀβραὰμ πάντα τὰ ἔθνη. πῶς γὰρ, ὅτε τὰ μὲν αὐτῶν τῶν ἐκθέσμοις μητρογαμίαις καὶ θυγατρομιξίαις, τὰ δ’ ἀκολάστοις ὁμιλίαις ἀρρένων πρὸς ἄρρενας ἀνεφύρετο, φύρετο, τὰ δὲ τὴν εὐσέβειαν ἐν ἀνθρωποθυσίαις καὶ ζῴων ἀλόγων θεοποιίαις, ἀψύχου τε ὕλης ἱδρύμασι, καὶ πνευμάτων πολυπλανῶν δεισιδαιμονίαις ἀνετίθετο, τὰ ’δε ζῶντας κατακαίειν τοὺς γεγηρακότας, τὰ δὲ περὶ τοὺς φιλτάτους παραδιδόναι, τὰ δὲ καὶ νεκρῶν ἀπογεύεσθαι καλὸν εἶναι καὶ εὐσεβὲς ἡγεῖτο;
πῶς οὖν τοὺς ἐν τῷ τοιούτῳ θηριώδει βίῳ προηγμένους τῆς τοῦ θεοφιλοῦς μετασχεῖν οἷόν τε ἦν εὐλογίας, εἰ μήποτ’ ἄρα τῆς θηριωδίας μεταβαλόντες τοῦ ὁμοίου τρόπου τῆς τοῦ Ἀβραὰμ θεοσε- βείας ἤμελλόν ποτε μεταλήψεσθαι; ἐπεὶ κἀκεῖνος, ἀλλοεθνής τις ὢν καὶ ἀλλότριος ἧς ὕστερον μετῆλ- θεν εὐσεβείας, λέγεται μετατεθεῖσθαι, καὶ τῆς πατρικῆς δεισιδαιμονίας μεταβεβλῆσθαι, οἶκόν τε καὶ συγγένειαν καὶ ἔθη πάτρια, βίου τε ἀγωγὴν, ἐν ᾗ γεγέννητό τε καὶ τέθραπτο, καταλελοιπέναι, ἠκολου- θηκέναι δὲ θεῷ, τῷ καὶ τοὺς χρησμοὺς αὐτῷ τοὺς ἀναγράπτους δεδωκότι.
εἰ μὲν οὖν Μωυσῆς μετὰ τὸν Ἀβραὰμ γενόμενος καὶ πολιτείαν τινὰ διὰ τῆς ἐκδοθείσης ὑπ’ αὐτοῦ νομοθεσίας τῷ Ἰουδαίων ἔθνει καταβεβλημένος τοιαῦτα ἐνομοθέτησεν, οἶα καὶ τοῖς πρὸ αὐτοῦ θεοφιλέσι κατώρθωτο, καὶ οἷα δυνατὸν ἦν πᾶσι τοῖς ἔθνεσιν ἐφαρμόττειν, ὡς δύνασθαι κατὰ τὴν Μωυσέως διαταγὴν πάσας τὰς φυλὰς τῆς γῆς καὶ πάντα τὰ ἔθνη θεοσεβεῖν, ἦν εἰπεῖν ὅτι διὰ τῆς Μωυσέως νομοθεσίας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν θεοσεβήσαντας καὶ τὸν Ιουδαι·σμὁν ζηλώσαντας, πρὸς αὐτούς τε γενησομένους κατὰ τὸν νόμον, εὐλογηθήσεσθαι τῇ τοῦ Ἀβραὰμ εὐλογίᾳ προηγόρευε τὰ λόγια, ἐχρῆν δὲ καὶ ἡμᾶς τὰ παρὰ Μωυσεῖ διατεταγμένα φυλάττειν· ἐπεὶ δὲ οὐκ ἦν ἡ κατὰ Μωυσέα πολι- τεία κατάλληλος τοῖς λοιποῖς ἔθνεσιν ἀλλ’ ἢ μό- ν0ις Ἰουδαίοις, καὶ τούτοις οὐχὶ τοῖς πᾶσιν, ἀλλὰ τοῖς ἐπὶ τῆς Ἰουδαίας γῆς τὰς διατριβὰς ποιουμένοις, ἕτερον ἐχρῆν ἐξ ἅπαντος ὑποστῆναι τρόπον παρὰ τὸν Μωυσέως νόμον, καθ’ ὃν ἔμελλον βιοῦντα ὁμοίως τῷ Ἀβραὰμ τὰ καθ’ ὅλης οἰκουμένης ἔθνη τῆς ἴσης αὐτῷ κοινωνήσειν εὐλογίας.
Ὅτι δὲ ἡ κατὰ Μωυσέα διαταγὴ Ἰουδαίοις, ὡς ἔφην, καὶ τούτοις οὐχὶ πᾶσιν, οὐδὲ γὰρ τοῖς ἐν διασπορᾷ τυγχάνουσιν, ἀλλ’ ἢ μόνοις τοῖς τὴν Παλαιστίνην οἰκοῦσιν ἐφήρμοζεν, ὧδέ σοι συλλογιζο- μένῳ φανερὸν ἔσται. φησί που Μωυσῆς νομοθε- τῶν “ τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου.” καὶ ἔτι σαφέστερον ὅπου ἐχρῆν ἀπαντᾶν τοὺς πάντας τρὶς τοῦ ἔτους ἀφορίζει λέγων τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πὰν ἀρσενικόν σου ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος.
Θεωρεῖς ὡς οὐκ ἐν πάσῃ πόλει, οὐδ’ ὅπου ἔτυχεν, ἀπαντᾶν προστάττει, ἀλλ’ ἐν τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου · ἔνθα τρισὶν ἑκάστου ἐνιαυτοῦ καιροῖς ἐπὶ ταὐτὸ συνιέναι νομοθετεῖ, καὶ τοὺς καιροὺς ἀφορίζει, καθ’ οὓς ἀπαντὰν ἐχρῆν ἐν τῷ τόπῳ, ἐν ᾧ τὰ τῆς κατ’ αὐτὸν λατρείας ἐπετελεῖτο, ἴνα μὲν τοῦ πάσχα, δεύτερον τὸν μετὰ τεντήκουτα ἡμέρας ἐπὶ τῆς ὀνομαζομένης Πεντηκοστῆς ἑορτῆς, καὶ τρίτον τῷ ἑβδόμῳ μηνὶ μετὰ τὸ πάσχα κατὰ τὴν τοῦ ἱλασμοῦ ἡμέραν, καθ’ ἣν εἰσέτι νῦν Ἰουδαῖοι πάντες τὴν νηστείαν ἐπιτελοῦσιν · ἐπαρᾶταί τε τοῖς μὴ ἐμμένουσι τοῖς νομοθετουμένοις.

οὐκοῦν τοὺς μέλλοντας ἅπαντας ἀπαντᾶν τρὶς τοῦ ἔτους εἰς τὰ Ἰεροσόλυμα καὶ τὰ νόμιμα πληροῦν οὐ πόρρω που τῆς Ἰουδαίας ἐχρῆν δήπου οἰκεῖν· ἀλλ’ εἰσὶν ἀμφὶ τοὺς ὅρους· εἰ δὲ δὴ τοῖς πορρωτάτω τῆς Παλαιστίνης οἰκοῦσιν Ἰουδαίοις ἀδύνατα ἦν τελεῖν τὰ νενομοθετημένα, πολλοῦ φάναι τοῖς πᾶσιν ἔθνεσι καὶ τοῖς ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς ἐφαρμόζειν.

ἐπάκουσον δὲ τίνα τρόπον ὁ αὐτὸς πάλιν νομοθέτης τὴν ἀπὸ λέχους γυναῖκα ἀπαντὰν προστάττει καὶ θυσίας τῷ θεῷ προσφέρειν, λέγων οὕτως “ καὶ ἐλάλησε κύριος πρὸς Μωυσῆν, λέγων λάληλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, γυνὴ ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν ἀκάθαρτος θαρτος ἔσται ἑπτὰ ἡμέρας.”

Εἶτα μεταξύ τινα εἰπὼν ἐπιφέρει “ καὶ ὅταν πληρωθῶσιν αἷ ἡμέραι καθάρσεως αὐτῆς ἐφ’ υἱῷ ἢ ἐπὶ θυγατρὶ, προσοίσει ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωμα, καὶ νεοσσὸν περιστερὰς ἢ τρυγόνα περὶ ἁμαρτίας, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα προσοίσει αὐτὰ ἔναντι κυρίου. καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς, καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς του αἵματος ἀύτης. οὕτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ.”

Ἔτι πρὸς τούτοις ὁ αὐτὸς καὶ τὸν ἀπὸ κήδους καὶ νεκρῶν ἐπαφῆς προστάττει μὴ ἄλλως καθαίρεσθαι ἢ διά τινος σποδοῦ δαμάλεως, ἐφ’ ὅλαις ἡμέραις ἑπτὰ τῶν συνήθων ἀποστάντα.

λέγει γοῦν “ καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσκειμένοις προσλύτοις ἐν μέσῳ αὐτῶν νόμιμον αἰώνιον. ὁ ἀπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας · ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇτρίτῃ καὶ τῇ ἑβδόμῃ καθαρισθήσεται·

ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἕσται. πας ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ καὶ μή ἁγνισθῇ,, τὴν σκηνὴν τοῦ μαρτυρίου τοῦ κυρίου ἐμίανεν. ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραὴλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν · ἀκάθαρτός ἐστιν, ἀκαθαρσία ἐπ’ αὐτῷ ἔσται.

καὶ οὗτος ὁ νόμος ’ ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκία, πᾶς εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ πάντα ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτά ἐστιν ἑπτὰ ἡμέρας. καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμῷ καταδέδεται, ἀκάθαρτα ἔσται, καὶ πᾶς ὃς ἂν ἅψηται ἐπὶ πρόσωπον τοῦ πεδίου τραυματίου ῥομφαίας, ἢ νεκροῦ, ἢ ὀστέου ἀνθρωπίνου, ἢ μνήματος, ἀκάθαρτός ἐστιν ἑπτὰ ἡμέρας, καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ, καὶ ἐκχεοῦσιν αὐτὴν εἰς σκεῦος, καὶ λήψονται ὕσσωπον· καὶ βάψει ἀνὴρ καθαρὸς, καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ τὰ σκεύη καὶ τὰς ψυχὰς, ὅσοι ἐὰν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου, ἢ τοῦ τραυματίου, ἢ τοῦ τεθνηκότος, ἢ τοῦ μνήματος.

καὶ περιρρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ πλυνεῖ τὰ ἱμάτια ἑαυτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἐσπέρας. καὶ ἄνθρωπος ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ . ἐκείνη ἐκ τῆς συναγωγῆς, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν. καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον.

Ταῦτα Μωυσῆς' νομοθετήσας τὸν τρόπον τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἐπεκδιδάσκει, δάμαλιν πυρρὰν ἄμωμον ὁλοκαυτοῦσθαι προστάττων, καὶ ἀπὸ τῆς σποδιὰς αὐτῆς ἐμβάλλεσθαι τῷ ὕδατι ἐξ οὗ χρῆναι καθαίρεσθαι τοὺς ἐπὶ νεκρῷ μεμολυσμένους.

ποῦ δὲ χρὴ ὁλοκαυτοῦσθαι τὴν δάμαλιν, ποῦ δὲ τὴν ἐν λέχει προσφέρειν τὰς θυσίας, ποῦ δὲ τὰ λοιπὰ νόμιμα συντελεῖν, ὅτι μὴ ἀδιαφόρως ἐν παντὶ τόπῳ, ἀλλ’ ἐν μόνῳ ἐνὶ ᾧ αὐτὸς ἀφορίζει, δῆλον ἀφ’ ὧν νομοθετεῖ λέγων “καὶ ἔσται ὁ τόπος ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν, ἐν αὐτῷ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμίν σήμερον.”

Καὶ διαστέλλεται ἑξῆς ἀκριβῶς ἐπιλέγων “πρόσεχε σεαυτῷ μήποτε ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου, οὗ ἂν ἴδης, ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐν μιᾷ τῶν πόλεων σου, ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐντέλλομαι ὑμῖν σήμερον.

Καὶπροστίθησι λέγων οὐ δυνήσῃ φαγεῖν ἐν πάσαις ταῖς πόλεσι τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχάς σου ὅσας ἂν εὔξησθε, καὶ τἀς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, ἀλλ’ ἢ ἐναντίον κυρίου τοῦ θεοῦ σου φαγῇ αὐτὰ ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσί σου.”

Καὶ ἔτι προελθὼν ἐπασφαλίζεται τὸν λόγον ἐν ᾧ φησιν “ πλὴν τὰ ἅγιά σου ἐὰν γένωνταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον ὅν ἄν ἐκλέξηται κύριος ὁ θεός σου ἐαυτῷ.”

Καὶ πάλιν “ δεκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου · τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ’ ἐνιαυτόν. καὶ φαγῇ αὐτὸ ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.”

Εἶτ’ ἐπιλογισάμενος τί δέοι πράττειν εἰ μακρὰν ἀφεστὼς εἴη ὁ πρὸς αὐτοῦ δηλούμενος τόπος, ὁ δὲ καρπὸς τῶν γεννημάτων πολὺς, πῶς δέοι παρα- κομίζειν οἴκοθεν εἰς τὸν τοῦ θεοῦ τόπον τοὺς ἐπετείους καρποὺς τῆς ὁλοκαυτώσεως, καὶ περὶ τούτου τόνδε τίθησι τὸν νόμον

“ ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδὸς, καὶ μὴ δυνήσῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου 5 ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου, καὶ ἀποδώσεις αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν, καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντὸς οὑ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν, ἢ ἐπὶ προβάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σικέρᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου.”

Καὶ αὖθις τὸν τόπον ἐπισφραγίζεται ὧδέ πως φάσκων “ πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσί σου, καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἀποίσεις c κυρίῳ τῷ θεῷ σου. οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου, καὶ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου· ἐναντίον κυρίου τοῦθεοῦσου φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου.”

Μετὰ ταῦτα πάλιν θέα τίνα τρόπον καὶ τὰ περὶ τῶν ἑορτῶν διαστέλλει οὐκ ἄλλοθι γῆς ἀλλ’ ἢ ἐν μόνῳ τῷ δηλουμένῳ τόπῳ πανηγυρίζειν. λέγει δ’ οὖν “ φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ πάσχα κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν.”

καὶπάλιν ὑπομιμνήσκει λέγων “ οὐ δυνήσῃ θῦσαιτὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεων σου, ὧν κύριος ὁ θεός σου δίδωσί σοι, ἀλλ’ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου, ἐκεῖ θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμαῖς ἡλίου, ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐκ γῆς Αἰγύπτου, καὶ ἑψήσεις, καὶ φαγῇ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου.”

Ὁ μὲν δὴ τῆς τοῦ πάσχα ἑορτῆς νόμος τοιοῦτος· ὁ δὲ τῆς πεντηκοστῆς τί φησὶν ἄκουσον ‘’ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἐξαριθμήσεις σεαυτῷ, ἀρξαμένου σου δρέπανον ἐπ’ ἀμητὸν, καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίῳ τῷ θεῷ σου, καθὰ ἰσχύει ἡ χείρ σου, ὅσα ἂν δῷ σοι, καθ’ ὅτι εὐλόγηκέν σε κύριος ὁ θεός σου.

καὶ εὐφρανθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὑτῷ, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ τοῦ ἐκεῖ.

καὶ τὴν τρίτην δ’ ἑορτὴν ἔνθα προστάττει ἐκτελεῖν ἐπάκουσον “ τῶν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας, ἐν τῷ συναγαγεῖν σε ἀπὸ τῆς ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου, καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ἡ χήρα, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ.”

Διὰ τοσούτων οὖν τὸν τόπον ἐπισημαινόμενος, τοσαυτάκις τε εἰπὼν εἰς αὐτὸν ἀπαντᾶν παγγενὶ καὶ πανοικὶ, πῶς ἂν ἥρμοζε τοῖς τῆς Ἰουδαίας καὶ ἐπὶ μικρὸν διεστῶσι, μή τί γε τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι ; μάλιστα ὅτε οὐδὲ συγγνώμην τινὰ νέμει τοῖς παραβαίνουσι τὰ διωρισμένα, ἀρὰν δὲ κατὰ πάντων τῶν μὴ τὰ πάντα τηρούντων ἐπάγει, ῥήμασιν αὐτοῖς λέγων “ ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ c πᾶσι τοῖς γεγραμμένοις ἐν τῷδε τῷ νόμῳ τοῦ ποιῆσαι ἀυτὰ.

Θεώρησον δὲ καὶ ἄλλως τὰ ἀδύνατα πᾶσιν ἀνθρώποις τῆς Μώσεως νομοθεσίας. διαστειλάμενος τὰ ἑκούσια καὶ χαλεπὰ τῶν ἁμαρτημάτων, καὶ τιμωρίας περιθεὶς ἑκάστῳ τῶν μεγίστης κολάσεως ἀξίων, νόμους τίθησι, καθ’ οὓς ἑτέρῳ τρόπῳ καὶ τοὺς ἀκουσίως πλημμελοῦντας ἐπιστρέφει.

ὧν ὁ μὲν οὕτως ἔχει “ ἐὰν ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν, καὶ οἴσει δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν ἄμωμον θήλειαν οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, ἐν τῷ τόπῳ οὗ σφάξουσι τὰ ὁλοκαυτώματα, καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος.”

Καὶ ὅρα γε ὡς καὶ ἐνταῦθα τὸν πταίσαντά τι παρὰ γνώμην ἐν τῷ τόπῳ δεῖ ἀπαντᾶν οὗ σφάζουσι τὰ ὁλοκαυτώματα · οὗτος δὲ ἦν οὗ διὰ πλείστων ἤδη πρότερον ἐμνήσθη λέγων “ὅν ἂν ἐκλέξηται κύριος ὁ θεός σου.”

Τοῦτο δ’ ὅτι μὴ δυνατὸν πρὸς ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἐκτελεῖσθαι καὶ αὐτὸς ὁ νομοθέτης συνιδὼν ἀκριβῶς ἐπεσημήνατο, οὐκ ἀορίστως κατὰ πάντων προαγαγὼν τὸν νόμον, ἀλλ’ ἐπειπὼν ‘ ἐὰν ψυχὴ ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς.”

Καὶ δεύτερον δὲ νόμον τίθησιν οὕτως ἔχοντα “ἐὰν δὲ ψυχὴ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν.”

Τί οὖν χρὴ τοῦτον ποιεῖν ἀλλ’ ἢ λαβόντα μετὰ χεῖρας τὸ ἱερεῖον σπεύδειν ἐπὶ τὰ καθάρσια; ποῦ πάλιν ἀλλ’ ἢ ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα;

καὶ τρίτον πάλιν ψυχὴ, φησὶν, ἥτις ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ τῶν θνησιμαίων τῶν κτηνῶν τῶν ἀκαθάρτων, καὶ λάβῃ ἀπ’ αὐτοῦ, καὶ αὐτὸς μεμίανται, καὶ πλημμελήσῃ, ἢ ἅψηται ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτὸν, μετὰ δ’ ἔγνω καὶ πλημμελήσῃ.”

Τί δὴ οὑν καὶ τὸν μιανθέντα προσῆκον ἢν ποιεῖν ἀλλ’ ἢ ἀπαντὰν πάλιν ἐν τῷ τόπῳ, καὶ προσφέρειν περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε θῆλυ ἀπὸ τῶν προβάτων, ἢ ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας;

ὁ δ’ αὐτὸς ἦν νόμος καὶ ἐπὶ ψυχῆς ἣ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσι κακοπιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἂν διαστείλῃ ἄνθρωπος μεθ’ ὅρκου καὶ λάθῃ αὐτὸν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἴν τι τούτων, καὶ ἐξαγορεύσῃ τὴν ἁμαρτίαν περὶ ἧς ἥμαρτε, καὶ οὗτος δῆτα, φησὶν, τὸ αὐτὸ λαβὼν ἱερεῖον σπευδέτω ἐν τῷ τόπω, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.

καὶ ἄλλος παρὰ τοὺς εἰρημένους νόμος ὧδέ πη διορίζει ‘ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου, καὶ εἰσοίσει κριὸν τῆς πλημμελείας αὐτοῦ τῶ κυρίῳ. οἴσει δὲ πάλιν παρὰ τὸν ἀρχιερέα ἐν τῷ τόπω δηλαδὴ τῷ ἐξειλεγμένῳ.”

Καὶ ἕκτον δὲ νόμον τούτοις προστίθησι λέγων “ψυχὴ ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν ὣν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν αὐτοῦ, καὶ οἴσει πάλιν κριὸν τῷ ἀρχιερεῖ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ ἧς ἠγνόησεν, καὶ οὗτος οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ.”

Ἤδη δὲ ἕβδομόν φησι ‘ψυχὴ ἂν ἁμάρτῃ, καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου, καὶ ψεύσηται πρὸς τὸν πλησίον αὐτοῦ ἐν παρακαταθήκῃ, περὶ κοινωνίας ἢ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἢ εὑρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ἅνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις, καὶ ἡνίκα ἂν ἁμάρτῃ καὶ πλημμελήσῃ καὶ ἀποδῷ τὸ ἅρπαγμα ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα ὃ ἠδίκησεν, ἢ τὴν παρακαταθήκην ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν ἣν εὗρεν, ἀπὸ παντὸς πράγματος οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον.”

Ἐχρῆν δ’ ἂν μετὰ τὸ ἐξαγορεῦσαι τὸ ἁμάρτημα καὶ μετὰ τὸ ἀποτίσαι σπεύδειν πάλιν πάντα ὑπερθέμενον εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς, καὶ προσφέρειν γε περὶ τῆς πλημμελείας κριὸν ἄμωμον, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου, κ’ αἰ ἀφεθήσεται αὐτῷ.

Ταῦτα καὶ περὶ τῶνδε ὁ θαυμάσιος Μώσης περί τε τῶν ἀκουσίως ἡμαρτηκότων καὶ περὶ τῶν κατ’ ἄγνοιαν ἐξηκριβώσατο πόρρωθεν τῶν κατὰ προαίρε— σιν πλημμελημάτων, ἐφ’ οἷς καὶ ἀπαραιτήτους ὁρίζει τιμωρίας τοὺς οἰκείους ἀναστέλλων.

ὁ γὰρ ἐπὶ τοῖς ἀκουσίοις μὴ πρότερον νείμας συγγνώμην ἢ ἐξαγορεῦσαι τὸ ἁμάρτημα, κἄπειτα ὥσπερ μικρὰν τιμωρίαν ρίαν διὰ τῆς προστεταγμένης θυσίας εἰσπραξάμενος τὸν ἡμαρτηκότα, διά τε τῆς ἐπὶ τὸν ἁγνὸν τόπον c ἀμελλήτου πορείας τὴν σπουδὴν ὁμοῦ καὶ τὸ εὐλαβὲς ἐπιτείνας τῶν κατ’ αὐτὸν θεοσεβεῖν προῃρημένων, πῶς οὐχὶ τῶν ἑκουσίως δρωμένων πολὺ πρότερον ἐπίσχοι ἂν τὰς ὁρμάς; τί δὴ οὖν πρὸς ταῦτα συλλο- γίζεσθαι χρῆν, ὅτε δὴ, ὡς εἴρηται, συγκεφαλαιούμενος τὰ πάντα ὁ Μώσης ἐπισκήπτει λέγων “ ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.”
Ἄρα γὰρ τοὺς ἐκ περάτων γῆς μέλλοντας κατὰ Μωσέα θεοσεβεῖν, ὡς ἂν φύγοιεν μὲν τὴν κατάραν, τύχοιεν δὲ τῆς ἐπηγγελμένης πρὸς τὸν ‘Αβραὰμ εὐλο- γίας, ταῦτα πάντα χρῆν πράττειν, καὶ τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς Ἱεροσόλυμα, καὶ τὰς ἐκ πάντων δὲ τῶν ἐθνῶν θεοσεβεῖν προῃρημένας γυναῖκας, ἄρτι τόκων καὶ ὠδίνων παυσαμένας, τοσαύτην στέλλεσθαι πορείαν, ὡς ἂν τὴν προστεταγμένην ὑπὸ Μώσεως θυσίαν ἐφ’ ἑκάστῳ τῶν γεννωμένων ἀνενέγκαιεν, ἢ τοὺς ἐφαψαμένους νεκροῦ σώματος, ἢ τοὺς ἐπίορκον ὀμωμοκότας, ἢ τοὺς ἀκούσιόν τι δεδρακότας, ἐκ περάτων γῆς ἥκειν, τρέχειν τε καὶ σπεύδειν ἐπὶ τὸν νενομοθετημένον καθαρισμὸν, ὡς ἂν ἐκφύγοιεν τὴν τῆς κατάρας ἐπίσκηψιν ;

ἀλλὰ συνορᾷς ὡς καὶ αὐτοῖς τοῖς ἀμφὶ τὰ Ἱεροσόλυμα κατοικοῦσι καὶ ἐπὶ μόνης τῆς Ἰουδαίας τὰς διατριβὰς ποιουμένοις ὁ κατὰ Μωσέα βίος δυσκατόρθωτος ἦν, μή τί γε δυνατὸς ἐπιτελεῖσθαι καὶ τοῖς λοιποῖς ἔθνεσιν · ἔνθεν εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ υἱὸς τοὐ θεοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς αὐτοῦ μαθηταῖς εἰπὼν “ μαθητεύσατε πάντα τὰ ἕθνη” ἐπιλέγει ‘‘διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. ”

Οὐ γὰρ τὰ Μώσεως νόμιμα διδάσκειν πάντα τὰ ἔθνη παρεκελεύσατο, ἀλλ’ ὅσα αὐτὸς ἐνετείλατο· ταῦτα δ’ ἦν τὰ ἐν τοῖς εὐαγγελίοις αὐτοῦ φερόμενα. εἰκότως οὖν καὶ οἶ αὐτοῦ μαθηταὶ καὶ οἶ ἀπόστολοι ἐν τῇ περὶ τῶν ἐθνῶν σκέψει ὁμολογοῦσι μὴ δύνασθαι τὰ Μώσεως νόμιμα τοῖς ἔθνεσιν ἐφαρμόζειν, ὅτε μήτε αὐτοῖς μήτε τοῖς πατράσιν αὐτῶν εὐκατόρθωτα γέγονεν. λέγει δ’ οὖν ἐν ταῖς Πράξεσιν ὁ Πέτρος “νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἶ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;”

Εἰκότως δὲ καὶ αὐτὸς ὁ Μωσῆς τούτων αὐτῶν ἕνεκεν ἕτερον παρ’ ἑαυτὸν ἀναστήσεσθαι ἔφη προφήτην, καὶ τοῦτον νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ἀπάντων εὐαγγελίζεται, τὸν Χριστὸν αἰνιττόμενος, αὐτῷ τε πείθεσθαι τοῖς οἰκείοις παραινεῖ, ὧδέ πη καὶ τοῦτο θεσπίζων προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τόν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ ὑμῖν. ἔσται δὲ, πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς.”

Καὶ τοῦτον δὲ τὸν προφήτην, δηλονότι τὸν Χριστὸν, ἐξ Ἰουδαίων προελθόντα, πάντων τῶν ἐθνῶν ὢ κατακρατήσειν πάλιν ἀναφωνεῖ λέγων ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραὴλ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμὸν, ὡς σκηναὶ ἃς ἔπηξεν κύριος. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλόν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ.”

Ἀλλὰ καὶ ἐξ ὁποίας φυλῆς, δώδεκα τῶν ὅλων παρ’ Ἑβραίοις οὐσῶν, ὅτι δὴ ἀπὸ τῆς Ἰούδα ὁ θεσ- πιζόμενος τῶν ἐθνῶν νομοθέτης Χριστὸς προελεύσεται, καὶ κατὰ ποίους χρόνους, ὅτι μετὰ τὴν ἔκλειψιν τῶν ἐκ προγόνων διαδοχῆς τοῦ Ἰουδαίων ἔθνους ἀρ- ξάντων δηλοῖ λέγων ‘οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.”

Ποῖα δὲ προσδοκία ἦν ἀλλ’ ἢ ἡ τῷ Ἀβραὰμ ἐπηγγελμένη περὶ τοῦ δεῖν εὐλογηθήσεσθαι ἐν αὐτό πάντα τὰ ἔθνη τῆς γῆς; πέφηνε τοιγαροῦν καὶ αὐτὸς ὁ Μώσης ἀκριβῶς ἐπιστάμενος τὴν μὲν πρὸς αὐτοῦ διαταγεῖσαν νομοθεσίαν ἐξασθενεῖν εἰς τὸ πᾶσιν ἐφαρμόσαι τοῖς ἔθνεσιν, εἰς ἐκπλήρωσιν δὲ τῶν πρὸς τὸν 'Αβραὰμ χρησμῶν ἑτέρου δεῖσθαι προφήτου.

οὗτος δ’ ἄρα ἦν, ὅν ἐξ Ἰούδα φυλῆς προελεύσεσθαι καὶ πολλῶν ἐθνῶνκυριεύσειν προμαρτυρόμενος εὐηγ- γελίζετο.

Διὰ δὴ οὖν ταῦτα ὡς ἂν τὰ περὶ ἡμῶν τῶν ἐθνῶν θεσπίσματα περιεχούσας τὰς παρ’ Ἑβραίοις ἱερὰς βίβλους, ἅτε καὶ ἡμῶν οἰκείας οὔσας, εἱλάμεθά τε καὶ ἐστέρξαμεν, ὅτε μάλιστα οὐ μόνον Μώσης περὶ τοῦ μετ’ αὐτὸν ἥξοντος νομοθέτου τῶν ἐθνῶν προανεφώνει, , ἀλλὰ καὶ οἱ μετ’ αἰτὸν προφῆται συλλήβδην εἰπεῖν ἅπαντες τὰ ὅμοια προεκήρυττον, ὥσπερ οὖν ὁ Δαβὶδ φάσκων “ κατάστησον, κύριε, νομοθέτην ἐπ’ αὐτοὺς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.”

Ὅρα ὡς δευτέρου μέμνηται καὶ οὗτος νομοθέτου ἐθνῶν. διὸ καὶ ἐν ἑτέρῳ τοῖς ἔθνεσι προσφωνεἵ νεῖ ᾄδειν οὐ τὸ παλαιὸν καὶ Μωσαϊκὸν ᾆσμα, ἀλλ’ ἕτερον καινὸν, λέγων “ ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῳ κυρίῳ πάσα ἡ · ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς. ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν, ἐνέγκατε τῷ κυρίῳ αἶ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ.”

Καὶ πάλιν “ εἴπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.”

καὶ πάλιν‘‘ ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν. ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ. ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε κάλυψε τὴν δικαιοσύνην αὐτοῦ. εἵδοδαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.”

Καὶ ὅρα τίνα τρόπον ἐν τούτοις τὸ καινὸν ᾆσμα οὐ τῷ Ἰουδαίων ἔθνει, ἀλλὰ τοῖς πᾶσιν ἔθνεσι καταυγέλλει, τοῦ διὰ Μώσεως παλαιοῦ μόνοις Ἰουδαίοις προσήκοντος τοῦτό τοι τὸ καινὸν ᾆσμα καινὴν διαθήκην Ἱερεμίας, ἕτερος Ἑβραίων προφήτης, ἀποκαλεῖ λέγων‘ ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χει- ρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ Ἰσραὴλ, λέγει κύριος κύριος, διδοὺς νόμους μου ἐπὶ τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν γράψω, καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός.”

Ὁρᾷς καὶ τοῦτον ὡς διαστελλόμενος δύο διαθήκας τὴν μὲν παλαιὰν ὀνομάζει, τὴν δὲ καινὴν, καί φησιν τὴν καινὴν οὐ κατὰ τὴν παλαιὰν ἔσεσθαι, ἣν διέθετο τοῖς πατράσιν ; ἡ μὲν γὰρ τοῖς ἀποπεσοῦσι τῆς τῶν προγόνων εὐσεβείας Ἰουδαίοις, τὸν Αἰγυ- πτιακὸν δὲ βίον καὶ τρόπον ζηλώσασιν, ἐπί τε τὴν πολύθεον πλάνην καὶ τὴν ἀμφὶ τὰ εἴδωλα τῶν ἐθνῶν δεισιδαιμονίαν ὀλισθήσασιν, νενομοθέτητο, ὡς ἂν πεσόντας ἀνεγείρουσα καὶ ἀνορθοῦσα τοὺς πρηνεῖς κειμένους καταλλήλοις διδασκαλίαις. “ δικαίοις γὰρ, φησὶ, νόμος οὐ κεῖται . ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, καὶ τοῖς παραπλησίοις.”
Ἠ δὲ καινὴ τοὺς διὰ τοῦ σωτῆρος ἡμῶν χάριτι καὶ δωρεᾷ θεοῦ ἀνεγηγερμένους ἐπὶ τὸ βαδίζειν καὶ σπεύδειν εἰς τὴν ἐπηγγελμένην τοῦ θεοῦ βασιλείαν χειραγωγεῖ, πάντας ἐπ’ ἴσης ἀνθρώπους εἰς μίαν καὶ τὴν αὐτὴν τῶν ἀγαθῶν μετουσίαν προκαλουμένη. ταύτην τὴν καινὴν διαθήκην αὖθις νόμον ὀνομάζει καινὸν Ἠσαίας, ἄλλος πάλιν Ἑβραίων προφήτης, λέγων ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου d ἐξ ‘ Ιερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἥξουσι πάντα τὰ ἔθνη, καὶ συναχθήσονται πάντες οἶ λαοὶ καὶ ἐροῦσι, δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ ‘ Ιακώβ.”
Τίς δ’ ἂν εἴη ὁ ἐκ Σιῶν προεληλυθὼς νόμος, ἕτερος ὢν τοῦ ἐπὶ τῆς ἐρήμου διὰ Μώσεως ἐν τῷ Σινᾶ ὄρει νενομοθετημένου, ἀλλ’ ἢ ὁ εὐαγγελικὸς λόγος ὁ διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ ἐκ τῆς Σιῶν προεληλυθὼς, καὶ διελθὼν πάντα τὰ ἔθνη; πρόδηλον γὰρ ὡς ἀπὸ τῆς Ἰερουσαλὴμ καὶ τοῦ ταύτῃ προσπαρακειμένου Σιῶν ὄρους, ἔνθα τὰς πλείστας διατριβάς τε καὶ διδασκαλίας ὁ σωτὴρ καὶ κύριος ἡμῶν πεποίητο, ὁ τῆς καινῆς διαθήκης αὐτοῦ ἀρξάμενος νόμος κἀκεῖθεν προελθὼν εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους, ἀκο- λούθως ταῖς αὐτοῦ φωναῖς, ἃς πρὸς τοὺς αὐτοῦ μα- θητὰς πεποίητο φήσας πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.”

Τίνα δὲ ταῦτα ἦν ἀλλ’ ἢ τὰ τῆς καινῆς διαθήκης μαθήματά τε καὶ παιδεύματα; ἐπειδὴ τοίνυν ταῦθ’ οὕτως ἔχειν ἀποδέδεικται, ὥρα νῦν ἰδεῖν τὸν τρόπον τῆς καινῆς διαθήκης καὶ τοῦ προκεκηρυγμένου καινοῦ ᾄσματός τε καὶ νόμου.

Ἡ μὲν δὴ παλαιὰ διαθήκη καὶ ὁ διὰ Μώσεως νόμος μόνῳ τῷ Ἰουδαίων ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς οἰκείας γῆς οἰκοῦντι, κατάλληλος ἀποδέδεικται, οὔτε δὲ τοῖς λοιποῖς ἔθνεσι τοῖς καθ’ ὅλης τῆς οἰκουμένης οὕτε τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀπῳκισμένοις Ἰουδαίοις· τὸν δὲ τῆς καινῆς διαθήκης τρόπον πᾶσιν ἔθνεσιν βιωφελῆ χρῆν δήπου καταστῆναι, ὡς μηδαμῶς μηδα- μόθεν παραποδίζεσθαι τοὺς κατὰ τοῦτον πολιτεύεσθαι μέλλοντας, μήτ’ ἀπὸ χώρας μήτ’ ἀπὸ γένους μήτ’ ἀπὸ τόπου μήτε ἔκ τινος ἑτέρου τὸ σύνολον.

τοιοῦτος δὲ πέφηνεν ὁ πρὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ νενομοθετημένος νόμος τε καὶ βίος, τὴν παλαιτάτην καὶ πρεσβυτέραν Μώσεως εὐσέβειαν ἀνα- νεούμενος, καθ’ ἣν ὁ θεοφιλὴς ‘ Αβραὰμ καὶ οἶ τού- του προπάτορες δείκνυνται πεπολιτευμένοι.

εἰγοῦν ἐθελήσειας τόν τε Χριστιανῶν βίον καὶ τὴν ὑπὸ τοῦ Χριστοῦ πᾶσιν ἔθνεσι καταβεβλημένην θεοσέβειαν συνεξετάσαι τῷ τρόπῳ τῶν ἀμφὶ τὸν ‘ Αβραὰμ ἐπ’ εὐσεβείᾳ καὶ δικαιοσύνῃ μεμαρτυρημένων, ἴνα καὶ τὸν αὐτὸν εὑρήσεις.

ἐκεῖνοί τε γὰρ τῆς πολυθέου πλάνης ἀποχωρήσαντες, καὶ τὴν περὶ τὰ ἀγάλματα δεισιδαιμονίαν ἀποστραφέντες, ὑπερκύψαντες δὲ καὶ τὴν ὁρωμένην ἅπασαν κτίσιν, καὶ μήθ’ ἥλιον μήτε σελήνην μήτε τι τῶν μερῶν τοῦ παντὸς θεοποιήσαν- τες, ἐφ’ ἔνα τὸν ἀνωτάτω θεὸν, αὐτὸν δὴ τὸν ὕψιστον τὸν οὐρανοῦ καὶ γῆς δημιουργὸν, ἑαυτοὺς ἀνήγαγον.

ὃ καὶ συνίστησιν αὐτὸς ὁ Μώσης ἐν ταῖς τῆς ἀρχαιολογίας ἱστορίαις τὸν ‘ Αβραὰμ ἀναγράφων φάσκοντα ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν.”

Καὶ πρό γε τούτου εἰσάγων τὸν Μελχισεδὲκ, ὃν δή φησιν ἱερέα γεγονέναι τοῦ θεοῦ τοῦ ὑψίστου, τὸν ‘ Αβραὰμ ὧδέ πως εὐλογοῦντα “ εὐλογημένος ‘Αβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γὴν.”

Εὕροις δ’ ἂν καὶ τὸν Ἑνὼχ καὶ τὸν Νῶε δικαιωθέντας καὶ εὐαρεστήσαντας τῷ θεῷ κατὰ τὸν αὐτὸν τῷ ‘ Αβραὰμ τρόπον. ἀλλὰ καὶ ὁ ‘ Ιὼβ, ἄνθρωπος δίκαιος 5 ἀληθινὸς, ἄμεμπτος . θεοσεβὴς . ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος . πρὸ τῶν Μώσεως χρόνων μεμαρτύρηται· ὃς δὴ καὶ πεῖραν τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας δι’ ἀθρόας τῆς τῶν ὑπαρχόντων ἀποβολῆς ὑποσχὼν μέγιστον εὐσεβοῦς ϋπόδειγμα δεῖγμα τρόπου καὶ τοῖς μετ’ αὐτὸν ἀπολέλοιπεν, τὸν φιλόσοφον ἐκεῖνον ἐπιφωνήσας λόγον “ γυμνὸς ἐξὴλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι · ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον.”

Καὶ τὸν ἁπάντων κύριον σέβων ταύτας ἠφίει τὰς φωνὰς, ἃς προιὼν ὁ αὐτὸς διασαφεῖ δι’ ὧν φησι “ σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας, ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων, οἶ δὲ στῦλοι αὐτῆς σαλεύονται, ὁ λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος.

Εἰ δὴ οὖν τοῦτον αὐτὸν ἐκεῖνον τῶν πάλαι καὶ πρὸ Μώσεως θεοφιλῶν θεὸν ἔναγχος πᾶσι τοῖς ἒθνεσιν ὁ Χριστοῦ λόγος ὁμοίως ἐκείνοις μόνον εὐσεβεῖν διετάξατο, πέφηνεν ὅπως κοινωνοὶ γεγενήμεθα τῆς ἴσης αὐτῶν ἐκείνων εὐσεβείας· τῆς δὲ εὐσεβείας μεταοχόντες δῆλον ὡς καὶ τῆς εὐλογίας μεταλη- ψόμεθα.

ἀλλὰ καὶ τὸν τοῦ θεοῦ λόγον, ὃν δὴ Χριστὸν ἡμῖν προσαγορεύειν φίλον, ὁμοίως κἀ- κεῖνοι γνόντες ἐμαρτυρήθησαν · οἵ γε καὶ πολὺ δια- φερόντως τῆς ἐμφανοῦς αὐτοῦ παρουσίας τε καὶ θεοφανείας ἠξιώθησαν.

ἐπάκουσον γοῦν ὡς πάλιν αὐτὸς ὁ Μώσης τὸν ἐπιφανέντα τοῖς θεοφιλέσι καὶ πολλάκις χρηματίσαντα αὐτοῖς τὰ ἀναγεγραμμένα ποτὲ μὲν θεὸν καὶ κύριον, ποτὲ δὲ καὶ ἄγγελον θεοῦ προσαγορεύει, ἄντικρυς παριστὰς ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἀλλά τις δεύτερος, θεὸς μὲν καὶ κύριος τῶν θεοφιλῶν ἀνδρῶν ἀνηγορευμένος, ἄγγελος δὲ τοῦ ἀνωτάτου πατρός.

λέγει δ’ οὖν αὐτοῖς ῥήμασι “καὶ ἐπορεύθη ‘ Ιακὼβ εἰς Χαρὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἶ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον ἐπ’ αὐτήν.

ὁ δὲ κύριος ἐπε- στήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς ‘ Αβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς ‘ Ισαάκ· μὴ φοβοῦ, ἡ γῇ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς.”

Οἷς ἑξῆς ἐπιλέγει “ καὶ ἀνέστη ‘ Ιακὼβ τὸ πρωὶ; καὶ ἔλαβε τὸν λίθον ὃν ὑπέθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην.”

Εἶτα προιὼν αὐτὸν δὴ τοῦτον τὸν ἐπιφανέντα αὐτῷ θεὸν καὶ κύριον ἄγγελον ὀνομάζει θεοῦ. φησὶ γοῦν ὁ ‘ Ιακὼβ καὶ εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὓπνον, ‘ Ιακώβ · ἐγὼ δὲ εἶπα, τί ἐστίν ;”

καὶ “ ἑώρακα, φησὶ, πάντα ὅσα λαβὰν ποιεῖ σοι. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εύ- χήν.”

17, ‘Ο δ’ αὐτὸς οὗτος καὶ τῷ ‘ Αβραὰμ παραφανεὶς θεὸς EUSEBII καὶ κύριος ἀνηγόρευται, μυσταγωγῶν τὸν θεοφιλῆ τὰς περὶ τοῦ πατρὸς αὐθεντίας, καί τινα ὡς περὶ ἑτέρου θεοῦ διδάσκων, ἃ καὶ κατὰ καιρὸν ἐπισκε- ψόμεθα.

ἀλλὰ καὶ τῷ Ἰὼβ οὐδένα ἢ τοῦτον εἶναι τὸν χρηματίσαντα μετὰ τὴν αὐτάρκη διαγυμνασίαν οὐ θεμιτὸν εἰπεῖν. πρότερον μὲν γὰρ διὰ λαίλαπος καὶ νεφῶν ἐπιφανεὶς αὐτῷ τὸν τῶν ὅλων θεὸν ἑαυτὸν ὄντα παρίστη, προιὼν δὲ ἐξῆς ἑαυτὸν ἐπιδείκνυσι, ὣστε φάναι τὸν Ἰὼβ ‘‘ἂκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω. ἀκοὴν μὲν φωνῆς ἤκουόν σου τὸ πρὸτερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε.”

Εἰ δὲ μὴ οἶόν τε τὸν ἐπέκεινα θεὸν, τὸν ἀό- ρατον καὶ ἀγέννητον καὶ παμβασιλέα τῶν ὅλων, θνητῆ̣ φάναι θεωρεῖσθαι φύσει, τίς ἂν ὁ δηλούμενος εἴη πλὴν τοῦ πρὸς ἡμῶν μετὰ τὸν πατέρα κυριολογουμένου θεοῦ λόγου; καὶ τί δεῖ πλείονα περὶ τούτου συναγαγεῖν, παρὸν ἐκ τῶν ἱερῶν βίβλων τὰς τούτων συστάσεις λαμβάνειν, ἃς καὶ αὐτοὶ κατὰ τὴν προκει- μένην ὑπόθεσιν ἐπὶ σχολῆς ἀναλεξόμεθα, εἰς ἀπόδει- ξιν τοῦ μηδὲ ἄλλον ἢ τὸν τοῦ θεοῦ λόγον εἶναι τὸν τοῖς θεοφιλέσι προπάτορσιν ἑωραμένον;

οὐκοῦν μετὰ τὴν περὶ τοῦ τῶν ὅλων δημιουργοῦ δημιουργοῦ καὶ τὰ περὶ τοῦ Χριστοῦ κοινῶς ἡμῖν τε κἀκείνοις παραδέδοται · ἔνθεν καὶ Χριστοὺς αὐτοὺς δὴ ἐκείνους τοὺς πρὸ Μώσεως θεοφιλεῖς, ὥσπερ οὑν ἡμᾶς Χριστιανοὺς, εὕροις ἂν κεκλημένους. καὶ τοῦτο δὲ ἐπά- κουσον ὥς φησι περὶ αὐτῶν ἐν Ψαλμοῖς τὸ λόγιον ‘ έν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ, καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον, οὐκ ἀφῆκεν ἂν- θρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν b βασιλεῖς λέγων, μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

ταῦτα γὰρ ἐπὶ τοῦ ‘Αβραὰμ καὶ τοῦ ‘Ισαὰκ καὶ τοῦ ‘Ιακὼβ ἀνειρῆσθαι ἡπᾶσα σύμφρασις τοῦ λόγου παρίστησιν· ὣστε καὶ τῆς τοῦ Χριστοῦ προσηγορίας ἡμῖν ὁμοίως ἐκοινώνουν.

‘Αλλὰ καὶ ὁ κατ’ ἀρετὴν βίος ἥ τε κατὰ εύδέβειαν πολιτεία ὥσπερ τοῖς ἔθνεσιν ἅπασι διὰ τῆς τοῦ Χριστοῦ νουθεσίας κεκήρυκται δίχα τῆς κατὰ Μωσἐα διαταγῆς, οὕτως καὶ τοῖς παλαιοῖς ἐκείνοις ὁ αὐτὸς τῆς εὐσεβείας κατωρθοῦτο τρόπος.

οὔγ οὖν σώματος αὐτοῖς περιτομῆς ἔμελεν, ὅτι μηδ’ ἡμῖν· οὔτε ἀποχῆς τῶν τοιῶνδε ζῴων βρώσεως, ὅτι μηδὲ ἡμῖν. αὐτίκα τὸν Μελχισεδὲκ ὁ Μώσης εἰσάγει ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, οὐ τὸ σῶμα περιτετμημένον, οὐ μύρῳ σκευαστῷ κατὰ Μωσέα κεχρισμένον, οὐ σάβ- βατον τί ποτ’ ἐστὶν εἰδότα, οὐδ’ ὅλως τι τῶν μετὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει διὰ Μώσεως παρηγγελμένων ἐπαίοντα, ἄντικρυς δὲ κατὰ τὸ Χριστοῦ ὢ εὐαγγέλιον βιοῦντα.

πλὴν ἀλλ’ ὅμως ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου φησὶν αὐτὸν ὁ Μώσης γεγονέναι, καὶ τοῦ ‘ Αβραὰμ κρείττονα. εἰσῆκται γοῦν τὸν ‘ Αβραὰμ εὐλογῶν. τοιοῦτός τις ἦν καὶ Νῶε, ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ, ὃν καὶ ζώπυρον σπέρμα τῷ γένει τῶν ἀνθρώπων ἐν τῇ τοῦ κατακλυσμοῦ φθορᾷ πάντων τῶν ἐπὶ γῆς ἀπολλυμένων ὁ τῶν ὅλων θεὸς διεφύλαξεν.

οὐδὲν γοῦν οὐδὲ οὗτος τῶν ‘ Ιουδαϊκῶν ἐθῶν ἐπιστάμενος, οὔτε ἐν περιτομῇ σώματος οὔτ’ ἐν τοῖς ἄλλοις τοῖς ὑπὸ Μώσεως. διατεταγμένοις, ὅμως δίκαιος, εἰ καί τις ἄλλος, ἀνηγόρευται.

καὶ πρό γε τούτου ὁ ‘ Ενὼχ, ὃς καὶ λέγεται εὐηρεστηκέναι τῷ θεῷ καὶ μετατεθεῖσθαι ὡς μὴ εὑρίσκεσθαι αὐτοῦ θάνατον, τοιοῦτος δὲ καὶ οὗτος γεγονὼς οὔτε τὸ σῶμα περιτέτμητο οὔτ’ ἔτι τῆς Μώσεως μετῄει νομοθεσίας, ἄντικρυς δὲ Χριστιανικῶς, ἀλλ’ οὐχὶ ‘ Ιουδαϊκῶς ζῶν ἀναπέφηνε. καὶ αὐτὸς δ’ ὁ ‘ Αβραὰμ μετὰ τοὺς προωνομασμένους γεγονὼς καὶ νεώτερος παρ’ αὐτοὺς τοῖς χρόνοις, πρεσβύτης δὲ διὰ τὴν ἡλικίαν, διὰτοὺς μέλλοντας ἐξ αὐτοῦ φῦναι, ὥσπερ τινὰ σφρα- γῖδα τὴν περιτομὴν πρῶτος ὑπέμεινε τοῦ σώματος, γνώρισμα τῆς αὐτοῦ διαδοχῆς, τοῖς ἐξ αὐτοῦ κατὰ σάρκα γενησομένοις τουτὶ τὸ σημεῖον παραδιδοὺς φέρειν·

πρὸ δέ γε τῆς παιδοποιίας καὶ πρὸ τῆς περιτομῆς καὶ αὐτὸς διὰ τῆς τῶν εἰδώλων ἀναχωρήσεως, καὶ τῆς ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ὁμολογίας, καὶ διὰ μόνου τοῦ κατ’ ἀρετὴν βίου δείκνυται Χριστιανικῶς, ἀλλ’ οὐχὶ Ἰουδαικῶς βεβιωκώς.

μεμαρτύρηται γοῦν τὰ προστάγματα καὶ τἀς ἐντολὰς τά τε δικαιώματα καὶ τὰ νόμιμα τοῦ θεοῦ πρὸ τῆς Μώσεως διαταγῆς πεφυλαγμένος. λέγει δ’ οὖν πρὸς τὸν Ἰσαὰκ ὁ χρηματίζων θεός “ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευÁογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν ‘ Αβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰς ἐντολάς μου, καὶ τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου.

Ἠν γὰρ καὶ πρὸ τοῦ Μώσεως νόμου προστάγματα θεοῦ ἕτερα, καὶ δικαιώματα οὐχ ὅμοια τοῖς παρὰ Μωσεῖ, νόμιμά τε ἄλλα καὶ ἐντολαὶ Χριστοῦ, δι’ ὧν ἐδικαιώθησαν. ὅτι δ’ οὐ τὰ αὐτὰ ἦν τοῖς διὰ Μώσεως νομοθετηθεῖσι σαφῶς ὁ Μώσης παρίστησιν ἐν οἶς φησιν πρὸς τὸν λαόν ἄκουε ‘ Ισραὴλ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ, καὶ φυλάξασθε ποιεῖν αὐτά. κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς ἐν Χωρὴβ διαθήκην, οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς.”
Καὶ ὅρα γε ὅπως ἀκριβῶς φησι τὴν διαθήκην ταύτην, ἐπεὶ μὴ τὴν αὐτὴν τοῖς πατράσιν αὐτῶν διετέθειτο. εἰ δ’ οὖν ἀπολύτως μὴ δεδόσθαι τοῖς πατράσιν αὐτῶν διαθήκην εἰρήκει, ψευδὴς ἂν ἦν ὁ λόγος αὐτῷ δέδοται γοῦν τῷ ‘ Αβραὰ, διαθήκη καὶ τῷ Νῶε, ὡς τὰ ἱερὰ μαρτυρεῖ λόγια. διὰ τοῦτο μετὰ προσθήκης ὁ Μώσης οὐ ταύτην φησὶ δεδόσθαι τοῖς πατράσιν αὐτῶν, ἑτέραν αἰνιττόμενος τὴν κρείττω καὶ διαφέρουσαν, δι’ ἧς καἰ θεοφιλεῖς ἀπεφάνθησαν.

αὐτίκα τῷ ‘ Αβραὰμ διὰ τῆς εἰς τὸν τῶν ὅλων θεὸν πίστεως τὰ τῆς δικαιοσύνης κατωρθῶσθαι μεμαρτύρηται ὑπ’ αὐτοῦ Μώσεως λέγοντος “ ἐπίστευσε δὲ ‘ Αβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνγν.”

ὅτι δὲ μετὰ τὴν δικαιοσύνης κατόρθωσιν καὶ μετὰ τὴν έπ΄ εὐσεβείᾳ μαρτυρίαν τὸ τῆς περιτο- μῆς εἴληφε σημεῖον, μηδὲν πρὸς εὐσεβείας δικαίωσιν αὐτῷ τουτὶ συνεβάλλετο, σαφῶς ὁ λόγος παρίστησιν. εὕροις δ’ ἂν καὶ τὸν ‘ Ιωσὴφ πρὸ τῶν Μώσεως χρόνων ἐν τοῖς Αἰγυπτίων βασιλείοις ἀπαραφυλάκτως, ἀλλ’ οὐκ ‘ Ιουδαϊκῶς ἀχθέντα.

εἰ δὲ θέλεις, καὶ τὸν κορυφαῖον αὐτὸν καὶ νομοθέτην τοῦ Ἰουδαίων ἔθνους Μωσἐα γνοίης ἂν ἐξ ἔτι νηπίας ἡλικίας παρὰ τῇ τοῦ Αἰγυπτίου βασιλέως θυγατρὶ τὰς διατριβὰς πεποιημένον, τροφῆς τε τῆς Αἰγυπτίας ἀπαρατηρήτως μετειληχότα.

τί δεῖ λέγειν τὸν τρισμακάριον ‘Ιὼβ, τὸν ἀληθῆ ἄνθρωπον ἐκεῖνον, τὸν ἄμεμπτον, τὸν δίκαιον, τὸν θεοσεβῆ, τῆς εἰς ἄκρον εὐσεβείας αὐτῶ καὶ δικαιοπραγίας τίς ἄρα αἰτία ἦν, μή τί γε τὰ Μώσεως παραγγέλματα; οὐδαμῶς. ἀλλὰ σαββάτου ἡμέρας ἐπιτήρησις ἦν, ἤ τινος ἄλλης Ἰουδαϊκῆς ἐθελθρησκείας φυλακή; πόθεν, πρεσβυτέρῳ τοῖς χρόνοις Μώσεως καὶ τῆς κατ’ αὐτὸν νομοθεσίας γενομένῳ; ὁ μὲν γὰρ Μώσης ἕβδομος ἐξ ‘ Αβραὰμ γενεαλογεῖται, οὑτοσὶ δὲ πέμπτος, δυσὶ προτέραις τὸν Μωσέα γενεαῖς προάγων.

θέα δ’ οὖν καὶ τούτου τὸν βίον, Μώσεως μὲν τῆς νομοθεσίας οὐδὲν ἐπαγόμενον, τῆς δὲ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας οὐκ ἀλλότριον. λέγει δ’ οὖν αὐτὸς τὸν ἑαυτοῦ διεξιὼν βίον ἐν τῇ πρὸς τοὺς ἑταίρους ἀπολογίᾳ ” διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα. στόμα δὲ χήρας με εὐλόγησεν, δικαιοσύνην δὲ ἐνεδεδύκειν. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι, ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων.
Αὐτὰ δὴ ταῦτα ἄντικρυς τὰ πᾶσιν ἡμῖν διὰ τῆς εὐαγγελικἡς διδασκαλίας μαθήματα κηρυττόμενα. ἀλλὰ καὶ ὡς εἰδὼς εὖ μάλα τὸ κλαίειν μετὰ κλαιόωτων, καὶ τὸ μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· καὶ τὸ “ εἰ πάσχει ἕν μέλος, συμπάσχει πάντα τὰ μέλη ἐν τοῖς τῆς εὐαγγελικῆς διδασκαλίας μαθήμασιν περιεχόμενα, τὸ πρὸς τοὺς ἐν τῷ βίῳ ταλαιπωρου- μένους φιλάνθρωπον ἐπεδείκνυε, λέγων ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα· ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.’’

Εἶτα πάλιν τῆς εὐαγγελικῆς διδασκαλίας τοὺς ἀσέμνους ἀπαγορευούσης γέλωτ’ ἃς, προλαβὼν ὁ μακά- ριός φησιν εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοια- στῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον, ἕσταμαι δὲ ἐν ζυγῷ δικαίῳ, οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου.”

‘ Επειδὴ δὲ ὁ παρὰ Μωσεῖ λόγος νομοθετεῖ λέγων οὐ μοιχεύσεις,’’ θάνατόν τε κατὰ μοιχῶν ἐπι- ψηφίζεται, ὁ δὲ τῆς εὐαγγελικῆς διδασκαλίας τὸν νόμον ἐπιτείνων φησὶν ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοι- χεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ τὴν ἀρχὴν ἐπιθυμεῖν.

σκέψασθε καλῶς τὸν περὶ οὑ νῦν ὁ λόγος, ὃς κατὰ τὸ Χριστοῦ βιοὺς εὐαγγέλιον καὶ τὸ μετ’ ἐπι- θυμίας ἀκολαστότερον ἐμβλέπειν παρεφυλάττετο, ἐφ’ ᾧ καὶ ἐσεμνύνετο λέγων “ εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπη- κολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου.”

Καὶ τὸν λογισμὸν ἀποδίδωσιν ἐξῆς ἐπάγων θυμὸς γὰρ ἀνδρὸς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ’ ἃν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.”

‘ Αλλὰ καὶ τὸ τοῦ τρόπου ἀδωροδόκητον παρίστησιν ὧδε “ εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοί- μην ἐπὶ γῆς.”

Ὃπως δὲ καὶ τοῖς οἰκείοις προσεφέρετο μα- θεῖν ἔστιν ἀφ’ ὧν διδάσκει φάσκων “ εἰ δὴ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς ἐμέ.”

Καὶ πάλιν τὸν λογισμὸν ἀποδίδωσι “ τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ θεός ; πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν σαρκὶ, οὕτως κἀκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.

Τούτοις ἐπιλέγει “ χήρας τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μετέδωκα, εἰ δὲ καὶ εἶδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίεσα.”

Καὶ πάλιν ὑποβὰς λέγει εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ’ ἀναριθμήτοις ἐθέμην χεῖρά μου.

Καὶ τὸν λογισμὸν αὖθις ἐπιλέγει ἢ οὐχ ὁρῶμεν ἥλιον ἐπιφαύσκοντα καὶ ἐκλείποντα, καὶ σελήνην δὲ φθίνουσαν;

Εἶτα πάλιν τῆς εὐαγγελικῆς διδασκαλίας φη- σάσης ‘‘ἐρρέθη τοῖς ἀρχαίοις, ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, αὐτοφυεῖ διδασκαλίᾳ προλαβὼν ὁ θαυμάσιος τοὔργον ἀπεπλήρου· διό φησιν “εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην ἐπὶ πτώματι ἐχθροῦ μου, καὶ εἶπεν ἡ καρδία μου, εὑ γε, ἀκούσαι ἄρα τὸ οὑς μου τὴν κατάραν μου.”

Καὶ ἐπιλέγει “ ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο, ἐπεὶ μὴ ἀλλό- τριος τοῦ φήσαντος “ ξένος ἤμην, καὶ συνηγάγετέ με.”

οἶα δὲ αὐτοῦ καὶ τὰ περὶ τῶν ἀκουσίων πλημμε- λημάτων ἐπάκουσον λέγοντος “ εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν. εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν τὴν ’ θύραν μου] κόλπῳ κενῷ, χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δὲ ἣν εἶχον κατά τινος εἶ μὴ ῥήξας αὐτὴν ἀπέδωκα, οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου. ”

Ταῦτα ἦν καὶ τὰ τοιαῦτα τῶν πρὸ Μώσεως θεοφιλῶν ἀνδρῶν, ἐξ ἑνὸς γὰρ καὶ τὸν τῶν λοιπῶν τεκμαίρεσθαι προσήκει βίον) τὰ περιύμνητα τῆς θεο- σεβείας ἆθλα, δι’ ἃ καὶ φίλοι θεοῦ καὶ προφῆται κατηξιώθησαν.

τοιούτοις δ’ οὖσι τίς ἔτι χρεία ἦν τῶν παρὰ Μωσεῖ παραγγελμάτων φαύλοις ἀνδράσι καὶ μοχθηροῖς παραδεδομένων ; οὐκοῦν διὰ τούτων ἀπάντων τὸν ἀρχαιότατον τῆς τῶν προπατόρων θεο- σεβείας τρόπον ὁ Χριστοῦ λόγος πᾶσι καταγγείλας τοῖς ἔθνεσι προφανῶς ἀποδέδεικται, ὡς εἶναι τὴν καινὴν διαθήκην οὐδ’ ἄλλην ἐκείνης τῆς ἀρχαιοτάτης τῶν Μώσεως χρόνων εὐσεβοῦς πολιτείας, ὥστε ὁμοῦ καὶ παλαιὰν αὐτὴν εἶναι καὶ νέαν · παλαιτάτην μὲν διὰ τὰ ἀποδεδειγμένα, νέαν δὲ αὖθις διὰ τὸ μακροῖς τοῖς μεταξὺ χρόνοις ὥσπερ ἀποκρυβεῖσαν ἐξ ἀνθρώ- πων αὖθις ἀναβεβιωκέναι διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας.

τοῦτόν γέ τοι τὸν μεταξὺ δηλούμενον χρόνον ἕως συνέβαινε λανθάνειν ἀνθρώπους, καὶ ὥσπερ ἐφησυχάζειν τὸν τῆς καινῆς διαθήκης τρό- πον, ὁ Μώσεως ἐν τῷ μεταξὺ παρεισελθὼν νόμος οἷά τις νηπίων καὶ ἀτελῶν ψυχῶν ἐπίτροπος καὶ οἰκονόμος, ἢ καὶ ἰατρὸς δεινῇ καὶ Αἰγυπτιακῇ νόσῳ τετρυχωμένῳ τῷ παντὶ Ἰουδαίων ἔθνει, αὐτοῖς δὴ τοῖς τοῦ ‘ Αβραὰμ ἀπογόνοις, μὴ οἵοις τε οὖσιν ὁμοίως τοῖς προπάτορσι κατορθοῦν, τὸν ὑποβεβηκότα καὶ ἀτελῆ βίον παρεδίδου.

ἐπειδὴ γὰρ ἐν τῇ παρ’ Αἰγυπτίοις διατριβῇ οὗτοι μετὰ τὴν τόν θεοφιλῶν προπατόρων τελευτὴν ταῖς Αἰγυπτιακαῖς ὁμοιοτροπίαις ἀπα- χθέντες ἐπὶ τὴν πολύθεον, ὡς ἔφην, δεισιδαιμονίαν ἀποπεπτώκεσαν, ὡς μηδὲν τῶν Αἰγυπτίων πλέον ἔχειν δοκεῖν, γεγονέναι δὲ κάτα πάντα ὁμοίους αὐτοῖς, κατά τε τὴν τῶν εἰδώλων πλάνην, ἔν τε τοῖς ἄλλοις ἐγχειρήμασιν ’ εἰκότως, ὥσπερ ἐκ βυθοῦ κακῶν ἀνιμώμενος αὐτοὺς ὁ Μώσης, ἀφίστη μὲν τῆς ἀθέου πολυθείας, ἀνῆγε δὲ ἐπὶ τὸν πάντων δημιουργὸν θεὸν, πρῶτον ἐκεῖνον βαθμὸν εὐσεβείας ὡς ἐν εἰσαγωγαῖς καὶ προθύροις τῶν τελεωτέρων προβεβλημένος.

ἔπειτα οὐ φονεύειν, οὐ μοιχεύειν, οὐ κλέπτειν, οὐκ ἐπιορκεῖν, οὐκ ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι, οὐ μητράσιν, οὐκ ἀδελφαῖς, οὐ θυγατράσιν ἐπιμίγνυσθαι, οὐδ’ ὅσα τοιαῦτα τοῖς τότε πράττειν ἐξῆν ἀφόβως, συνεχώρει.

παραλαβὼν δὲ ἐξ ἀνημέρου καὶ θηριώδους βίου λογικωτέραν καὶ εὔνομον ἐν τοῖς τότε χρόνοις πολιτείαν πρῶτος ἐπὶ γῆς διὰ γραφῆς συνεστήσατο, οὔπω τότε πᾶσιν ἀνθρώποις ἐκφανοῦς ὄντος οὐδὲ τοῦ τοιουδὶ τρόπου.

εἶτα δὲ ὡς ἂν ἀτελέσιν ἀπειπὼν τὴν εἰδωλολα- τρίαν, θυσίαις καί τισι σωματικωτέροις τὸν ἴνα καὶ ἐπὶ πάντων θεὸν θεραπεύειν παρεκέλευε, διά τινων ἀπορρητοτέρων ἰδία συμβόλων τὴν κατ’ αὐτὸν θρησκείαν ἐπιτελεῖν νομοθετήσας, ἣν καὶ θαυμασίως τῷ θείῳ πνεύματι συνιδὼν οὐκ εἰς ἄπειρον δεῖν περιέπειν, ὑφ’ ἔνα τόπον περιέγραψεν, ὁρίσας μὴ ἀλλα- χόσε συντελεῖν τὰ κατ’ αὐτὸν νόμιμα, ἢ ἐν μόνῳ ἑνὶ τόπῳ, οὗτος δ’ ἦν ὁ ἐν ‘Ιεροσολύμοις, ἔξω δὲ τούτου μηκέτι.

ὅθεν εἰς ἔτι καὶ δεῦρο παισὶν Ἑβραίων οὐ θεμιτὸν ἄλλοσε ἐκτὸς τῆς καθῃρημένης αὐτῶν μητροπόλεως οὔτε θύειν κατὰ τὸν νόμον, οὔτε ἱερὸν οὔτε θυσιαστήριον ἐγείρειν, οὔτε χρίειν ἱερέας οὔτε βασιλέας, οὔτε τὰς κατὰ Μωσἐα πανηγύρεις καὶ ἑορλείας ἐκτελεῖν, οὐ μιασμοῦ καθαίρεσθαι, οὐ πλημμε- λείας ἀπολύεσθαι, οὐ δῶρα τῷ θεῷ προσφέρειν, οὐχ ἱλεοῦσθαι κατὰ τὰ νενομοθετημένα.

διόπερ καὶ τῇ Μώσεως εἰκότως ὑποβέβληνται κατάρᾳ, ἐν μέρει μὲν φυλάττειν τινὰ πειρώμενοι, ἐν δὲ τοῖς ὅλοις παρανομοῦντες, διαρρήδην Μώσεως ἀποφηναμένου ” ὅτι δὴ ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιήσαι αὐτά.”

Τούτοις δὲ πᾶσι περιπεπτώκασιν, αὐτοῦ Μωσέως θείῳ πνεύματι προειληφότος, ὅτι δὴ τῆς διὰ Χριστοῦ καινῆς διαθήκης ἀνανεωθείσης καὶ τοῖς πᾶσιν ἔθνεσι καταγγελθείσης περιττή τις ἔσται ἡ κατ’ αὐτὸν νομοθεσία, ἣν εἰκότως ὑφ’ ἴνα τόπον περιώ- ρισεν, ἵνα, εἴ ποτε τούτου στερηθεῖεν καὶ ἀποκλεισθεῖεν τῆς οἰκείας ἐλευθερίας, μηκέτ’ αὐτοῖς ἐξὸν εἴη ἐπὶ τῆς ἀλλοδαπῆς τὰ κατ’ αὐτὸν νόμιμα συντελεῖν, ὧς καὶ ἐξ ἀνάγκης τὴν δευτέραν διαθήκην τὴν διὰ Χριστοῦ κατηγγελμένην γενέσθαι παραδεκτέον.
αὐτὸ δὴ οὖν τοῦτο Μώσεως προηγορευκότος ὁμοῦ τε ὁ Χριστὸς ἐπεδήμει τῷ βίῳ καὶ τῆς καινῆς διαθή- κης προεβάλλετο πᾶσι τοῖς ἔθνεσι διδασκαλία, παραχρπῆμά τε ‘ Ρωμαῖοι τὴν πόλιν ἑλόντες πολιορκίᾳ κα- θεῖλον τὰ ‘ Ιεροσόλυμα καὶ τὸν αὐτόθι νεών· λέλυτό τε αὐτίκα πᾶσα ἡ Μώσεως διάταξις, καὶ τὰ τῆς παλαιᾶς περιῄρητο διαθήκης, τά τε τῆς ἀρᾶς μετῄει τοὺς παρὰ καιρὸν τὰ Μώσεως πράττειν παρανομοῦντας, εἰς αὐτὰ βιαζομένους ’ ἀντεισήγετο δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τῆς νέας καὶ ἐντελοῦς διδασκαλίας τὰ νόμιμα.

διόπερ εἰκότως ὁ σωτὴρ καὶ κύριος τοῖς οἰομένοις ἐν μόνῃ τῇ ‘ Ιερουσαλὴμ ἢ ἐν ὄρεσί τισιν ἢ τόποις ἀφωρισμένοις δεῖν τὸν θεὸν προσκυνεῖν φησιν “ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἶ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν ‘ Ιερουσαλὴμ τῷ πατρί· πνεῦμα γὰρ ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.”

Καὶ ταῦτα φήσαντος, παραχρῆμα καὶ οὐκ εἰς μακρὸν πολιορκηθέντων τῶν ‘ Ιεροσολύμων, τοῦ τ’ αὐτόθι ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου τῆς τε κατὰ Μωσέα λατρείας κατὰ τὴν αὐτοῦ Μώσεως διάταξιν περιῃρημένης, ἀνέφανεν εἰς πάντας ἀνθρώπους καὶ ἐξέλαμψεν ἡ ἀρχέτυπος τῶν πρὸ Μώσεως θεοφιλῶν ἀνδρῶν εὐσέβεια, ἥ τε δι’ αὐτῆς πάσι τοῖς ἔθνεσιν ἐπηγγελμένη εὐλογία, ἀπὸ τοῦ πρώτου βαθμοῦ καὶ ἀπὸ τῆς πρώτης στοιχειώσεως τῆς κατὰ Μωσέα λατρείας ἐπὶ τὸν κρείττονα καὶ τελειότερον προσ- άγουσα τοὺς προσιόντας αὐτῇ βίον.

αὐτίκα γοῦν τῶν μακαρίων ἐκείνων καὶ θεοφιλῶν, τῶν ἀμφὶ τὸν ‘ Αβραὰμ λέγω, οὐκ ἀφωρισμένως ἔν τινι τόπῳ προσ- κυνούντων, οὐδὲ διὰ συμβόλων καὶ τύπων, ἀλλ’ ᾗ φησιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν “ ἐν πνεύματι καὶ ἀληθείᾳ,’’ ἣ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας ἅπασι τοῖς ἔθνεσιν ὑπῆρξεν, τῶν πάλαι προφητῶν καὶ τοῦτο τεθεωρηκότων ’ λέγει δ’ οὖν ἄντικρυς Σοφονίας ’ ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξο- λοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου ἀυτῶν.”

‘Ο δὲ Μαλαχίας ὁμοῦ πρὸς τοὺς ἐκ περιτομῆς ἀποτείνεται, καὶ περὶ τῶν ἐθνῶν ταῦτα προαναφω- νεῖ, φάσκων ‘οὐκ ἔστι μου θέλημα, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπ’ ἀνατολῶν καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά.”

Τὸ γὰρ ἐν παντὶ τόπῳ θυμίαμα καὶ θυσίαν ἀναφέρεσθαι θεῷ τί ἕτερον παρίστησιν ἢ ὅτι μὴ ἐν ‘ Ιεροσολύμοις, μηδ’ ἀφωρισμένως ἐν τῷδε τῷ τόπῳ, ἐν πάσῃ δὲ χώρᾳ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι μέλλουσι τὸ δι’ εὐχῶν θυμίαμα καὶ τὴν οὐ δι’ αἱμάτων, ἀλλὰ δι’ ἔργων εὐσεβῶν καθαρὰν ὠνομασμένην θυσίαν τῷ ἐπὶ πᾶσιν ἀναφέρειν θεῷ;

βοᾷ δὲ διαρρήδην καὶ κέκραγεν ὁ ‘Ησαΐας θεσπίζων ἅμα καὶ λέγων “ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ ἀποστελεῖ αύτοῖς ἄνθρωπον ὃς σώσει αὐτοὺς, καὶ γνώσονται οἶ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιή- σουσιν θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ, καὶ ἀποδώσουσιν, καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται.”

Ἀρά σοι δοκοῦμεν ἀληθῆ λέγειν μετάθεσιν τοῦ Μώσεως νόμου, μᾶλλον δὲ παῦλαν καὶ λύσιν φάσκοντες διὰ τῶν προφητικῶν φωνῶν θεσπίζεσθαι ;

ὁ μέν γε Μώσης θυσιαστήριον καὶ θυσίας οὐδ’ ἀλλαχόσε γῆς ἢ ἐν μόνῃ τῇ Ἰουδαίᾳ, καὶ ταύτης ἐν μιᾷ πόλει συστήσασθαι νομοθετεῖ· ἡ δὲ προφητεία ἐν χώρᾳ φησὶν Αἰγύπτου τῷ κυρίῳ θυσιαστήριον ἱδρυθήσεσθαι, καὶ τοὺς Αἰγυπτίους αὐτοὺς τῷ κυρίῳ τῶν προφητῶν, ἀλλ’ οὐκέτι τοῖς πατρῴοις θεοῖς καλλιερήσειν τὰς θυσίας, καὶ τῆς θεογνωσίας οὐ Μωσέα αἴτιον οὐδ’ ἕτερον τῶν προφητῶν αὐτοῖς γενήσεσθαι, ἀλλά τινα καινὸν καὶ νέον ἄνθρωπον θεόθεν ἀπεσταλμένον.

μετατιθεμένου δὲ τοῦ θυσιαστηρίου παρὰ τὰ τῷ Μωσεῖ δοκοῦντα, ἀνάγκη πᾶσα καὶ τοῦ Μώσεως νόμου μεταβολὴν γενέσθαι. εἶτα δὲ θύοντες Αἰγύπτιοι τῷ ἐπὶ πάντων θεῷ πάντως που καὶ ἱερωσύνης ἀξιωθήσονται. ἱερωμένων δῆτα Αἰγυπτίων τὰ περὶ Λευιτῶν καὶ τῶν ἐκ διαδοχῆς ‘ Ααρὼν Μωσεῖ διατεταγμένα οὐκέτ’ ἂν γένοιτο τοῖς Αἰγυπτίοις χρήσιμα.

ὥρα δὴ οὑν καινῆς νομοθεσίας δεῖν εἰς τὴν τῶν δηλουμένων σύστασιν. τί δέ ; ἆρα εἰκῆ ταῦτ’ ἀναπεφώνηται; ἢ καὶ τέλος ἐπενήνεκται τοῖς λόγοις; σκέψαι δ’ οὖν εἰ μὴ σήμερον, λέγω δὴ καθ’ ἡμᾶς, αὐτοῖς τοῖς ὀφθαλμοῖς ὁρῶνται οὐ μόνον Αἰγύπτιοι, ἀλλὰ καὶ πᾶν γένος τῶν πρὶν εἰδωλολ·α- τρῶν ἀνθρώπων, οὓς ἡ πρόρρησις διὰ τῶν Αἰγυπτίων ῂνίττετο, τῆς μὲν πολυθέου καὶ δαιμονικῆς ἀπηλλαγμένον πλάνης, τὸν δὲ τῶν προφητῶν θεὸν ἀνακαλούμενον·

καὶ εὔχονται δὲ οὐκέτι πλείοσι κυρίοις, ἐνὶ δὲ τῷ μόνῳ κυρίῳ κατὰ τὸ ἱερὸν λόγιον, καὶ τούτῳ θυσιαστήριον ἀναίμων καὶ λογικῶν θυσιῶν κατὰ τὰ καινὰ μυστήρια τῆς νέας καὶ καινῆς διαθήκης καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνεγήγερται ἐν αὐτῇ τε Αἰγύπτῳ καὶ τοῖς λοιποῖς ἔθνεσι τὸν τρό- πον αἰγυπτιάζουσι κατὰ τὴν δεισιδαίμονα πλάνην.

νῦν καθ’ ἡμᾶς ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις διαλάμπουσα τὴν πίστιν ἀναμφίλεκτον τῶν προθεσπισθέντων ἐπισφραγίζεται. ταῦτα δὲ ἔργοις ἐπιτελούμενα ὁρῶν, ἀλλ’ οὐκέτ’ ἀκοῇ προσδοκώμενα, τὸν καιρὸν, ὁπόθεν τὴν ἀρχὴν τῶν πραγμάτων εἴληχεν, οὐδ’ ἄλλον ἀναζητήσας εὑρήσεις ἢ τὸν τῆς σωτηρίου ἐπιφανείας.

αὐτὸς ἄρα οὗτος ἦν ἐκεῖνος, ὃν ὁ χρησμὸς ἐδήλου, φήσας ἀποστελεῖν τὸν τῶν ὅλων θεὸν καὶ κύριον τοῖς Αἰγυπτίοις ἄνθρωπον, ὃς σώσει αὐτοὺς, ὃν καὶ τὰ Μώσεως ἐδήλου λόγια δι’ ὧν ἔφησεν “ ἐξελεύσεται ἄνθρωπος ἐκτοῦ σπέρματος αὐ- τοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν. ἐν οἷς ἔθνεσι καὶ Αἰγύπτιοι δήπουθεν καταριθμοῖντ’ ἄν.

ἀλλὰ περὶ μὲν τούτων μακρὸς ἂν εἴη λόγος, ἐπ’ οἰκείας σχολῆς ἐντελέστερον ἀποδοθησόμενος ’ τό γε μὴν παρὸν ἐπιτετηρήσθω ὅτι τὰ προηγούμενα οὐδ’ ἃλλοτε ἢ μετὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο.

ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο παρὰ τοῖς Αἰγυπτίοις καὶ παρὰ Πέρσαις Σύροις τε καὶ Ἀρμενίοις, καὶ παρὰ τοῖς τὰς ἐσχατιὰς τῆς γῆς οἰ- κοῦσι βαρβάροις, αὐτοῖς τε τοῖς τὸ πρὶν ἀνημερωτάτοις καὶ θηριωδεστάτοις ἔθνεσι, ναὶ μὴν καὶ παρὰ τοῖς τὰς νήσους οἰκοῦσιν, ὅτι δὴ καὶ τούτων ἠξίωσε μνήμην ἡ προφητεία ποιήσασθαι,) αὐτὴ ἐκείνη ἡ κατὰ τὸν ‘Αβραὰμ πολιτεία καὶ ὁ παλαίτατος καὶ πάντων ἀρχαιότατος τῆς θεοσεβείας τρόπος σπουδάζεται.
καὶ τίς οὐκ ἂν ἐκπλαγείη τὸ παράδοξον τοῦ πράδδγματος, εἰ δὴ οἶ ἐξ αἰῶνος λίθοις καὶ ξύλοις καὶ δαί- μοσι, θηρίοις τε ἀνθρωποβόροις, καὶ ἑρπετοῖς ἰοβόλοις, ζῴοις τε παντοίοις, καὶ εἰδεχθέσι κνωδάλοις, πυρί τε καὶ γῇ, καὶ τοῖς τοῦ παντὸς ἀψύχοις στοι- χείοις τὴν σεβάσμιον τιμὴν περιτιθέντες, τὸν ὕψιστον θεὸν, τὸν οὐρανοῦ καὶ γῆς δημιουργὸν, αὐτὸν δὴ τὸν τῶν προφητῶν κύριον, τὸν θεὸν ‘ Αβραὰμ καὶ τῶν τούτου προπατόρων, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ἀνακαλοῦνται;
καὶ οἱ μικρῷ πρόσθεν μητρογαμίαις καὶ θυγατρομιξίαις, ἀλληλοφθορίαις τε καὶ παντοίαις μιαιφονίαις ἐγκαλινδούμενοι, οἱ μη- δέν τι ἀνημέρων θηρίων τὸν τρόπον διαφέροντες, νυνὶ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως μεταβληθέντες καὶ ὥσπερ ἐξ ἑτέρων ἕτεροι γεγονότες, λόγους ἀρετῆς καὶ σωφροσύνης παιδεύματα συνιόντες εἰς τὰ κοινὰ δισασκαλεῖα, μανθάνουσιν; ὡς τὴν ἀνωτάτω φιλοσοφίαν, τὴν μηδ’ ἐμβλέπειν ἀκολάστοις ὀφθαλμοῖς, μηδὲ μέχρι λόγων ἀδιαφορεῖν, μηδὲ τὰ κοινὰ καὶ τοῖς πᾶσι συνήθη διαπράττεσθαι παραι- νοῦσαν οὐ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας, πένη- τάς τε καὶ πλουσίους, λογίους τε καὶ ἰδιώτας, μέχρι καὶ παίδων καὶ ἀνδραπόδων, ἐν ταῖς κατὰ πόλιν καὶ κατ’ ἀγροὺς διατριβαῖς παιδεύεσθαι, μανθάνειν τε ἀληθῆ τρόπον, καθ’ ὃν τὸν ἐπὶ πάντων προσήκει θεὸν σέβειν καὶ θεραπεύειν ἐν παντὶ τόπῳ, κατὰ τὴν φήσασαν προφητείαν καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.”

Προσκυνεῖ δῆτα οὖν πᾶς τῷ ἐπὶ πάντων θεῷ βάρβαρος καὶ Ἕλλην, οὐ τρέχων ἐπὶ Ἱεροσόλυμα, οὐδ’ αἵμασι καὶ θυσίαις ἀφοσιούμενος, οἴκοθεν δὲ καὶ ἐφ’ ἑαυτῷ μένων, καὶ πνεύματι καὶ ἀληθείᾳ τὴν ἄναιμον καὶ καθαρὰν ἀποδιδοὺς αὐτῷ λατρείαν.

καὶ αὕτη γε ἦν ἡ καινὴ διαθήκη, οὐ κατὰ τὴν πα- λαιὰν τυγχάνουσα· παλαιὰν δὲ μή τοι νομίσῃς λέγε- σθαι τὴν τῶν πρὸ Μώσεως θεοφιλῶν ἀνδρῶν, ἀλλὰ τὴν ὑπὸ Μώσεως αὐτοῦ τῷ Ἰουδαίων ἔθνει νενομο- θετημένην.

ἐπιφέρει γοῦν ὁ λόγος διασαφῶν τίνα ἔφησεν εἶναι τὴν παλαιὰν, ᾗ μηδὲν ὅμοιον σχή- σειν διδάσκει τὴν καινὴν λέγων “ διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐ- τῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.”

Οὐ κατὰ ταύτην γοῦν φησιν τὴν ὑπὸ Μώσεως νενομοθετημένην ’ αὕτη γὰρ ἦν κατὰ τὴν ἔξοδον τὴν ἀπ’ Αἰγύπτου τοῖς Ἰουδαίοις παραδοθεῖσα. ἔδοξεν ἂν οὖν ἐναντίαν εἰσάγειν τὴν καινὴν διαθήκην τοῦ τρόπου τῆς θεοσεβείας τῶν ἀμφὶ τὸν ‘ Αβραὰμ θεοφιλῶν, εἰ μὴ ἀκριβῶς ἐπεσημήνατο φήσας “ οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.”

Οὐ κατὰ τὴν ὑπὸ Μώσεως ἄρα ἐπὶ τῆς ἐξόδου καὶ ἐπὶ τῆς κατὰ τὴν ἔρημον διατριβῆς νενομο- θετημένην ἔσεσθαι τὴν καινὴν ἐθέσπιζεν, ἀλλὰ κατ’ ἐκείνην δηλαδὴ τὴν πρόπαλαι πολιτευσαμένην, δι’ ἧς κατορθώσαντες ἀνεφάνησαν οἶ πρὸ Μώσεως.

δι’ ἃ δὴ λοιπὸν ἤδη θαρρῶν τὰς τῶν θεοσεβεῖν ἐπαγγελλομένων προαιρέσεις μὴ ἐπὶ δύο, ἀλλὰ τρία διαιροῦ τάγματα, τό τε τῶν παντελῶς εἰδωλολατρῶν, τῶν δὴ ἐπὶ τὴν πολύθεον πλάνην εἰδωλολατρῶν, καὶ τὸ τῶν ἐκ περιτομῆς διὰ Μώσεως ἐπὶ τὸν πρῶτον ἀνεληλυθότων τῆς εὐσεβείας βαθμὸν, καὶ τρίτον τὸ τῶν ἐπαναβεβηκότων διὰ τῆς εὐαγγελικῆς διδα- σκαλίας, ὃ καὶ τῶν δυεῖν μέσον παρεμβαλὼν μηκέθ’ ἡγοῦ τοὺς ἀπὸ Ἰουδαίων ἀφισταμένους πάντως δεῖν ἐφ’ Ἑλληνισμὸν ἐκπίπτειν, μηδὲ τοὺς ἐξ Ἑλλήνων ἀναχωροῦντας ἐξ ἀνάγκης χρῆναι Ἰουδαίους ἔσεσθαι, τὸν δὲ μέσον ἑλὼν τὸν τρίτον εὑρήσεις ἄνω που ἑστῶτα, καὶ ὥσπερ ἐφ’ ὑψηλοτάτης ἀκρωρείας ἀναβεβηκότα, ἑκατέρωθεν δὲ κάτω τοὺς λοιποὺς ἀπολε- λοιπότα.

Ἑλλήνων μὲν γὰρ ἐκπέφευγε τὴν ἂθεον καὶ πολυπλανῆ δεισιδαιμονίαν καὶ τὰς ἀνειμένας πορωείας νείας τε καὶ ἀκοσμίας, Ἰουδαίων δὲ ὡσαύτως τὴν ὑπὸ Μώσεως ἀτελῆ καἲ οἷα νηπίοις καὶ ἀσθενέσι κατάλ- ληλον ἐθελοθρησκείαν. τὸν οἰκεῖον δὲ ἄνωθεν οὐ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ Ἓλλησι καὶ βαρβάροις καὶ τοῖς ὑφ’ ἡλίῳ πᾶσιν ἔθνεσιν ἐπιβοώμενος νόμον, ὅρα τί φησίν·

ὠ ἄνθρωπε, καὶ σύμπαν τὸ θνητῶν γένος, ὁ μὲν δὴ Μώσεως νόμος ἀφ’ ἑνὸς γένους ἀν- θρώπων ἀρξάμενος πρῶτον ἁπάντων τὸ Ἰουδαίων γένος, τῆς πρὸς τοὺς θεοφιλεῖς προπάτορας αὐτῶν ἐπαγγελίας ἕνεκεν, ἐπὶ τὴν τοῦ ἑνὸς θεοῦ γνῶσιν ἀνεκαλεῖτο, τῆς πικρᾶς τῶν δαιμόνων δουλείας τοὺ ’ς ὑπακούοντας ἀπαλλάττων ’ ἐγὼ δὲ πᾶσιν ἀνθρώποις καὶ τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι τὴν ἐπαναβεβηκυῖαν τοῦ θεοῦ γνῶσιν καὶ εὐσέβειαν προαγγέλλων, κατὰ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τοὺς ἔτι παλαιτέρους πρὸ μωσέως χρόνων βιοῦν παραινῶ, ἐν οἷς ἐξ ἀλλοδαπῶν ἐθνῶν πλείους ἐπ’ εὐσεβείᾳ μνημονεύονται διαλάμψαντες.

καὶ πάλιν· ὁ μὲν Μώσεως νόμος ἐφ’ ἕνα τινὰ τῆς γῆς ἀφωρισμένον τόπον τοὺς εὐσεβεῖν προῃρημένους σπεύδειν πανταχόθεν παρεκελεύετο, ἐγὼ δὲ τοῖς πᾶσιν ἀνεὶς τὴν ἐλευθερίαν, οὐκ ἐν γω- νίᾳ γῆς, οὐδ’ ἐν ὄρεσιν, ἤ τισι χειροποιήτοις ναοῖς ζητεῖν τὸν ἐπὶ πάντων θεὸν, οἴκοθεν δὲ ἕκαστον σέβειν αὐτὸν καὶ προσκυνεῖν παιδεύω.

καὶ πάλιν ’ ὁ μὲν παλαιὸς νόμος θυσίαις ταῖς διὰ ζῴων σφαγαῖς λιβανωτοῦ τε καὶ πυρὸς καί τινων ἂλλων ὁμοιοτρόπων τοῦ σώματος καθαρμῶν θρησκεύειν τὸν ἐπὶ πάντων θεὸν παρεκελεύετο, ἐγὼ δὲ τὰ ψυχῆς παραδιδοὺς ὂργια διανοίᾳ καθαρωτάτῃ καὶ νῷ διαυγεῖ, ἐν σωφροσύνῃ καὶ τῷ κατ’ ἀρετὴν βίῳ, δόγμασί τε ὀρθοῖς καὶ εὐσεβέσι τὸ θεῖον γεραίρειν προστάττω.

καὶ πάλιν· Μώσης μὲν ὡς ἂν μιαιφόνοις οὖσι τοῖς τότε μὴ φονεύειν παρῄνει, ἐγὼ δὲ τοῖς ἐν τούτῳ προπαιδαγωγηθεῖσι καὶ τὴν πρώτην ἐντολὴν κατωρθωκόσι νομοθετῶ τὴν τελειοτέραν, μηδ’ ὀργῆς ἐνέχεσθαι πάθει προστάττων. καὶ αὖθις· ὁ μὲω Μωσῆς μοιχοῖς καὶ ἀκολάστοις διετάττετο τὸ μὴ μοιχεύειν, μηδὲ ἀρσενοκοιτεῖν, μηδὲ τὰς παρὰ φύσιν ἡδονὰς διώκειν, θάνατον τὴν τιμωρίαν τοῖς παραβαίνουσιν ἐπάγων, ἐγὼ δὲ μηδ’ ἐμβλέπειν γυναῖκα μετ’ ἐπιθυμίας ἀκολέστου τοὺς ἐμοὺς βούλομαι.

καὶ πάλιν· ὁ μὲν ἔλεγεν “ οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ θεῷ τοὺς ὅρκους σου ’ ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, ἀλλ’ ἔσται ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.’

καὶ πάλιν· ὁ μὲν τοὺς ἀδικοῦντας ἀμύνασθαι καὶ ἀνταδικεῖν παρεκελεύετο λέγων, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος, ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ’ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα σου, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·

καὶ τῷ θέ- λοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.

καὶ πάλιν· ὁ μὲν παρῄνει τὸν μὲν φίλον ἀγαπᾶν, μισεῖν δὲ τοὺς ἐχθροὺς, ἐγὼ δὲ καθ’ ὑπερβολὴν φιλανθρωπίας καὶ ἀνεξικακίας ἀγαπᾶν τοὺς ἐχθροὺς ὑμῶν νομοθετῶ, καὶ προσεύ- χεσθαι ὑπὲρ τῶν διωκόντων, ὃπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅστις τὸν ἥλιον ἀνα- τέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δι- καίους καὶ ἀδίκους.

καὶ ἐπὶ τούτοις ὁ μὲν πρὸς τὴν τῶν πολλῶν σκληρίαν ἡρμόζετο καὶ τοῖς ἐμπαθέσι κατάλληλα διετάττετο, ἐξηλλαγμένον καὶ ὑπο- βεβηκότα παρὰ τὸν παλαιὸν τρόπον παραδιδοὺς εὐσεβείας· ἐγὼ δὲ ἐπὶ τὸν τῶν πρόπαλαι θεοφιλῶν ἀνδρῶν εὐσεβῆ καὶ θεοφιλῆ βίον ἀνακαλοῦμαι τοὺς πάντας.

καὶ ἐφ’ ἅπασιν ὁ μὲν γῆν ῥέουσαν γάλα καὶ μέλι οἶα νηπίοις ἐπηγγέλλετο ’ ἐγώ δὲ βασιλείαν οὐρανῶν τοῖς οἵοις τε χωρεῖν προξενῶ.

Ταῦτα καὶ τὰ τοιαῦτα ὁ τῆς καινῆς διαθήκης λόγος διὰ τῆς Χριστοῦ διδασκαλίας πᾶσι κατήγγειλε τοῖς ἔθνεσιν. καὶ ταῦτα ἦν ἃ τοῖς αὐτοῦ μαθηταῖς ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν τοῖς ἔθνεσι καταγγέλλειν παρῄνει, φήσας “ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνε- τειλάμην ὑμῖν. ”

ἃ καὶ πᾶσιν ἀνθρώποις Ἓλλησί τε καὶ βαρβάροις φυλάττειν παραδιδοὺς σαφῶς τί ποτέ ἐστιν ὁ Χριστιανισμὸς ἐξέφηνεν, τίνες θ’ ἡμεῖς καὶ ὁποῖος ὁ τῶν τοιῶνδε λόγων τε καὶ μαθημάτων διδάσκαλος, αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ὁ τὴν καινὴν ταύτην καὶ πανά- ρετον πολιτείαν καθ’ ὅλου τοῦ κόσμου συστησάμενος, ὥστε τοιαῦτα μανθάνειν καὶ φιλοσοφεῖν μὴ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας, πλουσίους τε καὶ πένητας καὶ δούλους ἅμα δεσπόταις.
καὶ μὴν ὁ τῆς καινῆς ταύτης νομοθεσίας εἰσαγωγεὺς τὰ πάντα κατὰ τὸν Μώσεως νόμον εἰσῆκται πεπολιτευμένος· ὃ κ’ αἰ αὐτὸ θαυμάζειν ἄξιον, ὅτι δὴ νέας πολιτείας νομοθέτης μέλλων καταστήσεσθαι, τῆς κατὰ τὸ εὐαγγέλιον αὐτοῦ καινῆς διαθήκης, οὐχ ὡς ἐχθρὰ καὶ ἐναντία τὰ Μώσεως παρῃτήσατο· ἢ γὰρ ἂν ἐνομίσθη τὰ πολέμια Μωσεῖ διατάττεσθαι, οὕτω τε ἂν καὶ παρέσχεν τῆς κατὰ Μώσεως καὶ τῶν προφητῶν τοῖς ἀθέοις αἱρεσιώταις πλείστης δυσφημίας ὑπόθεσιν, τοῖς τε ἐκ περιτομῆς εὔλογον τῆς κατ’ αὐτοῦ συσκευῆς αἰτίαν, οἱ δὴ ὡς παραβάτῃ καὶ ἀποστάτῃ τοῦ νόμου τὴν πρὸς θάνατον ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο.
Νυνὶ δὲ πάντα κατὰ τὸν Μώσεως νόμον πεπολιτευμένος τοῖς ἀποστόλοις αὐτοῦ κέχρηται διακόνοις τῆς καινῆς αὐτοῦ νομοθεσίας, ὁμοῦ μὲν καὶ τὰ Μώσεως οὐκ ἀλλότρια οὐδ’ ἐχθρὰ τῆς οἰκείας θεοσεβείας ἡγεῖσθαι δεῖν διδάξας, ὁμοῦ δὲ καὶ αὐθέντης καὶ εἰσηγητὴς νέας καὶ σωτηρίου πᾶσιν ἀνθρώποις καταστὰς νομοθεσίας, ὡς μηδαμῶς εἰς τὰ Μωσεῖ δοκοῦντα παρανομῆσαι αὐτὸν, τέλος δ’ ἐκείνοις ἐπιθεῖναι πρότερον, καὶ πληρωτὴν αὐτῶν γενέσθαι, καὶ οὕτως περὶ τὴν αὐθεντίαν τοῦ κατὰ τὸ εὐαγγέλιον νόμου παρεληλυθέναι. καὶ τοῦτον ἀκουστέον αὐτοῦ λέγοντος τὸν τρόπον “ οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, , ἀλλὰ πληρῶσαι.”
Εἰ μὲν γὰρ παραβάτης τοὐ Μώσεως νόμου κατέστη, κἂν εὐλόγως ἐνομίσθη λύειν αὐτὸν καὶ παρανομεῖν· φαῦλος δέ τις καὶ παράνομος πεφυκὼς οὐκ ἂν ἐπιστεύθη αὐτὸς εἶναι ὁ Χριστός. λύων δὲ τὰ Μώσεως πῶς ἂν ἐνομίσθη αὐτὸς ὑπάρχειν ὁ ὑπὸ Μώσεως καὶ τῶν προφητῶν κατηγγελμένος ; πῶς δ’ ἂν ἔσχεν τὸ ἀξιόπιστον καινῆς νομοθεσίας; ἔδοξε γὰρ ἂν εἰκότως τῆς παρανομίας χάριν ἐπὶ τὴν καινοτομίαν ἐληλυθέναι, φεύγων τὴν ἐπὶ ταῖς παρανομίαις τιμωρίαν.
νῦν δὲ μηδὲν μηδαμῶς τῶν ἐν τῷ νόμῳ λύσας, πληρωτὴς δ’ αὐτῶν γενόμενος, καὶ τέλειος, ὡς ἄν τις εἴποι, κατὰ Μωσέα, ἐπεὶ μηκέτι τοῖς λοιποῖς ἔθνεσι δυνατὸν ἦν ἐφαρμόζειν τὰ παρὰ Μωσεῖ νόμιμα διὰ τὰς προδηλωθείσας αἰτίας, χρῆν δὲ δήπου φιλανθρωπίᾳ τοῦ παναγάθου τῶν ὅλων θεοῦ πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν,) τὰ κατάλληλα καὶ ἁρμόδια τοῖς πᾶσιν ἐνομοθέτησεν ’ οὐκ ἂν φθονήσας καὶ τὰ Μώσεως διὰ τῶν ἀποστόλων αὐτοῦ πᾶσιν ἀνθρώποις καταγγεῖλαι, εἰ μὴ τὸ ἀδύνατον ἐμποδὼν ἦν, ὡς διδάσκει λέγων ὁ ἀπόστολος “ τὸ γὰρ ἀδύνατον τοὐ νόμου, ἐν ᾧ ἠσθένει, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ τὰ ἐξῆς ’

ἀδύνατον δὲ πᾶσι δή που τοῖς ἔθνεσιν ὑπάρχειν τρὶς τοῦ ἔτους ἀπαν- τᾶν εἰς Ἱεροσόλυμα κατὰ τὸν Μώσεως νόμον, καὶ ἀπὸ τῶν περάτων τῆς οἰκουμένης τὴν ἀπὸ λέχους γυναῖκα σπεύδειν, αὐτόθι τὰ καθάρσια ἀποθησομένην, καὶ ἄλλα μυρία, ἃ καὶ ἑαυτῷ τις ἐπὶ σχολῆς ἀναλέξαιτο ἂν.

ἐπειδὴ τοίνυν ταῦτα οὐδὲ βουλομένοις δυνατὰ ἦν τοῖς ἀπῳκισμένοις τῆς Ἰουδαίας ἔθνεσι φυλάττειν, εἰκότως μηδὲν τούτων δι’ ἑαυτοῦ λύσας ὁ σωτὴρ καὶ κύριος ἡμῶν, πληρωτὴς δὲ γενόμενος τῶν ἐν τῷ νόμῳ, καὶ πίστιν παρασχὼν τοῖς ὁρῶσιν, ὡς ἄρα αὐτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ, ὁ πρὸς τῶν παρὰ Ἰουδαίοις πάλαι γενομένων προφητῶν μεμαρτυρημένος, μετὰ ταῦτα πᾶσι τοῖς ἔθνεσι τὰ ἁρμόδια διὰ τῶν οἰκείων μαθητῶν προβέβληπαραγγέλματα τᾶι.

ἔνθεν καὶ ἡμεῖς τὸ μὲν ἰουδαΐζειν παρῃτήμεθα, ὡς ἡμῖν μὴ νενομοθετημένον μηδὲ ἐφαρμόζειν τοῖς ἔθνεσι δυνάμενον, τὰς δὲ παρὰ Ἰουδαίοις προφητείας ἄσμενοι κατεδεξάμεθα, ὡς ἂν τὰς περὶ ἡμῶν περιεχούσας προρρήσεις. ὁ δέ γε σωτὴρ καὶ διδασκαλος ἡμῶν καὶ ἄλλως πληρωτὴς ὑπάρχει τοῦ Μωσέως νόμου καὶ τῶν μετ’ αὐτὸν προφητῶν.

ἐπειδὴ γὰρ τοῖς τεθεσπισμένοις τὰ τῶν συμπερασμάτων ἔ ἒλιπεν τά τε τῶν λόγων ἀποτελέσματα, χρῆν δή που καὶ τούτων αὐτῶν πληρωτὴν αὐτὸν γενέσθαι. οἷον . ὡς ἐπὶ παραδείγματος, ἡ μὲν παρὰ Μωσεῖ φησι προφη- τεία “ προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν εἴπῃ ὑμῖν ὁ προφήτης ἐκεῖνος.”

Τοῦτο δὴ τὸ λεῖπον ἀπεπλήρου δεύτερος μετὰ Μωσέα νομοθέτης ἀναφανεὶς ἀνθρώπων τῆς ἀληθοῦς εὐσεβείας τοῦ τῶν ὅλων θεοῦ. τὸ γὰρ μὴ ἁπλῶς φάσκειν Μωσέα προφήτην ἀναστήσεσθαι, ἀλλὰ μετὰ προσθήκης τῆς ὡς αὐτὸν “ προφήτην γὰρ ὑμῖν ἀναστήσει, φησὶν, κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε, ” τί ἕτερον ἐδήλου ἢ ὅτι αὐτῷ Μωσεῖ παρισωμένος τις ἔμελλεν ὁ θεσπιζόμενος;

Μώσης δὲ νομοθέτης εὐσεβείας ἦν τοῦ ἐπὶ πάντων θεοῦ. οὐκοῦν καὶ τὸν προφητευόμενον, ὁσπερ ἔμελλεν ὅμοιος γενήσεσθαι Μωσεῖ, νομοθέτην ἐκείνῳ παραπλήσιον φῆναι εἰκὸς ἦν.

μυρίων γοῦν μετὰ ταῦτα προφη- τῶν μετὰ Μωσέα γεγονότων, οὐδεὶς ὅμοιος Μωσεῖ μεμαρτύρηται ’ πάντες γὰρ εἰς ἐκεῖνον ἀνέπεμπον τοὺς ἀκροωμένους. μαρτυρεῖ δ’ οὖν ἡ γραφὴ ὅτι οὐκ ἐγήγερται προφήτης ὅμοιος Μωσέως ’ οὔτε οὖν Ιερεμίας οὔτε Ἠσαίας οὔτε τις ἕτερος τόν προφητῶν ὅμοιος αὐτῷ ἂν εἴη, ἐπειδὴ μηδὲ εἷς τούτων νομο- θέτης ἀναδέδεικται.

προσδοκωμένου τοίνυν τοῦ κατὰ Μωσέα μέλλοντος ἀναστήσεσθαι προφήτου τε καὶ νομοθέτου παρῆν οὗτος Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, νομοθετῶν πάσι τοῖς ἔθνεσι καὶ τὰ ὑπὲρ νόμον δ’ διαπραττόμενος. ἕνος.

τὸ γὰρ “ ἐλέχθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ἐπιθυμεῖν. καὶ τὸ “ ἐλέχθη τοῖς ἀρχαίοις οὐ φονεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι.” καὶ τὸ μηκέτι ἐν ‘Ιεροσολύμοις, ἀλλ’ ἐν παντὶ τόπῳ προσκυνεῖν.” καὶ τὸ “ μὴ λιβανωτῷ καὶ θυςίαις, ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ θρησκεύειν·” καὶ ὅσα τοιαῦτα ἐν τῇ αὐτοῦ φέρεται διδασκαλίᾳ, πανςόφου ἦν ἄντικρυς καὶ τελειοτάτου νομοθέτου.

διὸ καὶ οἱ ἀκροώμενοι ἐξεπλήττοντο, φηςὶν ἡ θεία γραφὴ, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουςίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖςαὐτῶν καὶ οἱ Φαρισαὶοι. καὶ τοῦτο τοίνυν τὸ λεῖπον τῇ Μωςέως προφητείᾳ λόγιον ἀπεπλήρου, ὡσαύτως δὲ καὶ τὰ λοιπὰ τὼν προφητειῶν τῶν περὶ αὐτοῦ καῖ περὶ τῆς τῶς ἐθνῶν κλήσεως θεσπέσματα.

γέγονε τοίνυν πληρωτὴς τοῦ νόμου καὶ τῶν προφητῶν, τὰς περὶ ἑαυτοῦ στήσας τὸν πρότερον νόμον, ἀρχηγὸς δὲ ἀναφανεὶς δευτέρου τοῦ τοῖς πᾶσιν ἐθνεσι κατηγγελμένου τῆς καινῆς διαθήκης νόμου, ὡς ὁμοῦ νόμου καὶ ἁρχῆς αἴτιον καταστῆναι τῶν δυεῖν ὑποθέσεων, Ἰουδαϊσμοῦ λέγω καὶ Χριστιανισμοῦ. ὅ καὶ αὐτὸ θαυμάξειν ἄξιον, τὴν θειαν πρόρρησιν ὦδέ πως ἀναφωνοῦσαν “ ἰδοὺ, τίθημι ἐν Σιὼν λίθον ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται.

Τίς δ’ ἄν εἴη ἀκρογωνιαῖοις ἤ οὖτος ὁ ζῶν καὶ πολυτίμτος λίθος μίαν ἐκ δυεῖν οἰκοδομῶν ὑποστηςάμενος διὰ τῆς αὐτοῦ διδασκαλίας; τὴν γὰρ Μωςέως μέχρις αὐτοῦ παραταθεῖσαν στήσας, ἐκ θατέρου μέρους τὴν ἡμετέραν ἐπισυνῆψεν τὴν κατὰ τὸ εὐαγγέλιον οἰκοδομήν.

ὅθεν εἰκότως ἀκρογωνιαῖος ὠνόμασται. καὶ ἐν ψαλμοῖς δὲ εἴρηται “ λίθον ὅν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὖτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.”

Ἒνθσ σαφῶς τὸ λόγιον καὶ τὴν ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐπιβουλὴν, ἣν πέπονθεν ὁ θεσπιζόμενος, διεσάφησεν, ἀποδοκιμασθῆναι μὲν αὐτὸν πρὸς τῶν τὸν παλαιὸν τοῖχον οἰκοδομούντων, γραμματέων τινῶν καὶ Φαρισαίων ἀρχιερέων τε καὶ πάντων τῶν παρὰ Ἰουδαίοις ἀρχόντων, φῆναν· πλὴν ἀλλὰ μετὰ τὴν ἐξ ἐκείνων ἀτιμίαν καὶ ἀποβολὴν θεσπίσαν αὐτὸν γενήσεσθαι εἰς κεφαλὴν γωνίας, ἀρχηγὸν κατα- στάντα τῆς καινῆς διαθήκης ἀκολούθως ταῖς ἀποδο- θείσαις θεωρίαις.

οὐκοῦν ἀποστάντες ἡμεῖς Ἑλληνισμοῦ οὐκ ἐπὶ Ἰουδαϊσμὸν καταπεπτώκαμεν οὐδὲ, ἀποδεχόμενοι τὸν Μώσεως νόμον καὶ τοὺς Ἑβραίων προφήτας, μὴ βιοῦντες δὲ Ἰουδαϊκῶς, ἀλλὰ κατὰ τὴν πρὸ Μώσεως τῶν θεοφιλῶν ἀνδρῶν πολιτείαν, πταίοιμεν ἄν.

κἀν τούτῳ γὰρ Μωσἐα καὶ τοὺς μετ’ αὐτὸν προφήτας ἀληθεύοντας ἀποδείκνυμεν, τὸν ὑπ’ αὐτῶν προκεκηρυγμένον Χριστὸν ἀποδεχόμενοι, καὶ τούτου τοῖς νόμοις πειθόμενοι, κατ’ ἴχνος τετῆς αὐτοῦ διδασκαλίας βαίνειν δι’ εὐχῆς τιθέμενοι, αὐτῷ Μωσεῖ κἀν τούτῳ τὰ φίλα ποιοῦντες·

ὃς προειπὼν ὅτι προφήτην ἀναστήσει κύριος ὁ θεὸς ὅμοιον αὐτῷ ἐπιλέγει “ πάσα δὲ ψυχὴ ἥτις μὴ ἀκούσεται τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτίκα αὐτίκα Ἰουδαῖοι μὴ παραδεξάμενοι τὸν προφήτην, μηδ’ ἐπακούσαντες αὐτοῦ τοῖς ἁγίοις λόγοις, ἔσχατον ὑπέμειναν ὄλεθρον, ἀκόλουθα τῇ προρρήσει πεπονθότες.

οὔτε γὰρ τὸν Χριστοῦ νόμον τὸν τῆς καινῆς διαθήκης κατεδέξαντο, οὔτε τὰ Μώσεως παραγγέλματα δίχα παρανομίας οἶοί τ’ ἂν εἶεν φυλάσσειν· διὸ καὶ τῇ Μώσεως ὑποβέβληνται κατάρᾳ, τῷ μηδὲ δυνατὸν αὐτοῖς εἶναι τὰ παρὰ Μωσεῖ νενομοθετημένα συντελεῖν, περιῃρημένης αὐτῶν τῆς μητροπόλεως, καὶ ἀποκεκλεισμένης τῆς μόνον αὐτόθι συγκεχωρημένης ἐπιτελεῖσθαι Μωσαϊκῆς θρησκείας.

ἡμεῖς δὲ τὸν ὑπὸ Μώσεως καὶ τῶν λοιπῶν προφητῶν κατηγγελμένον ἀποδεξάμενοι καὶ τούτῳ πείθεσθαι δι’ εὐχῆς ποιούμενοι πληρωταὶ ἂν εἴημεν τῆς Μώσεως παραγγελίας, δι’ ἧς ἔφησεν αὐτοῦ ἀκούσεσθε. πᾶσα δὲ ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς. ”

τίνα δὲ διετάξατο ὁ προφήτης, ὧν ἐπακούειν χρεὼν, μικρῷ πρόσθεν ἀκηκόαμεν τὰ πάνσοφα καὶ ἐντελῆ καὶ οὐράνια παραγγέλματα · ἃ δὴ οὐκ ἐν πλαξὶ λιθίναις Μωσεῖ παραπλησίως, οὐδέ γε μέλανι καὶ χάρταις ἠξίωσε παραθέσθαι, ψυχαῖς δὲ κεκαθαρμέναις καὶ νοερὰν οὐσίαν κεκτημέναις τῶν αὐτοῦ φοιτητῶν· ἐν αἷς ἐγγράψας τοὺς τῆς καινῆς διαθήκης νόμους ἔργοις ἀπεπλήρου τὴν φἠσασαν διὰ Ἱερεμίου προφητείαν διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν. ὅτι αὕτη ἡ διαθήκη ἢν δια- θήσομαι τῷ οἴκῳ Ἰσραὴλ, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν γράψω αὐτοὺς, καὶ ἕσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός. ”

‘ Αλλ’ ὁ μὲν ἐν πλαξὶν ἀψύχοις, ὁ δ’ ἐν διανοίαις ζώσαις τὰ τέλεια τῆς καινῆς διαθήκης παραγγέλματα ἐνέγραψεν · οἶ δέ γε αὐτοῦ μαθηταὶ τῷ τοῦ διδασκάλου νεύματι κατάλληλον ταῖς τῶν πολλῶν ἀκοαῖς ποιούμενοι τὴν διδασκαλίαν, ὅσα μὲν ἅτε τὴν ἔξιν διαβεβηκόσι πρὸς τοῦ τελείου διδασκά- διδασκάλου παρήγγελτο, ταῦτα τοῖς οἔοις τε χωρεῖν παρεδί- παρεδίδου ὅσα δὲ τοῖς ἔτι τὰς ψυχὰς ἐμπαθέσι καὶ θεραπείας δεομένοις ἐφαρμόζειν ὑπελάμβανον ταῦτα συγκατιόντες τῇ τῶν πλειόνων ἀσθενείᾳ, τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ δι’ ἀγράφων θεσμῶν φυλάττειν παρεδίδοσαν, ὥστε ἤδη καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ δύο βίων νενομοθετῆσθαι τρόπους· τὸν μὲν ὑπερφυὴ καὶ τῆς κοινῆς καὶ ἀνθρωπίνης πολιτείας ἐπέ- κεινα, οὐ γάμους, οὐ παιδοποιίας, οὐδὲ κτῆσιν, οὐδὲ περιουσίας ὕπαρξιν παραδεχόμενον, ὅλον δὲ δι’ ὅλου τῆς κοινῆς καὶ συνήθους ἁπάντων ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον, καὶ μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ παρηλλαγμένον, καθ’ ὑπερβολὴν ἔρωτος οὐ- ρανίου.
οἶ τόνδε μετιόντες τὸν τρόπον τὸν θνη- τῶν βίον τεθνάναι δοκοῦντες, καὶ αὐτὸ μόνον τὸ σῶμα φέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανὸν μετενενηγμένοι, οἶά τινες οὐράνιοι, τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντἱͅ(ς γἐ- γένους ἱερωμένοι τῷ ἐπὶ πάντων θεῷ, οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, οὐδ’ αὖ καπνῷ καὶ πυρὸς ἀποβρώσει καὶ σωμάτων φθοραῖς, δόγμασι δὲ ὀρθοῖς ἀληθοῦς εὐσεβείας, ψυχῆς τε διαθέσει κεκαρθαμένης, καὶ προσέτι τοῖς κατ’ ἀρετὴν ἔργοις τε καὶ λόγοις ’ οἷς τὸ θεῖον ἐξιλεούμενοι τὴν ὑπὲρ σφῶν αὐτῶν καὶ τῶν σφίσιν ὁμογενῶν ἀποτε- λοῦσιν ἱερουργίαν.

τοιόσδε μὲν οἶν καθέστηκεν ὁ ἐντελὴς τῆς κατὰ τὸν Χριστιανισμὸν πολιτείας τρό- πος· ὁ δ’ ὑποβεβηκὼς ἀνθρωπινώτερος, οἷος καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκο- νομίας τε ἐπιμελεῖσθαι, τοῖς κατὰ τὸ δίκαιον στρaτευομένοις τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς μετὰ τοῦ θεοσεβοῦς φροντίζειν, οἷς καὶ ἀσκήσεων καιροὶ μαθητείας τε καὶ τῶν θείων λόγων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν.

κκί τις τούτοις δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς, κατάλληλον τῷ τοιῳδὶ βίῳ παρέχων τὴν ὠφέλειαν, ὡς μηδένα ἀμοιρεῖν τῆς σω- τηρίου ἐπιφανείας, πᾶν δὲ γένος ἀνθρώπων, ’ Ελλήνων ὁμοῦ καὶ βαρβάρων, τῆς εὐαγγελικῆς ἀπολαύειν διδασκαλίας.

Τούτων ὧδε ἐχόντων ζητήσαι ἄν τις εἰκότως εἰ δὴ κατὰ τοὺς πάλαι καὶ πρὸ Μώσεως θεοφιλεῖς ἂνσρας τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴν διδασκαλίαν θεοσεβεῖν ὑποτίθεσθαι φαμὲν, μίαν τε ἡμῶν τε κἀ- κείνων εὐσέβειαν, καὶ θεοῦ γνῶσιν τὴν αὐτὴν, τί δῆτα οἱ μὲν περὶ γάμους καὶ παιδοποιίας πλείστην εἰσῆγον σπουδὴν, ἡμῖν δὲ τοῦτο παραμελεῖται τὸ μέρος.

καὶ πάλιν οἱ μὲν ταῖς διὰ ζῴων θυσίαις ἐξιλεούμενοι τὸν θεὸν ἀνεγράφησαν, ἡμῖν δὲ καὶ τοῦτο πράττειν, ὥς τι τῶν ἀνοσίων, ἀπηγόρευται. δύο γὰρ μόνα ταῦτα οὐ σμικρὸν ἔχοντα λόγον δόξειεν ἂν τοῖς ὑφ’ ἡμῶν εἰρημένοις ἀντιπίπτειν, ὡς μὴ κατὰ ταῦτα τὸν παλαιὸν σωζόντων τῆς εὐσεβείας τρόπον.

καὶ πρὸς ταῦτ’ οὖν τοιάνδε λύσιν ἐξ αὐτῶν πάρεστιν ἀναλέξασθαι τῶν παρ’ Ἑβραίοις λογίων. οἶ μὲν πρὸ Μώσεως ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένοι, ἀρχὴν ἔχοντος τότε καὶ συνισταμένου τοῦ βίου, γενέσθαι μνημο- νεύονται, τὰ δὲ καθ’ ἡμᾶς περὶ τέλος ἐλαύνειν.

διὸ τοῖς μὲν σπουδάζεσθαι τὴν τῶν διαδόχων ἐπίδοσιν εἰς πολυανθρωπίαν, αὔξοντος κατ’ ἐκεῖνο καιροῦ καὶ πληθύοντος εἰς ἀκμήν τε προϊόντος τοῦ τῶν ἀνθρώπων γένους ’ ἡμῖν δὲ μὴ σφόδρα τι τοῦτο μέλειν, ὡς ἂν ἤδη τῶν πραγμάτων φθινόντων καὶ ἀποληγόντων ἐπὶ πέρας τε ἔσχατον ἐλαυνόντων, διαρρήδην πρὸ τῆς τοῦ βίου συντελείας τῆς εὐαγγελικῆς λικῆς διδασκαλίας ἐπὶ θύραις ἐλαύνειν λεγομένης, ἀνανεώσεως τε καὶ παλιγγενεσίας αἰῶνος ἑτέρου ὅσον οὔπω μέλλοντος ἐπιστήσεσθαι προκηρυττομένης.

μία μὲν οὖν ἀπόδοσις αὕτη· δευτέρα δ’ ἂν εἴη τοιαύτη. τοῖς μὲν παλαιοῖς ἀνειμένον καὶ ἐλεύθερον μετιοῦσι βίον οὐδὲν ἦν ἐμποδὼν οἴκου καὶ παίδων προί·στασθαι μετὰ τῆς περὶ τὸ θεῖον σχολῆς αὐταῖς γαμεταῖς καὶ παισὶ καὶ οἴκοις θεοσεβεῖν ἀπερισπάστως δυναμένοις, καὶ μηδαμῶς ὑπὸ τῶν ἐκτὸς τῆς περὶ τὰ κρείττω προθέσεως ἀποσπωμένοις · τὰ δὲ καθ’ ἡμᾶς μυρία τὰ ἐκτὸς καθέλκοντα, καὶ εἰς ἀλλοκότους φροντίδας περισύροντα, τῆς τε περὶ τὰ θεῷ ἀρεστὰ σπουδῆς ἀφιστάντα τυγχάνει.
τοῦτο γοῦν αἴτιον εἶναι τῆς τῶν γάμων συστολῆς παρίστησιν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας λόγος, φάσκων τοῦτο δέ φημι, ἀδελφοὶ, ὁ καιρὸς συνεσταλμένος. τὸ λοιπόν ἐστιν 5 ἔνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι. παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου ’ θέλω δὲ ὑμὰς ἀμερίμνους εἶναι· ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικὶ, καὶ μεμέρισται.

καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἔνα ἀρέσῃ τῷ κυρίῳ, ἔνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι, ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῶ ἀνδρί. τοῦτο δὲ πρὸς τὸ ὑμῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπαστως.”

Διαρρήδην γοῦν ἐν τούτοις τὸ αἴτιον τῆς ἀποχῆς τοῦ γάμου παρίστησιν, τὴν τῶν καιρῶν καὶ τῶν ἐκτὸς πραγμάτων ἀβελτερίαν ἐπιμεμψάμενος, ὧν οὐδὲν τοῖς παλαιοῖς προσέπιπτεν. καὶ τρίτος δ’ ἂν εἴη παρὰ ταῦτα λόγος, καθ’ ὃν οἶ πάλαι θεοφιλεῖς παιδοποιίας πλείστην ἐποιοῦντο σπουδήν.

τῶν λοιπῶν ἀνθρώπων εἰς κακοτροπίαν ἐπιδόντων, εἰς ἀνήμερόν τε καὶ ἀπάνθρωπον καὶ θηριώδη βίον ἀποπεπτωκότων, εἴς τε ἀσεβῆ παντελῶς καὶ ἄθεον τρόπον ἀπωλισθηκότων, βραχεῖς σφόδρα καὶ ἀριθμῷ ληπτοὶ περιλειπόμενοι κατὰ τὰ πρόσθεν ἡμῖν εἰρημένα μένα τοῦ τῶν πολλῶν ὑπεξίσταντο βίου, καὶ τῆς κοινῆς τῶν λοιπῶν ἀνθρώπων συναναστροφῆς.

κεχωρισμένως δ’ οὖν τῶν ἄλλων ἐθνῶν καὶ κατὰ μόνας βιοῦντες πολιτείαν ξένην καὶ βίον φιλόσοφον καὶ ὡς ἀληθῶς θεοσεβῆ καὶ τοῖς ἄλλοις ἀνθρώποις ἀνεπίμμικτον συνίσταντο.

οὖν καὶ τοῖς μετέπειτα τῆς οἰκείας θεοφοβίας ζώπυρον ἐξ αὐτῶν σπέρμα φυλάττοιτο, μηδ’ ἐκλίποι καὶ ἀπόλοιτο ἅμα τῇ τῶν ἀνδρῶν τελευτῇ τὰ τῆς κατ’ αὐτοὺς εὐσεβείας, εἰκότως παιδοποιίας καὶ παιδοτροφίας πρόνοιαν εἰσῆγον, ὡς ἂν διδάσκαλοι καὶ καθηγηταὶ γένοιντο τῶν ἰδίων παίδων, διαδόχους εὐσεβείας καὶ τῆς οἰκείας ἀρετῆς κληρονόμους τοῖς μετέπειτα καταλιπεῖν σπουδαῖον εἶναι ἡγούμενοι.

ἔνθεν μυρίοι προφῆται καὶ δίκαιοι ἄνδρες αὐτός θ’ ὁ σωτὴρ καὶ κύριος ἡμῶν, οἵ τε τούτου μαθηταὶ καὶ ἀπόστολοι ἐκ τῆς αὐτῶν διδαχῆς ἀναπεφήνασιν.

εἰ δέ τινες καὶ φαῦλοι προῆλθον ἐξ αὐτῶν, ὡς ἅμα σίτῳ καλάμης ὑποφυείσης, ἀλλ’ οὔπω τοὺς σπείραντας αἰτιατέον, οὐδὲ τοὺς ἀναθρεψαμένους· ἐπεὶ καὶ τῶν τοῦ σωτῆρος μαθητῶν ἴσμεν τινὰς ἐξ αὐτεξουσίου παρατροπῆς ἀποσφαλέντας.

ἡ μὲν οὖν αἰτία τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν παιδοποιίας ἀνείρηται, ἣν οὐκέτι ἐφ’ ἡμῶν χώραν ἔχειν δεῖ λέγειν, ὅτε σὺν θεῷ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελιακῆς διδασκαλίας μυρία ἔθνη καὶ λαοὺς κατά τε πόλεις καὶ χώρας καὶ ἀγροὺς πάρεστιν ἡμῖν ὀφθαλμοῖς ὁρᾶν σπεύδοντα κατὰ τὸ αὐτὸ, καὶ συντρέχοντα ἐπὶ τὴν κατὰ θεὸν μάθησιν τῆς εὐαγγελικῆς διδασκαλίας· οἷς ἀγαπητὸν δύνασθαι ἐξαρκεῖν τοὺς διδασκάλους καὶ κήρυκας τοῦ τῆς θεοσεβείας λόγου, πάντων ἀπολελυμένους τῶν τοῦ βίου δεσμῶν καὶ τῶν πολυμερίμνων φροντίσων.

μάλιστα δ’ οὖν τούτοις ἀναγκαίως τανῦν διὰ τὴν περὶ τὰ κρείττω σχολὴν ἡ τῶν γάμων ἀναχώρησις σπουδάζεται, ἅτε περὶ τὴν ἔνθεον καὶ ἄσαρκον παιδοποιίαν ἀσχολουμένοις, οὐχ ἑνὸς οὐδὲ δυεῖν παίδων, ἀλλ’ ἀθρόως μυρίου πλήθους τὴν παιδοτροφίαν, καὶ τὴν κατὰ θεὸν παίδευσιν, τῆς τε ἄλλης ἀγωγῆς τοῦ βίου τὴν ἐπιμέλειαν ἀναδεδεγμένοις.

ἐπὶ τούτοις ἅπασιν εἴ τις ἀκριβῶς ἐξετάζοι τοὺς τῶν παλαιῶν βίους, περὶ ὧν τὸν λόγον ποιούμεθα, γνοίη ἂν αὐτοὺς ἐν ἀρχαῖς μὲν τῆς ἡλικίας παιδοποιουμένους, θᾶττον δὲ ἀνασχόντας καὶ ἀποπεπαυμένους. γέγραπται γὰρ ὅτι ε'ὐηρέστησεν ‘ Ενὼχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι τὸν Μαθουσαλά· ἀκριβῶς οὕτω τῆς γραφῆς μετὰ τὴν τοῦ παιδὸς γέννησιν εὐηρεστηκέναι τ·ῷ θεῷ τὸν δηλούμενον ἱστορούσης, καὶ οὐκέτι ἐξ ἐκείνου παῖδας αὐτῷ γενέσθαι μαρτυρούσης.

καὶ Νῶε δὲ ἂνθρωπος δίκαιος μετὰ τὴν τῶν παίδων γένεσιν μόνος σὺν τοῖς οἰκείοις ἐν τῇ τῶν ἐπὶ γῆς ἀπάντων φθορᾷ διασωθεὶς, πλείστοις μετὰ ταῦτα ἐπιβιοὺς ἔτεσιν, οὐδαμῶς εἰσάγεται παῖδας κτησάμενος. λέγεται δὲ καὶ ὁ ‘ Ισαὰκ ἐκ μιᾶς γαμετῆς διδύμου γονῆς πατὴρ γεγονὼς μέχρι τούτου στήσαι τὴν πρὸς γαμετὴν ὁμιλίαν. καὶ ὁ ‘ Ιωσὴφ, καὶ ταῦτα παρ’ Αἰγυπτίοις τἀς διατριβὰς πεποιημένος, οὐ πλείω δύο παίδων κατέστη πατὴρ, μίαν τὴν τούτων μητέρα ἀγόμενος.

καὶ αὐτός γε Μώσης ὅ τε τούτου ἀδελφὸς ‘ Ααρὼν πρὸ μὲν τῆς τοῦ θεοῦ ἐπιφανείας ἱστοροῦνται παιδοπεποιημένοι, μετὰ δὲ τοὺς θείους χρησμοὺς οὐκέτι ἔστιν αὐτοῖς παῖδας εὑρεῖν γεγεννημένους.

τί χρὴ λέγειν περὶ Μελχισεδέκ; οὗ καθάπαξ οὐ παῖς, οὐ γένος, οὐ διαδοχὴ φέρεται, οὐδ’ Ἰησοῦ τοῦ Μωσέως διαδόχου, οὐδὲ πλείστων ἄλλων προφητῶν.

ζητουμένης δὲ τῆς κατὰ τὸν ‘ Αβραὰμ καὶ ‘ Ιακὼβ παιδοποιίας, ἐν ἑτέροις τὸν λόγον σχολαίτερον ἀποδεδώκαμεν, ἐν οἶς περὶ τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν πολυγαμίας τε καὶ πολυπαιδίας διειλήφαμεν, ἐφ’ ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμπομεν, τοσοῦτον ἐπισημηνάμενοι, ὅτι καὶ κατὰ τοὺς τῆς καινῆς διαθήκης νόμους οὐ πάμπαν ἀπηγόρευται τὰ ·τῆς παιδοποιίας, ἀλλὰ κἀν τούτῳ τὰ παραπλήσια τοῖς πάλαι θεοφιλέσιν διατέτακται. χρῆναι γάρ φησιν ὁ λόγος τὸν ἐπίσκοπον γεγονέναι μιᾶς γυναικὸς ἄνδρα.

πλὴν ἀλλὰ τοῖς ἱερωμένοις καὶ περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἀσχολουμένοις ἀνέχειν λοιπὸν σφᾶς αὐτοὺς προσήκει τῆς γαμικῆς ὁμιλίας· ὃσοι δὲ μὴ τῆς τοσαύτης ἠξίωνται ἱερουργίας, τούτοις ὁ λό- γος καθυφίησιν μονονουχὶ διαρρήδην ἅπασιν κη- ρύττων, ὅτι δὴ “ τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαν- τος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. ” ταῦτα μὲν οὖν εἰς τὴν πρώτην ἡμῖν εἰρήσθω πρότασιν.

Περὶ δὲ τοῦ μὴ ζῳοθυτεῖν ἡμᾶς τῷ ἐπὶ πάντων θεῷ, τῶν πάλαι θεοφιλῶν ἀνδρῶν ὧν δὴ φαμὲν κατὰ ζῆλον θεοσεβείας τοῦτο πεποιηκότων, οὗτος ἐξ ἡμῶν ἀποδοθείη ἂν ὁ λόγος. οὐχ ὡς παρ’ Ἕλλησιν ἐνομίζετο καὶ τοῖς ‘Εβραίων ἱεροῖς λόγοις ταὐτὰ δοκεῖ περὶ τῆς τῶν πάλαι καὶ πρώτων ἀνδρῶν θεραπείας τοῦ θείου.

οἱ μὲν ἔφασαν μὴ θύειν τοὺς προτέρους μηδὲν ὁτιοῦν τῶν ζῴων, μηδὲ θυμιᾶν τοῖς θεοῖς, ἀλλ’ ἡλίῳ μὲν καὶ τοῖς κατ’ οὐρανὸν ἄστροις χλόην καὶ οἱονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀραμένους πόαν τε καὶ φύλλα καὶ ῥίζας κατακαίειν πυρί· πόρρω δὲ παρανομίας ἐλαύνοντας τοὺς μετὰ ταῦτα ἀνθρώπους αἱμάξαι τοῖς βωμοὺς ζῴων σφαγαῖς, εἶναι δὲ ταύτην ἀνόσιον καὶ ἄδικον καὶ οὐδαμῶς θεῷ προσφιλῆ θυσίαν· μηδὲν γὰρ τῆς τῶν ἀνθρώπων λογικῆς ψυχῆς τὴν τῶν ἀλόγων διαφέρειν· διὸ καὶ φόνου δίκην ὑπέχειν ἄξιον τοὺς ζῳοθυτοῦντας ἔφασκον, ὡς τῆς αὐτῆς καὶ ὁμοίας ἔν τε ἀνθρώπῳ καὶ ἐν τῷ ἀλόγῳ ζῴῳ ψυχῆς ἐνυπαρχούσης.

ἀλλ’ ὁ μὲν τῶν Ἑλλήνων περὶ τῶν παλαιῶν λόγος τοιόσδε τις ἦν ’ ὁ δέ γε τῆς Ἑβραίων γραφῆς οὐ τοιοῦτος. τοὺς γάρ τοι πρώτους εὐθὺς γενομένους ἀνθρώπους ἅμα τῇ πρώτῃ συστάσει τοῦ βίου θυσίαις ταῖς ἀπὸ ζῴων τιμῆσαι τὸ θεῖον ἱστορεῖ.

λέγει δ’ οὖν “ καὶ ἐγένετο μεθ’ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ· καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ. καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν.”

ἔνθα δὴ ἐπιστήσεις ὡς μᾶλλον ὁ ζῳοθυτήσας ἀπόδεκτος εἴρηται παρὰ τὸν ἀπὸ γῆς προσαγαγόντα τῷ θεῷ τὴν θυσίαν. καὶ Νῶε δὲ εὐθὺς ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον, καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας. ἀλλὰ καὶ Ἀβραὰμ θύσας ἀναγέγραπται, ὥστε κατὰ τὴν τῆς θείας γραφῆς μαρτυρίαν πρώτην ἁπάντων τὴν διὰ ζῴων θυσίαν ἐπινενοῆσθαι τοῖς πάλαι θεοφιλέσι.

Τούτου δὲ τὸν λογισμὸν ἡγοῦμαι εἶναι οὐ τὸν τύχοντα, οὐδ’ ἀνθρωπίνως κεκινημένον, κατὰ θείαν δ’ ἐπίπνοιαν ὑποβεβλημένον. ἐπειδὴ γὰρ ἑώρων, ἅτε τὸν τρόπον εὐσεβεῖς καὶ θεῷ προσῳκειωμένοι θείῳ τε πνεύματι τὰς ψυχὰς πεφωτισμένοι, μεηάλης αὐτοῖς θεραπείας δεῖν εἰς ἀποκάθαρσιν τῶν θνητῶν πλημμελημάτων, μάτων, λύτρον τῆς αὐτῶν σωτηρίας τῷ καὶ ζωῆς καὶ ψυχῆς χορηγῷ προσοφείλεσθαι ἡγοῦντο.

ἔπειτα μηδὲν κρεῖττον καὶ τιμιώτερον τῆς οἰκείας ψυχῆς καθιεροῦν ἔχοντες ἀντὶ ταύτης τέως τὴν διὰ τῶν ἀλόγων ζῴων προσῆγον θυσίαν, τῆς σφῶν ψυχῆς ἀντίψυχα προσκομίζοντες· οὐδὲν κατὰ τοῦτο πλημμελεῖν οὐδ’ ἀδικεῖν ἡγούμενοι, ὅτι μηδὲ τῇ τῶν ἀνθρώτων λογικῇ καὶ νοερᾷ δυνάμει παραπλησίαν εἶναι τὴν ψυχὴν τῶν ἀλόγων ἐπαιδεύοντο, οὐδ’ ἄλλο τι αὐτὴν ἢ τὸ αἷμα αὐτῶν εἶναι μεμαθηκότες, καὶ τὴν ἐν τῷ αἵματι ζωτικὴν δύναμιν, ὃ καὶ παρέχειν αὐτοὺς, ὥσπερ ψυχὴν ἀντὶ ψυχῆς ἀναφέροντας τῷ θεῷ.

τοῦτο δὲ αὐτὸ Μώσης λευκότατά που διασαφεῖ, λέγων “ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι, καὶ ἐγὼ δέδωκα ὑμῖν τὸ αἷμα ἐπὶ τοῦ θυσιαστηρίου, ἐξιλάσκεσθαι περὶ τῶν ἁμαρτιῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτῶν ἀντὶ ψυχῆς ἐξιλάσεται. διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ισραὴλ, πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα.”

Πρόσσχες γοῦν ἐπιμελῶς ἐν τούτοις ὅπως εἲρηται τὸ “ ἐγὼ δέδωκα ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν, τὸ γὰρ αἷμα ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται. σαφῶς γὰρ ἀντὶ τῆς ἀνθρωπίνης ψυχῆς τὸ τῶν σφαγιαζομένων ζῴων αἷμά φησιν ἐξιλάσκεσθαι. τοῦτο δὲ αὐτὸ καὶ ὁ περὶ τῶν θυσιῶν νόμος ὑποβάλλει νοεῖν τῷ τεθεωρημένως σκοποῦντι.

πάντα γοῦν τὸν θύοντα τὰς χεῖρας ἐπιβάλλειν προστάττει τῇ κεφαλῇ τοῦ θυομένου, προσκομίζειν δὲ τὸ ζῷον τῷ ἱερεῖ τῆς κεφαλῆς ἐχόμενον, ὡσανεὶ ὑπὲρ τῆς ἑαυτοῦ κεφαλῆς τὸ ἱερεῖον προσφέροντα. λέγει δ’ οὖν ἐφ’ ἑχάστῳ” προσάξει αὐτὸ ἔναντι κυρίου, καὶ ἐπιθήσει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου. ”

Καὶ οὕτως ἐφ’ ἑκάστου τετήρηται θύματος, οὐδεμιᾶς θυσίας ἄλλως ἀναφερομένης. δι’ ὧν ὁ λόγος παρίστησιν ὅτι δὴ ἀντίψυχα τῆς αὐτῶν ψυχῆς προσήγετο τὰ ζῳοθυτούμενα · ὁ δὲ τῶν ἀλόγων ζῴων τὸ αἷμα τὴν ψυχὴν εἶναι διδάξας οὐδαμῶς λογικῆς καὶ νοερᾶς οὐσίας ὁμοίως τοῖς ἀνθρώποις μετέχειν αὐτὰ παρίστησιν, εἶναι γὰρ αὐτόν τὴν σύστασιν ἐξ ὕλης καὶ σωμάτων, τοῖς ἀπὸ γῆς βλαστήμασι καὶ φυτοῖς παραπληςίαν.

ἑνὶ δ’ οὖν λόγῳ πάλιν ὁ Μωςῆς φησι τὸν θεὸν εἰπεῖν “ βλαστηςάτω ἡ γὴ βοτάνην χόρτου, σπεῖρον σπέρμα καὶ ξύλον κάρπιμον. ” καὶ αὖθις παραπληςίως “ ἐξαγαγίτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. ”

ὥστε ὁμοιογενῆ καὶ ὁμοφυῆ καὶ ὅμοούσια εἶναι ἡγεῖσθαι τοῖς ἀπὸ γῆς βλαστήμασι καὶ φυτοῖς τὰ ἄλογα, διὸ καὶ μηδαμῶς πλημμελεῖν τοὺς ζῳοθυτοῦντας. εἴρηται γοῦν καὶ τῷ Νῶε ἔδεσθαι κρέα ὡς λάχανα ἀγροῦ.

ἕως μὲν οὖν οὐδέπω τὸ κρεῖττον οὐδὲ τὸ μέγα καὶ τίμιον καὶ θεοπρεπὲς σφάγιον παρῆν ἀνθρώποις, ταῖς διὰ ζῴων θυςίαις λύτρα τῆς ἑαυτῶν ζωῆς καὶ ἀντίψυχα τῆς οίκείας φύσεως προσηκόντως ἀποδιδόναι χρῆν τῷ θεῷ, ὡς καὶ ἔπραττον οἱ πάγα ἱερεῖον ἥξειν ποτὲ εἰς ἀνθρώπους τῷ θείῳ πνεύματι προειληφότες, τὸ τοῦ παντὸς καθάρσιον κόσμου, οὗ καὶ τὰ σύμβολα τέως ἐπιτελεῖν αὐτοὺς προφήτας ὄντας, καὶ τὸ μέλλον ἔσεσθαι προτυπουμένους· ἐπειδὴ δὲ τὸ τέλειον παρῆν, τοῖς τῶν προφητῶν ἀκολούθως θεσπίσμασι πέπαυτο τὰ πρῶτα καὶ λέλυτο παραχφρῆμα διὰ τῆς τοῦ κρείττονος καὶ ἀληθοῦς ἱερουργίας.

οὗτος δ’ ἦν ὁ Χριστὸς τοῦ θεοῦ, ἄνωθεν ἐκ παλαιῶν χρόνων ἥξειν εἰς ἀνθρώπους καὶ προβάτου δίκην ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους σφαγήσεσθαι προαγορευόμενος. ᾗ φησι περὶ αὐτοῦ Ἡσαΐας ὁ προφήτης “ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείρουτος ἄφωνος. ”

καὶ ἐπιλέγει “ οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀθυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει ’ αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. αὐτὸς γὰρ ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδ’ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.”

Τὰ ὅμοια τούτοις καὶ Ἱερεμίας ἕτερος Ἑβραίων προφήτης ἐπὶ προσώπου τοῦ Χριστοῦ ἐπιφωνεῖ, λέγων “ ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι.”

Ἐπισφραγίζεται τὰς τούτων προρρήσεις Ἰωάννης ὁ βαπτιστὴς ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. ἰδὼν γὰρ αὐτὸν, καὶ τοῖς παροῦσιν ἐπιδείξας ὡς ἄρα αὐτὸς εἴη ὁ προφητευόμενος, ἐπεφώνησεν ‘‘ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. ”

ὅτε τοίνυν κατὰ τὰς τῶν προφητῶν μαρτυρίας εὕρηται τὸ μέγα καὶ τίμιον λύτρον Ἰουδαίων ὁμοῦ καὶ Ἑλλήνων, τὸ τοῦ παντὸς κόσμου καθάρσιον, τὸ πάντων ἀνθρώπων ἀντίψυχον, τὸ πάσης κηλῖδος καὶ ἁμαρτίας καθαρὸν ἱερεῖον, ὁ ἀμνὸς τοῦ θεοῦ, τὸ θεοφιλὲς καὶ ἁγνὸν πρόβατον, τὸ προφητευόμενον ἀρνίον, οὗ διὰ τῆς ἐνθέου καὶ μυστικῆς διδασκαλίας πάντες ἡμεῖς οἱ ἐξ ἐθνῶν τὴν ἄφε- σιν τῶν προτέρων ἁμαρτημάτων εὑράμεθα, διὸ καὶ Ἰουδαίων οἱ εἰς αὐτὸν ἠλπικότες ἐλεύθεροι τῆς Μωσέως ἀφίενται κατάρας, εἰκότως τὴν τούτου μνήμην τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ αἵματος τὴν ὑπόμνησιν ὁσημέραι ἐπιτελοῦντες, καὶ τῆς κρείττονος ἢ κατὰ τοὺς παλαιοὺς θυσίας τε καὶ ἱερουργίας ἠξιωμένοι, οὐκέθ’ ὅσιον ἡγούμεθα καταπίπτειν ἐπὶ τὰ πρῶτα καὶ ἀσθενῆ στοιχεῖα, σύμβολα καὶ εἰκόνας, ἀλλ’ οὐκ αὐτὴν ἀλήθειαν περιέχοντα.

εἰκότως δὲ καὶ αὐτῶν Ἰουδαίων οἶ εἰς τὸν Χριστὸν τοῦ θεοῦ καταπεφευγότες, εἰ μηκέτι τῶν Μώσεως ἐπιστρέφοιντο παραγγελμάτων, κατὰ τὴν καινὴν διαθήκην βιοῦντες τῆς ὑπὸ Μώσεως ὡρισμένης ἐκτὸς ἂν εἶεν κατάρας, ἅτε δὴ ἀμνοῦ τοῦ θεοῦ οὐ μόνον τὴν ἁμαρτίαν τοὐ κόσμου, ἀλλὰ καὶ τὴν ἐν τῇ παραβάσει τῶν Μώσεως ἐντολῶν κατάραν εἰς αὐτὸν ἀνειληφότος. γέγονεν οὖν ὁ ἀμνὸς τοῦ θεοῦ καὶ ἁμαρτία καὶ κατάρα· ἁμαρτία μὲν ὑπὲρ τῶν ἁμαρτωλῶν τοῦ κόσμου, κατάρα δ’ ὑπὲρ τῶν μὴ ἐμμενόντων πᾶσι τοῖς ἐγγεγραμμένοις ἐν τῷ Μώσεως νόμῳ. ”

διό φησιν ὁ ἀπόστολος “ Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ” καὶ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.”

Τί γὰρ οὐκ ἔμελλε γίνεσθαι τὸ τοῦ κόσμου καθάρσιον, τὸ τῶν ἁμαρτωλῶν ἀντίψυχον, ὁ δὴ καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀρνίον ἀγόμενον τοῦ θύεσθαι, ταῦτά τε πάντα ὑπὲρ ἡμῶν καὶ δι’ ἡμὰς; ὅθεν οἱ μὲν παλαιοὶ καὶ θεοφιλεῖς ἄνδρες εἰκότως ἀπουσίᾳ τῶν κρειττόνων τοῖς συμβόλοις προσανεῖχον, ὡς καὶ τοῦτο αὐτὸ ὁ σωτὴρ ἡμῶν διδάσκει λέγων “ πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε, καὶ οὐκ ἥκουσαν.’

ἡμεῖς δὲ τὰ ἀληθῆ καὶ τῶν εἰκόνων τὰ ἀρχέτυπα διὰ τῆς μυστηριώδους οἰκονομίας τοῦ Χριστοῦ παρειληφότες οὐκέτι τῶν παλαιῶν δεησόμεθα.

μόνος δ’ οὖν αὐτὸς τῶν πώποτε λόγος ὢν θεοῦ, προκόσμιος καὶ ἀρχιερεὺς πάσης νοερὰς καὶ λογικῆς κτίσεως, ’τον ἡμῖν ὁμοιοπαθῆ, οἶα πρόβατον καὶ ἀμνὸν, ἐκ τῆς ἀνθρώπων ἀφορίσας ἀγέλης, τούτῳ τε ἐπιγράψας τὰς πάντων ἡμῶν ἁμαρτίας, καὶ τὴν κατάραν γε αὐτῷ τὴν ἐν τῷ Μώσεως νόμῳ προστετιμημένην περιάψας, ὅτι δὴ Μώσεως ἀνειπόντος “ ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, ” τοῦτο πέπονθεν αὐτὸς δι’ ἡμᾶς γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ δὴ καὶ ἁμαρτίαν αὐτὸν δι’ ἡμὰς ποιήσας.

ἐπεὶ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, πάσας τε αὐτῷ δι’ ἡμᾶς τὰς ἡμῖν ἐπηρτημένας τιμωρίας ἐπιθεὶς, δεσμὰ καὶ ἀτιμίας καὶ ὕβρεις μάστιγάς τε καὶ ἐκτόπους πληγὰς, καὶ ἐπὶ πᾶσιν τὸ τῆς κατάρας τρόπαιον.

μετὰ δὴ πάντα οἷόν τι θαυμάσιον θῦμα καὶ σφάγιον ἐξαίρετοντῷ πατρὶ καλλιερησάμενος ὑπὲρ τῆς ἁπάντων ἡμῶν ἀνήνεγκε σωτηρίας, μνήμην καὶ ἡμῖν παραδοὺς ἀντὶ θυσίας τῷ θεῷ διηνεκῶς προσ- φέρειν.

τοῦτο καὶ προφητῶν ὁ θαυμάσιος Δαβὶδ θείῳ πνεύματι τὸ μέλλον προλαβὼν ἐθέσπισεν εἰπὼν “ ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι, καὶ εἰσήκουσε τῆς δεήσεως μου, καὶ ἀνήνεγκέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος. καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, κατεύθυνεν τὰ διαβήματά μου. καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ θεῷ ἡμῶν.’

καὶ τί τὸ καινὸν ᾆσμα τυγχάνει διασαφεῖ λέγων ἑξῆς “ θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ νὐδόκησας. τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίον γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσι, ὁ θεὸς, τὸ θέλημά σου ἐβουλήθην.” καὶ έπιλέγει “εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλη.”

Ἅντικρυς ἀντὶ τῶν πάλαι θυσιῶν καὶ ὁλοκαυτωμάτων τὴν ἕνσαρκον τοῦ Χριστοῦ παρουσίαν καὶ τὸ καταρτισθὲν αὐτου σῶμα προσενηνέχθαι τῷ θεῷ διδάξας, τοῦτό τε αὐτὸ τῇ αὐτοῦ ἐκκλησίᾳ εὐαγγελίζεται, ὡς ἅν μέγα μυστήριον ἐν κεφαλίδι βιβλίου τῇ προφητικῇ φωνῇ προαναπεφωνημένον. τούτου δῆτα τοῦ θύματος τὴν τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος κατὰ θεσμοὺς τῆς καινῆς διαθήκης παρειληφότες, πάλιν ὑπὸ τοῦ προφήτου Δαβὶδ παιδευόμεθα λέγειν “ἡτοίμασας ἐνώπιόν μου τράπεξαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας b ἐν έλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον.”

Διαρρήδην γοῦν ἐν τούτοις καὶ τὸ μυστικὸν σημαίνεται χρῖσμα, καὶ τὰ σεμνὰ τῆς Χριστοῦ τραπεζης θύματα, δι’ ὦν καλλιεροῦντες τὰς ἀναίμους καὶ λογικὰς αὐτῷ τε προσηνεῖς θυσίας διὰ παντὸς βίου τῷ ἐπὶ πάντων προσφέρειν θεῷ διὰ τοῦ πάντων ἀνωτάτου ἀρχιερέως αύτοῦ δεδιδάγμεθα.

τοῦτο δὲ αὐτὸ καὶ ὁ μέγας προφήτης Ἡσαΐας θαυμασίως τῷ θείῳ πνεύματι προέγνω τε καὶ προανεφώνησε. λἐει δ’ οὖν ὦδε καὶ αὐτὸς “κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὅνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα.

καὶ τίνα ταῦτα ὡς άληθῶς θαυμάσια διασαφεῖ, λέγων ἑξῆς‘ ποιήσει Σαβαὼθ πάσι τοῖς ἔθνεσι. πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.

Τοιαῦτά τινα ἦν καὶ τὰ Ἡσαΐου θαυμάσια, εὐωδίας ἀγαθῆς καὶ μύρου χρῖσιν οὐ τῷ Ἰσραὴλ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν ἐπαγγελλόμενα ’ ὅθεν ὃθεν τὼς παρὰ τὴν τοῦ μύρου χρῖσιν καὶ τῆς Χριστιανῶν ἠξιώθησαν προσηγορίας. ἀλλὰ καὶ οἴνου τοῖς ἒθνεσιν εὐφροσύνην θεσπίζει, τὸ τῆς καινῆς τοῦ Χρι- στοῦ διαθήκης μυστήριον αἰνιττόμενος, ὃ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν ἐκτε- λεῖται.

ταύτας δὲ πάλιν τὰς ἀσωμάτους καὶ νοερὰς θυσίας τὰ προφητικὰ κηρύττει λόγια, ὧδέ πη περιέχοντα θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις ”

καὶ πάλιν ‘‘ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή” καὶ αὖθις “ θυσία τῷ θεῷ πνεῦμα συντετριμμενον.”

Πάντα δὴ οὖν ταῦτα ἐξ αἰῶνος τεθεσπισμένα διὰ τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκα- λίας κατὰ τὸν παρόντα καιρὸν πρὸς ἁπάντων τῶν ἐθνῶν ἐκτελεῖται, ἀληθείας ἐπιμαρτυρούσης τῇ προφητικῇ φωνῇ, δι’ ἧς, τὰς κατὰ Μωσέα θυσίας ὁ θεὸς παραιτησάμενος, τὸ μέλλον ἔσεσθαι καθ’ ἡμᾶς αὐτοὺς θεσπίζει λέγων διὸ ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι. καὶ ἐν παντὶ τόπῳ θυμίαμα προςάγεται τῷ ὀν’ ματί μου καὶ θυσία καθαρά.”

Θύομεν δῆτα τοιγαροῦν τῷ ἐπὶ πάντων θεῷ θυσίαν αἰνέσεως· θύομεν τὸ ἔνθεον καὶ σεμνὸν καὶ ἱεροπρεπὲς θῦμα· θύομεν καινῶς κατὰ τὴν καινὴν διαθήκην τὴν καθαρὰν θυσίαν. θυσίαν. θυσία δὲ τῷ θεῷ πνεῦμα συντετριμμένον εἴρηται. “καρδίαν γοῦν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει.”

καὶ δὴ καὶ θυμιῶμεν τὸ προφητικὸν θυμίαμα, ἐν παντὶ τόπῳ προσκομίζοντες αὐτῷ τὸν εὐώδη καρπὸν τῆς παναρέτου θεολογίας, διὰ τῶν πρὸς δάσκει προφήτης, ὁ φήσας, “γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.”

οὐκοῦν καὶ θύομεν καὶ θυμιῶμεν· τοτὲ μὲν τὴν μνήμην τοῦ μεγάλου θύματος κατὰ τὰ πρὸς αὐτοῦ παραδοθέντα μυστήρια ἐπιτελοῦντες, καὶ τὴν ὑπὲρ σωτηρίας ἡμῶν ευχαριστίαν δι᾿ εὐσεβῶν ὕμνων τε καὶ εὐχῶν τῷ θεῷ προσκομίζοντες, τοτὲ δὲ σφᾶς αὐτοὺς ὅλῳ καθιεροῦντες αὐτῷ, καὶ τῷ γε ἀρχιερεῖ αὐτοῦ λόγῳ, αὐτῷ φυλάττειν ἀσκοῦμεν, παντὸς δὲ πάθους καὶ κηλῖδος ἁπάσης τῆς ἀπὸ κακίας κεκαθαρμένην τὴν διάνοιαν αὐτῷ προσκομίζομεν, λογισμοῖς τε ἀδιατιώτοις καὶ ἀπλάστῳ διαθέσει, δόγμασί τε ἀληθείας εὐσεβοῦμεν αὐτόν. ἀρεστὰ γὰρ αὐτῷ ταῦτα εἶναι μᾶλλον ἤ θυσιῶν πλῆθος αἵματι καὶ καπνῷ καὶ κνίσαις ἐπιτελουμένων πεπαιδεύμεθα.
Book 2: Βιβλιον Δευτερον
Τὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας ἅπασιν ἄνθρωποι, προβεβλημένον τῆς ἀληθοῦς εὐσεβείας τρόπον καὶ τὴν ἐν Χριστῷ πολιτείαν διελθὼν έν τῷ πρὸ τούτου συγγράμματι παραστήσας τε καὶ, ὡς οἶμαι, πείσας, ὅτι μηδὲ βουλομένοις δυνατὸν ἦν πᾶσι τοῖς ἔθνεσι κατὰ τὰ Ἰουδαίων νόμιμα ζῆν, αὐθις ἐπὶ τοῦ παρόντος ἄνωθεν ἐπαναλαβὼν τὸν λόγον ἐπάνειμι ἐπὶ τὰς ἐκ τῶν προφητικῶν φωνῶν μαρτυρίας, πρὸς τοὺς ἡμῶν κατηγόρους τῶν ἐκ περιτομῆς δαψιλεστέραν τὴν ἀπόκρισιν ποιησόμενος, ἐπεὶ μηδαμῶς ἡμῖν μετεῖναι ἔφασαν τῶν παρ’ αὐτοῖς ἀναγράπτων ἐπαγγελιῶν· αὐτῶν γὰρ καὶ τοὺς προφήτας γεγονέναι, αὐτοῖς καὶ τὸν Χριστὸν, ὃν δὴ φίλον αὐτοῖς ἀποκαλεῖν σωτῆρα καὶ λυτρωτὴν, κηρύττεσθαι, αὐτοῖς καὶ τὰς ἀναγράπτους ὑποσχέσεις προσδοκᾶν ἀποδοθήσεσθαι· ἡμᾶς δὲ περιττοὺς τούτων ὑπάρχειν, οἷα τὸ γένος ἀλλοφύλους ὄντας, οἷς τὰ χείριστα διὰ πασῶν τῶν προφητειῶν θεσπίζεσθαι.
πρὸς δὴ οὖν ταῦτα, φέρε, ἐξ αὐτῶν τῶν παρ’ αὐτοῖς προφητικῶν βίβλων τὴν πρὸς αὐτοὺς ἀπάντησιν ποιησώμεθα. τὸ μὲν οὖν παρ’ αὐτοῖς ἐπηγγέλθαι τὸν Χριστὸν τοῦ θεοῦ, καὶ τὴν ἄφιξιν αὐτοῦ λύτρωσιν τῷ Ἰσραὴλ κηρύττειν, οὐδ’ ἂν ἡμεῖς ἀρνη- θείημεν, ὁμολογουμένως διὰ πάσης αὐτῶν γραφῆς προδήλως τούτου παρισταμένου ’ τοῦ γε μὴν ἀπο- κλείειν τὰ ἔθνη τῶν ἐπὶ τῷ Χριστῷ προσδοκωμένων ἀγαθῶν, ὡς ἂν μόνῳ τῷ Ἰσραὴλ, οὐχὶ δὲ καὶ τοῖς ἔθνεσιν ἐπηγγελμένων, οὐκέτι δίκαιον αὐτοῖς συγχωρεῖν παρὰ τὴν τῶν θείων γραφῶν τοῦτο φάσκουσι μαρτυρίαν.

Πρῶτον οὑν, ἐπειδήπερ αὐτοὶ τὰς ὑπὲρ αὐτῶν b χρηστοτέρας φωνὰς ἀναλέγεσθαι εἰώθασι καὶ ταύτας διὰ στόματος ἀπομνημονεύειν, ἀντιπαραθῶμεν αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προφητειῶν ἀποδείξεις, παριστώσας ὡς ἄρα μυρίαι ὅσαι προρρήσεις ἀγαθὰ καὶ σωτήρια πᾶσι τοῖς ἔθνεσιν ἐθέσπιζον, καὶ ὡς οὐδ’ ἄλλως ἔφασκον ἀποτελεσθήσεσθαι τὰ ἐπηγγελμένα τοῖς ἔθνεσιν ἢ διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας.

στήσαντες δὲ ἐνταῦθα τὸν λόγον, ἀποδεδειχότες ἂν εἴημεν ὡς οὐ μᾶλλον ἐκείνοις φάναι χρῆν ἢ ἡμῖν τὴν ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ προσδοκίαν ἁρμόττειν ἰσορρόπου δὲ Ἰουδαίοις καὶ Ἓλλησι τῆς τῶν ἐπηγγελμένων ἐλπίδος ἀποδειχθείσης, ὡς κατὰ τοῦτο μηδὲν τῶν ἐκ περιτομῆς λείπεσθαι τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ Χριστοῦ σωθησομένους, ἐκ περιουσίας ἑξῆς ἐλέγξομεν, ὡς ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει ἀπόπτωσιν παντελῆ καὶ ἀποβολὴν τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ θεῖα προαναφωνεῖ λόγια, βραχέσι μόνοις αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς τὰ χρηστότερα θεσπίζοντα, καὶ ὡς ἁλώσεται αὐτῶν ἡ πόλις αὐτῷ ἱερῷ, πάντα τε τὰ σεμνὰ καθαιρεθήσεσθαι δηλοῦντα, ἃ καὶ ἔργοις πέφηνε δεδηλωμένα.

πῶς δ’ ὑφ’ ἕν καὶ κατὰ τὸ αὐτὸ ἐπὶ τῆς τοῦ Χριστοῦ πασουσίας λύτρωσιν κακῶν τῷ Ἰσραὴλ καὶ ἀγαθῶν ἀπόλαυσιν, ἔμπαλίν τε στέρησιν ἀγαθῶν καὶ ἀπόπτωσιν τῆς τοῦ θεοῦ εὐσεβείας θεσπίζουσιν οἱ ἱεροὶ λόγοι κατὰ τὸν προσήκοντα καιρὸν διευκρινήσομεν. τέως δὲ ἐπίωμεν ἐπὶ τὸ πρῶτον, ὀλίγα τινὰ εἰς ἀπόδειξιν τῶν εἰρημένων ἀπὸ μυρίων ὂσων προφητειῶν ἀναλεξάμενοι.

ἐπεὶ τοίνυν αὐτοὶ τὰς περὶ ἑαυτῶν χρηστοτέρας προφητείας προβάλλεσθαι ἡμῖν εἰώθασιν, ὡς ἂν αὐτοῖς μόνοις ὑπεσχημένων τῶν προüπηργμένων, ὥρα καὶ ἡμᾶς ἀντιπαραγαγεῖν καὶ ἀντιθεῖναι αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας, ὧδέ πως παρὰ τοῖς αὐτῶν προφήταις φερομένας.

ἁ. ’ Απὸ τῆς Γενέσεως.
Ὡς εὐλογηθήσονται τὰ ἔθνη τῆς γῆς, ἐπὶ τῷ ὁμοίῳ τρόπῳ τῆς τοῦ Ἀβραὰμ προσηγορίας.

“‘Ο δὲ κύριος εἶπεν, οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. Ἀβραὰμ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ · καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.”

Κρύφιον καὶ λεληθὸς τοὺς πολλοὺς μυστήριον μὴ κρύψειν φησὶν ὁ χρησμὸς, ἀποκαλύψειν δὲ τῷ θεοφιλεῖ. τοῦτο δὲ ἦν τὸ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων τῶν εὐλογίας, ὃ πάλαι μὲν κέκρυπτο διὰ τὸ πάντα τὰ ἔθνη κατὰ τοὺς τοῦ Ἀβραὰμ χρόνους ἀφάτῳ πλάνῃ δεισιδαιμονίας κεκρατῆσθαι, νυνὶ δὲ τοῦτο καθ’ ἡμὰς ἀναπέφανται, ὅτε διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸν αὐτὸν τῷ Ἀβραὰμ θεοσεβοῦντα τρόπον τῆς ἴσης αὐτῷ μετέχει εὐλογίας.

ὅτι δ’ οὐχ οἷόν τε ἦν κατὰ τὴν Μώσεως νομοθεσίαν πολιτεύεσθαι πάντα τὰ ἔθνη πληρέστατα ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν, ὡς ἂν μή τις ὑπολάβοι περὶ τῶν παρὰ Ἰουδαίοις προσηλύτων εἰρῆσθαι τὸ λόγιον.
ἐν ταὐτῷ δὲ συστήσαντες ὅτι μόνοις τοῖς διὰ Χριστοῦ ἐξ ἀπάντων τῶν ἐθνῶν ἐφαρμόζοι ἂν ἡ πρὸς τὸν Ἀβραὰμ θεσπισθεῖσα περὶ πάντων τῶν ἐθνῶν εὐλογία, τοὺς φιλομαθεῖς ἐπ’ ἐκεῖνα καὶ νῦν ἀναπέμψομεν.
β. Ἀπὸ τῆς αὐτῆς.
Ὠς εὐλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς, ἐπὶ τῷ προελευ- σομένῳ ἐκ διαδοχῆς τοῦ Ἰσαὰμ σπέρματι.
Ὁ δὲ κύριος τῷ Ἰσαὰμ χρηματίζων μεθ’ ἕτερα καὶ ταῦτά φησιν “καὶ στήσω τὸν ὅρκον μου Ἀβραὰμ τῷ πατρί σου, καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.”
Ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰσαακ γέγονε τὸ κατὰ σάρκα, ἐν ᾧ πάντα τὰ ἔθνη τῆς γῆς εὐλογεῖται, μαθόντα δι’ αὐτοῦ τὸν τῶν ὅλων θεὸν, καὶ παιδευθέντα πάλιν δι’ αὐτοῦ τοὺς θεοφιλεῖς ἄνδρας εὐλογεῖν. διὸ καὶ ἀντευλογεῖται τῆς ἴσης τοῖς ὑπ’ αὐτῶν εὐλογουμένοις ἀπολαύοντα εὐλογίας, κατὰ τὸν φήσαντα τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ λόγον οἱ εὐλογοῦντές σε εὐλόγηνται.”
γ’. Ἀπὸ τῆς αὐτῆς.
Περὶ πλείστων ἐθνῶν καὶ συναγωγῶν ἐθνῶν τῶν ἐξ Ἰακὼβ συστησομένων, καίτοι μόνου τοῦ Ἰουδαίων ἔθνους ἐξ αὐτοῦ προεληλυθότος.
Εἶπεν δὲ αὐτῷ ὁ θεὸς, δῆλον δὲ ὅτι τῷ Ἰακὼβ, “ ἐγὼ κύριος ὁ θεὸς, αὐξάνου καὶ πληθύνου εἰς ἔθνη, καὶ συναγωγαὶ ἐθνῶν ἐκ σοῦ ἒσονται.”
Κατὰ μὲν τὸ προφανὲς ἓν ἔθνος μόνον τὸ Ἰουδαίων ἀπὸ τοῦ Ἰακὼβ συνέστη. πῶς οὑν ἀληθεύοι ἂν πληθυντικῶς λέγων ὁ χρησμός; ἐπεὶ δὲ ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰακὼβ γενόμενος πολλὰς συναγωγὰς ἐθνῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ συνεκρότησεν διδασκαλίας, εἰκότως εἰς αὐτὸν καὶ δι’ αὐτοῦ τὰ τῆς προφητείας τέλους τετύχηκεν ἤδη πρότερον, καὶ εἰσαῦθις ἔτι μᾶλλον τεύξεται.
δ’ ᾿Απὸ τοῦ Δευτερονμίου.
Δήλωσις τῆς κατὰ θεὸν εὐφροσύνης τῶν ἐθνῶν.
“Εὐφράνθητε οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ. εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτοῦς πάντες ἄγγελοι θεοῦ. ’’ ἀντὶ δὲ τοῦ “ εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ’’ ὁ ᾿Αχύλας ‘‘ἐνοπή- σατε ’’ φησὶν ‘‘ ἔθνη λαὸς αὐτοῦ. ” καὶ Θεοδοτίων “ἀγαλλιᾶσθε ἔθνη λαὸς αὐτοῦ.”
ε΄ . ᾿Απὸ τοῦ ψαλμοῦ
‘Ως τῶν περάτων τῆς γῆς καὶ τῶν ἐθνῶν ἀπάντων ἐπιστροφὴ έσται πρὸς ’τον θέον, γένεα τε ἡ ἥξουσα, καὶ λᾶος ὁ τεχθησόμενος τὴν αὐτοῦ δικαιοσύνην παραλήψεται.

“ Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἶ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.”

καὶ ἑξῆς ἐπιλέγει. “ ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος.” σαφῆ ταῦτα, οὐδ’ ἑρμηνείας δεόμενα.
ς΄. ᾿Απὸ τοῦ ψαλμοῦ

Εὐσεβείας ὁμοῦ καὶ σωφροσύνης ἀπαγγελία τοῖς ἔθνεσι, καὶ θεοῦ βασιλεία ἐπὶ τὰ ἔθνη.

Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῶ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι κύριος ὐψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.’

καὶ ἑξῆς ἐπιλέγει “ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς. ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ ᾿Αβραάμ. ” καὶ ταῦτα σαφῆ καὶ οὐδ’ ἑρμηνείας δεόμενα.

ζ΄. ψαλμοῦ πέ.
Δήλωσις εὐσεβείας τῶν ἐθνῶν.

“ Οὐκ ἔστιν ὅμοιός σοι ἐνθέοις, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε. καὶ δοξάσουσι τὸ ὄνομά σου, ὅτι μέγας εἰ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος.” ὁμοίως καὶ ταῦτα σαφῆ. ἡ. ψαλμοῦ ἦε.

Δήλωσις πάντων τῶν ἐθνῶν εὐσεβείας καὶ ᾄσματος καινοῦ, καὶ βασιλείας θεοῦ, καὶ οἰκουμένης κατόρθωσις.

“Ἄισατε τῷ κυρίῳ ᾆσμα καινὸν, ᾄσατε κυρίῳ πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.’
καὶ ἐπιλέγει “ ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν· ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. καὶ ἑξῆς “ εἴπατε έν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν. καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην.
θ’. ᾿Απὸ τοὕ
Πάντων τῶν ἐθνῶν, καὶ τῶν παρὰ πάντας δεισιδαιμονεστάτων Αἰγυπτίων, τοῦ μόνου καὶ ἀληθοῦς θεοῦ καὶ τῆς κατὰ τὸν θεῖον νόμον πνευματικῆς λατρείας τε καὶ ἑορτῆς ἐπίγνωσις.
“ Καὶ ἔσται, ὅσοι ἄν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλὴμ, ἀναβήσονται κατ’ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι 5 καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται, ὅσοι ἂν μὴ ἀναβῶσιν ἐκ πάσης τῆς φυλῆς τῆς γῆς εἰς Ἱερουσαλὴμ, προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ αὐτοὶ ἐκείνοις προστεθήσονται.
ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ”
σαφῶς καὶ ταῦτα κλῆσιν ἀπάντων τῶν ἐθνῶν περιέχει, κατὰ διάνοιαν μόνην θεωρουμένων τῶν περὶ τῆς Ἱερουσαλῂμ καὶ τῆς σκηνοπηγίας εἰρημένων, ἃ καὶ κατὰ καιρὸν τῆς προσηκούσης τεύξεται ἑρμηνείας.
ι . ᾿Απὸ τοῦ
Δήλωσις τῆς τῶν ἀποστόλων ἐκλογῆς καὶ τῆς τῶν ἐθνῶν κλήσεως.
Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. χώρα Ζα- βουλὼν, ἡ γῆ Νεφθαλείμ, καὶ οἶ λοιποὶ οἱ τὴν πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς.”
ία . ᾿Απὸ τοῦ
Τῆς τῶν ἐθνῶν κλήσεως δήλωσις.

“ ’Aκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη. διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος.’ οἶς ἑξῆς ὁμοῦ περὶ τῶν ἐθνῶν καὶ περὶ τοῦ Χριστοῦ ἐπιλέγει ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.”

Μυρία δ’ ἂν εὕροις καὶ αὐτὸς δι’ ὅλων τῶν προφητῶν κατεσπαρμένα ἐν ἐπαγγελίαις τῶν ἐθνῶν, ἅπερ ἐπὶ τοῦ παρόντος οὔτε ἀναλέγειν οὔτε ἑρμηνεύειν καιρὸς, πλὴν ἱκανὰ τυγχάνει καὶ τὰ προτεθέντα παραστήσαι τὸ προκείμενον.

τοῦτο δ’ ἦν τοῖς ἐκ περιτομῆς μέγα ἐφ’ ἑαυτοῖς αὐχοῦσι καὶ σεμνυνομένοις, ὡς τοῦ θεοῦ μόνους αὐτοὺς τῶν λοιπῶν ἐθνῶν προτιμήσαντος καὶ μόνους τῶν θείων ἐπαγγε- λιῶν κατηξιωκότος, ἐπιδεῖξαι ὡς οὐδὲν κρεῖττον παρὰ τοὺς λοιποὺς ἅπαντας ἰδίως αὐτοῖς ἐν ταῖς θείαις ἐπήγγελται ὑποσχέσεσιν. ὅτε τοίνυν ἀπεδείχθη τῶν θείων ἐπαγγελιῶν τὰ ἔθνη κατηξιωμένα, φέρε λοιπὸν ἤδη καὶ τὸ δι’ οὗ τὰ ἔθνη τῆς τοῦ θεοῦ κλήσεως καὶ τῶν θείων ἐπαγγελιῶν τεύξεσθαι λέγεται θεασώμεθα· καλὸν γὰρ καὶ τὴν αἰτίαν συνιδεῖν τὴν τοῖς ἔθνεσι τὰ ἀγαθὰ προξενήσειν λεγομένην.
τίς δ’ ἂν εἴη αὕτη ἢ τοῦ Χριστοῦ παρουσία, δι’ οὗ καὶ οἱ ἐκ περιτομῆς τὴν ἑαυτῶν ὁμολογοῦσι γενήσεσθαι ἀπολύτρωσιν; δεικτέον τοίνυν ὡς καὶ ἡ τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία οὐδ’ ἑτέρα τις ὑπῆρχεν ἢ αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ, οὐ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι σωτὴρ ἐπιφανησόμενος. χρήσομαι δὲ τὰ νῦν ψιλαῖς τῶν προφητῶν μαρτυρίαις δίχα πασης ἑρμηνείας, ἐπὶ σχολῆς μέλλων ἑκάστην εἰς πλάτος διερμηνεύειν, ἐπὰν σὺν θεῷ τὰς περὶ τῶν ἐθνῶν προρρήσεις συναγαγὼν ὁμοῦ πάσας διερμηνεύειν μέλλοιμι.

Ιβ΄. ψαλμοῦ β΄.

Δήλωσις ἐπιβουλῆς τοῦ Χριστοῦ καὶ αὐτὸς υἱὸς ἀναγορευόμενος θεοῦ, κλῆρόν τε τὰ ἔθνη παρὰ τοῦ πατρὸς λαμβάνων.

“ Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ κυρίου καὶ κατὰ χριστοῦ αὐτοῦ, καὶ τὰ ἐξῆς· οἶς ἐπιλέγει “ κύριος εἶπεν πρός με, υἱός μου εἷ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.
αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
ιγ΄. ψαλμοῦ
Δήλωσις Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν καὶ πασῶν τῶν φυλῶν τῆς γῆς εὐλογία.

“ Ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου.” καὶ τὰ ἑξῆς, οἷς ἐπιλέγει καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἴως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἴως περάτων τῆς οἰκουμἐνης.” καὶ αὖθις “ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.
καὶ πάλιν “ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἶ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. καὶ ἐπὶ τέλει τοῦ ψαλμοῦ “ καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, γένοιτο, γένοιτο.”
ιδ΄. ψαλμοῦ ΑΒΒΡΕΝζ΄.
Δήλωσις ᾄσματος καινοῦ, καὶ βραχίονος θεοῦ, καὶ τοῦ σωτηρίου αὐτοῦ πάσι τοῖς ἔθνεσι φανέρωσις· σωτήριον δὲ τὸ τοῦ υἱοῦ ὄνομα Ἑβραίων δηλοῦται φωνῇ.
Αισατε τῷ κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ κύριος. ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ. ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, ἀλαλάξετε τῷ κυρίῳ πᾶσα ἡ γῆ.”
καὶ ἐπιλέγει “ σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἶ κατοικοῦντες ἐν αὐτῇ. ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτὸ, τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν, κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.”
ἰέ. ᾿Απὸ τῆς
Ὡς μετὰ τὴν ἔκλειψιν τῆς βασιλείας τῶν Ἰουδαίων, αὐτὸς ὁ Χριστὸς ἐπίστα ’ς, ἠ’ τῶν ἐθνῶν γενήσεται προσδοκία.
“ Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.”
ἰέ. ᾿Απὸ τοῦ
Δήλωσις ἐπιψανείας χριστοῦ, καὶ καθαιρέσεως εἰδωλολατρίας, καὶ τῶν ἐθνῶν εἰς θέον εὐσεβείας.
“ Ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν, πᾶσαι αἶ νῆσοι τῶν ἐθνῶν.”
ἵζ’ . ᾿Απὸ τοῦ
Δήλωσις ἡμέρας ἀναστάσεως Χριστοῦ, καὶ ἐθνῶν συναγωγὴ, πάντων τε ἀνθρώπων ἐπίγνωσις θεοῦ, καὶ τρόπος εἶς εὐσεβείας, καὶ ὡς Αἰθίοπες θυσίας αὐτῷ προσοίσουσιν.
“ Διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεως μου εἰς μαρτύριον. διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ’ αὐτοὺς τὴν ὀργήν μου, πᾶσαν ὀργὴν θυμοῦ μου. διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ, ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν, εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἴνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι.”
ἴη. ᾿Απὸ τοῦ
Δήλωσις Χριστοῦ παρουσίας, καὶ πολλῶν ἐθνῶν ἐπ’ αὐτὸν καταφυγὴ καὶ ὡς ἔσονται τῷ κυρίῳ ἐξ ἐθνῶν συστησόμενοι λαοί.
“ Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιῶν, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν. καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέστειλέ με πρός σε.’
ἴθ’. Ἀπὸ τοῦ Ἡσαΐου.
Δήλωσις γενέσεως Χριστοῦ ἐκ ῥίζης Ἰεσσαὶ προελευσομένου καὶ κλῆσις δι’ αὐτοῦ πάντων τῶν ἐθνῶν.
“ Ἐξελεύσεται ἐκ ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, καὶ τὰ ἑξῆς, οἷς ἐπιλέγει ‘καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.”
κ’ . Ἀπὸ τοῦ αὐτοῦ.
Δήλωσις Χριστοῦ παρουσίας καὶ τῇς δι’ αὐτοῦ γενομένης εἰς πάντα τὰ ἔθνη εὐεργεσίας.
Ἴδου, ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. οὐ κεκράξει, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντεθραυσμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν, ἀναλάμψει, καὶ οὐ θραυσυήσεται ἕως θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
καὶ ἑξῆς ἐπιλέ- γει “ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ἐγὼ κύριος ὁ θεὸς, τοῦτό μου ἐστιν ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλύπτοῖς. τὰ ἀπ’ ἀρχῆς, ἰδοὺ, ἥκασιν, καινὰ ἃ νῦν ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.”
κά. ᾿Απὸ τοῦ
Δήλωσις Χριστοῦ καὶ γενέσεως καὶ κλήσεως ἐθνῶν.
“ ’Aκούσατέ μου νῆσοι καὶ προσέχετε ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με.”
καὶ ἐπιλέγει ‟ ἰδοὺ ‟ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, εἶναί σε εἰς σωτηρίαν ἴως ἐσχάτου τῆς γῆς.”
κβ΄. ᾿Απὸ τοῦ
Χριστοῦ παρουσίας δήλωσις καὶ κλήσεως ἐθνῶν.
‟Οὕτω ‟ Οὕτω λέγει κύριος ὁ ῥυσάμενός σε Ισραὴλ, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ,” καὶ τὰ ἑξῆς·
οἶς ἐπιλέγει ‟καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κλη- ρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν, οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ἥλιος, ἀλλ’ ὁ ἐλεῶν παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτοὺς, καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.
ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ. ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν κύριος τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.”
κγ΄. Τοῦ αὐτοῦ.
Δήλωσις Χριστοῦ καὶ κλῆσις ἐθνῶν,
“Προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθή σατε ταῖς ὁδοῖς μου, ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. ἰδοὺ μαρτύριον ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ οἱ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται, ἕνεκα κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου σοῦ Ἰσραὴλ, ὅτι ἐδόξασέν σε.”
Καὶ διὰ τούτων οὖν μεμαθηκότες ὡς ἡ τοῦ Χριστοῦ παρουσία οὐ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι σωτήριος ἔσεσθαι προηυτρεπίζετο, φέρε καὶ τὸ τρίτον ἀποδείξωμεν, ὅπως κατὰ τοὺς τῆς ἐπιφανείας αὐτοῦ χρόνους οὐ μόνον τὰ χρηστότερα τοῖς ἔθνεσι προεφητεύετο, ἀλλὰ καὶ τοῖς ἐκ περιτομῆς τὰ ἐναντία.
διαρρήδην γοῦν ἀπόπτωσιν καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν ἔσεσθαι τὰ παρ’ αὐτοῖς λόγια προαγορεύει, ὡς μηκέτι ἴσους ἡμᾶς αὐτοῖς, ἀλλὰ καὶ κρείττους αὐτῶν ἐκ περιουσίας ἀναφαίνεσθαι. καὶ νῦν δὲ χρή- σομαι ψιλαῖς ταῖς τῶν προφητῶν παραθέσεσι δίχα πάσης τῆς εἰς αὐτὰς θεωρίας, διά τε τὸ σαφὲς αὐτῶν καὶ διὰ τὸ μέλλειν ἐπὶ σχολῆς πληρεστάτην αὐτῶν ποιήσασθαι τὴν ἐξέτασιν.
κδ΄. ᾿Απὸ Ἱερεμίου.
Δήλωσις ἀρνήσεως τοῦ Ἰουδαίων ἔθνους, καὶ τῆς ἀντ’ αὐτῶν εἰσποιήσεως τῶν ἐθνῶν.
‟Τάδε λέγει κύριος, στῆτε ἐν ταῖς ὁδοῖς, ἴδετε, καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ καὶ βαδίζετε ἐν αὐτῆ̣, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν, οὐ πορευσόμεθα. καθέστακα ἐφ’ ὑμὰς σκοποῦς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος καὶ εἶπαν, οὐκ ἀκουσόμεθα. διὰ τοῦτο ἥκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς.”
κε . ᾿Απὸ τοῦ αὐτοῦ
Τῆς τῶν ἐθνῶν εὐσεβείας δήλωσις καὶ τῆς τοῦ Ἰουδαίων ἔθνους δυσσεβείας κατηγορία. πρόρρησις δὲ τῶν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μετελθόντων αὐτοὺς κακῶν.
‟Κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ μου ἐν ἡμέρᾳ κακῶν. πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν ὡς ψευδῆ ἐκτήσαντο οἶ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια· εἰ ποιήσει ἑαυτῶ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί.
διὰ τοῦτο ἰδοὺ ἐγὼ δείξω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ, γνωριῶ αὐτοῖς τὴν χεῖρά μου καὶ τὴν δύναμίν μου· καὶ γνώσονται ὅτι ὄνομά μοι κύριος. ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφῇ ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν, ἡνίκα ἂν μνησθῶσιν τὰ ἄλση αὐτῶν ἐπὶ ξύλου δασέος, καὶ ἐπὶ βουνῶν μετεώρων, καὶ ὀρέων ἐν ἀγρῷ. ἰσχύν σου καὶ θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὕψιστά σου διὰ τὰς ἁμαρτίας σου τὰς ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφεθήσῃ μόνη, καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας σου, ἧς ἔδωκά σοι.
καὶ κατασουλώσω σε τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾑ οὐκ ἔγνως· ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται.”
κς΄. ᾿Απὸ τοῦ Ἀμώς
Τὰ περὶ τῆς εἰς πάντα τὰ ἔθνη διασπορᾶς τοῦ Ἰουδαίων ἔθνους, καὶ περὶ τῆς ἀνανεώσεως τῆς Χριστοῦ παρουσίας καὶ βασιλείας, καὶ τῆς ἐπ’ αὐτῇ γεγενημένης τῆς τῶν ἐθνῶν ἁπάντων κλήσεως.

‟Ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμήσω ἐν τοῖς ἔθνεσι τὸν οἶκον Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν· ῥομφαίᾳ τελευτήσουσιν πάντες οἱ ἁμαρτωλοὶ τοῦ λαοῦ μου, οἶ λέγοντες, οὐ μὴ ἐγγίσῃ οὐδὲ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς τὰ κακά· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς,
καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτὴν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων, καὶ πάντα τὰ ἔθνη, ἐφ’ ἃ ἐπικέληται τὸ ὄνομά μου ἐπ’ αὐτὰ, λέγει κύριος ὁ ποιῶν ταῦτα πάντα.”
κζ΄. ᾿Απὸ τοῦ Μιχαίου.

Κατηγορία τῶν ἀρχῶν τῶν τοῦ Ἰουδαίων ἔθνους, καὶ δήλωσις Κατηγορία τῆς μητροπόλεως αὐτῶν, ἐπιφάνειά τε Χριστοῦ καὶ οἴκου θεοῦ τῆς ἐκκλησίας αὐτοῦ, λόγου τε καὶ νόμου πρόσοδος, καὶ τῶν ἐθνῶν ἁπάντων δήλωσις.

7, ‟Ἀκούσατε δὴ ταῦταοἱ ἡγούμενοι οῖκου Ἱακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἶ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἶ οἰκοδομοῦντες Σιῶν ἐν αἵμασι καὶ Ἱερουσαλὴμ ἐν οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίναντο, καὶ οἶ προφῆται αὑτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ κύριος μεθ’ ἡμῶν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμὰς κακά.
διὰ τοῦτο δι’ ὑμὰς Σιῶν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων· καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶ- μεν εἰς τὸ ὄρος κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ, ὅτι ἐκ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ.”
κή. ᾿Απὸ τοῦ Ζαχαρίου.
Δήλωσις περὶ χριστοῦ παρουσίας, καὶ τῆς τῶν Ἰουδαίων πολεμικῆς παρασκευῆς ὄλεθρος, ἐθνῶν τε εἰρήνη καὶ βασιλεία κυρίου μέχρι τῶν περάτων τῆς οἰκουμένης.

‟Χαῖρε σφόδρα, θύγατερ Σιῶν, κήρυσσε, θύγαιερ Ἱερουσαλῂμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί δίκαιος καὶ σώζων, αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, τόξον πολεμικόν· καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι’ ἐκβολῶν γῆς.”
κθ΄. ᾿Απὸ τοῦ Μαλαχίου.
Παραίτησις τοῦ Ἰουδαίων ἔθνους, καὶ τῆς κατὰ τόν Μώσεως νόμον σωματικῆς αὐτῶν θρησκείας ἄρνησις, τῆς διὰ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι παραδοθείσης πνευματικῆς λατρείας.
‟Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. διότι ἀπ’ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος παντοκράτωρ, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.”
λ΄. ᾿Απὸ τοῦ Ἡσαίου.
Tοῦ Ἰουδαίων ἔθνους ἀπόπτωσις λόγου τε θεοῦ, καὶ νόμου καινοῦ, οἴκου τε αὐτοῦ φανέρωσις, καὶ τῶν ἐθνῶν ἁπάντων εὐσεβείας δήλωσις.
‟Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμἐνη.” καὶ ἑξῆς ἐπιλέγει ῾πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιῶν, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;”
καὶ ἐπὶ τούτοις ‟ἔσονται γὰρ ὡς τερέβινθος τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππίου, καὶ αἶ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρὸς, καὶ κατα- καυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.”
τούτοις ἅπασιν ἐπιλέγει καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων. καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν, δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῆ̣. ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, ’μὸς, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ μέσον τῶν ἐθνῶν.”
λά. ᾿Απὸ τοῦ αὐτοῦ.
Καθαίρεσις τῆς δόξης τοῦ Ἰουδαίων λαοῦ, καὶ ἡ τῶν ἐθνῶν ἄπο τῆς εἰδωλολατρίας ἐπιστρόφη πρὸς ’τον τῶν ὀλῶν θέον τά τε περὶ τῆς ἐρημίας τῶν Ἰουδαικῶν πόλεων, καὶ περὶ τῆς εἰς τὸν θεὸν ἀπιστίας αὐτῶν.
‟Τάδε λέγει κύριος Σαβαὼθ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρων, ἢ τέσσαρες, ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ.
τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνη πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτὸν, οἶ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέδψονται· καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὔτε ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἶ δάκτυλοι αὐτῶν· καὶ οὐκ ὄψονται τὰ δένδρα, οὔτε τὰ βδελύγματα αὐτῶν τῇ ἡμέρᾳ ἐκείνῃ. ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμορραῖοι καὶ οἶ Εὐαῖοι ἀπὸ προσώ- που τῶν υἱῶν Ἰσραήλ.
καὶ ἔσονται ἔρημοι, διότι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου, καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον· τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ.”
λβ'. Τοῦ αὐτοῦ.
Δήλωσις καθαιρέσεως τῶν Ἰουδαικῶν πόλεων καὶ τῆς τῶν ἐθνῶν κατὰ θεὸν εὐφροσύνης.
“Κύριε ὁ θεός μου δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βου- Λὴν ἀρχαίαν, ἀληθινήν. γένοιτο κύριε, ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. διὰ τοῦτο εὐλογήσει σὲ ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογή- σουσί σε. ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι’ ἔνδειαν σκέπη.
καὶ ποιήσει κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο, πίονται εὐφροσύνην, πίονται οἶνον, χρί- σονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν, ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη· κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πὰν δάκρυον ἀπὸ παντὸς προσώπου, τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ὁ θεὸς ἀπὸ πάσης τῆς γῆς. τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα.”
λγ΄. Τοῦ αὐτοῦ.
Ἀγάθων ἐπαγγελία τῇ πάλαι ἐρήμῳ ἐξ ἐθνῶν ἐκκλησίᾳ, τοῦ τε Ἰουδαίων ἔθνους ἀπόγνωσις καὶ ἔλεγχος τῶν ἁμαρτιῶν αὐτῶν καὶ πάντων τῶν ἐθνῶν κλῆσις.

‟Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ μὴ συλλογίζεσθε· ὅτι ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτὰ, καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς· καὶ εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν· ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου ὃν περιεποιησάμην· τὰς ἀρετάς μου διηγεῖσθε.

οὐ νῦν ἐκάλεσά σε Ἰακὼβ, οὐδὲ κοπιάσαι σε ἐποίησα Ἰσραήλ. οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεως σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλ’ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου.”

καὶ ἐν τοῖς ἑξῆς φησιν ‟ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἀπ’ ἐσχάτου τῆς γῆς. ἐγὼ εἰμὶ, καὶ οὐκ ἔστιν ἄλλος· κατ’ ἐμαυτοῦ ὀμνύω, ἠ’ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ πὰν γόνυ κάμψει, καὶ ὀμεῖται πάσα γλῶσσα τὸν θεὸν τὸν ἀληθινὸν, λέγων, δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει, καὶ αἰσχυνθήσονται πάντες οἱ διοιρίζοντες ἑαυτοὺς ἀπὸ τοῦ κυρίου·”

Λδ΄. Τοῦ αὐτοῦ.

Δήλωσις τῆς τοῦ Χριστοῦ εἰς ἀνθρώπους παρουςίας καὶ ἔλεγχος τοῦ Ἰουδαίων ἔθνους, καὶ τοῖς ἔθνεσιν ἅπασιν ἀγαθῶν ἐπαγγελία.

“οὕτω λέγει κύριος, ποπιον τὸ βιβλίον τοῦτο τοῦ ἀποσταςίου τῆς μητρὸς ὑμῶν, ἐν ᾧ ἐξαπέστειλα Αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα την μητερα ὑμῶν· διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα.καὶ οὐκ ἦν ὁ ὑπακουςόμενος,” καὶ τὰ ἑξῆς.

Οἷς ἐπιλέγει “οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς· πεποίθατε ἀπὶ τῷὀνόματι κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ ὑμῶν. ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύσατε φλόγα. Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾖ ἐξξκαύεσατε. δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.” καὶ τὰ ἑξῆς.

οἷς ἐπιλέγει “ἀκούσατέ μου, ἀκούσατέ μου· λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ ἐπὶ τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν.”

λε΄ Ἐκ τοῦ αὐτοῦ.

Ἔλεγχος τῶν ἀσεβημάτων τοῦ τῶν Ἰουδαίων ἐθνους καὶ ἀπόπτωσις Αὐτῶν τῆς εὐσεβείας, τῆς δὲ τῶν ἐθνῶν ἁπάντων κλήσεως Δήλωσις.

“Μὴ οὐχὶ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ σῶσαι, ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διίστησιν ἀνάμεσον ὑμῶν, καὶ ἀνάμεσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀφ’ ὑμῶν τοῦ μὴ ἐλεήσαι· αἶ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἶ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις,

τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. οὐδεὶς λαλεῖ δίκαια, οὐδ’ ἔστιν ἡ κρίσις ἀλη- θινή· πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενὰ, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν·

ὠὰ ἀσπίδων ἔρρηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, καὶ ὁ θέλων τῶν ὠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε καὶ ἐν αὐτῷ βασιλίσκον, ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας, οἶ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι· ταχινοὶ ἐκχέαι αἷμα, καὶ οἶ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων· σύν- τριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, αἶ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσιν, καὶ οὐκ οἴδασιν εἰρήνην.

διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ’ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη. ὑπο- μεινάντων φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ· ὡς ἀποθνήσκοντες στενάξουσιν· ὡς ἄρκος καὶ περιστερὰ ἅμα πορεύσονται.” καὶ τὰ ἑξῆς.

οἶς ἐπιλέγει “ καὶ φοβηθήσονται οἶ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου, τὸ ὄνομα τὸ ἔνδοξον.”

Ἀλλὰ γὰρ πλείστων ὅσων οὐσῶν περὶ τῆς αὐτῆς ὑποθέσεως προφητειῶν, ταῖς παρατεθείσαις μαρτυρίαις ἀρκεσθησόμεθα καὶ κατὰ καιρὸν αὖθις ἀναλαβόν- τες ἐξομαλίσομεν, ἡγούμενοι τέως δαψιλέσι ταῖς λέξεσι καὶ ταῖς ἀπὸ τούτων μαρτυρίαις κεχρημένοι ἱκανῶς ἀποδεδειχέναι μηδὲν πλέον ἔχειν Ἰουδαίους τῶν λοιπῶν ἐθνῶν.

εἴτε γὰρ τῆς τοῦ θεοφιλοῦς Ἀβραὰμ εὐλογίας μόνους αὐτούς φασιν εἶναι κοινωνοὺς διὰ τὸ ἐξ αὐτοῦ κατάγειν τὸ γένος· ἀλλὰ καὶ τοῖς ἔθνεσι τῆς ἴσης τῷ Ἀβραὰμ οὐ μόνον, ἀλλὰ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ εὐλογίας μεταδώσειν ἐπήγγελται, διαρρήδην εὐλογηθήσεσθαι ὁμοίως αὐτοῖς πάντα τὰ ἔθνη προειπὼν, καὶ ὑπὸ μίαν καὶ τὴν αὐτὴν εὐφροσύνην τοῖς μακαρίοις καὶ θεοφιλέσι καὶ τὰ λοιπὰ ἔθνη ἀνακαλούμενος κατὰ τὸ “εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ·’

καὶ‘ ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ·” εἴτε ἐπὶ βασιλείᾳ τοῦ θεοῦ, ὡς ἂν αὐτοῦ γεγονότες κλῆρος, φρυάττονται· ἀλλὰ καὶ ἐπὶ πάντα τὰ λοιπὰ ἔθνη βασιλεύσειν ὁ θεὸς θεσπίζεται σπίζεται ‟εἴπατε γὰρ, φησὶν, ἐν τοῖς ἔθνεσιν, κύριος ἐβασίλευσε·”

καὶ πάλιν ‟ἐβασίλευσεν ὁ θεὸς ἐπὶ πάντα τὰ ἔθνη·” εἴτε ἐπὶ τὸ ἱερουργεῖν καὶ τῷ θεῷ λατρεύειν ἐξειλέχθαι αὀτοὺς φαῖεν, δεικτέον ὡς καὶ τοῖς ἔθνεσι τῆς ἴσης ὁ λόγος μεταδώσειν ἐπήγγελται θεραπείας λέγων ‟ἐνέγκατε τῷ κυρίῳ αἱ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν. μήν. ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ.

οἷς καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ συνάψεις λόγιον τὸ φῆσαν ‟ἔσται θυσιαστήριον τῷ κυρίῳ χώρᾳ Αἰγύπτου, . . . καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον. καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.’ ἔνθα καὶ ἐπιστήσεις ὡς ἐκτὸς τῆς Ἱερουσαλὴμ ἐπὶ τῆς θυσιαστήριον τῷ κυρίῳ συστήσεσθαι, καὶ θύσειν αὐτόθι τοὺς Αἰγυπτίους καὶ εὔξεσθαι εὐχὰς, καὶ ἀποδώσειν τῷ κυρίῳ προφητεύεται.

οὐ μόνον δὲ ἄρα ἐπὶ τῆς Αἰγύπτου, ἀλλὰ καὶ ἐπ’ αὐτῆς τῆς ἀληθοῦς Ἱερουσαλὴμ, ἥτις ποτὲ αὕτη νοεῖται, πάντα τὰ ἔθνη, καὶ αὐτοί γε οἶ πάντων δεισιδαιμονέστατοι Αἰγύπτιοι τὴν κατὰ διάνοιαν θεωρουμένην σκηνοπηγίαν ἑορτάσειν ὑπὸ τῆς προφητείας ἀνακαλοῦνται.

εἰ δὲ καὶ πάλαι πρότερον ‘ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἱακὼβ, σχοίνισμα κληρονομίας Ἰσραὴλ,” ἀλλ’ ὕστερόν ποτε καὶ τὰ ἔθνη πάντα τῷ κυρίῳ δοθήσεσθαι κλῆρος εἴρηται φήσαντος αὐτῷ τοῦ πατρὸς‘‘ αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. καὶ γὰρ κατακυριεύσειν οὐ τῆς Ἰουδαίας, ἀλλ’ ἀπὸ θαλάσσης ἴως θαλάσσης καὶ περάτων τῆς οἰκουμένης προφητεύεται ‟πάντα τε ἔθνη δουλεύσουσιν αὐτῷ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.

τούτου δὲ ἦν αἴτιον τὸ γνωρίσαι τῶν ὅλων θεὸν τὸ σωτήριον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν. σεσημείωται δὲ ἡμῖν ἤδη πρότερον τὸ Ἰησοῦς ὄνομα εἰς τὴν ἀπὸ τῆς Ἑβραίων μεταβαλλόμενον φωνῆς σωτήριον ἑρμηνεύεσθαι, ὡς μηδὲν ἕτερον εἶναι τὸ σωτήριον τοῦ θεοῦ ἢ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσηγορίαν.

μαρτυρεῖ τούτῳ καὶ ὁ Συμεὼν ἐν τῷ εὐαγγελίῳ, ὃς λαβὼν τὸ παιδίον, αὐτὸν δὴ τὸν Ἰησοῦν, μετὰ χεῖρας ἐπηύξατο ‟νῦν ἀπολύεις δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν. αὐτὸ γοῦν τὸ σωτήριον καὶ ὁ ψαλμῳδὸς ἐδήλου λέγων ‟ἐγνάρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.’

καὶ κατὰ τὸν Ἠσαίαν τοῦτ’ αὐτὸ τὸ σωτήριον ἰδόντες πάντες ἄνθρωποι προσκθνήσειν λέγονται τῷ τῶν ὅλων θεῷ τὸ σωτήριον αὐτοῦ τοῖς πᾶσιν ἀφθόνως κεχαρισμένῳ· καὶ προσκυνήσειν γε αὐτῷ οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ τῆς κατὰ Παλαιστίνην, ἀλλ’ ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ, καὶ πάντας τοὺς ἐν ταῖς νήσοις τῶν ἐθνῶν· ὅτε καὶ πληρωθήσεται τὸ φάσκον λόγιον ἐπικαλεῖσθαι πάντας ἀνθρώπους οὐκ ἔτι τοὺς πατρῴους θεοὺς, οὐδὲ τὰ εἴδωλα καὶ τοὺς δαίμονας, ἀλλὰ τὸ ὄνομα κυρίου, καὶ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἔνα, ἐκ περάτων τε ποταμῶν Αἰθιοπίας προσοίσουσιν αὐτῷ τὰς λογικὰς καὶ ἀναίμους θυσίας διὰ τῆς τοῦ Χριστοῦ καινῆς διαθήκης, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ, οὐδ’ ἐν τῷ πρὸς ταύτῃ θυσιαστηρίῳ, ἀλλ’ ἐν τοῖς δηλουμένοις πέρασι τῆς Αἰθιοπίας ἀνενεχθησομένας.
εἰ δὲ καὶ μέγα τί ἐστιν λαὸν εἶναί τε καὶ χρηματίζειν θεοῦ, καὶ ἴν γε τοῦτο τῶν μεγίστων θείων ἐπαγγελιῶν τυγχάνει, τὸ ὑπ’ αὐτοῦ λέγεσθαι περὶ τῶν ἀξίων αὐτοῦ ‟ἔσομαι αὐτ’ θεὸς, θεὸς, καὶ αὐτοὶ ἔσονται λαός ἐσεμνύνετό τε πρὶν εἰκότως ὁ Ἰσραὴλ ἐπὶ τῷ ὡς μόνος λαὸς ὢν τοῦ θεοῦ, ἀλλὰ καὶ τοῦτο τὸ ἀγαθὸν ἐπιδημήσας ὁ κύριος τοῖς ἔθνεσι χαριεῖσθαι ὑπισχνεῖται λέγων ‟ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαόν.·
περὶ ὧν καὶ ἁρμόσει λέγεσθαι, ‘καὶ ἐρῶ τῷ οὐ λαῷ μου, λαός μου εἶ σύ. καὶ αὐτὸς ἐρεῖ, κύριος ὁ θεός μου εἶ σύ.” εἰ δὲ αὐτός ἐστι καὶ οὐδ’ ἄλλος ὁ Χριστὸς ὁ ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσειν προφητευόμενος, καὶ τοῦτό γε καὶ αὐτοῖς Ἑβραίοις ἀνωμολόγηται, ὡς μηδένα μηδαμῶς περὶ τούτου γε ἀμφισβητεῖν, ὅρα ὅπως καὶ οὗτος ἀναστήσεσθαι ἐπὶ τὸ ἄρχειν οὐ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν ἀναπεφώνηται, τά τε ἔθνη ἐλπίσειν ἐπ’ αὐτῷ, ἀλλ’ οὐχ ὅ γε Ἰσραὴλ λέλεκται, ἐπειδήπερ αὐτὸς ἦν ἡ προσδοκία τῶν ἐθνῶν.

διὸ καὶ κρίσιν τοῖς ἄθνεσιν ἐξοίσειν λέγεται καὶ εἰς φῶς ἐθνῶν γενήσεσθαι· καὶ πάλιν ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι, καὶ εἰς σωτηρίαν δοθήσεσθαι οὐ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις τοῖς ἕως ἐσχάτου τῆς γῆς.

διὸ καὶ εἴρηται αὐτῷ ὑπὸ τοῦ καταπέμψαντος αὐτὸν πατρὸς ‘ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους.” μαρτύριον δὲ τοῖς ἔθνεσί φησιν, ὥστε πάντα τὰ ἔθνη τὰ μηδεπώποτέ τι περὶ Χριστοῦ μεμαθηκότα, γνόντα τὴν περὶ αὐτοῦ οἰκονομίαν, καὶ τίς ἦν ἐν αὐτῷ δύναμις, ἐπικαλέσασθαι αὐτὸν, καὶ τοὺς μὴ πάλαι πρότερον εἰδότας αὐτὸν λαοὺς ἐπ’ αὐτὸν καταφεύξεσθαι.

καὶ τί με δεῖ μηκύνειν τὸν λόγον, παρὸν ἐξ αὐτῶν τῶν προφητικῶν λέξεων, ὧν τε παρατέθειμαι καὶ ὧν ἐπὶ σχολῆς μνημονεύσω ἐν ταῖς θείαις φερομένων γραφαῖς, ὅτῳ φίλον ἀναλέξασθαι τἀς προφητικὰς φωνὰς, αὐτόθεν EUSEBII κατασιγάζειν τοὺς ἐκ περιτομῆς φάσκοντας μόνοις αὐτοῖς τὰς ἐπαγγελίας τοῦ θεοῦ δεδωρῆσθαι, ἡμᾶς δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν περιττοὺς εἷναι καὶ τῶν θείων ὑποσχέσεων ἀλλοτρίους· δέδεικται γὰρ ἔμπα- λιν ὡς τεθέσπιστο τὰ μὲν ἔθνη πάντα τῆς Χριστοῦ παρουσίας ἀπολαύσειν, τὰ δ’ Ἰουδαίων πλήθη ἀποπεσεῖσθαι τῆς πρὸς τοὺς αὐτόν προγόνους ἐπαγγελίας διὰ τὴν εἰς Χριστὸν αὐτῶν ἀπιστίαν, σπανίων ἐξ αὐτῶν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πιστευσάντων, καὶ διὰ τοῦτο τῆς ἐπηγγελμένης πνευματικῆς ἀπολυτρώσεως δι’ αὐτοῦ τευξομένων·

περὶ ὧν καὶ ὁ θαυμάσιος ἀπόστολος διδάσκει που λέγων ‟Ἡσαΐας δὲ κραυγάζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προεῖπεν Ησαΐας, εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὧς Γόμορρα ἂν ὡμοιώθημεν.”

οἶς μεθ’ ἕτερα ἐπιφέρει λέγων ‟μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω.

ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφὴ, ὧς ἐντυγχάνει τῷ θεῷ, λέγων περὶ τοῦ Ἰσραὴλ, κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου, τοῦ λαβεῖν αὐτήν; ἀλλὰ τί λέγει ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους κισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατὰ ἐκλογὴν χάριτος γέγονεν.”
Διὰ τούτων γὰρ ὁ ἀπόστολος σαφῶς ἐπὶ τῇ τοῦ παντὸς Ἴου δαίων ἔθνους ἀποπτώσει ἑαυτὸν καὶ τοὺς αὐτῷ παραπλησίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς τοῦ σωτῆρος ἡμῶν πάντας τε τοὺς ἔτι καὶ νῦν ἐξ Ἰουδαίων εἰς τὸν Χριστὸν πιστεύσαντας τὸ σπέρμα εἶναι διασαφεῖ τὸ ὑπὸ τοῦ προφήτου ὠνομασμένον κατὰ τὸ ‟εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν σπέρμα. τοῦτο δὲ εἶναι καὶ τὸ ἐν ταῖς λοιπαῖς προφητείαις δηλούμενον ὑπόλειμμα τοῦ παντὸς, ὅπερ φησὶν κατ’ ἐκλογὴν χάριτος πεφυλάχθαι.
περὶ οὗ ὑπολείμματος φέρε πάλιν τὰ ἀπὸ τῶν προφητῶν ἐξαπλώσωμεν, ὡς ἂν παρασταίη διὰ πλειόνων ὅτι μὴ ἀδιακρίτως παντὶ τῷ Ἰουδαίων ἔθνει τὴν τοῦ χριστοῦ παρουσίαν σωτήριον ἔσεσθαι ὑπέσχετο ὁ θεὸς, ἀλλ’ ὀλίγοις καὶ κομιδῆ σπανίοις τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκόσιν, ὥσπερ οὖν καὶ τὸ ἔργον ἀκολούθως ταῖς προρρήσεσιν ἐπηκολούθησεν.
λς΄. ᾿Απὸ τοῦ Ἡσαΐου.
Ὅτι μὴ εἰς πᾶν Ἰουδαίων ἔθνος, ἀλλ’ εἰς ὀλίγους αὐτῶν διήκει τὰ τῶν θείων ἐπαγγελιῶν.

‟Ἡ γῆ ὑμῶν ἔρημος, αἶ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.”

Ἀρχόμενος ὁ μέγας καὶ θαυμάσιος προφήτης τῆς οἰκείας βίβλου τὴν πᾶσαν τῆς προφητείας ὑπόθεσιν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλὴμ ὅρασιν καὶ θεωρίαν περιέχειν διδάσκει, ἔπειτα τὸ πὰν Ἰουδαίων ἔθνος ἀπελέγχει, πρῶτα μὲν λέγων “ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοὐ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.’

εἶτα τὸ πᾶν ἔθνος ταλανίζων ἐπιφέρει ‘‘οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι.”

Τούτοις ἐν ἀρχῇ τῆς βίβλου κατ’ αὐτῶν χρησάμενος τοῖς ἐλέγχοις, καὶ προδιδάξας τὰς αἰτίας τῆς μελλούσης ἐπιφέρεσθαι κατ’ αὐτῶν προρρήσεως, ἑξῆς ἀπάρχεται φάσκων ‟ἡ γῆ ὑμῶν ἔρημος”, μὴ ἐρήμου καθ’ οὓς προεφήτευε χρόνους. ‟αἱ ὑμῶν πυρίκαυστοι·” μηδὲ τούτου πω γεγενημένου, ἀλλ’ οὐδὲ τὴν χώραν αὐτῶν τότε ἤσθιον ἀλλότριοι· καὶ ὅμως φησὶν “τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν” καὶ τὰ ἑξῆς.

εἰ οὑν ἐπὶ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετέλθοις παρουσίαν καὶ τοὺς ἐξ ἐκείνου καὶ εἰς δεῦρο χρόνους, πάντα ἂν εὕροις τὰ εἰρημένα πληρούμενα. ἥ τε γὰρ θυγάτηρ Σιὼν, (αὕτη δὲ ἦν ἡ ἐπὶ ὄρους τοῦ καλουμένου Σιῶν ἐπιτελουμένη θρησκεία), ἀπὸ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν παρουσίας ἐγκαταλέλειπται ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον κίον ἐν σικυηράτῳ, καὶ εἴ τι τούτων ἐρημότερον· τήν τε χώραν αὐτῶν ἀλλότριοι ἐνώπιον αὐτῶν κατεσθί- οὖσι, τοτὲ μὲν δασμοὺς καὶ φόρους αὐτοὺς εἰσπραττόμενοι, τοτὲ δὲ ἴδιον ἑαυτῶν κτῆμα τὴν πάλαι τῶν Ἰουδαίων γῆν πεποιημένοι· ἀλλὰ καὶ τὸ ἱερὸν τὸ εὐπρεπὲς τῆς μητροπόλεως αὐτῶν ἠρείπωται κατεστραμμένον ὑπὸ λαῶν ἀλλοτρίων, αἴ τε πόλεις αὐτῶν πυρίκαυστοι γεγόνασι, καὶ γέγονεν Ἰερουσαλὴμ ἀληθῶς πόλις πολιορκουμένη.
ἀλλ’ ἐπεὶ τούτων περὶ αὐτοὺς συμβεβηκότων ὁ τῶν ἀποστόλων χορὸς οἱ τε ἐξ Ἑβραίων εἰς τὸν Χριστὸν πεπιστευκότες γονίμου δίκην σπέρματος ἐξ αὐτῶν ἐκείνων διεφυλάχθησαν, καθ’ ὅλης τε τῆς οἰκουμένης καὶ εἰς πᾶν γένος ἀνθρώπων διελθόντες πᾶσαν πόλιν καὶ τόπον καὶ χώραν τοῦ οἰκείου καὶ Ἰσραηλιτικοῦ σπόρου κατέπλησαν, ὥστε ἑ ’ξ αὐτῶν στάχυς τὰς ἐπ’ ὀνόματος τοῦ σωτῆρος ἡμῶν ὑποστάσας ἐκκλησίας φῦναι, εἰκότως ὁ θεῖος προφήτης ἐπιλέγει ταῖς προαποφανθείσαις κατ’ αὐτῶν ἀπειλαῖς, “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

ὅπερ συναγαγὼν ἐπὶ τὸ σαφὲς ἑρμηνεύει ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ ἱερὸς ἀπόστολος “ ‘Ησαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προείρηκεν Ἡσαΐας, εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

οἷς αὖθις προστίθησι λέγων ‟μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; γένοιτο. καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφὴ, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραὴλ, κύριε τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυ- σιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσί μου τὴν ψυχὴν, τοῦ λαβεῖν αὐτήν. ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν.”

Ὅτι δ’ οὐκ εἰς ἄλλον καιρὸν, ἀλλ’ εἰς τὸν τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συν- τείνει ἡ προφητεία, ἑξῆς ὁ λόγος μετὰ τὸ φάναι “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν,” τὸν πάντα τῶν Ἰουδαίων λαὸν λαὸν Γομόρρας ὀνομάσας, τοὺς δὲ ἡγουμένους αὐτῶν ἄρχοντας Σοδόμων, ἐπιφέρει παραίτησιν τῆς κατὰ Μωσέα θρησκείας καὶ τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις κατηγγελμένης διαθήκης τὸν τρόπον, λέγω δὲ τὸν διὰ λουτροῦ παλιγγενεσίας, λόγον τε ἄντικρυς νέον καὶ νόμον εἰσῆκται ἐν τῇ περὶ τῶν τοιούτων προρρήσει.

λέγει δ’ οὖν ‘‘ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων, προσέχετε νόμον θεοῦ λαὸς Γομόρρας, τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν;” καὶ τὰ ἐξῆς, ἅπερ οἰκεῖα ὄντα τῆς κατὰ Μωσέα νομοθεσίας ἀνελὼν ἀντεισάγει ἀφέσεως ἁμαρτημάτων ἕτερον τρόπον, τὸν διὰ τοῦ σωτηρίου λουτροῦ καὶ τοῦ σὺν τούτῳ κηρυττομένου βίου λέγων ‘λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν· καὶ τὰ ἐξῆς.

ἄρχοντας δὲ Σοδόμων, καὶ λαὸν Γομόρ- ρων δι’ ἣν αἰτίαν αὐτοὺς ὠνόμασεν, ὁ αὐτὸς παρέστησε παραχρῆμα εἰπὼν ‟αἱ γὰρ χεῖρες ὑμῶν πλήρεις αἵματος.”

καὶ αὖθις δὲ ὑποβὰς λέγει “τὴν ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες ὅτι δήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν·
σαφέστατα αἵματός τινος καὶ ἑνὸς δικαίου μεμνημένος ἐπιβουλῆς, τίνος δὲ ἄρα ἢ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ χριστοῦ, δι’ ὃν καὶ μεθ’ ὃν ἅπαντα μετῆλθον αὐτοὺς τὰ προηγορευμένα.
λζ΄. Τοῦ αὐτοῦ Ἡσαΐου.

“Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιῶν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ· ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν εἰς Ἱερουσαλήμ.”

Καὶ τί δ’ ἂν γένοιτο τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ αὐτὸς ὁ προφήτης διεσάφησεν εἰπὼν πάντες οἱ γραφέντες εἰς Ἰερουσαλὴμ καὶ οἶ κληθέντες ἅγιοι.” τίς οὖν αὕτη ἡ ἡμέρα, ἐν ᾗ δοξάσειν ὁ θεὸς καὶ ὑψώσειν τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ τοὺς κληθησομένους ἁγίους καὶ γραφησομένους εἰς ζωὴν λέγεται, ἀναδραμόντι σοι τὴν ὅλην τῆς περικοπῆς διήγησιν δῆλον ἔσται.

ἐν ἀρχῇ τοιγαροῦν τῆς ὅλης βίβλου τὴν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλὴμ ἰδὼν ὅρασιν ὁ προφήτης, καὶ διὰ πλείστων ἀπαριθμησάμενος τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ ἀσεβήματα, ἀπειλήσας τε καὶ εἰπὼν τὰ περὶ τῆς καταστροφῆς αὐτῶν καὶ τῆς παντελοῦς ἐρημίας Ἰερουσαλὴμ, τέλος τῆς κατ’ αὐτῶν θεωρίας ἐπάγει λέγων “ ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππίου, καὶ αἷ ἐργασίαι αὐτῶν ὡς σπινθῦῆρες θῆρες πυρὸς, καὶ κατακαυθήσονται οἶ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβἐσων.”

Περιγράψας δὲ ἐνταῦθα τὴν κατ’ αὐτῶν πρόρρησιν ὑποστολῆ̣ χρῆται· ἐξ ἑτέρας δὲ ἀρχῆς δευτέρας ὑποθέσεως ἅπτεται, καὶ προοιμίῳ γε τῷ λεγομένῳ τοιῷδε χρῆται ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν Αμὼς, τὸν προφήτην περὶ τῆς Ἰουδαίας καὶ περὶ Ιερουσαλὴμ, ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλήμ. ἴσως τις ὑπολήψεται λήψεται περὶ ὧν τὰ σκυθρωπὰ προλαβὼν τούτων αὐτῶν πέρι τὰ χρηστότερα μεταβαλόντα λέγειν.

ἀλλ’ οὐκ ἂν ταῦτα ἐπιτρέψειε φάναι ἡ τῶν ἐπιφερομένων ἀκολουθία, ὑπὲρ μὲν τοῦ Ἰουδαίων ἔθνους ἢ ὑπὲρ τοῦ καλουμένου Ἰσραὴλ οὐδὲν οὐδὲ ὅλως χρηστὸν περιέχουσα, οὐδέ γε ὑπὲρ τῆς Ἰουδαίας οὐδὲ ὑπὲρ Ἰερουσαλὴμ, τοὐναντίον δὲ μυρίας κατὰ τοῦ Ἰσραὴλ μέμψεις καὶ κατηγορίας, ἀπειλάς τε κατὰ τῆς Ἱερουσαλὴμ σκυθρωπὰς, καὶ τὸ πᾶσι σωτήριον κλῆσιν καὶ γνῶσιν τοῦ ἐπὶ πάντων θεοῦ θεσπίζουσα, καὶ ἔτι πρὸς τούτοις ὅρους ἐπιφάνειαν καινοῦ καὶ οἴκου θεοῦ ἑτέρου παρὰ τὸν ἐν Ἱερουσαλὴμ ἀνάδειξιν παριστᾶσα.

λέγει δ’ οὖν μετὰ τὸ φάναι περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλὴμ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος κυ- ῥίου, καὶ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίον, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ.”

Καὶ περὶ μὲν τῶν ἐθνῶν ἀπάντων τοιαῦτα θεσπίζει· περὶ δὲ τῶν Ἰουδαίων ἐξῆς οἷα ἐπιλέγει ἄκουε ‘ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ’ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς.

ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτόν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν,” καὶ τὰ ἐξῆς τούτων ὄντα ὄντα πλείω, οἷς ἐπιφέρει “καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ ἔκυψεν ἄυθρωπος, καὶ ἐταπεινώθη, καὶ οὐ μὴ ἀνήσω αὐτοὺς, καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς γῆν ἀπὸ προσώπου τοῦ φόβου κυρίου, καὶ ἀπὸ προσώπου δόξης αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

Δι’ ὧν σαφῶς ἀνάστασίν τινα τοῦ κυρίου διδάσκει ἔσεσθαι, ἐν ᾗ θραυσθήσεσθαι πᾶσαν τὴν γῆν τοῦ Ἰουδαίων ἔθνους.

περὶ αὐτῶν γὰρ ὁ πᾶς ἦν λόγος, ὥσπερ καὶ ἑξῆς, δι’ οὗ φησιν ἡμέρα γὰρ κυρίου Σαβαὼθ ἔπι πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον,’ καὶ τὰ τούτοις ἀκόλουθα. ἐν ταύτῃ τοιγαροῦν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τοῦ κυρίου, τὰ κατὰ τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ προαγορεύσας ἐν αὐτῇ ταύτῃ, φησὶ, τῇ ἡμέρᾳ· ‘‘ὑψωθήσεται κύριος ἐν τῆ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν εἰσενέγκαντες εἰς τὰ σπήλαια·”

μονονουχὶ δηλῶν τὴν ἀποστροφὴν τῶν εἰδώλων, ἣν ἀπεστράφησαν αὐτοί τε Ἰουδαῖοι καὶ οἶ λοιποὶ πάντες ἄνθρωποι μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν, καταπτύσαντες πάσης δεισιδαιμονίας. “τῇ γοῦν ἡμέρᾳ ἐκείνῃ, φησὶν, ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ χρυσᾶ, καὶ τὰ ἀργυρᾶ ἃ ἐποίησαν, προσκυνεῖν τοῖς ματαίοις”·

καθ’ ὅλου ὡς εἰκὸς καὶ περὶ παντὸς ἀνθρώπου ταῦτα ἀναφωνῶν, διὰ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν κλῆσιν.

ἰδίως δὲ αὐθις περὶ τοῦ Ἰουδαίων ἔθνους ὑπὸ μίαν διάνοιαν ἑξῆς ἐπιλέγει “ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος. γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν·” καὶ τὰ τούτοις ἑξῆς.

ἔνθα ἐπιστήσας παράθες τὰ προλεγόμενα τῆς προφητείας δι’ ὧν εἴρηται “ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἠσαΐαν υἱὸν Ἀμὼς, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλὴμ,” ὡς μᾶλλον κατ’ αὐτῶν ἢ ὑπὲρ αὐτῶν τὰ ἐπενηνεγμένα τυγχάνει, εἰ μή τις ἄρα ἐν τούτοις λανθάνων περιέχεται νοῦς.

πῶς γὰρ μέλλων ἀφαιρεῖν ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, καὶ πάντα τὰ ἐν αὐτοῖς πάλαι διαπρέποντα, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ ἔσεσθαι τὰ θεσπιζόμενα πῶς δὲ ὑπὲρ αὐτῶν ἐστι καὶ τὰ ἐξῆς αὖθις λεγόμενα “ἀνεῖται Ἱερουσαλμὴμ, καὶ ἡ Ἰουδαία καὶ αἶ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς κύριον ἀπειθοῦντες.”

Ἀλλὰ γὰρ ἐν τοιῷδε καιρῷ, ἐν ᾧ τὸ ὄρος κυρίου πάσι τοῖς ἔθνεσιν ἀνάγκη κηρύττεσθαι, ὅ τε ἐπὶ τοῦ ὄρους οἶκος τοῦ θεοῦ ἐφ’ οὗ πάντα τὰ ἔθνη συνιόντα φασὶν ’δε τε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ·” τοιαύταις ὁ λόγος χρησάμενος κατηγορίαις τοῦ Ἰουδαίων ἔθνους, ἀπειλήσας τε αὐτοῖς τὰ ἔσχατα, ἐπισυνάπτει τούτοις πᾶσι τὰς προεκτεθείσας ἡμῖν λέξεις, διδάσκων ὅτι τοῦ παντὸς Ἰουδαίων ἔθνους μέλλοντος ἀποπεσεῖσθαι τῆς κατὰ τὸν θεὸν εὐσεβείας, περιλειφθήσονταί τινες ἐν αὐτοῖς οὐ συναπολαύσαντες τοῖς πᾶσι τῶν κακῶν· ἔμπαλιν δὲ ὡς ἂν ἐκ μοχθήρῶν καὶ παρανόμων διασεσωσμένοι, καὶ τὸ δοκίμιον καὶ τὸ εἰλικρινὲς τῆς εὐσεβείας ἐπιδεδειγμένοι, τῆς παρὰ τῷ θεῷ γραφῆς καταξιωθήσονται καὶ ἅγιοι κλη- θήσονται τοῦ θεοῦ δοῦλοι.

δηλοῖ δὲ διὰ τούτων τοὺς τοῦ σωτῆρος ἡμῶν ἀποστόλους καὶ μαθητὰς καὶ εὐαγγελιστὰς καὶ τοὺς λοιποὺς ἅπαντας τοὺς ἐν περιτομῇ ριτομῇ εἰς αὐτὸν πεπιστευκότας κατὰ τὸν χρόνον τῆς ἀποπτώσεως τοῦ παντὸς αὐτῶν ἔθνους.

ταῦτα δὲ αἰνίττεται φάσκων ὁ λόγος “ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ δηλονότι τὰ προηγορευμένα πάντα περὶ τῆς κλήσεως τῶν ἐθνῶν καὶ περὶ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως γενήσεται, ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιῶν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ, κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἰερουσαλὴμ”, δι’ οὓς καὶ εἰκότως ἀπὸ τῆς Ἱερουσαλὴμ λῆμ’ καὶ ἀπὸ τῆς Ἰουδαίας προελθόντας ὑπὲρ Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ τὴν προφητείαν λοῦ λέγεσθαι τὸ προοίμιον, ἢ καὶ διὰ τὴν ἀληθῆ Ἱερουσαλὴμ, καὶ τὴν ἀναλόγως αὐτῇ κατὰ διάνοιαν θεωρουμένην Ἰουδαίαν· περὶ οὗ κατὰ καιρὸν εἰσόμεθα.

καὶ τίς γε τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν καὶ τῶν εὐαγγελιστῶν τὴν ἔνθεον συνορῶν δύναμιν, καθ’ ἣν εἰς πάσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, πᾶσαί τε ἐξ ἐκείνου καὶ εἰς δεῦρο αἱ τοῦ Χριστοῦ ἐκκλησίαι τοὺς λόγους αὐτῶν ἀνὰ στόμα καὶ μαθήματα ἔχουσι, καὶ τὰς τῆς καινῆς διαθήκης δι’ αὐτῶν κηρυχθείσας τοῦ Χριστοῦ νομοθεσίας, οὐκ ἂν ἀλήθειαν τῇ προφητείᾳ ἐπιμαρτυρήσαι φησάσῃ ἐμφανῶς ἐν βουλῇ καὶ μετὰ δόξης ἐπὶ πᾶσαν τὴν γῆν ὑψώσειν τὸν θεὸν καὶ δοξάσειν τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ ὡς ἄρα τὸ καταλειφθὲν ἐν Σιῶν καὶ καταλειφθὲν ἐν Ἱερουσαλὴμ ἅγιοι κληθήσονται οἶ γραφέντες εἰς ζωήν; ἀντὶ δὲ τοῦ λεγομένου παρὰ τοῖς ἑβδομήκοντα ἐν βουλῇ μετὰ δόξης”, ὁ Ἀκύλας καὶ Θεοδοτίων συμφώνως εἰς δύναμιν καὶ δόξαν ἡρμήνευσαν, τὴν ὑπὸ τοῦ θεοῦ δοθεῖσαν τοῖς ἀποστόλοις δύναμιν καὶ τὴν ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ δόξαν παριστῶντες κατὰ τὸ κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”
καὶ αὐτό γε τὸ γεγενημένον “ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἥκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτων μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. καὶ εἶπα, ἴως πότε, κύριε; καὶ εἶπεν, ἴως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ yrj καταλειφθῇς ἔται ἔρημος. καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς.”
Oqu δὴ καὶ ἐνταῦθα τίνα τρόπον οἶ κατα- καταλειφθέντες πάλιν ἐπὶ τῆς γῆς, τῆς λοιπῆς ἁπάσης ἐρήμου γενησομένης, μόνοι πληθυνθήσεσθαι λέγον- λέγονται. εἷεν δ’ ἂν καὶ οὗτοι οἱ τοῦ σωτῆρος ἡμῶν μαθῆταί ἐξ Ἑβραίων, εἰς πάντας ἀνθρώπους προελθόν- τες, οἳ καὶ δίκην σπέρματος καταλειφθέντες πολύ- χουν προσήνεγκαν τὸν καρπὸν, τὰς καθ’ ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἐκκλησίας· καὶ θέα γε, ὡς κατὰ τὸ αὐτό φησιτούτους μὲν πληθυνθήσεσθαι μό- νοῦς καταλειφθέντας ἐκ τῆς τῶν Ἰουδαίων ἀποπτώ- σεως, ἐκείνους γε μὴν πάμπαν ἐρήμους ἔσεσθαι.

^ri yi] γὰρ αὐτῶν, φησὶν, καταλειφθήσεται ἔρη- ’μὸς. τοῦτο δὲ καὶ ἀνωτέρω αὐτοῖς ἐλέγετο ὑπὸ τοῦ αὐτοῦ προφήτου, κατὰ τὸ ἡ yrj ὑμῶν ἔρημος, αἶ πό- λεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν.”

πότε δὲ καὶ ταῦτα ἐπληροῦτο ἢ ἀπὸ τῶν χρόνων τοῦ σωτῆ- ρος ἡμῶν; ἴως μὲν γὰρ οὐδέπω τὰς κατ’ αὐτοῦ τε- τολμήκεσαν δυσσεβείας, οὐκ ἦν ἡ yrj αὐτῶν ἔρημος, οὐδὲ αἱ πόλεις πυρίκαυστοι, οὐδὲ τὴν χώραν αὐτῶν ἀλλότριοι κατήσθιον· ἀπὸ δὲ τῆς ἐνθέου φωνῆς ἐκείνης, δι’ ἧς τὸ μέλλον αὐτοῖς ἔσεσθαι προυθέσπι- σεν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, εἰπὼν, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, ἐξ ἐκείνου καὶ οὐ μετ’ οὐ πολὺ τῆς προρρήσεως πολιορκηθέντες ὑπὸῬωμαίων εἰς ἔρη- μον κατέστησαν.

καὶ τὸ γε αἴτιον τῆς ἐρημώσεως αὐτῶν ὁ προφητικὸς λόγος ἀπελέγχει, μονονουχὶ σαφῶς διερμηνεύων, καὶ τὴν αἰτίαν τῆς ἀποπτώσεως αὐτῶν παριστάς. ἐπειδὴ γὰρ τοῦ σωτῆρος ἡμῶν διδάσκοντος ἐν αὐτοῖς ἀκούσαντες ὠσὶ διανοίας οὐκ ἤκουσαν, οὐδὲ συνῆκαν ὅστις ἦν, ἰδόντες δὲ αὐτὸν σαρκὸς ὀφθαλμοῖς, τοῖς τῆς ψυχῆς οὐ τεθέανται, ἐπάχυνάν τε ἑαυτῶν τὴν καρδίαν, καὶ μονονουχὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἔμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν,” ὥς φησιν ἡ προφητεία, τούτου χάριν ἐρημωθήσεσθαι αὐτῶν φησι τὰς πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ τὴν γῆν γενήσεσθαι ἔρημον, βραχεῖς χεῖς δέ τινας ἐξ αὐτῶν ὑπολειφθήσεσθαι, δίκην γονίμου καὶ ζωπύρου σπέρματος πεφυλαγμένους, οἳ καὶ εἰς πάντας προελθόντες ἀνθρώπους πληθυνθήσεσθαι ἐπὶ τῆς γῆς λέγονται.
πλὴν ἀλλὰ καὶ μετὰ τὴν πρόοδον τούτων αὐτῶν δηλαδὴ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ἔτι φησὶν ἐπ’ αὐτῆς τῆς Ἰουδαίας χώρας διαμεῖναι τὸ ἐπιδέκατον, καὶ μετὰ ταῦτα αὖθις ἔσεσθαι αὐτοὺς εἰς προνομὴν ὡς τερέβινθος, καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ τῆς θήκης αὐτῆς. παρίστησι δὲ, ὡς οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι μετὰ τὴν πρώτην πολιορκίαν ἣν κατὰ τοὺς τῶν ἀποστόλων χρόνους καὶ κατὰ Ῥωμαίων αὐτοκράτορα Οὐεσπασιανὸν ἱστοροῦνται πεπονθέναι, αὖθις ἐπὶ Ἀδριανοῦ δεύτερον πολιορκηθέντες παντελῶς εἴρχθησαν τοῦ τόπου, ὡς μηδὲ τοῦ ἐδάφους τῆς Ἱερουσαλὴμ ἐπιβαίνειν βαίνειν ἐπιτρέπεσθαι. τοῦτο δ’ οὖν αἰνιττόμενός φησιν ‟καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος, καὶ βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς.”

“Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, φάγεται βούτυρον, καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.”

Ἐνταῦθα τὴν δηλουμένην ἡμέραν ἐπιζητή- σὰς εὕροις ἂν αὐτὸν τὸν χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. εἰπὼν γὰρ ὁ προφήτης ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν” πλεῖστα διὰ μέσου θεσπίζει περὶ τῶν κατὰ τὴν αὐτὴν ἡμέραν, τοῦτ’ ἔστιν ἀμφὶ τὸν χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας, γενησομένων.

δυνάμεις γὰρ ἀοράτους καί τινας ἐχθροὺς καὶ πολεμίους, μυίας καὶ μελίσσας νόμοις ἀλληγορίας ὀνομαζομένους, ἐπιβήσεσθκι τῇ τῶν Ἰουδαίων χώρᾳ φησὶν, καὶ τὸν κύριον ξυρῷ τῶν πολεμίων, ὡς ἂν μεγάλου σώματος, τοῦ Ἰουδαίων ἔθνους τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα καὶ πάντα συλλήβδην εἰπεῖν τὸν κόσμον αὐτῶν ξυρήσειν.

τούτων δ’ ἐσομένων ἐν τῇ θεσπιζομένῃ ἡμέρᾳ τοῦ ἐκ τῆς παρθένου γενησομένου, τὸν καταλειφθέντα ἄνθρωπον ἐκ τῆς τοῦ παντὸς ἔθνους ἀπωλείας, τοῦτ’ ἔστιν ἅπαντα τὸν ἐξ αὐτῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότα, θρέψειν δάμαλιν βοῶν καὶ δύο πρόβατα προφητεύει, ἀπό τε τοῦ πλεῖστον ποιεῖν γάλα φάγεσθαι βούτυρον καὶ μέλι· νοήσεις δὲ καὶ ταῦτα κατὰ μυστικὴν θεωρίαν ἐπὶ τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τετελεσμένα.

ὧν ἕκαστος ἐν αἷς σὺν τῇ τοὐ Χριστοῦ δυνάμει συνεστήσατο ἐκκλησίαις, δύο πρόβατα, τοῦτ’ ἔστιν δύο τάγματα δίκην προβάτων ἐπὶ τὴν τοῦ Χριστοῦ ποίμνην συνιόντα, τὸ μὲν εἰσέτι στοιχειούμενον, τὸ δ’ ἤδη διὰ τοῦ λουτροῦ πεφωτισμένον, καὶ ἐπὶ τούτοις μίαν δάμαλιν τὴν ἐκκλησιαστικὴν τῶν προέδρων ἀρχὴν ταῖς ἐνθέοις καὶ λογικαῖς τροφαῖς ἐκθρέψας, γόνιμον ἐξ αὐτῶν γάλα καὶ μέλι τῆς πονηθείσης αὐτῷ τροφῆς τὸν καρπὸν ἀπηνέγκατο.

ὅπως μὲν οὖν τὰ τῶν ἀτελεστέρων πλήθη προβάτοις εἴωθεν ὁ θεῖος ἀφομοιοῦν λόγος οὐδὲν δεῖ λέγειν, πάσης γραφῆς τοῦτο διδασκούσης· τὸν δέ γε καὶ τοὺς πολλοὺς γεωργοῦντα τῆς ἐκκλησίας ὴγούμενον ὅπως τῷ γεωπόνῳ τῶν βοῶν παραβάλλει, συνίστησιν ὁ ἱερὸς ἀπόστολος, λέγων

μὴ τῶν βοῶν μέλει τῷ θεῷ, ἢ δι’ ἡμᾶς πάντως λέγει; ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν.”

Εἰ δὲ προσκόπτοι τις ταῖς τοιαῖσδε τροπολογίαις, ὥρα τοῦτον μηδὲ τὰς ὀνομαζομένας μυίας, ἢ μελίσσας, μηδὲ τὸ ξυρὸν, μηδὲ τὸν πώγωνα, μηδὲ τὰς τρίχας τῶν ποδῶν κατὰ διάνοιαν θεωρεῖν, εἰς ἀτόπους δὲ καὶ ἀσυστάτους ἐκπίπτειν μυθολογίας. εἰ δ’ ἀνάγκη ταῦτα μὴ ἄλλως ἢ κατὰ μόνην θεωρίαν δέχεσθαι, δῆλον ὅτι καὶ τὰ ἀκόλουθα παραπλησίως.

‟Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἶ βουνοὶ, καὶ οἱ δρυμοὶ, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἴως σαρκῶν· καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης, καὶ οἶ καταλειφθέντες ἀπ’ αὐτῶν ἔσονται ἀριθμὸς, καὶ παιδίον μικρὸν μικρὸν γράψει ψεῖ αὐτούς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔτι προστεθήσεται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ οἱ διασωθέντες τοῦ Ἰακὼβ οὐκ ἔτι πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ’ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ ἀναστρέψει τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐπὶ θεὸν ἰσχύοντα.

καὶ ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων τέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ.”

Κἀνταῦθα πρόσσχες ὅτι ἐν τῇ τῶν σκυθρωπῶν ἀπειλῇ, φησὶν, ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν ἀριθμὸς ἔσται, καὶ παιδίον μικρὸν γράψει αὐτούς. δι’ ὧν τὸ σπάνιον τῶν φευξομένων τὸν ὄλεθρον τοῦ ἐκ περιτομῆς λαοῦ, καὶ τὸν τῆς Ἰερουσαλὴμ ἐμπρησμὸν παρίστησιν. οἱ ’δε καταλειφθέντες οὗτοι, φησὶν, ἀριθμὸς ἔσονται·

τοῦτ’ ἔστιν ἀριθμῷ ληπτοὶ γενήσονται, οὕτω βραχεῖς καὶ εὐαρίθμητοι ὄντες. τοσοῦτοι δ’ οὖν ὡς ἐν συγκρίσει τοῦ παντὸς πλήθους τοῦ Ἰουδαίων ἔθνους οἶ εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότες γεγόνασιν, οἳ καὶ κατηξιώθησαν τῆς ὑπ’ αὐτοῦ γραφὴς, ὡς δηλοῖ φάσκων ὁ λόγος “καὶ παιδίον γράψει αὐτούς·” προδιδάξας ὅ τι ποτε ἦν τὸ παιδίον ἐν οἶς ἔλεγεν ‘ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἔξει, καὶ τέξεται υἱόν· καὶ πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέμα.”

καὶ ἐπειδήπερ ἐνταῦθα παιδίον φησὶν γράψει αὐτοὺς, εἰκότως ἐν τοῖς πρόσθεν ἐλέγετο καὶ έσται τὸ ὑπολειφθὲν ἐν Σιῶν καὶ τὸ καταλειφθὲν ἐν Ἰερουσαλὴμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωήν. ὥσπερ γοῦν ἐν ἐκείνοις τὸ καταλειφθὲν ὠνόμαστο, οἱ δ‘ αὐτοὶ γραφέντες ἦσαν εἰς ζωὴν, οὕτως καὶ ἐνταῦθα οἱ καταλειφθέντες ἀέ αὐτῶν ἀριθμὸς ἔσονται καὶ παιδίον γράψει αὐτούς.

τοῦτο δὲ καταλειφθὲν ἐκ τοῦ Ἰσραὴλ, καὶ οἱ διασωθέντες ἀπὸ τοῦ Ἰακὼβ οὐκέτι, φησὶν, ἔσονται ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ’ ἔσονται πεποιδότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραήλ.

καὶ ὅρα γε εἰ μὴ ταύτῃ γε τῇ πεποιθήσει οἶ ἐκ τοῦ Ἰουδαίων ἔθνους προελθόντες, οἱ τε ἐκ τῆς ἀποπτώσεως τοῦ Ἰσραὴλ περιλειφθέντες μαθηταὶ καὶ ἀπόδτολοι τοῦ σωτῆρος ἡμῶν, μηδένα λόγον ποιησάμενοι τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἢ τῶν ἀρχόντων τοὐ ἐκ περιτομῆς λαοῦ τῶν πάλαι ἀδικούντων αὐτοὺς, ἐξῆλθον εἰς πάντα τὰ ἔθνη κηρύττοντες τὸν Χριστοῦ λόγον, πεποιθήσει τε τῇ πρὸς τὸν θεὸν,

(ἐπείπερ κατὰ τὴν προφητείαν πεποιθότες ἦσαν ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ, ἐν ἀληθείᾳ, οὐ γὰρ ὑπούλως, οὐδὲ μεθ’ ὑποκρίσεως, σὺν ἀληθείᾳ δὲ ὅλους ἑαυτοὺς ἐπιδέδονται ἐλπίδι) οὐ μόνον προηλθον τῆς ἑαυτῶν χώρας, ἀλλὰ κατώρθωσαν τὸ προτεθειμένον. τεθειμένον.

τοῦτο δὲ αὐτὸ πάλιν τὸ καταλειφθὲν οἱονεὶ τὸ σπέρμα τῆς ἀποπτώσεως τοῦ Ἰακὼβ γέγονε, πεποιθὸς ἐπὶ θεὸν ἰσχύοντα, καὶ αὐτὸ δὴ τοῦτο τὸ κατάλειμμα τοῦ παντὸς ἔθνους αὐτῶν γενομένου ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἀλλ’ οὐ κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ, τῆς παρὰ τῷ θεῷ σωτηρίας ἠξιώθη, ὥσπερ οὖν ἐμαρτύρησεν ὁ ἀπόστολος εἰπὼν “Hσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.”

δύο γάρ τοι ἐπαγγελιῶν διὰ τοῦ χρησμοῦ τῷ Ἀβραὰμ δεδομένων περὶ τῶν ἐξ αὐτοῦ γενησομένων, ὡς ἄρα ἔσονται κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ κατὰ τὴν ἄμμον τῆς θαλάσσης, τῶν μὲν θεοφιλῶν λαμπόντων ὁμοίως τοῖς οὐ- ρανίοις φωστῆρσιν, οἶοι ἦσαν οἱ πάλαι, οἱ προφήται καὶ οἶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἶς ἐμαρτύρησεν εἰπὼν, ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου· τῶν δὲ γηγενῶν καὶ χαμαιπετῶν ἄμμῳ γῆς παραβαλλομένων.

εἰκότως ἐν τούτοις ὁ προφητικὸς λόγος, ἐπὰν τὸ πὰν πλῆθος τῶν υἱῶν Ἰσραὴλ ἐκπεσούμενον τῆς ἀξίας καὶ τοῦ μεγαλοφυοῦς τῆς ἀρετῆς ὅλον δι’ ὅλου χαμαιπετὲς γενόμενον παραβληθῇ τῇ ἄμμῳ τῆς θαλάσσης, τότε δὴ τὸ κατάλειμμα αὐτῶν μόνον σωθήσεται· σεται· περὶ οὗ καταλείμματος πλεῖστα ἡμῖν γεγύμνασται.

ταῦτα δέ φησιν ἔσεσθαι, ἐπὰν αὐτὸς ὁ κύριος συντέμνων καὶ συντελῶν λόγον καθ’ ὅλης τῆς οἰκουμένης ποιήσῃ, ἐναργῶς τὸ εὐαγγελικὸν παριστὰς κήρυγμα, ἐν ᾧ, πάσης τῆς κατὰ Μωσέα περιόδου ἐν εἰῶσι καὶ συμβόλοις καὶ σωματικαῖς θρησκείαις περιαιρεθείσης, ὁ σύντομος τοῦ εὐαγγελίου λόγος εἰς πάντας ἀνθρώπους παραδοθεὶς τῆς προφητείας τὴν ἀλήθειαν ἐπιστώσατο.

“Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. καὶ ἔσται έν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοὐ ζηλῶσαι καὶ ζητῆσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ αὐτοῦ, ὃ ἐὰν καταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλωνίας, καὶ ἀπὸ Αἰθιοπίας, καὶ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἀπὸ τῶν νήσων τῆς θαλάσσης. καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς.”

Πολλάκις τινῶν λεγομένων ἔσεσθαι ἐν ἐπισήμῳ ἡμέρᾳ, τοῦτ’ ἔστιν ἐν ἐπιφανείᾳ χρόνου, λογισμῷ συνάγοντες τὴν τῶν δηλουμένων ἀκολουθίαν ἐπὶ τὴν τοῦ θεοῦ παρουσίαν ἀναφέρεσθαι ἐπεδείξαμεν, καθ’ ἣν τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποπεσουμένου σπανίους τινὰς σωθήσεσθαι τοὺς ἐξ αὐτῶν καταλειφθησομένους οἶ θεῖοι δηλοῦσι λόγοι.

ἥ γε μὴν μετὰ χεῖρας λέξις καὶ τὴν ἡμέραν καὶ τὸν διὰ ταύτης σημαινόμενον χρόνον καὶ τὰ ἐπὶ τούτῳ συμβεβηκότα λευκότατα παρίστησιν· θεσπίζουσα γὰρ τὴν ἐκ σπέρματος τοῦ Δαβὶδ γενησομένην τοῦ Χριστοῦ γένεσιν ὁμοῦ καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν προαναφωνεῖ· λέγει δὲ οὕτως

“ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἶ ὑψηλοὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἶ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.”

Λίβανον δὲ ἐνταῦθα τὴν Ἱερουσαλὴμ αἰνίττεται, ὡς ἐν ἑτέροις ἀπεδείξαμεν, ἣν μετὰ πάντων τῶν ἐν αὐτῇ σεμνῶν καὶ ἐνδόξων πεσεῖσθαι ὁ λόγος ἀπειλεῖ. καὶ ταῦτά γε προανατεινάμενος ἑξῆς ἐπιλέγει “ καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκτῆς ῥίζης ἀναβήσεται,’ καὶ τὰ ἐξῆς.

σαφέστατα τὴν ἐκ ῥίζης Ἰεσσαὶ, πατὴρ δὲ ἦν οὗτος τοῦ Δαβὶδ, γένεσιν τοῦ χριστοῦ παριστὰς, ἐφ’ ᾑ γενέσει τὴν τῶν ἐθνῶν κλῆσιν πρότερον μὲν δι’ αἰνίματος προφητικῷ τρόπῳ ἀναφωνεῖ. τὸ γὰρ “συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις σὺν ἐρίφῳ συναναπαύσεται,” καὶ τὰ τοιαῦτα, οὐδὲν ἕτερον ἢ τῶν ἀγρίων καὶ ἀπηνῶν τὸν τρόπον καὶ μηδὲν θηρίων διαφερόντων ἐθνῶν τὴν ἐπὶ τὸν εὐσεβῆ καὶ ἥμερόν τε καὶ κοινωνικὸν τρόπον μεταβολὴν ἐδήλου.

τοῦτο δὲ αὐτὸ εἰς ὕστερον γυμνό- τερον διδάσκει φάσκων “ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ καλύψαι θαλάσσας.”

Καὶ ἔτι γε αὐτὸς ἑαυτὸν ἑρμηνεύων ὁ προφητικὸς λόγος ἐπιλέγει καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.”

Ἐπειδὴ τοίνυν ἀνωτέρω μὲν τὴν ἀπόπτωσιν τοῦ Ἰουδαίων ἔθνους ἐσήμαινεν ἐπικεκαλυμμένως, μετὰ δὲ ταῦτα τὴν τῶν ἐθνῶν κλῆσιν τοτέ μὲν κεκαλυμμένως, τοτὲ δὲ μυμνῶς, εἰκότως αὖθις ἐπαναλαμβάνων τὸν λόγον τῶν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν πιστευόν- των μνημονεύει, ὑπὲρ τοῦ μὴ πάντη ἀποκλεῖσαι αὐτῶν τὴν εἰς τὸν Χριστὸν ἐλπίδα. “ἔσται μὲν γὰρ (φησὶν) ἀνιστάμενος ἄρχειν ἐθνῶν.”

τίς δ’ ἦν ὁ ἀνιστάμενος ἀλλ’ ἢ ῥίζα τοῦ Ἰεσσαὶ, ὃν καὶ σαφῶς φησιν ἄρξειν ἐθνῶν, ἀλλ’ οὐχὶ Ἰσραήλ; ἐπειδὴ τοίνυν διαφόρως τὴν τῶν ἐθνῶν ἐπιστροφὴν ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ φύντα καὶ βλαστήσαντα ἐδίδαξεν, οὐδὲν δὲ οὐδέπω χρηστὸν περὶ τῶν ἐκ περιτομῆς εἰρήκει, εἰκότως τὸ ἐλλιπὲς τῆς προρρήσεως ἀποδίδωσι φάσκων “καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ;’ τοῦτ’ ἔστιν ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ ἐκ ῥίζης Ἰεσσαὶ φύντος, προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζητῆσαι καὶ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ἀπὸ τῶνδε καὶ τῶνδε τῶν πολεμίων.” ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας πεποίηκε “καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ, τοῦ κτήσασθαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ, ὅ ὑπολειφθήσεται ἀπὸ τῶν Ἀσσυρίων,” καὶ τῶν ἑξῆς.

νοήσεις δὲ καὶ ταῦτα, πολεμίους τοῦ λαοῦ τοῦ θεοῦ νοητούς τινας καὶ πνευματικοὺς, ἤτοι δαίμονας πονηροὺς ἤ δυνάμεις ἀντικειμένας τῷ λόγῳ, θεωρήσας, οἵ τῶν κατωνομασμένων ἐθνῶν πάλαι πρότερον ἀοράτως προεστῶτες τὰς ψυκὰς ἐπολιόρκουν τοῦ Ἰσραὴλ, ποικίλοις πάθεσιν αὐτὰς περιβάλλοντες, ὑποςύροντές τε καὶ αἰχμαλωτίζοντες εἰς τὸν ὅμοιον τῆς τῶν ἀλλσφύλων ἀγωγῆς βίον.

Τούτου δὴ οὖν παντὸς σχεδὸν εἰπεῖν τοῦ λαοῦ κατὰ ψυχὴν αἰχμαλώτου ληφθέντος ὑπὸ τῶν δεδηλωμένων, οἱ φυλαχθέντες καὶ καταλειφθέντες ἄτρωτοι καὶ ἄσυλοι κατὰ τὴν προφητείαν τῆς δηλουμένης ἐπαγγελίας τεύξονται, ὀψόμενοι τοῦ κυρίου τὴν χεῖρα καὶ κτῆμα αὐτοῦ γενηςόμενοι, κατὰ τὸ φάσκον λόγιον “προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ.

τί δὲ προσθήσει κύριος; ἀλλὰ γὰρ πρὸς οἷς ἅπαξ ἐπεδείξατο πάλαιπρότερον, διὰ τῶν προφητῶν προςἐγενήθη χεὶρ κυρίου καὶ τούτοις ὡς ἄν διασωθεῖσιν ἀπὸ τῆς πτώσεως τοῦ παντὸς λαοῦ τὰ λείποντα τοῖς προτέροις προσθήσειν. ταῦτα δὲ ἦν τὰ τῇς καινῆς διαθήκης μυστήρια, διὰ τῆς χειρὸς τοῦ κυρίου δεδειγμένα τῷ καταλειφθέντι ἀπὸ τοῦ λαοῦ. “ἀλλὰ καὶ τοῦ ζηλῶσαι (φηςὶν) τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ.”

ἀνθ’ οὗ συμφώνως ὁ Ἀκύλας καὶ Θεοδοτίων “τοῦ κτήσασθαι (φηςὶν) τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ, ὅ ἄν καταλίπῃ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸπ τῶν λοιπῶν πολεμίων ἐθνῶν.” τοῦτο δὲ τὸ καταλειφθὲν τοῦ λαοῦ ὑπόλοιπον ἀρεῖ, φησὶν, σημεῖον εἰς τὰ ἔθνη,

σαφῶς δι’ αὐτῶν τὸ ἑαυτοῦ σημεῖον ὁ κύριος ἐν πάσι τοῖς ἔθνεσιν ἐπιδεικνύμενος, καὶ συνάξει δι’ αὐτῶν τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ διὰ τοῦ τῶν ἀποστόλων αὐτοῦ κηρύγματος καταπεφευγότας, τοὺς συναχθέντας εἶναι λέγων τῶν πάλαι ἀπῳκισμένων καὶ ἀφωρισμένων ἐκ τοῦ κατὰ διάνοιαν Ἰσραὴλ καὶ Ἰούδα.

τρόπος δὲτοιῶνδε ψυχῶν τὸν ἀληθινὸν Ἰσραὴλ τοῦ θεοῦ δείκνυσιν, ὡς ἀνάπαλιν φαύλη καὶ μοχθηρὰ διάθεσις τὸν κατὰ σάρκα Ἰσραὴλ ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας χρηματίζειν ποιεῖ.

τὸ τοίνυν λεῖμμα κατ’ ἐκλογὴν χάριτος, καὶ τὸ λεγόμενον ἐν τῇ προφητείᾳ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, τὸ σημεῖον τοῦ κυρίου πᾶσι τοῖς ἔθνεσιν ἀνεκήρυξεν, καὶ τὰς τοιάσδε ψυχὰς τῶν ἐθνῶν ἐξ ἀπωλείας ἐπὶ τὴν τοῦ κυρίου γνῶσιν ἐφελκυσάμενον ἔνα λαὸν συνῆξε τῷ θεῷ, τὸν ἐκ τῶν τεσσάρων πτερύγων γῶν τῆς γῆς εἰσέτι νῦν τῇ τοῦ Χριστοῦ δυνάμει συγκροτούμενον.

οὗτοι δὲ αὐτοὶ οἶ ἀπὸ τῶν ἀπολωλότων τοῦ Ἰουδαίων ἔθνους διασωθέντες μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, ἐκ διαφόρων φυλῶν τυγχάνοντες, μιᾶς κλήσεως καὶ μιᾶς χάριτος καὶ ἑνὸς πνεύματος ἁγίου κατηξιωμένοι, πάντα ζῆλον ὃν πάλαι πρὸς αὐτοὺς εἶχον αἱ τοῦ Ἑβραίων ἔθνους φυλαὶ ἀπορρίψουσιν, ὡς ἡ προφητεία φησίν.

κατηρτισμένοι γοῦν τῷ αὐτῷ νοὶ· καὶ τῇ αὐτῇ γνώμῃ, οὐ μόνον τὴν ἤπειρον, ἀλλὰ καὶ τὰς νήσους διῆλθον τόν ἐθνῶν, πάσας πανταχόθεν τὰς τῶν ἀνθρώπων ψυχὰς προνομεύοντες καὶ αἰχμαλωτεύοντες εἰς τὴν ὺποταγὴν τοῦ Χριστοῦ, ἀκολούθως τῷ χρησμῷ τῷ φήσαντι “καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύοντες καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν.”

Καὶ τὰ λοιπὰ δὲ τῆς προφητείας τούτοις ἀναλόγως ἐπιθεωρήσεις, ἑκάστην λέξιν παρὰ σαυτῷ βασανίσας, καὶ πᾶν μὲν τὸ ἀσύστατον καὶ ταπεινὸν αὐτῆς διακρουσάμενος, τὴν δὲ διάνοιαν τοῦ πνεύματος, ὡς ἂν αὐτό σοι τὸ πνεῦμα τοῦ θεοῦ θεωρεῖν ὑποβάλῃ, νοήσας. ἡμῖν γὰρ ὁ καιρὸς οὐκ ἐπιτρέπει τοῖς τόποις ἐπὶ πλέον ἐνδιατρίβειν, τὴν προκειμένην ὑπόθεσιν ἐξανύσαι κατεπειγομένοις.

“Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τἀς ἁμαρτίας αὐτῶν, καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω, καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον 5 καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ.”

καὶ ἑξῆς ἐπιλέγει λέγει “καὶ ἔσονται οἱ καταλελειμμένοι καταλελειμμίνοι φεῦγον, καὶ ὡς πρόβατον πλανώμενον.”

Καὶ διὰ τούτων τὸ σπάνιον τῶν σωθησομένων ἐν τῷ καιρῷ τῆς τῶν ἀσεβῶν ἀπωλείας σαφέστατα ὁ λόγος παρίστησιν, ὥστε μὴ χώραν ἔχειν ὑπονοεῖν ἀδιακρίτως πάντας ἁπαξαπλῶς τοὺς ἐκ περιτομῆς καὶ πᾶν τὸ Ἰουδαίων ἔθνος τῶν τοῦ θεοῦ τεύξεσθαι ἐπαγγελιῶν.

“Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακὼβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθή- σονται. καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα σταχύων ἀμήσῃ· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυας ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη· ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρου ἤ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ. τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτὸν, οἷ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, καὶ οὐ μὴ πεποιτῶν ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν.”

Καὶ διὰ τούτων ἐναργῶς θεσπίζεται ἡ δόξα τοὐ Ἰσραὴλ, καὶ πάντα τὰ πίονα αὐτῶν καθαιρεθήσεσθαι, ὀλίγοι δὲ αὖθις καὶ ἀριθμῷ ληπτοὶ ὡς ἂν ἐλαίας ἐν φυτῷ ῥῶγες βραχεῖς καταλ ειφθ ήσεσθαι καταλειφθήσεσθαι οὗτοι δ’ ἂν εἶεν οἱ ἐξ αὐτῶν εἰς τὸν κύριον ἡμῶν πεπιστευκότες. ἀκολούθως δὲ μετὰ τὰ περὶ ἐκείνων εἰρημένα περὶ παντὸς ἀνθρώπων γένους ἀποστραφησομένου τὴν κατὰ τὰ εἴδωλα πλάνην, ἐπιγνωσομένου δὲ τὸν θεὸν Ἰσραὴλ, προφητεύεται.

“ἀκούσατε νῆσοι, ἐγκαταλελειμμένοι καὶ ἐδυ- νώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου Σαβαὼθ, ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.”

Ὄρα τίνα τρόπον καὶ ἐνταῦθα οὐ πάντας τοὺς ἐκ περιτομῆς ἐπὶ τὴν τῶν ἀπορρήτων ἀκρόασιν παρακαλεῖ, ἀλλ’ ἢ μόνους οὓς ὀνομάζει καταλελειμμένους καὶ ὀδυνωμένους, οἶοι ἦσαν οἶ κατὰ τὸν ἀπόστολον στενάζοντες καὶ ἀποκλαόμενοι τὴν κακίαν τοῦ τῶν ἀνθρώπων βίου.

‟Ἐπένθησαν οἶ ὑψηλοὶ τῆς γῆς, ἡ δὲ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν. διὰ τοῦ πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς, καὶ κα- ταλειφθήσονται ἄνθρωποι ὀλίγοι.”

Καὶ ἐν τούτοις τοὺς παραβεβηκότας τὸν νόμον καὶ τὴν τοῦ θεοῦ διαθήκην τοῦ ἐκ περιτομῆς λαοῦ ἀπελέγξας, ἀπειλήσας τε αὐτοῖς τὰ ἀναγεγραμμένα, καταλειφθήσεσθαι ἀνθρώπους ἐξ αὐτῶν ὀλίγους προφητεύει. εἶεν δ’ ἂν οὗτοι τὸ ὠνομασμένον παρὰ τῷ ἀποστόλῳ λεῖμμα κατ’ ἐκλογὴν χάριτος.

‟'Καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἴκοι οἶ ἐγκαταλελειμμένοι ἀπολοῦνται. ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν, ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρύγητός, οὔτοι φωνη̣ φωνησουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου.”

Καὶ ἐνταῦθα οἶ καταλειφθέντες μόνοι εὐφρανθήσεσθαι λέγονται, τῶν λοιπῶν ἁπάντων τοῖς θεσπιζομένοις παραδοθησομένων.

“Καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἶ μισθωτοὶ τοῦ Ἐφραΐμ. καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ’ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ, ὡς πρόδρομος σύκου· ὁ ἰδὼν αὐτὸ, πρὶν ἢ εἰς τὴν χεῖρα λαβεῖν αὐτὸ, θελήσει αὐτὸ καταπιεῖν. πιεῖν. τῇ ἡμέρᾳ ἐκείνῃ κύριος ἔσται ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ αὐτοῦ· καταλειφθήσονται γὰρ ἐν πνεύματι κρίσεως.”

Καὶ ἐνταῦθα τῷ καταλειφθέντι τοῦ λαοῦ, οὐχὶ δὲ παντὶ τῷ ἔθνει αὐτῶν, ἀλλὰ μόνοις τοῖς διὰ τοῦ καταλείμματος σημαινομένοις, τὸν κύριον στέφανον ἔσεσθαι ἐλπίδος καὶ δόξης προφητεύει, τοὺς ἄλλους παρὰ τὸ κατάλειμμα τοὐ λαοῦ στέφανον ὕβρεως καὶ μισθωτοὺς τοῦ Ἐφραῒμ ὁνομάζων.

Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω, ὅτι ἐξ Ἰερουσαλὴμ ἔσοντ’ αἰ οἶ καταλελειμμένοι καὶ οἱ σωζόμενοι ἐξ ὅρους Σιῶν. ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.”

Τοὺς κατ’ ἐκλογὴν χάριτος καταλειφθέντας ἐκ τοῦ Ἰουδαίων ἔθνους φυήσειν ῥίζαν κάτω καὶ ποιήσειν σπέρμα ἄνω προφητεύει, σαφέστατα τὴν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν ἐκλογὴν παριστάς. οὗτοι γὰρ ἀπὸ τῶν ἐκ περιτομῆς καταλειφθέντες κάτω μὲν εἰς γῆν τὰς ῥίζας τῆς διδασκαλίας δασκαλίας αὐτῶν κατέβαλλον, ὡς ἐμπαγῆναι καὶ ῥιζῶσαι καθ᾿ ὅλης τῆς οἰκουμένης τὴν διδαχὴν αὐτῶν, ἄνω δὲ τὸ σπέρμα καὶ τὸν καρπὸν φέρεσθαι εἰς τὰς ἐπουρανίους ἐπαγγελίας παρεκελεύσαντο.

οἶ δ’ αὐτοὶ οὗτοι ἐκ τοῦ Ἰουδαίων ἔθνους καταλελειμμένοι, τῶν λοιπῶν ἀπολλυμένων, μόνοι σωζόμενοι λέγονται. ταῦτα δὲ πάντα ὁ ζῆλος κυρίου ἐποίησεν εἰς γὰρ τὸ παραζηλῶσαι τοὺς ἀσεβεῖς τῶν ἐκ περιτομῆς ἐκλεξάμενος ὁ ζῆλος κυρίου τούτους παρεζήλωσεν ἐκείνους, κατὰ τὸ παρὰ Μωσεῖ λεγόμενον αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, καγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.”

“Οὕτως λέγει κύριος· ὃν τρόπον εὑρήσεται ὁ ῥὼξ ἐν τῷ βότρνϊ, καὶ ἐροῦσιν, μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία κυρίου ἐστὶν ἐν οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι. τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου.

καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. καὶ ἔσται ἐν τῷ δρυμῷ ἔπαυλις ποιμνίων, καὶ φάραγξ Αχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἱ ἐζήτησάν με. ὑμὲ ἴς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὅρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῇ τύχῃ τράπεζαν, καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, ἐγὼ παραδώσω ὑμὰς εἰς μάχαιραν.

πάντες ἐν σφαγῇ πεσεῖσθε, ὅτι ἐκάλεσα ὑμὰς, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε.”

Διελὼν καὶ ἐν τούτοις ὁ λόγος βραχὺ μέν τί φησιν σπέρμα ἐξ Ἰακὼβ τεύξεσθαι τῶν ἐπηγγελμένων, ἐκλεκτούς τε εἶναι τοὺς κατοικήσαντας ἐν τῷ δρυμῷ· οὕτως ὀνομάζων τὴν κλῆσιν τῶν ἐθνῶν, ἐν ᾑ οἱ ἐκλεκτοὶ τοῦ κυρίου καὶ τὸ Ἰακὼβ σπέρμα, εἷεν δ’ ἂν οἱ ἀπόστολοι καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν, οἶ δὲ λοιποὶ πάντες παρὰ τούτους ταῖς δηλουμέωαις ἀπειλαῖς ὑποβέβληνται, μονονουχὶ τοῦ λόγου γυμνότατα παριστῶντος μὴ ὡς ἔτυχεν ἐπὶ πὰν τὸ Ἰουδαίων ἔθνος φθάσειν τὰς τοῦ θεοῦ ἐπαγγελίας, ἀλλ’ ἐπὶ μόνον τὸ ὠνομασμένον σπέρμα, καὶ τοὺς ἐπικαλουμένους ἐκλεκτοὺς τοῦ θεοῦ, ἐπεὶ πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.
τούτοις δὲ καὶ νῦν ὄνομα καινὸν ἐπιτεθήσεσθαι ἐξῆς ὁ λόγος θεσπίζει, φάσκων πρὸς τοὺς ἀσεβεῖς “καταλειφθήσεται γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δ’ ἀνελεῖ κύριος. τοῖς δὲ δουλεύσουσίν μοι κληθήσεται ὄνομα καινόν.”
Τὸ δὴ οὖν ὄνομα καινὸν, ὃ μὴ παρὰ τοῖς παλαιοῖς ἔγνωστο, ποῖον ἂν εἴη ἢ τὸ ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ προσωνυμίας καθ’ ὅλης τῆς οἰκουμένης εὐλογημένον Χριστιανῶν ὄνομα;
ν΄. Ἀπὸ τοῦ Μιχαίου.

“Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου συναγόμενος, συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν. ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραήλ· ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτων.”

Συμφώνως τοῖς προεκτεθεῖσιν ἐκ τοῦ Ἡσαΐου καὶ ὁ Μιχαίας ἐκδέξασθαι τὸν θεὸν οὐχ ἁπλῶς πάντας, ἀλλὰ μόνους τοὺς καταλοίπους ὀνομάζει. ὥσπερ δὲ παρὰ τῷ Ἠσαίᾳ σπέρμα ὠνομάζετο τὸ ἐξ αὐτῶν λεῖμμα, οὕτως καὶ νῦν σταγόνα ὀνομάζει τοὺς ἐξ αὐτῶν σωθησομένους.

δηλοῦται δὲ καὶ διὰ τούτων ὁ τῶν ἀποστόλων χορὸς, ὡς σταγών τις καὶ σπέρμα τοῦ Ἰουδαίων ἔθνους γεγενημένος, ἐξ ἧς σταγόνος πάντες οἶ καθ’ ὅλης τῆς οἰκουμένης τὸν Χριστὸν ἐπεγνωκότες τοῦ θεοῦ, καὶ τὴν διδασκαλίαν αὐτοῦ παραδεδεγμένοι, τῆς θεσπιζομένης ἐπισυναγωγῆς κατηξιώθησαν, τὴν ἀπὸ τῶν πολεμίων λύτρωσιν εὑράμενοι.

“Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ἀλιγοστὸς εἶ ἐν χιλιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἷναι εἰς ἄρχοντα τῷ Ἰσραὴλ, καὶ ἔξοδοι αυτού απ αρχής έξ ημερών αιώνος, δια τούτο δώσει αυτούς εως καιρού τικτούσης' χέζεται, κ αϊ οι Επίλοιποι των αδελφών αυτών έπιΟτρέφουσι

καϊ μετά βραχέα έπιλέγει 'καϊ εοται το υπόλειμμα τού Ιακώβ έν τοις £0νεβιν, έν μέσω λαών πολλών, ως δρόσος παρά κυρίου πίπτουΟα, και ως άρνες έπ' αγρωοτιν, ὅπως μὴ συναχθῇ μηδείς, μηδε ύποστη έν υιοΐς άνθρώπων' και εοται το υπόλειμμα Ἰακώβ έν τοις εδνεσιν, έν μέσω λαών πολλών, ως λέων έν τοις κτήνεΟι τού δρυμού, και ως σκύμνος έν ποιμνίοις προβάτων' ον τρόπον όταν διέλθη και διαστεί- λας άρπάση, καϊ μη τ\ ό έζαιρούμενος. ύψωθήσεται η χειρ Οου έπί τους θλίβοντας οε, καϊ πάντες οΐ έχδροί Οου έξολοθρευθήσονται.”

Τούτων ούδ' άν τι γένοιτο λευκότερον, κατά το αυτό και την γένεΟιν την έν Βηθλεεμ τού σωτή- ρος άναφωνούντων, καϊ την προ αιώνος ούσίωοιν αυτού, καϊ τον της παρθένου τοκετόν, καϊ τών απο- στολών και μαθητών αυτού την κλήοιν, και το κή- ρυγμα το καθ ολης της οικουμένης περί τού Χριστού δι' αυτών κατηγγελμένον.

τού γαρ δηλουμένου άρχοντος, ου τάς έζόδους ο λόγος έξ ημερών αιώνος είναι δηλοΐ, έκ της Βηθλεεμ προελευσομένου, καϊ της τούτον άποτικτούσης αγίας παρθένου τεξομένης, ου πάντας φησί τους έκ περιτομής,άλλά μόνους τους έπιλοίπους άνασωθήσεσθαι, ους και λεΐμμα γενή- Οεσδαι τού 'ίακώβ, καϊ δίκην δρόσου έπι πάντα δο- θήσεσθαι τα “ἔθνη. “ εοται γάρ (φησίν) το υπόλειμμα τού Ιακώβ έν τοϊς ἔθνεσιν, ὡς δρόσος παρά κυρίου πίπτουσα και ως άρνες έπ' αγρωοτιν.”

άνθ᾿ οὗ “καὶ ὡς ψεκάδες ἐπὶ πόαν” ὁ Ἀκύλας, ὁ δὲ Θεοδοτίων καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον ἐκδεδώκασιν. καὶ πάλιν ἀντὶ τοῦ “ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων, μηδὲ προσκόψῃ υἱὸς ἀνθρώπου” φησὶν ὁ Θεοδοτίων “ὃς οὐ μενεῖ ἄνθρωπον, καὶ οὐκ ἐλπίσει ἐπὶ υἱὸν ἀνθρώπου” καὶ ὁ Ἀκύλας “ὃς οὐχ ὑπομενεῖ ἄνδρα καὶ οὐ περὶ υἱοὺς ἀνθρώπων.”

δι’ ὧν πᾶσα τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ἐλπὶς οὔτε εἰς ἄνθρωπον, ἀλλ’ εἰς τὸν σωτῆρα καὶ κύριον αὐτῶν, οὗτος δὲ ἦν ὁ τοῦ θεοῦ

οἷς ἐξῆς ἐπιλέγει καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων· ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος.” δι’ ὧν οἶμαι δηλοῦσθαι τὸ θαρσαλέον καὶ ἀκατάπληκτον τοῦ ἀποστολικοῦ κηρύγματος.
δίκην γοῦν λέοντος καὶ σκύμνου ἐν τῷ δρυμῷ τῶν ἐθνῶν καὶ ἐν ταῖς τῶν ἀνθρωπίνων προβάτων ἀγέλαις εἰσβαλόντες, καὶ διαστείλαντες τοὺς ἀξίους ἀπὸ τῶν ἀναξίων, ὑπηγάγοντο τῶ Χριστοῦ λόγῳ· πρὸς ὃν ἐξῆς ἀναφωνεῖται τὰ ἀπ’ αὐτοῦ “ὑψώθης ἔται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.” ὃ καὶ αὐτὸ τάρεστιν ὀφθαλμοῖς παραλαμβάνειν. μυρίων γὰρ ὅσων τὸν Χριστοῦ λόγον θλιψάντων καὶ εἰσέτι νῦν πολεμούντων, ὑπερήρθη καὶ κρείττων πάντων γέγονεν.
ἀλλὰ καὶ ὑψώθη ἡ χεὶρ τοῦ Χριστοῦ κατὰ πάντων τῶν θλιψάντων αὐτὸν, οἵ τε ἐχθροὶ αὐτοῦ πάντες οἶ κατὰ χρόνους ἐπανιστάμενοι αὐτοῦ τῇ ἐκκλησίᾳ ἐξολοθρευθήσεσθαι λέγονται.
νβ΄, Ἀπὸ τοῦ Σοφονίου.
“Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς εἰς ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἴνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι τοὺς ἱκετεύοντάς με. υἱοὶ τῶν διεσπαρμένων οἴσουσι θυσίας μοι. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμὲ 5 ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεως σου, καὶ οὐκ ἔτι οὐ μὴ προστεθῇς τοῦ μεμαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾶον καὶ ταπεινόν.
καὶ εὐλαβηθήσονται ἐν τῷ ὀνόματι κυρίου οἶ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν, καὶ οὐ λαλήσουσι μάταια. καὶ οὐ μὴ εὑρεθῇ ἐν στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.
Καὶ ἐν τούτοις ὑπολείψεσθαι ἑαυτῶ λαὸν πραὺν καὶ ταπεινὸν ὁ κύριος ἐπήγγελται, οὐκ ἄλλον δηλῶν ἢ τὸν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν αὐτοῦ πεπιστευκότα. καὶ πάλιν τοὺς καταλοίπους τοῦ Ἰσραὴλ μόνους σωθήσεσθαι μετὰ τῆς τῶν λοιπῶν ἐθνῶν κλήσεως, ἣν ἐν τοῖς πρώτοις τῆς προφητείας ἐσήμαινεν.
νγ΄, Ἀπὸ τοῦ Ζαχαρίου.
“Ἰδοὺ ἡμέρα ἔρχεται ἐν σοὶ, καὶ τὰ σκῦλά σου ἐν σοί. καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἰερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται οἰκίαι, καὶ αἶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἶ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθήσονται ἐκ τῆς πόλεως.”
Συνᾴδει καὶ ταῦτα τοῖς προτεθειμένοις ἐπὶ τῷ ὀλέθρῳ τοῦ παντὸς Ἰουδαίων ἔθνους μετελθόντι αὐτοὺς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πεπληρωμένα. μετὰ οὖν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ταῦτα ὁ Ζαχαρίας προφητεύει, θεσπίζων τὴν ὑπὸ Ῥωμαίων γενησομένην ὑστάτην πολιορκίαν τοῦ λαοῦ, ἐφ’ ᾗ τοῦ παντὸς ἔθνους Ἰουδαίων ὑποχειρίου τοῖς πολεμίοις γενησομένου μόνους φησὶ τοὺς καταλοίπους τοῦ λαοῦ σωθήσεσθαι, ἄντικρυς αὐτοὺς τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν δηλῶν.
νδ΄. Ἀπὸ τοῦ Ἱερεμίου.
“Ἐπιστράφητε υἱοὶ ἀφεστηκότες, λέγει κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήψομαι ὑμᾶς ἴνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς. καὶ εἰσάξω ὑμᾶς εἰς Σιὼν, καὶ δώσω ὑμῖν ποιμένας κατὰ καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς, ποιμαίνοντες μετ’ ἐπιστήμης· καὶ ἔσται, ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε, λέγει κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι, κιβωτὸς διαθήκης κυρίου Ἰσραὴλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι.”
Ὁμοῦ καὶ ἐν τούτοις τὴν ἐπιστροφὴν τοῦ Ἰσραὴλ τὴν ἐν τῇ παρουσίᾳ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενησομένην θεσπίζει, καθ’ ἣν ἔνα ἐκ πόλεως καὶ δύο ἐκ πατριὰς, καὶ σφόδρα ὁ λίγ’ ὀλιγοστοὺς καὶ ἀριθμῷ βραχεῖς ἐκλεξάμενος ποιμένας τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν, καὶ αὐξηθέντων ἐπὶ τῆς γῆς ἐν τῇ δι’ αὐτῶν ἐσομένῃ κλήσει τῶν ἐθνῶν.
οὐκέτι, φησὶν, ἐροῦσιν, κιβωτὸς διαθήκης κυρίου. οὐκέτι γὰρ ἐπὶ τὰς Μώσεως ἀναδραμοῦνται σωματικωτέρας θρησκείας, ἅτε καινῆς διαθήκης αὐτοῖς παραδοθησομένης.
νε΄. Ἀπὸ τοῦ αὐτοῦ.
“Ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ταῖς ἀποστροφαῖς αὐτῶν. ποίᾳ τούτων ἵλεως ἔσομαί σοι; υἱοί σου ἐγκατέλιπόν με, καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς, καὶ ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο, καὶ ἐν οἴκοις πορνῶν κατελύοσαν. ἵπποι ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον. μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος, ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; ἀνάβητε ἐπὶ τοὺς προμαζῶνας αὐτῆς, καὶ κατασφάξατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολείπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου εἰσίν.”
Καὶ ἐν τούτοις ὁμοῦ κατηγορία τοῦ παντὸς ἔθνους αὐτῶν καὶ ἡ μετελθοῦσα αὐτοὺς πολιορκία δηλοῦται, καὶ πάλιν τὸ κατάλειμμα, ὅπερ στήριγμα αὐτῆς ὀνομάζει τοῦ κυρίου τυγχάνον. τοῦτο δὲ ἦν τὸ διὰ τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πίστεως δυναμωθὲν καὶ στερρωθὲν, ὡς μηδὲ τὰ ὅμοια ὑπομεῖναι, οἶς τὸ πᾶν ἔθνος αὐτῶν ἐπεπόνθει.
νς΄. Ἀπὸ τοῦ Ἰεζεκιήλ.
“Καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ c καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος, ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνασωζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσι, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις, καὶ μνησθήσονταί μου οἶ ἀνασωζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὑ ᾐχμαλωτεύθησαν ἐκεῖ.”
Δοκεῖ μοι κἀνταῦθα συνᾴδειν τοῖς ἀπὸ τῶν λοιπῶν προφητειῶν. τοὺς γὰρ ἀνασωζομένους τίνας ἂν εἴποις ἢ τὸ ἐν ἑτέροις ὠνομασμένον ὑπόλειμμα, καὶ τὴν σταγόνα καὶ τὴν δρόσον τοῦ λαοῦ ἐκείνου; δι’ ὧν ἐδηλοῦτο ἡ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν σύστασις. οὗτοι γοῦν ἀνασωθέντες ἐκ τῆς τοῦ παντὸς αὐτῶν ἔθνους καὶ ἐν τῷ διασκορπισμῷ αὐτῶν ἐμνήσθησαν τοῦ θεοῦ, ὡς ὁμολογεῖσθαι περὶ αὐτῶν εἰρῆσθαι τὰ ἀναγεγραμμένα.
νζ΄. Ἀπο τοῦ αὐτοῦ.
“Τάδε λέγει Ἀδωναῒ κύριος, ὅτι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις οὗ ἂν εἰσέλθωσιν ἐκεῖ.”
Καὶ ἐνταῦθα ἑτέρῳ ὀνόματι τοὺς αὐτοὺς κέκληκεν, ἁγίασμα μικρὸν εἰπὼν τοὺς ἐξ αὐτῶν ἀνασωθησομένους καὶ ὑπολειφθησομένους·.
νη΄. Ἀπὸ τοῦ αὐτοῦ.

“Καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτῶν διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκχεῶ ὀπίσω αὐτῶν, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος, ἐν τῷ διασκορπίσαι με ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ αυτούς έν ταΐς χώραις' καϊ ύπολείφομαι έξ αυτών άνδρας έν άριθμώ έκ ρομφαίας, καϊ έκ λιμού, καϊ έκ θανάτου, όπως έκδιηγήβωνται πάΰας τάς ανομίας αυτών έν τοις εθνεβιν ου άν είΰέλθωΰιν έκεΐ' και γνώβονται ότι έγώ κύριος.”

'ΕπΙ τχι τού παντός λαού διαΰπορα και νύν ύπολείψεσθαι έαυτώ ολίγους άριδμώ φηβιν, ούδ' άλλους δηλών τών προειρημένων.
νθ'. Ἀπό τού αυτού.

“Τάδε λέγει 'Λδωναϊ κύριος' έάν καϊ τάς τέΰ- ίο σαρας έκδικήσεις μου τάς πονηράς, ρομφαίαν καϊ λιμον και θηρία πονηρά καϊ θάνατον, έξαποβτελώ έπϊ Ιερουσαλήμ, τού έξολοθρεύβαι έξ αυτής άνθρω- πον καϊ κτήνος, καϊ Ιδού ύπολελειμμένοι έν αυτή ο[ άναβεβωβμένοι.”

Ουδέν αν και ταύτα διαφέροι τών προειρη- μένων.
ξ'. Ἀπό τοῦ αυτού.

“Ούτως κρινώ υμάς, λέγει κύριος, καϊ διάξω υμάς ύπο την φάβδον μου, καϊ είβάξω υμάς έν άριδμώ της διαθήκης μου, και έκλέξω έξ υμών τους άφεΟτηκότας καϊ τους άβεβεΐς, διότι έκ της παροι- κίας αυτών έξάξω αυτούς, καϊ εις την γήν τού'ίβραήλ ουκ είοελεύΰονται.”

Σαφώς και έν τούτοις άριθμώ βραχείς ύπο 25 την ράβδον τού θεού γενήβεοδαι, έπι τω τους λοι- πούς τού Ισραήλ άποπεΰειΰθαι τών έπαγγελιών, μαρ- τύρεται. αλλά γάρ άποδείξας οτι μή ως ετυχεν άδιακρίτως πᾶσιν ἁπλῶς τοῖς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους φαύλοις τε καὶ ἀσεβέσι καὶ τοῖς μὴ τοιούτοις τἀς τῶν ἀγαθῶν ἐπαγγελίας οἱ θεῖοι λόγοι προεθέσπιζον, σπανίοις δὲ αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς, ἤτοι τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐξ αὐτῶν πεπιστευκόσιν, ἢ τοῖς πρὸ τῆς παρουσίας αὐτοῦ δεδικαιωμένοις, αὐτάρκως ἡγοῦμαι δεδηλωκέναι ὅτι μὴ ἀδιακρίτως εἰς ἅπαντας Ἰουδαίους τὰ τῶν θείων ἐπαγγελιῶν ἐπληροῦτο, καὶ ὅτι μὴ μᾶλλον αὐτοῖς ἢ τοῖς ἐξ ἐθνῶν τὸν Χριστὸν τοῦ θεοῦ παραδεξαμένοις τὰ τόν προφητῶν ἐφαρμόττει λόγια. τίς δὲ ἦν ἡ τῶν θείων ἐπαγγελιῶν διάνοια κατὰ καιρὸν τὸν προσήκοντα παραστήσω.

ταῦτα δὲ ὡς ἀναγκαίως μοι συνείλεκται εἰς ἔλεγχον τῶν ἐκ περιτομῆς ὑπ’ ἀλόγου μεγαλαυχίας μόνοις αὑτοῖς τὸν Χριστὸν ἐπιδημήσειν, οὐχὶ δὲ καὶ πᾶσιν ἀνθρώποις, ἐπαυθαδιζομένων, εἴς τε ἀπόδειξιν τῆς ἡμῶν αὐτῶν περὶ τὰ ἐκείνων λόγια εὐλόγου σπουδῆς.

συνέστη δέ μοι διὰ τοῦ πρὸ τούτου συγγράμματος καὶ τὸ αἴτιον τοῦ μὴ Ἰουδαίζειν ἡμὰς, καὶ ταῦτα ταῖς αὐτῶν χαίροντας προφητικαῖς γραφαῖς. ἀλλὰ καὶ ὁποῖος ὁ βίος τυγχάνει ὁ διὰ τοῦ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι κεκηρυγμένος, ἥ τε ἀρχαιότης τοῦ τρόπου τῆς εὐαγγελικῆς πολιτείας, ὡς οἶόν τε ἦν, ἐν αὐτῷ διελήλυθα.

τούτων δ’ ἡμῖν προηνυσμένων, ἤδη ποτὲ καιρὸς ἀπορρητοτέρων ἅψασθαι λόγων, τῶν περὶ τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας, καὶ ὡς ἂν μάθοιμεν διὰ τί νῦν, ἀλλ’ οὐ πρὸ τούτου, τὴν εἰς ἅπαντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ πεποίητο, καὶ τί τὸ αἴτιον ἦν τοῦ μὴ πάλαι πρότερον, ἔναγχος δὲ καὶ μετὰ τὸν μακρὸν αἰῶνα τῆς τῶν ἐθνῶν ἀπάρξασθαι αὐτὸν κλήσεως, τά τε ἄλλα ὃσα δήποτε τῆςπ κατ’ αὐτὸν ἀπορρήτου θεολογίας οἰκεῖα τυγχάνει· ἔτι μὴν καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, ἃ καὶ πρῶτα ἐξ ἑτέρας λόγου ἀρχῆς, ὡς πρὸς τοὺς ἀπί- στους, τέως αὐτὸν βοηθὸν ἐπικαλεσάμενοι τὸν τοῦ θεοῦ λόγον ^ φέρε διασκεψώμεθα.
Book 3: Βιβλιον Tpiton
Τῶν προλεγομένων εἰς τὴν εὐαγγελικὴν ἀπόδει- ξιν αὐταρκῶς μοι γεγυμνασμένων y ἀποδεδειγμένου τε τοῦ τρόπου τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, τῆς τε αἰτίας ἀποδοθείσης δι’ ὧν τὰ Ἰουδαίων ἀσπασάμενοι λόγια τὸν κατ’ αὐτοὺς βίον παρῃ- τησάμεθα, καὶ ἔτι πρὸς τούτοις συστάντος ὡς αἶ προ- φητικαὶ παρ’ αὐτοῖς γραφαὶ προλαβοῦσαι τὸ μέλλον τῆς ἡμετέρας διὰ Χριστοῦ γενομένης κλήσεως έμνημό- ἐμνημόνευσαν, διὸ καὶ ὡς οἰκείων, ἀλλ’ οὐκ ἀλλοτρίων αὐ- τῶν μεταποιούμεθα· καλεῖ δὴ καιρὸς ἐπ’ αὐτὴν ἐμ- βάντα τὴν ὑπόθεσιν ἄρξασθαι τῶν ἐπηγγελμένων.

τίνα δὲ ἦν ταῦτα ἀλλ’ ἢ τὰ περὶ τῆς κατὰ τὸν ἄμ θρωπον οἰκονομίας Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ, αἵ τε τῶν παρ’ Ἑβραίοις προφητῶν περὶ τῆς κατ’ αὐ- τὸν θεολογίας διδασκαλίαι, καὶ αἱ περὶ τῆς εἰς ἀν- θρώπους ἐπιφανείας αὐτοῦ προρρήσεις, ἃς αὐτῷ μόνῳ ἐφαρμόζειν ἐξ ἐναργῶν τῶν ἀποτελεσμάτων αὐτίκα μάλα παραστήσομεν, πρῶτον ἀναγκαίως ἐκεῖνο θεωρήσαντες, ὅπως οἱ προφῆται τὴν τοῦ εὐαγγελίου μνήμην ἐπὶ τοῦ Χριστοῦ παρελάμβανον.

Τοῦ δηλωθέντος μάρτυς ἂν εἴη ῥήμασιν αὐ- τοῖς Ἡσαΐας, ἐκ προσώπου τοὐ Χριστοῦ κεκραγὼς “πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὑ εἵνεκεν ἔχρισέν με· εὐαγγελίσασθοι πτωχοῖς ἀπέσταλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεφψιν ” ἥντινα προφητείαν ὁ σωτὴρ ἡμῶν ἐν τῇ συναγωγῇ ποτὲ διελθὼν ἐπὶ τοῦ πλήθους τῶν Ἰουδαίων, πτύξας τὸ βιβλίον εἶπεν “σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.”

καὶ δὴ ἐνθένδε ἀρξάμενος τῆς οἰκείας διδασκαλίας πτωχοῖς εὐηγγελίζετο τῶν παρ’ αὐτῷ μακαρισμῶν, προτάττων “μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.” ἀλλὰ καὶ τοῖς ὑπὸ πνευμάτων πονηρῶν ὀχλουμένοις, ὑπό τε δαιμόνων τρόπον αἰχμαλώτων πάλαι πρότερον κεκρατημένοις, τὴν ἄφεσιν προεκήρυττε τοὺς πάντας εἰς ἐλευθερίαν καὶ λύσιν τῶν ἀπὸ κακίας δεσμῶν ἀνακαλούμενος δι’ ὧν ἔφασκεν “ δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.”
καὶ τυφλοῖς δὲ τὴν ἀνάβλεψιν παρεῖχεν, τοῖς τὰς ὄψεις τοῦ σώματος διεφθαρμένοις τὸ βλέπειν δωρούμενος, κατὰ διάνοιαν τοῖς πάλαι περὶ τὴν ἀλήθειαν ἀναβλέπουσι τὸ φῶς τῆς ἀληθοῦς εὐσεβείας παρέχων ὁρᾶν. τὸν μὲν οὖν Χριστὸν ἐν πρώτοις αὐθέντην καὶ ἀρχηγὸν ἔσεσθαι τῆς εὐαγγελικῆς πραγματείας ἡ παρατεθεῖσα προφητεία παρίστησιν, μετὰ δὲ αὐτὸν τῆς αὐτῆς ὑποθέσεως ὑπηρέτας ἔσεσθαι τοὺς αὐτοῦ μαθητὰς θεσπίζει ὁ αὐτὸς λέγων προφήτης “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ, ἢ τῶν εὐαγγελιζομένων εἰρήνην.”
Ἔνθα σφόδρα ἀπηκριβωμένως ὡραίους ἔφησεν ἔσεσθαι τοὺς πόδας τῶν εὐαγγελιζομένων τὰ τοῦ Χριστοῦ ἀγαθά. πῶς γὰρ οὐκ ἔμελλον ὡραῖοι ἔσεσθαι οἶ ἐν ὀλίγῳ καὶ βραχεῖ χρόνῳ τὴν πάσαν περιδραμούμενοι οἰκουμένην, καὶ πάντα τόπον πληρώσαντες τῆς περὶ τοῦ σωτῆρος τοῦ κόσμου θεοσεβοῦς διδασκαλίας ; ὅτι δὲ μὴ ῥήμασιν ἀνθρωπίνοις ἐκέχρηντο εἰς πειθὼ τῶν ἀκροωμένων, θεοῦ δὲ δύναμις ἦν ἡ συνεργοῦσα αὐτοῖς ἐν τῷ εὐαγγελικῷ κηρύγματι, ἄλλος πάλιν προφήτης ἀναφωνεῖ ‘‘κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”
Καὶ πάλιν ὁ Ἠσαίας “ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιῶν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε, εἷπον ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ θὲς ὑμῶν, ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ· ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ ἐν τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.”
Ταῦτα δὲ ὁποίας ἔχεται διανοίας ὁδῷ προϊόντες κατὰ τὴν εὐαγγελικὴν εἰσόμεθα διδασκαλίαν. πλὴν ἀλλὰ πέφανται τὸ εὐαγγέλιον καὶ τοὔνομα δὲ τοῦ εὐαγγελίου διὰ τῶν προφητικῶν φωνῶν μεμαρτυρημένον, ἔχεις τε λευκὰς καὶ ἐναργεῖς ἀποδείξεις ἐκ τίνος μὲν ἄρξεται τὸ εὐαγγέλιον, ὅτι δὴ ἐξ αὐτοῦ τοῦ Χριστοῦ, δι’ ὧν τε κηρυχθήσεται, ὅτι διὰ τῶν ἀποστόλων αὐτοῦ· ἀλλὰ καὶ ποίᾳ δυνάμει κρατήσει, ὅτι μὴ ἀνθρωπείᾳ· ὃ δὴ καὶ αὐτὸ συνέστη διὰ τοῦ “ κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”

τί δὴ οὖν λείπεται ἐπὶ τούτοις ἢ ἐκ πολλῶν ὀλίγα προλαβεῖν τῶν παρ’ Ἑβραίοις ἀνέκαθεν περὶ τοῦ Χριστοῦ προφητευομένων, ὡς ἂν εἰδῇς τίνα ἔσεσθαι τὸ εὐαγγέλιον ἐν ὑστέροις καιροῖς εύηγγελίζετο, ὁμοῦ τε τῶν προφητῶν τὸ θαῦμα τῆς τῶν μελλόντων προγνώσεως, καὶ τῶν προρρήσεων τὰ ἀποτελέσματα, ὅπως ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ συνίσταται πεπληρωμενα;

Πρῶτος προφητῶν Μώσης ἕτερον προφήτην ὅμοιον αὑτῷ ἀναστήσεσθαι εὐαγγελίζεται. ἐπειδὴ γὰρ ἡ κατ’ αὐτὸν νομοθεσία μόνῳ τῷ Ἰουδαίων προσῆκεν ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς Ἰουδαίας γῆς ἢ ἀμφὶ ταύτην, οὐχὶ δὲ καὶ τῷ πορρωτάτω τῆς ἀλλοδαπῆς διατρίβοντι, συνῶπται διὰ τῶν πρόσθεν ἡμῖν γεγυμνασμένων, χρῆν δὲ δήπου τὸν μὴ μόνον Ἰουδαίων θεὸν, ἀλλὰ καὶ ἐθνῶν, καὶ τὰ πᾶσι τοῖς ἔθνεσι λυσιτελῆ πρὸς τὴν αὐτοῦ γνῶσίν τε καὶ εὐσέβειαν παρασχεῖν τῷ βίῳ, εἰκότως προφήτην ἕτερον κατ’ οὐδὲν ἀποδέοντα τῆς κατ’ αὐτὸν οἰκονομίας ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀναστήσειν διὰ χρησμοῦ θεσπίζει, τοῦτον εἰρηκότος αὐτοῦ τοῦ θεοῦ τὸν τρόπον

“προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ’ ὅ τι ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.”

Τὰ ὅμοια δὲ καὶ αὐτὸς ὁ Μώσης πρὸς τὸν λαὸν διερμηνεύων τὸ τοῦ θεοῦ λόγιόν φησιν “προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ ἀναστήσει κύριος ὁ θεός σου, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.”

Ἆρ᾿ οὖν οἱ μετὰ Μωσέα προφῆται, Ἡσαΐας, φέρε, ἢ Ἱερεμίας, ἢ Ἰεζεκιὴλ, ἢ Δανιὴλ, ἤ τις ἕτερος ἰῶν δώδεκα, Μωσεῖ κατέστη παραπλήσιος νομοθέτης; οὐδαμῶς. ἀλλὰ τὰ ὅμοιά τις ἐκείνων Μωσεῖ διαπέπρακται ; οὐκ ἔστιν εἰπεῖν. ἕκαστος γοῦν αὐτῶν ἀπὸ πρώτου καὶ εἰς τὸν τελευταῖον ἐπὶ Μωσέα τοὺς ἀκροωμένους ἀνέπεμπον, καὶ τόν γε κατὰ τοῦ λαοῦ ἔλεγχον διὰ τὰς παραβάσεις τοῦ Μώσεως ἐποιοῦντο νόμου, προύτρεπόν τε οὐδὲν ἄλλο ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐξέχεσθαι.

οὐδένα γοῦν τούτων ὅμοιον· Μώσης δὲ περὶ ἑνὸς ὡρισμένως ἀναφωνεῖ. τίνα τοίνυν ὁ χρησμὸς θεσπίζει Μωσεῖ παραπλήσιον ἔσεσθαι προφήτην ἢ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; ὅπως δὲ τοῦτ’ εἴρηται διασκέψασθαι ἀναγκαῖον.

Μώσης πρῶτος ἡγήσατο τοῦ Ἰουδαίων ἔθνους· εὑρών τε αὐτοὺς τῇ κατὰ Αἰγυποτίους πολυθέῳ πλάνῃ προσέχοντας πρῶτος μὲν ταύτης ἀπέστρεψεν, ἀπαραιτήτοις τιμωρίαις ἀπαγορεύσας εἰδωλολατρεῖν· πρῶτος δὲ αὐτοῖς καὶ τὴν περὶ μοναρχίας θεολογίαν κατήγγειλεν, τὸν τῶν ἁπάντων δημιουργὸν καὶ ποιητὴν μόνον παραγγείλας σέβειν· πρῶτος δὲ καὶ ἀγωγήν τινα θεοσεβοῦς βίου τοῖς αὐτοῖς διαταξάμενος νομοθέτης αὐτοῖς εὐσεβοῦς πολιτείας πρῶτος καὶ μόνος ἀποδέδεικται· ἀλλὰ καὶ Ἰησοῦς ὁ Χριστὸς Μωσεῖ παραπλησίως καὶ πολὺ κρειττόνως πρῶτος τῆς κατ’ εὐσέβειαν διδασκαλίας τοῖς λοιποῖς ἔθνεσι καθηγήσατο, καὶ πρῶτος ἀνατροπὴν τῆς καθ’ ὅλην τὴν οἰκουμένην εἰδωλολατρίας εἰργάσατο· πρῶτός τε τὴν ἑνὸς τοῦ παμβασιλέως θεοῦ γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις προυβάλετο, καινοῦ τε βίου καὶ πολιτείας θεοσεβέσι προσηκούσης πρῶτος εἰσαγωγεὺς καὶ νομοθέτης ἀποδέδεικται.

καὶ τὰ λοιπὰ δὲ τὰ περὶ κόσμου γενέσεως, καὶ τὰ περὶ ψυχῆς ἀθανασίας, καὶ ὅσα ἄλλα φιλόσοφα δόγματα, πρῶτος Μώσης τῷ Ἰουδαίων παρέδωκεν ἔθνει, ταῦτα θεοπρεπέστερον πρῶτος τοῖς λοιποῖς ἔθνεσιν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν αὐτοῦ μαθητῶν κατήγγειλεν· ὥστε Μωσέα μὲν εἰκότως πρῶτον καὶ μόνον εὐσεβείας νομοθέτην ἀνηγορεῦσθαι Ἰουδαίων, Ιησοῦν δὲ τὸν Χριστὸν τῶν ἐθνῶν ἁπάντων, κατὰ τὴν φήσασαν περὶ αὐτοῦ προφητείαν “κατάστησον, κύριε, νομοθέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.”

Πάλιν Μώσης θαυμασίοις ἔργοις καὶ παραδοξοποιίαις τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν εὐσέβειαν ἐπιστώσατο· ὡσαύτως δὲ καὶ ὁ Χριστὸς ταῖς ἀναγράπτοις θαυματουργίαις πρὸς πίστιν τῶν ὁρώντων κεχρημένος τὰ καινὰ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ μαθήματα συνεστήσατο.

πάλιν Μώσης ἐκ πικρᾶς τῆς ὑπ’ Αἰγυπτίοις δουλείας τὸ Ἰουδαίων ἔθνος εἰς ἐλευθερίαν μετεστήσατο· καὶ Ἰησοῦς δὲ ὁ Χριστὸς ἐκ τῆς ὑπὸ τοῖς πονηροῖς δαίμοσι δυσσεβοῦς καὶ Αἰγυπτιακῆς εἰδωλολατρίας εἰς ἐλευθερίαν τὸ πάντων ἀνθρώπων γένος ἀνεκαλέσατο.

πάλιν Μώσῆς γῆν ἁγίαν καὶ θεοφιλῆ βίον ἐν ταύτῃ μακαριστὸν τοῖς τῶν νόμων φύλαξιν ἐπηγγείλατο· ὧσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστὸς, μακάριοι, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν, πολὺ κρείττονα γῆν ἀληθῶς ἁγίαν καὶ θεοφιλῆ, οὐχὶ τὴν ἐπὶ τῆς Ἰουδαίας, ὅτι μηδὲν τῆς λοιπῆς αὕτη διενήνοχεν, ἀλλὰ τὴν κατ’ οὐρανὸν ψυχαῖς φιλοθέοις προσήκουσαν τοῖς ὑποσχόμενος τὸν πρὸς αὐτοῦ κατηγγελμένον βίον ὑποσχόμενος· ὃ δὴ καὶ παριστὰς λευκότερον τοῖς πρὸς αὐτοῦ μακαριζομένοις βασιλείαν οὐρανῶν κατήγγειλε.

καὶ ἄλλας δὲ πράξεις εὕροις ἂν ὑπὸ τοῦ σωτῆρος ἡμῶν κρείττονι ἢ κατὰ Μωσέα δυνάμει γεγονυίας, παραπλησίας γε μὴν αἷς καὶ ὁ Μώσης διεπράξατο,

οἷον, ὡς ἐπὶ παραδείγματος, Μώσης ἐφεξῆς τεσσαράκοντα ἡμέρας ἐνήστευσεν, ὡς ἡ γραφὴ μαρτυρεῖ λέγουσα “καὶ ἦν ἐκεῖ; Μωσῆς ἔναντι κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγεν, καὶ ὕδωρ οὐκ ἔπιεν.”

Ὡσαύτως δὲ καὶ ὁ Χριστός. γέγραπται γοῦν ‘καὶ ἤγετο εἰς τὴν ἔρημον τεσσαράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐδὲν ἔφαγεν ἐν ταῖς ἡμέραις ἐκείναις.” καὶ πάλιν Μώσης ἐν τῇ ἐρήμῳ τροφὰς τῷ λαῷ παρέσχε. λέγει δ’ οὖν ἡ γραφή “ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ.”

καὶ μετ’ ὀλίγα “ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.”. καὶ ὁ σωτὴρ δὲ καὶ κύριος ἡμῶν φησὶν πρὸς τοὺς ἑαυτοῦ μαθητὰς “ τί διαλογίζεσθε ἐν ἑαυτοῖς ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; οὔπω νοεῖτε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε ;”

Πάλιν Μώσης διὰ μέσης τῆς θαλάσσης διῆλθε καὶ τὸν λαὸν ὡδήγησεν· λέγει δ’ οὖν ἡ γραφὴ “ἐξέτεινε Μώσης τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν ἡμέραν, καὶ ἐποίησεν τὴν θάλασσαν ξηρὰν, καὶ ἐσχίσθη τὸ ὕδωρ, καὶ διῆλθον οἶ υἱοὶ Ἰσραὴλ διὰ μέσης τῆς θαλάσσης κατὰ τὸ ξηρὸν, καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων.”

Ὡσαύτως δὲ καὶ μᾶλλον θεοπρεπέστερον Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐπὶ τῆς θαλάσσης περιπατήσας καὶ τὸν Πέτρον βαίνειν ἐπ’ αὐτῆς ἐποίησε. γέγραπται δ’ οὖν ‘‘τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης. καὶ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἐταράχθησαν.”

καὶ μετ’ ὀλίγα “ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν, κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. ὁ δὲ εἶπεν, ἐλθέ· καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα.”

Πάλιν Μώσης ἀνέμῳ νότῳ βιαίῳ ἔπηξε τὴν θάλασσαν. λέγει δ’ οὖν ἡ γραφή “ἐξέτεινε δὲ Μωσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ. καὶ ἐπιφέρει “ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.”

Ὡσαύτως δὲ καὶ πολὺ κρειττόνως ὁ σωτὴρ ἡμῶν ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. πάλιν Μώσεως ἀπὸ τοῦ ὄρους κατιόντος τὸ πρόσωπον ἑωρᾶτο πλήρης δόξης. γέγραπται δ’ οὖν “καταβαίνων δ’ αὐτὸς ἐκ τοῦ ὄρους Μώσης οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ ἐν τῷ αὐτὸν λαλεῖν αὐτῷ. καὶ εἶδεν Ἀαρὼν καὶ πάντες οἶ πρεσβύτεροι τῶν υἱῶν Ἰσραὴλ τὸν Μωσῆν, καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ.”

Ὡσαύτως δὲ καὶ πολὺ διαφερόντως ὁ ἡμέτερος σωτὴρ ἀναγαγὼν τοὺς ἑαυτοῦ μαθητὰς εἰς ὄρος ὑψηλὸν λίαν, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. πάλιν Μώσης λεπρὸν ἐκαθάρισε. γέγραπται δ’ οὖν “καὶ ἰδοὺ Μαρὶα λεπρῶσα ὡσεὶ χιών.”

καὶ μετ’ ὀλίγα “καὶ ἐβόησε Μώσης πρὸς κύριον, λέγων, ὁ θεὸς δέομαι ἴασαι ἀυτὴν.”

Ὡσαύτως δὲ καὶ μείζονι δυνάμει ἐξουσίας ὁ Χριστὸς τοῦ θεοῦ προσελθόντος αὐτῷ λεπροῦ, καὶ φήσαντος “ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· ὑπεκρίνατο· θέλω, καθαρίσθητι. καὶ ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.” πάλιν Μώσης δακτύλῳ θεοῦ ἔφησε τὸν νόμον γεγράφθαι. γέγραπται δ’ οὖν “καὶ ἔδωκε τῷ Μωσεῖ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει Σινὰ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ.

Καὶ ἐν τῇ Ἐξόδῳ “εἷπον οὖν οἶ ἐπαοιδοὶ τῷ Φαραῷ, δάκτυλος θεοῦ ἐστιν τοῦτο.” ὡσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοῖς Φαρισαίοις ἔλεγεν “εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια.”

Ἐφ᾿ ὅλοις τούτοις Μωσῆς μετωνόμασε τὸν Ναυὴν Ἰησοῦν, ὡσαύτως δὲ καὶ ὁ σωτὴρ, τὸν Σίμώνα Πέτρον. καὶ πάλιν, Μώσης κατέστησε τῷ λαῷ ἡγουμένους ἑβδομήκοντα. λέγει δ’ οὖν ἡ γραφὴ “συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραὴλ, καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ ἐπιθήσω ἐπ’ αὐτούς· καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας.”

25, Ὡσαύτως δὲ καὶ ὁ σωτὴρ ἀνέδειξεν αὐτοῦ μαθητὰς ἑβδομήκοντα, καὶ ἀπέστειλεν ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ. καὶ πάλιν Μώσης δώδεκα ἄνδρας ἐξέπεμψε τὴν γῆν κατασκεψομένους· ὡσαύτως δὲ καὶ πολὺ κρεῖττον ὁ ἡμέτερος σωτὴρ δώδεκα ἀποστόλους ἐξαπέστειλεν ἐπισκέψασθαι πάντα τὰ ἔθνη. πάλιν Μώσης νομοθετεῖ λέγων “οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις.”

Ὁ δὲ σωτὴρ ἡμῶν ἐπιτείνων τὸν νόμον οὐ τὸ φονεύειν μόνον, ἀλλὰ καὶ τὸ θυμοῦσθαι ἀπαγορεύει· ἀντὶ τοῦ μὴ μοιχεύειν μηδ’ ἐμβλέπειν γυναικὶ μετὰ ἐπιθυμίας ἀκολάστου παραινεῖ, ἀντί τε τοὐ μὴ κλέπτειν τὰ οἰκεῖα τοῖς ἐνδεέσι προΐεσθαι προστάιτει. ὑπερβὰς δὲ καὶ τὸ ἐπιορκεῖν τὴν ἀρχὴν μηδὲ ὀμνύναι νομοθετεῖ.

καί τι με δεῖ μηκύνειν τὸν λόγον εἰς ἀπόδειξιν τοῦ τὰ παραπλήσια καὶ ἐγγὺς ἀλλήλων πεποιηκέναι Μωσέα καὶ Ἰησοῦν τὸν σωτῆρα καὶ κύριον ἡμῶν, παρὸν, ὅτῳ φίλον, ἐπὶ σχολῆς ἀναλέξασθαι ταῦτα; ἐπεὶ καὶ τὸν θάνατον Μώσεως μηδένα δένα φασὶν ἐγνωκέναι, μηδὲ τὴν ταφὴν αὐτοῦ, ὥσπερ οὖν οὐδὲ τοῦ σωτῆρος ἡμῶν τὴν μετὰ τὴν ἀναβίωσιν εἰς τὴν θεότητα μεταβολήν.

εἰ δὴ οὖν διὰ τῶν τοσούτων οὐδεὶς μὲν ἄλλος, μόνος δὲ ὁ σωτὴρ ἡμῶν παρέστη τὰ παραπλήσια Μωσεῖ πραγμένος, θέα λοιπὸν ἐπὶ μόνον αὐτὸν καὶ οὐδ’ ἐφ’ ἕτερον ἀναφέρειν χρὴ τὴν παρὰ Μωσεῖ προφητείαν, δι’ ἧς ὅμοιον αὐτῷ παραστήσειν ὁ θεὸς ἐθέσπισεν εἰπὼν “προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς, ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷv στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς, καθὰ ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅ σὰ ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.”

Αὐτός τε Μώσης πρὸς τὸν λαὸν τὴν τοῦ θεοῦ διερμηνεύων φωνὴν ἔφησεν ‟ προφήτην ἀδελφῶν ὑμῶν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.”

Ὅτι δὲ τῶν μετὰ Μωσέα προφητῶν οὐδεις πρὸ τοῦ σωτῆρος ἡμῶν ὅμοιος ἐγήγερται Μωσεῖ σαφῶς ἡ παλαιὰ γραφὴ διδάσκει λέγουσα ‟καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ, ὡς Μώσης, ὃν ἔγνω κύριος πρόσωπον κατὰ πρόσωπον ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασι.”

Δέδεικται τοίνυν τὸ ἔνθεον πνεῦμα διὰ Μώσεως περὶ τοῦ σωτῆρος ἡμῶν θεσπίσαν, εἰ δὴ μόνος αὐτὸς καὶ οὐδ’ ἄλλος ὅμοιος τῷ Μωσεῖ γεγονὼς ταῖς αὐτοῦ Μώσεως φωναῖς ἀκολούθως συνέστη. σκέψαι δὲ καὶ ἄλλην προφητείαν ἀνάγραπτον.

ἐπειδὴ γὰρ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἄνθρωπον κατὰ σάρκα γενόμενον ἐκ σπέρματος Ἰσραὴλ μυρία πλήθη ἐν πᾶσι τοῖς ἔθνεσι κυριολογεῖ, τῆς ἐνθέου δυνάμεως αὐτοῦ χάριν κύριον ὁμολογοῦντα, καὶ τοῦτο πάλιν Μώσης συνιδὼν τῷ θείῳ πνεύματι διὰ τῆς αὐτοῦ γραφῆς τοῦτον ἀνεφώνησε τὸν τρόπον ‟ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ.” λέγει δὲ τοῦ Ἰσραὴλ· ‟καὶ κυριεύσει ἐθνῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ.”

Εἰ δὴ μηδεὶς ἄλλος πώποτε τῶν ἐκ περιτομῆς ἀρχόντων καὶ βασιλέων κύριος ἐθνῶν πολλῶν κατέστη, οὐδεμία γὰρ ἱστορία δηλοῖ τοῦτο) βοᾷ δὲ καὶ κέκραγεν ἡ ἀλήθεια ἐπὶ μόνου τοῦ σωτῆρος ἡμῶν, ὅτι δὴ κύριον αὐτὸν καὶ οὐκ αὐτὸ μόνον τοῖς χείλεσι, διαθέσει δὲ γνησιωτάτῃ μυρία πλήθη ἐξ ἀπάντων τῶν ἐθνῶν ὁμολογεῖ, τί δή ποτε ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἷναι φάσκειν τὸν προφητευόμενον; ὅτι δὲ Μώσης ταῦτα οὐκ ἀπεριορίστως προλέγει, οὐδ’ εἰς ἄπειρον καὶ ἀπερίμετρον χρόνον ἐπισκιάζων τὴν πρόρρησιν, εὖ μάλα δὲ ἀκριβῶς τὴν τῶν προφητευομένων ἔκβασιν χρόνοις ὡρισμένοις περιγράφων, ἄκουε οἶα καὶ περὶ τούτου θεσπίζει ‟οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.”

Δί’ ὧν οὐ διαλείψειν ἑξῆς καὶ κατὰ διαδοχὴν ἡγουμένους καὶ ἄρχοντας ἐκ τοῦ Ἰουδαίων ἔθνους μέχρι τῆς τοῦ προσδοκωμένου παρουσίας ἀποφαίνεται, διαλιπόντων δὲ τῶν παρ’ αὐτοῖς ἀρχόντων παρέσεσθαι τὸν προφητευόμενον.

Ἰούδαν δὲ νῦν οὐ τὴν φυλὴν ὀνομάζει, ἀλλ’ ἐπεὶ κατά τινα προσωνυμίαν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπὸ βασιλικῆς φυλῆς τῆς Ἰούδα τὸ πᾶν Ἰουδαίων ἔθνος ἐχρημάτιζεν ὡς καὶ εἰς σήμερον Ἰουδαίους ὀνομάζεσθαι, σφόδρα θαυμαστῶς καὶ προφητικῶς τὸ πὰν ἔθνος Ἰουδαίων ὠνόμασεν, ὥσπερ οὖν καὶ ἡμεῖς Ἰουδαίους προσαγορεύομεν.

εἶτά φησι μὴ πρότερον ἐκλείψειν ἐκ τοῦ ἔθνους αὐτῶν ἄρχοντας καὶ ἡγουμένους ἢ παρεῖναι τὸν προφητευόμενον· τούτου δὲ ἐπιστάντος καταλυθήσεσθαι μὲν αὐτίκα τὴν Ἰουδαίων ἀρχὴν, αὐτὸν δὲ οὐκ ἔτι Ἰουδαίων, ἐθνῶν δὲ ἔσεσθαι προσδοκίαν. καὶ τοῦτο δὲ ἐπὶ μὲν τῶν προφητῶν οὐκ ἂν δύναιο ἐφαρμόζειν, ἐπὶ δὲ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν.

ἅμα τε γὰρ αὐτὸς εἰς ἀνθρώπους παρῆν καὶ τὸ Ἰουδαίων καθῄρητο βασίλειον· ἐκλελοίπει δὲ παραχρῆμα ὁ ἐκ προγόνων διαδοχῆς ἄρχων αὐτῶν καὶ ὁ κατὰ νόμους τοὺς οἰκείους ἡγούμενος, Αὐγούστου τότε πρώτου Ῥωμαίων μοναρχήσαντος, Ἡρώδου τε ἐξ ἀλλοφύλων ἐθνῶν βασιλέως αὐτῶν καταστάντος.

καὶ οἷ μὲν ἐκλελοίπεσαν, ὁ δὲ προσδοκία τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν κατὰ τὴν θείαν πρόρρησιν ἀναπέφανται, ὡς καὶ εἰσέτι νῦν πάντας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότας τῆς κατὰ θεὸν αὐτῶν προσδοκίας τὴν ἐλπίδα ἐπ’ αὐτῷ τίθεσθαι.

Καὶ Μώσης μὲν τοσαῦτα, καὶ τὰ τούτων ἕτερα πλείω περὶ τοῦ Χριστοῦ πρὸς πάντας ἡμᾶς εὐαγγελίζεται· ἀδελφὰ δὲ αὐτῷ καὶ Ἡσαΐας ἀφωρισμένως περί τινος ἑνὸς ἐκ σπέρματος καὶ διαδοχῆς Δαβὶδ τοῦ βασιλέως ἀναστησόμενον ταῦτα προλέγει ‟ ἐξελεύσεται ‟ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, ἐκ τῆς ῥίζης αὐτοῦ ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως· ” καὶ τὰ λοιπά.

εἶθ’ ὑποβὰς ἑξῆς προφητικῷ τρόπῳ τὴν τῶν ἀλλοφύλων ἐθνῶν βαρβάρων τε καὶ Ἑλλήνων τῶν τε ἀγριωτάτων καὶ θηριωδεστάτων ἀνθρώπων τὴν ἐπὶ τὸ πρᾶον καὶ ἥμερον διὰ τῆς Χριστοῦ διδασκαλίας γενησομένην μεταβολὴν θεσπίζει. λέγει δ’ οὖν καὶ συναναπαύσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα

καὶ τὰ τούτοις παραπλήσια, ἃ καὶ παρὰ πόδας διασαφῶν ἑρμηνεύει φήσας καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.”

Σαφῶς γὰρ τὰ ἄλογα θρέμματα καὶ τοὺς προκαταλελειμμένους θῆρας οὐδὲ ἄλλους εἶναι τῶν ἐθνῶν, τοῦ θηριώδους ἕνεκα τρόπου, ὧν ἐθνῶν ἄρξειν φησὶν τὸν ἀνιστάμενον ἐκ σπέρματος Ἰεσσαὶ, ἀφ’ οὗ δὴ ὁ σωτὴρ καὶ κύριος ἡμῶν γενεαλογεῖται, ἐφ’ ὃν τὰ εἰς αὐτὸν πιστεύοντα ἔθνη εἰσέτι νῦν ἐλπίζει, συμφώνως τῇ προρρήσει καὶ έσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι.”

τοῦτο δὴ παράθες τοῖς παρὰ Μωσεῖ φερομένοις διαστέλλων, καὶ τὸ μὲν ‟ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ” ἐφάρμοσον τῷ ‟ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν·” καὶ τὸ ‟ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσι” τῷ ‟καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.”

τί γὰρ διαφέρει φάσκειν ‟ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν” ἢ ‟αὐτὸς ἔσται προσδοκία ἐθνῶν;” πάλιν δ’ ὁ αὐτὸς Ἡσαΐας περὶ τοῦ Χριστοῦ ταῦτα προφητεύει ‟ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.” καὶ ἐπιφέρει ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.”

Ἤδη δεύτερον ἐν τούτοις ὁ προφήτης τὸ ἐπὶ τῷ Χριστῷ τὰ ἔθνη ἐλπίσειν τίθεται, ἀνώτερον εἰπὼν πὼν ‟ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν, ἐνταῦθα δὲ ‟καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.” λέλεκται δὲ καὶ τό Δαβὶδ ὡς ἄρα ἐκ τοῦ καρποῦ τῆς κοιλίας αὐτοῦ ἀναστήσεταί τις, περὶ οὗ ἐξῆς φησιν ὁ θεὸς ‟αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἷ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν.”

καὶ περὶ τούτου δὲ πάλιν εἴρηται ‟καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἴως καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.” καὶ αὖθις ‟πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῶ, καὶ ἐνευλογηθήσονται ἐν σὸὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.” καὶ τόπος δέ τις πάλιν ἀφωρισμένος τῆς τοῦ προφητευμένου γενέσεως θεσπίζεται ὑπὸ Μιχαίου λέγοντος ‟καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ όλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ. καὶ αἶ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.”

ὡμολόγηται δὲ παρὰ τοῖς πᾶσιν ὅτι ἐν Βηθλεὲμ ἐγεννήθη Ἰησοῦς ὁ Χριστὸς, ὡς καὶ σπήλαιον δείκνυσθαι πρὸς τῶν ἐπιχωρίων αὐτόθι τοῖς ἐπὶ θέαν ἀπὸ τῆς ἀλλοδαπῆς ἀφικνουμένοις.

καὶ ὁ μὲν τόπος οὗτος, ἔνθα γεγεννῆσθαι ἔμελλεν, προείρητο· τῆς δὲ γενέσεως αὐτοῦ τὸ θαῦμα ποτὲ μὲν δι’ αἰνιγμάτων, ποτὲ δὲ καὶ λευκότερον ὁ Ἠσαίας παρίστησι· δι’ αἰνιγμάτων μὲν, ὅταν λέγῃ ‟κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ.”

ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν οὕτως ‟καὶ ἀναρρηθήσεται ὡς τιθιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου.” ὁ δὲ Θεοδοτίων ‟καὶ ἀναβήσεται.” θηλάζον ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ.

Διὰ γὰρ τούτων μνημονεύσας ὁ προφήτης τοῦ βραχίονος τοῦ κυρίου, ὃς ἦν ὁ τοῦ θεοῦ λόγος, ἐνώπιον αὐτοῦ, φησὶν, ἀνηγγείλαμεν ὡς παιδίον θηλάζον καὶ τιθιζόμένον, καὶ ὡς ῥίζαν ἀπὸ γῆς ἀβάτου. τὸ μὲν οὖν παιδίον τὸ τιθιζόμενον καὶ θηλάζον ἄντικρυς τὴν γένεσιν τοῦ Χριστοῦ δηλοῖ, ἡ δὲ γῆ ἡ ἄβατος καὶ διψῶσα τὴν ἀποκυήσασαν αὐτὸν παρθένον, ᾗ οὐδεὶς ἀνὴρ ἐπιβέβηκεν, ἀφ’ ἧς καίπερ ἀβάτου τυγχανούσης προῆλθεν ἡ εὐλογημένη ῥίζα, καὶ τὸ τιθιζόμενον καὶ θηλάζον παιδίον.

ἀλλὰ ταῦτα μὲν ἐπεσκιασμένως ᾐνίξατο· γυμνότερον δὲ ὁ αὐτὸς ἑρμηνεύει προφήτης τὴν διάνοιαν ἐπὰν λέγῃ ‟ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ μεθ’ ἡμῶν ὁ θεός.” τοῦτο γὰρ ἑρμηνεύει τὸ Ἐμμανουήλ.

Τοιαῦτα περὶ τῆς εἰς ἀνθρώπους γενέσεως τοῦ Χριστοῦ πάλαι πρότερον παρ’ Ἑβραίοις ἐμελετᾶτο. μή τι οὖν ἐπίδοξόν τινα δυνάστην, ἢ τύραννον, ἤ τινα ἄλλως τῶν τὰ μεγάλα κατὰ τὸν βίον δυναμένων, τὸν προφητευόμενον ὑπογράφουσιν; οὐκ ἔστιν εἰπεῖν, ὅτι μηδὲ ἐφάνη τοιοῦτος.

ἀλλ’ οἷος ἐφάνη τῷ βίῳ, τοιοῦτον αὐτὸν καὶ ἐθέσπισαν ἔσεσθαι, τῆς ἀληθείας κατ’ οὐδὲν ἀπολελειμμένοι. εἰπὼν δ’ οὖν ὁ Ἡσαΐας ‟ἀνηγγειλαμεν ἐνώπιον αὐτοῦ, παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ, ἐξῆς συνάπτει λέγων ‟οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος. καὶ ἦν τὸ c εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη.”

‟Τί οὖν λείπεται ἐπὶ τούτοις; εἰ γὰρ προεῖπον αὐτοῦ φυλὴν καὶ γένος, καὶ τρόπον γενέσεως, καὶ τῆς παρθένου τὸ θαῦμα, καὶ βίου τρόπον, ἀκόλουθον ἦν ἑξῆς μηδὲ τὴν τελευτὴν ἀποσιωπῆσαι αὐτοῦ. τί οὖν καὶ περὶ ταύτης Ἠσαίας θεσπίζει;

‟ἄνθρωπος φησὶν) ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὕτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.

πάντες ὡς πρόβατα ἐπλανήθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἔναντι τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·” καὶ τὰ λοιπά.

σημαίνει δὲ διὰ τούτων ὡς ἄρα ὁ Χριστὸς ἐκτὸς πάσης ὑπάρχων πλημμελείας τὰς ὑπὲρ ἀνθρώπων ἁμαρτίας εἰς ἑαυτὸν ἀναδέξεται. διὸ καὶ πείσεται τὰ τῶν ἡμαρτηκότων καὶ ὑπὲρ ἡμῶν ὀδυνηθήσεται, ἀλλ’ οὐχ ὑπὲρ ἑαυτοῦ.

εἰ δὲ καὶ τραυματισθήσεται λόγοις βλασφήμοις βαλλόμενος, καὶ τοῦτ’ ἔργον ἔσται τῶν ἡμετέρων ἁμαρτιῶν· ἐπεὶ καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅπως ἡμεῖς, ἀνειληφότος αὐτοῦ τὰ ἡμέτερα ἀμπλακήματα καὶ τὰ τῆς ἡμετέρας κακίας τραύματα, τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. καὶ τὰ μὲν αἴτια ὧν παρ’ ἀνθρώποις πεισεται ὁ ἀναμάρτητος ταῦτα ἦν· Ἰουδαίων δὲ τῶν τὸν θάνατον αὐτῶ συσκευασαμένων οὐδὲν ὑπιδόμενος ὁ θαυμάσιος προφήτης διαρρήδην ἀπελέγχει, καὶ τοῦτο ἄντικρυς σχετλιάζων καὶ λέγων ‟ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.”

Εἶτ᾿ ἐπεὶ παραχρῆμα καὶ οὐκ εἰς μακρὰν μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος πολιορκηθέντας ὑπὸ Ῥωμαίων, οὐδὲ τοῦτο παριδὼν ἐπιλέγει ‟καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.”

Ἤρκει μὲν οὖν ἐπὶ τούτοις ἐπιγράψαι τὴν προφητείαν, εἰ μηδέν τι πλέον ἔσεσθαι μετὰ τὴν τοῦ Χριστοῦ τελευτὴν ἑώρα· ἐπεὶ δὲ ὅσον οὔπω ἔμελλε μετὰ τὴν τελευτὴν ἢ μετὰ τὴν ταφὴν παλινοστεῖν καὶ ἀναβιοῦν, ἔτι περὶ αὐτοῦ καὶ ταῦτα προστίθησιν, ἑξῆς ἐπιλέγων ‟καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς.”

Ἀνώτερον εἰπὼν ‟“ ‟ἄνθρωπος ἐν πληγῇ καὶ εἰδὼς φέρειν μαλακίαν, νῦν μετὰ τὸν θάνατον αὐτοῦ καὶ τὴν ταφὴν, κύριος, φησὶ, βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς.” καὶ πῶς ἔσται; ‟ἐὰν δῶτε φησὶ) περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον.”

οὐ πᾶσι γὰρ ἐφεῖται τὸ μακρόβιον τοῦ Χριστοῦ σπέρμα συνιδεῖν ἢ μόνοις τοῖς ἐξομολογησαμένοις καὶ τὰ δῶρα τὰ ὑπὲρ ἁμαρτιῶν προσάγουσι τῷ θεῷ. μόνων γὰρ τούτων ἡ ψυχὴ ὄψεται σπέρμα μακρόβιον τὸ τοῦ Χριστοῦ, ἤτοι τὴν αἰώνιον ζωὴν αὐτοῦ, τὴν μετὰ τὸν θάνατον, ἢ τὸν καθ’ ὅλης τῆς οἰκουμένης ἐπισπαρέντα αὐτοῦ λόγον μακρόβιον ἐσόμενον καὶ εἰς τὸ ἀεὶ διαρκέσοντα.

πάλιν ἀνώτερον εἰπὼν καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, νῦν μετὰ τὴν σφαγὴν καὶ τὸν θάνατον αὐτοῦ, φησὶν ‟καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ δεῖξαι αὐτῷ φῶς.” ἐπεὶ τοίνυν βεβούλευται κύριος ὁ τῶν ὅλων θεὸς καθαρίσαι αὐτὸν τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς, πάντως που βουληθεὶς πράξειεν ἂν ὃ ἐβουλήθη.

οὐδὲν γάρ ἐστιν ὃ μὴ γίνεται ὧν βούλεται· ἐβουλήθη δὲ αὐτὸν καὶ δεῖξαι αὐτῷ φῶς. ἐποίησεν ἄρα ταῦτα, καὶ καθαρίσας αὐτὸν ἔδειξεν αὐτῷ φῶς. καὶ ἐπεὶ ἐβουλήθη, καὶ βουληθεὶς ἀφεῖλε τὸν πόνον τῆς ψυχῆς αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ φῶς, εἰκότως ὁ προφήτης ἐπισυνάπτει λέγων ‟διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦκα.”

Ἔναθα λοιπὸν ἤδη καὶ τῆς κληρονομίας τοὐ Χριστοῦ μέμνηται τῷ δευτέρῳ συμφώνως ψαλμῷ, δι’ οὗ περὶ τῆς ἐπιβουλῆς τῆς κατ’ αὐτοῦ συσκευασθείσης ὀνομαστὶ θεσπίσας ὁ λόγος ἐν τῷ ‟παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ,’ ἑξῆς ἐπιλέγει κύριος εἶπε πρός με, υἱός μου εἷ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.”

Ταῦτα δ’ οὖν τὰ ἔθνη καὶ ὁ προφήτης ἠνίξατο εἰπὼν ‟διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς” καὶ ἐπιλέγει καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα.” τῶν γὰρ δυνάμεων τῶν ἀντικειμένων, αἱ πάλαι τῶν ἐθνῶν ἦρχον, τὰς ὑποχειρίους ῥυσάμενος ψυχὰς, οἷα δὴ τινα σκῦλα τοῖς οἰκείοις διένειμεν μαθηταῖς

διό φησιν ὁ Ἡσαΐας περὶ αὐτῶν ‟καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὃν τρόπον οἶ διαιρούμενοι σκῦλα.’ καὶ ὁ ψαλμῳδὸς ‟κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου σκῦλα.”

Εἰκότως τοιγαροῦν καὶ ἐνταῦθα περὶ τοῦ Χριστοῦ φησιν ‟διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς. καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα.” διὰ ποῖον δὲ τοῦτο πάλιν ἑξῆς διδάσκει φήσας ‟ἀνθ᾿ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.”

ἀντὶ τούτων γὰρ ἀμειβόμενος αὐτὸν ὁ πατὴρ τῆς ὑπακοῆς καὶ τῆς ὑπομονῆς ἕνεκα δεδώρηται αὐτῷ τὰ ἐγκείμενα· γέγονε γὰρ ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου· νάτου· διὸ καὶ κληρονομήσειν πολλοὺς, καὶ οὐ πρότερον, ἀλλὰ μετὰ τὸ παραδοθῆναι εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις λογισθῆναι, θεσπίζεται. διὰ ταῦτα γὰρ εἴρηται κληρονομήσειν πολλοὺς καὶ τῶν ἰσχυρῶν μερίσειν τὰ σκῦλα.

ἡγοῦμαι δὲ ἀναμφιλόγως τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ προφητευομένου διὰ τούτων παρίστασθαι. πῶς γὰρ ἀχθέντα, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ Ἰουδαίων λαοῦ θανάτῳ παραδοθέντα, καὶ μετὰ ἀνόμων λογισθέντα ταφῇ τε παραδοθέντα, εἶτα καθαριζόμενον ὑπὸ τοῦ κυρίου, καὶ φῶς παρ’ αὐτῷ ὀψόμενον, καὶ κληρονομοῦντα πολλοὺς, καὶ σκῦλα τοῖς οἰκείοις διανέμοντα; καὶ ἄλλως δὲ περὶ τῆς μετὰ τὸν θάνατον ἀναβιώσεως αὐτοῦ λέγει που προφητεύων ἐκ προσώπου τοῦ Χριστοῦ ὁ Δαβὶδ “ οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.”

καὶ πάλιν “κύριε, ἀνήγαγες ἐξ Ἅιδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.” καὶ πάλιν “ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου.”

Τούτοις δὲ πᾶσιν ἀντιβλέψαι δύνασθαι οὐδὲ τοὺς σφόδρα ἀγνωμονεστάτους ἡγοῦμαι. πλὴν ἀλλὰ τῆς Ἠσαίου προφητείας τὸ συμπέρασμα τὴν πάλαι στεῖραν καὶ ἔρημον θεοῦ ψυχὴν, ἢ καὶ μᾶλλον τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, εὐαγγελίζεται ἀκολούθως τῇ θεωρίᾳ τῶν εἰρημένων.

ἐπειδὴ γὰρ τὰ πάντα δι’ αὐτὴν ὁ Χριστὸς ὑπέμεινεν, εἰκότως μετὰ τὰς περὶ αὐτοῦ προρρήσεις ἐπιφέρει λέγων “εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. εἶπεν γὰρ κύριος, πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τὰς δέρρεις τῶν αὐλαιῶν σου πῆξον, μὴ φείσῃ· πλάτυνον τὰ σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον· ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει.”

Ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καθ’ ὅλης τῆς οἰκουμένης ἐξηπλωμένην καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν παρατείνουσαν ὁ λόγος εὐαγγελίζεται, σαφέστατα τοῦτο παριστὰς διὰ τοῦ “καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει.”

πλείονος δὲ ἐξεργασίας δεομένων τῶν κατὰ τὸν τόπον, ἀρκούντως ἐπὶ τοῦ παρόντος ταὐθ’ ἡμῖν ἐπιτετμήσθω· πλεῖστα δ’ ἂν καὶ αὐτὸς ἐπὶ σχολῆς ἀναλέξασθαι δύναιο περὶ τοῦ προκειμένου, καὶ ἡ παροῦσα δὲ πραγματεία τῆς Εὐαγγελικῆς Ἀποδείξεως κατὰ καιρὸν ἕκαστα παραδώσεταί τε καὶ ἑρμηνεύσει.

τέως δὲ ἐπὶ τοῦ παρόντος τῆς τῶν προφητῶν περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προρρήσεως τε καὶ προγνώσεως, καὶ ὡς πᾶσιν ἀνθρώποις εὐηγγελίζετο, ἱκανῶς ἔχει τὰ εἰρημένα, προαναφωνοῦντα προφήτου τινὸς ἄφιξιν, καὶ εὐσέβειαν νομοθέτου Μωσεῖ παραπλησίου, γένος τε αὐτοῦ καὶ φυλὴν καὶ τόπον ὅθεν προελεύσεται, χρόνον τε καθ’ ὃν ἥξειν προφητεύεται, καὶ γένεσιν, καὶ καὶ ἀναβίωσιν, καὶ ἀρχὴν τὴν κατὰ πάντων ἐθνῶν, ἃ δὴ πάντα παρέστη,

καὶ ἔτι μᾶλλον διὰ τῶν ἑξῆς παραστήσεται ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν συμπεπερασμένα.

ἀλλὰ ταῦτα μὲν ἀπὸ τῶν ἱερῶν λογίων τοῖς πιστεύουσιν αὐτοῖς παρατέθειται· τοῖς δ’ ἀπειθοῦσι ταῖς προφητικαῖς γραφαῖς ἰδίως ἀπαντήσομεν, ὡς περὶ ἀνδρὸς κοινοῦ καὶ τοῖς λοιποῖς παραπλησίου τέως τὴν ἐξέτασιν ποιούμενοι, ἵνα, ὁπόταν πάντων τῶν ἐξ αἰῶνος βοηθέντων ἐν ἀνθρώποις πολὺ κρείττων ἀσυγκρίτῳ ὑπεροχῇ καὶ διαφέρων ἀναφανῇ, τὸ τηνικάδε καὶ αὐτοῦ φύσεως κατὰ καιρὸν διαλάβωμεν, ἐξ ἐναργῶν τῶν ἀποδείξεων παριστῶντες ὡς οὐκ ἀνθρωπείας ἄρα ἦν φύσεως ἡ περὶ αὐτὸν δύναμις· οἶς ἀκολούθως καὶ τὰ τῆς κατ’ αὐτὸν θεολογίας, ὡς οἶόν τέ ἐστιν ἡμῖν ἐποπτεῦσαι, ποιησόμεθα. ἐπεὶ τοίνυν τῶν ἀπίστων οἱ πλείους γόητα καὶ πλάνον ἀποκαλοῦντες καὶ μυρίαις ἄλλαις κακηγορίαις βλασφημοῦντες αὐτὸν οὔπω καὶ νῦν παύονται, φέρε καὶ πρὸς τούτους ἀποκρινώμεθα οἴκοθεν, μὲν οὐδὲν, ἐξ αὐτῶν δὲ τῶν αὐτοῦ φωνῶν καὶ ἧς παρέδωκε διδασκαλίας τὰς παραθέσεις ποιούμενοι.
Πευστέον δὴ αὐτῶν εἴ ποτέ τις ἄλλος τοιοῦτος πλάνος ἱστόρηται πραότητος καὶ ἐπιεικείας σωφροσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς διδάσκαλος τοῖς ἀπατωμένοις γεγονὼς αἴτιος, καὶ εἰ θεμιτὸν τούτοις ἀποκαλεῖν τοῖς ὀνόμασι τὸν μηδὲ ἐμβλέπειν μετὰ ἐπιθυμίας ἀκολάστου γυναιξὶν ἐπιτρέψαντα, καὶ εἰ πλάνος ὁ τὴν εἰς ἄκρον παραδοὺς φιλοσοφίαν ἐν τῷ τοὺς φοιτητὰς παιδεύειν τῶν ὑπαρχόντων ἐνδεέσι κοινωνεῖν καὶ τὸ φιλόπονον καὶ περὶ πολλοῦ τίθεσθαι, καὶ εἰ πλάνος ὁ τῆς πανδήμου καὶ ἀγελαίου καὶ θορυβώδους συνουσίας ἀνεγείρων, διδάσκων δὲ μόνην ἀσπάζεσθαι τὴν περὶ τὰ θεῖα λόγια σχολήν.
ὁ δὲ παντὸς μὲν ψεύδους ἀποτρέπων, τὴν δ’ ἀλήθειαν πρὸ παντὸς τιμᾶν παραινῶν, ὡς μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν· “ἔστω γὰρ ὑμῶν τὸ ναὶ ναί, τὸ οὒ οὔ· πῶς ἂν πλάνος ἐνδίκως ὀνομασθείη; καὶ τί με χρὴ πλείονα νῦν λέγειν, παρὸν ἐκ τῶν πρόσθεν εἰρημένων τίς ποτε ἦν ὁ τρόπος γνῶναι τῆς ὑπ’ αὐτοῦ κατασπαρείσης τῷ βίῳ πολιτείας, ἀφ’ ἧς οὐχ ὅπως πλάνον, ἀλλά τινα θεῖον ὡς ἀληθῶς καὶ θείας καὶ εὐσεβοῦς, ἀλλ’ οὐ τῆς κοινῆς καὶ πανδήμου φιλοσοφίας εἰσηγητὴν πᾶς ὁ φιλαλήθης αὐτὸν ὁμολογήσαι ἄν;

τὸν γοῦν βίον τῶν πάλαι θεοφιλῶν Ἑβραίων ἤδη πως ἐξ ἀνθρώπων ἀπολωλότα μόνος ἀνανεωσάμενος οὐκ εἰς βραχεῖς καὶ μετρίους, ἀλλ’ εἰς ὅλον ἐφαπλῶσαι ἰὸν κόσμον ἀποδέδεικται διὰ τοῦ πρώτου συγγράμματος τῆς παρούσης ὑποθέσεως· δι’ οὗ πάρεστιν ἀνθρώποις ἐπὶ σπείρας τοῖς καθ’ ὅλης τῆς οἰκουμένης τὸν τῶν θεοφιλῶν ἐκείνων ἀμφὶ τὸν Ἀβραὰμ μυρίους τε ὅσους ζηλωτὰς οὐκ ἐξ Ἑλλήνων μόνον, ἀλλὰ καὶ βαρβάρων τῆς ἐκείνων θεοσεβοῦς πολιτείας ἀποδεῖξαι.

ἀλλὰ τὰ μὲν ἠθικώτερα τῆς διδασκαλίας αὐτοῦ τοιαῦτα· φέρε δὲ σκεψώμεθα μὴ ἄρα ποτὲ ὁ πλάνος αὐτῷ περὶ τὰ κυριώτατατα τῶν δογμάτων κατεγίνετο.

ἆρ’ οὖν οὐχὶ μόνῳ τῷ παμβασιλεῖ θεῷ, τῷ καὶ οὐρανοῦ καὶ γῆς καὶ τοῦ σύμπαντος κόσμου δημιουργῷ, αὐτός τε ἀνακείμενος καὶ τοὺς φοιτητὰς προσάγων ἀναγέγραπται, εἰσέτι τε καὶ δεῦρο οἱ τῆς διδασκαλίας αὐτοῦ λόγοι πάντα Ἕλληνα καὶ βάρβαρον ἄνω τὴν διάνοιαν πρὸς τὸν ἀνωτάτω θεὸν ἀνάγουσι, πᾶσαν ὁρατὴν φύσιν ὑπερκύψαντα;

ἆρα οὖν μὴ οὗτος ἦν ὁ πλάνος, ἢ ὅτι μὴ καὶ πλείους σέβειν θεοὺς ἐκ τῆς ἀνωτάτω καὶ μόνης ἀληθοῦς θεολογίας τὸν ὡς ἀληθῶς πλάνον τραχηλισθέντα συγχωρεῖ; ἀλλ’ οὗτος οὐ νεώτερος οὐδ’ οἰκεῖος αὐτῷ λόγος, τοῖς δ’ ἐκ μακροῦ πάλαι θεοφιλέσιν Ἑβραίοις προσφιλὴς, ὥσπερ οὖν δέδεικται διὰ τῆς Προπαρασκευῆς, παρ’ ὧν ἤδη καὶ τῶν νέων φιλοσόφων παῖδες τὰ μεγάλα ὠφελημένοι τῷ δόγματι συνηρέσθησαν. σεμνύνονταί γέ τοι καὶ αὐτῶν Ἑλλήνων οἶ λογιώτατοι ἐπὶ χρησμοῖς τῶν οἰκείων θεῶν ὧδέ πως Ἑβραίων μνημονεύουσιν

Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ’ ἄρ’ Ἑβραῖοι αὐτογένεθλον ἄνακτα, σεβαζόμενοι θεὸν ἁγνῶς.

Χαλδαίους δὲ τοὺς αὐτοὺς διὰ τὸν Ἀβραὰμ ὠνόμασεν, ἐπεὶ Χαλδαῖος ἢν τὸ γένος, ὡς ἱστορεῖται. εἰ δὴ οὖν καὶ πρόπαλαι παῖδες Ἑβραίων τῶν δὴ μάλιστα καὶ πρὸς τῶν χρησμῶν ἐπὶ σοφίᾳ μεμαρτυρημένων ἐπὶ μόνον τὸν πάντων δημιουργὸν θεὸν ἀνῆγον τὸ σέβας, τί δεῖ πλάνον, οὐχὶ δὲ θαυμαστὸν εὐσεβείας διδάσκαλον ὁμολογεῖν τοῦτον, ὃς τὰ πρόπαλαι μόνοις τοῖς θεοφιλέσιν Ἑβραίοις ἐγνωσμένα εἰς πάντας ἀνθρώπους ἀοράτῳ καὶ ἐνθέῳ δυνάμει προαγαγὼν ἐξήπλωσεν, ὥστε μηκέτι κατὰ τὸ παλαιὸν βραχεῖς τινας καὶ ἀριθμῷ ληπτοὺς ὀρθὰς περὶ θεοῦ φέρειν δόξας, ἀλλὰ μυρία πλήθη βαρβάρων τῶν πάλαι θηριωδεστάτων, λογίων τε καὶ Ἑλλήνων ἀνδρῶν, οἳ τοῖς πάλαι προφήταις καὶ δικαίοις ἀνδράσιν εὐσεβεῖν ὁμοίως διὰ μόνης τῆς αὐτοῦ δυνάμεως ἐπαιδεύθησαν ;
ἀλλὰ δὴ τὸ τρίτον σκεψώμεθα, μή ποτ’ ἄρα τοῦτ’ ἦν δι’ ὃ πλάνον αὐτόν φασιν, ὅτι μὴ βουθυσίαις μηδὲ ζῴων ἀλόγων σφαγαῖς μηδ’ αἷμασι καὶ πυρὶ μηδὲ τοῖς ἀπὸ γῆς ἀναθυμιωμένοις τὸ θεῖον τιμᾶν διετάξατο, ταπεινὰ μὲν καὶ γεώδη ταῦτα καὶ τῆς ἀθανάτου φύσεως οὐδαμῶς οἰκεῖα λογισάμενος, κρίνας δὲ πάσης θυσίας προσηνεστάτην καὶ ἡδεῖαν εἶναι τῷ θεῷ τὴν τῶν οἰκείων ἐντολῶν κατόρθωσιν, δι’ ὧν αὐτῷ σώματι καὶ ψυχῇ κεκαθαρμένους, νῷ τε διαυγεῖ καὶ δόγμασιν εὐσεβέσιν κεκοσμημένους, τὴν πρὸς τὸν θεὸν ἐξομοίωσιν ἀπομιμεῖσθαι ἐδίδασκεν, διαρρήδην φάσκων “ἔσεσθε τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν τέλειός ἐστιν.’

εἰ δὴ ταῦτά τις Ἑλλήνων αἰτιῷτο, ἴστω μὴ φίλα τοῖς οἰκείοις διδασκάλοις φρονῶν, οἵ γε, ὡς εἰκὸς, ἐξ ἡμῶν ὠφελημένοι, ἐπεὶ μεθ’ ἡμᾶς γεγόνασι τοῖς χρόνοις, λέγω δὲ μετὰ τὴν προβεβλημένην ἡμῖν ὑπὸ τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν, οἷα δὴ ἐγγράφως ὡμολόγουν, ἄκουε.

Ἀπὸ τῶν Πορφυρίου περὶ ἐμψύχων ἀποχῆς.

“Θεῷ μὲν τὸ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ’ ἐπονομάζοντες· νομάζοντες· οὐδὲν γὰρ ἔνυλον, ὅ μὴ τῷ ἀύλῳ εὐθύς ἐστιν ἀκάθαρτον· διὸ οὐδὲ λόγος αὐτῷ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδ’ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος) διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύσομεν αὐτόν. δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀγωγὴν θυσίαν ἱερὰν προσαγαγεῖν θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται.”

Ἐκ τῆς Ἀπολλωνίου τοῦ Τυανέως θεολογίας.

Ὅὕτως τοίνυν μάλιστα ἂν τις τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου, τυγχάνοι τε αὐτόθεν ἵλεω τε καὶ εὐμενοῦς αὐτοῦ παρ’ ὁντιναοῦν ἀνθρώπων, εἰ θεῷ μὲν, ὃν δὴ φαμὲν τοῦτον, ἑνί τε ὄντι καὶ κεχωρισμένῳ πάντων, μεθ’ ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν, μήτε ἀνάπτοι πῦρ μήτε τι καθόλου τῶν αἰσθητῶν ἐπονομάζοι· δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς ἐσμεν, οὐδ’ ἔστιν ὃ τὴν ἀρχὴν γῆ ἀνίησι φυτὸν ἢ τρέφει ζῷον ἢ ἀὴρ, ᾧ οὐ πρόσεστί γε μίασμα·) μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν ἀεὶ τῷ κρείττονι λόγῳ, λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι, παρὰ δὲ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλίστου τοὐ ἐν ἡμῖν αἰτοίη τὰ ἀγαθά· νοῦς δέ ἐστιν οὗτος ὀργάνου μὴ δεόμενος.”

Εἰ δὴ οὖν ταῦτα καὶ πρὸς τῶν παρ’ Ἕλλησι διαπρεπῶν φιλοσόφων τε καὶ θεολόγων ὁμολογεῖται, πῶς ἂν εἴη πλάνος ὁ μὴ μόνον λόγους, ἀλλ’ ἔργα τῶν λόγων πολὺ πρότερον τοῖς φοιτηταῖς ἐκτελεῖν παραδοὺς, δι’ ὧν κατὰ τὸν ὀρθὸν λόγον ἔμελλον θεραπεύειν τὸ θεῖον; ὅπως δὲ καὶ τίσι λόγοις οἱ παλαιοὶ Ἑβραῖοι θύειν μνημονεύονται διειληφότες ἐν τῷ πρώτῳ συγγράμματι τῆς παρούσης ὑποθέσεως, ἐκείνοις ἀρκεσθησόμεθα.

ἐπεὶ δὲ πρὸς τοῖς ἐξητσμένοις ἔγνωμεν παρὰ τοῦ Χριστοῦ μαθόντες ὅτι γεννητὸς ὁ κόσμος, καὶ ὅτι οὐρανὸς αὐτὸς καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα ἔργα θεοῦ τυγχάνει, καὶ ὅτι χρὴ μὴ ταῦτα, ἀλλὰ τὸν ποιητὴν αὐτῶν σέβειν, σκέψασθαι δεῖ μὴ ἄρα ἠπατήμεθα, τοῦτον παρ’ αὐτοῦ διδαχθέντες φρονεῖν τὸν τρόπον.

καὶ μὴν Ἑβραίων καὶ οὗτος ἦν ὁ λόγος, καὶ φιλοσόφων δὲ οἱ μάλιστα διαφανεῖς τοῖς αὐτοῖς συνηνέχθησαν, γεννητὸν καὶ αὐτὸν τὸν οὐρανὸν, καὶ ἥλιον, καὶ σελήνην, καὶ ἄστρα, καὶ τὸν σύμπαντα κόσμον πρὸς τοῦ τῶν ὅλων ποιητοῦ γεγονότα ἀποφηνάμενοι. ἀλλὰ καὶ συντέλειαν καὶ μεταβολὴν τὴν ἐπὶ τὰ κρείττω τοῦδε τοῦ παντὸς ἔσεσθαι προσδοκᾶν ἐδίδαξεν, ταῖς Ἑβραίων καὶ τοῦτο ἀκολούθως γραφαῖς.

τί οὖν; οὐχὶ καὶ ὁ Πλάτων’ φύσεως λυτῆς καὶ φθαρτῆς οἶδεν αὐτόν τε οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, εἰ καὶ μὴ λυθήσεσθαί φησι ταῦτα, τῷ μὴ τὸν συμπήξαντα βούλεσθαι;

εἰ δ’ ἄρα βουληθείη εἶναι φύσεως τοιαύτης, ψυχὴν δὲ ἀθάνατον ἔχειν ἡμᾶς κατ’ οὐδὲν μὲν ἐμφερῆ τοῖς ἀλόγοις ζῴοις, τῶν δὲ τοῦ θεοῦ δυνάμεων φέρουσαν ἀπεικονίσματα διδάξας ἡγεῖσθαι, οὕτως τ’ ἔχειν καὶ διακεῖσθαι καὶ φρονεῖν πάντα βάρβαρον καὶ ἰδιώτην παιδεύσας, ἆρ’ οὐχὶ σοφωτέρους ἀπείργασται τοὺς καθ’ ὅλης τῆς οἰκουμένης τὰ αὐτοῦ φρονοῦντας τῶν τὰς ὀφρῦς ἀνεσπακότων, οἳ μηδὲν κατὰ τὴν οὐσίαν διαφέρειν ἀπεφήναντο ἐμπίδος τε καὶ εὐλῆς καὶ μυίας τὴν ἐν ἀνθρώποις ψυχὴν, ἀλλὰ καὶ ὄφεως καὶ ἐχίδνης ἄρκτου τε καὶ παρδάλεως καὶ συὸς ψυχῆς κατ’ οὐδὲν, ὅσον ἐπὶ λόγῳ φύσεως τε καὶ οὐσίας, τὴν σφῶν αὐτῶν τῶν φιλοσοφωτάτων ψυχὴν διαλλάττειν ;

καὶ θείου δὲ πρὸς τούτοις δικαιωτηρίου συνεχῶς ὑπομιμνήσκων καὶ μελλούσης ἔσεσθαι κρίσεως, κολάσεις τε καὶ τιμωρίας ἀπαραιτήτους τοῖς ἀσεβέσιν ὑπογράφων, τοῖς τε εὐσεβέσιν ἐπαγγελίας θεοῦ αἰωνίου ζωῆς καὶ οὐρανῶν βασιλείας καὶ σὺν θεῷ μακαρίας διαγωγῆς, τίνα ἂν πλανήσειεν, οὐχὶ δὲ μᾶλλον προτρέψαιτο σπεύδειν μὲν ἐπ’ ἀρετὴν, τῶν προσδοκωμένων ἕνεκα τοῖς εὐσεβέσιν ἐπάθλων, ἀποτρέπεσθαι δὲ πάσης κακίας διὰ τὰς ἐπηρτημένας τοῖς ἀσεβέσι τιμωρίας;

ἐν τοῖς δογματικοῖς τῶν αὐτοῦ λόγων παρειλήφαμεν εἶναί τινας μετὰ τὸν ἀνωτάτω θεὸν δυνάμεις, ἀσωμάτους τὴν φύσιν καὶ νοερὰς, λογικάς τε καὶ παναρέτους, τὸν παμβασιλέα χορευούσας, ὧν πλείους καὶ μέχρι ἀνθρώπων νεύματι τοῦ πατρὸς διά τινας σωτηρίους οἰκονομίας ἀπεστάλθαι· ἃς δὴ γνωρίζειν καὶ τιμᾶν κατὰ τὸ μέτρον τῆς ἀξίας ἐδιδάχθημεν, μόνῳ τῷ παμβασιλεῖ θεῷ τὴν σεβάσμιον τιμὴν ἀπονέμοντες.

ἔτι πρὸς τούτοις ἔγνωμεν παρ’ αὐτοῦ μαθόντες πολεμίας τινὰς καὶ ἐχθρὰς τοῦ ἀνθρωπείου γένους ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτᾶσθαι, καὶ σὺν τοῖς πονηροῖς διατρίβειν δυνάμεις δαιμόνων, καὶ πνευμάτων πονηρῶν, καὶ τῶν ἐν τούτοις ἀρχόντων, οὓς παντὶ σθένει φεύγειν πεπαιδεύμεθα, εἰ καὶ ὅτι μάλιστα θεῶν προσηγορίας καὶ τιμὰς ἑαυτοῖς ὑφαρπάζουσιν, ταύτης δ’ οὖν ἔτι μᾶλλον τῆς θεομαχίας καὶ τῆς θεοεχθρίας ἕνεκεν ἀποτρεπτέας εἷναι, καθ’ ἃς ἐν τῇ Προπαρασκευῇ πεποιήμεθα διὰ πλείστων ἀποδείξεις. τοιαῦτα ἄττα τυγχάνει καὶ ἐν τοῖς δογματικοῖς μαθήμασι τοῦ σωτῆρος ἡμῶν ἀναφερόμενα, Ἑβραίων τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τε καὶ προφητῶν ἄντικρυς εὐσεβῆ παιδεύματα.

εἰ δὴ οὖν ταῦτα σεμνὰ, εἰ ὠφέλιμα, εἰ φιλόσοφα, εἰ ἀρετῆς μεστὰ, τίσιν εὐλόγως ἂν ὁ τούτων διδάσκαλος ἐπιγραφείη τὸ τοῦ πλάνου ὄνομα; ἀλλὰ ταῦτα μὲν ὡς περὶ κοινοῦ τὴν φύσιν ἀνθρώπου τέως ἐξητάσθω, παραστατικὰ τῆς σεμνῆς καὶ βιωφελοῦς διδασκαλίας αὐτοῦ τυγχάνοντα· φέρε δὴ καὶ τὰ θειότερα σκεψόμεθα.

Καὶ δὴ σκεψώμεθα ὅσων καὶ οἵων σὺν ἀνθρώποις τὰς διατριβὰς πεποιημένος παραδόξων γέγονε ποιητὴς ἔργων, τοτὲ μὲν λεπροὺς τὸ σῶμα δυνάμει θείᾳ καθαίρων, τοτὲ δὲ προστάγματι λόγου τοὺς ἐν ἀνθρώποις δαίμονας ἐλαύνων, καὶ ἄλλοτε πάλιν νοσηλευομένοις καὶ παντοίοις ἀσθενειῶν εἴδεσι καταπονουμένοις τὴν ἴασιν ἀφθόνως δωρούμενος.

καὶ ποτὲ μὲν ἔφησε παραλυτικῷ “ἀναστὰς ἆρον τὸν κράβατόν σου, καὶ περιπάτει,” ὁ δὲ τὸ κελευσθὲν ἐποίει.

τυφλοῖς δὲ πάλιν ἄλλοτε τὰ βλεπτικὰ τοῦ φωτὸς ἐχαρίζετο· ἤδη δέ ποτε καὶ αἱμορροοῦσα γυνὴ μακραῖς ἐτῶν περιόδοις πρὸς τοῦ πάθους κατατρυχομένη, ἐπειδὴ ἑώρα μυρία πλήθη κυκλοῦντα αὐτὸν, καὶ μηδαμῶς ἐπιτρέποντα αὐτῇ γονυπετῆσαι προσελ- θούσῃ τοῦ τε πάθους τὴν ἀπαλλαγὴν ἐξαιτήσασθαι, ἀλλὰ καὶ ἄκρου τοῦ ἱματίου προσψαῦσαι μόνον δια- νοηθεῖσα ὑποδύνει, καὶ τοῦ κρασπέδου ἐπιλαβομένη ὁμοῦ καὶ τῆς τῶν κακῶν ἰάσεως ἐπελάβετο, παρα- χρῆμά τε ὑγιὴς ἦν, τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως δεῖγμα μέγιστον ἐπικομιζομένη.

ἄλλος δέ τις βασιλικὸς ἀνὴρ κακῶς ἔχοντα τὸν παῖδα προσ- πεσὼν τῷ Ἰησοῦ παραχρῆμα σῶον ἀπελάμβανεν· καὶ θυγατέρα πάλιν ἄλλος, Ἰουδαίων δὲ ἀρχισυνά- γωγος ἦν, ἀλλ’ οὗτος ἤδη καὶ θανοῦσαν.

τί δεῖ λέγειν ὡς τεταρταῖος ἄλλος δυνάμει τοῦ Ἰησοῦ νεκρὸς ἠγείρετο ; ἢ ὡς ἐπὶ θαλάττης, οἷα ἐπὶ λεωφόρου γῆς, τὰς πορείας ἤνυεν ποιούμενος, τῶν αὐτοῦ μαθητῶν ἐμπλεόντων, καὶ ὡς χειμασθέντων ἐπετίμησε τῇ θα- λάσσῃ καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις, καὶ πάντα γε ἔστη παραχρῆμα, οἷα δεσπότου φωνὴν καταπτή- ξαντα;

πέντε δὲ χιλιάδας ἀνδρῶν συνεπιπαρόν- τος μυρίου ἄλλου γυναικῶν τε καὶ παίδων πλήθους ἐκ πέντε τὸν ἀριθμὸν ἄρτων εἰς κόρον πληρώσας, ὡς καὶ περιττὰ τοσαῦτα, ὅσα ἱκανὰ ἦν πληρῶσαι δώδεκα κοφίνους λαβεῖν, τίνα οὐκ ἂν ἐκπλήξειεν ^ καὶ ἐπὶ ζήτησίν γε εἰκότως τῆς κατ’ αὐτὸν ἀπορρήτου δυνά- μεως ἐκκαλέσεται ; ἀλλ’ ἔνα μή μοι τὰ νῦν ὁ λόγος εἰς μακρὸν μῆκος ἐκτείνοιτο, ἐπὶ πᾶσιν ἐκκείσθω ὁ αὐτοῦ θάνατος, οὐ κοινὸς τοῖς λοιποῖς ἀνθρώποις γεγενημένος.
οὐ γὰρ νόσῳ διαφθαρεὶς, ἀλλ’ οὐiδ̀ βρόχῳ ἢ πυρὶ, οὐδὲ μὴν κατ’ αὐτὸ τοῦ σταυ- ῥοῦ τὸ τρόπαιον ὁμοίως τοῖς λοιποῖς κακούργοις ὑποτμηθεὶς σιδήρῳ τὰ σκέλη, οὐδὲ ὅλως πρός τινος ἀν- θρώπων παθών τι τῶν ἀναιρεῖν εἰωθότων βίαιον ὑπέμ“νε τελευτὴν, ἀλλ’ ὡς αὐτὸ μόνον ἑκὼν παρεδίδου τοῖς ἐπιβουλεύουσι τὸ σῶμα ἀνωρθοῦτο μὲν ἀπὸ γῆς αὐτίκα, κἄπειτα ἐπὶ τοῦ ἰκρίου φωνήσας μέγα, καὶ τῷ πατρὶ παρατιθεὶς τὸ πνεῦμα, εἰπὼν αὐτοῖς ῥήμασιν ‘‘πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου,’ οὕτως ἄφετος καὶ ἐλεύθερος αὐτὸς ἀφ’ ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο.

εἶτα δὲ τοῦ σώματος αὐτοῦ ληφθέντος πρὸς τῶν γνωρίμων καὶ τῇ προσηκούσῃ παραδοθέντος ταφῇ, τριταῖος αὖθις ἀπελάμβανε τοῦτο, ὁ πρὶν ἀναχωρήσας ἑκών.

καὶ δείκνυσί γε πάλιν αὐτὸς ἑαυτὸν ἔνσακρον, ἔνσωμον, αὐτὸν ἐκεῖνον οἷος καὶ τὸ πρὶν ἢν τοῖς οἰκείοις μαθηταῖς, οἶς καὶ ἐπὶ βραχὺ ὁμιλήσας, καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ’ ὀφθαλμοῖς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν στειλάμενος· οἷς δὴ καὶ ὑποθήκας περὶ τῶν πρακτέων παραδοὺς διδασκάλους τῶν ἐθνῶν ἁπάντων τῆς ἀνωτάτω θεοσεβείας ἀπέφηνεν.

τοιαῦτα ἢν τοῦ σωτῆρος ἡμῶν τὰ πολυύμνητα τῆς ἀρετῆς θαύματα· ταῦτα τῆς ἐν αὐτῷ θεότητος τὰ τεκμήρια· ταῦτα καὶ αὐτοὶ λογισμῷ σώφρονι τεθαυμάκαμεν, βεβασανισμένῃ τε καὶ ἐξητασμένῃ τῇ κρίσει κατεδεξάμεθα.

ἐξήτασται παρ’ ἡμῖν καὶ βεβασάνισται ταῦτα καὶ δι’ ἑτέρων πραγμάτων ἐναργῶν πάντα ἀνακαλυπτόντων λόγον, δι’ ὧν αὐτὸς ὁ κύριος ἡμῶν εἰσέτι καὶ νῦν οἷς ἂν κρίνειεν μικρά τινα τῆς αὐτοῦ δυνάμεως παραφαίνειν εἴωθε, πλὴν ἀλλὰ καὶ τῆς λογικωτέρας μεθόδου, ἣν προσάγειν εἰώθαμεν τοῖς οὐ παραδεχομένοις τὰ προειρημένα, ἀλλ’ ἤτοι παντελῶς ἀπιστοῦσιν αὐτοῖς καὶ μηδὲν καθόλου γεγονέναι τοιοῦτον πρὸς αὐτοῦ φάσκουσιν, ἢ γεγονέναι μὲν, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων, ὡς ἂν ὑπ’ ἀνδρὸς πλάνου, ἐπιθέσθαι. εἰ δὲ χρὴ καὶ ἐπὶ τοῦ παρόντος βραχέα πρὸς τοὺς δεδηλωμένους ἐνστῆναι, οὐκ ἀπολειψόμεθα σπουδῆς, ἄλλως δέ πως αὐτοῖς ἀπαντήσομεν.

32, Εἰ δὲ λέγοιεν μηδὲν τὴν ἀρχὴν πεποιηκέναι τὸν σωτῆρα ἡμῶν θαυμαστὸν μηδέ τι παράδοξον ὣν ἐμαρτύρησαν οἶ γνώριμοι, σκεψώμεθα εἰ πιθανὸς ὁ λόγος αὐτοῖς ἔσται, μὴ τὴν αἰτίαν ἔχουσιν ἀποδιδόναι, δι’ ἣν οἶ μὲν μαθηταὶ, ὁ δὲ διδάσκαλος ἐχρημάτισαν. ὅ τε γὰρ διδάσκων ἐπαγγελίαν μαθήματός τινος ἐπαγγέλλεται, οἵ τε αὖ μαθηταὶ, μαθημάτων ὀριγνώμενοι, σφᾶς αὐτοὺς τῷ διδασκάλῳ προσφέροντες ἐπιτρέπουσι.

τίνα οὖν ἔστιν εἰπεῖν αἰτίαν τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς σὺν αὐτῷ διατριβῆς, καὶ τί τὸ ἀναγκαῖον τῆς περὶ αὐτὸν σπουδῆς, τίνων δὲ καὶ διδάσκαλον ἐπεγράφοντο μαθημάτων; ἢ τοῦτο μὲν δῆλον; πάντως γάρ που ὧν παρ’ αὐτοῦ μαθόντες εἰς ἑτέρους ἐξήνεγκαν· παραγγελίαι δ’ ἦσαν αὐτῷ φιλοσόφου βίου, ὃν ὑπογράφων αὐτοῖς ἔλεγεν “μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδόν,’ καὶ τὰ τοιαῦτα, τῇ δὲ πάντα διοικούσῃ προνοίᾳ αὑτοὺς ἀναθέντας μηδὲν μεριμνᾶν τῶν χρειῶν ἕνεκα, παρῄνει δ’ αὐτοῖς καὶ τῶν Ἰουδαίοις ὑπὸ Μώσεως παρηγγελμένων κρείττονα φρονεῖν.
τὸν μὲν γὰρ οἶα προχείροις εἰς ἀνδροφονίας νομοθετῆσαι μὴ φονεύειν· ὡσαύτως δὲ καὶ μὴ μοιχεύειν, οἶα λαγνιστάτοις καὶ καταφερεστάτοις, καὶ αὖ πάλιν μὴ κλέπτειν, οἷα δουλοπρεπεστάτοις, αὐτοὺς δὲ δεῖν τούτους μὲν ἡγεῖσθαι μὴ προσήκειν αὑτοῖς τοὺς νόμους, τὸ δ’ ἀπαθὲς τῆς ψυχῆς περὶ πολλοῦ προτιμᾶν, κάτωθεν ἐκ βάθους αὐτῆς διανοίας ὥσπερ ἀπὸ ῥιζῶν τὰ τῆς κακίας ἀποτέμνοντας βλα- στήματα, καὶ κρατεῖν μὲν ὀργῆς καὶ πάσης αἰσχρὰς ἐπιθυμίας πειρᾶσθαι, μᾶλλον δὲ μηδὲ ὀργίζεσθαι δι’ ἄκραν ψυχῆς ἀπάθειαν ^ μηδὲ προσβλέπειν γυναῖκα μετὰ ἐπιθυμίας ἀκολάστου, τοῦ δὲ κλέπτειν τοὐναν- τίον καὶ τὰ οἰκεῖα προἵεσθαι τοῖς δεομένοις, ἀλλὰ μηδὲ σεμνύνεσθαι ἐπὶ τῷ μὴ ἀποστερεῖν ἀλλήλους, ἀλλ’ ἐπὶ τῷ τοὺς σφᾶς ἀποστερεῖν προηγουμένους ἀμνησικάκως φέρει.

καὶ τί με δεῖ συναγαγεῖν πάνθ’ ὅσα ὁ μὲν ἐδίδασκεν, οἱ δ’ ἐμάνθανον; παρή̣- νεῖ δ’ αὐτοῖς πρὸς τοῖς ἄλλοις τῆς ἀληθείας οὕτως ἔχεσθαι ὡς μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπι- ορκεῖν ^ παρασκευάζειν δὲ τὸν τρόπον παντὸς ὅρκου πιστότερον φαίνεσθαι, μέχρι τοῦ ναί καὶ τοῦ οὔ χωροῦντας ^ σὺν ἀληθείᾳ τοῖς ῥήμασι χρωμένους.

πευστέον τοίνυν τίνα ἂν ἔχοι λόγον τοὺς τῶν τοιωνδὶ ἀκροατὰς ^ ἤδη δὲ καὶ διδασκάλους τῶν αὐτῶν φύν- φύντας μαθημάτων ^ πεπλάσθαι ὑπονοεῖν ὅσα διαπρά- ξασθαι τὸν διδάσκαλον ἐμαρτύρησαν.

τί δὲ τὸ πιθανὸν τοῦ νομίζειν συμφώνως ἅπαντας ψεύσασθαι, δώδεκα μὲν ὄντας τὸν ἀριθμὸν τοὺς ἐκκρίτους, ἑβδο- μήκοντα δὲ τοὺς λοιποὺς, οὓς καὶ ἀποστεῖλαι λέγεται ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πάντα τόπον καὶ χώραν οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι,. ἀλλ’ οὐδεὶς αἱρεῖ λόγος ἀπιστεῖσθαι τοσοῦτο πλῆθος ἀνδρῶν εὐσεβῆ καὶ σεμνὸν βίον ἀσπασαμένων ^ καἰ πάντων μὲν τῶν οἰκείων ὠλιγωρηκότων, ἀντὶ δὲ τῶν φιλτάτων, γυναι- γυναικὸς λέγω καὶ παίδων καὶ παντὸς γένους, τὸν ἀκτή- μονα τρόπον ἑλομένων, καὶ τήν περὶ τοῦ διδασκά- λοῦ μαρτυρίαν σύμφωνον ὡς ἀφ’ ἑνὸς στόματος εἰς πάντας ἀνθρώπους ἐξενηνοχότων.
ὁ μὲν οὖν κύ- ριος καὶ πρῶτος καὶ ἀληθὴς λόγος εἴη ἂν οὑτος· σκεψώμεθα δὲ καὶ τὸν ἐναντίον. ἔστω γὰρ ὁ μὲν διδάσκαλος, οἱ δὲ μαθηταί· εἶθ’ ὡς ἐν ὑποθέσει λόγου ὁ μὲν μὴ τὰ προλελεγμένα διδασκέτω, τὰ δ’ ἐκείνοις ἐναντία, παρανομεῖν δηλαδὴ, καὶ ἀσεβεῖν, καὶ ἀδικεῖν, καὶ πλεονεκτεῖν, καὶ ἀποστερεῖν, καὶ εἴ τι ἕτερον κακὸν λέγοιτο, λανθάνειν δ’ ἐπὶ πᾶσι τούτοις σπουδάζειν, καὶ τὸ ἦθος μάλ’ εὐφυῶς ἐπικρύπτεσθαι προσχήματι σεμνῆς διδασκαλίας καὶ εὐσεβείας ἐπαγγελίᾳ καινῇ· οἱ δὲ ταῦτα μετερχέσθων, καὶ τὰ τούτων ἔτι μοχθηρότερα, διὰ τὸ προαλὲς τῆς κακίας καὶ αὐτοδίδακτον αὐτῆς· ἐπὶ μέγα δὲ πλαστοῖς ῥήμασιν ἐπαιρόντων τὸν διδάσκαλον, μηδενὸς ψευδοῦς φειδόμενοι λόγου· πάντα δὲ αὐτῷ τὰ παράδοξα καὶ τὰς θαυματουργίας πεπλασμένως ἐπιγραφόντων, ὡς ἂν θαυμάζοιντο καὶ αὐτοὶ καὶ μακαρίζοιντο, οἷα μαθηταὶ τοιοῦδε γενέσθαι ἠξιωμένοι.
φέρε οὖν ἴδωμεν εἰ τοιοῖσδε οὖσιν αὐτοῖς συστῆναι οἷόν τε ἦν τὸ ἐπιχείρημα. κακῷ δὴ κακὸν οὔ φασιν εἶναι φίλον, ἀλλ’ οὐδὲ ἀγαθῷ. πόθεν οὖν ἐν πλήθει τοσῶνδε ἀνδρῶν ἡ τῶν κακῶν εὕρηται συμφωνία; πόθεν ἡ περὶ τῶν αὐτῶν ἐν πᾶσιν αὐτοῖς ὁμόφωνος μαρτυρία, ἡ μέχρι θανάτου ὁμοφροσύνη; ἀνδρὶ δὲ γόητι τοιάδε διδάσκοντι καὶ τοιάδε ἐπαγγελλομένῳ τίς ἂν τὴν ἀρχὴν προσέσχε τὸν νοῦν; εἴποις ἂν ὅτι γόητες ἄλλοι τοῦ καθηγητοῦ κατ’ οὐδέν. ἆρ’ οὖν οἵδε τὸ τέλος οὐ συνεωράκεσαν τοῦ διδασκάλου καὶ οἵῳ κέχρητο θανάτῳ ; τί δῆτα οὖν καὶ μετὰ τὸ αἴσχιστον ἐκεῖνο τέλος αὐτοῦ ἐπέμενον, τὸν ἐν νεκροῖς θεολογοῦντες, ἢ τί ἄρα ποθοῦντες, τὰ ἴσα παθεῖν; καὶ τίς πώποτ’ ἐπ’ οὐδενὶ λόγῳ πρόδηλον ἕλοιτο ἂν τοιαύτην τιαωρίαν ;
καὶ μὴν δεδόσθω τιμᾶν αὐτὸν συνόντα ἔτι καὶ σὺν αὐτοῖς διατρίβοντα, καὶ δι’ ἀπάτης αὐτοὺς, ὡς ἂν φαίη τις, ἀποπλανῶντα, τί οὖν, ὅτι καὶ μετὰ τὴν τελευτὴν, καὶ πολὺ μᾶλλον τότε ἢ πρότερον, αὐτὸν τεθειάκασιν, ἐπεὶ σὺν ἀνθρώποις μένοντα λέγονται καὶ ἀπολελοιπέναι καὶ ἀπηρνῆσθαί ποτε, ὅτε αὐτῷ τὰ τῆς γε ἐπιβουλῆς ἐσκευώρητο, μετὰ δὲ τὸ ἐξ ἀνθρώπων γενέσθαι ἀσμένως αὐτοὶ θνήσκειν μᾶλλον ᾑροῦντο, ἢ τῆς ὑπὲρ αὐτοῦ μαρτυρίας ἀγαθῆς ἐξίστασθαι;

εἰ δὴ οὖν μηδὲν ἀγαθὸν συνεγνωκότες τῷ διδασκάλῳ, μὴ βίον, μὴ μάθημα, μὴ πρᾶξιν, μὴ ἔργον ἐπαίνου ἄξιον, μηδὲ μὴν κατά τι ὠφελημένοι πρὸς αὐτοῦ, ἢ ὅσον πονηρίαν καὶ ἀνδρῶν πλάνην, πῶς ἔθνησκον προθύμως τὰ σεμνὰ καὶ ἐπίδοξα περὶ αὐτοῦ μαρτυροῦντες, παρὸν ἑκάστῳ ζῆν ἀπραγμόνως, καὶ ἐπὶ τῆς οἰκείας ἑστίας μετὰ τῶν φιλτάτων τὸν ἀκίνδυνον διάγειν βίον;

πλάνοι δὲ ἄνδρες καὶ ἀπατεῶνες πῶς ἀγαπητὸν ἡγοῦντο τὸν ὑπὲρ ἑτέρου θάνατον, ὃν ἀκριβῶς πάντων μᾶλλον ἐγίνωσκον οὐδενὸς μὲν αὐτοῖς, ὡς ἂν φαίη τίς, γεγονότα παραίτιον ἀγαθοῦ, πάσης δὲ κακίας διδάσκαλον; ἀνὴρ μὲν γὰρ λογισμοῦ καὶ ἀρετῆς μέτοχος ὑπὲρ ἀγαθοῦ κατορθώματος κἂν εὐλόγως ποτὲ τὸν μετ’ εὐκλείας θάνατον ὑπομείνειεν, ὁ δὲ μοχθηρὸς τὸν τρόπον φιλοπαθής τις καὶ φιλήδονος ὢν, μόνην δὲ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν καὶ τὰς ἥατ’ αὐτὴν ἡδυπαθείας μεταδιώκων, διώκων, οὐκ ἄν ποτε ἕλοιτο πρὸ ζωῆς θάνατον, οὐδ’ ὑπὲρ οἰκείων καὶ φιλτάτων τιμωρίας ὑπομείνειε, μή τί γε ὑπὲρ τοῦ φαυλότητα κατεγνωσμένου.

πῶς οὖν οἱ τοῦ δηλουμένου μαθηταὶ, εἰ ἄρα πλάνος ἦν καὶ γόης, οὐκ ἀγνοοῦντες αὐτὸν τοιοῦτον, ἀλλὰ καὶ αὐτοὶ χείρονι μοχθηρίας τρόπῳ τὰς ψυχὰς ἐνεσχημένοι, ὑπέμενον πρὸς τῶν ὁμοεθνῶν πάσας αἰκίας καὶ πᾶν τιμωριῶν εἶδος ὑπὲρ τῆς αὐτοῦ μαρτυρίας ἀναδέχεσθαι, οὐκ ὂν τοῦτο τῆς τῶν φαύλων οἰκεῖον φύσεως;

ἔτι δὲ καὶ τούτῳ πρόσσχες· εἰ δὴ καὶ αὐτοὶ πλάνοι καὶ ἀπατεῶνες ἐτύγχανον ^ πρόσθες δ’ ὅτι καὶ ἀπαίδευτοι καὶ παντελῶς ἰδιῶται, μᾶλλον δὲ ὅτι καὶ βάρβαροι, καὶ τῆς Σύρων οὐ πλέον ἐπαἰον- ἐπαίοντες φωνῆς, πῶς ἐπὶ πᾶσαν προῆλθον τὴν οἰκουμέ- οἰκουμένην; ἢ ποίᾳ τοῦτο διανοίᾳ ἐφαντάσθησαν τολμῆσαι; ποίᾳ δὲ δυνάμει τὸ ἐπιχειρηθὲν κατώρθωσαν;

ἔστω γὰρ ἐπὶ τῆς οἰκείας γῆς καλινδουμένους ἀγροί- κους ἄνδρας πλανᾶν καὶ πλανᾶσθαι, καὶ μὴ ἐφ’ ἡσυ- Χίας βάλλεσθαι τὸ πρᾶγμα· κηρύττειν δ’ εἰς πάντας τὸ τοῦ Ἰησοῦ ὄνομα, καὶ τὰς παραδόξους πράξεις αὐ- τοῦκατά τε ἀγροὺς καὶ κατὰ πόλιν διδάσκειν, καὶ τοὺς μὲν αὐτῶν τὴν Ρωμαίων ἀρχὴν καὶ αὐτήν τε τὴν βα- σιλικωτάτην πόλιν νείμασθαι, τοὺς δὲ τὴν Περσῶν, τοὺς δὲ τὴν Ἀρμενίων, ἑτέρους δὲ τὸ Παρθῶν ἔθνος, καὶαὖ πάλιν τὸ Σκυθῶν,τινὰς δὲ ἤδη καὶ ἐπ’ αὐτὰτῆς οἰκουμένης ἐλθεῖν τὰ ἄκρα, ἐπί τε τὴν Ἰνδῶν φθά- ’σαι χώραν, καὶ ἑτέρους ὑπὲρ τὸν Ὠκεανὸν παρελθεῖν ἐπὶ τὰς καλουμένας Βρεττανικὰς νήσους, ταῦτα οὐκ ἔτ’ ἔγωγε ἡγοῦμαι κατὰ ἄνθρωπον εἷναι, μή τί γε κατὰ εὐτελεῖς καὶ ἰδιώτας, πολλοῦ δεῖ κατὰ πλάνους καὶ γόητας.

οἶ δὲ διδασκάλου φαύλου καὶ διαστροφέως πεπειραμένοι, καὶ τούτου τὴν ἔκβασιν τῆς τελευτῆς καθεωρακότες, ποίοις ἄρα λόγοις ἐχρήσαντο πρὸς ἀλλήλους εἰς τὸ σύμφωνα περὶ αὐτοῦ πλάσα- σθαι; ἐξ ἑνὸς γὰρ στόματος οἶ πάντες καὶ λεπρῶν καθάρσεις, καὶ δαιμόνων ἀπελάσεις, νεκρῶν τε ἀναβιώσεις, πηρῶν τε ἀναβλέψεις, καὶ μυρίας ἄλλας νο- σούντων ἰάσεις πρὸς αὐτοῦ γενέσθαι ἐμαρτύρησαν, καὶ ἐπὶ πᾶσιν, τὴν αὐτοῦ μετὰ τὸν θάνατον ἀναβίωσιν πρώτοις αὐτοῖς ἑωραμένην.

ταῦτα γὰρ μὴ γενόμενα μηδ’ ἀκουσθέντα πω κατὰ τοὺς αὐτῶν χρόνους πῶς ἐξ ἑνὸς στόματος ἐμαρτύρουν γεγονέναι, μέχρι καὶ θανάτου πιστούμενοι τὴν ὁμολογίαν, ἢ μή ποτε ἄρα συνελθόντες συνωμοσίαν τε κατὰ τὸ αὐτὸ πεποιημένοι συνθήκας ἔθειτο πρὸς ἀλλήλους πλάσασθαι καὶ καταψεύσασθαι τῶν μὴ γεγονότων;·

καὶ ποίοις ἄρα πιθανὸν εἰπεῖν χρήσασθαι αὐτοὺς λόγοις ἐπὶ ταῖς συνθήκαις ἢ μή ποτε τοῖς τοιοῖσδε “Ἄνδρες “φίλοι, τὸν μὲν δὴ χθὲς καὶ πρώην ἀπατεῶνα καὶ “πλάνης διδάσκαλον ὑπ’ ὀφθαλμοῖς ἁπάντων ἡμῶν “τὴν ἐσχάτην ὑπομείναντα τιμωρίαν, ὅστις ποτὲ “πάντων ἡμεῖς μάλιστα ἀκριβῶς ἴσμεν, οἷα μύσται “τῶν ἀπορρήτων αὐτοῦ γεγενημένοι· σεμνὸς μέν τις “ τοῖς πολλοῖς ἐφαντάζετο, καί τι πλέον ἔχειν παρὰ ‘‘τοὺς πολλοὺς ἐφρόνει, οὐδὲν δὲ μέγα οὐδὲ τῆς ἀναστάσεως ἄξιον ἐπήγετο, εἰ μή τις τὸ δολερὸν καὶ ‘ὕπουλον λέγοι τοῦ τρόπου, καὶ τὸ διάστροφα διδάξαι “ἡμᾶς αὐτοὺς τόν τε δι’ ἀπάτης τῦφον·

ἀνθ’ ὧν, ‘‘φέρε, δεξιὰς δόντες ἀλλήλοις, ὁμοῦ πάντες συνθώμεθα περὶ αὐτοῦ σύμφωνον ἐξενεγκεῖν εἰς πάντας “ἀνθρώπους πλάνην, καὶ λέγωμεν ἑωρακέναι αὐτὸν τυφλοῖς τὸ βλέψιν κεχαρισμένον, ὃ οὐδείς ποθ’ ἡμῶν ἱστόρησε· καὶ κωφοῖς τὴν ἀκοὴν παρασχεῖν, ὃ οὐδείς ποθ’ ἡμῶν ἤκουσεν· λεπρούς τε καθαρίσαι “καὶ νεκροὺς ἐγεῖραι. καὶ συλλήβδην εἰπεῖν, ἃ μήτε ‘‘εἴδομεν πρὸς αὐτοῦ πραχθέντα μήτε ἠκούσαμεν “λεχθέντα, ταῦτα ὡς ἀληθῶς πεπραγμένα διατεινώ- “μεθα

ἀλλ’ ἐπεὶ καὶ ἡ ἐσχάτη αὐτοῦ τελευτὴ “περιβόητον ἔσχε καὶ διαφανῆ τὸν θάνατον, ὡς μὴ “δύνασθαι αὐτὸν ἐπικρύψασθαι, ἀλλὰ καὶ τοῦτον “ἡμεῖς ἀδιατρέπτως ἐπιλυώμεθα, μαρτυροῦντες εὖ “ μάλα ἀναιδῶς ὅτι δὴ πᾶσιν ἡμῖν μετὰ τὸ ἐκ νεκρῶν “ ἀναβιῶσαι συνεγένετο, ἑστίας τε καὶ τροφῆς συνή- “ θους ἐκοινώνησε. ΛΓ. φυλαττέσθω δ’ ἡμῖν πᾶσι τὸ “ ἀναιδὲς καὶ ἀδιάτρεπτον ^ μενέτω δὲ ἡ ἔκστασις μἐ- “XQL θανάτου ’ τί γὰρ καὶ ἄτοπον ὑπὲρ τοῦ μηδενὸς “ ἀποθνήσκειν ; τί δὲ καὶ λυπεῖ μηδενὸς εὐλόγου χά- “ ῥὶν μάστιγας καὶ βασάνους κατὰ τοῦ σώματος [λα- “ SLv], εἰ δὲ δέοι καὶ δεσμωτηρίων πειρᾶσθαι, ἀτι- “ μιῶν τε καὶ ὕβρεων ὑπὲρ οὐδενὸς ἀληθοῦς, καὶ τοῦθ’ ἡμῖν ἤδη μεμελετήσθω.’

" η·ἴευδώμεθα δὴ πάντες ὁμοῦ συμφώνως, ‘καὶ πλαττώμεθα ἐπ’ οὐδενὸς ὠφελείᾳ, οὔθ’ ἡμῶν οὔτε τῶν ἀπατωμένων,οὐδὲ μὴν αὐτοῦ τοῦ τὰ ψευδῆ πρὸς ἡμῶν ἐκθειαζομένου.

τείνωμεν δὲ τὸ ψεῦ- δὸς μὴ ἐπὶ μόνους τοὺς ὁμοεθνεῖς, ἀλλὰ καὶ εἰς “ πάντας προελθόντες ἀνθρώπους, καὶ σύμπασαν τὴν “ οἰκουμένην καταπλήσωμεν τῶν περὶ αὐτοῦ συντιθε- “ μένων. ἤδη δὲ ἐντεῦθεν νομοθετῶμεν πᾶσι τοῖς ἔθνεσιν ἀντίστροφα ταῖς ἐξ αἰῶνος παρ’ αὐτοῖς περὶ “Τῶν πατρῴων θεῶν δόξαις.

κελεύωμεν Ῥωμαί- "otg αὐτοῖς πρώτιστα πάντων μὴ σέβειν οὓς ἡγοῦντο ‘‘θεοὺς οἶ προπάτορες, παρίωμεν δὲ καὶ ἐπὶ τὴν Ἑλ- ‘, καὶ τοῖς τούτων σοφοῖς ἀντικηρύττωμεν, μηδ’ Αἰγυπτίους ἀνῶμεν, πολεμῶμεν δὲ καὶ τοὺς τούτων θεοὺς, μὴ τὰ Μώσεως πρόσθεν κατ’ αὐτῶν γενό- μένα ἀνατεινόμενοι,

τὸν δὲ τοῦ ἡμετέρου διδασκά- “λου θάνατον ὥσπερ τι φόβητρον αὐτοῖς ἀντιτάτ- ‘‘τοντες, καὶ τὴν ἀπ’ αἰῶνος ἐξ αὐτῶν εἰς πάντας ’ ἀνθρώπους προελθοῦσαν περὶ θεῶν φήμην μὴ ῥηματίοις καὶ λόγοις, δυνάμει δὲ τοῦ σταυρωθέντος διδασκάλου καταλύωμεν, ἀπίωμεν καὶ ἐπὶ τὴν ἄλ- λην βάρβαρον γῆν, καὶ τὰ παρὰ τοῖςπᾶσιν ἀνατρέ- ‘‘πωμεν. προθυμίας δὲ μηδεὶς ἡμῶν λειπέσθω.

‘‘οὔτε γὰρ μικρὸς ὁ ἆθλος τῶν τολμωμένων ἐπεὶ μὴ “Τὰ τυχόντα βραβεῖα ἡμὰς ἐκδέξεται, ἀλλ’ αἱ ἀπὸ τῶν “παρ᾿ ἑκάστοις, ὡς εἰκὸς, νόμων τιμωρίαι, δεσμὰ ” δηλαδὴ καὶ βάσανοι καὶ φυλακαὶ, πῦρ τε καὶ σίδηρος, καὶ σταυροὶ, καὶ θῆρες, ὦν μάλιστα προθυ- ” μητέον καὶ τοῖς κακοῖς ὁμόσε χωρητέον ὑπόδειγμα διδάσκαλον κεκτημένοις.

τί γὰρ τούτων γέ- “νοιτ ἂν κάλλιον ἐχθροὺς καὶ θεοῖς καὶ ἀνθρώποις ’ ἐπ’ οὐδεΜ̀ λόγῳ καταστῆναι, καὶ μή ποτε ἡδέος “ἀπολαῦσαί τινος, μήτε τῶν φιλτάτων ὄνασθαι, μήτε ’ χρημάτων τυχεῖν, μήτε τινὸς ἀγαθοῦ τὸ παράπαν ’ ἐλπίδα κτήσασθαι, εἰκῆ δὲ καὶ μάτην πλανᾶσθαι καὶ πλανᾶν; τοῦτο γὰρ ἦν τὸ συμφέρον καὶ τὸ φέ- ρεσθαι ἐξ ἐναντίας πᾶσι τοῖς ἔθνεσι, καὶ τὸ θεοῖς “τοῖς ἐξ αἰῶνος παρὰ πᾶσιν ὡμολογημένοις πολεμεῖν, τὸν δ’ ὑπ’ ὀφθαλμοῖς ἡμῶν αὐτῶν διδάσκα- ’ λον θεὸν εἶναι, καὶ θεοῦ παῖδα κηρύττειν, ὑπὲρ οὗ ‘καὶ αὐτοὺς θνήσκειν ἑτοίμους εἶναι, μηδὲν ἀληθὲς " παρ’ αὐτοῦ μηδ’ ὠφέλιμον μεμαθηκότας.

ταύτῃ " οὖν καὶ μᾶλλον τιμητέον αὐτὸν, εἰ μηδὲν ἡμᾶς " πάντα τε ἐπὶ τῷ δοξάσαι αὐτοῦ τὴν προση- ’ γορίαν ποιητέον, καὶ πάσας ὕβρεις καὶ τιμωρίας ’ ὑπομενετέον, πάντα τε τρόπον ἀναδεκτέον θανάτου ’ ὑπὲρ μηδενὸς ἀληθοῦς. κακὸν γὰρ ἴσως ἀλήθεια, "tὸ δὲ ψεῦδος ἔχει τοῦ κακοῦ τὸ ἐναντίον.

διὸ " λέγωμεν ὅτι καὶ νεκροὺς ἤγειρεν, καὶ λεπροὺς ἐκα- θάρισε, καὶ δαίμονας ἤλασε, καὶ τῶν ἄλλων παρα- ‘‘δόξων ἔργων γέγονε ποιητὴς, μηδὲν μὲν τοιοῦτον " αὐτῷ συνεγνωκότες, ἑαυτοῖς δὲ τὰ πάντα πλαττό- " μένοι, καὶ πλανῶντες μὲν οὓς δυνατόν ’ εἰ δὲ μὴ πείθοιτό τις, ἀλλ’ αὐτοί γε ὑπὲρ ὧν συντεθεί- “ μεθα τἀπίχειρα τῆς πλάνης καθ’ ἑαυτῶν ἐφελκόμενοι.”

Ἆρά σοι πιθανὰ ταῦτα, ἢ καὶ ἀληθοῦς ἐχόμενα λόγου τὰ τοιαῦτα εἶναι δοκεῖ; καὶ πείσειέ τις ἂν ἑαυτὸν ὡς τὰ τοιαῦτα πλασάμενοι καὶ συνθέμενοι ἀλλήλοις εὐτελεῖς ἄνδρες καὶ ἰδιῶται παρῄεσαν ἐπὶ τὴν Ῥωμαίων ἀρχὴν, ἢ ὡς ἀνθρωπεία φύσις τὸ φιλόζωον οἰκεῖον κεκτημένη δύναιτ’ ἄν ποθ’ ὑπὲρ τοῦ μηδενὸς αὐθαίρετον ὑπομεῖναι τελευτὴν, ἢ ὡς οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ εἰς τοσαύτην ὑπερβολὴν ἐκπληξίας ἤλασαν ὡς μηδὲν μὲν ὑπ’ αὐτοῦ παράδοξον πραχθὲν ἑωρακέναι, αὐτοὺς δ’ ἐκ συνθήματος ὁμοῦ πάντα τὰ τοιαῦτα πεπλάσθαι, ἔπειτα ῥημάτια περὶ αὐτοῦ ψευδῆ συνταξαμένους ὑπὲρ τούτων θνήσκειν ὑπομένειν ἑτοίμως ἔχειν; ἀλλὰ τί φῄς; μὴ προσδοκῆσαι αὐτοὺς μηδὲ ἐλπίσαι δεινόν τι πείσεσθαι ἐκ τῆς περὶ τοῦ Ἰησοῦ μαρτυρίας, διὸ καὶ ἀδεῶς ἐπὶ τὸ περὶ αὐτοῦ κήρυγμα προελθεῖν; ἀλλ’ οὐκ εἰκὸς ἦν ἀπελπίσαι τὰ πάντα ὑπὲρ αὐτοῦ πείσεσθαι τοὺς Ῥωμαίοις ὁμοῦ καὶ Ἕλλησι καὶ βαρβάροις θεῶν ἀνατροπὴν εἰσηγησαμένους.

ἡ δέ γε περὶ αὐτῶν ἱστορία σαφῶς δείκνυσιν ὡς μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπίβουλοί τινες συλλαβόντες αὐτοὺς πρῶτα μὲν παρέδωκαν φυλακῇ, ἔπειτα δὲ ἀπέλυσαν παραγγείλαντες μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· γνόντες δὲ αὐτοὺς μετὰ ταῦτα δημοσίᾳ τῷ πλήθει τὰ περὶ αὐτοῦ διαλεγομένους, ἀναρπάσαντες ἐμάστιζον, ἐπιτιμῶντες ἐπὶ τῇ διδασκαλίᾳ.

ὅτε ἀποκριθεὶς αὖθις αὐτοῖς ὁ Πέτρος εἶπεν “πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.” μετὰ δὲ ταῦτα λίθοις θεὶς ἀναιρεῖται Στέφανος, ἐπὶ τοῦ Ἰουδαίων πλή- θους παρρησιασάμενος, καὶ διωγμὸς οὐχ ὁ τυχὼν ἐπανίσταται τοῖς πρεσβεύουσι τὸ τοῦ Ἰησοῦ ὄνομα.

καὶ πάλιν ἄλλοτε Ἡρώδης ὁ τῶν Ἰουδαίων βασι- λεὺς ἀνεῖλεν τὸν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ, τόν τε Πέτρον ὁ αὐτὸς δεσμοῖς περιέβαλεν, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων γέγραπται. καὶ τούτων ταῦτα πεπονθότων, οἱ λοιποὶ μαθηταὶ ἀπρὶξ ἐχόμενοι τοῦ Ἰησοῦ παρέμενον ἔτι μᾶλλον εἰς πάντας αὐτόν τε καὶ τὰς παραδοξοποιίας αὐτοῦ καταγγέλλοντες.

ἐπὶ τούτοις Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ὃν οἱ πάλαι τὰ Ἱεροσόλυμα οἰκοῦντες ἐκάλουν δίκαιον διὰ τὰ τῆς ἀρετῆς πλεονεκτήματα, ἐρωτηθεὶς πρὸς τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ Ἰουδαίων ἔθνους τίνα περὶ τοῦ Χριστοῦ ἔχοι δόξαν, κἄπειτα ἀποκρινάμενος ὅτι υἱὸς θεοῦ εἴη, λίθοις καὶ αὐτὸς πρὸς αὐτῶν βάλλεται.

καὶ Πέτρος δὲ ἐπὶ ῥώμης κατὰ κεφαλῆς σταυροῦται, Παῦλός τε ἀποτέμνεται, Ἰωάν- νῆς τε νήσῳ παραδίδοται. καὶ τούτων ταῦτα παθόν- παθόντων οὐδεὶς τῶν λοιπῶν ἐξέστη τῆς προθέσεως, δι’ εὐχῆς δὲ τιθέμενοι καὶ αὐτοὶ τῶν ἴσων τοῖς προειρη- μένοις τῆς εἰς τὸ θεῖον εὐσεβείας ἕνεκα τυχεῖν ἐπὶ μᾶλλον τῷ Ἰησοῦ καὶ τοῖς παραδόξοις ἔργοις αὐτοῦ μετὰ παρρησίας ἐμαρτύρουν.

καὶ μὴν ^ εἴπερ ψεύσματαἦν κατὰ συνθήκην αὐτοῖς πεπλασμένα, θαυμάζειν ἄξιον ὅπως τοσοῦτο πλῆθος τὴν συμφωνίαν ἐπὶ τοῖς πλάσμασι καὶ μέχρι θανάτου διεφύλαξεν, οὐδείς τε αὐτῶν πώποτε τὰ συμβάντα τοῖς προανῃ- ρημένοις τρέσας ἐξέστη τῆς ἑταιρίας, οὐδ’ ἀντεκή- ρυξε τοῖς ἄλλοις εἰς φῶς ἀγαγὼν τὰ συντεθειμένα, ἀλλὰ καὶ ὁ ζῶντα προδοῦναι τολμήσας αὐτὸν αὐτο- χειρίᾳ καθ’ ἑαυτοῦ παραχρῆμα τὴν δίκην ἐπεσπά- σατο.

κἀκεῖνο δὲ πῶς οὐ μεστὸν ἐκπλήξεως, τὸ πλάνους ἄνδρας καὶ ἰδιώτας, μήτε λαλεῖν μήτε ἀκούειν πλέον τῆς πατρίου φωνῆς ἐπισταμένους, μὴ μόνον διανοηθῆναι τολμήσαι προελθεῖν ἐπὶ τὴν τῶν ἐθνῶν ἁπάντων περίοδον, ἀλλὰ καὶ προελθόντας κατορθῶσαι τὸ ἐπιτήδευμα; σκέψαι δὲ ὁποῖόν ἐστι καὶ τὸ μηδένα μηδαμοῦ διάφωνον ἐξενεγκεῖν περὶ τῶν πράξεων τοῦ Ἰησοῦ λόγον.

εἰ γὰρ ἐπὶ πάντων ἀμφιγνοουμένων πραγμάτων ἔν τε τοῖς κατὰ νόμους δικαστηρίοις καὶ ἐν ταῖς κοιναῖς ἀμφισβητήσεσι τῶν ὁ μαρτύρων συμφωνία κυροῖ τὸ ἀμφιγνοούμενον, “ἐπὶ στόματος δ’ οὖν δύο καὶ τριῶν μαρτύρων συνίσταται πᾶν ῥῆμα”, πῶς οὐκ ἂν ἡ ἀλήθεια καὶ ἐπὶ συσταίη, δώδεκα μὲν ὄντων ἀποστόλων, ἑβδομήκοντα δὲ μαθητόν, μυρίου τε πλήθους τούτων ἐκτὸς, πάντων θαυμαστὴν συμφωνίαν ἐπιδεδειγμένων, καὶ μαρτυρησάντων γε τοῖς ὑπὸ τοῦ Ἰησοῦ πεπραγμένοις, οὐκ ἀνιδρωτὶ, διὰ δὲ βασάνων ὑπομονῆς καὶ πάσης αἰκίας καὶ θανάτου, καὶ ἐπὶ πᾶσιν ὑπὸ τοῦ θεοῦ μαρτυρηθέντων, ὃς τὸν ὂπ αὐτῶν καταγγελθέντα λόγον ἔτι καὶ νῦν καὶ εἰς ὅλον τὸν αἰῶνα κρατύνει;

Ταῦτα μὲν οὖν ἀρχῆς ἀτόπου κατὰ συγχώρησιν δοθείσης γεγυμνάσθω. τὸ γὰρ τοῖς ἐγγράφοις τἀναντία ὑπολαβεῖν, καὶ φάναι τὸν Ἰησοῦν διδάσκαλον γεγονέναι μὴ σωφρόνων λόγων, ἀδικίας δὲ καὶ πλεονεξίας καὶ πάσης ἀκολασίας, τούς τε μαθητὰς αὐτοῦτοιαῦταπαρ᾿ αὐτοῦ δεδιδαγμένους παντορέκτας γεγονέναι καὶ παμπονήρους τῶν πώποτε ἀνθρώπων, καθ’ ὑπόθεσιν ἡμῖν συνεχωρεῖτο· ὅπερ ἦν παντὸς ἀτοπώτατον, ὅμοιον ὡς εἰ καὶ Μώσεως ἐν τοῖς νόμοις λέγοντος “οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,” συκοφαντῶν αὐτὸν διέβαλλέ τις λέγων εἰρωνείᾳ ταῦτα φάναι καὶ προσποιήσει·

βούλεσθαι μὲν γὰρ τοὺς ὑπηκόους καὶ φονεύειν καὶ μοιχεύειν καὶ τἀναντία πράττειν οἷς νομοθετεῖ, προσποιεῖσθαι δὲ σχηματίζεσθαι καὶ καθυποκρίνεσθαι τὸν σεμνὸν βίον. ταύτῃ γὰρ καὶ τὰς τῶν παρ’ Ἕλλησι φιλοσόφων ὑποθήκας διαβάλλοι ἄν τις τόν τε καρτερικὸν βίον καὶ τοὺς λόγους αὐτῶν πάντων, φάσκων ἐναντίως μὲν τοῖς ἀναγεγραμμένοις διατεθεῖσθαι αὐτοὺς καὶ ἀναβεβιωκέναι, προσπεποιῆσθαι δὲ καθ’ ὑπόκρισιν τὸν φιλόσοφον ἑλεῖν βίον.

οὕτως δέ τις καὶ πάσας ἀπλῶς εἰπεῖν τὰς τῶν παλαιῶν διαβάλλοι ἂν ἱστορίας, ἀθετῶν τὴν ἐν αὐταῖς ἀλήθειαν, καὶ εἰς τοὐναντίον τὰ δηλούμενα παρεκδεχόμενος.

ἀλλ’ ὡς οὐκ ἄν τις ὀκνήσειε τῶν εὖ φρονούντων μαίνεσθαι τὸν τοιοῦτον ἀποφήνασθαι, οὕτω καὶ ἐπὶ τῶν τοῦ σωτῆρος λόγων τε καὶ μαθημάτων, εἴ τις τἀληθὲς διαστρέφων τὴν ἐναντίαν οἷς ἐδίδασκε περιβάλλειν αὐτῷ δόξαν πειρῷτο.

πλὴν ἀλλ’ ἐδόθη καὶ τοῦτο ὡς ἐν ὑποθέσει, ὅπως καὶ ἐκ περιουσίας καὶ ἐν ἀτόπῳ συγχωρήσει τὸ ἀσύστατον τοῦ δι’ ἐναν- τίας λόγου φανῇ.

Ἐληλεγμένου δῆτα τούτου, φέρε ἀναδραμόντες ἐπὶ τὴν τῶν ἱερῶν γραφῶν ἀλήθειαν τὸ ἦθος τῶν τοῦ Ἰησοῦ μαθητῶν θεασώμεθα. αὐτόθεν μὲν οὖν ἄν τις εὖ φρονῶν πῶς οὐ πάσης ἀποδοχῆς αὐτοὺς ἀξίους κρίνειεν, ἄνδρας μὲν εὐτελεῖς ὁμολογουμένως καὶ τὸν λόγον ἰδιώτας, εὐσεβοῦς δὲ καὶ φιλοσόφου διδασκαλίας εἰς ἔρωτα συμβεβηκότας, καὶ στέρξαντας βίον καρτερικὸν καὶ ἐπίπονον, διὰ νηστειῶν, οἴνου τε καὶ κρεῶν ἀποχῆς, καὶ πλείστης ἄλλης ταπεινώσεως τοὐ σώματος, διά τε εὐχῶν καὶ ἱκετηριῶν τῶν πρὸς τὸν θεὸν, καὶ πολὺ πρότερον δι’ ἄκρας σωφροσύνης καὶ ἁγνείας σώματος ὁμοῦ καὶ ψυχῆς κατορθούμενον.

τίς δ’ οὖν οὐκ ἂν αὐτοὺς θαυμάσειε δι’ ὑπερβολὴν φιλοσοφίας καὶ ταῖς κατὰ νόμον συγκεχωρημέναις γαμεταῖς ἀποτεταγμένους, καὶ μήθ’ ὑπὸ τῆς φυσικῆς ἡδονῆς καθελκυσθέντας, μήτε παίδων καὶ ἐκγόνων ἐπιθυμίᾳ δουλωθέντας, ἐπεὶ μηδὲ θνητῶν ἐκγόνων, ἀλλ’ ἀθανάτων ὠρέχθησαν;

τὸ δὲ ἀφιλοχρήματον αὐτῶν τοῦ τρόπου πῶς οὐκ ἄν τις ἐκπλαγείη; καὶ τοῦτο τεκμηράμενος ἐκ τοῦ μὴ φεύγειν, ἀλλ’ ἀσπί σασθαι διδάσκαλον χρυσοῦ καὶ ἀργύ- ῥοῦ τὴν κτῆσιν ἀπαγορεύοντα, καὶ νομοθετοῦντα μηδὲ μέχρι δευτέρου χιτῶνος αὔξειν τὴν ὕπαρξιν· ὅπερ τάχα τις ἀκούσας παρῄτητο ἂν τὸ βαρὺ τοῦ προστάγματος, οἱ δὲ καὶ ἔργον πεποιηκότες τὸν λόγον ἀποδείκνυνται. αἰτήσαντος γοῦν ποτε τοὺς ἀμφὶ τὸν Πέτρον χωλοῦ τινος· οὗτος δ’ ἦν τῶν δι’ ἐσχάτην ἀπορίαν τὰς τροφὰς μεταιτούντων·) οὐκ ἔχων ὁ Πέ τρος ὅ τι δῷ ὡμολόγει πάσης ὑπάρξεως χρυσίου καὶ ἀργυρέου καθαρεύειν, φήσας “ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει.”

σκυθρωπὰ δὲ αὐτοῖς προαγγέλλοντος τοῦ διδασκάλου, προσέχοντες δι’ ὧν πρὸς αὐτοὺς ἔλεγεν “ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε” καὶ πάλιν “κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται, πῶς οὐκ αὐτοὶ μὲν δῆλοι τὸν τρόπον ὅτι δὴ στερροί τινες καὶ βαθεῖς ὑπῆρχον, μὴ φεύγοντες τὰ τῆς ψυχῆς γυμνάσια, μηδὲ τὰ πρὸς ἡδονὴν μεταδιώκοντες; καὶ ὁ διδάσκαλος δὲ, ὅτι μὴ δι’ ἀπάτης θέλγων αὐτοὺς καὶ τὰ οἰκεῖα προισχόμενος ἐξῳκειοῦτο, ἐλευθέρῳ δὲ καὶ ἀληθεῖ λόγῳ τὰ συμβησόμενα θεσπίζων, τὴν αἵρεσιν τῆς κατ’ αὐτὸν πολιτείας εἰς αὐτοὺς ἐνετίθετο; τοιαῦτα δὲ ἢν καὶ τὰ περὶ τῶν μελλόντων διὰ τὸ ὄνομα αὐτοῦ συμβήσεσθαι αὐτοῖς, ἐν οἷς προλέγων ἐματρύρατο ὅτι καὶ ἐπὶ ἡγεμονίας ἀχθήσονται, καὶ μέχρι βασιλέων φθάσουσιν, καὶ παντοίας ὑπομενοῦσι τιμωρίας, δι’ οὐδὲν μὲν φαῦλον, οὐδὲ δι’ ἑτέραν εὔλουον αἰτίαν, αὐτὸ δὲ τοῦτο ὅλον διὰ τὸ ὄνομα αὐτοῦ.

ὃ καὶ ἔστιν εἰς δεῦρο θεωροῦντας ἐνεργούμενον καταπλαγῆναι τὴν πρόρρησιν· ἡ γὰρ τοῦ Ἰησοῦ ὀνόματος ὁμολογία τοὺς θυμοὺς εἴωθεν ἐκκαίειν τῶν ἀρχόντων.

κἂν μηδὲν γὰρ φαῦλον ᾐ πεπραγμένον τῷ τὸν Χριστὸν ὁμολογοῦντι, κολάζουσιν ὅμως αἰκιζόμενοι διὰ τὸ ὄνομα αὐτοῦ, ὡς πάντων ἀνοσιουργῶν χαλεπωτέρους· εἰ δ’ ἐξομόσαιτό τις τὴν προσηγορίαν, καὶ ἀρνηθείη μὴ εἶναι τῶν Χριστοῦ μαθητῶν, ἀφεῖται παραχρῆμα ἐλεύθερος, κἂν μυρίοις ἔνοχος ἁλίσκηται πλημμελήμασιν.

καὶ τί με χρὴ μυρία συναγαγεῖν τὸ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν διαγράφειν ἦθος πειρώμενον, ἀρκούντων καὶ τῶν εἰρημένων εἰς ἀπόδειξιν τοῦ προκειμέ- νοῦ; οἶς ἔτι ταῦτα προσθεὶς ἐπὶ τὸ ἕτερον στῖφος τῶν συκοφαντῶν μεταβήσομαι.

Ματθαῖος ἀπόστολος τὸν πρότερον βίον οὐκ ἀπὸ σεμνῆς διατριβῆς ὡρμᾶτο, ἐκ δὲ τῶν ἀμφὶ τὰς τελωνείας καὶ πλεονεξίας σχολαζόντων. τοῦτο οὐδεὶς τῶν εὐαγγελιστῶν ἐδήλωσεν, οὐχ ὁ συναπόστολος αὐτοῦ Ἰωάννης, οὐδὲ Λουκᾶς, οὐδὲ Μάρκος, αὐτὸς δὲ Ματθαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον, καὶ κατήγορος αὐτὸς ἑαυτοῦ γιγνόμενος.

ἐπάκουσον γοῦν ὅπως διαρρήδην ἐπ’ ὀνόματος αὐτοῦ μέμνηται ἐν τῷ πρὸς αὐτοῦ γραφέντι εὐαγγελίῳ τοῦτον λέγων τὸν τρόπον ‘καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον ὀνόματι, καὶ εἶπεν αὐτῷ, ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. καὶ ἐγένετο ἀνακειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ,” καὶ πάλιν προιὼν ἑξῆς, τόν τε κατάλογον τῶν μαθητῶν ἐξαριθμούμενος, αὐτὸς ἑαυτῷ τὸ τοῦ τελώνου ὄνομα προστίθησιν.

λέγει δ’ οὖν “τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θω- μᾶς καὶ Ματθαῖος ὁ τελώνης.”

Οὕτως μὲν ὁ Ματθαῖος δι’ ὑπερβολὴν ἐπιεικείας τὸ φιλάληθες ὑποφαίνων τοῦ ἰδίου τρόπου καὶ τελώνην ἑαυτὸν ἀπεκάλει, μὴ ἐπικρύπτων τὸν πρότερον ἑαυτοῦ βίον καὶ τοῦ συζύγου δεύτερον ἑαυτὸν κατέλεγεν.

συνεζευγμένος γοῦν τῷ Θωμᾷ, ὁ Πέτρος Ἀνδρέᾳ, καὶ Ἰάκωβος τῷ Ἰωάννῃ, καὶ Φίλιππος Βαρθολομαίῳ, προτάττει ἑαυτοῦ τὸν Θωμᾶν, προτιμῶν ὡς κρείττονα τὸν συναπόστολον, τῶν λοιπων εὐαγγελιστῶν τοὐναντίον πεποιηκότων. ἄκουε γοῦν Λουκᾶ, πῶς τοῦ Ματθαίου μνημονεύσας οὐ τελώνην ὀνομάζει, οὐδ’ ὑποτάττει τῷ Θωμᾷ, κρείττονα δὲ αὐτὸν εἰδὼς πρῶτον αὐτὸν κατέλεξεν, δεύτερον τὸν Θωμᾶν ἐπαγαγών.

ὥσπερ καὶ ὁ Μάρκος πε- ποίηκεν · ἔχουσι δὲ αὐτοῦ αἶ λέξεις οὕτως “καὶ ὅτε ἡμέρα ἐγένετο, ἐφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἐξ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, Σίμωνα, ὃν καὶ ἐκάλεσε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν.

Οὕτως μὲν τὸν Ματθαῖον ὁ. Λουκᾶς ἐτίμη- σεν, καθ’ ἃ παρέδωκαν αὐτῷ οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου. καὶ τὸν Ἰωάννην δὲ ὅμοιον εὕροις ἂν τῷ Ματθαίῳ.

ἐν μὲν γὰρ ταῖς ἐπιστολαῖς αὐτοῦ οὐδὲ μνήμην τῆς οἰκείας προσηγορίας ποιεῖται, ἢ πρεσβύτερον ἑαυτὸν ὀνομάζει, οὐδαμοῦ δὲ ἀπόστολον, οὐδὲ εὐαγγελιστήν· ἐν δὲ τῷ εὐαγγελίῳ ἐπισημηνάμενος ὃν ἠγάπα ὁ Ἰησοῦς οὐκ ἐδήλωσεν ὀνομαστὶ ἑαυτόν. ὅ γε μὴν Πέτρος οὐδὲ καθῆκεν ἐπὶ τὴν εὐαγγελίου γραφὴν δι’ εὐλαβείας ὑπερβολήν.

τούτου Μάρκος γνώριμος καὶ φοιτητὴς γεγονὼς ἀπομνημονεῦσαι λέγεται τὰς τοῦ Πέτρου περὶ τῶν πράξεων τοῦ Ἰησοῦ διαλέξεις, ὃς ἐλθὼν ἐπ’ ἐκεῖνα τῆς ἱστορίας, ἐν οἶς ὁ Ἰησοῦς ἐρωτήσας τίνα φασὶν αὐτὸν οἱ ἄνθρωποι, καὶ αὐτοὶ δὲ οἱ αὐτοῦ μαθηταὶ τίνα δόξαν ἔχοιεν περὶ αὐτοῦ, ὑπακούσαντος τοῦ Πέτρου, ὡς περὶ Χριστοῦ, οὐδὲν ἀποκριναμενον τὸν Ἰησοῦν οὐδὲ λέγοντα αὐτῷ γράφει, ἀλλ’ ὅτι ἐπετίμησεν αὐτοῖς, ἔνα μηδενὶ λέγωσι περὶ αύτοῦ.

οὐ γὰρ παρῆν ὁ Μάρκος τοῖς ὑπὸ τοῦ Ἰησοῦ λεχθεῖσιν, ἀλλ’ οὐδὲ Πέτρος τὰ πρὸς αὐτὸν καὶ περὶ αὐτοῦ λεχθέντα τῷ Ἰησοῦ ἐδικαίου δι’ οἰκείας προφέρειν μαρτυρίας. τίνα δὲ ἦν τὰ πρὸς αὐτὸν λεχθέντα Ματθαῖος δηλοῖ διὰ τούτων “ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, καὶ ἐγώ σοι λέγω, σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτην τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς, καὶ δώσω σοι τὰς κλείς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.

Τοσούτων εἰρημένων τῷ Πέτρῳ ὑπὸ τοῦἸησοῦ, ὁ Μάρκος μηδενὸς τούτων μνημονεύσας, ὅτι μηδ’ ὁ Πέτρος ταῦθ’, ὡς εἰκὸς, ἐν ταῖς αὐτοῦ διδασκαλίαις δασκαλίαις ἐξηγόρευσεν, ὅρα τί φησὶν, ἐρωτήσαντος τοῦ Ἰησοῦ, “ “ἀποκριθεὶς ὁ Πέτρος λέγει, σὺ εἶ καὶ ἐπετίμησεν αὐτοῖς, ἔνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.”

ταῦτα μὲν οὖν ὁ Πέτρος εἰκότως παρασιωπᾶσθαι ἠξίου· διὸ καὶ Μάρκος αὐτὰ παρέλιπεν, τὰ δὲ κατὰ τὴν ἄρνησιν αὐτοῦ εἰς πάντας ἐκήρυξεν ἀνθρώπους, ἐπεὶ καὶ ἔκλαυσεν ἐπ’ αὐτῇ πικρῶς.

εὕροις δ’ οὖν τὸν Μάρκον ἱστοροῦντα περὶ αὐτοῦ τάδε “καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῆ̣ ἔρχεται πρὸς αὐτὸν μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, καὶ ἰδοῦσα αὐτὸν θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, καὶ σὺ μετὰ Ἰησοῦ τοῦ Ναζωραίου ἦς. ὁ δὲ ἠρνήσατο λέγων, οὔτε οἶδα οὔτε ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν εἰς τὴν ἔξω πρόαυλιν, καὶ ἀλέκτωρ ἐφώνησεν. πάλιν δὲ ἰδοῦσα αὐτὸν ἡ παιδίσκη ἤρξατο λέγειν τοῖς παρεστῶσιν, οὗτος ἐξ αὐτῶν ἐστιν.

ὁ δὲ πάλιν ἠρνήσατο. καὶ μετὰ μικρὸν πάλιν παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ· ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν λέγετε· καὶ εὐθέως ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν.

Μάρκος μὲν ταῦτα γράφει, Πέτρος δὲ ταῦτα περὶ ἑαυτοῦ μαρτυρεῖ· πάντα γὰρ τὰ παρὰ Μάρκῳ τῶν Πέτρου διαλέξεων εἶναι λέγεται ἀπομνημονεύματα. οἱ δὴ οὖν τὰ μὲν δόξαντα αὐτοῖς ἀγαθὴν φέρειν φήμην παραιτούμενοι, τὰς δὲ καθ’ ἑαυτῶν διαβολὰς εἰς ἄληστον αἰῶνα καταγράφοντες, καὶ τῶν πλημμεληθέντων αὐτοῖς τὰς κατηγορίας, ἃς οὐκ ἄν τις ἔγνω τῶν μετὰ ταῦτα εἰ μὴ διὰ τῆς αὐτῶν ἔμαθεν φωνῆς, καθ’ ἑαυτῶν στηλιτεύοντες, πῶς οὐ φιλαυτίας μὲν ἀπάσης καὶ ψευδολογίας ἐκτὸς γεγονέναι ἐνδίκως ἂν ὁμολογοῖντο, φιλαλήθους δὲ διαθέσεως σαφῆ καὶ ἐναργῆ τεκμήρια παρεσχηκίναι;

οἱ δέ γε τοὺς τοιούσδε πεπλάσθαι καὶ κατεψεῦσθαι νομίζοντες, καὶ οἶα πλάνοις βλασφημεῖν πειρώμενοι, πῶς οὐκ ἂν γένοιντο καταγέλαστοι, φίλοι μὲν φθόνου καὶ βασκανίας, ἐχθροὶ δὲ αὐτῆς ἀληθείας ἁλισκόμενοι, οἵ γε τοὺς οὕτως ἀπανούργους καὶ ἄπλαστον ὡς ἀληθῶς καὶ ἀκέραιον ἦθος διὰ τῶν οἰκείων λόγων ἐπιδεδειγμένους, πανούργους τινὰς καὶ δεινοὺς ὑποτίθενται σοφιστὰς, ὡς τὰ μὴ ὄντα πλασαμένους, καὶ τῷ οἰκείῳ διδασκάλῳ τὰ μὴ πρὸς αὐτοῦ πραχθέντα κεχαρισμένως ἀναθέντας; ὡς εὖ μοι δοκεῖ εἰρῆσθαι, πάντα χρὴ πιστεύειν τοῖς τοῦ Ἰησοῦ μαθηταῖς, ἢ μή· καὶ εἰ μόνοις τούτοις τοῖς ἀνδράσιν ἀπιστητέον, καὶ τοῖς πᾶσιν, οἵτινες ποτ’ ἄρα παρ’ Ἕλλησιν ἢ παρὰ βαρβάροις βίους καὶ λόγους καὶ ἀπομνημονεύματα τῶν κατὰ χρόνους ἐπί τισιν ἀγαθοῖς κατορθώμασι βοηθέντων συνεγράψαντο· ἢ τοῖς μὲν ἄλλοις πιστεύειν εὔλογον, μόνοις δὲ τούτοις ἀπιστεῖν.
καὶ πῶς οὐκ ἐμφανὴς ὁ φθόνος; τί δέ; οἶ καταψευδόμενοι τοῦ διδασκάλου, καὶ τὰ μὴ γεγονότα τῇ αὐτῶν παραδιδόντες γραφῇ, ἆρα καὶ τὰ πάθη κατεψεύσαντο αὐτοῦ; τὴν ἑνὸς λεγω μαθητοῦ προδοσίαν, καὶ τὴν τῶν συκοφαντῶν κατηγορίαν, χλεύας τε καὶ διασυρμοὺς δικαστῶν, τάς τε ὕβρεις καὶ τὰς πληγὰς τὰς κατὰ προσώπου, μάστιγάς τε κατὰ νώτου, καὶ τὸν ἐξ ἀκανθῶν στέφανον ἐπ’ ἀτιμίᾳ περιτιθέμενον αὐτῷ, φοινικοῦν τε χιτῶνα ἐν χλαμύδος σχήματι περιβληθέντα, καὶ τέλος αὐτὸν αὐτὸ τὸ τοῦ σταυροῦ τρόπαιον ἐπικομίζοντα, ἐν τούτῳ τε πηγνύμενον καὶ χεῖρας καὶ πόδας καταπειρόμενον, ὄξει τε ποτιζόμενον, καὶ παιόμενον κατὰ κόρρης καλάμῳ, καὶ πρὸς τῶν ὁρώντων ὀνειδιζόμενοςν;

ἀλλὰ γὰρ καὶ ταῦτα, καὶ ὅσα τούτοις συμφέρεται ὅμοια, πεπλάσθαι χρὴ πρὸς τῶν αὐτοῦ μαθητῶν, ἢ ἐν τούτοις μὲν χρὴ πιστεύειν αὐτοῖς ὡς ἀληθεστάτοις, ἐν δὲ τοῖς ἐπιδόξοις καὶ σεμνοτέροις ἀπιστεῖν.

καὶ πόθεν τὸ περὶ αὐτοὺς ἐναντίον δόγμα συστήσεται; τὸ γὰρ ἀληθεύειν τοὺς αὐτοὺς φάναι καὶ ἐν τῷ αὐτῷ ψεύδεσθαι οὐδέν ἐστιν ἢ τἀναντία κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγειν.

τίς οὖν ὁ τούτων ἔλεγχος; εἰ γὰρ δὴ πλάττεσθαι αὐτοῖς σκοπὸς ἦν, καὶ λόγοις ψευδέσι τὸν διδάσκαλον κοσμεῖν, οὐκ ἄν ποτε αὐτοῖς τὰ προειρημένα κατέγραφον, οὐδ’ ἂν ἐδήλουν τοῖς μετὰ ταῦτα ἀνθρώποις, ὅτι δὴ ἐλυπεῖτο καὶ ἠδημόνει καὶ τετάρακτο τὴν ψυχὴν, ὅτι αὐτοὶ αὐτὸν ἀπολιπόντες ᾤχοντο, ἢ ὅτι ὁ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς αὐτοῦ Πέτρος βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς τρίτον αὐτὸν ἐξωμόσατο. ταῦτα γὰρ κἂν ἄλλων λεγόντων χρῆν δήπουθεν ἀρνεῖσθαι τοὺς οὐδὲν ἄλλο ἢ χαρίζεσθαι τὰ σεμνότερα τῷ διδασκάλῳ προτεθειμένους.

εἰ δὲ φιλαλήθεις ἐν τοῖς περὶ αὐτοῦ σκυθρωποῖς διηγή- μασι φαίνονται, πολὺ μᾶλλον ἐν τοῖς ἐνδοξοτέροις εἶεν ἂν τοιοῦτοι. τοὺς γὰρ ἅπαξ ψεύδεσθαι προελομένους τὰ λυπηρὰ χρῆν μᾶλλον ἐκφυγεῖν ἤτοι διὰ σιωπῆς, ἢ διὰ τῆς περὶ αὐτῶν ἀρνήσεως, μὴ ἄλλως τῶν ὀψιγόνων ἐλέγξαι δυναμένων τὰ σεσιγημένα.

διὰ τί γὰρ μὴ ἐψεύσαντο, καὶ ἔφησαν ὅτι Ἰούδας μὲν ὁ προδοὺς αὐτὸν φιλήματι, τολμήσας τὸ σύμβολον ἐνδείξασθαι τῆς προδοσίας, ἀπολιθωθείη αὐτίκα, ὁ δὲ ῥαπίσαι αὐτὸν τολμήσας ξηρὸς παραχρῆμα γένοιτο τὴν δεξιὰν, ὁ δ’ ἀρχιερεὺς Καïάφας, ὡς ἂν συντρέχων τοῖς κατ’ αὐτοῦ συκοφάνταις, πηρωθείη τὰς ὄψεις;

διὰ τί δὲ μὴ ἐψεύσαντο πάντες, ὅτι μηδὲν σκυθρωπὸν ἀληθῶς περὶ αὐτὸν γέγονεν, ἀλλ’ ὁ μὲν ἀφανὴς ἢν καταγελάσας αύτῶν τοῦ δικαστηρίου, οἱ δὲ ἐπιβουλεύοντες, ὑπὸ φαντασίας θεηλάτου πλανώμενοι, ἐνεργεῖν κατ’ αὐτοῦ μὴ παρόντος ἐδόκουν; τί δ’ ἄρα; οὐκ ἦν σεμνότερον τοῦ πλάττεσθαι ὅτι τῶν τοιῶνδε ποιητὴς ἔργων παραδόξων γέγονεν, τὸ γράφειν ὅτι μηδὲν μὲν ἀνθρώπινον μηδὲ θνητὸν περὶ αὐτὸν συνέβη, ἐνθέῳ δὲ δυνάμει τὰ πάντα καταστησάμενος τὴν εἰς οὐρανοὺς ἐπάνοδον μετὰ θειοτέρας δόξης ἐποιήσατο; οὐ γὰρ δὴ τούτοις ἀπιστεῖν ἔμελλον οἱ ταῖς ἄλλαις αὐτῶν διηγήσεσι πεπιστευκότες.
οἱ δὴ οὖν μηδὲν τῆς ἀληθείας ἐν τοῖς ἀπεμφαίνουσι καὶ σκυθρωποῖς παραχαράξαντες πῶς οὐκ ἂν εἶεν ἄξιοι καὶ ἐν τοῖς λοιποῖς, οἶς ἐμαρτύρησαν αὐτῷ τὰ παράδοξα, φαύλης ἐκτὸς ὑπονοίας καθεστάναι ; αὐ- τάρκης μὲν οὖν καὶ ἡ τῶνδε τυγχάνει περὶ τοῦ σω- σωτῆρος ἡμῶν μαρτυρία. οὐδὲν δὲ οἷον ἐκ περιουσίας καὶ τῷ ἐξ Ἑβραίων Ἰωσήπῳ μάρτυρι χρήσασθαι, ὃς ἐν τῷ ὀκτωκαιδεγͅάτῳ τῆς ἸουδαΙ·κής Ἀρχαιολογίας τὰ κατὰ τοὺς Πιλάτου χρόνους ἱστορῶν μέμνηται τοῦ σωτῆρος ἡμῶν ἐν τούτοις

“ Γίνεται δὲ κατ’ ἐκεῖνον τὸν χρόνονἸησοῦς, σοφὸς ἀνὴρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή. ἦν γὰρ παραδόξων ἔργων ποιητὴς, διδάσκαλος ἀνθρώπων τἀληθῆ σεβομένων. καὶ πολλοὺς μὲν τοῦ Ἰουδαικοῦ, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν· καὶ αὐτὸν ἐνδείξει τῶν παρ’ ἡμῖν ὰρχόν- τῶν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες.

ἐφάνη γὰρ αὐτοῖς τρίτην ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ εἰρηκότων. ὅθεν εἰσέτι νῦν ἀπὸ τοῦδε τῶν Χριστιανῶν οὐκ ἐπέλιπε τὸ φῦλον.”

Εἰ τοίνυν καὶ κατὰ τὸν ἱστορικὸν μαρτυρεῖ- μαρτυρεῖταί οὐ μόνον τοὺς δώδεκα ἀποστόλους οὐδὲ τοὺς ἑβδομήκοντα μαθητὰς ἐξῳκειωμένος, ἀλλὰ πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ τοῦ Ἑλληνικοῦ προσαγό- προσαγόμενος, δῆλος ἂν εἴη περιττόν τι κεκτημένος παρὰ τοὺς λοιποὺς ἀνθρώπους.

πῶς γὰρ ἂν ἄλλως προσήγετο τοῦ ἸουδαΙ·κοῦ καὶ τοῦ Ἑλληνικοῦ πλείους, εἰ μή τισι θαυμαστοῖς καὶ παραδόξοις ἔργοις καὶ ξενι- ζούσῃ κέχρητο διδασκαλίᾳ; μαρτυρεῖ δὲ καὶ ἡ τῶν Πραξέων τῶν ἀποστόλων γραφὴ, ὅτι πολλαὶ μυριά- ’δες ἦσαν Ἰουδαίων ἀνδρῶν πεπεισμένων αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ὑπὸ τῶν προφητῶν κατηγγελμένον. καὶ ἡ ἱστορία δὲ κατέχει ὡς καὶ μεγίστη τις ἦν ἐκκλησία Χριστοῦ ἐν τοῖς Ἱεροσολύμοις ὑπὸ Ἰουδαίων συγκροτουμένη μέχρι τῶν χρόνων τῆς κατ’ Ἀδριανὸν πολιορκίας.

λέγονται γοῦν οἱ πρῶτοι κατὰ διαδοχὴν προστάντες αὐτόθι ἐπίσκοποι Ἰουδαῖοι γεγονέναι, ὧν καὶ τὰ ὀνόματα εἰσέτι νῦν παρὰ τοῖς ἐγχωρίοις μνημονεύεται· ὡς καὶ ἐκ τούτων λελύσθαι πᾶσαν τὴν κατὰ τῶν μαθητῶν αὐτοῦ διαβολὴν, ὅτε καὶ πρὸς αὐτῶν καὶ δίχα τῆς αὐτῶν μαρτυρίας μυρία ὁμολογεῖται πλήθη Ἰουδαίων τε καὶ Ἑλλήνων αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ δι’ ὧν ἐπετέλει παραδόξων ἔργων ὑφ’ ἑαυτὸν πεποιημένος.

Ἀλλὰ τούτων ἡμῖν ἐπὶ τοσοῦτον εἰρημένων πρὸς τὸ πρῶτον τῶν ἀπίστων τάγμα, φέρε καὶ πρὸς τὸ δεύτερον στῖφος ἐνστῶμεν. τοῦτο δὲ ἦν τὸ τῶν συνομολογούντων μἐν τὸν Ἰησοῦν τὰ παράδοξα πεποιηκέναι, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων, οἶα θαυματουργὸν ἢ φαρμακέα τινα, θαυμαστῶσαι τοὺς παρόντας.

Καὶ δὴ τούσδε πρῶτον ἀπάντων ἐρωτητέον τίνα φαῖεν πρὸς τὰ προωδευμένα; ἆρα γὰρ ἐπινοῆσαι δυνατὸν, ἄνδρα διδάσκαλον σεμνῆς καὶ παναρέτου πολιτείας, ὑγιῶν τε καὶ ἀληθῶν δογμάτων, οἵων προδιήλθομεν, γόητα τὸν τρόπον γεγονέναι,. εἰ δὲ δὴ μαγγανευτής τις ἦν καὶ φαρμακεὺς, ἀπατεών τε καὶ γόης, πῶς ἂν τοιαύτης διδασκαλίας πᾶσι τοῖς ἔθνεσι κατέστη αἴτιος, οἵας αὐτοῖς ὁρῶμεν ὀφθαλμοῖς καὶ ἀκοαῖς εἰς δεῦρο παραλαμβάνομεν ; ποῖος δὲ καὶ αἱρήσεται τὰ ἀσύνακτα συνάγειν; γόης μὲν γάρ τις ὡς ἀληθῶς ἀνόσιος καὶ μιαρὸς τὸν τρόπον, ἀπειρημένοις καὶ ἀνοσίοις ἐγχειρῶν, πάντα πράττει αἰσχροῦ καὶ ῥυπαροῦ κέρδους χάριν.

μή τι οὖν καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς, ὁ Χριστὸς τοῦ θεοῦ, τοιοῖσδέ τισιν ἔνοχος ἦν ; πόθεν, ἢ πῶς, ὁ τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς πρὸς αὐτῶν μεμαρτύρηται, εἰρηκὼς ‘μὴ κτήσησθε χρυσὸν μηδ’ ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδ’ ὑποδήματα ;” δ’ ἂν ἐπείθοντο λέγοντι καὶ ἐν ἀπομνημονεύμασιν ἐγγράφοις ταῦτα παραδιδόναι ἠξίουν, εἰ χρηματιζόμενον τὸν διδάσκαλον ἑώρων καὶ τἀναντία οἷς ἑτέρους ἐδίδασκε μετιόντα;

πάλαι δ’ ἂν καταγελάσαντες αὐτοῦ καὶ τῶν λόγων καταπτύσαντες ἀνεχώρησαν τῆς μαθητείας εἰκότως, εἰ αὐτοῖς μὲν τοιαῦτα σεμνῶς νομοθετοῦντα ἑώρων, αὐτὸν δὲ τὸν νομοθέτην κατ’ οὐδένα τρόπον ἑπόμενον τοῖς οἰκείοις λόγοις.

πάλιν ὁ μὲν γόης καὶ ὡς ἀληθῶς πλάνος τοῖς ἀπειρημένοις καὶ τοῖς ἀνοσίοις ἑαυτὸν ἐπιδίδωσιν ἀνοσίων καὶ ἀθεμίτων ἡδονῶν ἕνεκεν θήρας, ὥστε ἤδη διὰ τὰς μαγγανείας γύναιά τινα καταβάλλειν καὶ ὑποσύρειν τῇ αὐτοῦ κακίᾳ· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐδ’ ἔστιν εἰπεῖν ὅπως ἀνέστραπται περὶ σωφροσύνην, ὁπότε πάλιν οἶ μαθηταὶ μαρτυροῦσι παραινεῖν μηδ’ ἐμβλέπειν γυναικὶ μετ’ ἐπιθυμίας ἀκολάστου, φήσαντα ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ.”
καί ποτε ἀναγκαίως ἐπὶ ὠφελείᾳ καὶ σωτηρίᾳ πολλῶν Σαμαρείτιδι γυναικὶ διαλεγόμενον αὐτὸν τεθεαμένοι ἐθαύμαζον, ὅτι μετὰ γυναικὸς ἐλάλει, καὶ ἄλλοτε πρότερον. συνίστη δὲ ἄρα ὁ λόγος τοῦ σωτῆρος ἡμῶν τὸ ἐμβριθὲς καὶ αὐστηρὸν τοῦ τρόπου· σωφροσύνης δὲ αὐτοῦ μέγα δεῖγμα ἦν κἀκείνη ἡ διδασκαλία, δι’ ἧς ἁγνεύειν ἐξ αὐτοῦ τοῦ τῆς διανοίας βάθους τὰς ἐμπαθεῖς ὀρέξεις ἀποτέμνοντας ἐδίδασκε λέγων “εἰσὶν εὐνοῦχοι οἵτινες ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἐαυ- τοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.
πάλιν ὁ μὲν γόης καὶ ἀ·ληθῶς λαοπλάνος πάντα ἐγχειρεῖ καὶ πράττει δοξοκοπῶν τὰ πολλὰ καὶ φαντασιοκοπῶν, καὶ πλέον τι παρὰ τοὺς πολλοὺς εἰδέναι καὶ ἔχειν μεγαλαυχούμενος· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν, ὅτι μὴ δοξομανὴς καὶ ἀλαζὼν καὶ φαντασιοκόπος ἦν, ἀφ’ ὧν ἰώμενος παρῄνει μηδενὶ φράζειν μηδὲ εἰς πολλοὺς αὐτὸν ἐκφαίνειν, γένοιτ’ ἂν ἔκδηλος ἀπό τε τοῦ τὰς ἐν ὄρεσι διατριβὰς καὶ τὰς ἀναχωρήσεις διώκειν καὶ φεύγειν τὰς κατὰ πόλεις τῶν πολλῶν ἐπιβλαβεῖς ὁμιλίας.

εἰ μήτε τοιγαροῦν δόξης μήτε χρημάτων μήτε ἡδονῆς ἕνεκεν ἐπιβέβλητο τῇ διδασκαλίᾳ, τίς ἔτι χώρα περιλείπεται ὑπονοίας τοῦ πλάνον αὐτὸν καὶ γόητα νομίζειν; σκέψαι δὲ καὶ ταῦτα πάλιν· γόης, ὅταν ἑτέροις τὰ τῆς κακίας μεταδιδῶ, ὁποίους ἄνδρας κατασκευάζει· ἆρ’ οὐχὶ γόητας καὶ πλάνους καὶ φαρμακέας αὐτῷ κατὰ πάντα παραπλησίους; τίς οὖν ἤδη πώποτε τὸ πᾶν Χριστιανῶν γένος ἐκ τῆς ἐκείνου διδασκαλίας γοητεῦον ἢ φαρμακεῦον κατείληφεν;

ἀλλ’ οὐκ ἔστιν εἰπεῖν, ἔμπαλιν δὲ λόγους φιλοσόφους μετιὸν, ὡς ἀποδέδεικται. ὁ δὴ οὖν ἑτέροις σεμνοῦ καὶ σώφρονος βίου εὐσεβείας τε τῆς ἀνωτάτω παραίτιος γεγενημένος τίς ἂν ἐνδίκως νομι- σθείη ἢ φιλοσόφων ὁ πρώτιστος καὶ εὐσεβῶν ἀνδρῶν διδάσκαλος; καὶ γὰρ ἂν εἴη βελτίων δή που πᾶς ὁ διδάσκων τῶν μαθητευομένων ’ φιλόσοφος ἄρα καὶ ἀληθῶς εὐσεβὴς, πολλοῦ δεῖ πλάνος καὶ γόης, ὁμο- λογοῖτ ἂν ὁ σωτὴρ καὶ κύριος ἡμῶν.

εἰ δὴ οὖν τοιόσδε τις ἦν, πῶς ἂν ἄλλως ἐπεχείρει ταῖς θαυμα- τουργίαις ἢ θείᾳ καὶ ἀπορρήτῳ δυνάμει καὶ τῇ ἀνω- τατῶ περὶ τοῦ τῶν ὅλων θεοῦ εὐσεβείᾳ ^ ὃν οἶα πατέρα τιμῶν καὶ σέβων τὰ μάλιστα ἀποδείκνυται ἐκ τῶν περὶ αὐτοῦ λόγων; ἐπὶ τοσοῦτον δὲ ἄρα οἴ τε ἀρχῆθεν αὐτῷ προσεσχηκότες μαθηταὶ αὐτοῦ καὶ οἱ μετὰ ταῦτα τῆς ἐκείνων διατριβῆς διάδοχοι, πορρω- πορρωτάτω καθεστήκεσαν φαύλης καὶ πονηρὰς ὑπονοίας, ὡς μηδὲ τοῖς νοσηλευομένοις ἐπ’ ἴτ’ ῥ’ ἐπ’ ἑ ἱν,^ οἷα πολλοὶ πολλὰ δρᾶν ἐπιχειροῦσιν ^ ἢ πετάλων ἐπιγραφαῖς καὶ περιάμμασι χρῆσθαι ^ ἢ τοῖς κατεπᾴδειν ἐπαγγελλο- μένοις προσέχειν τὸν νοῦν, ἢ ῥιζῶν καὶ βοτανῶν θυ- μιάμασι καί τισιν ἄλλοις τοιουτοτρόποις ἀκέσεις τῶν παθῶν ἑαυτοῖς πορίζειν.

ταῦτα γοῦν πάντα τῆς Χριστοῦ διδασκαλίας ἐξελήλαται ^ οὐδ’ ἔστιν πώποτε Χριστιανὸν περιάμματι χρώμενον θεάσασθαι, οὐδ’ ἐπιλαλιαῖς, ἢ πετάλων τινῶν περιέργων ἐπιγραφαῖς, οὐδ’ ἄλλοις, ὧν τὴν χρῆσιν ἀδιάφορον οἱ πολλοὶ νενομίκασι.

τίς οὑν αἱρεῖ λόγος τοὺς τοιοῦδεδιδα- σγ̣άλου γόητος καὶ πλάνου μαθητὰς γεγονέναι νομί- νομίζειν ; καὶ μὴν παντὸς ἐπαγγελλομένου τι μέγας ἔλεγχος ἡ τῶν φοιτητῶν συνουσία.

ἄνδρες γοῦν ἔντεχνοι καὶ ἐπιστήμονες πάντως που τὸν αἴτιον αὐτοῖς τῆς ἐπιστήμης πολὺ κρείττονα σφόν αὐτῶν ἀποφαίνου- σιν, ὥσπερ οὖν ἰατρικοὶ μὲν τῆς τοῦ διδασκάλου περὶ τὸ μάθημα κατορθώσεως εἶεν ἂν μάρτυρες, γεωμετρικοὶ δὲ τὸν ἄρχοντα τίνα ἄλλον ἢ γεωμέτρην ἐπιγράψονται καὶ ἀριθμητικοὶ τὸν ἀριθμητικόν; κατὰ τὰ αὐτὰ δὲ καὶ γόητος ἀνδρὸς μέγιστοι ἂν εἶεν μάρτυρες οἱ φοιτηταὶ, τὰ ὅμοιά που τῷ διδασκάλῳ καὶ αὐτοὶ μετιόντες.

ἀλλὰ οὐδείς πω τοσούτων ἐτῶν γόης πέφανται τοῦ Ἰησοῦ μαθητὴς, καίτοι διὰ βασάνων πείρας τῶν κατὰ χρόνους ἡγεμόνων τε καὶ βασιλέων ἀκριβῆ τῶν καθ’ ἡμᾶς πραγμάτων τὴν ἐξέτασιν πεποιημένων.

οὕτως δὲ ἄρα οὐδεὶς ἣν γόης, ὡς ἐλεύθερον ἀφεῖσθαι καὶ παντὸς ἐκτὸς κινδύνου τὸν αὐτὸ μόνον τὸ θῦσαι πρὸς αὐτῶν βεβιασμένον. εἰ δὲ οὐδεὶς πώποτε τῶν καθ’ ἡμᾶς οὔτε τῶν παλαιῶν ἐκείνων τοῦ Ἰησοῦ μαθητῶν γοητείας ἥλω, οὐδὲ ὁ διδάσκαλος ἦν ἄρα τοιοῦτος. ἔνα δὲ μὴ ἐξ ἀγράφων ὁ λόγος ἡμῖν ὁδεύοι, δέχου τὰς ἀποδείξεις καὶ ἀπὸ ἱστορίας ἐγγράφου.

οἱ δὴ πρῶτοι τοῦ Ἰησοῦ μαθηταὶ ἐν τῇ βίβλῳ τῶν ἰδίων Πραξέων ἱστοροῦνται τοὺς ἐξ ἐθνῶν τῇ διδασκαλίᾳαὐτῶν προσιόντας** ὥστε πολλοὺς τῶν πρότερον περὶ γοητείαν διαβεβλημένων εἰς τοσοῦτον μεταβαλεῖν τὸν ἑαυτῶν τρόπον ὡς εἰς μέσον ἀγαγεῖν τολμῆσαι τὰς ἀπηγορευμένας βίβλους, καὶ ταύτας ἐνώπιον πάντων πυρὶ παραδοῦναι.

ἐπάκουσον δὲ ὅπως ἡ γραφὴ περιέχει ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνεισενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.”

Τοιοῦτοι δή τινες οἱ τοῦ σωτῆρος ἡμῶν μαθη- ταὶ τοσαύτην δύναμιν προφέροντες λόγων ἐν ταῖς πρὸς τοὺς ἀκροωμένους ὁμιλίαις, ὡς καθικνεῖσθαι τοῦ βάθους τῆς ψυχῆς αὐτῶν, καθάπτεσθαί τε καὶ τιτρώσκειν τὸ ἑκάστου συνειδὸς, ὡς μηκέτι στέγειν ἀποκρύπτοντας, εἰς φανερὸν δὲ ἄγειν τὰ ἀπόρρητα, ἐλέγχους τε αὐτοὺς ἑαυτῶν καὶ τῆς προτέρας αὐτῶν μοχθηρίας ἀπεργάζεσθαι.

τοιοῦτοι δὲ καὶ οἶ πρὸς αὐτῶν μαθητευόμενοι καθαροὶ καὶ γνήσιοι τὰς διαθέσεις, ὡς μηδὲν ὕπουλον ἐν αὐτοῖς λανθάνειν, ἐνσεμνύνεσθαι δὲ καὶ παρρησιάζεσθαι ἐπὶ τῇ τῶν κρειττόνων ἀπὸ τῶν χειρόνων μεταβολῇ.

οἱ δὴ οὖν πυρὶ παραδόντες τὰς μαγικὰς βίβλους καὶ παντελῆ φθορὰν αὐτῶν ψηφισάμενοι πῶς οὐκ ἂν εἶεν πρόδηλοι τοῖς πᾶσιν ὅτι μηδεμίαν ἔχοιεν τοῦ λοιποῦ περὶ γοητείαν σπουδὴν, καθαροὶ δὲ ἐξ ἐκείνου πάσης τῆς περὶ τούτου ὑπονοίας ἐτύγχανον ; ὅτε τοίνυν οἶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν πεφήνασι γεγονότες τοιοῦτοι, πῶς οὐ πολὺ πρότερον ὁ διδάσκαλος;

εἰ δὲ ὅλως ἀπὸ τῶν γνωρίμων τὸν προστάτην ὁποῖός τις ἦν βούλει διαγιγνώσκειν, ἔχεις τοῦ Ἰησοῦ τῶν λόγων μαθητὰς εἰσέτι νῦν μυρίους, ὧν πλεῖστα μὲν ἀνδρῶν τυγχάνει πλήθη παραταξαμένων μὲν πρὸς τὰς φυσικὰς τοῦ σώματος ἡδονὰς, ἄτρωτον δὲ καὶ τὴν διάνοιαν παντὸς αἰσχροῦ πάθους φυλαξάντων, οἱ καὶ τὸν πάντα βίον ἐν ἐγκρατείᾳ καταγηράσαντες τῆς ἐκ τῶν λόγων αὐτοῦ τροφῆς λαμπρὰ τεκμήρια παρεστήσαντο.

οὐ μόνον δὲ ἄνδρες παρὰ αὐτῷ τοῦτον φιλοσοφοῦσι τὸν τρόπον, ἀλλὰ καὶ γυναικῶν οὐδ’ ἔστιν εἰπεῖν ὅσαι μυριάδες καθ’ ὅλης τῆς οἰκουμένης, οἷά τινες ἱέρειαι τοῦ τῶν ὅλων θεοῦ, τὴν ἀνωτάτω σοφίαν ἀσπασάμεναι, οὐρανίου τε σοφίας ἔρωτι ληφθεῖσαι, τῶν μὲν σαρκὸς ἐκγόνων ἠλόγησαν, ψυχῆς δὲ πᾶσαν ἐπιμέλειαν πεποιηκυῖαι ὅλας αὑτὰς αὐτῷ σώματι καὶ ψυχῇ τῷ παμβασιλεῖ καὶ θεῷ τῶν ὅλων ἀνατεθείκασιν, ἁγνείαν παντελῆ καὶ παρθενίαν ἀσκήσασαι.

ἔνα μὲν οὖν μηλόβοτον καταλιπόντα τὴν ἑαυτοῦ χώραν προφάσει φιλοσοφίας ἄγουσιν ὧδε κἀ- κεῖσε περιφέροντες Ἑλλήνων παῖδες· Δημόκριτος αὐτοῖς οὗτος ἢν. καὶ Κράτης εἷς παρ’ αὐτοῖς θαυμάζεται, ὅτι δὴ τὴν οὐσίαν καταλιπὼν τοῖς πολίταις αὐτὸς ἑαυτὸν Κράτης Κράτητα ἠλευθέρου κομπάζων.

οἱ δὲ τῶν Ἰησοῦ λόγων ζηλωταὶ μυρίοι τὸν ἀριθμὸν, ἀλλ’ οὐχ εἷς οὐδὲ δύο, τὰς κτήσεις ἀπεμπολήσαντες πένησι καὶ ἐνδεέσι μεταδεδώκασιν, ὧν καὶ αὐτοὶ τυγχάνομεν μάρτυρες συγγενόμενοι τοιούτοις, καὶ αὐτοῖς ἔργοις, ἀλλ’ οὐ λόγοις μόνοις τῆς τοῦ Ἰησοῦ μαθητείας συνιδόντες τὰ κατορθώματα.

τί χρὴ λέγειν ὁπόσαι μυριάδες καὶ αὐτῶν βαρβάρων, οὐχὶ δὲ μόνον Ἑλλήνων, ἐκ τῶν Ἰησοῦ λόγων πᾶσαν μὲν ὑπερεκκῦψαι πολύθεον πλάνην, τὸν δὲ πατέρα καὶ δημιουργὸν τοῦδε τοὐ παντὸς μόνον εἰδέναι θεὸν ἐμαρτύρησαν ; ὃν πάλαι φιλοσόφων εἷς μόνος ὁ Πλάτων εἰδὼς εἰς πάντας ἐκφέρειν ὡμολόγει μὴ τολμᾶν, διαρρήδην φάσκων ‟τὸν μὲν οὖν πατέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν.

ἀλλὰ ἐκείνῳ μὲν καὶ ἔργον εὑρεῖν ἐδόκει τὸ πρᾶγμα, καὶ ἦν ὡς ἀληθῶς μέγιστον, ἀδύνατον δὲ ἦν αὐτῷ λέγειν εἰς πάντας, ὅτι μὴ παρῆν αὐτῷ τοσαύτη τις εὐσεβείας δύναμις ὅση τοῖς Ἰησοῦ μαθηταῖς, οἷς διὰ τῆς τοῦ διδασκάλου συνεργίας τὸν πατέρα καὶ δημιουργὸν τῶν ὅλων εὑρεῖν τε καὶ γνῶναι ῥᾴδιον γέγονε, καὶ εὑροῦσιν εἰς πᾶν γένος ἀνθρώπων ἐξενεγκεῖν ἀνακαλύψαι τεκαὶ πληρῶσαι καὶ κηρῦξαι τὴν γνῶσιν πᾶσιν, ὥστε ἐκ τῆς αὐτόν ἐκείνων διδασκαλίας εἰσέτι νῦν κατὰ τὸν παρόντα καιρὸν ἐν ὅλοις τοῖς ἐπὶ γῆς ἔθνεσι μυρία πλήθη οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἀγροίκων, τοσοῦτον τῷ τοῦ Πλάτωνος μὴ πείθεσθαι, ὡς τὸν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς μόνον θεὸν γνωρίζειν καὶ μόνον σέβειν καὶ μόνον διὰ τοῦ Χριστοῦ θεολογεῖν. ταῦτ’ ἦν τοῦ νέου καὶ καινοῦ γόητος τὰ κατορθώματα, τοιαῦτα τοῦ νομιζομένου πλάνου τὰ γοητεύματα, καὶ τοιοίδε οἱ τοῦ Ἰησοῦ μαθηταὶ, ἀφ’ ὣν δεῖ τὸν διδάσκαλον ὁποῖός τις ἣν γνωρίζειν.
Φέρε δ’ ἔτι καὶ ταύτῃ τὸν λόγον διερευνησώμεθα. γόητα φὴς αὐτὸν, ὦ οὗτος, ἀλλὰ καὶ φαρμακέα δεινὸν καὶ ἀπατεῶνα καλεῖς. ἀρ’ οὖν πρῶτος αὐτὸς καὶ μόνος εὑρετὴς κατέστη τοῦ πράγματος, ἣ πάντως που κατὰ τὸ ἀκόλουθον εἰς διδασκάλους ἀναπέμπειν χρὴ τὰ αἴτια; εἰ μὲν γὰρ μηδενὸς διδάξαντος αὐτὸς πρῶτος καὶ μόνος εὑρετὴς γέγονε τῆς ἐπιχειρήσεως, μηδὲν μηδαμῶς παρ’ ἑτέρων μαθὼν, μηδὲ ἐκ παλαιῶν ἐρανισάμενος, πῶς οὐ θείας φύσεως χρῆν ὁμολογεῖν αὐτὸν, ὃς ἂν ἄνευ βίβλων καὶ λόγων καὶ διδασκάλων αὐτοδίδακτος καὶ αὐτομαθὴς τοιούτων πραγμάτων εὑρετὴς ἀναπέφηνεν ; καὶ μὴν οὔτε βαναύσου τέχνης οὔτε λογικῆς ἐπιστήμης, οὐδέ γε τῶν πρώτων στοιχείων τὴν μάθησιν δίχα ποδηγοῦ καὶ διδασκάλου τινὸς ἀναλαβεῖν δυνατὸν, μὴ οὐχὶ τὴν κοινὴν ἐκβεβηκότα φύσιν.
οὐδεὶς γοῦν τῶν πώποτε αὐτοδίδακτος ἡμῖν γραμματικῆς παρῆλθε διδάσκαλος, οὐδέ γε ῥήτωρ μὴ μεμαθηκὼς, οὐδὲ αὐτοφυὴς ἰατρὸς, οὐδὲ τέκτων, οὐδ’ ἑτέρας δημιουργὸς τέχνης · καίτοι μικρὰ ταῦτα καὶ ἀνθρώπεια· τὸ δὲ φάναι τὸν τῆς ἀνθρώπων εὐσεβείας ἀληθοῦς διδάσκαλον τοιαῦτα τεθαυματουργηκότα καθ’ ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, καὶ τοιαύτας παραδόξους τερατείας πεποιηκότα, ἃς ἀρτίως διεξήλθομεν, ἐκ τοῦ αὐτομάτου τοιοῦτον φῦναι, μήτε παρὰ παλαιῶν ἐρανισάμενον μήτ’ ἐκ νέων διδασκάλων ὠφελημένον τὰ ὅμοια καὶ πρὸ αὐτοῦ πεποιηκότων, τί ἄλλο ἢ μαρτυρούντων ἐστὶ καὶ ὁμολογούντων θεῖον ἀληθῶς χρῆμα γεγονέναι, καὶ πᾶσαν ἀνθρώπου φύσιν ὑπερβεβηκέναι τὸν δηλούμενον;

ἀλλὰ διδασκάλοις αὐτὸν φὴς προσεσχηκέναι πλάνοις), μηδὲ λαθεῖν αὐτὸν τὰ σοφὰ τῶν Αἰγυπτίων καὶ τῶν πάλαι παρ’ αὐτοῖς λεγομένων τὰ ἀπόρρητα, παρ’ ὦν συλλεξάμενον ἄνδρα τοιοῦτον, οἶον ὁ λόγος παρίστησιν, ἀποδειχθῆναι. τί δῆτα οὖν, ἤ τινες ἄλλοι κρείττους αὐτοῦ πεφήνασι καὶ πρότεροι τῷ χρόνῳ καὶ αὐτοῦ διδάσκαλοι, εἴτ’ ἐπ’ Αἰγύπτου εἴθ’ ὅπη δή;

τί οὖν οὐχὶ κἀκείνων πρὸ τῆς τούτου κατηγορίας ἔφθασεν εἰς πάντας ἀνθρώπους ἡ φήμη, ἢ τί μὴ οὐχὶ κἀκείνων εἰσέτι νῦν τὸ κλέος ᾄδεται τῷ ἡμετέρῳ παραπλησίως; τίς δὲ τῶν ἀπ’ αἰῶνος πώποτε γόης, βάρβαρος ἢ Ἕλλην, τοιούτων κατέστη διδάσκαλος φοιτητῶν καὶ τοιού- τῶν νόμων καὶ λόγων αὐθέντης, οἵων ἡ τοῦ σωτῆρος ἡμῶν ἐπιδέδεικται δύναμις, ἰάσεις δὲ τοσάσδε καὶ παραδόξους εὐεργεσίας τοιάσδε, οἵας ὁ ἡμέτερος πεποιηκὼς μνημονεύεται, τίς πώποτε διαπραξάμενος ἱστορεῖται;

τίνος δὲ οἶ γνώριμοι καὶ τῶν πραγμάτων αὐτόπται διὰ πυρὸς καὶ σιδήρου δοκιμῆς τὴν ὑπὲρ ὧν ἐμαρτύρησαν ἀλήθειαν ἐπιστώσαντο ὥσπερ οὖν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ, πάσας μὲν αἰκίας ἀνατλάντες, πάσας δὲ βασάνων ἰδέας ὑπομείναντες, καὶ τέλος διὰ τοῦ ἰδίου αἵματος τὰ περὶ αὐτοῦ μαρτυρηθέντα αὑτοῖς πιστωσάμενοι;

ἔτι πρὸς τούτοις ὁ τῷ δι’ ἐναντίας ἡμῖν λόγῳ παριστάμενος λεγέτω τίς τῶν πώποτε γοήτων κἂν εἰς νοῦν ἐβάλλετο νέου ἔθνους ἐπὶ οἰκείῳ ὀνόματι σύστασιν ποιήσασθαι. τὸ δὲ μὴ μόνον ἐννοῆσαι τοῦτο, ἀλλὰ καὶ κατορθῶσαι τὸ βουληθὲν, πῶς οὐ πᾶσαν ἀνθρώπου καλύπτοι ἂν φύσιν; βασιλέων δὲ δόγμασι καὶ παλαιῶν νομοθετῶν φιλοσόφων τε καὶ ποιητῶν καὶ θεολόγων ἐξ ἐναντίας θέσθαι νόμους τοὺς κατ’ εἰδωλολατρίας, καὶ τούτους κρατῦναι, ἀμάχους τε καὶ ἀηττήτους εἰς μακρὸν ἐπιδεῖξαι αἰῶνα, τίς πώποτε γοήτων διανενόηται ; ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐκ ἐνενόησε μὲν, οὐ τετόλμηκε δὲ ἐπιχειρῆσαι· ἀλλ’ οὐδὲ ἐπεχείρησε μὲν, οὐ κατώρθωσε δέ.

ἐνὶ δὲ ῥήματι καὶ μιᾷ φωνῇ φήσας πρὸς τοὺς ἑαυτοῦ μαθητὰς “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν,” ἔργον ἐπῆγε τῷ λόγῳ, αὐτίκα τε ἐμαθητεύετο ἐν ὀλίγῳ πᾶν γένος Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, καὶ νόμοι πᾶσι τοῖς ἔθνεσι κατεσπείροντο ἐναντίοι τῇ τῶν παλαιῶν δεισιδαιμονίᾳ, νόμοι δαιμόνων πολέμιοι καὶ πάσης ἐχθροὶ πολυθέου πλάνης, νόμοι Σκυθῶν καὶ Περσῶν καὶ τῶν ἄλλων βαρβάρων σωφρονισταὶ, ἐπιστρεπτικοί τε πάσης ἐκθέσμου καὶ θηριώδους διαίτης, νόμοι τῶν ἐξ αἰῶνος παρ’ αὐτοῖς Ἕλλησιν ἐθῶν ἀνα- τρεπτικοὶ, καινῆς δὲ καὶ ἀληθοῦς εὐσεβείας καταγγελτικοί.
τί δῆτα οὖν τοῖς πάλαι γόησι πρὸ τῶν τοῦ Ἰησοῦ χρόνων, ἢ καὶ μετὰ ταῦτα, τοιοῦτον ἢ καὶ παραπλήσιον τετόλμηται, ὡς εἰκότως φάναι αὐτὸν παρ’ ἑτέρων ὠφελῆσθαι τὰ τῆς γοητείας; εἰ δ’ οὐδένα ἄν τις ἔχοι λέγειν αὐτῷ γεγονέναι ὅμοιον, οὐδεὶς γὰρ ἦν αὐτῷ αἴτιος τῆς τοσαύτης ἀρετῆς, ὥρα τοιγαροῦν ὁμολογεῖν ξένην τινὰ καὶ θείαν φύσιν ἐπιδεδημηκέναι τῷ βίῳ, ᾗ μόνῃ καὶ πρώτῃ τὰ μηδεπώ- ποτε παρ’ ἀνθρώποις μνημονευθέντα κατώρθωται. ἀλλὰ καὶ ταῦτα μὲν ὧδε τέλος ἐχέτω.
Πάλιν δὲ ἐπὶ τὸν δι’ ἐναντίας ἰτέον, τε εἴ ποτε ὀφθαλμοῖς εἶδεν ἢ ἀκοῇ ἔγνω γόητάς τε καὶ φαρμακέας δίχα σπονδῶν καὶ θυμάτων καὶ δαιμόνων ἐπικλήσεως τε καὶ παρουσίας γοητεύοντας. μή τι οὖν καὶ κατὰ τοῦ σωτῆρος ἡμῶν, ἢ κατὰ τῶν αὐτοῦ λόγων, ἢ κατὰ τῶν εἰσέτι νῦν ζηλούντων τὸν αὐτοῦ βίον, ἔχει τις τοιαύτην ἐπιφέρειν διαβολήν; οὐχὶ καὶ τυφλῷ δῆλον ὡς πᾶν τοὐναντίον τούτοις ἡμεῖς οἶ τὰ Ἰησοῦ φρονοῦντες ἐπιτηδεύομεν, θᾶττον μὲν θανάτῳ τὴν ψυχὴν ἢ δαίμοσι θυσίαν προέσθαι τολμῶντες, θᾶττον δὲ τῆς ζωῆς ἐξιστάμενοι ἢ τοῖς πονηροῖς δαίμοσι δουλωθῆναι ὑπομένοντες.

τίς δὲ οὐκ οἶδεν ὅπως σὺν αὐτῇ τῇ τοῦ Ἰησοῦ προσηγορίᾳ καὶ σὺν εὐχαῖς καθαρωτάταις πᾶν τὸ δαιμόνων ἔργον ἀπελαύνειν ἡμῖν φίλον ἐστίν; οὗτος ὁ τοῦ Ἰησοῦ λόγος καὶ ἡ παρ’ αὐτοῦ διδασκαλία πολὺ κρείττους τῆς ἀοράτου ταύτης δυνάμεως πάντας ἡμᾶς ἀπειργάσατο, ἐχθρούς τε δαιμόνων καὶ πολεμίους, ἀλλ’ οὐ φίλους οὐδὲ συνήθεις, πολλοῦ δεῖ ὑπηκόους καὶ ὑποχειρίους εἶναι παρεσκεύασεν.

ὁ δὴ τοιούτους ἡμᾶς προαγαγὼν πῶς ἂν αὐτὸς δοῦλος ἐγεγόνει δαιμόνων; πῶς δ’ ἂν τοῖς πονηροῖς πνεύμασ’ ἱν ἔθυσεν; ἢ πῶς βοηθοὺς δαίμονας ἐπεκαλέσατο ἐν ταῖς παραδοξοποιίαις, ὁπότε εἰσέτι δεῦρο πᾶς δαίμων καὶ πᾶν ἀκάθαρτον πνεῦμα, ὥς τι τῶν κολαστικῶν καὶ βασανιστικῶν τῆς οἰκείας φύσεως, τοῦ Ἰησοῦ τὸ ὄνομα φρίττει, ὑπεξίσταταί τε καὶ παραχωρεῖ τῇ τῆς προσηγορίας δυνάμει;

ὥσπερ οὖν καὶ πάλαι καθ’ ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, μὴ φέροντες αὐτοῦ τὴν παρουσίαν, ἄλλος ἄλλοθεν ἐβόα ‟ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;” ἀνὴρ δ’ ὅλως γοητείᾳ προσέχων τὸν νοῦν, καὶ πάντως γέ που ἀπειρημένοις πράγμασιν ἐγχειρῶν, ἆρ’ οὐκ ἂν εἴη δῆλος ἀνόσιος ὢν τὸν τρόπον, καὶ μιαρὸς καὶ αἰσχρὸς καὶ ἄθεος καὶ ἄδικος καὶ ἀσεβής., τοιοῦτος δὲ ὢν πόθεν ἢ πῶς τὰ περὶ εὐσεβείας διδάξειεν ἂν ἑτέρους, ἢ τὰ περὶ σωφροσύνης, ἢ τὰ περὶ θεοῦ γνώσεως, ἢ τὰ περὶ δικαιωτηῥίου καὶ κρίσεως τοῦ ἐπὶ πάντων θεοῦ; οὐχὶ τούτων ἁπάντων τὰ ἐναντία πρεσβεύει, ἀκόλουθα τῇ αὐτοῦ μοχθηρίᾳ πράττων, καὶ θεὸν μὲν ἀρνήσεται καὶ θεοῦ πρόνοιαν καὶ θεοῦ κρίσιν, χλευάσει δὲ τοὺς περὶ ἀρετῆς καὶ τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους;
εἰ μὲν δὴ τοιαῦτά τινα ἦν ἰδεῖν καὶ περὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, οὐδὲν ἂν ἦν εἰπεῖν· εἰ δ’ ἐφ’ ἑκάστῳ πράγματι καὶ λόγῳ τὸν πάντων δημιουργὸν πατέρα θεὸν ἀνακαλούμενος ἀποδείκνυται, καὶ τοὺς φοιτητὰς τοιούτους εἶναι παρασκευάζων, καὶ εἰ σώφρων αὐτὸς καὶ σωφρόνων λόγων διδάσκαλος, καὶ εἰ ποιητὴς καὶ κῆρυξ δικαιοσύνης καὶ ἀληθείας καὶ φιλανθρωπίας καὶ ἀρετῆς ἀπάσης καὶ θεοσεβείας εἰσηγητὴς τοῦ παμβασιλέως θεοῦ, πῶς οὐχ ἕπεται τούτοις τὸ μηδὲν μὲν ἡγεῖσθαι κατὰ γοητείαν αὐτὸν τῶν παραδόξων πεποιηκέναι, δυνάμει δ’ ἀπορρήτῳ καὶ ὡς ἀληθῶς ἐνθέῳ συνομολογεῖν;
ἀλλ’ εἰς τοσοῦτον ἐλαύνεις ἀπηνείας ὡς μὴ λογισμοῖς σώφροσι λόγων τε ἀκολουθίᾳ προσέχειν τὸν νοῦν, μηδὲ πείθεσθαι τοῖς εἰκόσι τεκμηρίοις, ὑπονοῶν τάχα που τοὺς λέγοντας ἡμᾶς. ἀλλὰ σύ γε κἂν τῶν σαυτοῦ δαιμόνων, αὐτῶν δὴ τῶν χρησμῳδῶν θεῶν, ἄκουε τῷ σωτῆρι ἡμῶν οὐχ ὥσπερ σὺ γοητείαν, ἀλλ’ εὐσέβειαν καὶ σοφίαν καὶ εἰς οὐρανοὺς ἄνοδον μαρτυρούντων. τίς δ’ ἂν γένοιτό σοι τούτων ἀξιόπιστος ὁμολογία μᾶλλον τῆς τοῦ καθ’ ἡμῶν πολεμίου γραφῆς, ἣν ἐν οἷς ἐπέγραψε “ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας” ἐν τρίτῳ συγγράμματι τέθειται, ὧδέ πως ἱστορῶν κατὰ λέξιν;
“ Παράδοξον ἴσως δόξειεν ἄν τισιν εἶναι τὸ μέλλον λέγεσθαι ὑφ’ ἡμῶν. τὸν γὰρ Χριστὸν οἱ θεοὶ εὐσεβέστατον ἀπεφήναντο καὶ ἀθάνατον γεγονότα, εὐφήμως τε αὐτοῦ μνημονεύουσι.” καὶ ὑποβὰς ἐπιλέγει ‘‘περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων εἰ ἔστι θεὸς ἡ Ἑκάτη] φησὶν
ὅττι μὲν ἀθανάτη ψυχὴ μετὰ σῶμα προβαίνει
γιγνώσκεις, σοφίης δὲ τετμημένη αἰὲν ἀλᾶται·
ἀνέρος εὐσεβίῃ προφερεστάτου ἐστὶν ἐκείνη
ψυχή·
εὐσεβέστατον ἄρα ἔφη αὐτὸν καὶ τὴν ψυχὴν αὐτοῦ, καθάπερ καὶ τῶν ἄλλων, μετὰ θάνατον ἀπαθανατισθῆναι, ἣν σέβειν ἀγνοοῦντας τοὺς Χριστιανούς. ἐπερωτησάντων δὲ διὰ τί ἐκολάσθη ἔχρησεν
Σῶμα μὲν ἀδρανέσιν βασάνοις αἰεὶ προβέβληται·
ψυχὴ δ’ εὐσεβέων εἰς οὐράνιον πέδον ἵζει,”

καὶ ἐπιλέγει μετὰ τὸν χρησμὸν ἑξῆς ‘‘αὐτὁς οὖν εὐσεβὴς καὶ εἰς οὐρανοὺς, ὥσπερ οἱ εὐσεβεῖς, χωρή- σὰς. ὥστε τοῦτον μὲν οὐ βλασφημήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν ἄνοιαν.”

Ταῦτα καὶ νῦν ὁ Πορφύριος. ἆρ’ οὖν ἀπατεὼν οὗτος; κἂν τὰ φίλα σε δυσωπείτω τῶν οἰκείων ῥήματα. ἔχεις τοιγαροῦν τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν, τὸν Χριστὸν τοῦ θεοῦ, καὶ παρὰ τοῖς σαυτοῦ ὡμολογημένον οὐ γόητα οὐδὲ φαρμακέα, ἀλλ’ εὐσεβῆ καὶ δικαιότατον καὶ σοφὸν καὶ οὐρανίων ἀψίδων οἰκήτορα.

ὁ δὴ οὖν τοιοῦτος πῶς ἂν ἄλλως τῶν παραδόξων ἔργων γεγόνει ποιητὴς ἢ δυνάμει θείᾳ, ἣν καὶ τὰ ἱερὰ λόγια μαρτυροῦσιν αὐτῷ, θεοῦ λόγον καὶ θεοῦ δύναμιν τὴν ἀνωτάτω ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι, μᾶλλον δ’ ἐν αὐτῇ σαρκὶ καὶ σώματι κατοικῆσαι, καὶ πάσαν τὴν ἐν ἀνθρώποις οἰκονομίαν ἐπιτελέσαι μαρτυροῦντα;

καὶ σὺ δ’ ἂν αὐτὸς καταμάθοις τὸ ἔνθεον τῆς περὶ αὐτοῦ δυνάμεως, εἰ λογίσαιο τίς ποτε ὢν ἄρα τὴν φύσιν καὶ πηλίκος ἄνδρας εὐτελεῖς ἐξ ἁλείας καὶ ταπεινοῦ βίου προσοικειωσάμενος, τούτοις κέχρηται διακόνοις ἐπὶ κατορθώσει πράγματος πάντα καλύπτοντος λόγον.

διανοηθὶς γὰρ ὃ μηδεὶς πώποτε νόμους οἰκείους καὶ ξένην διδασκαλίαν εἰς πάντα κατασπεῖραι τὰ ἔθνη, καὶ παντὸς γένους ἀνθρώπων διδάσκαλον εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ἑαυτὸν ἀποφῆναι, τοῖς πάντων ἀγροικοτάτοις καὶ εὐτελεστάτοις ἡγήσατο χρῆσθαι τῆς οἰκείας βουλῆς ὑπηρέταις, εἰκός τινα παραλογώτατα ταῦτα αὐτὸν πεποιηκέναι νομίσαι.

πῶς γὰρ οἱ μηδὲ διᾶραι δυνάμενοι στόμα, κἂν ἑνός τινος διδάσκαλοι κατέστησαν, οὐχί γε ἀνδρῶν συλλόγου; πῶς δ’ ἂν πλήθει διειλέχθησαν οἶ πάσης ἐκτὸς γεγονότες παιδείας; ἀλλὰ τοῦτ’ ἦν ἄρα τὸ τῆς ἐνθέου βουλῆς καὶ τῆς ἐνεργούσης ἐν αὐτοῖς θείας δυνάμεως παραστατικόν. ἀνακαλέσας γοῦν αὐτοὺς τὰ μὲν πρῶτά φησι ‟δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ὑμᾶς ἁλιεῖς ἀνθρώπων.”

ἐπειδὴ δὲ λοιπὸν αὐτοὺς ἀκολούθους ἐκτήσατο, ἐμπνεύσας αὐτοῖς δυνάμεως θείας, μένους τε καὶ θάρσους ἐμπλήσας, καὶ δὴ οἷά τις ἀληθῶς θεοῦ λόγος καὶ αὐτὸς θεὸς, τηλικούτων θαυμάτων ποιητὴς, νοερῶν αὐτοὺς καὶ λογικῶν ψυχῶν θηρευτὰς ποιήσας, ἔργον τε ἐπιθεὶς τῇ φωνῇ τῇ ‟δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ὑμᾶς ἁλιεῖς ἀνθρώπων φησάσῃ, ὁμοῦ τε ἐργάτας καὶ διδασκάλους αὐτοὺς εὐσεβείας ἀπειργασμένους ἤδη καὶ εἰς πάντα τὰ ἔθνη διεπέμπετο, κήρυκας ἀναδεί- ξας τῆς αὑτοῦ διδασκαλίας.
καὶ τίς οὐκ ἂν ἐξεπλάγη καὶ ἠπίστησεν ἂν εἰκότως τῷ παραδόξῳ τοῦ θαύματος, ὅτε μηδεὶς μὲν τῶν πώποτε ἐν ἀνθρώποις γενομένων διαφανῶν, μὴ βασιλεὺς, μὴ νομοθέτης, μὴ φιλόσοφος, μὴ Ἕλλην, μὴ βάρβαρος, τοιοῦτόν τι διανοηθεὶς ἱστορεῖται, ἀλλ’ οὐδ’ εἰς φαντασίαν ἐλθων τοῦ παραπλησίου ; ἀγαπητὸν γὰρ ἑκάστῳ ἣν, εἰ καὶ ἐπὶ μόνης τῆς οἰκείας γῆς τὸ οἰκεῖον ἐπάγγελμα συνεστήσατο, καὶ τοὺς καλῶς ἔχειν φανέντας νόμους κἂν ἐφ’ ἑνὸς τοῦ οἰκείου ἔθνους κρατῦναι οἶός τε ἦν· ὁ δὲ μηδὲν θνητὸν καὶ ἀνθρώπινον διανοηθεὶς ὅρα εἰ μὴ ὡς ἀληθῶς θεοῦ πάλιν προήκατο φωνὴν, αύτολεξεὶ φήσας τοῖς εὐτελεστάτοις ἐκείνοις αὐτοῦ μαθηταῖς “πορευθένες μαθητεύσατε πάντα τὰ ἔθνη.”

καὶ πῶς, εἶπον ἂν οἱ μαθηταὶ τῷ διδασκάλῳ πάντως που ἀποκρινάμενοι, τοῦθ’ ἡμῖν ἔσται δυνατόν ; πῶς γὰρ Ῥωμαίοις, φέρε, κηρύξομεν; πῶς δὲ Αἰγυπτίοις διαλεχθησόμεθα; ποίᾳ δὲ χρησόμεθα λέξει πρὸς Ἕλληνας, ἄνδρες τῇ Σύρων ἐντραφέντες μόνῃ φωνῇ ;

Πέρσας δὲ καὶ Ἀρμενίους, καὶ Χαλδαίους, καὶ Σκύθας, καὶ Ἰνδοὺς, καὶ εἴ τινα βαρβάρων γένοιτο ἔθνη, πῶς πείσομεν τῶν μὲν πατρίων θεῶν ἀφίστα- σθαι, ἴνα δὲ τὸν πάντων δημιουργὸν σέβειν; ποίᾳ δὲ λόγων ἱκανότητι θαρσοῦντες ἐπὶ τοῦτο παρελευσόμεθα; ἢ τίς ἡμῖν ἐλπὶς ἔσται τοῦ κατορθώματος ἀντινομοθετεῖν τολμῶσι τοῖς πάντων ἐθνῶν περὶ τῶν οἰκείων θεῶν ἐξ αἰῶνος κειμένοις νόμοις; ἐπὶ ποίᾳ δὲ καὶ δυνάμει περιέσεσθαι ἔστι τοῦ τολμήματος ;

ταῦτα ἢ φησάντων ἂν κατὰ τὸ εἰκὸς ἢ διανοηθέντων τῶν τοῦ Ἰησοῦ μαθητῶν, μιᾶς προσθήκῃ λέξεως αὐτοῖς ὁ διδάσκαλος λύσιν τῶν ἀπορηθέντων ὑπέθετο, φήσας κατόρθωσιν ἐν τῷ ὀνόματί μου· οὐ γὰρ δὴ ἀπλῶς καὶ ἀδιορίστως μαθητεῦσαι πάντα τὰ ἔθνη προσέταττεν, μετὰ προσθήκης δὲ ἀναγκαίας τῆς ἐν τῷ ὀνόματι αὐτοῦ.

ἐπειδὴ γὰρ ἡ δύναμις τῆς αὐτοῦ προσηγορίας τοιαύτη τις ἦν ὡς φάναι τὸν ἀπόστολον “ὅτι δὴ ἐχαρίσατο αὐτῷ ὁ θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα 5 ἔνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθοωίων”, εἰκότως τῆς τοὺς πολλοὺς λανθανούσης ἐν τῷ ὀνόματι αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐμφαίνων, τοῖς αὐτοῦ μαθηταῖς ἔφησεν ‘‘πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου.’

εἶτα καὶ θεσπίζει εὖ μάλα ἀκριβῶς τὸ μέλλον, εἰπών ‟δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν.’ ὁ δὲ λόγος εἴρητο μὲν ἐν γωνίᾳ γῆς τότε, καὶ οἶ παρόντες ἤκουον μόνοι. πῶς οὖν ἄρα πιστὸς ἦν αὐτοῖς τοῦτο λέγων, εἰ μὴ ἐξ ἑτέρων τῶν ὑπ’ αὐτοῦ πεπραγμένων ἐνθέων ἔργων τῆς ἐν τοῖς λόγοις ἀληθείας αὐτοῦ τὴν πεῖραν εἰλήφεσαν; ὅτι γὰρ ἐπίστευσαν λέγοντι συλλογιζομένῳ σοι ὁμολογεῖν ἀνάγκη.

προστάξαντι γὰρ οὐδεὶς ἠπείθει, ἀλλὰ πειθαρχήσαντες αὐτοῦ τῷνεύματικατὰ τὰ παρηγγελμένα πᾶν γένος ἀνθρώπων ἐμαθήτευον, ἐκ τῆς οἰκείας γῆς ἐπὶ πάντα στειλάμενοι τὰ ἔθνη, ἐν ὀλίγῳ τε ἦν ἔργα θεωρῆσαι τοὺς λόγους. κεκή- ρυκτο γοῦν τὸ εὐαγγέλιον ἐν βραχεῖ χρόνῳ ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον τοῖς ἔθνεσι, καὶ βάρβα- ροι καὶ Ἕλληνες τὰς περὶ τοὐ Ἰησοῦ γραφὰς πατρίοις χαρακτῆρσιν καὶ πατρίῳ φωνῇ μετελάμβανον.

καί- τοι τίς οὐκ ἂν ἀπορήσειεν εὐλόγως τίς ἦν ἄρα ὁ τῆς τῶν μαθητῶν τοῦ Ἰησοῦ διδασκαλίας τρόπος; ἆρα γὰρ εἰς μέσην παρελθόντες πόλιν, ἔπειτ’ ἐν ἀγορᾷ στάντες καὶ βοῇ μείζονι χρησάμενοι συνεκάλουν τοὺς παριόντας, κἄπειτα ἐδημηγόρουν; καὶ τίς ἦν ἄρα αὐ- τοῖς τῆς δημηγορίας ὁ λόγος, ᾧ πεπεῖσθαι εἰκὸς ἦν τοὺς ἀκροωμένους ; πῶς δὲ καὶ ἐδημηγόρουν ἄνδρες λόγων;ἄπειροι καὶ πάσης ἀμέτοχοι παιδείας;

ἀλλὰ μὴν οὐ κατὰ πλῆθος, κατὰ μέρος δὲ τοῖς προστυ- χοῦσι διελέγοντο. τίσιν οὖν καὶ ὁποίοις ἐχρῶντο λό- γοις ἐπὶ πειθὼ τῶν ἀκουόντων, ἐπεὶ μηδὲ μικρὸς ἦν αὐτοῖς ὁ ἀγὼν, μὴ ἀρνουμένοις τὸν ἐπονείδιστον θάνατον τοῦ καταγγελλομένου ;

εἰ μὲν γὰρ τοὐ- ’τον ἐπικρυψάμενοι, καὶ μὴ ὁμολογοῦντες εἰς πάντας οἷα καὶ ὁπόσα πέπονθεν ὑπὸ Ἰουδαίων, τὰ σεμνὰ μόνα καὶ ἔνδοξα προσεκόμιζον, (λέγω δὲ τὰς θαυματουργίας καὶ τὰς παραδοξοποιίας αὐτοῦ τάς τε φι- λοσόφους διδασκαλίας αὐτοῦ) οὐδ’ οὕτως ἦν αὐτοῖς εὐχερὴς ὁ λόγος πρὸς τὸ ποιῆσαι ῥᾳδίως συγκαταθέ- σθαι τοὺς ἀκούοντας ξενοφωνουμένους ^ καὶ ἄρτι πρῶτον ἐπακούοντας καινῶν ῥημάτων ὑπ’ ἀνδρῶν οὐδὲν ἐπαγομένων ἀξιόπιστον εἰς τὴν τῶν λεγομένων μαρτυρίαν ’ πλὴν ἀλλ’ ἔδοξεν ἂν πιθανώτερον λέγεσθαι τὰ εἰρημένα.

νῦν δὲ τοτὲ μὲν τὸν πρεσβευόμενον θεὸν ἐν ἀνθρώπου γεγονέναι σώματι, καὶ οὐδὲν ἄλλο τὴν φύσιν εἶναι ἢ θεοῦ λόγον, διὸ καὶ τοιαύτας τεραστίας δυνάμεις πεποιηκέναι οἶα θεόν· τοτὲ δὲ τούτοις ἐναντίως ὕβρεις αὐτὸν καὶ ἀτιμίας ὑπομεῖναι, καὶ τέλος τὴν αἰσχίστην καὶ τοῖς πάντων ἀνθρώπων κακουργοτάτοις ἐπηρτημένην διὰ σταυροῦ τιμωρίαν 5 τίς οὐκ ἂν ὡς ἐναντία λεγόντων κατέπτυσεν εἰκότως;

τίς δ’ οὕτως ἠλίθιος ὑπῆρχεν ὡς εὐχερῶς πιστεῦσαι λέγουσιν ἑωρακέναι μετὰ τὸν θάνατον ἐκ νεκρῶν ἀναβεβιωκότα, τὸν μηδὲ ὅτε ἐν ζῶσιν ἢν ἐπαμῦναι ἑαυτῷ δεδυνημένον; τίς δὲ τοῖς ἰδιώταις καὶ εὐτελέσιν ἐκείνοις ἐπείσθη ποτ’ ἂν λέγουσι χρῆναι τῶν μὲν πατρῴων θεῶν καταφρονῆσαι, καὶ μωρίαν μὲν τῶν ἐξ αἰῶνος καταγνῶναι πάντων, μόνοις δὲ αὑτοῖς πείθεσθαι καὶ τοῖς ὑπὸ τοῦ σταυρωθέντος παρηγγελμένοις ; τοῦτον γὰρ εἶναι τοῦ μόνου καὶ ἐπὶ πάντων θεοῦ μόνον ἀγαπητὸν καὶ μονογενῆ παῖδα.

ἐγὼ μὲν οὖν ἐξετάζων παρ’ ἐμαυτῷ φιλαλήθως τὸν λόγον οὐδεμίαν πειστικὴν δύναμιν ἐν αὐτῷ, οὐδέ τι σεμνὸν, οὐδ’ ἀξιόπιστον, ἀλλ’ οὐδὲ πιθανὸν εἰς τὸ κἂν ἔνα τινὰ τῶν ἠλιθίων πεῖσαι δύνασθαι εὑρίσκω.

ἀλλὰ πάλιν ἀφορῶν εἰς τὴν τοῦ λόγου δύναμιν ὡς μυρία πλήθη πέπεικεν, καὶ ὡς συνέστησαν μυρίανδροι ἐκκλησίαι πρὸς αὐτῶν ἐκείνων τῶν εὐτελεστάτων καὶ ἀγροίκων τοῦ Ἰησοῦ μαθητῶν, οὐκ ἐν ἀδήλοις που καὶ ἀφανέσι τόποις, ἀλλ’ ἐν ταῖς μάλιστα διαπρεπεστάταις πόλεσιν ἱδρυθεῖσαι, ἐπ’ αὐτῆς λέγω τῆς ῾Ρωμαίων βασιλευούσης, ἐπί τε τῆς Ἀλεξανδρέων καὶ Ἀντιοχέων, καθ’ ὅλης τε τῆς Αἰγύπτου καὶ Λιβύης, Εὐρώπης τε καὶ Ἀσίας, ἔν τε κώμαις τε καὶ χώραις καὶ παντοίοις ἔθνεσι, πάλιν ἐξ ἀνάγκης ἀνατρέχειν ἐκβιάζομαι ἐπὶ τὴν τοῦ αἰτίον ζήτησιν, καὶ συνομολογεῖν μὴ ἄλλως αὐτοὺς κεκρατηκέναι τοῦ τολμήματος ἢ θειοτέρᾳ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει καὶ συνεργίᾳ τοῦ φήσαντος αὐτοῖς ‟μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου.”

τοῦτο δ’ οὖν εἰπὼν ἐπισυνῆψεν ἐπαγγελίαν, δι’ ἧς ἔμελλον ἐπιθαρρεῖν καὶ προθύμως ἐπιδιδόναι σφᾶς αὐτοὺς τοῖς παρηγγελμένοις. φησὶ γοῦν αὐτοῖς καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.” ἀλλὰ καὶ πνεύματος αὐτοῖς ἐμπνεῦσαι λέγεται θείου, ἀλλὰ καὶ δύναμιν αὐτοῖς ἔνθεον καὶ παραδοξοποιὸν πεποιηκέναι, τοτὲ μὲν φήσας ‟λάβετε πνεῦμα ἅγιον,” τοτὲ θεραπεύετε, λεπροὺς καθαρίζετε, δαίμονας ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.”

συνορᾷς τοιγαροῦν καὶ αὐτὸς ὅπως κεκράτηκεν ὁ δι’ αὐτῶν λόγος, ἐπεὶ καὶ αὐτῶν ἡ βίβλος τῶν Πραξέων συνῳδὰ τούτοις καὶ σύμφωνα μαρτυρεῖ· ἔνθα ἱδτοροῦνται καὶ αὐτοὶ τῇ τῶν παραδόξων ἐνεργείᾳ δι’ ὀνόματος τοῦ Ἰησοῦ πρὸς αὐτῶν ἐπιτελουμένῃ τοὺς παρόντας καὶ τοὺς θεωμένους ἐκπλῆξαι.

ἐξέπληττον γὰρ, ὡς εἰκὸς, διὰ τῶν ἔργων τοὺς θεωμένους πρότερον· εἶθ’ οὕτως προθύμους εἶχον αὐτοὺς ἐπὶ τὸ φιλοπευστεῖν τίς ποτ’ ἦν οὗτος οὗ τῇ δυνάμει καὶ προσηγορίᾳ τὸ θαῦμα γέγονεν· εἶτα διδάσκοντες ηὕρισκον τῇ πίστει φθάνοντας τὴν παρ’ αὐτῶν διδασκαλίαν.

οὐ γὰρ τοῖς λόγοις πεισθέντες, ἀλλὰ τοῖς ἔργοις προκαταληφθέντες ῥᾴδιον ἐποιοῦντο τὴν ἐν τοῖς λόγοις διάθεσιν. λέγονται γοῦν ἤδη τινὲς βουθυσίας καὶ σπονδὰς, ὡς ἂν ἤδη θεοῖς οὖσιν, τοῖς τοῦ Ἰησοῦ προσαγηοχέναι· καὶ τινὰ μὲν αὐτῶν τὸν Ἑρμῆν. εἶναι, τινὰ δὲ τὸν Δία νενομικέναι, τοσοῦτον αὐτῶν τὰς διανοίας ἐξέπληττεν ἡ τῶν παραδόξων ἔργων ἐπίδειξις.

καὶ δὴ οὕτω διακειμένοις πάνθ’ ὅσα περὶ τοῦ Ἰησοῦ κατήγγελλον ἤδη λοιπὸν ἀληθεύειν εὐλόγως ἐνομίζοντο, καὶ τῇ μετὰ τὸν θάνατον ἀναβιώσει αὐτοῦ οὐχ ἁπλοῖς οὐδ’ ἀναποδείκτοις ἐμαρτύρουν λόγοις, δέ αὐτῆς δ’ ἐνεργείας ἔπειθον, ζῶντος ἔργα παριστῶντες.

εἰ δὲ καὶ θεὸν αὐτὸν καὶ θεοῦ παῖδα πρὸ τῆς εἰς ἀνθρώπους ἀφίξεως παρὰ τῷ πατρὶ τυγχάνοντα κατήγγελλον, καὶ τούτῳ πῶς οὐκ ἂν προσέθεντο μᾶλλον, τὸ ἐναντίον ἄπιστον εἶναι καὶ ἀδύνατον ἡγούμενοι εἰκότως, λογισάμενοι μὴ δύνασθαι θνητῆς ἔργα φύσεως εἶναι νομίζειν τὰ δρώμενα, ἀλλὰ θεοῦ, κἂν μὴ λέγῃ τις;

τοῦτ’ ἦν ἄρα καὶ οὐδὲν ἄλλο τὸ ζητηθὲν αὐτὸ ἐκεῖνο, ὁποίᾳ δυνάμει περιγεγόνασι τῶν ἐν ἀρχαῖς ἀκροωμένων οἶ τοῦ Ἰησοῦ μαθηταὶ, καὶ ὅπως Ἕλληνας ὁμοῦ καὶ βαρβάρους ὡς περὶ λόγου θεοῦ περὶ αὐτοῦ φρονεῖν ἔπεισαν, ὅπως τε ἐν μέσαις ταῖς πόλεσιν καὶ ἀνὰ τὰς χώρας εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ συνεδτήσαντο διδασκαλεῖα.

καίτοι τίς οὐκ ἂν θαυμάσειε πρὸς ἑαυτὸν ἐπιλογισάμενος καὶ ἐνθυμηθεὶς ὡς οὐκ ἀνθρώπινον ἦν τὸ μηδ’ ἄλλοτε ὑπὸ μίαν τὴν ῾Ρωμαίων γενέσθαι τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη, ἀλλ’ ἀπὸ τῶν τοῦ Ἰησοῦ χρόνων.

ἅμα γὰρ τῇ εἰς ἀνθρώπους αὐτοῦ παραδόξῳ ἐπιδημίᾳ καὶ τὰ ῾Ρωμαίων ἀκμάσαι συνηνέχθη, τότε πρῶτον Αὐγούστου τῶν πλείστων ἐθνῶν μοναρχήσαντος, καθ᾿ ὂν Κλεοπάτρας ἁλούσης ἡ κατ’ Αἴγυπον τῶν Πτολεμαίων διαδοχὴ λέλυτο· ἐξ ἐκείνου τε καὶ εἰς δεῦρο τὸ ἀπ’ αἰῶνος καὶ ἀπ’ αὐτῆς ὡς εἰπεῖν τῆς πρώτης ἀνθρωπείας συστὰν Αἰγύπτου βασίλειον καθῄρητο.

ἐξ ἐκείνου τε καὶ τὸ Ἰουδαίων ἔθνος Ῥωμαίων δοῦλον γέγονεν, καὶ τὸ Σύρων ὠσαύτως, Καππαδόκων τε καὶ Μακεδόνων, καὶ Βιθυνῶν, καὶ Ἑλλήνων, καὶ συνελόντι φάναι τῶν λοιπῶν τῶν ὑπὸ τὴν ῥωμαίων ἁρχὴν ἁπάντων.

τοῦτο δὲ ὅτι μὴ ἀθεεὶ τῇ περὶ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ συνειςῆλθεν τίς οὐκ ἂν ὁμολογήσειε, διανοηθεὶς ὡς οὐ ῥᾴδιον ἦν τοῖς μαθητοῖς ταῖς αὐτοῦ πορείαν ἐπὶ τῆς ἀλλοδαπῆς στείλασθαι, διεστώτων πρὸς ἄλληλα τῶν ἐθνῶν, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτοῖς ἐπιμιξίας διὰ τὰς πολλὰς ἐθναρχίας· ὧν περιῃρημένων ἀφύβως ἤδη καὶ ἐπ’ ἀδείας τὸ προκείμενον ἥνυον, τὴν πορείαν αὐτοῖς προεξευμαρίσαντος τοῦ ἐπὶ πάντων θεοῦ, καὶ τοὺς θυμοὺς τῶν κατὰ πόλεις δεισιδαιμόνων φόβῳ τῆς μείζονος ἀρχῆς καταστείλαντος.

λόγισαι γὰρ ὡς εἰ μηδὲν τὸ κωλῦον ἦν τοὺς περὶ τὴν πολύθεον πλάνην ἐπτοημένους τῇ τοῦ Χριστοῦ πολεμεῖν διδασκαλίᾳ, πάλαι ἂν ἑώρας κατὰ πόλεις καὶ κατὰ ἀγροὺς ἐμφυλίους στάσεις, διωγμούς τε καὶ πολέμους οὐ τοὺς τυχόντας, εἰ δὴ ἐφ’ ἑαυτοῖς εἶχον οἱ δεισιδαίμονες τὴν ἐπ’ αὐτῶν ἐξουσίαν.

νῦν δὲ καὶ τοῦτο δεοῦ τοῦ ἐπὶ πάντων ἔργον ἦν, τὸ μείζονι φόβῳ τῆς ἀνωτάτω ἀρχῆς τοὺς ἐχθροὺς τοῦ οἰκείου λόγου καταδουλῶσαι· προκόπτειν γὰρ αὐτὸν ὁσημέραι καὶ εἰς πάντας ἀνθρώπους αὔξειν βούλεται.

πάλιν τε αὖ ὡς μὴ νομισθείη κατὰ συγχώρησιν τῶν κρατούντων διαρκέσειν, εἴποτέ τις τούτων πονηρίᾳ ληφθεὶς τῷ τοῦ Χριστοῦ λόγῳ πολεμεῖν προύθετο, καὶ τοῦτο πράττειν ἐνεδίδου τὸ καταθύμιον, ὁμοῦ μὲν εἰς ἔνδειξιν τῶν τῆς εὐσεβείας ἀθλητῶν, ὁμοῦ δὲ καὶ εἰς τὸ τοῖς πάσι φανερὸν καταστῆναι ὅτι μὴ ἐξ ἀνθρώπων ἦν βουλῆς, ἀλλ’ ἐκ τῆς τοῦ θεοῦ δυνάμεως ἡ τοῦ λόγου σύστασις.

αὐτίκα τίς οὐκ ἂν θαυμάσειε τὰ συμβαίνειν κατὰ τοὺς τοιούσδε καιροὺς εἰωθότα ; οἱ μὲν γὰρ τῆς εὐσεβείας ἀθληταὶ τὸ πρὶν ἀνθρώποις γε τοῖς πᾶσι διάδηλοι καὶ διαπρεπεῖς ἐγίνοντο, τῶν παρὰ τῷ θεῷ κατηξιωμένοι βραβείων· οἱ δὲ τῆς εὐσεβείας πολέμιοι τὰς προσηκούσας ἐξέτινον δίκας, θεηλάτοις μάστιξιν οἰστρούμενοι καὶ πᾶν τὸ σῶμα δεινοῖς καὶ ἀνιαροῖς πάθεσι διαφθειρόμενοι, ὥστε ἤδη καὶ εἰς ὁμολογίαν τῆς κατὰ Χριστοῦ δυσσεβείας ἥκειν περιελαθῆναι.

οἶ δέ γε λοιποὶ πάντες τῆς ἐνθέου προσηγορίας ἠξιωμένοι καὶ τὰ Χριστοῦ φρονεῖν αὐχοῦντες, ἐπ’ ὀλίγον γεγυμνασμένοι τοῖς πειρατηρίοις, τὸ δὲ γνήσιον καὶ εἰλικρινὲς τοῦ φρονήματος ἐπιδειξάμενοι, τὴν οἰκείαν αὖθις ἀπελάμβανον ἐλευθερίαν, εἰς μεῖζον ὁσημέραι δι’ αὐτῶν ἐκλάμποντος τοῦ σωτηρίου λόγου, καὶ ἐν αὐτοῖς γε μέσοις τοῖς ἐχθροῖς κατακρατοῦντος,

μὴ μόνον τε τῶν ὁρατῶν πολεμίων κατεξανισταμένους, ἀλλὰ καὶ τῶν ἀοράτων, εἴ τινες ἄρα εἶεν ἀμφὶ τὸν περὶ γῆν ἀέρα ζοφώδη πονηροὶ δαίμονες καὶ ἄρχοντες τούτων, οὓς καὶ αὐτοὺς οἶ γνήσιοι τοῦ Χριστοῦ μαθηταὶ δι’ ἁγνείας βίου καὶ τῶν πρὸς τὸν θεὸν εὐχῶν διά τε τῆς αὐτοῦ ἐνθέου προσηγορίας ἐξελαύνοντες, σημείων τῶν πάλαι ἱστορουμένων ὑπ’ αὐτοῦ γεγονέναι παραδόξων, καὶ ἐν τούτῳ τοῖς συνορᾶν δυναμένοις τὰ τεκμήρια τῆς ἐνθέου ἀρετῆς αὐτοῦ διαδεικνύντες.

Ἀλλὰ γὰρ τῶνδε κατὰ καιρὸν προγεγυμνασμένων καιρὸς ἤδη καλεῖ τῆς μυστικωτέρας περὶ αὐ- τοῦ θεολογίας ἐφάψασθαι, καὶ τὸν θεὸν λόγον, ὅστις ποτ’ ἣν ὁ διὰ τοῦ φαινομένου ἀνδρὸς τἀς θαυματουργίας ἐκτελῶν, ἐποπτεῦσαι.
Book 4: Βιβλιον Tεταρτον

ἐπειδὴ τὰ προσήκοντα περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν ἐν τῷ πρὸ τούτου συγγράμ- ματι, τρίτῳ ὄντι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, αὐτάρκως ἡμῖν διαπεπόνηται, καιρὸς ἤδη καὶ ἀπορρητοτέρων ἐφάψασθαι λόγων τῶν περὶ τῆς κατ’ αὐτὸν μυστικωτέρας θεολογίας.

ὁ μὲν οὖν περὶ τοῦ πρώτου καὶ ἀïδίου, μόνου τε ἀγεννήτου καὶ ἐπὶ πάντων αἰτίου τῶν ὅλων, πανηγεμόνος τε καὶ παμβασιλέως θεοῦ κοινὸς ἅπασιν ἀνθρώποις ἐστὶ λόγος· ἴδιος δὲ καὶ κοινὸς αὖθις Ἑβραίων καὶ ἡμῶν ὁ περὶ Χριστοῦ· ὃν πὴ μὲν ὁμοίως ἡμῖν ταῖς παρ’ αὐτοῖς ἑπόμενοι γραφαῖς ἔτι νῦν ὁμολογοῦσι, πῆ δὲ μακρὰν ἀποπίπτουσι, μήτε τὴν θεότητα συνορῶντες αὐτοῦ, μήτε τὰ αἴτια τῆς παρουσίας εἰδότες, μήτε μὴν τοὺς χρόνους καθ’ οὓς ἥξειν ἀνείρηται εἰς ἀνθρώπους περιδρασσόμενοι.

οἶ μὲν γὰρ ἔτι καὶ νῦν ἥξειν μέλλοντα προσδοκῶσιν, ἡμεῖς δ’ ἤδη μὲν εἰς ἅπαξ ἀποδείκνυμεν ἐλθόντα, καὶ δευτέραν δ’ αὐτοῦ μετὰ τῆς ἐνθέου δόξης παρουσίαν ταῖς τῶν θεοφόρων προφητῶν προρρήσεσί τε καὶ διδασκαλίαις πειθόμενοι ἰδεῖν εὐχό- μέθᾳ. διττοῦ δ’ ὄντος τοῦ κατ’ αὐτὸν λόγου ὁ μὲν νεώτερος ἂν εἴη, χθὲς καὶ πρώην εἰς ἀνθρώπους εἰσηγμένος· ὁ δὲ παντὸς χρόνου καὶ πάντων αἰώνων πρεσβύτερος.

βουληθεὶς γὰρ ὁ θεὸς, ἅτε μόνος ὢν ἀγαθὸς ἀγαθοῦ τε παντὸς ἀρχὴ καὶ πηγὴ, τῶν αὐτοῦ θησαυρῶν πλείους ἀποφῆναι κοινωνοὺς, ἄρτι τε μέλλων τὴν λογικὴν πᾶσαν προβάλλεσθαι κτίσιν, ἀσωμάτους τινὰς νοερὰς καὶ θείας δυνάμεις, ἀγγέλους τε καὶ ἀρχαγγέλους, ἄϋλά τε καὶ πάντη καθαρὰ πνεύματα, προσέτι δὲ ψυχὰς ἀνθρώπων ἄφετον καὶ ἐλεύθερον τῆς αὐθεκουσίου περὶ τὸ καλὸν ἢ τοὐναντίον αἱρέσεως τὴν φύσιν ἐπαγομένας, ὅσα τε τούτοις ὄργανα σωμάτων ἔμελλεν ἔσεσθαι ποικίλων ἀγωγῆ κατάλληλα βίων, χώρας τε τούτοις ἅπασι καὶ τόπους διανέμειν οἰκείους· μείνασι μὲν γὰρ ἀγαθοῖς τοὺς κρείττονας, ἔμπαλιν δὲ τοὺς προσήκοντας, τῆς ἐπὶ τἀναντία ῥοπῆς τὰ σωφρονιστήρια·) προλαβὼν τὸ μέλλον, οἷα θεὸς, τῇ προγνώσει, συνιδών τε τούτων ἁπάντων πρὶν γενέσθαι ὡς ἐν μεγάλῳ σώματι κεφαλῆς δεησομένων, ἴνα τὸν τῆς δημιουργίας ἁπάσης οἰκονόμον ἡγεμόνα τε καὶ βασιλέα τῶν ὅλων προτάξασθαι ᾤετο δεῖν, ᾗ καὶ τὰ θεῖα μυσταγωγεῖ λόγια πρὸς τῶν ἄνωθεν παρ’ Ἑβραίοις θεολόγων τε καὶ προφητῶν ἀνδρῶν τεθεσπισμένα·

παρ’ ὧν δὴ μαθεῖν ἔνεστιν ὡς ἄρα μία μὲν εἴη τῶν ὅλων ἀρχὴ, μᾶλλον δὲ τὸ καὶ ἀρχῆς ἀνώτερον, καὶ πρώτου προγενέστερον, καὶ μονάδος ἀρχεγονώτερον, καὶ πάσης κρεῖττον προσηγορίας, ἄρρητον, ἀνέκφραστον, ἀπερινόητον, ἀγαθὸν, τὸ πάντων αἴτιον, τὸ ποιητικὸν, τὸ εὐεργετικὸν, τὸ προνοητικὸν, τὸ σωτήριον, αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεὸς, ἐξ οὗ τὰ πάντα, δι’ ὃν τὰ πάντα ἐστίν· ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.

ὅ τι δὴ θέλει, τοῦτο γοῦν καὶ εἴη ἂν τὸ μόνον τῆς τῶν γεννητῶν ἁπάντων οὐσιώσεως τε καὶ ὑπάρξεως αἴ- τιον· θέλοντος γάρ ἐστι, θέλει δὲ, ὅτι τὴν φύσιν ἀγαθὸς ὢν τυγχάνει. ἀγαθῷ δὲ οὐδὲν ὅτι μὴ τὸ θέλειν τὰ ἀγαθὰ προσφυές.

θέλων δὲ ταῦτα καὶ δύναται· διὸ καὶ θέλων ὁμοῦ καὶ δυνάμενος, ἀκωλύτως καὶ ἀπαραποδίστως πᾶν ὅ τι καλὸν καὶ συμφέρον ἔν τε ὁρωμένοις καὶ ἀφανέσιν αὐτὸς ἑαυτῷ συνεστήσατο, ὕλην ὥσπερ τινὰ καὶ οὐσίαν τῆς τῶν ὅλων γενέσεως τε καὶ συστάσεως τὴν ἑαυτοῦ βουλὴν καὶ δύναμιν προβεβλημένος, ὡς μηκέτι εὐλόγως φά- ’ναι δεῖν ἐξ οὐκ ὄντων εἶναί τι τῶν ὄντων· οὐδὲ γὰρ ἂν εἴη τι τὸ ἐκ μὴ ὄντος. πῶς γὰρ τὸ μὴ ὂν ἑτέρῳ τοῦ εἶναι γένοιτ’ ἂν αἴτιον; πάν δὲ ὅ τι ποτε καὶ ἔστιν ἐξ ἑνὸς τοῦ μόνου ὄντος καὶ προόντος, τοῦ δὴ καὶ φήσαντος “ἐγώ εἰμι ὁ ὢν,” τὸ εἶναι λαβὸν ἔχει·

ὅτι δὴ μόνος ὢν καὶ ἀεὶ ὢν αὐτὸς πᾶσι τοῖς ἐξ αὐτοῦ τὸ εἶναι κτησαμένοις αἴτιος τοῦ εἶναι κατέστη τῷ θέλειν καὶ τῷ δύνασθαι, καὶ τὴν οὐσίαν τοῖς πᾶσι καὶ τὰς δυνάμεις καὶ τὰ εἴδη πλουσίως καὶ ἀνεπιφθόνως ἐξ αὑτοῦ κεχαρισμένος.

Καὶ δὴ τῶν ὄντων ἀπάντων πρῶτον ὑφίστησιν αὐτοῦ γέννημα τὴν πρωτότοκον σοφίαν, ὅλην δι’ ὅλου νοερὰν καὶ λογικὴν καὶ πάνσοφον, μᾶλλον δὲ αὐτόνουν καὶ αὐτολόγον καὶ αὐτοσοφίαν, καὶ εἴ τι δὲ αὐτάκαλον καὶ αὐτοόγαθον ἐπινοεῖν ἐν γεννητοῖς θέμις, τοῦτο πρῶτον αὐτὸς ἐξ αὐτοῦ θεμέλιον τῶν μετὰ ταῦτα γενησομένων προβάλλεται, τὸ τέλειον τελείου δημιούρηγμα, καὶ σοφοῦ σοφὸν ἀρχιτεκτόνημα, ἀγαθοῦ πατρὸς ἀγαθὸν γέννημα, καὶ τί γὰρ ἄλλο ἢ τῶν μετέπειτα τὸ εἶναι δι’ αὐτοῦ λαβόντων προστάτην καὶ κηδεμόνα, σωτῆρά τε καὶ ἰατρὸν, καὶ κυβερνήτην τῆς τῶν ὅλων δημιουργίας τοὺς οἴακας περιδεδραμγένον;

ὅθεν εἰκότως οἱ χρησμοὶ θεολογουντες θεὸν γεννητὸν αὐτὸν ἀποφαίνουσιν, ὡς ἂν τῆς ἀνεκφράστου καὶ ἀπερινοήτου θεότητος μόνον ἐν αὐτῷ φέροντα τὴν εἰκόνα, δι’ ἣν καὶ θεὸν εἶναί τε αὐτὸν καὶ λέγεσθαι τῆς πρὸς τὸ πρῶτον ἐξομοιώσεως χάριν, ταύτῃ τε αὐτὸν ἀγαθόν φασιν ὑπηρέτην πρὸς τοῦ πατρὸς ὑποβεβλῆσθαι, ἔνα ὥσπερ δι’ ἑνὸς πανσόφου καὶ ζῶντος ὀργάνου τεχνικοῦ τε καὶ ἐπιστημονικοῦ κανόνος τὰ πάντα αὐτῷ ἀπευθύνοιτο, σώματα ὁμοῦ καὶ ἀσώματα, ἔμψυχά τε καὶ ἄψυχα, λογικὰ σὺν ἀλόγοις, θνητὰ σὺν ἀθανάτοις, καὶ εἴ τι τούτοις ἕτερον συνυφέστηκέ τε καὶ συνύφανται, καὶ ὡς μιᾷ τῶν ὅλων δυνάμει, ἐνί τε ζῶντι καὶ ἐμψύχῳ νόμῳ τε καὶ λόγῳ ἐν πᾶσιν ὄντι καὶ διὰ πάντων ἥκοντι τὰ πάντα συναρμόζοιτο ὑφ’ ἑνὶ πανσόφῳ δεσμῷ, αὐτῷ δὴ τῷ τοῦ θεοῦ λόγῳ τε καὶ νόμῳ, συναγόμενά τε καὶ συνδούμενα.

῾Ενὸς δὲ ὄντος τοῦ πατρὸς ἔνα χρὴ καὶ τὸν υἱὸν, ἀλλ’ οὐ πολλοὺς εἶναι, καὶ ἕνα τέλειον μόνον γεννητὸν θεὸν ἐκ θεοῦ, ἀλλ’ οὐ πλείους. ἐν γὰρ πλείοσιν ἑτερότης ἔσται καὶ διαφορὰ καὶ τοῦ χείρονος εἰσαγωγή. διὸ δὴ εἷς θεὸς ἑνὸς υἱοῦ τελείου καὶ μονογενοῦς, ἀλλ’ οὐ πλειόνων θεῶν οὐδ’ υἱῶν πατὴρ,

ἐπεὶ καὶ μιᾶς οὔσης φωτὸς οὐσίας μίαν καὶ τὴν ἐξ αὐτοῦ γεννωμένην τελείαν αὐτὴν πᾶσα ἀνάγκη τίθεσθαι.

τί γὰρ ἂν καὶ ἄλλο γέννημα φωτὸς ἐπινοεὶν δυνατὸν, μὴ οὐχὶ μόνην τὴν ἐξ αὐτοῦ τὰ πάντα πληροῦσαν καὶ καταλάμπουσαν ἀκτῖνα ; πὰν γὰρ τὸ ταύτης ἀλλότριον σκότος ἂν εἴη καὶ οὐ φῶς. ταύτῃ τοι καὶ τοῦ πάντων ἀνωτάτου πατρὸς, ἀρρήτου φωτὸς ὄντος, οὐδὲν μὲν προσφερὲς αὐτῷ οὐδ’ οἰκεῖον ἂν γένοιτο παράδειγμα, πλὴν ὅσον αὐτὸ τοῦτο μόνον, ὃ δὴ καὶ φάναι περὶ υἱοῦ οἶόν τε· ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀι·δίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.

διὸ εἴρηται “ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.” ἀλλὰ τοῦ μὲν αἰσθητοῦ φωτὸς ἀχώριστος ἡ αὐγὴ, ὁ δ’ υἱὸς ἰδίως παρὰ τὸν πατέρα καθ’ ἑαυτὸν ὑφέστηκε· καὶ φωτὸς μὲν ἡ αὐγὴ χώραν ἐνεργείας ἐπέχει, ὁ δὲ υἱὸς ἕτερόν τι ἢ κατὰ ἐνέργειαν τυγχάνει, καθ’ ἑαυτὸν οὐσιωμένος.

καὶ πάλιν ἡ μὲν αὐγὴ συνυπάρχει τῷ φωτὶ, συμπληρωτική τις οὖσα αὐτοῦ· ἄνευ γὰρ αὐγῆς οὐκ ἂν ὑποσταίη φῶς·) ὁμοῦ τε καὶ καθ’ αὑτὸ συνυφέστηκεν ὁ δὲ πατὴρ προυπάρχει τοῦ υἱοῦ καὶ τῆς γενέσεως αὐτοῦ προὐφέστηκεν, ᾗ μόνος ἀγέννητος ἦν.

καὶ ὁ μὲν καθ’ ἑαυτὸν τέλειος καὶ πρῶτος, ὡς πατὴρ, καὶ τῆς τοῦ υἱοῦ συστάσεως αἴτιος, οὐδὲν εἰς συμπλήρωσιν τῆς ἑαυτοῦ θεότητος παρὰ τοῦ υἱοῦ λαμβάνων· ὁ δὲ, ὡς ἐξ αἰτίου γεγονὼς υἱὸς, δεύτερος οὗ ἐστιν υἱὸς καθέστηκεν, παρὰ τοῦ πατρὸς καὶ τὸ εἶναι καὶ τὸ τοιόσδε εἶναι εἰληφώς.

καὶ πάλιν ἡ μὲν αὐγὴ οὐ κατὰ προαίρεσιν τοῦ φωτὸς ἐκλάμπει, κατά τι δὲ τῆς οὐσίας συμβεβηκὸς ἀχώριστον, ὁ δὲ υἱὸς κατὰ γνώμην καὶ προαίρεσιν εἰκὼν ὑπέστη τοῦ πατρός. βουληθεὶς γὰρ ὁ θεὸς γέγονεν υἱοῦ πατὴρ, καὶ φῶς δεύτερον κατὰ πάντα ἑαυτῷ ἀφωμοιωμένον ὑπεστήσατο

ἀγεννήτου τοιγαροῦν καὶ ἀιδίου φωτὸς ὄντος ἑνὸς, πῶς ἂν γένοιτο ἄλλο οἷά τις εἰκὼν, οὐχὶ δὲ καὶ αὐγὴ οὖσα φῶς κατὰ πάντα τὸ ἐμφερὲς τῷ πρωτοτύπῳ σώζουσα; πῶς δ’ ἂν καὶ αὐτοῦ τοῦ ἑνὸς εἴη εἰκὼν, εἰ μὴ μία καὶ ἡ αὐτὴ οὖσα ; ὅπως μὴ μόνον τῆς οὐσίας τοῦ πρώτου ^ ἀλλὰ καὶ τοῦ κατὰ τὸ ποσὸν ἀριθμοῦ τὴν ὁμοίωσιν ἐπάγοιτο, ὥσθ’ ἑνὸς εἶναι τοῦ ἀι·δίου φωτὸς ἕν τὸ τέλειον, ἀλλ’ οὐ διά- φορα καὶ πολλὰ τὸ πρῶτον καὶ μονογενὲς ἔκγονον, αὐτὸ δὴ ἐκεῖνο τὸ καὶ ἡμῖν πρῶτον μετὰ τὴν ἄναρ- χον καὶ ἀγέννητον οὐσίαν θεολογούμενον τέλειον ἀγα- θόν.

ἔνα γοῦν χρὴ ἑνὸς πατρὸς καὶ τὸν υἱὸν εἶναι. καὶ γὰρ μιᾶς εὐωδίας ἐξ ὑποκειμένης τινὸς προῖ·ού- σὴς οὐσίας, μίαν καὶ τὴν αὐτὴν προχεομένην ἡδεῖαν εἰς πάντας ὀδμὴν, ἀλλ’ οὐ διαφόρους καὶ πολλὰς προσήκοι ἂν ὁμολογεῖν. τοῦ δῆτα πρώτου καὶ μόνου ἀγαθοῦ, ὅ ἐστιν ὁ παμβασιλεὺς θεὸς, νῷ καὶ διανοίᾳ ληπτὴν ἔνθεον καὶ ζωτικὴν εὐωδίαν ὑποστηΓ,αμένου, μίαν ταύτην, ἀλλ’ οὐ πλείους ἐπινοεῖν θέμις.

τί γὰρ ἂν καὶ γένοιτο ταύτης ἕτερον κατὰ πάντα τῷ πατρὶ ἀφωμοιωμένης εἰ μή τι ἄρα ὑποβεβηκὸς καὶ χεῖρον; ὃ οὐδαμῶς ἡμῖν ἐν τῇ τοῦ υἱοῦ θεολογίᾳ παρεισακτέον. ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρι- νής.

ἐξ εὐώδους μὲν γὰρ σώματος, μύρου τινὸς φέρε ἢ καὶ τῶν ἀπὸ γῆς ἀκμαζόντων ἀνθῶν τε καὶ ἀρωμάτων εὐώδης τις πνοὴ παρὰ τὸ πρῶτον ὑποκεί- μένον εἰς ἅπαν τὸ ἐκτὸς περιέχον προχεῖται, καὶ πλη- ροῖ γε καὶ τὸν ἀέρα εἰς πλάτος ἀναχεομένη, οὔτι πω κατὰ στέρησιν ἢ μειῶσιν ἢ τομὴν ἢ διαίρεσιν τοῦ προυποκειμένου.

τούτου γὰρ ἐν οἰκείᾳ χώρᾳ μέ- νοντος καὶ τὴν ταὐτότητα πρὸς ἑαυτὸ σώζοντος, τήν τε εὐώδη δύναμιν ἀπογεννῶντος, οὐδὲν τοῦ προτέ- προτέρου χεῖρον καὶ τὸ γεννώμενον εὐῶδες οἰκείαν ἔχον ὑπόστασιν, ὡς ὅτι μάλιστα τὸ ὁμοιότατον τῇ τοῦ γεννήσαντος φύσει διὰ τῆς οἰκείας ἀπομεμίμηται· πλὴν ἀλλ’ ἔτι ταῦτα γεώδη καὶ θνητὰ καὶ μέρη τῆς κάτω φθοροποιοῦ καὶ γεώδους φύσεως.

τά γε μὴν τῆς προκειμένης ἡμῖν θεολογίας, ἐπέκεινα παντὸς ὄντα παραδείγματος, οὐδὲν μὲν οἶον τὰ ἐκ σωμάτων ἐπάγεται, ὀξυτάτῃ δὲ διανοίᾳ φαντάζεται υἱὸν γεννητὸν, οὐ χρόνοις μέν τισιν οὐκ ὄντα, ὕστερον δέ ποτε γεγονότα, ἀλλὰ πρὸ χρόνων αἰωνίων ὄντα καὶ προόντα, καὶ τῷ πατρὶ ὡς υἱὸν διὰ παντὸς συνόντα, καὶ οὐκ ἀγέννητον ὄντα, γεννώμενον δ’ ἐξ ἀγεννήτου πατρὸς, μονογενῆ ὄντα, λόγον τε καὶ θεὸν ἐκ θεοῦ, οὐ κατὰ διάστασιν ἢ τομὴν ἢ διαίρεσιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας προβεβλημένον, ἀρρήτως δὲ καὶ ἀνεπιλογίστως ἡμῖν, 5 ἐξ αἰῶνος, μᾶλλον δὲ πρὸ πάντων αἰώνων, ἐκ τῆς τοῦ πατρὸς ἀνεκφράστου καὶ ἀπερινοήτου βουλῆς τε καὶ δυνάμεως οὐσιούμενον διδάσκοντα. “τὴν γενεὰν γὰρ αὐτοῦ” φησὶ “τίς διηγήσεται;” καὶ “ὥσπερ οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς, οὕτω καὶ τὸν υἱὸν οὐδεὶς ἔγνω εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ.”
Πλὴν ἀλλ’ ἕνα μονογενῆ καὶ ἀγαπητὸν υἱὸν ἐδόκει τῷ παναγάθῳ πατρὶ τῆς τῶν γεννητῶν ἁπάντων δημιουργίας προυφίστασθαι δεῖν, ἐπεὶ καὶ κόσμον ἔνα, ὥσπερ τι ἕν καὶ μέγα σῶμα ἐκ πλειόνων καὶ διαφόρων μελῶν τε καὶ μερῶν ἤμελλεν ὅσον οὐδέπω προβάλλεσθαι, ** οὐκ ἐπιστατεῖν μὲν αὐτὴν ἄνωθεν, ὥσπερ μείζονος κεφαλῆς τῆς τοῦ πατρὸς θεότητος ἐξημμένην, κεφαλὴ γὰρ τοῦ Χριστοῦ ὁ πατήρ) ἡγουμένην δὲ καὶ προυπάρχουσαν τῶν μετὰ ταύτην ἁπάντων, οὐ μὴν ἀλλὰ καὶ διαρκοῦσαν εἴς τε τὴν τοῦ πατρὸς ἐπικέλευσιν καὶ εἰς τὴν τῶν μετὰ ταῦτα δημιουργίαν.

διὸ δὴ καὶ ἔφαμεν αὐτὸν πρῶτον πάντων ὑπὸ τοῦ πατρὸς οἷόν τι μονοειδὲς πάσης οὐσίας καὶ φύσεως προβεβλῆσθαι ὄργανον ἔμψυχον καὶ ζῶν, μᾶλλον δ’ ἔνθεον καὶ ζωοποιὸν καὶ πάνσοφον, ἀγαθῶν γεννητικὸν, φωτὸς χορηγὸν, οὐρανοῦ δημιουργικὸν, κόσμου κατασκευαστικὸν, ἐγγελῶν ποιητικὸν, πνευμάτων ἀρχοντικὸν, ὄργανον ψυχῶν σωτήριον, σωμάτων αὐξητικὸν, πάντων προνοητικὸν, κυβερνητικὸν, θεραπευτικὸν, βασιλικὸν, κριτικὸν, πατρὸς εὐσεβείας ἀπαγγελτικόν.

Διὸ καὶ ἐπὶ πάντων καθόλου τῶν δημιουργημάτων μίαν χρεὼν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ’ οὐ πολλὰς ἡγεῖσθαι. μία γὰρ ἡ καθόλου κοσμοποιὸς δύναμις καὶ εἷς ὁ τῶν ὅλων δημιουργὸς λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν. ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος·”

ὃν δεῖ ἀληθῶς μὴ ἀγνοεῖν, σέβειν δὲ καὶ τιμᾶν ἐπαξίως, ὅτι δὴ πάντα δι’ αὐτοῦ οὐ μόνον ἐν ἀρχαῖς τόν ὅλων συνέστη, ἀλλὰ καὶ εἰς ἀεὶ γέγονέν τε καὶ γίνεται, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν.

εἴτε γὰρ ζωή τίς ἐστιν ἐν τοῖς οὖσιν, ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν· ἐξ αὐτοῦ γὰρ καὶ δι’ αὐτοῦ ἡ τῶν ὅλων ζώωσίς τε καὶ ψύχωσις) εἴτε ῥυθμὸς, εἴτε κάλλος, εἴτε ἁρμονία, εἴτε τάξις, εἴτε σύγκρασις, εἴτε οὐσία, εἴτε ποιότης, εἴτε μέγεθος, πάντα εἶς ὁ τῶν ὅλων συνέχει καὶ διακοσμεῖ λόγος καὶ μία θεοῦ δύναμις κοσμοποιὸς ἡγεῖται ἁπάντων.

ὡς γὰρ ἐπὶ τοῦ καθ’ ἡμᾶς σώματος πολλὴ μὲν τυγχάνει καὶ ποικίλη τῶν μερῶν ἡ διαφορὰ, μία δὲ ἡ τοῦ παντὸς δύναμις δημιουργός· οὐ γὰρ ἄλλῃ θεοῦ μὲν δυνάμει κεφαλῆς ὑπέστη φύσις, ἄλλῃ δὲ ὀφθαλμῶν, ἑτέρᾳ δὲ ὤτων, ἑτέρᾳ δὲ ποδῶν) οὕτω καὶ τοῦ σύμπαντος κόσμου μία καθόλου θεία δύναμις ἐπιστατοῦσα ἡ αὐτὴ ἂν εἴη καὶ οὐρανοῦ καὶ ἀστέρων, τῶν τε ἐν ἀέρι καὶ γῆ καὶ θαλάττῃ ζῴων, στοιχείων τε τῶν καθόλου καὶ τῶν κατὰ μέρος, καὶ ἔτι φύσεων παντοίων γενικῶν τε καὶ τῶν κατ’ εἶδος δημιουργός.

καὶ οὐκ ἄλλη μὲν πυρὸς, ἑτέρα δὲ ὕδατος, καὶ γῆς πάλιν ἄλλη καὶ ἀέρος ποιητικὴ δύναμις· ἀλλὰ μία καὶ ἡ αὐτὴ τῶν ὅλων τεχνῖτις σοφία, καὶ κοσμοποιὸς αὐτὸς οὗτος ἡμῖν ὁ θεολογούμενος τῶν ὅλων ὁ δημιουργὸς τοῦ θεοῦ λόγος.

μαρτυρεῖ δὲ τούτοις ἡ πρὸς ἄλληλα τῶν στοιχείων φιλία, τῇ τῶν συγκράσεων ἐπιμιξίᾳ συγγενῆ καὶ ἀδελφὴν καὶ ὥσπερ ἑνὸς ἀρχιτέκτονος ἔργον τὴν τῶν ὅλων φύσιν ἀπελέγχουσα. γῆ τε γὰρ τὸ βαρὺ στοιχεῖον ἐφ’ ὑδάτων ὀχουμένη, καὶ μὴ τῷ στερεμνίῳ τῆς φύσεως κατὰ βάθους ἑλκομένη, μετέωρος δ’ ἀεὶ φερομένη καὶ μὴ καταδυομένη, θεοῦ λόγῳ καὶ θεοῦ βουλῇ καὶ δυνάμει μαρτυρεῖ.

ὑγρᾶς τε αὖ πάλιν οὐσίας ἡ πρὸς τὸ ξηρὸν κοινωνία μηδὲν φθόρον ἐπιδεικνυμένη, μηδ’ ἀθρόως τὸ πὰν ἐπιλιμνάζουσα, νεύματι δ’ ἀρρήτῳ θεοῦ πεπεδημένη, ἴνα πάλιν καὶ τὸν αὐτὸν λόγον τοῦ θεοῦ παρίστησι.

τί δέ; τὸ πῦρ, καίτοι καυστικῆς καὶ φθαρτικῆς φύσεως, ἔπειτα ξύλοις ἐμφωλεῦον καὶ παντοίοις ζῴων σώμασιν ἀνακεκραμένον, γῇ τε καὶ ὕδατι καὶ ἀέρι συνεστοιχειωμένον, κἄπειτα λόγῳ καὶ μέτρῳ τοῖς πᾶσι τὸ δέον, ὅσον ἂν ἑκάστῳ γένοιτο πρὸς ὠφελείας, ἐπιχορηγοῦν, τῆς δ’ οἰκείας δυνάμεως ἐπιλελησμένον, οὔ σοι δοκεῖ πάλιν θεοῦ λόγῳ καὶ δυνάμει δουλεύειν ; ἡμέρας δὲ καὶ νυκτὸς ἀμοιβαίας ὁρῶντι κινήσεις, ὡρῶν τε καὶ καιρῶν τοτὲ μὲν αὐξήσεις, τοτὲ δὲ μειώ- μειώσεις, κύκλους τε ἐνιαυτῶν καὶ περιόδους χρόνων, ά́στρωντε περιδινήσεις, ἡλίου τε δρόμους, καὶ σελή- νῆς τροπὰς, συμπαθείας τε καὶ ἀντιπαθείας ἁπάντῶν, καὶ κόσμον ἔνα αὐτῶν ἐξ ἀπάντων, ἆρά σοι τὴν ἀλογίαν καὶ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν αἰτίαν εἶναι τῶν ὅλων θεμιτὸν ἀποφαίνεσθαι, ἢ λόγον ὡς ἀληθῶς θεοῦ καὶ θεοῦ σοφίαν καὶ θεοῦ δύναμιν, καὶ ταύ- τὴν μίαν, ἀλλ’ οὐ πολλὰς ἀνυμνεῖν;

ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ’ ἂν δημιουργὸς καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο ’ καὶ εἰς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ’ ἄν ποτε μυρίων ἐπιστήμας, γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει, καὶ λόγους γραμματικῆς παραδώσει καὶ ἰατρικῆς, ἔν τε μαθή- μασι καὶ τοῖς κατὰ χεῖρας προστήσεται· καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἑο ἐνὶ σώματι ψυχὰς ἡγή- σατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασεν ἀνθρώπου δυνά- μεὶς διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν.
εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν, κἄπειτα χερσὶν ἁπαλύνας ἐπιθήσει ζῴου μορφὴν, ἄλλῳ μὲν σχήματι κεφαλὴν, χεῖρας δὲ καὶ πόδας ἑτέρως, καὶ ὀφθαλμοὺς πάλιν ἄλλως, καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε καὶ ὤμους ὑποτυ- πωσάμενος τέχνῃ τῇ πλαστικῇ, ἆρα ἐπεὶ πολλὰ σχή- μάτα καὶ μέλη καὶ μέρη ὑφ’ ἐνὶ σώματι δεδημιούρ- γηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἢ τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν ἐνὶ λογισμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον;
τί δῆτα τοιγαροῦν ἐπὶ τοῦ παντὸς, ἑνὸς μὲν ὄντος, ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, πολλὰς χρῆν ὑποτί- θέσθαι δημιουργικὰς δυνάμεις, καὶ πολλοὺς ὀνομάζειν θεοὺς, οὐχὶ δὲ μίαν ὁμολογεῖν τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ ὁμοῦ τὰ πάντα ὑφισταμένην τε καὶ ζώουσαν, καὶ τοῖς πάσι ποικίλην τὴν ἐξ αὑτῆς ἐπιχορηγίαν ποιουμένην; οὕτω καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμοὺς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ γῆν, αὔξει φυτὰ, χρόνον ὑφίστησιν, ἄστρων ἡγεῖται, οὐρανὸν περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναργῆ τὴν ἐν τῷ παντὶ συνίστησι, πάντα τε ταῦτα μιᾷ ῥοπῇ φύσεως συντελεῖ.
καὶ πυρὸς φύσις χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει· καὶ κηρὸν μὲν λύει, πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει, μιᾷ τῇ καυστικῇ δυνάμει τὰ τοσαῦτα κατεργαζομένη. ταύτῃ τοι καὶ ὁ οὐράνιος τοῦ θεοῦ λόγος, ὁ καὶ ἡλίου καὶ οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργικὸς, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων ἥκων, ἡλίῳ μὲν καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας τῆς ἀενάου δνάμεως φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα τὴν ἀρχὴν ὑποστησάμενος εἰς αἰῶνα διακρατεῖ, τὰς δὲ ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀγγέλων καὶ πνευμάτων, νοερῶν τε καὶ λογικῶν οὐσιῶν, ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ σοφίας καὶ πάσης ἀρετῆς καὶ καλοῦ κἀγαθοῦ παντὸς ἐκ τῶν παρ’ αὐτοῦ θησαυρῶν ἐμπίμπλησι, μιᾷ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ· καὶ στοιχείοις οὐσίας οὔ ποτε διαλιμπάνει παρέχων, καὶ μίξεις καὶ κράσεις, καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα, ποιότητάς τε μυρίας, ἔν τε ζῴοις καὶ φυτοῖς καὶ ψυχαῖς καὶ σώμασι λογι- κοῖς τε καὶ ἀλόγοις, ἄλλοτε ἄλλως καταποικίλλων, καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, καὶ νοῦν ἐπὶ πᾶσιν ἀνθρώποις ἐπιγνώμονα καὶ θεωρητικὸν τῆς αὐτοῦ σοφίας δωρούμενος, ἄντικρύς τε παριστὰς τοῖς πᾶσι καὶ διαρρήδην ἴνα κόσμον ἐπι- δείκνυσιν ἑνὸς λόγου κοσμοποιοῦ ἔργον.

τοιοῦτον δὴ καλλιτέχνην υἱὸν μονογενῆ τῆς αὐτοῦ βουλῆς καὶ δημιουργὸν ἀπάντων ὁ ἀνωτάτω καὶ αὐτοῦ δημιουργοῦ θεὸς καὶ πατὴρ πρῶτον ἁπάντων ἐγέννα, δι’ αὐτοῦ καὶ ἐν αὐτῷ τοὺς τῶν μελλόντων ἔσεσθαι δημιουργικοὺς λόγους ὑφιστάμενος, καὶ τὰ σπέρματά γε τῆς τῶν ὅλων συστάσεως τε καὶ διοικήσεως ἐν αὐτῷ καταβαλλόμενος.

οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον, ὃν οὐρανὸς εἷς περιλαμβάνει, μυρίας τε ἀμφὶ τοῦτον χορείας καὶ ἄστρων περιπολεύσεις; πάλιν εἷς ἥλιος, ἀλλ’ οὐ πλείους, ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει τὰς μαρμαρυγάς.

οὕτω δῆτα ἑνὸς ὄντος πατρὸς ἴνα χρῆν καὶ τὸν υἱὸν εἶναι. εἰ δ’ ὅτι μὴ καὶ πλείους ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους καὶ σελήνας καὶ κόσμους καὶ μυρία ἄττα αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὖ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντος.

Ταύτῃ δ’ οὖν ὡς ἐν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δῆτα καὶ ἐν νοητοῖς τὰς ἀθανάτους καὶ ἀσωμάτους δυνάμεις, νοεράς τε καὶ λογικὰς οὐσίας μυρίους, ὥσπερ ἀστέρας καὶ φωστῆρας, εἷς ὁ τοῦ θεοῦ καταυγάζει τέλειος λόγος· ἐπεὶ καὶ χρῆν ἔνα τὸν ἐπὶ πᾶσι καθ’ ὅλου νόμον, καὶ τὸν ἐν πᾶσι καὶ διὰ πάντων ἥκοντα τοῦ θεοῦ λόγον, ὡς ἂν κἀν τούτῳ τὸ τῆς εἰκόνος ἐμφςρὲς τῷ πατρὶ καὶ κατὰ πάντα ἀποσώζοιτο, κατά τε τὴν ἀρετὴν, κατά τε τὴν δύναμιν, καὶ τὴν οὐσίαν, κατά τε τὸν τῆς μονάδος καὶ ἑνάδος ἀριθμὸν, πολυειδοῦς δὲ ἄλλως καὶ πολυτρόπου τῆς τῶν γεννητῶν μελλούσης ὑποστήσεσθαι οὐσίας,

μυρίαις τε καὶ ποικίλαις ἄλλοτε ἄλλαις μεταβολαῖς δι’ οἰκείαν ἀσθἐ- νειαν ὑποκεισομένης, τῆς τε ἀνωτάτω τοῦ πατρὸς δυνάμεως δι’ ὑπερβολὴν τῆς ἀνεκφράστου καὶ τοῖς πᾶσιν ἀπειρομεγέθους φύσεως ἀπολειψομένης, ἀδυνάτως τε ἑξούσης τῆς ἀγεννήτου καὶ ἀχωρήτου θεότητος, ἀυτὴ γε γεννητὴ οὔσα μετέχειν ἀντωπεῖν τε ἄνω καὶ ἀντιβλέπειν ταῖς ἀποστιλβούσαις τοῦ ἀιδίου φωτὸς ἀρρήτοις μαρμαρυγαῖς, χρῆν δή που εἰκότως τὸν πανάγαθον πατέρα καὶ σωτῆρα τῶν ὅλων,

ὡς ἂν μὴ παντελῶς ἡ τῶν ἄρτι γενησομένων φύσις ἔρη- μος οὖσα τῆς αὐτοῦ κοινωνίας τῶν μεγίστων ἀγάθων στεροῖτο, μέσην τινὰ παρεμβάλλειν τὴν τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου θείαν καὶ παναλκῆ καὶ πανάρετον δύναμιν, ἀκριβέστατα μὲν καὶ ὅτι μάλιστα ἐγγυτάτω τῷ πατρὶ προσομιλοῦσαν, ἴσως τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν, καὶ ἁμωσγέπως συσχηματιζομένην τοῖς τῆς ἄκρας ἀπολιμπανομένοις, διά τε τὴν σφῶν ἀσθένειαν τῆς ἐκ τοῦ δευτέρου βελτιώσεως τε καὶ ὠφελείας ἐνχρῄζουσι τὰς ἡλίου μαρμαρυγὰς θεᾶν ἠρέμα καὶ πράως συγκατιούσας ἡμῖν, οὐκ ἄλλως τῆς τοῦ φωτὸς ἀκράτου δυνάμεως οἴοις τε ἀπολαύειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν.

εἰ γοῦν, ὡς ἐν ὑποθέσει λόγου, καθεὶς οὐρανόθεν αὐτὸς ἑαυτὸν ὁ παμφαὴς ἥλιος σὺν ἀνθρώποις ἐπὶ γῆς πολιτεύοιτο, οὐδένα τῶν ἐπὶ γῆς μεῖναι ἂν ἀδιάφθορον, πάντων συλλήβδην ἐμψύχων ὁμοῦ καὶ ἀψύχων ἀθρόᾳ τῇ τοῦ φωτὸς προβολῇ διαφθαρησομένων.

θᾶττον γοῦν καὶ τυφλοὺς ἀπεργάσαιτ’ ἂν τοὺς τῶν ὁρώντων ὀφθαλμοὺς βλάβης καὶ φθορᾶς πολὺ μᾶλλον ἢ ὠφελείας γεγονὼς τοῖς πᾶσιν αἴτιος, οὐ τὴν φύσιν αὐτὸς ὢν τοιοῦτος, τοῖς δὲ ἀφορήτως ἔχουσι δι’ οἰκείαν ἀσθένειαν τῆς ὑπερβαλλούσης αὐγής ἀπολαύειν τοιόσδε τις ἀποτελούμενος.

τί τοίνυν τὰ ὅμοια μανθάνων περὶ θεοῦ θαυμάζεις, οὗ δὴ καὶ ἥλιος ἔργον καὶ σύμπας ὁ οὐρανὸς καὶ κόσμος; εἰ δὴ τῆς ἀρρήτου καὶ ἀνεκφράστου δυνάμεως τε καὶ οὐσίας οὐδενὶ μέτεστι τῶν ὄντων πλὴν ἑνὶ μόνῳ κοινωνίας, ὃν αὐτὸς ὁ πατὴρ προνοίᾳ τῶν ὅλων πρὸ τῶν ἄλλων ἁπάντων συνεστἠσατο, ὡς ἂν μὴ παντελῶς ἡ τῶν γεννητόν ἀποπέσοι φύσις δι’ οἰκείαν ἀτονίαν καὶ ἀδυναμίαν τῆς ἀγεννήτου καὶ ἀχωρήτου πατρικῆς οὐσίας διεστῶσα, μένοι δὲ καὶ αὔξοι καὶ τρέφοιτο τῆς μέσης ἀπολαύ- οὔσα χορηγίας, ἣν ὁ μονογενὴς τοῦ θεοῦ λόγος οὔποτε τοῖς πᾶσιν ἐπαρκῶν διαλιμπάνει, πάντη δὲ χωρῶν καὶ διὰ πάντων περιπορευόμενος πάντων ἐξ ἴσης τῆς σωτηρίας προνοεῖ, λογικῶν ὁμοῦ καὶ ἀλόγων, θνητῶν τε καὶ ἀθανάτων, οὐρανίων τε καὶ ἐπιγείων, θείων τε καὶ ἀοράτων δυνάμεων, καὶ συλλήβδην εἰπεῖν, ἁπάντων ὅσα δὴ τοῦ εἶναι δι’ αὐτοῦ μετείληχε, πολύ γε μὴν πλέον διαφερόντως τῆς νοερᾶς καὶ λογι- κῆς φύσεως, δι’ ἣν οὐδὲ τὸ ἀνθρώπινον ὑπερεφρόνει γένος, ἐτίμα δὲ εὖ μάλα καὶ ἐκήδετο τῆς τοῦ λόγου χάριν πρὸς ἑαυτὸν οἰκειώσεως τε καὶ συνεχείας, ᾗ καὶ κατ’ εἰκόνα αὐτοῦ μεμορφῶσθαι ἐν τοῖς ἱεροῖς λογίοις ἀνείρηται.

ἀλλ’ ὁ μὲν τὴν εἰκόνα τὴν αὑτοῦ ὡς ἂν θεοῦ λόγος τὴν νοερὰν ἅπασαν καὶ λογικὴν ὑφίστησι κατ’ ἀρχὰς τῆς τοῦ παντὸς δημιουργίας, ἀρχικόν τε διὰ ταῦτα καὶ βασιλικὸν τῶν ἐπὶ γῆς ἁπάντων ζῴων καθίστη τὸν ἄνθρωπον, ἐλεύθερόν τε καὶ αὐτεξούσιον τῆς εἰς τὸ καλὸν ἢ εἰς τοὐναντίον ἠφίει αὐτὸν ῥοπῆς.

ὁ δὲ οὐ καλῶς τῇ αὐτεξουσιότητι χρησάμενος, τῆς ὀρθῆς διατραπεὶς ὁδοῦ, τὴν ἐναντίαν ὡρμᾶτο, μήτε θεὸν μήτε κύριον, μήτ’ ἔτι τῶν ὁσίων καὶ εὐσεβῶν ἐπιλογιζόμενος, θηρῶν δὲ τρόπον ἀλόγων πάσαις ἀνημέροις καὶ ἀκολάστοις πράξεσιν ἐγχειρῶν.

εἰκότα γοῦν ἑαυτῷ ποιῶν ὁ πανάγαθος καὶ παμβασιλεὺς αὐτὸς ὁ ὕψιστος καὶ θεὸς τῶν ὅλων, ὡς ἂν μὴἄναρχοι καὶ ἀνεπιστάτητοι θρεμμάτων δίκην ἀλόγων εἶεν οἶ ἐπὶ γῆς ἄνθρωποι, προστάτας αὐτῶν καὶ ἐπιμελητὰς, ὥσπερ τινὰς ἀγελάρχας καὶ ποιμένας, θείους ἀγγέλους κατεστήσατο, προτάξας ἁπάντων καὶ τοῖς πᾶσιν ἐπιστήσας τὸν μονογενῆ καὶ πρωτότοκον αὑτοῦ λόγον.

τούτῳ δὲ κλῆρον ἐξαίρετον, αὐτοὺς ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ θείας δυνάμεις, αὐλά τε καὶ ὑπερουράνια πνεύματα, ναὶ μὴν καὶ τῶν ἐπὶ γῆς τὰς ἐν ἀνθρώποις θεοφιλεῖς ψυχὰς ἀφωρίσατο, Ιακὼβ καὶ Ἰσραὴλ Ἑβραίων προσηγορίαις ἐπικαλουμενας.

Τοῦτο μυστηρίων τὸ μέγιστον πρῶτος θεολόγων Μώσης ἐν ἀπορρήτοις Ἑβραίους τοὺς πάλαι ἐμυσταγώγει λέγων “ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι. ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατ’ ἀριθμὸν ἀγγέλων θεοῦ, καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακὼβ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.”

Διὰ τούτων γοῦν ὕψιστον μὲν τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσι θεὸν τῶν ὅλων ὀνομάζει, κύριον δὲ τὸν τούτου λόγον, τὸν δὴ καὶ δευτέρως ἡμῖν μετὰ τὸν τῶν ὅλων θεὸν κυριολογούμενον. ἀλλὰ γὰρ τοῖς μὲν τῶν ἐθνῶν ἀοράτοις προστάταις, αὐτοῖς δὴ τοῖς ἀγγέλοις, τὰ ἔθνη πάντα καὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, υἱοὺς Ἀδὰμ ἐπικαλουμένους, κρίσει τοῦ ὑψίστου θεοῦ καὶ λόγοις ἀρρήτοις ἡμῖν φησι διανεμηθῆναι· τῷ δὲ πάντων ἐξοχωτάτῳ ἡγεμόνι τε καὶ βασιλεῖ τόν ὅλων, αὐτῷ δὴ τῷ Χριστῷ, ὡς ἂν μονογενεῖ υἱῶ, τῶν ἐν ἀνθρώποις τὸν Ἰακὼβ καὶ Ἰσραὴλ, τουτέστιν πᾶν τὸ διορατικὸν καὶ θεοσεβὲς παραδοθῆναι γένος.

ὁ μὲν γὰρ ἀσκητὴς ἀρετῆς ἀγῶνα προβεβλημένος, εἰσέτι τε ἀθλῶν καὶ παλαίων ἐν τοῖς κατ’ εὐσέβειαν γυμνασίοις, Ἑβραίων προσηγορίᾳ Ἰακώβ· ὁ δὲ ἤδη νίκης καὶ τῶν παρὰ θεῷ βραβείων ἠξιωμένος Ἰσραὴλ ἀναγορεύεται, οἶος αὐτὸς ἦν ἐκεῖνος ὁ βοώμενος τοῦ παντὸς Ἐβραίων ἔθνους προπάτωρ, οἵ τε τούτου γνήσιοι παῖδες ἀπόγονοι τε τούτων καὶ προπάτορες, προφῆται πάντες καὶ θεοφιλεῖς ἄνδρες· μὴ γάρ μοι τὸ Ἰουδαίων πλῆθος ταύτῃ νόμιζε δηλοῦσθαι, μόνους δὲ τοὺς πάλαι πρότερον ἀρετῇ καὶ εὐσεβείᾳ τετελειωμένους.

τούτους δὴ οὖν παραλαβὼν ὁ καθηγεμὼν καὶ προστάτης ἁπάντων τοῦ θεοῦ λόγος ἐπὶ τὴν μόνου τοῦ πατρὸς, αὐτοῦ δὴ τοῦ ὑψίστου, θρησκείαν ἀνεκαλεῖτο τῶν ὁρωμένων ἁπάντων ἀνωτάτω, ἐπέκεινά τε οὐρανοῦ καὶ πάσης γεννητῆς οὐσίας, τοὺς ὑπηκόους ἠρέμα καὶ πράως ἀνακαλούμενος, μόνον τε αὐτοῖς τὸν ἀγέννητον καὶ τῶν ὅλων ποιητὴν θεὸν τὸν ὕψιστον παραδιδοὺς εὐσεβεῖν.

Οἶ’ δέ γε τῶν ἄλλων ἐθνῶν ἐπιστάται ἄγγελοὶ καὶ ποιμένες τοὺς μὴ οἵους τε νῷ τὸν ἀόρατον ἐποπτεύειν, μηδ’ ἀναβαίνειν τοσοῦτον δι’ οἰκείαν ἀσθένειαν, τοῖς ὁρωμένοις κατ’ οὐρανὸν προσέχειν ἠξίουν, ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις.

ἃ δὴ καὶ ἐν τῇ φαινομένῃ τῶν ὅλων φύσει διαπρέποντα, ἄνω καὶ ὅτι μάλιστα ἐγγυτάτω ὡς ἂν ἐν προθύροις τοῦ παμβασιλέως, τὰς τῶν ὁρώντων ὄψεις ἀνεκαλεῖτο, ἐκ μεγέθους καὶ καλλονῆς τῶν ὁρωμένων κτισμάτων ἀναλόγως τοῦ πάντων γενεσιουργοῦ τὴν θεωρίαν ἐμφανίζοντα. “τὰ γὰρ ἀόρατα αὐτοῦ,” ᾗ φησιν ὁ ἀπόστολος, “ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης.”

καὶ τοῦτο δὲ πάλιν ὁ μέγας Μώσης μυσταγωγεῖ. τὸν γάρ τοι τοῦ κυρίου κλῆρον νῷ διαυγεῖ καὶ ψυχῇ κεκαθαρμένῃ τῶν νοητῶν καὶ ἀσωμάτων ὀριγνᾶσθαι προτρέπων εἴργει τῆς τῶν ὁρωμένων κατ’ οὐρανὸν ἐκπλήξεως, ἐπιλέγων ὅτι δὴ ταῦτα ἀπένειμε κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσιν.” διὰ τί δ’ ἀπονενεμῆσθαι ἔφησε συνιδεῖν ἀναγκαῖον.

πολυπλανοῦς ὑπαρχούσης ἀοράτως ἡμῖν ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτωμένης χθονίου καὶ δαιμονικῆς οὐσίας, ἀγνώστου τε καὶ ἀδιακρίτου ἀνθρώποις, τῆς τῶν ἀγαθῶν πνευμάτων καὶ δυνάμεων καὶ αὐτῶν δὴ τῶν θείων ἀγγέλων πρὸς τὰ χείρω διαφόρου καθεστώσης, οὐκ ἄλλως εὖ εἶχε τοῖς τῆς ἀνωτάτω τοῦ παμβασιλέως εὐσεβείας ἀποπίπτουσιν ἢ τῶν ὁρωμένων κατ’ οὐρανὸν τὰ κράτιστα αἱρεῖσθαι.

δέος γὰρ οὐ τὸ τυχὸν ἦν, μήποτε θεὸν ζητοῦντες καὶ τὰ ἀόρατα πολυπραγμονοῦντες ἀπορίᾳ τῶν ἀφανῶν καὶ ἀδήλων εἰς ἐναντίας δυνάμεις καὶ δαιμονικὰς περι- τραπεῖεν. τῶν ὁρωμένων οὖν τὰ πάντα διαπρεπῆ τοῦ θεοῦ δημιουργήματα τοῖς μὴ τοῦ κρείττονος ἐφιεμένοις παραδεδόσθαι, ἁμωσγέπως ἐνθένδε τῆς τοῦ ἀοράτου θεωρίας, ὡς ἂν διά τινος ἐσόπτρου, παρεμφαινομενης.

Καὶ τὰ μὲν ὧδε διέκειτο τὰ δὲ τῆς τῆς πάλου καὶ ἀποστατικῆς δυνάμεως, εἴτε δαιμόνων εἴτε καὶ χειρόνων ἄλλων πνευμάτων ἐν κακίᾳ τὸ πλέον καὶ ἧττον ἀποφερομένων, ἔτι τε καὶ τοῦ πάντων ἐν τούτοις ἄρχοντος δεινοῦ τινος μεγαλοδαίμονος, οἳ πρῶτοι τῆς εἰς τὸ θεῖον εὐσεβείας σαλεύσαντες τῆς οἰκείας λήξεως ἀποπεπτώκασι, φθόνῳ τῆς ἀνθρώπων σωτηρίας τὴν ἐναντίαν εἷλκε παντοίαις κακίας μηχαναῖς ναῖς πᾶσι τοῖς ἔθνεσι καὶ αὐτῷ τῷ τοῦ κυρίου κλήρῳ βασκανίᾳ τῶν ἀγαθῶν ἐπιβουλεύοντα.

τὸν δὴ οὖν τοῦ μεγαλοδαίμονος ἄθεον καὶ ἀσεβῆ λογισμὸν τὸ πνεῦμα τὸ προφητικὸν ἐν Ἡσαΐᾳ ὧδέ πως ἀπελέγχει λέγον· εἶπε γὰρ ‟ἐν τῇ ἰσχύι· ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας. καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔσται ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι.”

Αὗται αἰτοῦ θεομάχου φωναὶ ἐπὶ κακίας ἰσχύϊ μεγαλαυχουμένου, καὶ τὰς πρὸς τοῦ ὑψίστου τοῖς ἀγγέλοις παραδοθείσας τῶν ἐθνῶν ὁροθεσίας διαρπάσαι καὶ συγχεῖν ἀπειλοῦντος, προνομεύσειν τε τὴν οἰκουμένην καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος διεκσείσειν καὶ μεταστήσειν τῆς προτέρας εὐταξίας ἀπαυθαδιαζομένου.

ὁποῖα δὲ φρονῶν περὶ ἑαυτοῦ τὰ τοιαῦτα ἠλαζονεύετο ἄκουε τῆς αὐτῆς προφητείας ὧδε πάλιν περὶ αὐτοῦ φραζούσης ‟πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος, ὁ πρωὶ ἀνατέλλων; συνετρίβῃ εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου, εἰς τὸν οὐρανὸν ὰνα- ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου. ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. νῦν δὲ εἰς Ἅιδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς."

Ὁμοῦ δὴ πλεῖστα διὰ τούτων ὁ λόγος ἐμφαί- ἐμφαίνει, τὴν τοῦ δηλουμένου φρενοβλάβειαν, τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω κατάπτωσιν, τὸ τῆς ἐκ- πτώσεως τέλος. δεινὰ δὲ κατὰ τῶν ἐθνῶν ἀπάντων ἀπειλήσας θατέρᾳ ληπτοὺς τοῖς προβολίοις τοὺς ἀν- θρώπους εὕρατο, πρόχειρον καὶ ἐξ οἰκείας γνώμης τὴν ἐπὶ τὸ κακὸν ἔμπτωσιν δι’ αὐτεξούσιον προαί- ρεσιν κεκτημένους.

ἔσειε δῆτα τῆς ἀπὸ τῶν κρειτ- τόνων στάσεως τὰς πόλεις, καὶ τοῖς τῆς ἡδονῆς δελέ- ἄσιν ἐπὶ πὰν εἶδος φαυλότητος τὰς τῶν πολλῶν κα- κατέσπα ψυχὰς, οὐδένα τε μηχανῆς καταλιπὼν τρόπον, μύθοις περὶ θεῶν αἰσχροῖς καὶ διηγήμασιν ἀκολάστοις τὰ φίλα καὶ πρὸς ἡδονὴν τῶν ἁλισκομένων δι’ ἐντἐ- ἐντέχνου δαιμόνων ἀπάτης προυβάλλετο.

ταύτῃ τε τὴν οἰκουμένην ἅπασαν ἑλὼν ὑποχείριον συνεῖχε, καὶ ἠφάνιζε τὰ τῶν ἐθνῶν ὅρια, ὅπερ καὶ ποιήσειν ἠπεί- λεῖ’ εἰπὼν ’^a(pslc5 ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας ^ καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν.”

ἔνθεν ἤδη λοιπὸν πάντων ἀνθρώπων κατε- κράτει πλάνῃ, δαίμονές τε πονηροὶ κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ὑπὸ τῷ οἰκείῳ ἄρχοντι κατετάτ- τοντο· καὶ δῆτα δυνάμεσι χθονίαις καὶ πονηροῖς πνεύμασιν ἀντὶ τῶν προτέρων τοῦ θεοῦ λειτουργῶν ὁ πᾶς τῶν ἀνθρώπων βίος καταδεδούλωτο, πάντων ἀθρόως καὶ ἐπιρρεπῶς τοῖς τῆς ἡδονῆς ὀλίσθοις ἐπιδεδωκότων· ὥστε ἤδη καὶ τοὺς τῆς φύσεως ὑπερβαίνειν ὅρους, καὶ τοτὲ μὲν ἀλληλοφθορεῖν, τοτὲ δὲ ἀρρητοποιεῖν καὶ ἃ μηδὲ λογισμῷ θέμις ἐννοεῖν, ταῦτα οὐ μόνον πράττειν, ἀλλὰ καὶ ταῖς περὶ τῶν οἰκείων θεῶν δόξαις ἀνατιθέναι, καὶ ἔτι μᾶλλον ὡς ἂν θεοῖς φίλα τὰ ἀκόλαστα σὺν ῥᾳστώνῃ πλείονι διαπράττεσθαι.

ἐντεῦθεν ἤδη, κατὰ τὸν ἱερὸν ἀπόστολον, οὐδ’ ἐπὶ τοῖς κατ’ οὐρανὸν ἔτι λαμπροῖς τοῦ θεοῦ δημιουργήμασιν ἱστάμενοι ‟ἐματατώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ έν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.”

ὅτι δὲ κατὰ τὸ παλαίτατον τοῖς οὐρανίοις φωστῆρσι μόνοις οἱ ἐπὶ γῆς προσανεῖχον, οὐδὲν εἴδωλον ἐπιστάμενοι, οὔτε περὶ τὴν τῶν δαιμόνων πλάνην καταγινόμενοι, ἱκανὴ γένοιτ᾿ ἂν ἀπόδειξις ἡ τόν ἀλλοτρίων τοῦ καθ’ ἡμᾶς λόγου μαρτυρία, ἣν κατὰ τὸ πρῶτον τῆς Προπαρασκευῆς πρὸ τῆς παρούσης πραγματείας ἐξεθέμην, σαφῶς ἀποδείξας ὅτι μὴ χειροκμήτοις ξοάνοις ἐξ ὕλης ἀψύχου δεδημιουργημένοις, ἀλλ’ οὐδ’ ἀοράτοις δαίμοσιν οἱ παλαίτατοι τῶν ἀνθρώπων ἐδούλευον, μόνοις δὲ τοὐτοις, οἱ καὶ πρὸς τῆς θείας γραφῆς τοῖς ἒθνεσιν ἀπονενεμῆσθαι μεμαρτύρηνται.

ὥρα δὴ οὖν καὶ ἀπονενεμῆσθαι ὧν τὰςφωνὰς ἐν ἐκείνοις παρατέθειμαι, συνομολογεῖν, νεωτέραν καὶ ξένην παρὰ τὴν τῶν παλαιῶν λατρείαν εἰσῆχθαι αὐτοῖς τὴν τῶν εἰδώλων δεισιδαιμονίαν καὶ τὴν τῶν ἀφανῶν πνευμάτων περιεργίαν. τοῦτο δὲ πᾶν ἐπιβουλεύων τοῖς ἐπὶ γῆς πᾶσιν ὁ δηλωθεὶς θεομάχος εἰργάζετο. 12 συνήργει δὲ αὐτῷ καὶ πᾶν τὸ τῶν ἀκαθάρτων δαιμόνων φῦλον. αὐτός γε μὴν ὁ τῆς κακίας ἐξάρχων ταῦτ’ ἔπραττεν, μανίᾳ φρονήματος ἐκτόπου τὰς κατὰ πάντων ἀνθρώπων ἔργῳ πληρῶν ἀπειλὰς, καὶ τὴν ‟ἒσομαι ὅμοιος τῷ ὑψίστῳ ἄθεον ἐπιτείνων φωνὴν, ταῖς τε τῶν ἀκαθάρτων καὶ πονηρῶν δαιμόνων ὑπηρεσίαις χρησμοὺς καὶ θεραπείας καὶ τὰ τοιαῦτα ταῖς τῶν ἀν- θρώπων γοητείαις προϊσχόμενος.
Ἐν τοσαύτῃ δῆτα κακίας φορᾷ μηδὲν ἐπαμύνειν τῶν πρὶν ἐφεστώτων ἀγγέλων τοῖς ὑποχειρίοις ἔθνεσι δεδυνημένων, ἀλλὰ τῆς μὲν λοιπῆς κτίσεως ἐπιμελομένων, τοῖς τε τοῦ κόσμου μέρεσιν ἐπιστατούντων, καὶ τῷ τοῦ πάντων δημιουργοῦ θεοῦ νεύματι συνήθως διακονουμένων, τῆς δὲ τῶν θνητῶν πτώσεως οὐ περιδρασσομένων διὰ τὴν τῶν κακῶν αὐθεκούσιον τῶν ἀνθρώπων αἵρεσιν, μακρά τις καὶ δυσθεράπευτος τῶν ἐπὶ γῆς ἁπάντων κατεκράτει νόσος, ἄλλων ἄλλως τῶν ἐθνῶν ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐξοιστρουμένων καὶ εἰς ἀνήκεστον βυθὸν κακίας ἀποπιπτόντων.

ἤδη γοῦν ὠμοφάγων καὶ ἀνθρωποβόρων θηρίων τρόπον σάρκας τινὲς τῶν φιλτάτων θοινᾶσθαι καλὸν ἡγοῦντο, καὶ μητράσιν ἀνέδην καὶ ἀδελφαῖς καὶ θυγατράσι μίγνυσθαι, ἀγχόνῃ τε περιβάλλειν τοὺς γεγηρακότας καὶ κυσὶ καὶ οἰωνοῖς τοὺς νεκρούς.

τί δή σοι μνημονευσαίμην ἂν τῶν δῆθεν θεῶν, αὐτῶν δὴ τῶν φαύλων δαιμόνων, τὰς ὠμὰς καὶ ἐκτόπους ἀνθρωποθυσίας, εἰς ἃς τὸ ἀνθρώπειον γένος ἐξέμηναν;

καὶ ταῦτα γοῦν ἐν τοῖς προηγουμένοις τῆς μετὰ χεῖρας ὑποθέσεως προπαρε- σκευασάμην. ἀλλὰ γὰρ τοσούτων κακῶν ὑπὸ τῶν φαύλων καὶ τῶν μοχθηρῶν πνευμάτων τοῦ τ’ ἐν τούτοις τυράννου καθ’ ὅλης τῆς οἰκουμένης προβεβλητένων, καὶ μηδενὸς τῶν ἐφεστώτων ἀγγέλων οἵου τε ὄντος τοῖς κακοῖς ἐπαμύνειν, εἰκότως ἐκεῖνος ὁ θεὸς λόγος, ὁ τῶν ὅλων σωτὴρ, ἀγαθῷ νεύματι τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὡς ἂν μὴ τὸ φίλον αὐτῷ γένος ἐν ἀσεβείας βυθῷ καλινδοῖτο, τέως μὲν βραχείας τινὰς καὶ ἀμυδρὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας διὰ προφήτου Μώσεως τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτὸν θεοφιλῶν ἀνδρῶν ἐξέλαμπεν, τῶν ἐν ἀνθρώποις κακῶν τὴν ἴασιν ἐν ταῖς ἱεραῖς νομοθεσίαις προβαλλόμενος.

λέγει δ’ οὖν ἄντικρυς αὐτὸς ὁ λόγος τῷ Ἑβραίων ἔθνει νομοθετῶν διὰ Μώσεως ‟κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπ’ αὐτῆς, οὐ ποιήοετε, καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναὰν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε, τὰ κρίματά μου ποιήσετε, καὶ τὰ προστάγματά μου φυλάξετε. ἐγὼ εἰμὶ κύριος ὁ θεὸς ὑμῶν.

Εἶτα πάντα ἀπαγορεύσας ἀθέμιτον γάμον καὶ πᾶσαν ἀσχήμονα πρᾶξιν, γυναικῶν τε πρὸς γυναῖκας καὶ ἀρρένων πρὸς ἄρρενας μίξεις, ἐπιλέγει ‟μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις. ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθη τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν. καὶ ἐξεμιάνθη ἡ γῆ, καὶ ἀνταπέδωκα ἀδικίαν αὐτῇ, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ’ αὐτῆς.”

καὶ πάλιν φησὶν ‟ ἐὰν δὲ σὺ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσί σοι, οὐ μὴ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. οὐχ εὐρεθήσεται ἐν σοὶ καθαίρων τὸν οἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὑτοῦ ἐν πυρὶ, μαντευόμενος μαντείας, καὶ κληδονιζόμενος καὶ οἰωνιζόμενος, φαρμακὸς ἐπᾴδων, ἐγγαστρίμυθος καὶ τερατοσκόπος καὶ ἐπερωτῶν τοὺς νεκρούς. ἔστι γὰρ βδέλυγμα κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα. ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων κύριος ὁ θεός σου ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου. τέλειος ἔσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου.”

Τοιαῦτα μὲν καὶ μυρία ἄλλα θεοσεβῆ διδάγματά τε καὶ παραγγέλματα διὰ Μώσεως αὐτοῖς ὁ θεὸς λόγος τὸ πρὶν ἐνομοθέτει, ὡς ἐν εἰσαγωγαῖς τοῦ κατὰ εὐσέβειαν βίου παραδιδοὺς αὐτοῖς στοιχεῖα, διὰ συμβόλων καί τινος σκιώδους καὶ σωματικῆς λατρείας ἐν σώματος περιτομῇ καί τινων ἄλλων τοιουτοτρόπων ἐπὶ τῆς γῆς συντελουμένων.

ὡς δὲ τοῦ χρόνου προιόντος οὐδεὶς τοσοῦτον καὶ τῶν μετ’ αὐτὸν προφητῶν εἰς ἄκεσιν τῶν τοῦ βίου κακῶν δι’ ὑπερβολὴν κακίας ἔσθενεν, ἤλαυνέ τε ὁσημέραι εἰς μείζονα τὰ τῆς δαιμονικῆς ἐνεργείας, ὡς καὶ αὐτὸ τὸ Ἐβραίων ἔθνος τῇ τῶν ἀθέων συναπαχθῆναι φθορᾷ, αὐτὸς ἤδη λοιπὸν ὁ σωτὴρ καὶ ἰατρὸς τῶν ὅλων κάτεισιν εἰς ἀνθρώπους, καὶ τοῖς οἰκείοις ἀγγέλοις ἐπαμύνων ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, τοῦτ’ αὐτῷ τοῦ πατρὸς δωρήσεσθαι προϋποσχομένου, ὥσπερ οὖν αὐτὸς ἐν Ψαλμοῖς διδάσκει λέγων‘‘ κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.

Οὐκέτι γοῦν μόνον τὸν δίκαιον καὶ διορατικὸν Ἰσραὴλ, οὐδέ γε μόνον τὸν οἰκεῖον κλῆρον, πάντα δὲ τὰ ἐπὶ γῆς ἔθνη, τὰ πρότερον πλείοσιν ἀγγέλοις κεκληρωμένα καὶ παντοίαις ἀσεβείαις κεκαλινδημένα, ὑπὸ τὴν οἰκείαν ὑποβαλὼν ἐξουσίαν, παρῆν τοῖς πᾶσι τὴν πρὸς τὸν αὐτοῦ πατέρα γνῶσίν τε καὶ φιλίαν ἐπικηρυκευόμενος, λύσιν τε καὶ ἄφεσιν τῶν πρὶν ἀγνοημάτων καὶ ἁμαρτημάτων ὑπισχνούμενος.

ὃ καὶ σαφῶς ἐκήρυττε λέγων ‟ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες.’ οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

καὶ δὴ παρῆν τοῖς οἰκείοις ἀγγέλοις, αὐτοῖς δὴ τοῖς πρὶν ἐφεστῶσι τῶν ἐθνῶν, ἐπιθεωρούμενος. οἶ δὲ αὐτίκα τὸν σφῶν βοηθὸν καὶ κύριον εὖ μάλα ἀκριβῶς ἐπιγνόντες περιχαρεῖς προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὥσπερ ἡ ἱερὰ τοῦ εὐαγγελίου διδάσκει γραφὴ ‟ καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ,” φήσασα· ὅτε καὶ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν ἔλεγον ‟ δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.”

τούτους μὲν οὖν ὡς οἰκείους ἀγγέλους τῆς αὐτοῦ δεομένους συμμαχίας ταύτῃ πη ἀνελάμβανε· τοὺς δέ γε πάλαι ἀμφὶ τὰς ἀνθρώπων διατριβὰς πωτωμένους, ἀφανῶς τε καὶ ἐμφανῶς τῶν ἐπὶ γῆς καταδυναστεύοντας δαίμονας ἀλιτηρίους, καὶ πνευμάτων ἀγρίων καὶ ἀπηνῶν γένη, τόν τε ἐν τούτοις τῆς κακίας ἐξάρχοντα, τὸν δεινὸν ἐκεῖνον καὶ ἀλάστορα, μεγάλῃ καὶ ἐνθέῳ δυνάμει τροπούμενος ἐχειροῦτο, ὡς τινὰς συναισθομένους αὐτῶν λέγειν‘‘ ἔα, τί ἡμῖν καὶ σοὶ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;”

καὶ τούσδε μὲν καὶ δι’ ὧν ἒπραττε καὶ ἐδίδασκεν ἰσχυρῶς ῂκίζετο, πᾶν δὲ τὸ ἀνθρώπινον γένος τοῖς διὰ λόγων ἡμέροις καὶ προσηνέσι φαρμάκοις ταῖς τε πραέσι καὶ προτρεπτικαῖς αὐτοῦ διδασκαλίαις ἰᾶτο καῖ ἐθεράπευε, νόσων τε παντοίων καὶ παθῶν οὑχ ἧττον σωμάτων ἢ ψυχῶν ἀπήλλαττεν, παλαιᾶς τε δεισιδαιμονίας καὶ δειμάτων πολυθέου πλάνης τῆς τε αἰσχρᾶς θέρους ἀφεὶς, μεθιστπῶν τε καὶ μεταβάλλων τοὺς αὐτῷ προσανέχοντας, ἐκ μὲν ἀκολασίας ἐπὶ σώφρονα βίον, ἐκ δὲ ἀσεβείας ἐπὶ εὐσέβειαν καὶ ἐξ ἀδικίας ἐπὶ δικαιοσύνην, ναὶ μὴν καὶ ἐκ τῆς τῶν πικρῶν δαιμόνων δυναστείας ἐπὶ τὴν ἒνθεον κατάληψιν τῆς ἀληθοῦς εὐσεβείας, καὶ πρὸς ἐπὶ τοὐτοις πύλας οὐρανίου ζωῆς καὶ τῆς κατ’ εὐσέβειαν διδασκαλίας τοῖς καθ’ ὃλης τῆς οἰκουμένης ἒθνεσι προϊσχόμενος, καὶ εἰς τοσοῦτόν γε κάτεισιν ὡς μὴ μύνον κάμνουσι καῖ χαλεπῶς νοσηλευομένοις τὰς ψυχὰς τὴν σωτήριον ὀρέξαι δεξιάν, ἢδη δὲ καὶ ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου τοὺς ἡμιθνῆτας, ἢ καὶ πάμπαν ἀπολωλότας ἐκ μακροῦυ τε κατορωρυγμένους τῶν τοῦ θανάτου λῦσαι δεσμῶν·
δι’ ἣν μάλιστα αίτίαν καὶ μέχρι τῶν αὐτόθι χωρίων ἐδέησεν αὐτῷ ἐνεργείας, ὡς ἂν μὴ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν κυριεύσειεν. ὃτε μὲν οὖν τῷ πατρὶ σύνεστιν καὶ τὴν τῶν ὃλων πρόνοιαν ἐνθέῳ δυνάμει διακυβερνᾷ, οὐρανοῦ αὐτοῦ καὶ γῆς ὁμοῦ καὶ τῶν ἐν τούτοις περιεχομένων φύσεων τῶν τε ἐπέκεινα οὐρανοῦ θείων καὶ ἀσωμάτων οὐσιῶν ἐπισκοπεῖ καὶ ἐπιμέλεται θεοῦ λόγος καὶ θεοῦ σοφία και θεοῦ δύναμις, ἂρχων τε καὶ ἡγούμενος καὶ βασιλεὺς, ἢδη δὲ καὶ θεὸς καὶ κύριος ἐν τοῖς θείοις χρηλεὺς, ἀνευφημεῖται, καὶ φωτίζων μὲν τὰς ἀσωμάτους καὶ νοερὰς φύσεις.
ἥλιος δὲ δικαιοσύνης καὶ φῶς ἀληθινὸν ἀνείρηται, ὑπουργῶν δὲ καὶ συνουργῶν ταῖς τοῦ πατρὸς διατάξεσιν, ὑπουργὸς τοῦ πατρὸς καὶ δημιουργὸς χρηματίζει, ἀλλὰ καὶ μόνος κατὰ τάξιν εἰδὼς θεραπεύειν θεὸν, μέσος τε ἑστὼς θεοῦ τοῦ ἀγεννήτου καὶ τῶν μετ’ αὐτὸν γεννητῶν, τήν τε τῶν ὅλων ἀναδεδεγμένος φροντίδα καὶ ὑπὲρ τῶν ὑπηκόων ἀπάντων ἱερωμένος τῷ πατρὶ, καὶ μόνος αὐτὸν τοῖς πᾶσιν εὐμενῆ καὶ ἵλεων παρέχων, ἀρχιερεὺς αἱώνιος καὶ δὴ Χριστὸς τοῦ πατρὸς προσαγορεύεται, οὕτω παρ’ Ἑβραίος Χριστῶν ἐπικαλουμένων πάλαι τῶν τὴν εἰκόνα τοῦ πρώτου διὰ συμβόλων ἐπιτελούντων·

καὶ ὅτε μὲν ἀγγέλοις ταξιαρχῶν ἐπιστατεῖ, μεγάλης βουλῆς ἄγγελος ἀναγορεύεται, καὶ τῶν κατ οὐρανὸν στρατιῶν ἡγούμενος ἀρχιστράτηγος δυνάμεως κυρίου εἶναι. ἤδη δὲ κατιὼν ἐπὶ τὰ τῇδε ἡμῶν τε αὐτῶν τῆς λογικῆς φύσεως τῆς τε ἰδίας αὐτοῦ χάριν εἰκόνος καὶ φιλανθρωπίᾳ τοῦ πατρὸς ἀντιλαμβανόμενος, καθὸ μὲν ἔοικε νηπίων ἄρχειν καὶ οἱονεὶ βοσκημάτων, ποιμὴν ὠνόμασται προβάτων, καθὸ δὲ ψυχῶν ἐμπαθῶν τὴν θεραπείαν ἐπαγγέλλεται, σωτὴρ καὶ ἰατρὸς εἰκότως ἂν λέγοιτο.

τοῦτο γοῦν ἡ παρ’ Ἑβραίοις τοὐ Ἰησοῦ σημαίνει προσηγορία. ἐπεὶ δὲ ἴδει ποτὲ καὶ αὐτῷ ὀργάνου ἀνθρωπείου, ὡς ἂν καὶ ἀνθρώποις ἑαυτὸν φήνειεν καὶ τῆς τοῦ πατρὸς ἐπιγνώσεως καὶ εὐσεβείας τὸν ἀληθῆ λόγον διδάξειε, καὶ τοῦτον οὐκ ἀπαρνεῖται τὸν τρόπον· ἐπιβὰς δὲ εὖ μάλα τῇ ἡμετέρᾳ φύσει πάρεισιν εἰς ἀνθρώπους, θεὸν δι’ ἀνθρώπου μέγα θαῦμα τοῖς πᾶσιν ἐπιδεικνύμενος, ὡς ἂν μὴ μόνον ἐξ ἀφανοῦς καὶ ἀδήλου ἄσαρκος ὢν καὶ ασώματος έπιστατοίη, αύτοΐς δε σαρκός όμμασιν ορώ μένος, άνθρώπων τε όφθαλμοΐς καϊ νπ\ρ άνθρω- πον θαυματουργίας παρέχων οράν, καϊ προσέτι σώ- ματος άκοαΐς τάς διά γλώττης καϊ φωνής ένάρθρου παραδιδούς διδασκαλίας, θεΐόν τε ως άληθώς καϊ παράδοξον χρήμα, οίον ούδ' άλλο πω φανεν μνημο- νεύεται, σωτήριόν τε ομού καϊ εύεργετικόν τοΐς πάσιν αυτός εαυτόν ένδεικνύμενος.

ουτω δήτα ο θεός ο λόγος υιός ανθρώπου έλέγετο, καϊ 'ίησούς ώνομά- ξετο, παρ' όσον της τών ανθρωπίνων ψυχών ίάσεώς τε και θεραπείας χάριν την πάροδον'είς ημάς έποι- εΐτο. σωτήρ δ᾿ ουν και παρ9 'Εβραίοις ερμηνεύεται ή τού 'ίησού προσηγορία, τάς τε κοινάς ήμΐν ύπέμεινε διατριβάς, ουδαμώς μϊν τού είναι ός ην έξιστάμενος, ομού έν τω άνθρώπω φυλάττων τον θεόν.

ευθὺς τοιγαρούν έπϊ της πρώτης εις ανθρώπους κατα- βολής τω θεώ τής ημετέρας γενέσεως την ένθεον άνακιρνα μεγαλουργίαν, τικτόμενος μίν ήμΐν ομοίως, και θνητού δίκην άνθρωπον άαφιεννύμενος' ὡς δ᾿ ούκέτι άνθρωπος, αλλά θίός, έξ αχράντου καϊ άπειρογάμου κόρης, ουχί έκ μίξεως καϊ φθοράς, την τοῦ φαινομένου γένεσιν υφιστάμενος.

Καὶ τον εξής δϊ σύμπαντα βίον ταύτη π η διετέλει, τοτ£ μίν τήν προς ημάς όμοιοπάθειαν, τοτΐ δϊ τον θεόν λόγον ύποφαίνων, μεγαλουργών καϊ παραδοξοποιών ως θεός, καϊ τών μελλόντων έσεσθαι προαναφωνών τ ας προρρήσεις, καϊ τον μη τοΐς πολ- λοΐς ορώμενον θεόν λόγον τοΐς έργοις άντικρυς έπι- δεικνύμενος, εικότα δε καϊ όμοια ταΐς άρχαΐς καϊ τά τέλη αύτώ τής έξ ανθρώπων άπαλλαγής ένεχειρεΐτο.

Καϊ γάρ μέχρι θανάτου καϊ αυτών νεκρών οι τής φιλανθρωπίας αυτόν έκάλουν νόμοι, ως αν καϊ τῶν πάλαι τεθνεώτων τὰς ψυχὰς ἀνακαλέσοιτο.

ὅτι δὴ τῶν ἐξ αἰῶνος ἁπάντων αὐτῷ τῆς σωτηρίας ἔμελεν, καὶ ὅπως διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ᾑ τὰ θεῖα παιδεύει λόγια, κἀνταῦθα πάλιν ἀναμὶξ ὑπῄει τὴν οἰκονομίαν, ὡς μὲν ἄνθρωπος τὸ σῶμα τῇ συνήθει παραχωρῶν ταφῇ, ἀναχωρῶν δὲ αὐτοῦ ὡς θεός.

φωνήσας γοῦν μέγα καὶ ‟ τῷ πατρὶ παρατίθεμαι τὸ πνεῦμα” εἰπὼν ἄφετος ἀνεχώρει τοῦ σώματος, οὐδαμῶς περιμείνας προσεῖναι αὐτῷ τὸν θάνατον, μέλλοντα δὲ καὶ ὥσπερ ἀποκνοῦντα, μᾶλλον δὲ ὑπὸ πόδα χωροῦντα καὶ ἀπογεύγοντα, διώκων αὐτὸς ὄπισθεν καὶ ἐλαύνων, τάς τε ἐξ αἰῶνος πύλας τῶν σκοτίων μυχῶν διαρρηγνὺς, καὶ τοῖς αὐτόθι νεκροῖς σειραῖς θανάτου πεπεδημέωοις παλίντροπον τῆς ἐπὶ τὴν ζωὴν ἀνόδου τὴν πορείαν ποιούμενος.

ταύτῃ τοι αὐτῷ καὶ ὁ τεθνεὼς ἀνηγείρετο, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνίσταντο, συνεισελαύνοντα αὐτῷ εἰς τὴν ἁγίαν καὶ ὡς ἀληθῶς οὐρανόπολιν, ὡς εἰκότως ἐν ταῖς θείαις ἀνειρῆσθαι φωναῖς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.

καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων σωτὴρ καὶ κύριος ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, νικηφόρος λεγόμενος, ἐν ταῖς προφητικαῖς προρρήσεσιν ἐπικερτομῶν εἰσάγεται τῷ θανάτῳ, καὶ τὰς αὐτόθι λύων πεπεδημένας ψυχὰς, δι’ ὧν τὸν ἐπινίκιον ὕμνον προφέρεται, αὐτὰ δὴ ταῦτα λέγων ἐκ χειρὸς Ἀίδου ῥύσομαι αὐ- τοὺς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτῶν τὰς ψυχάς. ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτέα, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.”

τοιαύτη τις αὐτῷ καὶ μέχρι τοῦ θανάτου ἐγένετο ἡ οἰκονομία, ἧς οὐ μίαν αἰτίαν, ἀλλὰ καὶ πλείους εὕροι ἄν τις ἐθελήσας ζητεῖν. πρώτην μὲν γὰρ ὁ λόγος διδάσκει, ἔνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· δευτέραν δὲ, ὅπως τὰς ἡμετέρας ἀπομάξοιτο ἁμαρτίας, ὑπὲρ ἡμῶν τυθεὶς καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα·

τρίτην, ὡς ἂν ἱερεῖον θεοῦ καὶ μεγάλη θυσία ὑπὲρ τοῦ σύμπαντος κόσμου προσαχθείη τῷ ἐπὶ πάντων θεῷ· τετάρτην, ὡς ἂν οὕτω τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας ἀπορρήτοις λόγοις καθαίρεσιν ἀπεργάσαιτο·

πέμπτην ἐπὶ ταύτῃ, ὡς ἂν τοῖς αὐτοῦ γνωρίμοις καὶ μαθηταῖς τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα μὴ λόγοις μηδὲ ῥήμασι καὶ φωναῖς, ἀλλὰ αὐτοῖς ἔργοις παραστήσας, ὀφθαλμοῖς τε παραδοὺς τὴν διὰ τῶν λόγων ἐπαγγελίαν, εὐθαρσεῖς αὐτοὺς καὶ προθυμοτέρους ἀπεργάσοιτο καὶ πᾶσιν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις τὴν πρὸς καταβληθεῖσαν εὐσεβῆ πολιτείαν κηρῦξαι.

αὐτίκα δ’ οὖν αὐτοὺς δὴ τούτους τοὺς γνωρίμους καὶ θιασώτας, οὓς αὐτὸς αὑτῷ ἀριστίνδην ἐπικρίνας ἀποστόλους τε αὑτοῦ καὶ μαθητὰς ἀνελέξατο, τῆς ἐξ αὐ- τοῦ θείας δυνάμεως ἐνέπλησε, πὰν γένος ἀνθρώπων ἐκδιδάξαι τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν θεογνωσίαν, ἴνα τοῖς πᾶσιν Ἕλλησί τε καὶ βαρβάροις εὐσεβείας ὑποθέμενος τρόπον, δαιμόνων ἀναχώρησίν τε καὶ φυγὴν καὶ τῆς πολυθέου πλάνης ἀνάνευσιν, ἑνὸς δὲ μόνου θεοῦ τοῦ ἐπὶ πάντων γνῶσιν ἀληθῆ προκηρύττοντα, καὶ λύσιν μὲν τῶν προηγνοημένων, εἰ μητέτ᾿ αὐτοῖς ἐπιμένοιεν, μίαν δ’ ἑ τοῖς πᾶσι σωτηρίας ἐλπίδα δι’ ἦς ὑποτέθειται πανσόφου καὶ παναρέτου πολιτείας ὑπισχνούμενον.

Οὕτω δὴ τούτων ἐχόντων οὐ δεῖ ταράτ- τεσθαι τὸν νοῦν, γένεσιν καὶ σῶμα καὶ πάθη καὶ θάνατον περὶ τὸν ἄυλον καὶ ἀσώματον τοῦ θεοῦ λό- γον ἀκούοντα. ὡς γὰρ οὐδ’ ἡλιακοῦ φωτὸς πάθοιέν τι ἀκτῖνες τὰ πάντα πληροῦσαι, καὶ σωμάτων νεκρῶν καὶ οὐ καθαρῶν ἐφαπτόμεναι, πολὺ πλέον ἡ ἀσώ- ἀσώματος τοῦ θεοῦ δύναμις οὔτ’ ἂν πάθοι τὴν οὐσίαν οὔτ’ ἂν βλαβείη οὔτ’ ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως ἐπαφωμένη.
τί γάρ; οὐχὶ καὶ δίχα τοῦ καθ’ ὃ ἐνηνθρώπει σώματος ἀεὶ καὶ διὰ παντὸς ἥκων δι’ ὅλης τῆς τῶν στοιχείων καὶ αὐτῶν δὴ τῶν σωμάτων ὕλης, οἶά τις θεοῦ λόγος ὢν δημι- ουργὸς, τῆς ἐξ αὐτοῦ σοφίας ἐν αὐτῇ τοὺς λόγους ἀποσφραγίζεται, τῷ μὲν ἀψύχῳ ζωὴν, τῷ δὲ ἀμόρφῳ ὄντι καὶ ἀειδεῖ τὴν φύσιν μορφὴν ἐναποτυπούμενος, τά τε ἐν αὐτῷ κάλλη καὶ τὰς ἀσωμάτους ἰδέας ταῖς τῶν σωμάτων ποιότησιν ἐναποματτόμενος, κινῶν δὲ τὰ τῷ οἰκείῳ λόγῳ ἄψυχα καὶ ἀκίνητα, γῆν, ὕδωρ, ἀέρα, πῦρ,
πάνσοφόν τινα καὶ παναρμόνιον κίνησιν, καὶ τὰ πάντα ἐξ ἀκοσμίας κοσμῶν, αὔξων τε καὶ τελεσιουργῶν, αὐτῇ τε ἐνθέῳ καὶ λογικῇ δυνάμει μονονουχὶ ἐπιὼν τὰ πάντα, καὶ διὰ πάντων χωρῶν πάντων τε ἐφαπτόμενος, ἀλλ’ οὔτι γε βλάβην ἐκ τινος ἐπαγόμενος, οὐδὲ τὴν φύσιν αὐτὴν μολυνόμενος,οὕτω δὴ τὰ κατὰ ταῦτα καὶ ἐν ἀνθρώποις γενόμενος, πά- λᾶι μὲν βραχέσι καὶ ἀριθμῷ ληπτοῖς, μόνοις δὲ τοῖς ἀναγράπτοις προφήταις τε καὶ δικαίοις ἀνδράσιν, ἄλλοτε ἄλλως ἐφαίνετο, ἐπὶ τέλει δὲ τοῖς πᾶσιν ἤδη, φαύλοις τε καὶ ἀσεβέσιν, Ἑβραίοις τε ὁμοῦ καὶ Ελλησι, δι’ ὑπερβάλλουσαν τοῦ παναγάθου πατρὸς χρηστότητα καὶ φιλανθρωπίαν εὐεργετικὸν ἑαυτὸν καὶ σωτήριον παρείχετο, διαρρήδην τοῦτο προκηρύττῶν ‟ οὐ χρείαν ἔχουσίν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν;”
ἐκάλει δῆτα ὁ πάντων σωτὴρ ‟ δεῦτε (λέγων) πρός με πάντες οἶ καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” ἐκάλει καὶ ἰᾶτο ἀφθόνως δι’ ὀργάνου οὗ προυβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν ἐπιδεικνύμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς ἐν σώμασιν, οἶά τις ἰατρῶν ἄριστος συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι τὸν ἄνθρωπον θεραπεύων, αὐτός τε ἑαυτὸν ὑπόδειγμα πανσόφου καὶ παναρέτου καὶ εὐσεβοῦς παρείχετο βίου, διδάσκων μὲν τὰ ἀληθῆ οὐ παρ’ ἑτέρων ἠρανισμένα, ἐξ αὐτοῦ δὲ καὶ παρὰ τοῦ πατρὸς τὰ πάλαι καὶ ἐκ μακροῦ τοῦ αἰῶνος τοῖς ἀνέκαθεν θεοφιλέσι καὶ τοῖς πρὸ Μώσεως Ἑβραίοις νενομοθετημένα·

σωμάτων δὲ οὐχ ἧττον ἢ ψυχῶν ἐπιμελόμενος, καὶ σαρκικοῖς μὲν ἀνθρώπων ὀφθαλμοῖς τὰ διὰ τῆς σαρκὸς αὐτῷ δρώμενα παρασκευάζων ὁρᾶν, ἀκοαῖς δὲ πάλιν σαρκὸς τὰς διὰ γλώττης καὶ σαρκὸς ὑπηχῶν διδασκαλίας, καὶ πάντα γε ἐπιτελῶν δι’ οὗ ἀνείληφεν ἀνθρώπου τοῖς οὐκ ἄλλως ἢ μόνως οὕτως τῆς αὐτοῦ θειότητος συναισθέσθαι δυναμένοις.

ταῦτα δὴ οὖν ἅπαντα εἰς τὸ χρήσιμον καὶ πᾶσιν ἡμῖν ὠφέλιμον ὁ πάντα φιλάνθρωπος τοῦ θεοῦ λόγος ταῖς πατρικαῖς βουλαῖς διηκονεῖτο, μένων πάλιν αὐτὸς ἄυλος καὶ ἀσώματος, οἶος καὶ πρὸ τοῦ παρὰ τῷ πατρὶ ἦν, οὐ μεταβαλὼν τὴν οὐσίαν, οὐδ’ ἀφανισθεὶς τῆς αὐτὸς ἑαυτοῦ φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθεὶς, οὐδὲ ἀποπεσὼν τῆς θεότητος, ἀλλ’ οὐδὲ τὴν οἰκείαν ὢ τοῦ λόγου παραπολέσας δύναμιν, οὐδ’ ὧδε μὲν ἔνθα ἦν αὐτῷ τὸ ἀνθρώπειον σκεῦος τὰς διατριβὰς ποιούμενος, ἐν ἑτέροις δὲ εἶναι τοῦ παντὸς κεκωλυμένος ἀλλὰ γὰρ καὶ ἐν τῷ τότε, καθ’ ὃ ἐν ἀνθρώποις ἐπολιτεύετο, τὰ πάντα ἐπλήρου, καὶ τῷ πατρὶ συνῆν, καὶ ἐν αὐτῷ γε ἦν, καὶ τῶν πάντων ἀθρόως καὶ ἐν τῷ τότε τῶν τε κατ’ οὐρανὸν καὶ ἐπὶ γῆς ἐπεμέλετο, οὐδαμῶς τῆς πανταχόσε παρουσίας ὁμοίως ἡμῖν ἀποκεκλεισμένος, οὐδὲ τὰ θεῖα πράττειν συνήθως παραποδιζόμενος, ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ μεταδιδοὺς τῷ ἀνθρώπῳ, τὰ δ’ ἐκ τοῦ θνητοῦ μὴ ἀντιλαμβάνων, καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν, τῆς δὲ ἐκ τοῦ θνητοῦ μετουσίας οὐκ ἀντεπαγόμενος.

οὔτ’ οὗν ἐμολύνετο τικτόμενος ὑπὸ τοῦ σώματος ὁ ἀσώματος, οὐδὲ τὴν οὐσίαν ἔπασχεν ὁ ἀπαθὴς ὑπὸ τοῦ θνητοῦ, ἐπεὶ μηδὲ τῆς λύρας, εἰ οὕτως τύχοι, κοπτομένης, ἢ τῶν χορδῶν διασπωμένων, πάσχειν εἰκὸς τὸν ἀνακρουόμενον, οὐδέ γε σοφοῦ τινος ἀνδρὸς τιμωρουμένου τοῦ σώματος τὴν ἐν αὐτῷ σοφίαν ἢ τήν γε ἐν τῷ σώματι ψυχὴν κόπτεσθαι ἢ κάεσθαι φαίημεν ἂν εἰκότως· ταύτῃ τοι πολὺ πλέον οὐδὲ τὴν τοῦ λόγου φύσιν ἢ δύναμιν βλάβος τι ἐκ τῶν τοῦ σώματος παθῶν ἀποφέρεσθαι φάναι εὔλογον, ὅτι μηδὲ τὸ φωτὸς ἡμῖν ὑπόδειγμα χραίνεσθαί τι τὰς ἡλιακὰς ἀκτῖνας ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας πηλοῦ τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας συνεχώρει.

φωτίζεσθαι μὲν καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν κωλύοι λέγειν· τὸ δέ γε τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τόν σωμάτων ἐπιμιξίας, ἢ πηλοῦσθαι, οὐκέτι. καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν εἴη τῶν σωμάτων ἀλλότρια.

ὁ δέ γε ἄυλος καὶ ἀσώματος τοῦ θεοῦ λόγος, αὐτοζωὴ τυγχάνων καὶ αὐτοφῶς νοερὸν καὶ ὅσα ἄλλα προκατείλεκται, παντὸς οὗ δ’ ἂν ἐφάψοιτο ἐνθέῳ καὶ ἀσωμάτῳ δυνάμει, ζῆν τοῦτο ἀνάγκη καὶ σὺν λογικῷ διάγειν φωτί. ταύτῃ τοι καὶ σώματος οὗ δ’ ἂν ἐφάψοιτο, ἡγίασται τοῦτο καὶ πεφώτισται αὐτίκα, πᾶσά τε νόσος αὐτῷ καὶ ἀρρωστία καὶ πάνθ’ ὅσα ὑπεξίσταται.

ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως στέρησις. οὕτω δῆτα καὶ τὸ νεκρὸν τῆς τοῦ λόγου δυνάμεως μικρόν τι αὐτοῦ ἐφαψάμενον ἀνηγείρετο ζωούμενον, καὶ ὁ θάνατος τὴν ζωὴν ἔφευγεν, καὶ τῷ γε φωτὶ τὸ σκότος ἐξελύετο, ἕτο, τό τε φθαρτὸν τὴν ἀφθαρσίαν ἐνεδιδύσκετο καὶ τὸ θνητὸν τὴν ἀθανασίαν.

Καὶ τί γὰρ ἄλλο πλὴν ὁ πᾶς ἄνθρωπος τῆς θεότητος κατεπίνετο, καὶ πάλιν θεὸς ἦν ὁ θεὸς λόγος οἷος καὶ πρὶν γενέσθαι ἄνθρωπος, καὶ συναπεθέου γε τὸν ἄνθρωπον ἀπαρχὴν τῆς ἡμῶν ἐλπίδος, τοῦτον αὐτὸν ἐκεῖ τῆς τε παρ’ αὐτῷ ζωῆς ἀιδίου καὶ τῆς ἐν τῇ θεότητι καὶ μακαριότητι κοινωνίας ἀξιῶν, ἡμῖν τε ὁμοίως ἅπασι τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀθανασίας τε καὶ βασιλείας τοῦτο μέγιστον δεῖγμα παρέχων;

Τοῦτο τῆς εἰς ἀνθρώπους ἀφίξεως τέλος ἦν, τὸν πάλαι τῆς τοῦ πατρὸς γνώσεως ἀποπεπλανημένον εἰς τὴν οἰκείαν ἐπαναγαγεῖν, καὶ τὸν συγγενῆ καὶ φίλον τῆς τε αὐτοῦ κατηξιωμένον εἰκόνος τῆς οἰκείας ἀπολαῦσαι ζωῆς, φίλον τε καὶ οἰκεῖον τοῦ πατρὸς ἀποφῆναι τοῦτον, δι’ ὃν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπέστη γενέσθαι ἄνθρωπος.

οὕτω δῆτα, ὡς ἐν βραχεῖ φάναι, ἡ κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὑπόθεσις, διάφορον ἔχουσα τὴν οἰκονομίαν, ἐκ τῶν παρ’ Ἑβραίοις παραστήσεται προφητικῶν λόγων, ὥσπερ οὖν μικρὸν ὕστερον αἱ ἐξ αὐτῶν δείξουσι μαρτυρίαι, πιστουμένων τὰ παλαιὰ τῶν νέων γραμμάτων, καὶ τῶν εὐαγγελικῶν τὰς τῶν προφητικῶν μαρτυρίας ἐπισφραγιζομένων. ἀλλὰ γὰρ τούτων ὧδε ἐχόντων ὥρα λοιπὸν καὶ περὶ τῆς προσηγορίας αὐτοῦ διελθεῖν, καθ’ ὃ Ἰησοῦς καὶ Χριστὸς ἀνηγόρευται, δι’ ὅσων τε προφητειῶν ὀνομαστὶ προεκηρύττετο.

πρῶτα δὲ σκεψώμεθα τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία, πρὶν ἄρξασθαι τῆς κατὰ μέρος συναγωγῆς τῶν προφητικῶν περὶ τοῦ προκειμένου σκέμματος λογίων. προσήκειν δὲ ἡγοῦμαι περὶ αὐτῆς πρῶτον τῆς Χριστοῦ διαλαβεῖν προσηγοίας, διαρθρῶσαί τε τὴν περὶ αὐτῆς ἔννοιαν, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τόν κατὰ τὸν τόπον ζητουμένων.

ἄλλος μὲν οὖν ἐγγύθεν καὶ ἐκ τῶν καθ’ ἡμᾶς ἀρξάμενος εἶπεν ἂν Μωσέα νομοθετῆσαι πρῶτον ἁπάντων τοὺς τῷ θεῷ ἱερωμένους μύρῳ σκευαστῷ χρίεσθαι, εὐωδίας δεῖν τὰ σώματα καὶ ἀγαθοῦ τινος ἀποπνεῖν ἡγησάμενος, ἐπεὶ πᾶν τὸ δυσῶδες μιαραῖς καὶ ἀκαθάρτοις δυνάμεσιν εἶναι φίλον, ὡς ἔμπαλιν τοῖς φιλαγάθοις τὸ εὐῶδες.

ὅθεν καὶ θυμιάματι συγκειμένῳ εἰς ὑπερβολὴν εὐωδίας καθ’ ἑκάστην ἡμέραν τοῖς ἱερεῦσι χρῆσθαι ἐν τῷ ἱερῷ νομοθετῆσαι, ὅπως κατακιρναμένου τοῦ ἀέρος καὶ τὸ δυσῶδες ἀφανίζοντος, θεία τις ἀπορροὴ τοῖς εὐχομένοις καταμιγνύηται.

διὰ γὰρ τοῦτο αὐτὸ καὶ χρῖσμα ἀλειπτικὸν εὐωδέστατον διὰ μυρεψικῆς τέχνης συνθεῖναι, ὡς ἂν χρίοιντο τούτῳ οἱ τῶν κοινῶν δημοσίᾳ προστήσεσθαι μέλλοντες, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα πρῶτον Μωσέα τοῖς χριομένοις ἐπιθεῖναι· τοῦτο δὲ τὸ χρῖσμα μὴ μόνον ἀρχιερεῦσι παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ.

ταῦτα μὲν οὖν προχειρότερα ἂν εἴη, πόρρω γε μὴν καθε- στῶτα τῆς ἐνθέου καὶ μεγαλοφυοῦς τοῦ προφήτου διανοίας.

ὁ γάρ τοι θαυμάσιος ἐκεῖνος καὶ μέγας ὡς ἀληθῶς ἱεροφάντης πᾶσαν γεώδη καὶ σωματικὴν οὐσίαν ἐν μόναις εἰδὼς ταῖς ποιότησι διακεκριμένην, κατ᾿ οὐδένατρόπον ἑτἐραντῆς ἑτέρας προυτίμησεν, τὰ πάντ εἰδὼς μιᾶς ὄντα ἔκγονα ὕλης οὔποτε ἑστώσης, οὐδέ τι βέβαιον ἐν τῇ φύσει ἐχούσης, ἀεὶ δὲ ῥεούσης καὶ ἐπὶ τὴν οἰκείαν φθορὰν ἐπειγομένης. οὔκουν τὸ ἡδὺ τῶν σωμάτων εἵλετο, οὐδ’ αὐτὸ καθ’ αὑτὸ προύκρινεν ἂν τὸ ἀπὸ τῶν αἰσθήσεων προσηνές· χαμαὶ γὰρ καὶ ἐπὶ σωμάτων ἡδονὴν πεσούσης τοῦτ’ ἂν εἲη τὸ πάθος ψυχῆς.

μυρίοι γοῦν τῶν τὰ σώματα τεθηλυμμένων, ἐμπαθεῖς ἄλλως καὶ ἀκόλαστοι, μύρων καὶ ποικίλων περιεργίαις χρώμενοι, πάσης αἰσχρὰς καὶ ῥυπώσης δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται, ὡς ἔμπαλιν οἷ θεοφιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν ἀπὸ γῆς ἀρωμάτων τὴν ἀπὸ σωφροσύνης καὶ δικαιοσύνης καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν ἐπαγόμενοι τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ τέθεινται λόγῳ

ταῦτα οὖν εὖ μάλα διειληφὼς ὁ προφήτης μύρων μὲν ἢ καὶ θυμιαμάτων οὐδεμίαν προηγουμένην ἐποιεῖτο φροντίδα, κερειττόνων δὲ καὶ θείων εἰκόνας, ὡς ἐνῆν δυνατὸν, διὰ σωμάτων τοῖς μόνως οὕτως καὶ οὐδ’ ἄλλως τὰ θεῖα οἵοις τε μανθάνειν παρεδίδου.

ὅτι δὴ τοῦτ’ αὐτὸ καὶ ὁ θεῖος ἀναγέγραπται εἰρηκὼς χρησμὸς φήσας ‟ ὅρα ποιήσεις πάντα κατὰ τὸν τόπον τὸν δειχθέντα σοι ἐν τῷ ὅρει.” σύμβολα τοιγαροῦν ἑτέρων, ἅπερ τύπους εἴωθεν ὀνομάζειν, ἐπιτελῶν τὴν διὰ τοῦ μύρου χρῖσιν ἐνομοθέτει.

ὅ γε μὴν ὑψηλὸς καὶ ἐν ἀπορρήτοις δηλούμενος αὐτῶν λόγος, ὡς δυνατὸν εἰπεῖν, τοιαύτην εἶχε διάνοιαν, τὸ μόνον ἀγαθὸν καὶ μόνον ὡς ἀληθῶς εὐῶδες καὶ τίμιον, καὶ πάσης μὲν ζωῆς αἴτιον, πᾶσι δὲ σὺν τῷ εἷναι καὶ τὸ εὑ εἶναι δεδωρημένον, ἕν τοῦθ’ ὁ παρ’ Ἑβραίοις λόγος ἠπίστατο πρῶτον τῶν ὅλων αἴτιον, αὐτὸν δὴ τὸν ὕψιστον καὶ παμβασιλέα τῶν ἀπάντων δημιουργὸν θεόν.

τούτου δὴ οὖν τὴν παναλκῆ καὶ πανάγαθον καὶ παντὸς καλοῦ χορηγὸν τῆς ἀνωτάτω καὶ ἀγεννήτου θεότητος δύναμιν τὸ θεῖον πνεῦμα οἰκείῳ καὶ προσφυεῖ σθμβαλὸν παραδείγματι ἔλαιον θεοῦ προσαγορεύει· διόπερ Χριστὸν καὶ ἠλειμμένον τὸν αὐτῆς μέτοχον ἀποκαλεῖ.

ἔλαιον δὲ μὴ τὸν οἶκτον ἐν τούτοις ἄκουε, μηδὲ τὴν ἐπὶ τοῖς δυσπραγοῦσι λύπην, ἀλλ’ ὃ ὁ καρπος του φυτοῦ παρίστησι, τὸ πάσης ἀμιγὲς ὑγρὰς ὅλης, φωτὸς αὐξητικὸν, πόνων θεραπευτικὸν, καμάτων ἀπαλλακτικὸν, τὸ τῶν ἐπαλειψαμένων φαιδροποιὸν, φωτὸς δίκην ἀποστίλβον ταῖς μαρμαρυγαῖς, διαυγῆ τε καὶ λαμπρὰν τῶν αὐτῷ χρωμένων ἀποτελοῦν τὴν ὄψιν, ὅ φησιν ἡ θεία γραφὴ ‟ τοῦ πρόσωπον ἐν ἐλαίῳ.”

τούτῳ τοιγαροῦν ὁ λόγος τὴν ἀνωτάτω τοῦ πανηγεμόνος καὶ παμβασιλέως θεοῦ δύναμιν συμβαλὼν τῷ παραδείγματι, τὸν πρῶτον καὶ μόνον ὅλῳ τούτῳ χρισθέντα, καὶ τῆς θεικῆς καὶ πᾶσιν ἀκοινωνήτου πατρικῆς εὐωδίας μετειληφότα, καὶ μόνον ἐξ αὐτοῦ γεννηθέντα θεὸν λόγον, μετοχῇ τε τοῦ γεννήσαντος ἀγεννήτου καὶ πρώτου καὶ μείζονος θεὸν ἐκ θεοῦ ἀποφανθέντα, Χριστὸν καὶ ἠλειμμένον ὢ ἀπεκάλεσε. διὸ καὶ ἐν ψαλμοῖς πρὸς αὐτὸν δὴ τοῦ- τον τὸν ὑπὸ τοῦ πατρὸς ἠλειμμένον ἀναφωνεῖ τὸ φάσκον ὧδε λόγιον ‟ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδι κίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”
Ἀλλὰ γὰρ μία μὲν ἡ τοῦ ἐλαίου φύσις, ἡ δὲ τοῦ μύρου πολλῶν ἐπὶ τὸ αὐτὸ σύνοδον σημαίνει. ταύτῃ τοι καὶ ἡ πρώτη καὶ ἀγέννητος τοῦ παμβασι- λέως θεοῦ δύναμις καθ’ ὅ μὲν ἁπλῆ τις καὶ ἀσύνθετος καὶ ἄλλης πάσης οὐσίας ἀμιγὴς ἐπινοεῖται, ἀπλῷ τῷ τοῦ ἐλαίου προσρήματι παραβέβληται, καθ’ ὃ δὲ πλείστων ἐπινοιῶν ἐν ταὐτῷ περιληπτικὴ τυγζάνει, οἷον ποιητικῆς ἢ βασιλικῆς, προνοητικόν τε καὶ κριτικὸν, φιλάνθρωπόν τε καὶ σωτήριον, ἄλλων τε ὅσων μυρίων ἐπινοίᾳ θεωρουμένων, εἰκότως μύρῳ πάλιν ἡ τῶν πολλῶν καὶ ἀγαθῶν περιληπτικὴ δύναμις ἀπείκασται, ᾧ κεχρῆσθαι τὸν ἀληθῆ καὶ μόνον ἀρχιερέα τοῦ θεοῦ θεῖοι λόγοι παιδεύουσι

πρῶτός γέ τοι αὐτὸς ὁ Μώσης ἐν ἀπορρήτοις τὰ θεῖα ἐποπτεῦσαι ἠξιωμένος, καὶ τὰς περὶ τοῦ πρώτου καὶ μόνου ἠλειμμένου καὶ ἀρχιερέως τοῦ θεοῦ τελετὰς ἐν ταῖς αὐτοῦ θεοφανείαις πρὸς αὐτοῦ τετελεσμένας, εἰκόνας προστάττεται ἐπὶ γῆς καὶ σύμβολα καταστήσασθαι τῶν ἐν ταῖς θεοπτίαις νενοημένων, ὡς ἂν ἔχοιεν προεμμελετᾶν τοῖς συμβόλοις οἶ τῶνδ’ ἠξιωμένοι μέχρι τῆς τῶν ἀληθῶν ἐποπτείας.

αὐτῷ δῆτα ἀφορισάμενος τέως τὸν ἐξ ἀνθρώπων ἐπὶ γῆς τῷ θεῷ ἱερατεύεσθαι ἐπιτήδειον ἄνδρα πρῶτος τοῦτον Χριστὸν ἐπωνόμασε, κατ’ ἀναφορὰν τῆς ἐν τοῖς νοητοῖς θεωρίας, καὶ τοῦτον διά τινος ἀλοιφῆς εὐώδους κρείττονα τῶν λοιπῶν ἀνθρώπων ἀποφήνας, ἄντικρυς καὶ διαρρήδην ἀνεκήρυξεν, ὅτι δὴ καθ’ αὑτὴν ἡ τοῦ γεννητοῦ φύσις ἅπασα, καὶ πολὺ πλέον ἡ ἀνθρωπεία τῆς ἀγεννήτου δυνάμεως ἀπολειπομένη, δεῖται τῆς ἀπὸ τοῦ κρείττονος εὐωδίας.

ἀλλὰ τοῦ μὲν ἀνωτάτου καὶ πρώτου οὔ τινι θεμιτὸν ἐφικέσθαι· ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ καὶ πρωτοτόκῳ τοῦτ’ ἀνέκειτο τὸ γέρας· τοῖς δὲ μετ’ αὐτὸν οὐκ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ δευτέρου μετουσίας τῶν ἀγαθῶν οἶόν τε ἦν ἐπαύρασθαι· πνεύματος ἄρα ἐνθέου τὸ παρὰ Μωσεῖ σύμβολον ἦν.

‟ διαιρέσεις δὲ χαρισμάτων εἰσὶν, τὸ δ’ αὐτὸ πνεῦμα,” οὗ μάλιστα μετέχειν φιλοτιμεῖσθαι ἱερέας καὶ προφήτας καὶ βασιλέας ᾤετο δεῖν, ὡς ἂν οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ παντὸς τοῦ ἔθνους τῷ θεῷ καθωσιωμένους.

ὅτι δὲ δὴ θειοτέρων ἦν τὰ παρὰ Μωσεῖ σύμβολα, καὶ ὡς δυνατὸν ἦν καὶ ἄνευ γεώδους μύρου τοὺς τῷ θείῳ πνεύματι κατόχους Χριστοὺς ὀνομάξεσθαι, φέρε τι μᾶλλον ἀκριβέστερον διασκεψώμεθα.

Δαβὶδ ἐν ρδ΄ Ψαλμῷ τὰς περὶ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ ἀναλαβὼν ἱστορίας αὐτοὺς δὴ ἐκείνους τοὺς θεοφιλεῖς προπάτορας καὶ πρὸ τῶν Μώσεως χρόνων γενομένους Χριστοὺς ἀποκαλεῖ, οὐ δι’ ἄλλο ἢ διὰ τὴν τοῦ θείου πνεύματος, οὑ μετεῖχον, ἐπιρροήν.

ἱστορήσας γοῦν ὅπως ἐπεξενώθησαν τοῖς ἀλλοφύλοις καὶ ὡς ἐπιβουλευθέντες σωτῆρος ἔτυχον τοῦ θεοῦ, κατὰ τὰ παρὰ Μωσεῖ δηλούμενα, προφήτας αὐτοὺς ὁμοῦ καὶ Χριστοὺς ὀνομάζει, οὔπω τότε Μώσεως ἐν ἀνθρώποις ὂντος, οὐδὲ τοῦ κατ αὐτὸν σκευαστοῦ μύρου νενομοθετημένου. ἄκουε ’δε οἷά φησιν ὁ Ψαλμός ‟ μηήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε· τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, οἶ υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.

αὐτὸς κύριος ὁ θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, ὃν διέθετο τῷ Ἀβραὰμ, καὶ τοὐ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ. καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, λέγων, σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν. καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς· μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.”

Ταῦτα μὲν ὁ Δαβίδ· ὁ δὲ Μώσης καὶ οἵους βασιλεῖς ἤλεγξεν ἱστορεῖ λέγων ‟καὶ καὶ ἤτασε κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρρας τῆς γυναικὸς Ἀβραάμ.”

καὶ πάλιν περὶ τοῦ βασιλέως Γεραρῶν γράφει ‟ καὶ ἦλθεν ὁ θεὸς πρὸς Ἀβιμἐλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν, ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες αὕτη δὲ ἦν τοῦ Ἀβραάμ.”

περὶ οὗ ἑξῆς προιών φησι ‟ νὐν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶν, καὶ προσεύξεται περὶ σοῦ.”

Ὁρᾷς ὅπως διὰ τούτων τοὺς πάλαι θεοφιλεῖς καὶ προφήτας Χριστοὺς ὁ Δαβὶδ, μᾶλλον δὲ τὸ θεῖον δι’ αὐτοῦ προσεῖπε πνεῦμα, οὐ τῷ γεώδει μύρῳ κεχρισμένους. πῶς γὰρ, Μώσεως ὑστέροις χρόνοις οὕτω διαταξαμένου; ἄκουε δὲ καὶ Ἠσαίου οὕτω σαφέστατα περὶ τοῦ Χριστοῦ θεσπίζοντος,, ὡς ἀποσταλησομένου ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις λυτρωτοῦ καὶ σωτῆρος, ἥξοντός τε κηρῦξαι τοῖς τὰς ψυχὰς αἰχμαλώτοις ἄφεσιν καὶ τοῖς τὰς διανοίας τυφλοῖς ἀνάβλεψιν.

τοῦτον γὰρ πάλιν ὁ προφήτης οὐ σκευαστῷ μύρῳ, ἀλλὰ τῷ τῆς πατρικῆς θεότητος νοητῷ καὶ θεοπρεπεῖ Χριστὸν γεγεννῆσθαι διδάσκει, οὐχ ὑπ’ ἀνθρώπων, ἀλλὰ ἐκτοῦ πατρὸς κεχρισμένον.

λέγει δ’ οὖν ἐξ αὐτοῦ προσώπου ‟ πνεῦμα πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν καὶ τυφλοῖς ἀνάβλεψιν.”

Τοῦτο μὲν οὖν πρῶτον τετηρήσθω, ὡς καὶ Ἡσαΐας τῷ Δαβὶδ παραπλησίως ὃν ἥξειν ἔφησεν εἰς ἀνθρώπους καὶ κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, οὐ σκευαστῷ μύρῳ, ἀλλὰ τῷ τῆς ἀγεννήτου πατρικῆς τε καὶ παναγάθου δυνάμεως Χριστὸν γεγονέναι θεσπίζει. κατά τινα δὲ συνήθειαν προφητικὴν τὸ μέλλον ὁ προφήτης ὡς παρῳχηκὸς ἀναφωνεῖ καὶ ὡς περὶ ἑαυτοῦ τοῦ προφητεύοντος δηλοῖ.

Τέως μὲν οὖν ὑπὸ θεοῦ, ἀλλ’ οὐχ ὑπ’ ἀνθρώπων, καὶ πνεύματι θείῳ, ἀλλ’ οὐ σκευαστῷ ἐλαίῳ χριομένους, τοὺς κατὰ τὸν ἀληθῆ λόγον Χριστοὺς ὀνομαζομένους ἔγνωμεν.

καιρὸς δὲ συνιδεῖν ὅτι καὶ θείαν τινὰ δύναμιν κρείττονα ἢ κατ’ ἀνθρώπου φύσιν τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ τυγχάνειν ὁ παρ’ π Ἑβραίοις ἐπίσταται λόγος. ἄκουε δ’ οὖν αὖθις τοῦ Δαβὶδ αἰώνιόν τινα ἱερέα τοῦ θεοῦ φάσκοντος εἰδέναι, κύριόν τε αὐτοῦ τοῦτον ἀναγορεύοντος, καὶ δύνθρονον εἶναι τοῦ ἀνωτάτου θεοῦ ὁμολογοῦντος ἐν ἑκατοστῷ καὶ ἐνάτῳ Ψαλμῷ, καθ’ ὃν ὁδέ πώς φησιν ‟ εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῦ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιῶν, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεως σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὤμοσε κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδεi”

34, Καὶ θέα γε ὡς ἐν τούτοις Δαβὶδ, βασιλεὺς ὢν τοῦ παντὸς Ἑβραίων ἔθνους καὶ πρὸς τῇ βασιλείᾳ θείῳ πνεύματι κεκοσμημένος, τοιοῦτόν τινα μέγαν καὶ ὑπερφυῶς θαυμάσιον τὸν πρὸς αὐτοῦ δηλούμενον καὶ τῷ πνεύματι θεωρούμενον συνεῖδεν, ὡς κύριον αὐτὸν ἑαυτοῦ προσειπεῖν. ‟ εἶπε γὰρ (φησὶ) κύριος τῷ κυρίῳ μου.”

ἀλλὰ καὶ αἰώνιον αὐτὸν ἀρχιερέα οἶδεν, καὶ ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ σύνθρονον τοῦ ἐπὶ πάντων θεοῦ, καὶ γέννημα αὐτοῦ· δίχα δὲ χρίσεως ἀδύνατον ἦν παρ’ Ἑβραίοις ἱερᾶσθαι τῷ θεῷ, διόπερ καὶ Χριστοὺς ὀνομάζειν αὐτοὺς πάντας ἦν αὐτοῖς φίλον. Χριστὸς ἄρα καὶ ὁ ἐν τῷ Ψαλμῷ δηλούμενος ἱερεὺς εἴη ἄν.

πῶς γὰρ ἐμαρτυρήθη ἱερεὺς εἶναι μὴ οὐχὶ πρότερον Χριστὸς γεγονώς; ἀλλὰ καὶ εἰς τὸν αἰῶνα λέγεται ἱερᾶσθαι. τοῦτο δ’ οὐκέτ’ ἀνθρωπείᾳ φύσει ἐφαρμόττοι ἄν. οὐ γὰρ ἀν- θρώπου τὸ διαιωνίζειν, ἐπειδὴ θνητὸν καὶ ἐπίκηρον τὸ καθ’ ἡμᾶς γένος.

κρείττων ἄρα τις ἢ κατ’ ἄνθρωπον ὁ δηλούμενος ἦν ἐν τούτοις ἱερεὺς τοῦ θεοῦ μετὰ ὅρκου διαβεβαιώσεως διαρκῆ καὶ ἄπειρον τὴν ἱερωσύνην παρὰ τοῦ θεοῦ δεδεγμένος. ‟ ὢμοσε γὰρ φησὶ) κύριος, καὶ οὐ μεταμεληθήσεται. σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.”

ἐπειδὴ γὰρ τὸν Μελχισεδὲκ ὁ Μώσης ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου γεγονέναι ἱστορεῖ, οὐ μύρῳ σκευαστῷ κεχρισμένον, πολὺ πρότερόν τε τῆς κατ’ αὐτὸν νομοθεσίας γενόμενον ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου καὶ κατὰ πολὺ κρείττονα τὴν ἀρετὴν τοῦ βεβοημένου Ἀβραάμ·

(λέγει δ’ οὖν ‟ καὶ καὶ Μελχισεδὲκ Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου εὐλόγησε τὸν Ἀβραάμ. χωρὶς δὲ πάσης ἀντιλογίας (φησὶν ἀπόστολος) τὸ ἒλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται·) ἐπεὶ τοίνυν καὶ ὁ Μελχισεδὲκ, ὅστις ποτὲ ἦν ἐκεῖνος, τοιοῦτος εἰσῆκται, οὐ σκευαστῷ μύρῳ κεχρισμένος, ἱερωμένος δὲ τῷ ὑψίστῳ θεῷ, εἰκότως καὶ ὁ διὰ τοῦ Δαβὶδ προφητευόμενος κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνείρηται μέγας τις ὢν καὶ πάντας ὑπερβεβηκὼς τὴν φύσιν, ὡς ἂν ἱερεὺς ὢν τοῦ ἐπὶ πάντων θεοῦ καὶ τῆς ἀγεννήτου δυνάμεως σύνθρονος, τοῦ τε προφή- του καὶ βασιλέως κύριος, καὶ ἱερεὺς οὐχ ἁπλῶς, ἀλλ’ αἰώνιος τοῦ πατρός.
λέγει δὲ καὶ ὁ θεῖος ἀπόστολος, ἐξετάζων τὰ κατὰ τοὺς τόπους ‟ ἐν ᾧ περσσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἔνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἶς ἀδύνατον ψεύσασθαι θεὸν, ἰσχυρὰν παράκλησιν ἒχωμεν.” καὶ πάλιν ‟ οἶ μὲν χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν, ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.”

διὰ τούτων συνέστηκεν οὖσά τις ἐν τοῖς οὖσι καὶ ὑφεστῶσα ἐν νοητοῖς θεία δύναμις, ἡ τῷ θεῷ τῶν ὅλων ἱερωμένη κατὰ τὰ Ἑβραίων λόγια, οὐ γεώδει καὶ ἀνθρωπίνῳ μύρῳ, θεοπρεπεῖ δέ τινι καὶ ἐνθέῳ ἀρετῇ τε καὶ δυνάμει ἱερᾶσθαι καθεσταμένη τῷ ἐπὶ πάντων θεῷ.

ὁ γοῦν διὰ τοῦ Ψαλμοῦ προφητευόμενος παρέστη ἄντικρυς ἱερεύς τις ὢν αἰώνιος καὶ υἱὸς ὑψίστου θεοῦ, ὡς ἂν ὑπ’ αὐτοῦ τοῦ ὑψίστου θεοῦ γεγενημένος, καὶ σύνθρονος τῆς βασιλείας αὐτοῦ.

δέδεικται δὲ καὶ ὁ διὰ τοῦ Ἠσαίου Χριστὸς οὐχ ὑπ’ ἀνθρώπων γεγονὼς, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ πατρὸς καὶ διὰ τοῦ ἐνθέου πνεύματος κεχρισμένος, λυτρωτής τε ἀπεσταλμένος τῆς τῶν ἀνθρώπων αἰχμαλωσίας.

τοῦτον δὴ οὖν πνεύματι θείῳ τεθεαμένος ὁ Μώσης εἰκόνας καὶ σύμ- βολα ὡς ἐν ἀνθρώποις αὐτοῦ καθίστη, σκευαστῷ μύρῳ τέως ἀντὶ τοῦ θείου πνεύματος τὸν ἐν ἀνθρώποις προηγμένον ἱερέα χρίων τε καὶ ἀλείφων, Χριστόν τε αὐτὸν καὶ ἠλειμμένον εἰς ἀναφορὰν τοῦ ἀληθοῦς ἀποκαλῶν.

ὅτι δὲ ταῦτα οὕτως ἔχει. τίς ἂν γένοιτο μάρτυς αὐτοῦ Μώσεως μᾶλλον ἀξιόχρεως; ἐν γὰρ τῇ αὐτοῦ γραφῇ τὸν χρηματίζοντα αὐτῷ θεὸν καὶ κύριον διαρρήδην παρακελεύσασθαι αὐτῷ διδάσκει κατὰ τὴν ὑποδειχθεῖσαν αὐτῷ νοητὴν καὶ οὐράνιον αὐτοῦ θέαν σωματικωτέραν ἐπὶ γῆς συστήσασθαι λατρείαν, εἰκόνα τῶν νοητῶν καὶ ἀσωμάτων περιέχουσαν. λέγεται γοῦν τῶν ἐν τῷ οὐρανῷ ἀγγέλων καὶ θείων δυνάμεων διάταξιν τύπον τινὰ σκιογραφῆσαι, φήσαντος αὐτῷ τοῦ χρησμοῦ ‘‘ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.”

ἆρα οὖν ὡς τὰ ἄλλα, οὕτω καὶ τὸν ἀρχιερέα παρῆγεν, μύρῳ γεώδει χρίων αὐτὸν, καί τινα σκιώδη καὶ εἰκονικὸν, ἀλλ’ οὐκ ἀληθῆ Χριστὸν καὶ ἀρχιερέα, τοῦ κατ’ οὐρανὸν Χριστοῦ τε καὶ ἀρχιερέως ἀντίμιμον ἀπεργαζόμενος,

ἀλλ’ ὅτι μὲν ὁ κυρίως Χριστὸς οὐκ ἄνθρωπος ἦν, υἱὸς δέ τις θεοῦ, δεξιοῖς τῆς πατρικῆς θεότητος τετιμημένος, καὶ πολὺ κρείττων οὐ μόνον τῆς θνητῆς καὶ ἀνθρωπείας φύσεως, ἀλλὰ καὶ πάσης τῆς ἐν γεννητοῖς νοερᾶς οὐσίας, σαφῶς οἶμαι ἀποδεδειχέναι.

πλὴν ἀλλ’ ὅτι κατὰ τὰ πρότερον εἰρημένα ὁ αὐτὸς Δαβὶδ ἐν μδ΄ Ψαλμῷ, προγραφῇ χρησάμενος τῇ ‘‘ὑπὲρ τοῦ ἀγαπητοῦ καὶ τῶν ἀλλοιωθησομένων, ὁμοῦ θεὸν καὶ βασιλέα καὶ Χριστὸν ἔνα τινὰ καὶ τὸν αὐτὸν ἀναγορεύει γράφων οὕτως “ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.”

οἷς ἑξῆς ἐπιλέγει ‟ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”

Σκόπει δ’ οὖν ἐπιμελέστερον ὅπως κατὰ τὴν τοῦ Ψαλμοῦ προγραφὴν ὑπὲρ τοῦ ἀγαπητοῦ τὸν λόγον εἶναι προοιμιάζεται, μετὰ τοῦ καὶ εἰς σύνεσιν τῶν λεχθησομένων τὸν ἀκροατὴν παρορμᾶν. ἐπισημαίνεται δὲ καὶ τὸ αἴτιον τῆς οἰκονομίας τοῦ λόγου φάσκων ‟ εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων εἰς σύνεσιν ὑπὲρ τοῦ ἀγαπητοῦ.”

Τίνας δὲ ἄλλους εἴποις ἂν εἶναι τοὺς ἀλλοιωθησομένους ὑπὲρ ὧν ὁ Ψαλμὸς εἴρηται ἢ τοὺς μέλλοντας μεταβαλεῖσθαι ἐκ προτέρου βίου καὶ τρόπου, μετατεθήσεσθαί τε καὶ ἀλλοιωθήσεσθαι διὰ τοῦ προφητευομένου; οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ θεοῦ, ὑπὲρ οὗ ἐπὶ τῆς προφητείας συνέσεως δεῖν ὁ Ψαλμὸς ἡμῖν προοιμιάζεται. εἰ δ’ οὖν ἐπαπορήσαις τίς ἄρα ἦν ὁ ἀγαπητὸς οὗτος περὶ οὑ ἐν τῷ Ψαλμῷ προεφητεύετο, παρὰ πόδας σοι ὁ λόγος παραστήσει ἀρχόμενος εὐθὺς καὶ λέγων ‟ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.” εἴποι δ’ οὖν ἄν τις αὐτὸν ἐκεῖνον σημαίνεσθαι, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον, ὃν θεολογῶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης παρίστη λέγων ‟ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος.”

τὸ δ’ ‟ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν” εἴπερ ἐκ προσώπου τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων λέγοιτο, τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὑποφαίνοι ἂν, ὡς ἂν υἱὸν ἐκ τοῦ πατρὸς ὑφεστῶτα, ἀλλ’ οὐ κατὰ προβολὴν, ἢ κατὰ διαίρεσιν, ἢ τομὴν, ἢ μειῶσιν, ἢ κατά τι τῶν ἐν σώμασιν ὑπονοουμένων· ἀσεβῆ γὰρ ταῦτα καὶ πάμπαν ἀπῳκισμένα τῆς ἀρρήτου γενεσιουργίας.

κατὰ δὲ τὰ πρόσθεν ἡμῖν νενοημένα καὶ τάδε χρὴ μετάλαμβάνειν, ὥσπερ γε ἀπὸ γαστρὸς τοῦ θεοῦ καὶ πρὸ ἑωσφόρου ἐλέγετο γεγεννῆσθαι, τροπικῶς ἀκουόντων ἡμῶν τὰ τοιαῦτα, καὶ κατὰ μόνην τὴν ἐν νοητοῖς θεωρίαν τὸ παραπλήσιον ἀποδέχεσθαι χρή. καὶ ἐν τῷ ‟ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν” κατὰ μόνην διάνοιαν τοῦ θείου πνεύματος καὶ ταῦτα διεξιόντος, ἐφ’ οἷς καὶ νῦν ἡμῖν λέγειν προσήκει τὸ σύνηθες ἐφ’ ἑκάστου τῶν περὶ αὐτοῦ θεολογουμένων καὶ εὐσεβὲς ἐκεῖνο ῥῆμα ‘τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;’· κἂν θνηταῖς καὶ ἀνθρωπίναις φωναῖς συνήθως ἡμῖν αἶ θεῖαι γραφαὶ καὶ τὸ γεννᾶσθαι ἐπιλέγωσιν καὶ τὸ γαστρὸς ὄνομα παραλαμβάνωσιν.

ταῦτα γὰρ μόνης ἔχεται τῆς κατὰ διάνοιαν θεωρίας, οὐδ’ ἄλλως ἢ νόμοις ἀλληγορίας ὑποβεβλημένα, ὥσπερ οὖν καὶ τὸ ‟ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν περὶ τῆς τοὐ πρώτου λόγου συστάσεως τε καὶ οὐσιώσεως ἂν φαίη τις εἰρημένον, ἐπεὶ μηδ’ ἄλλως καρδίαν κατὰ τὴν παρ’ ἡμῖν νοουμένην καὶ ἐπὶ τοῦ τῶν ὅλων θεοῦ θεμιτὸν ἐκλαμβάνειν. ἀλλὰ γὰρ ὁ μέν τις τοῦτον εἶναι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον φήσαι ἂν τὸν Ψαλμῷ δηλούμενον, λόγον εἰκότως ὠνομασμένον ἀγαθὸν, ὡς ἂν τοὐ παναγάθου πατρὸς ὄντα γέννημα.

ἡμεῖς δὲ μικρῷ ἐν τῷ Ψαλμῷ προελθόντες τὸν προφητευόμενον, αὐτὸν δὴ τοῦτον τὸν ἀγαπητὸν τοῦ θεοῦ, κεχρῖσθαι πάλιν οὐχ ὧδε ὥσπερ ὑπὸ Μώσεως, οὐδ’ ὡς ὑπό τινος τῶν ἐν ἀνθρώποις, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ ἀνωτάτου καὶ ἐπὶ πάντων θεοῦ τε καὶ πατρὸς αὐτοῦ εὑρήσομεν. λέγει δ’ οὖν ἑξῆς προιών ‟ διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”

τὸν δὴ οὖν κἀνταῦθα ὑπ’ αὐτοῦ τοῦ ἐπὶ πάντων θεοῦ κεχρῖσθαι μεμαρτυρημένον πῶς ἂν ἂλλως τις ὀνομάσειεν ἢ Χριστόν; ἔχομεν τοιγαροῦν ἤδη καὶ διὰ τούτων δύο τοῦ θεσπιζομένου προσηγορίας, Χριστοῦ καὶ ἀγαπητοῦ, ἑνὸς καὶ τοὐ αὐτοῦ κεκλημένου τοῦ τῆς χρίσεως αἰτίου· διὸ λέγεται κεχρῖσθαι ὁ δηλούμενος τῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ. τὴν αἰτίαν ἐκδιδάσκει, ἥτις ἀναδραμόντι σοι μικρὸν, μᾶλλον δὲ τὴν πᾶσαν διάνοιαν τῆς λέξεως ἐπιθεωρήσαντι δήλη ἔσται.

φησὶ τοίνυν ὁ Ψαλμὸς αὐτῷ δὴ τῷ προφητευομένῳ Χριστῷ καὶ ἀγαπητῷ τοῦ θεοῦ προσφωνῶν τὰ μικρῷ πρόσθεν ἐκτεθειμένα, ἐν οἷς εἴρητο ‟ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”

σκέψαι τοιγαροῦν εἰ μὴ θεῷ ταῦτα προσεφωνεῖτο ἄντικρυς. σὺ γὰρ, φησὶν, ὁ θεός ἀντὶ τοῦ ὦ θεέ· ‟ ὁ θρόνος σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ὑπάρχει, καὶ ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. καὶ ἐπεὶ σὺ αὐτὸς ὁ θεὸς ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου, καὶ Χριστόν σε παρὰ πάντας κατεστήσατο” λευκότερον δ’ ἑ τούτ’ ὢν ἡ Ἐβραίων παρίστησι γραφὴ, ἣν πρὸς ἀκρίβειαν ἑρμηνεύων ὁ Ἀκύλας ὧδέ πως ἐξέδωκεν εἰπών ‟ ὁ θρόνος σου, θεὲ, εἰς αἰῶνα καὶ ἔτι σκῆπτρον εὐθύτητος, σκῆπτρον βάσι λείας σου.

ἠγάπησας δίκαιον καὶ ἐμίσησας ἀσέβημα· ἐπὶ τούτῳ ἤλειψέ σε θεὲ ὁ θεός σου ἔλαιον χαρᾶς ἀπὸ ἑταίρων σου. ἀντὶ γοῦν τοῦ ‟ ὁ θεὸς ὁ θεός σου” αὐτὴ ἡ Ἑβραικὴ λέξις ‟ θεὲ, ὁ θεός σου” περιέχει, ἵνα ᾖ τὸ ὅλον ‟ ἠγάπησας, ὦ θεὲ, τὸ δίκαιον καὶ ἐμίσησας τὸ ἀσέβημα· διόπερ ἐπὶ τούτῳ ἔχρισέ σε, ὦ θεὲ, ὁ ἀνωτάτω καὶ μείζων αὐτὸς ὁ καὶ σοῦ θεός, ὡς εἶναι καὶ τὸν χριόμενον καὶ τὸν χρίοντα πολὺ πρότερον, πάντων μὲν ὄντα θεὸν, καὶ αὐτοῦ δὲ διαφερόντως τοῦ χριομένου.

τοῦτο δὲ καὶ αὐτῇ ἐπιστήσαντι τῇ Ἑβραίᾳ γλώττῃ φανερὸν ἂν γένοιτο. ἐπὶ γὰρ τῆς πρώτης ἐπωνυμίας, καθ’ ἣν ὁ Ἀκύλας θρόνος σου, θεέ” ἡρμήνευσε, σαφῶς ἀντὶ τοῦ ὁ θεὸς θεέ εἰπὼν, τὸ Ἑβραϊκὸν ἐλωΐμ περιέχει. κἀνταῦθα δὲ ὁμοίως ἐπὶ τοῦ ‘διὰ τοῦτο ἔχρισέ σε, θεέ” τὸ ἐλωΐμ παρείληπται, ὅπερ τὴν ὢ θεέ κλητικὴν ἐδήλου πτῶσιν.

ἀντὶ δὲ τῆς ὀρθῆς καὶ εὐθείας τοῦ ὀνόματος, καθ’ ὃ εἴρηται ‟ διὰ διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός” τὸ Ἑβραικὸν ἐλωάχ περιέχει σφόδρα ἀπηκριβωμένως, ἵν ᾖ τὸ μὲν ἐλωΐμ κατὰ κλητικὴν πτῶσιν ἐξενηνεγμένον, δηλοῦν τὸ ὠ θεέ, τὸ δὲ ἐλωὰχ ὁ θεός σου κατὰ τὴν εὐθεῖαν· ὥστε ἀκριβῶς ἔχειν τὴν φήσασαν ἑρμηνείαν διὰ τοῦτο ἔχρισέ σε θεὲ ὁ θεός σου.”

λευκότατα γοῦν ὁ λόγος διὰ τούτων θεῷ προσφωνῶν φησιν αὐτὸν κεχρῖσθαι ὑπὸ τοῦ θεοῦ ἐλαίῳ ἀγαλλιάσεως παρὰ πάντας τοὺς πώποτε τῆς αὐτῆς αὐτῷ μετεσχηκότας προσηγορίας.

ἔχεις τοιγαροῦν ἐν τούτοις σαφῶς θεὸν χριόμενον Χριστὸν γινόμενον, οὐ μύρῳ σκευαστῷ οὐδ’ ὑπ’ ἀνθρώπων εἰς τοῦτο παριόντα, ἀλλ’ οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις παραπλήσιον.

ὁ δ’ αὐτὸς οὗτος ἦν καὶ ἀγαπητὸς τοῦ θεοῦ καὶ γέννημα αὐτοῦ, καὶ ἱερεὺς αἰώνιος καὶ σύνθρονος ἀνηγορευμένος τοῦ πατρός. τίς δ’ ἂν οὗτος εἴη ἢ ὁ πρωτότοκος τοῦ θεοῦ λόγος, ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸς ὢν, ὁ διὰ πάσης τῆς ἐνθέου γραφῆς θεολογούμενος, ὡς καὶ ἐν τοῖς ἑξῆς διὰ πλειόνων ὁ λόγος προϊὼν ἐπιδείξει.

Τούτων δῆτα προτεθεωρημένων ἡμῖν πρ τῆς τοῦ Χριστοῦ οὐσιώσεως τε καὶ προσηγορίας, φέρε λοιπὸν ἀναλαβόντες τὴν προταθεῖσαν ὑπόθεσιν ^ δι’ ὅσων προφητικῶν προρρήσεων ὁ Χριστὸς ὀνομαστὶ προεκηρύττετο θεασώμεθα.

Ἀπὸ τοῦ η·rαλμοῦ β.

Δι’ ὅσων γραφῶν ὁ Χριστὸς ὀνομαστὶ ὑπὸ βασιλέων καὶ ἀρχόν- ἀρχόντων καὶ ἐθνῶν καὶ λαῶν ἐπιβουλευόμενος, θεοῦ γεννώμενος, καὶ υἱὸς ἀνθρώπου ἀναγορευόμενος, ἐθνῶν τε καὶ περάτων γῆς κλῆρον λαμβάνων παρὰ τοῦ πατρὸς προεκηρύττετο.

“Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἶ ἄρχον- τες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.”

οἶς ἑξῆς ‘ ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα κυρίου. κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.”

Σαφέστατα καὶ διὰ τούτων τὸ θεῖον πνεῦμα τὸν Χριστὸν ἀναφωνεῖ, υἱόν τε αὐτὸν ἀποκαλεῖ τοῦ θεοῦ κατὰ τὰ προηγορευμένα, ὁμοῦ καὶ ἐπιβουλήν τινα ἔσεσθαι κατ’ αὐτοῦ σημαίνει, καὶ τῶν ἐθνῶν τὴν δι’ αὐτοῦ γενομένην κλῆσιν προκηρύττει ’ ἅπερ διαρρήδην αὐτοῖς ἔργοις ἐπὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ τῶν πραγμάτων ἐπέδειξεν ἔκβασις. εἰσέτι γοῦν νῦν ἔθνη καὶ λαοὶ βασιλεῖς τε καὶ ἄρχοντες οὔπω παύονται τῆς κατά τε αὐτοῦ καὶ τῆς διδασκαλίας αὐτοῦ συσκευῆς.

εἰ δ’ ἐπὶ μέλλοντα χρόνον ἀναφέροιεν ταῦτα οἶ ἐκ περιτομῆς ὥρα τὸν προσδοκώμενον αὐτοῖς Χριστὸν ἐπιβουλευθήσεσθαι αὖθις ὁμολογεῖν, κατὰ τὸ παρὸν λόγιον, φάσκον ‟ παρέστησαν οἶ βασιλεῖς τῆς γῆς καὶ οἶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. ὅπερ οὐκ ἂν δοῖεν, δυνάστην τινὰ μέγαν καὶ βασιλέα αἰώνιον καὶ λυτρωτὴν ἑαυτῶν ἔσεσθαι τὸν ἥξοντα Χριστὸν προσδοκῶντες.

εἰ γὰρ δὴ κἀκεῖνος ἐλθὼν τὰ ὅμοια πάθοι τῷ ἐληλυθότι, καὶ τί μὴ μᾶλλον ἐκείνῳ ἢ τούτῳ πιστευτέον ἢ ἀπιστητέον; εἰ δὲ ἐντεῦθεν ἀποκλεισθέντες ἐπὶ τὸν Δαβὶδ ἤ τινα τῶν ἐξ αὐτοῦ γενομένων βασιλέων τοῦ Ἰουδαίων ἔθνους ἀναφέροιεν τὸν χρησμὸν, καὶ οὕτω δεικτέον ὡς οὔτε Δαβὶδ οὔθ’ ἕτερός τις τῶν πώποτε παρ’ Ἑβραίοις διαφανῶν ἱστόρηται οὔθ’ υἱὸς χρηματίσας τοῦ θεοῦ οὔθ’ ὑπὸ τοῦ θεοῦ γεγενημένος, κατὰ τὸν ἐν τῷ Ψαλμῷ θεσπιζόμενον, οὐδ’ ἄρξας πάντων τῶν ἐθνῶν καὶ βασιλέων, ἀρχόντων τε καὶ λαῶν ἐπιβεβουλευμένος· εἰ δ’ οὐδεὶς ἐκείνων δείκνυται, αὐτοῖς δ’ ἔργοις συνίσταται ταῦτα πάντα, καὶ πάλαι μὲν ὑπομείνας, καὶ νῦν δὲ ἔτι καὶ σήμερον ὑπό τε βασιλέων καὶ ἀρχόντων ἐθνῶν τε καὶ λαῶν πολεμούμενος ὁ Χριστὸς τοῦ θεοῦ, τί τὸ ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι τὸν προφητευόμενον διὰ τοῦ φήσαντος λογίου παρέστησαν οἶ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοὐ Χριστοῦ αὐτοῦ·’ μόνῳ δὲ αὐτῷ καὶ τὰ ἐπιφερόμενα ἁρμόττοι ἂν τοῦ Ψαλμοῦ δι’ ὧν εἴρηται ‟ κύροις εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα γῆς.”

καὶ γὰρ καὶ ταῦτα ἀναμφίλεκτον ἐπὶ μόνου αὐτοῦ τὴν ἔκβασιν τῆς προφητείας ἀνεί- ληφεν, ὅτε τῶν αὐτοῦ μαθητῶν εἰς πάσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

διαρρήδην δὲ τὸν Χριστὸν ὀνομάζει προαγορεύσας ὁ λόγος, ὡς ἂν ἐξ αὐτοῦ προσώπου διδάσκων αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, διὰ τοῦ ‘κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.” ᾧ παραθήσεις καὶ τὸ ἐν Παροιμίαις πάλιν ἐξ αὐτοῦ προσώπου ὧδέ πως εἰρημένον ‘πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.” τό τε ἐν ’ρθ’ Ψαλμῷ πρὸς τοῦ πατρὸς αὐτῷ προσπεφωνημένον κατὰ τὸ ‟ ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε.”

ἐπίστησον δὲ ὡς ἴνα καὶ τὸν αὐτὸν ὀνομαστὶ Χριστὸν ὁμοῦ καὶ υἱὸν θεοῦ ὑπ’ ἀνθρώπων ἐπιβουλευόμενον, καὶ κλῆρον τὰ ἔθνη ληψόμενον, περάτων τε γῆς κρατήσοντα θεσπίζουσιν αἶ ἱεραὶ γραφαὶ, δυσὶ τεκμηρίοις τὴν εἰς ἀνθρώπους οἰκονομίαν αὐτοῦ σημαίνουσαι, διά τε τῆς κατ’ αὐτοῦ συσκευῆς καὶ διὰ τῆς ὑπ’ αὐτὸν τῶν ἐθνῶν ὑποταγῆς.

Ψαλμοῦ ἴθ’.
Χριστὸς ὀιομαστὶ τῶν αἰτημάτων ἁπάντων παρὰ τοῦ πατρὸς τυγχάνων.

‟ Πληρώσαι Πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου. νῦν ἔγνων ὅτι ἔσωσε κύριος τὸν Χριστὸν αὑτοῦ, ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ.”

Ἐπεὶ πρόκειται νῦν παραστῆσαι δι’ ὅσων ὀνομαστὶ ὁ Χριστὸς ἐν ταῖς προφητείαις ἀνηγόρευται, εἰκότως καὶ ταῦτα παρατίθεμαι ἐναργῶς κηρύττοντα τὸν Χριστόν.

ὅλος δὲ ὁ Ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀνδρῶν εὐχὴν ἀναπέμπει εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον. ἐπειδὴ γὰρ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν πᾶσαν ἀνεδέξατο ὕβριν ἐνανθρωπήσας, εὐχομένῳ αὐτῷ καὶ δεομένῳ τοῦ πατρὸς ὑπὲρ ἡμῶν διδασκόμεθα συνεύχεσθαι, οἷα δὴ τοὺς καθ’ ἡμῶν πολέμους, εἴτε ὁρατοὺς εἴτε καὶ ἀοράτους, ἀμυνομένῳ. διὸ καί φαμεν ἡμεῖς πρὸς αὐτὸν ἀπὸ τοῦ Ψαλμοῦ οὕτως ἔχοντα ‟ ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψτώς σου, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. ἐξαποστείλαι σοι βοήθειαν ἑ ’ξ ἁγίου, καὶ ἐκ Σιῶν ἀντιλάβοιτό σου.”

Εἶτ’ ἐπειδήπερ ἐστὶν οἰκεῖον αὐτῷ ἅτε μεγάλῳ ὄντι ἀρχιερεῖ τὰς ἐν δοξολογίαις καὶ θεολογίαις πνευματικὰς ἱερουργίας ὑπὲρ ἡμῶν ἐκτελεῖν, καὶ ἐπειδήπερ οἷά τε ἱερεὺς αὐτός τε ἑαυτὸν καὶ ὅν ἀνειληφεν ἀπὸ γῆς ἄνθρωπον ὑπὲρ ἡμῶν ὁλοκαύτωμα προσανήνεγκε τῷ θεῷ καὶ πατρὶ, διὰ τοῦτό φαμεν αὐτῷ ‘μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.”

καὶ ἐπεὶ πάντα ὅσα βουλεύεται σωτήριά ἐστι καὶ ὠφέλιμα ἐν τῷ κόσμῳ, εἰκότως ἐπιφωνοῦμεν αὐτῷ ‟ δῴη σοι κύριος κατὰ τὴν καρδίαν σου” λέγοντες ‟ καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.”

οἶς ἑξῆς τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ ὁμολογοῦντες φαμὲν ‟ ἀλαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου.’ σωτήριον γὰρ τοῦ Χριστοῦ τί ἂν ἕτερον νοοῖτο, εἰ μὴ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, δι’ ἧς καὶ πάντας τοὺς πρὶν ἐκπεπτωκότας ἀνίστησιν; ὅθεν φαμὲν ‟ καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα, καὶ πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου.
ἐπὶ πάσι τούτοις διδασκόμεθα λέγειν τὸ νῦν ἔγνων ὅτι ἔσωσε κύριος τὸν Χριστὸν αὑτοῦ,” μὴ πάλαι τοῦτο εἰδότες, εἰ μὴ ὅτε πρότερον τὸ σωτήριον αὐτοῦ συνήκαμεν τῆς ἀναστάσεως αὐτοῦ τὴν δύναμιν κατανοήσαντες.
Ψαλμοῦ κζ΄
Χριστὸς ὀνομαστὶ κύριον τὸν πατέρα καὶ ὑπερασπιστὴν κεκτημένος.
‟ Κύριος Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστί.”
Καὶ ὁ μετὰ χεῖρας Ψαλμὸς εἰς τὸν Χριστὸν ἀναφέρεται, αὐτοῦ δὴ τοῦ Χριστοῦ περιέχων εὐχὴν, ἣν παρὰ τὸν τοῦ πάθους προσηύξατο καιρόν. διὸ ἐν μὲν τῇ καταρχῆ̣ τοῦ Ψαλμοῦ φησι ‟ πρὸς πρὸς σὲ, κύριε, ἐκέκραξα· ὁ θεός μου μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.”
πρὸς δὲ τῷ τέλει τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ θεσ·πίζει λέγων εὐλογητὸς κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου· κύριος βοηθός μου καὶ ὑπερασπιστής μου, ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου, καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. ἐφ’ οἶς τὸ θεῖον καὶ προφητικὸν πνεῦμα ἐπιλέγει κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστίν,”
παιδεῦον ἡμᾶς ὅτι δὴ πάντα τὰ ἐν ταῖς θείαις γραφαῖς ἀνάδραπτα τοῦ Χριστοῦ θαυμάσια, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γενόμενα, εἴτε οὖν μαθήματα εἴτε γράμματα εἴτε κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ μυστήρια νῦν ὀνομαζόμενα, νεύματι καὶ δυνάμει γεγένηται τοῦ πατρὸς ἐν ἅπασι τοῖς παραδόξοις καὶ σωτηρίοις λόγοις τε καὶ ἔργοις ὑπερασπίζοντός τοῦ ἰδίου Χριστοῦ.
Ψαλμοῦ πγ΄.
Χριστὸς ὀνομαστὶ τὸν θεὸν ἐπόπτην ἐπιγραφόμενος, μία τε ἡ τῆς ἀναστάσεως αὐτοῦ ἡμέρα, καὶ εἰς οἶκος θεοῦ ἡ ἐκκλησία αὐτοῦ.

‟ Ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου. ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἀμαρτωλῶν·”

οἶ ἐπιστάμενοι τὸν Χριστὸν τοῦ θεοῦ ὄντα λόγον καὶ σοφίαν καὶ φῶς ἀληθινὸν καὶ ζωὴν, ἔπειτα τὴν ἐνανθρώπησιν αὐτοῦ συννοήσαντες κατεπλάγησαν τὸ παράδοξον τοῦ θελήματος, ὥστε ἀνειπεῖν ‟ καὶ εἲδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ’ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη.”

Εἰκότως παρακαλοῦσι τὸν θεὸν ἐπιβλέψαι εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ τὸ δι’ ἡμὰς ἠτιμωμένον καὶ καθυβρισμένον, ἵλεω τε ἡμῖν γενέσθαι δι’ αὐτὸν, ἐπεὶ τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται.” ταῦτα δ’ ἱκετεύουσι, μονονουχὶ ποθοῦντες καὶ ἐν εὐχῇ τιθέμενοι τὸ πρόσωπον τῆς δόξης ἰδεῖν τοῦ Χριστοῦ, καὶ τὴν ἡμέραν τοῦ φωτὸς αὐτοῦ θεάσαθαι· αὕτη δὲ ἦν ἡ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἥντινα μίαν οὖσαν καὶ μόνην ὡς ἀληθῶς κυριαν οὖσαν καὶ κυριακὴν κρείττονα εἶναί φασι μυρίων ὅσων τῶν κοινοτέρως νοουμένων ἡμερῶν, ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐν ἑορταῖς καὶ νουμηνίαις καὶ σαββάτοις, ἃς σκιὰν εἶναι ἡμερῶν, ἀλλ’ οὐχ ἡμέρας ὁ θεῖος ἀπόστολος διδάσκει. μόνη δὲ αὕτη ἡ μία κυριακὴ τοῦ σωτῆρος ἡμῶν ἡμέρα οὐκ ἐν παντὶ τόπῳ φωτίζειν, ἀλλ’ ἐν μόναις ταῖς αὐλαῖς τοῦ κυρίου λέλεκται.
εἶεν δ’ ἂν αὗται αἱ κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Χριστοῦ ἐκκλησίαι, ἑνὸς οἴκου τοῦ θεοῦ τυγχάνουσαι αὐλαὶ, ἐν αἷς ἀγαπᾷ καὶ αἱρεῖται παραρριπτεῖσθαι ὁ τὰ τοιαῦτα εἰδὼς, παρὰ πολὺ κρείττονα τὴν ἐν ταύταις διατριβὴν ἀποφηνάμενος τῆς ἐν τοῖς σκηνώμασι τῶν ἁμαρτωλῶν· εἰ μὴ τὰς τῶν Ἰουδαίων συναγωγὰς τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένας, ἢ καὶ τὰς τῶν ἀθέων ἑτεροδόξων καὶ τῶν ἄλλων ἀπίστων ἐθνῶν, πολὺ βελτίους εἶναι ἢ τὰς ἐκκλησίας τοῦ Χριστοῦ πᾶς ὁ ταύτας αἱρούμενος ἀποφαίνεται.
Ψαλμοῦ πη΄.
Χριστὸς ὀνομαστὶ ἐξουδενημένος, καὶ τὰ αἴσχιστα πεισόμενος, ἀντάλλαγμά τε αὐτοῦ λαὸς αὐτοῦ ὑπὸ τῶν ἐχθρῶν ὀνειδιξόμενος.
‟ Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ᾿ καὶ τὰ ἑξῆς. οἶς ἐπιλέγει ‟ μνήσθητι, μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, οὐ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.”
Σαφῶς δὲ καὶ ἐν τούτοις ὁ Χριστὸς ὀνομαστὶ μνημονεύεται, καὶ ἡ κατὰ τὸ πάθος αὐτοῦ προφη- τευομένη περίστασις. ἐπὶ σχολῆς δὲ τὸν ὅλον Ψαλμὸν βασανίζοντες παραστήσομεν ὅτι ἐπὶ μηδέτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐφαρμόσαι ἂν τὰ προκείμενα.
ἀλλὰ καὶ δεύτερον Χριστὸς ὀνομαζόμενος τίνα ἄλλον ἢ τὸν αὐτὸν δηλοῖ, οὗ τὸ ἀντάλλαγμα, δηλονότι τὴν ἐκκλησίαν, ὠνείδισάν τε καὶ καὶ εἰσέτι νῦν ὀνειδίζουσιν οἱ λεγόμενοι τοῦ Χριστοῦ ἐχθροί; τὰ γοῦν τοῦ σωτῆρος ἡμῶν πάθη ἃ ὑπὲρ ἡμῶν ἀνεδέξατο, καὶ μάλιστα τὸν θάνατον καὶ τὸν σταυρὸν, πᾶς ὁ τῆς Χριστοῦ διδασκαλίας πολέμιος ἐπονειδίζειν ἡμῖν εἴωθεν.
Ψαλμοῦ ρλα΄.
Χριστὸς ὀνομαστὶ ἐκ σπέρματος Δαβὶδ ἀνιστάμενος, κέρας Δαβὶδ ὀνομαζόμενος, τοὺς Ἰουδαίους ἐχθροὺς κατ’ αἰσχύνων, τὸ ἁγίασμα τοῦ πατρὸς ἀνανεῶν.
Ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτὸν, ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.

εἶθ’ ὑποβάς φησιν ‟ ἐκεῖ ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.”

Κἀνταῦθα περὶ τοῦ ἐκ σπέρματος Δαβὶδ ὄμνυσιν ὁ κύριος, ὅπερ σπἐὸμα καὶ κέρας ὀνομάζει αὐτοῦ. καὶ πάλιν ὀνομαστὶ τὸν Χριστὸν ἀναγορεύων λύχνον φησὶν ἡτοιμακέναι αὐτῷ, τὸν προφητικὸν, ὡς εἰκὸς, λόγον, τὸν προωδευκότα τοῦ Χριστοῦ, ὃς μόνος ἡλιακοῦ φωτὸς δίκην τοῖς πᾶσι καθ’ ὅλης τῆς οἰκουμένης ἀνθρώποις ἀνατέταλκεν.

καὶ αὐτὸς δὲ ὁ Δαβὶδ λύχνος τῷ Χριστῷ προητοίμαστο, ὡς παραθέσει ἡλίου καὶ τελείου φωτὸς λύχνου τάξιν ἐπέχων. ‟ ἐκεῖ δὲ (φησὶν) ἐξανατελῶ κέρας,” τὸν τόπον δηλῶν ἔνθα σημαίνει τὸν Χριστὸν γεννηθήσεσθαι.

εὐξαμένῳ γὰρ τῷ Δαβὶδ τὸν τόπον τῷ πνεύματι προθεωρῆσαι τῆς γενέσεως τοῦ Χριστοῦ φήσαντί τε εἰ εἰσελμύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ” ἀποκαλύπτει τὸ θεῖον πνεῦμα τὸν ἐν Βηθλεὲμ τόπον. διὸ ἐπιφέρει λέγων

‘‘ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, (αὕτη δέ ἐστιν ἡ Βηθλεὲμ) εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἶ πόδες αὐτοῦ.” εἰκότως οὖν μετὰ τὴν τούτων φανέρωσιν ἐπιλέγει ‟ ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου,”
τάχα ἴσως καὶ τὸ ἐπὶ τῆς Βηθλεὲμ ἀναληφθὲν τῷ Χριστῷ σῶμα καθ’ ἑτέραν ὑπόνοιαν σημαίνων, ἐπειδὴ διὰ τοῦ σώματος ὡς δι’ ὀστρακίνου σκεύους ἐνοικήσασα ἐν αὐτῷ ἡ θεία δύναμις ὡς διὰ λύχνου τὰς τοῦ θείου καὶ λογικοῦ φωτὸς μαρμαρυγὰς εἰς πάντας ἐξέλαμψεν ἀνθρωπους.
Ἀπὸ τοῦ Ἀμώς.
Χριστὸς ὀνομαστὶ ὑπὸ τοῦ θεοῦ καταγγελλόàενος, καὶ πᾶσι μὲν ἀνθρώποις γνωριξόμενος, τὸ Ἰουδαίων δ’ ἔθνος ἀφοσιούμενος.
‘‘Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεὸν τοῦ Ἰσραὴλ, διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὑτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην ^ καὶ ἐπ’ ἴ’ β αἴνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς. κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. ἀκούσατε λόγον κυρίου, ὃν ἐγὼ λαμβάνω ἐφ’ ὑμὰς, θρῆνον. οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ- οὐκέτι προσθήσει τοῦ ἀναστῆναι. παρθένος Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀνιστῶν αὐ- τὴν.”
Eβδομον ἤδη τὸν Χριστὸν ὀνομαστὶ καταγγέλλῶν εἰς ἀνθρώπους ὁ θεὸς στερεοῦν βροντὴν καὶ κτί- κτίζειν πνεῦμα λέγεIαι, τοῦ εὐαγγελικοῦ κηρύγματος βροντῆς διὰ τὸ εἰς πάντας ἀνθρώπους ἐξάκουστον ὀνομαζομένου, ὁμοίως δὲ καὶ τοῦ τοῖς ἀποστόλοις ἐμπνεύσαντος Χριστοῦ πνεύματος δηλουμένου· ὃ καὶ σαφῶς ἐπὶ τι) τοῦ σωτῆρος ἡμῶν ἐπιδημίᾳ πεπλήρω- πεπλήρωταί, ἐφ’ ᾗ ποιήσειν ὁ θεὸς ὄρθρον ὁμοῦ καὶ ὁμίχλην θεσπίζεται, τοῖς μὲν τὸ σωτήριον φῶς παραδ εξαμἐ- νοῖς τὸν ὄρθρον, τοῖς δὲ ἀπειθήσασιν εἰς αὐτὸν τῶν ἐκ περιτομῆς τοὐναντίον.
οἶς καὶ τὴν ἐσχάτην ἀπόφασιν ὁ λόγος προκηρύττει, θρῆνον ἐπιλέγων τοῦ Ἰουδαίων ἔθνους, τὸν καὶ μετελθόντα αὐτοὺς παραυ τίκα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ δυσσέβειαν
ἐξ ἐκείνου γὰρ ἀληθῶς καὶ εἰς δεῦρο ὁ οἶκος Ἰσραὴλ πέπτωκεν, ὅρασίς τε ἅπαξ ὑπὸ τοῦ θεοῦ καὶ ἀπόφασις ἐξενήνεκται περὶ τοῦ πε- σόντος αὐτῶν οἴκου τοῦ ἐν Ἰερουσαλὴμ, καὶ κατὰ παντὸς αὐτῶν τοῦ συστήματος, ὡς μηκέτ’ ἂν ἀνα- ἀναστησομένων tS μηδὲ παρεῖναι τὸν ἀνιστῶντα αὐτούς. οὐκ ἔστι γοῦν, φησὶν, ὁ ἀνιστῶν αὐτήν.
ἐπεὶ γὰρ ἐλθόντα τὸν Χριστὸν τοῦ θεοῦ οὐ προσήκαντο, εἰκότως αὐτοὺς καταλιπὼν ἐπὶ πάντα μετέστη τὰ ἔθνη, τὸ αἴτιον τῆς μεταπτώσεως διδάξας δι’ ὣν ἀποκλαυσάμενος μονονουχὶ ἀπελογήσατο εἰπὼν ‘‘Ἱερουσαλὴμ Ἰερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὑτήν· πολλάκις γὰρ ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.”
Ἀπὸ τοῦ Ἀμβακούμ.
Χριστὸς ὀνομαστὶ ὑπὸ κυρίου τοῦ πατρὸς σωζόμενος καὶ σώζων τοὺς ἑαυτοῦ Χριστούς.
‟ Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαιτοὺς Χριστούς σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον.”

Ἀκύλας ‟ ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, εἰς σωτηρίαν λαοῦ σου σὺν Χριστῷ σου.” ἐπειδὴ ὁ Ἀκύλας ἀντὶ τοῦ πληθυντικοῦ ἑνικῶς ἐξέδωκε, σὺν Χριστῷ φήσας τὴν σωτηρίαν τῷ λαῷ πεποιῆσθαι τὸν τῶν ὅλων θεὸν, εἰκότως παρεθέμεθα τὴν λέξιν σαφῶς τῷ προβλήματι παρισταμένην.

εἶεν δὲ ἂν κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν πλείους οἶ ἐξ αὐτοῦ καὶ δι’ αὐτὸν Χριστοὶ χρηματίΦντες, περὶ ὧν εἲρηται ‟ μὴ μὴ ἅψησθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε,” οἴ τε εἰς αὐτὸν πεπιστευκότες, καὶ τοῦ ἁγίου τῆς ἐν τῷ Χριστῷ παλιγγε- νεσίας χρίσματος κατηξιωμένοι, καὶ οἶ δυνάμενοι λέγειν ὁμοίως τῷ ἱερῷ ἀποστόλῳ ‟ μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν.”

Ἀπὸ τῶν Ἰερεμίου θρήνων. Χριστὸς ὀνομαστὶ ὑπὸ Ἰουδαίων ἐπιβουλευόμενος καὶ τοῖς ἔθνεσιν ἐπιγινωσκόμενος. ‟ Πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ, ζησόμεθα ἐν τοῖς ἒθνεσιν.”

Οἶ’ θεσπέσιοι τοῦ θεοῦ προφῆται τὸ μέλλον θείῳ πνεύματι συνορῶντες ζήσεσθαι μὲν ἑαυτοὺς καὶ τοὺς ἑαυτῶν λόγους ὡς ἂν ζώντων ἐνεργήσειν ἐν τοῖς ἔθνεσιν, ἀλλ’ οὐκ ἐν τῷ Ἰσραὴλ, ἐθέσπιζον. τὸν Χριστὸν πάλιν ὀνομαστὶ, ὡς ἂν αὐτὸν ὄντα τὸν Χριστὸν παρ’ οὗ καὶ τὸ προφητικὸν αὐτοῖς κεχορήγητο πνεῦμα, συλληφθήσεσθαι ἔφασκον ἐν ταῖς διαφθοραῖς αὐτῶν.

τίνων; ἢ δῆλον ὅτι τῶν ἐκ περιτομῆς ἐπιβουλευόντων αὐτῶ; τήρει δὲ κἀνταῦθα ὅπως ὁ λόγος τὸν Χριστὸν προαγορεύει συλληφθήσεσθαι, ὅπερ οὐκ ἂν ἐφαρμόσαι τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ, ἣν ἔνδοξον ἔσεσθαι καὶ μετὰ βασιλείας ἐνθέου προκηρύττουσιν οἱ προφητικοὶ λόγοι. διόπερ εἰκὸς τοὺς ἐκ περιτομῆς ἀποσφάλλεσθαι τὰ περὶ τῆς δευτέρας ἐπιφανείας αὐτοῦ ὡς ἐπὶ πρώτης ἀφίξεως ἐκλαμβάνοντας, οὐδαμῶς τοῦτο συγχωροῦντος τοῦ λόγου·

ἐπεὶ μὴ οἶόν τέ ἐστιν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἔνδοξον αὐτὸν καὶ ἄδοξον ὑποτίθεσθαι, καὶ ἔντιμον καὶ βασιλέα, καὶ πάλιν οὐκ ἔχοντα εἶδος οὐδὲ κάλλος, ἀλλ’ ἄτιμον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ αὖθις σωτῆρα καὶ λυτρωτὴν τοῦ Ἰσραὴλ, καὶ πάλιν ἐπιβουλευόμενον πρὸς αὐτῶν, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον ἀπό τε τῶν ἀνομιῶν αὐτῶν εἰς θάνατον παραδιδόμενον.
εὖ δὲ καθ’ ἡμᾶς, ὡς ἡ τῶν πραγμάτων ὄψις ἐπιδείκνυσιν, εἰς δύο τρόπους τῶν περὶ τοῦ Χριστοῦ προρρήσεων διαιρουμένων τὰ μὲν ἀνθρωπινώτερα καὶ σκυθρωπὰ κατὰ τὴν προτέραν ἄφιξιν αὐτοῦ πεπληρῶσθαι ὁμολογεῖται, τὰ δ’ ἐνδοξότερα καὶ θειότερα εἰσέτι νῦν προσδοκᾶται κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν.
ἀπόδειξις δὲ τῆς προτέρας ἐναργὴς ἡ ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς ἔργον χωρήσασα δι’ αὐτοῦ θεογνωσία, ἣν διαφόρως μυρίαι θεσπίζουσι προφητικαὶ φωναὶ, ὥσπερ οὖν καὶ ἡ παροῦσα, δι’ ἧς εἴρηται “οὗ εἴπομεν, ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι.”
Ἁπὸ τῆς πρώτης τῶν Βασιλειῶν.
Χριστὸς ὀνομαστὶ ὑπὸ κυρίου τοῦ πατρός ὑψούμενος.
“Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας Χριστοῦ αὐτοῦ.”
Τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν αὖθις ὀνομαστὶ τοῦ Χριστοῦ ἢ καὶ θεοῦ λόγος ἐπινοεῖται, τήν τε ἐξάκουστον βροντῆς δίκην εἰς ἅπαντας διδασκαλίαν αὐτοῦ, καὶ τὴν μετὰ ταῦτα γενησομένην αὐτοῦ κατὰ πάντων κρίσιν ἡ θεία γραφὴ θεσπίζει. ἐξῆς δὲ τούτοις αὐτὸς ὁ κύριος δώσειν ἰσχὺν λέγεται τοῖς βασιλεῦσιν ἡμῶν. οὗτοι δ’ ἂν εἶεν οἱ ἀπόστολοι τοῦ Χριστοῦ, περὶ ὧν ἔχεις ἐν ξζ΄ Ψαλμῷ τὸ ‘‘κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”
κἀν τούτῳ δὲ Χριστοῦ ὀνομαστὶ μνημονεύει, τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου σωτῆρος ἡμῶν, οὗ τὸ κέρας φησὶν ὑψωθήσεσθαι, τὴν ἐν αὐτῷ ἀόρατον δύναμιν καὶ τὴν βασιλείαν αὐτοῦ δηλῶν. ἔθος γοῦν τῇ γραφῇ τὴν βασιλείαν κέρας ὀνομάζειν. κεῖται δὲ καὶ ἐν τῷ πη Ψαλμῷ τὸ ‟ καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοὐ.”
Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν.
Χριστὸς ὀνομαστὶ οἶκον πιστὸν παρὰ τοῦ πατρὸς λαμβάνων τὴν ἐκκλησίαν αὐτοῦ, καὶ ἱερεὺς πιστὸς πάντα τὸν χρόνον τῆς ἐκκλησίας αὐτοῦ γνησίως προιστάμενος.
‟ Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει, καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου, καὶ τὸ σπέρμα οἴκου πατρός σου· καὶ οὐκ ἔσται πρεσβύτης ἐν τῷ οἴκῳ σου.”

Ταῦτα πρὸς τὸν Ἤλει φήσας ὁ χρηματισμὸς ἐπιφέρει μεθ’ ἕτερα λέγων καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ έν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει, καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον Χριστοῦ μου πάσας τὰς ἡμέρας.”

Μετάστασιν καὶ ἀποβολὴν ἀπειλήσας ὁ θεῖος λόγος τοῖς οὐ κατὰ τὸν ὀρθὸν τρόπον λειτουργοῦσιν, ἕτερον ἐξ ἑτέρου γένους καταστήσειν ἱερέα ἐπαγγέλλεται, ὃν καί φησιν διελεύσεσθαι ἐνώπιον Χριστοῦ αὐτοῦ, ἢ ἐμπεριπατήσειν εἰς πρόσωπον ἠλειμμένου αὐτοῦ, ὡς ὁ Ἀκύλας ἡρμήνευσεν, ἢ ὡς ὁ Σύμμαχος, ἀναστραφήσεσθαι ἔμπροσθεν τοῦ Χριστοῦ αὐτοῦ.

τίς δ’ ἂν οὗτος εἴη; πᾶς ὁ εὐσεβῶς προσιὼν τῇ ἱερουργίᾳ τοῦ Χριστοῦ τοῦ θεοῦ, ᾧ τὸν τῆς ἐκκλησίας οἶκον, οἷα σοφὸς ἀρχιτέκτων καὶ οἰκοδόμος, αὐτὸς ὁ τῶν ὅλων θεὸς οἰκοδομήσειν ὑπισχνεῖται, οὐδ’ ἄλλον οἶκον σημαίνων ἢ τὴν καθ’ ὅλης τῆς οἰκουμένης τῷ Χριστῷ ὀνομαστὶ συστᾶσαν ἐκκλησίαν, ἔνθα πᾶς ὁ διὰ Χριστοῦ τοῦ θεοῦ ἱερωμένος κατὰ τὰς πνευματικὰς λειτουργίας τὰ καταθύμια καὶ τὰ κατὰ ψυχὴν τοῦ θεοῦ λέγεται ποιήσειν, τῶν δι’ αἵματος ταύρων καὶ τράγων κατὰ τὴν πάλαι τυπικὴν ἀγωγὴν ἐπιτελουμένων μεμισῆσθαι ὑπὸ τοῦ θεοῦ διὰ τῆς Ἡσαΐου προφητείας ὁμολογουμένων.
Τοσαῦτα δι’ ὧν ὁ Χριστὸς ὀνομαστὶ προκεκήρυκτο· πλὴν ἀλλ’ ἐπεὶ διὰ τῶν πλείστων τὰ πάθη τοῦ Χριστοῦ συνῆπται τῇ αὐτοῦ προσηγορίᾳ, ἀναγκαῖον ἐπαναλαβεῖν τὰ προειρημένα περὶ τῆς κατ’ αὐτὸν θεότητος, ἣν ἐν τῷ μδ΄ Ψαλμῷ ἐπιγεγραμμένῳ “ὑπὲρ τοῦ ἀγαπητοῦ” φέρεσθαι προπαρεστήσαμεν, ἔνθα ὁ λόγος ἐν πρώτοις αὐτὸν ὑπομνήσας ὡς βασιλέα μεθ’ ἕτερα ἐπάγει περὶ τῆς θεότητος τοῦ Χριστοῦ ‟ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”

σαφῶς γὰρ ἐν τούτοις, ὡς ἤδη καὶ πρότερον προπαρεστήσαμεν, εἶς ὢν καὶ αὐτὸς ὁ δημούμενος θεὸς εἶναι λέγεται, ἠγαπηκὼς δικαιοσύνην καὶ μεμισηκὼς ἀδικίαν. καὶ τούτου χάριν ὑφ’ ἑτέρου μείζονος θεοῦ καὶ πατρὸς αὐτοῦ κεχρισμένος ἐλαίῳ κρείττονι καὶ διαφέροντι ἢ κατὰ τοὺς τύπους, τῷ καλουμένῳ τῆς ἀγαλλιάσεως.

ὁ δὲ τῷ τοιούτῳ χρισθεὶς ἐλαίῳ οὐ πρὸς ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ ἀνωτάτου θεοῦ, τί ἕτερον ἢ Χριστὸς εἰκότως ἂν ὀνομασθείη; οὐκοῦν ὁ αὐτὸς ὁμοῦ καὶ θεὸς δείκνυται ὠνομασμένος, ὥσπερ οὖν καὶ ἤδη πρότερον κατὰ τοὺς οἰκείους τόπους παρέστη. καὶ τοῦ Ἡσαΐου δὲ κἀνταῦθα πάλιν ὑπομνηστέον, ὃς ἔφησε ‟ πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.”

Ἐδείκνυμεν καὶ ἐν τούτοις ὡς οἱ μὲν ἐξ ἀνθρώπων πάλαι πρότερον ἐπὶ τὴν τοῦ θείου θεραπείαν προσιόντες ἱερεῖς ἐλαίῳ ἐχρίοντο σκευαστῷ. ὁ δὲ διὰ τῆς προφητείας δηλούμενος τῇ ἐνθέῳ δυνάμει κεχρῖσθαι λέγεται.

τοῦτο δὲ ὅλον ἐπὶ τὸν ἡμέτερον σωτῆρα ἀνεφέρετο, Ἰησοῦν τὸν μόνον ἀληθῆ Χριστὸν τοῦ θεοῦ, ὃς ἐπὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς ποτὲ λαβὼν τὴν προφητείαν καὶ διελθὼν τὴν ἐκτεθεῖσαν περικοπὴν πεπληρῶσθαι εἰς ἑαυτὸν ἐδίδαξεν τὸ ἀνάγνωσμα.

γέγραπται γὰρ ὡς ἄρα ‟ ἀναγνοὺς καὶ πτύξας τὸ βιβλίον καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων οἷ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ, ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.”

ἐπὶ τούτοις ἅπασιν καὶ τὰ Μώσεως αὖθις παραθετέον, ὃς κατὰ τὸν δειχθέντα αὐτῷ τύπον τὸν ἴδιον ἀδελφὸν τὸν Ἀαρὼν ἀρχιερέα καταστησάμενος ἀκολούθως τῷ φήσαντι πρὸς αὐτὸν χρησμῷ ‟ ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὂρει” δῆλός ἐστιν ὡς τοῖς τῆς διανοίας ὄμμασιν καὶ τῷ θείῳ πνεύματι συνιδὼν τὸν μέγαν τῶν ὅλων ἀρχιερέα, τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ, οὗ μετὰ τῆς ἂλλης σωματικῆς καὶ τυπικῆς λατρείας τὴν εἰκόνα διαγράφων τὸν δηλωθέντα τῇ τοῦ ἀληθοῦς Χριστοῦ προσωνυμίᾳ τετίμηκεν.

τοῦτο δὲ παρίστησι καὶ ὁ θεῖος ἀπόστολος, λέγων περὶ τῶν κατὰ Μώσεως νόμων τὸ ‘‘οἔτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων.’ καὶ πάλιν σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν.” καὶ πάλιν ‘μὴ οὖν τις ὑμᾶς κρινέτω ἢ ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας, ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων.”

εἰ γὰρ τὰ περὶ τῆς τῶν βρωμάτων ἀδιαφορίας καὶ τὰ περὶ ἑορτῶν καὶ σαββάτου νενομοθετημένα, ὡς ἂν σκιώδη ὄντα, ὑπογραμμὸν ἑτέρων ἀληθῶν καὶ μυστικῶν πραγμάτων ἔσωζεν, οὐκ ἀπεικότως ἐρεῖς καὶ τὸν ἀρχιερέα εἰς ἑτέρου ἀρχιερέως παρειλῆφθαι σύμβολον, καὶ Χριστὸν αὐτὸν ἐπωνομάσθαι, εἰς ἑτέρου τοῦ μόνου καὶ ἀληθῶς χριστοῦ· τοσοῦτόν γε μὴν λειπόμενον τοῦ ἀληθοῦς, καθ’ ὅσον ὁ μὲν ἀληθὴς Χριστὸς πρὸς τοῦ τῶν ὅλων θεοῦ ἀκούει ‘‘κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.” καὶ ‟ κατακυρίευε κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.”

καὶ ‟ ἐκ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.” καὶ ‟ ὢμοσε κίριος, καὶ οὐ μεταμεληθήσεται. σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” δι’ ὧν σαφῶς γέννημα καὶ υἱὸς θεοῦ πρὸ ἑωσφόρου καὶ πρὸ πάσης δημιουργίας ὑποστὰς αἰώνιος ἀρχιερεὺς ἀναπέφανται.

ὁ δὲ Μωσέως Χριστὸς, οἶον ἐν δράματι τὸν τύπον ἐν βραχεῖ καθυποκρινάμενος χρόνῳ, κεῖται ἐν θνητοῖς λελογισμένος, ἑτέρῳ τὴν ἀλήθειαν τῷ μόνῳ καὶ ἀληθεῖ παραδούς. καὶ ὁ μὲν ἀληθὴς Χριστὸς οὐ δεηθεὶς τῆς κατὰ Μωσέα χρίσεως, οὐδ’ ἐλαίου σκευαστοῦ καὶ γεώδους ὕλης, ὅμως τῆς ἀρετῆς καὶ τῆς προσωνυμίας τῆς αὐτοῦ τὴν οἰκουμένην κατέπλησε, παρώνυμον αὐτοῦ τὸ Χριστιανῶν γένος ἐν πᾶσι τοῖς ἔθνεσι συστησάμενος.

ὁ δὲ Μώσεως οὐδ’ ὅ τι ποτὲ ἐν ἀνθρώποις ὠνομάσθη δῆλος ἦν, εἰ μὴ διὰ τῆς Μώσεως γραφῆς· καὶ οὗτος μὲν ὀψέ ποτε μετὰ τὴν ἔξοδον τὴν ἀπὸ Αἰγύπτου περιρραντηρίοις τισὶ καὶ ταῖς δι’ αἱμάτων θυσίαις καθαρθεὶς ἐλαίῳ κέχριστο σκευαστῷ. Μώσεως αὐτὸν κεχρικότος.

ὁ δὲ ἀρχέτυπος καὶ ἀληθὴς ἀρχῆθεν καὶ εἰς ἄπειρον αἰῶνα ὅλος δι’ ὅλου καὶ αὐτὸς αὑτῷ τὰ πάντα ὅμοιος μηδ’ ὁτιοῦν παραλλάττων Χριστὸς, ἦν ἀεὶ καὶ πρὸ τῆς ἐν ἀνθρώποις ἐπιδημίας, καὶ μετ’ αὐτὴν ὁμοίως, οὐ πρὸς ἀνθρώπου οὐδὲ δι’ ὕλης τῆς ἐν ἀνθρώποις, ἀλλὰ πρὸς τοῦ ἐπὶ πάντων θεοῦ τῆ ἀγενεῖ θεότητι κεχρισμένος.

καὶ ἐπειδήπερ τὸ τῆς προσηγορίας αὐτοῦ παρ’ ἡμῶν ἐξετάζεται, τῶν εἰρημένων ἁπάντων εἴη ἂν ἐπισφράγισμα τὸ παρὰ τῷ σοφωτάτῳ Σολομῶντι λόγιον φάσκον ἐν τῷ Ἄιλματι τῶν ᾀσμάτων ‟ μύρον ἐκκενωθὲν ὄνομά σου.

καὶ οὗτος γὰρ ἐνθέῳ σοφίᾳ κεχορηγημένος, καὶ καταξιωθεὶς ἀπορρητοτέρων περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας αὐτοῦ θεωρημάτων, καὶ τοῦ μὲν ὡς ἐπουρανίου νυμφίου, τῆς δὲ ὡς νύμφης αὐτοῦ μνημονεύσας, ἐπιζητουμένου τί ἄρα ἣν ὄνομα τῷ νυμφίῳ, ἐπιφωνεῖ ὡς πρὸς αὐτὸν λέγων, τὸ ὄνομά σου, νυμφίε, μύρον ἐστὶν, καὶ μύρον οὐχ ἁπλῶς, ἀλλὰ κεκενωμένον.

ποῖον δὲ ἂν· γένοιτο ὄνομα μύρου κεκενωμένου δηλωτικὸν ἢ τὸ τοῦ Χριστοῦ ὄνομα; οὐ γὰρ ἂν ἄλλως οὔτ’ ἂν γένοιτο οὔτ’ ἂν ὀνομασθείη Χριστὸς ἢ μύρου προσχυθέντος. ὁποῖόν δὲ τοῦτο ἦν τὸ μύρον, ᾧ χρισθεὶς ὁ δηλούμενος Χριστὸς ἀποπέφανται, διὰ τῶν πρόσθεν ἡμῖν ἀποδέδοται. τοσούτων περὶ τῆς τοῦ Χριστοῦ προσηγορίας διηγορευμένων φέρε καὶ περὶ τῆς τοῦ Ἰησοῦ διασκεψώμεθα.

Πρῶτος πάλιν Μωσῆς πρὸς τὸν αὑτοῦ διάδοχον ἑτέρᾳ χρώμενος προσωνυμίᾳ Ἰησοῦν μετωνόμασεν. γέγραπται γὰρ ‟ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μώσης κατασκέψασθαι τὴν γῆν, καὶ ἐπωνόμασε Μώσης τὸν Ναυσὴν υἱὸν Ναυῆ Ἰησοῦν, καὶ ἀπέστειλεν αὐτούς.”

ὅρα δὴ οὖν τίνα τρόπον οὐ μικρὰ νοήσας περὶ φύσεως ὀνομάτων ὁ προφήτης, ἀλλὰ καὶ πλεῖστα ὅσα περὶ τῶν παρ’ αὐτῷ μετονομαζομένων θείων ἀνδρῶν καὶ ὧν ἕνεκα μετονομάζονται φιλοσοφήσας εἰσάγει τὸν Ἀβραὰμ ἔπαθλον ἐπ’ ἀρετῇ ἀπολαμβάνοντα πρὸς τοῦ θεοῦ τὴν πατρὸς Ἀβραὰμ ἐντελῆ προσηγορίαν, ὅπερ τι ποτε δηλοῖ οὐ νῦν διασαφεῖν καιρός.

οὕτω δὲ καὶ τὴν Σαρὰν Σάρραν ἐπονομάσας, καὶ γέλωτα τὸν Ἰσαὰκ πρὸ γενέσεως ἐπικεκλημένον, καὶ τὸν Ἰακὼβ τῆς πάλης τὸ βραβεῖον διὰ τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἀναδούμενον, μυρία τε ἄλλα περὶ ὀνομάτων δυνάμεως τε καὶ φύσεως θειότερα ἢ κατ’ ἄνθρωπον ἐνθέῳ σοφίᾳ καὶ ἐπιστήμῃ διαλαβὼν, μηδενὸς τῶν πρὸ αὐτοῦ τῶν ἐξ αἰῶνος τῷ τοῦ Ἰησοῦ κεχρημένου ὀνόματι, πρῶτος αὐτὸς θείῳ πνεύματι θεοφορηθεὶς τὸν μέλλοντα αὑτοῦ διάδοχον τῆς ἀρχῆς τοῦ λαοῦ καταστήσεσθαι, ἑτέρῳ πρότερον ὀν·όματι κεχρημένον μεταβαλὼν, Ἰησοῦν καλεῖ, οὐκ ἀρκεῖν ἡγούμενος τὴν ἐκ προγόνων ἑπικληθεῖσαν αὐτῷ γεννωμένῳ προσηγορίαν· Ναυσῆν γὰρ αὐτὸν ἐφώνουν οἱ γεννήσαντες.

ἀλλ’ ὅ γε προφήτης τοῦ θεοῦ τὸ ἐκ γενετῆς ἀμείψας ὄνομα Ἰησοῦν τὸν ἄνδρα κατὰ τὸ θεῖον πνεῦμα καλεῖ· οὐκ ἄλλως αὐτὸν καθηγεῖσθαι τοῦ παντὸς λαοῦ μετὰ τὴν ἑαυτοῦ τελιυτὴν, * * τῆς πρὸς αὐτοῦ τεθείσης νομοθεσίας μεταστησομένης ποτὲ καὶ τέλος ἰσχούσης, καὶ αὐτῷ γε ὁμοίως Μωσεῖ τρόπον τινὰ τελευτώσης, μηδένα ἕτερον ἢ μόνον Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ πολιτείας ἑτέρας ἡγήσεσθαι κρείττονος ἢ κατὰ τὴν προτέραν.
οὕτω μὲν δὴ Μώσης ὁ πάντων προφη- τῶν θαυμασιώτατος, ἀμφοτέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θείῳ πνεύματι διαγνοὺς τὰς ἐπωνυμίας, ταύταις ὡς ἂν βασιλικοῖς διαδήμασι τοὺς παρ’ αὐτὸν πάντων τῶν ἀρχόντων ἐκκρίτους ἐτίμησεν, δυ- σὶν ἄρχουσι καὶ ἡγεμόσι τοῦ λαοῦ, τῷ τε ἀρχιερεῖ καὶ τῷ οἰκείῳ διαδόχῳ, τὸν Χριστὸν καὶ τὸν Ἰησοῦν ἐπιφημίσας κατ’ ἀξίαν, τῷ μὲν Ἀαρὼν τὸν Χριστὸν, τῷ δὲ Ναυσῇ, ὡς ἂν τὴν αὐτοῦ τελευτὴν διαδεξομένῳ, τὸν Ἰησοῦν ἀπονείμας.
τοῦτον μὲν οὖν τὸν τρόπον ἡ αὐτοῦ Μωσέως γραφὴ ταῖς τοῦ σωτῆρος ἡμῶν Ἰη- σοῦ Χριστοῦ κεκόσμητο προσηγορίαις.
Ἀπὸ τῆς Ἐξόδου.
Ὡς ὁ Μώσεως διάδοχος Ἰησοῦς, ἄγγελος ἐπικεκλημένος, καὶ τοῦ λαοῦ καθηγεῖσθαι μέλλων, τὸ ὄνουα τοῦ χρηματίζοντος Χριστοῦ ἐπιφέρεσθαι λέγεται.
Ἴδου ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάσσῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε. τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ’ αὐτῷ.’

ἐμοῦ, φησὶν αὐτὸς ὁ κύριος, τοῦ σοι ταῦτα χρηματίζοντος τοὔνομα ἐπιγέγραπται ὁ μέλλων εἰσάγειν τὸν λαόν εις την γήν τής έπαγγελίας' εΐ δ9 αυτός ήν ό Ἰησούς, ουκ άλλος, πρόδηλον ως τούνομα το αυτού φησιν έπιτεθεΐσθαι αύτω.

ού θαυμαστόν ου ν εΐ και άγγελον αυτόν αποκαλεί, ότε καϊ περϊ 'ΐωάννου άνθρωπου γεγονότος λέλεκται το "ιδού άποστίλλω τον άγγελο ν μου προ προσώπου Οου, ος κατασκευ- άζει την όδόν οου έμπροσθέν σου.”

Ἀπὸ τοῦ Ζαχαρίου.

Ὡς καὶ Ἰησοῦς ὁ τοῦ Ἱωςεδέκ ὁ ἱιρεῦς ὁ μέυας εἰκόνα καἰτ τύπον ἔφερεν τοῦ σωτῆρος ἡμῶν, ἐπιστρέφοντος ἐπὶ τὸν θεὸν τἠν πάλαι ἐπικρατἠσασαν τῶν ἀνθρωπείων ψυκῶν αἰχμαλωσίαν.

“Καὶ ἔδειξέ μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀυυέλου κυρίου· καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπε κύριος πρὸς τὸν διάβολον, ἐπῖτιμήσαι κύριος ἐν δοὶ, διάβολε, καὶ ἐπιπιμήσαι κύριος ἐν σοὶ, ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; Καὶ ἦν Ἰησοῦς ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ εἱστήκει πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ἀπεκρίθη, καὶ εἶπε πρὸς τοὺς ἑστηκότας, πρὸ προσώπου, λέγων, ἀφέλετε τὰ ἱδοὺ ἀφῂρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλήν αὐτοῦ, καὶ περιέβαλον αὐτὸν ἱμάτια.”

Καὶ ἑξῆς ἐπιλέγει “ἄκουε δὴ Ἰησοῦ ὁ ἱερεὺς ὁ μέυας, σὺ καὶ οἱ πλησίον σου, καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατόσκοποί εἰσιν, διότι ἄγω τὸν δοῦλόν μου ἀνατολήν.”

καὶ μετὰ βραχέα τούτοις ἐπιφέρει λέγων “καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων, λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησμῶν αὐτῆς, καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν, καὶ εἰσελεύσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λήψῃ ἀργύριον καὶ χρυσίον, καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. καὶ ἐρεῖς πρὸς αὐτὸν, τάδε λέγει κύριος παντοκράτωρ, ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου, καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ. καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων.”

Καὶ ὁ ἐν τῷ παρόντι προφήτης μέγας ἱερεὺς ἀναγορευόμενος Ἰησοῦς λευκοτάτην εἰκόνα καὶ σύμβολον ἐναργὲς δοκεῖ μοι σώζειν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ, τῇ τε αὐτοῦ προσηγορίᾳ τιμηθεὶς καὶ τῆς ἐπανόδου τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας τοῦ λαοῦ καθηγησάμενος.

ἐπεὶ καὶ ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀφεῖσθαι εἴρηται διὰ Ἠσαίου τοῦ προφήτου “κηρῦξαι αἰχμαλώτοις καὶ τυφλοῖς ἀνάβλεψιν, παρακαλέσαι τε πάντας τοὺς πενθοῦντας, καὶ δοθῆναι τοῖς πενθοῦσι Σιῶν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης. ἔχεις τοιγαροῦν ἤδη δύο μεγάλους ἀρχιερεῖς, τὸν μὲν παρὰ Μωσεῖ Χριστὸν, τὸν δὲ μετὰ χεῖρας Ἰησοῦν, τὰ σύμβολα τῆς περὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀληθείας δι’ αὑτῶν ἐπενηνεγμένους.

ἀλλ’ ὁ μὲ Ἀαρὼν, ὁ παρὰ Μωσεῖ Χριστὸς, τῆς παρὰ Αἰγυπτίοις ἀπαλλάξας τὸν λαὸν δουλείας, ἐπ’ ἐλευθερίᾳ τε καὶ θεραπείᾳ τοῦ τῆς ἀπ’ Αἰγύπτου πορείας αὐτῶν ἡγησάμενος, τὴν εἰκόνα σώζοι ἂν τοῦ ἀληθοῦς κυρίου, ὃς τῆς Αἰγυπτιακῆς εἰδωλολατρίας πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἐλυτρώσατο·

ὁ δ’ ἐν τῷ προφήτῃ Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας τῆς ἀπὸ Βαβυλῶνος ἐπὶ τὴν Ἱερουσαλὴμ ἐπανόδου προέστη, δεῖγμα φέρων καὶ αὐτὸς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, ὃν ἔχομεν ἱερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς, δι’ οὗ καὶ αὐτοὶ ὥσπερ ἐκ Βαβυλῶνος τῆς κατὰ τὸν ἐνεστῶτα βίον συγχύσεως τε καὶ αἰχμαλωσίας ἀπολυτρωθέντες εἰς τὴν οὐρανό- πολιν, τὴν ἀληθῶς Ἱερουσαλὴμ, σπεύδειν ἐδιδάχθημεν.

εἰκότως δὲ ὁ τὴν εἰκόνα τῆς ἀληθείας δι’ ἑαυτοῦ φέρων Ἰησοῦς καὶ ῥυπαρὰ ἱμάτια περιεβέβλητο, καὶ ὁ διάβολος ἐκ δεξιῶν αὐτοῦ ἑστὼς καὶ ἀντικείμενος αὐτῷ λέγεται, ἐπεὶ καὶ ὁ ἀληθῶς σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς εἰς τὴν ἡμετέραν καταβὰς αἰχμαλωσίαν τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν, καὶ τὸν ἀνθρώπειον ῥύπον ἀνεμάξατο, τά τε κατὰ τὸ πάθος αἴσχη διὰ τὴν πρὸς ἡμᾶς φιλανθρωπίαν ὑπέμεινεν.

διό φησιν ὁ Ἠσαίας “οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν.’ ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς ἰδὼν τὸν κύριον εἶπεν “ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

καὶ ὁ Παῦλος τούτοις παραπλησίως περὶ αὐτοῦ γράφων φησὶ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἔνα ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα ἐν αὐτῷ.” καὶ “Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας του νόμου, γενόμενος ὕπερ ἤμων κατάρα.” ταῦτα δὴ οὑν ἅπαντα θεσπίζουσα ἡ προφητεία ἐδήλου δι’ ὧν φησιν‘‘ καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά.”

πλὴν ἀλλὰ ταῦτα ἀποθέμενος κατὰ τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ τὴν ἀπὸ τῆς καθ’ ἡμὰς αἰχμαλωσίας εἰς τὰ οἰκεῖα ἐπάνοδον, τῷ τῆς πατρικῆς θεότητος στεφανοῦται διαδήματι, καὶ τὴν λαμπροτάτην στολὴν τοῦ πατρικοῦ φωτὸς περιτίθεται, κιδάρει τε ἐνθέῳ καὶ τοῖς ἄλλοις ἀρχιερατικοῖς κόσμοις κατακοσμεῖται· οὐ χαλεπὰ δὲ καὶ τὰ κατὰ τὸν διάβολον ἀποδοῦναι, ὃς ἔτι καὶ νῦν ἀντικείμενος τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ, καὶ τῇ καθ’ ὅλης τῆς οἰκουμένης ὑπ’ αὐτοῦ ἱδρυθείσῃ ἐκκλησίᾳ, αὐτῷ τῷ σωτῆρι ἡμῶν ἀνθέστηκεν, καὶ πρότερον αὐτῷ ἐξ ἐναντίας ἐπιστρατεύσας, ὅτε παρῆν ἡμὰς ἐκ τῆς ὑπ’ αὐτὸν αἰχμαλωσίας ῥυόμενος.

ἐπείρασε γοῦν αὐτὸν καὶ πρότερον καὶ δεύτερον, ὅτε κατὰ τὸ πάθος τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευάσατο.

ἐφ’ οἶς ἅπασι καὶ τὸν διάβολον καὶ τοὺς ὑπ’ αὐτῷ πάντας ἀοράτους ἐχθρούς τε καὶ πολεμίους τροπωσάμενος τοὺς αἰχμαλώτους ἡμὰς οἰκείους αὐτοῦ κατηρτίσατο, καὶ ἐξ ἡμῶν αὐτῶν, ὡς ἂν ἐκ λίθων ζώντων, τὸν οἶκον τοῦ θεοῦ καὶ τὸ τῆς εὐσεβείας πολίτευμα ἐστήσατο, ὥστε εἰκότως ἐφαρμόζειν αὐτῷ τὸ λόγιον φάσκον “ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ. καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου. καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ κατάρξει ἐπὶ τοῦ Θρόνου αὐτοῦ.”

Πρόσσχες δ’ οὖν ἐπιμελῶς τίνα Τρόπον νῦν μὲν πνευματικῶς περὶ τοῦ πάλαι λέγων Ίησοῦ, τοῦ τὴν εἰκόνα τοῦ ἀληθοῦς φέροντος, φηςὶ Τὸ “ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὂνομα αὐτῷ.” Σμικρὸν δὲ ὑποβὰς ὡς περὶ ἑτέρου ὂντος ἀνατολῆς, αὐτῷ δὴ τῷ τότε παρόντι Ἰησοῦ λέλεκται “ἂκουε δὴ Ἰησοῦ, ὁ ἰερεὺς ὁ μέγας, σὺ καὶ οἱ πληςίον σου, διότι ἂνδρες τερατοσκόποι εἰσίν. ἰδοὺ ἂγω τὸν δοῦλόν μου ἀνατολήν.” Εἰ δὴ οὖν ὁ λόγος ἦν περὶ μέλλοντος ἣξειν Μαξομένου, εἰκὼν ἂρα τοῦ μέλλοντος ἣξειν ἀνατολῆς ἐκεῖνος ἦν, ὡς ἐν εἰκόνι οὐ μόνον Ἰησοῦς, ἀλλα καὶ ἀνατολὴ προσαγορευόμενος, εἲ γε ὡς πρὸς παρόντα αὐτὸν τὸ “ἱδοὺ ἀνὴρ, ἀνατολὴ ὂνομα αὐτῷ” ἐλέγετο.

εἰκότως οὖν τῆς εἰκόνος ἓνεκα καὶ οὗτος τῆς τοῦ Σωτῆρος προσηγορίας ἠξίωτο, ὣσπερ οὖν καὶ ἀνατολῆς, ἐπειδὴ σωτήριον θεοῦ εἰς τὴν Ἑλλάδα φωνὴν γὰρ παρ’ Ἐβραίοις σωτηρία, υἱὸς δὲ Ναυῆ παρὰ τοῖς Αὐτοῖς Ἰωσουὲ ὀνομάζεται· Ἰωσουὲ δέ ἐστιν Ἰαὼ σωτηρία, Τοῦτ ἒστι θεοῦ σωτήριον. Εἰκότως εἲ που Θεοῦ σωήριον ἐν τοῖς Ἑλληνικοῖς ἀντιγράφοις ὠνόμασται, Οὐδ’ ἂλλο τι ἢ τὸν Ἰγσοῦν κατὰ τὴν Ἑβραίων Φωνὴν πέπεισο δηλοῦσθαι.

Τούτων καὶ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προσηγορίας ἐπὶ τοσοῦτον εἰρημένων ἐξ ἑτέρας αὖθις ἀρχῆς τὸν λόγον ἀναλαβόντες ἐπὶ τὰς ἐντελεςέρας περὶ αὐτοῦ προφητικὰς ἀποδείξεις μεταβηςόμεθα.

Book 5: Βιβλιον Πεμπτον
Ἐπειδὴ διττὸς ὁ τρόπος ὁ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέφανται ἐν τῷ πρὸ τούτου συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ὁ μὲν ὑπερφυὴς καὶ ἐπέκεινα· καθ’ ὃν ὁριζόμεθα αὐτὸν εἶναι μονογενῆ θεοῦ υἱὸν, ἢ οὐσιώδη τοῦ θεοῦ λόγον, δεύτερον τῶν ὅλων αἴτιον, ἢ οὐσίαν νοερὰν, καὶ θεοῦ πρωτότοκον ἐνάρετον φύσιν, τὴν πρὸ τῶν γεννητῶν θείαν καὶ πανάρετον δύναμιν, ἢ τῆς ἀγεννήτου φύσεως νοερὰν εἰκόνα·) ὁ δὲ συγγενὴς ἡμῖν καὶ μᾶλλον οἰκεῖος, καθ’ ὃν πάλιν αὐτὸν ὁριζόμεθα θεοῦ λόγον, ἐν ἀνθρώπῳ τῆς τοῦ πατρὸς εὐσεβείας ἀπαγγελτικὸν, καθ’ ὃν πέφηνε πάλαι πρότερον ἐν ἀνθρώπου σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ, αὐτὸν δὴ ἐκεῖνον τὸν βοώμενον ἐθνάρχην θεοφιλέσιν,
αὗθίς τε φανησόμενον ἐν ἀνθρώποις δι’ ἀνθρώπου γενέσεως, καὶ παραπλησίας ἡμῖν σαρκὸς. αἴσχιστα πείσεσθαι προείρητο·) ὁδῷ καὶ τάξει προχωρήσαι ἂν ἡμῖν ὁ λόγος μέλλουσι τὰς περὶ αὐτοῦ προφητικὰς ἐκτίθεσθαι μαρτυρίας, εἰ δὴ ἐν πρώτοις κατὰ τὰ ἐπηγγελμένα τὸ πρῶτον ἐξετάσαιμεν, καὶ τὴν ἐν τοῖς εὐαγγελίοις περὶ αὐτοῦ θεολογίαν ἀπὸ τῆς παλαιὰς καὶ προφητικῆς μαρτυρίας πιστώσαιμεν. ἀναγκαῖον δὲ προεπισκέψασθαι ὁποῖός ποτε ἦν ὁ τρόπος τῆς παρ’ Ἑβραίοις τῶν προφητῶν θεοληψίας, παρ’ ὧν καὶ τὰ προηγορευμένα προπεπαιδεύμεθα.

Μαντεία καὶ χρηστήρια πανταχόσε γῆς Ἕλληνες καὶ βάρβαροι μνημονεύουσι συστῆναι. ταῦτα δέ φασιν ἐκ προνοίας τοῦ δημιουργοῦ ἐπὶ χρῆσιν καὶ ὠφέλειαν τῶν ἀνθρώπων καταδειχθῆναι, ὡς μηδὲν εἶναι τὸ διαφέρον τῶν παρ’ Ἑβραίοις προφητῶν πρὸ τὰ τῶν λοιπῶν ἐθνῶν χρηστήρια· ὡς γὰρ Ἑβραίοις διὰ τῶν τοιῶνδε προφητῶν, οὕτω καὶ τοῖς ἄλλοις ἔθνεσι διὰ τῶν κατὰ τόπον μαντειῶν τὸν ἐπὶ πάντων θεὸν χρᾶν καὶ τὰ συμφέροντα ὑποτίθεσθαι.

μὴ γὰρ Ἰουδαίων μόνον εἶναι θεὸν, ἀλλὰ καὶ τῶν λοιπῶν ἀπάντων ἀνθρώπων· καὶ οὐ μᾶλλον ἐκείνων ἢ τούτων κήδεσθαι, πάντων δ’ ἐξ ἴσου προνοεῖν, ὥσπερ οὖν καὶ ἥλιον ἀφθόνως τοῖς πᾶσι δεδωρῆσθαι, ἀλλ’ οὐ μόνοις Ἑβραίοις, καὶ τὰς ἐτησίους τῶν ἐπιτηδείων χορηγίας, σωμάτων τε τοῖς πάσι κατασκευὴν ὁμοίαν, ἔνα τε γενέσεως τοῖς πᾶσι τρόπον καὶ φύσιν λογικῆς ψυχῆς μίαν.

οὕτω δὲ καὶ τῆς τῶν μελλόντων προγνώσεως τὴν ἐπιστήμην πᾶσιν ἀνθρώποις ἀφθόνως παρέχειν, τοῖς μὲν διὰ προφητῶν ἀνδρῶν, τοῖς δὲ διὰ χρηστηρίων, τοῖς δὲ διὰ ὀρνίθων πτήσεως, ἢ διὰ θυτικῆς, ἢ δι’ ὀνειροπομπείας, ἢ διὰ κληδόνων, ἢ παλμῶν, ἤ τινων ἑτέρων συμβόλων. ταῦτα γάρ φασιν πᾶσιν ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ προνοίας δεδωρῆσθαι, ὡς μηδὲν πλέον ἔχειν δοκεῖν τοὺς Ἑβραίων προφήτας.

Τοιοῦτος μὲν οὖν ὁ παρ’ ἐκείνων λόγος· ὁ δὲ παρ’ ἡμῶν ὧδέ πως αὐτοῖς ἀπαντήσεται. εἰ μέν τις συνίστη λόγος θεοὺς ἀληθῶς, ἢ θείας δυνάμεις, ἢ δαίμονας ἀγαθοὺς ἐφεστάναι τοῖς τῶν εἰρημένων μαντείοις, ἢ τοῖς οἰωνοῖς, ἢ τοῖς λοιποῖς τοῖς κατωνομασμένοις, ἦν ἂν χώραν ἀπονεῖμαι τοῖς λεγομένοις, ὡς τοῦ ἐπὶ πάντων θεοῦ κἀκεῖνα τοῖς χρωμένοις ἐπ’ ὠφελείᾳ δεδωρημένου· εἰ δὲ ἐντελέσιν ἀποδείξεσι καὶ αὐτῶν Ἑλλήπων ὁμολογίαις ἤδη πρότερον δαίμονας αὐτοὺς εἶναι καὶ οὐδ’ ἀγαθοὺς, πάσης δὲ βλάβης καὶ μοχθηρίας αἰτίους, πῶς ἂν δύναιντο θεοῦ εἶναι προφήται; φαύλους δὲ αὐτοὺς ὁ λόγος ἐφώρασε διὰ τῆς Εὐαγγελικῆς Προπαρασκευῆς, ἔκ τε τῆς πάλαι κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν συντελουμένης αὐτοῖς ἀνθρωποθυσίας, ἔκ τε ὧν ἠπάτων τοὺς ἐρωτῶντας ἀγνοίᾳ τοῦ μέλλοντος, ἔκ τε ὧν ἡλίσκοντο μυρία ψευδόμενοι, τοτὲ μὲν ἐκ τοῦ προφανοῦς, τοτὲ δὲ διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας, δι’ ἧς τοὺς πρόσφυγας πλείστοις πλειστάκις περιβάλλοντες κακοῖς ἀπηλέγχθησαν.

καὶ ἐπεὶ προαπεδείκνυτο μιαρὸν αὐτῶν καὶ ἀκάθαρτον τὸ φῦλον ἐκ τοῦ χαίρειν αἰσχραῖς καὶ ἀκολάστοις περὶ αὐτῶν λεγομέναις ᾠδαῖς καὶ ὕμνοις καὶ μυθικοῖς διηγήμασιν, ἱστορίαις τε ἀσέμνοις καὶ ἐπιβλαβέσιν, ἃς καὶ καθ’ ἑαυτῶν κυροῦντες καὶ ὡς ἀληθεῖς βεβαιοῦντες ἥλωσαν.

καὶ τέλος ἀπάντων ἔλεγχος τῆς ἀδρανοῦς αὐτῶν φύσεως ἦν τὸ σβεσθῆναι καὶ μηκέθ’ ὁμοίως χρᾶν· καὶ σβεσθῆναι μὴ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ.

ἐξ οὗ γὰρ εἰς πάντα τὰ ἔθνη διέδραμεν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ λόγος, ἐξ ἐκείνου καὶ τὰ χρηστήρια διέλιπεν, καὶ δαιμόνων θάνατοι μυημονεύονται. πάντα δὲ οὖν ἦν ταῦτα καὶ ἄλλα τούτοις παραπλήσια μυρία, δι’ ὧν πονηροὶ δαίμονες ὄντες οἱ περὶ ὧν ὁ λόγος ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπηλέγχθησαν.

εἰ δὴ οὖν τοιοίδε τινὲς τυγχάνουσι, τίς αἱρεῖ λόγος τοῦ ἐπὶ πάντων θεοῦ μαντείας εἶναι ἡγεῖσθαι τὰ τῶν δαιμόνων χρηστήρια, ἢ τοῖς τοῦ θεοῦ προφήταις τὰ κατ’ αὐτοὺς παραβάλλειν; ποτακαὶ δὲ αὐτῶν αἱ προρρήσεις, ἃς, ὅτε καὶ ἐδόκουν ὑφεστάναι, πρὸς τοὺς ἐρωτῶντας ἐποιοῦντο; ἆρα οὐχὶ περὶ ἀσέμνων ταπεινῶν τε καὶ εὐτελῶν ἀνδρῶν, πυκτῶν, φέρε, ἤ τινων τοιούτων, οὓς θυσίαις τιμᾶν ἐκέλευον; ποῖα δὲ τὰ περὶ τῆς ἀνθρωποθυσίας νενόμιστο; κεφάλαιον γὰρ δὴ τοῦτο τῶν εἰρημένων.

ἆρά τινι πράγματι κατέλιπον φαύλῳ ἀτοπίας ὑπερβολὴν, εἰ δὴ οἱ σωτῆρες ἀνθρώπων θεοί τε καὶ ἀγαθοὶ δαίμονες τοὺς ἱκέτας αὐτῶν καὶ εὐσεβεῖς πρόσφυγας φυγὰς κατασφάττειν τὰ ἑαυτῶν φίλτατα, ὡσπερεί τινα ἄλλα θρέμματα, παρεκελεύοντο, ἄντικρυς ἀνθρωπείων αἱμάτων ὑπὲρ πᾶσαν θηρίων φύσιν διψῶντες, καὶ οὐδὲν ἄλλο ἢ αἱμοπότας καὶ ἀνθρωποβόρους ἀπωλείας τε φίλους εἶναι σφᾶς αὐτοὺς ἀπελέγχοντες· ἢ λεγέτω ὁ βουλόμενος, εἰ ἔχοι σεμνόν τι καὶ ἀρετῆς ἄξιον τῶν δηλουμένων ἐπιδεῖξαι, ἢ μαντείας καὶ προρρήσεις εἰς πᾶν γένος ἀνθρώπων συντεινούσας, ἢ νόμους καὶ πολιτικὰς διατάξεις καθ’ οὓς χρῆν βιοῦν πάντας ἀνθρώπους διαγορευούσας, ἢ φιλοσοφίας δόγματά τε καὶ μαθήματα πρὸς τῶν θεῶν προβεβλημένα τοῖς ἐρασταῖς φιλοσοφίας.

ἀλλ’ οὐκ ἂν ἔχοι τις φάναι τοιοῦτον πώποτε ὑπῆρχθαι τῷ βίῳ ἐκ τῶν περιβοήτων χρηστηρίων· εἰ γὰρ ἦν ταῦτα, οὐκ ἂν διαφόροις ἐχρήσαντο καὶ μαχομένοις νόμοις ἄνθρωποι ὑπὸ θεῶν νομοθετούμενοι.

θεοὶ γὰρ ὄντες καὶ ἀγαθοὶ πῶς οὐκ ἂν τοῖς αὐτοῖς ἐχρήσαντο διατάγμασι; πῶς δ’ οὐχὶ ταῖς σώφροσι καὶ δικαιοτάταις νομοθεσίαις; τίς οὖν τῆς Σόλωνος, ἢ Δράκοντος, ἢ τῶν ἄλλων ἀνθρώπων Ἕλλησίν τε καὶ βαρβάροις νομοθετῶν χρεία ἦν, θεῶν ἐγγὺς παρόντων, καὶ διὰ τῶν χρησμῶν διαταττομένων τὰ δέοντα;

εἰ δὲ δὴ φαίη τις αὐτοὺς καὶ οὐδ’ ἄλλους εἶναι τοὺς καθ’ ἕκαστον ἔθνος ἀνθρώπων νομοθετοῦντας, καὶ τίς ἆρα ἐκεῖνος καὶ ποταπὸς εἰπάτω θεὸς, ὁ Σκύθαις, φέρε, ἀνθρωποβορεῖν διαταξάμενος, ἢ ὁ μητράσιν ἑτέροις καὶ θυγατράσι μίγνυσθαι νομοθετήσας, ἢ ὁ κυσὶν παραβάλλειν τοὺς γεγηρακότας, ὡς ἀγαθὸν, διατεταγμένος, ἢ ὁ ἐπιτρέπων ἀδελφὰς γαμεῖν καὶ ἄρρενας ἄρρεσιν ἐπιμίγνυσθαι; καὶ τί με δεῖ τοὺς ἐκθέσμους τῶν παρ’ Ἕλλησι καὶ βαρβάροις λόγους ἀπαριθμεῖν, εἰς ἔλεγχον τοῦ μὴ θεοὺς γεγονέναι, πονηροὺς δὲ καὶ ἀλιτηρίους δαίμονας, τοὺς θαυμαστοὺς αὐτῶν χρησμοδότας, ἐπὶ τὰ παρὰ φύσιν ἀτοπήματα τὸ τρισάθλιον τῶν ἀνθρώπων γένος καταβεβληκότας,

ὁπότ’ οὐδ’ οἶ παρ’ Ἕλλησι βεβοημένοι θεοὶ καὶ μάντεις ὀνησιφόρον τι καὶ λυσιτελὲς εἰς ψυχῆς ὠφέλειαν τοῖς χρωμένοις ἀποδείκνυνται παρεσχημένοι;

τί γὰρ δή ποτε καταλιπόντες ἄνδρες Ἕλληνες τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐπὶ τὴν βάρβαρον ἐστέλλοντο γῆν ἐμπορίαν μαθημάτων ἔξωθέν ποθεν ἐρανιζόμενοι, παρὸν διδασκάλοις τοῖς θεοῖς χρῆσθαι; θεῶν γὰρ ἢ καὶ δαιμόνων ἀγαθῶν χρηματιζόντων, καὶ τοτὲ μὲν διὰ τῆς προγνώσεως καὶ τῆς ἄλλης παραδοξοποιίας τὴν οἰκείαν δύναμιν παραφαινόντων, τοτὲ δὲ διὰ τῆς ἀδιαπτώτου τῶν μαθημάτων ἀληθείας τὴν ἀληθῆ σοφίαν ἐκδιδασκόντων, τί ποτ’ ἦν ἄρα τὸ μὴ τούτοις μαθητευθῆναι φιλοσόφων παῖδας, ἄλλων δὲ ἀπ’ ἄλλου δογμάτων τινῶν ἐπινοίας ποριζομένων, ἐκ τῆς μακρᾶς διαφωνίας ποικίλας αἱρέσεις φιλοσόφων συστῆναι; ἀλλ’ εἰ μὴ προσεῖχον αὐτοῖς οἶ πολλοὶ τῶν ἀνθρώπων, τοὺς εὐσεβεῖς δ’ οὖν καὶ θεοῖς προδιόντας χρῆν δήπου τὸ ἀδιάπτωτον ἐκ τῆς τῶν θεῶν ὠφελείας πεπορίσθαι.

τίνες οὖν οὗτοι; οὓς γὰρ ἂν φῇς, τούτους ἀπελέγχουσι πλανωμένους οἶ ἀντιδοξάζοντες. ἀλλὰ γὰρ, ὡς ἔοικε, δαιμόνων ἦν μαντεῖα, μέχρι κλέπτου φωρᾶς ἢ σκεύους ἀπωλείας ἤ τινος ἄλλου τοιούτου φθάνοντα, ὧν οὐκ ἀπεικὸς ἦν αὐτοὺς ἐν τῷ περὶ γῆν ἀέρι τὰς διατριβὰς ποιουμένους τὴν εἴδησιν ἐσχηκέναι ’ καλοῦ δὲ καὶ σοφοῦ μηδενὸς ἔπη βόλους εἶναι δόγματος φιλοσόφου, μὴ πολιτείας, μὴ νόμου ὀρθῷ λόγῳ κειμένου ’ μᾶλλον δὲ, εἰ χρὴ φά- ’ναι ἐλευθέρᾳ φωνῇ, τούτους ἅπαντας ἀρχεκάκους ἡγεῖσθαι χρῆν γεγονέναι ’ οἱ δὴ περὶ σφῶν αὐτῶν μοιχείας καὶ ἀρρενομιξίας, μητρογαμίας τε καὶ ἀδελ- φῶν ἐκθέσμους κοινωνίας ^ καὶ μυρίας ἄλλας θεομα- Χίας, ἔχθρας τε καὶ πολέμους θεῶν πρὸς θεοὺς, ἀν- θρώπων τε ᾠδαῖς καὶ ὕμνοις καὶ διηγήμασι, μυστη- ρίων τε ἐν ἀπορρήτοις τελεταῖς λεγόντων ἀκροώμενοὶ, οὐδεὶς γοῦν αὐτῶν πώποτε ἐπὶ τοῖς εἰρημένοις, ὡς ἐπ’ ἀκολάστοις καὶ μηδὲ σώφροσιν ἀνθρώποις ἁρ- μόζουσι φρονεῖν ἢ λέγειν τὰ τοιαῦτα, ἀγανακτήσας φαίνεται.

καὶ τί με χρὴ διατείνεσθαι, παρὸν ἐξ ἑνὸς τοῦ μεγίστου παραδείγματος τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ ὡς ἀληθῶς μιαρὸν τῶν δηλουμένων συν- ορᾶν; λέγω δὲ ἐκ τῆς ἀνθρωποθυσίας.

τὸ γὰρ μὴ μόνον ἀλόγων ζῴων σφαγαῖς χαίρειν, ἀλλὰ καὶ ἀν- θρώπων ἀπωλείαις, ποίας ὠμότητος ὑπερβολὴν οὐχ ὑπερηκόντισε; ταῦτα γὰρ ἦν, ὡς ἔφην ^ τὰ διὰ τῆς Προπαρασκευῆς ἐξ αὐτῶν τῶν Ἑλληνικῶν φιλοσόφων τε καὶ συγγραφέων μεμαρτυρημένα, ἐξ ὧν καὶ μά- Λίστα δαίμονες ὄντες πονηροὶ πολυπλόκοις μηχαναῖς, τοτὲ μὲν ταῖς διὰ μαντειῶν, τοτὲ δὲ ταῖς δι’ οἰωνῶν ἢ συμβόλων ἢ θυμάτων ἢ τῶν παραπλησίων, τὸ ἁνθρώπειον διαστρέφοντες γένος δείκνυνται.

διό- περ ἀποφαντέον αὐτῶν τὰ χρηστήρια μὴ τοῦ ἐπὶ πάν- τῶν γεγονέναι θεοῦ. οὐκοῦν οὐδὲ συγκρίνειν αὐτὰ τοῖς Ἑβραίων προφήταις θεμιτὸν ἂν εἴη, ὧν ὁ πρῶ- τος ἱεροφάντης καὶ θεόλογος γέγονε Μώσης· ὅσων ἀγαθῶν τῷ βίῳ παραίτιος κατέστη· πρῶτον μὲν δογμάτων εὐαγγελικῶν καὶ ἀληθῶν περὶ τοῦ ποιᾐτοῦ καὶ δημιουργοῦ τῶν ἁπάντων θεοῦ, περί τε τοῦ δευτέρου αἰτίου τῶν μετ’ αὐτὸν λογικῶν καὶ νοερῶν οὐσιῶν, περί τε κοσμογονίας καὶ ἀνθρωπογονίας γραφὴν ἱερὰν ἐξέδωκεν, ἔτι τε τῶν θεοσεβῶν ἱστορίας τῶν πάλαι θεοφιλῶν Ἑβραίων, ὥσπερ τινὰς ἀρετῶν εἰκόνας ὑποτυπωσάμενος, εἰς ζῆλον τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ὑπηκόους ἀνεκίνησε, καὶ νομοθεσίας ἐνθέου καὶ καταλλήλου τοῖς τότε χρωμένοις φωτὸς ἀπήρξατο λόγων, καὶ θρησκείας θεοσεβοῦς πέφηνεν εἰσαγωγεὺς, καὶ ἐπὶ πᾶσι τῶν μακροῖς ὕστερον χρόνοις ἔσεσθαι μελλόντων τὰς προρρήσεις ἀναπεφώνηκεν, ὡς μικρὸν ὕστερον μνημονευθήσεται.

καὶ τοιοῦτος μὶν οὗτος· κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ μετ’ αὐτὸν προφῆται, πάρεργον μὲν, εἴπου τι τῶν ἐφημέρων ἐζητεῖτο, καὶ τοῦτο προύλεγον τοῖς ἐρωτῶσι, τὸ δὲ κεφάλαιον τῆς προφητείας αὐτοῖς ἐπὶ μεγάλοις συνετελεῖτο.

οὐ γὰρ ἐπὶ μαντείᾳ τῶν ἐφημέρων καὶ πρὸς τὸν παρόντα καιρὸν ἐπιζητουμένων οὐδέ γε σμικρῶν καὶ ταπεινῶν τὰ τῆς θεοφορίας ἠξιοῦντο, ἀλλ’ ἐπὶ τοῦ παντὸς ἀνθρώπων γένους ἡ τοῦ θείου πνεύματος ἐν αὐτοῖς ἔλλαμψις μεγίστην ὑπόθεσιν περιέχουσα, οὐ περὶ νοσοῦντος ἀνθρώπου τὸ σῶμα, οὐδὲ περὶ τῆς προσκαίρου καὶ πολυπαθοῦς ταύτης ζωῆς τὴν πρόρρησιν ἐπαγγελλομένη, οὐδὲ περί τινος ἀπολωλότος, οὐδ’ ἄλλως περί τινων μέσων καὶ ἀδιαφόρων, ἃ οὔτε παρόντα ψυχῆς βελτιώσει συμβάλλεται οὔτε μὴ παρόντα ζημίαν ἢ βλάβην περιποιεῖ. ἀλλ’ ἢν μὲν, ὡς ἔφην, ὅτε καὶ ταῦτα προύλεγον, οὐ κατὰ τὸν προηγούμενον δὲ λόγον, ἀλλὰ κατὰ ἀκολουθίαν τῆς τῶν κρειττόνων καταλήψεως· τὰ δέ γε πρωτοτύπως αἴτια τῆς ἐν τῷ προφητεύειν αὐτοὺς θεοληψίας μείζονα τὴν ὑπόθεσιν ἢ κατὰ τὰ εἰρημένα περιεἶχεν·

εἰ δ’ οὖν τις τὴν πᾶσαν περιοχὴν τῆς Μώσεως γραφῆς καὶ τῶν μετ’ αὐτὸν ἀκριβῶς διερευνήσειεν, εὕροι ἂν προτροπὴν καὶ διδασκαλίαν εὐσεβείας τῆς εἰς τὸν τῶν ὅλων θεὸν αὐτὸν δὴ τὸν δημιουργὸν ἀπάντων περιέχουσαν, γνῶσίν τε καὶ θεολογίαν τὴν ἀνωτάτω τοῦ δευτέρου αἰτίου, πάσης δὲ πολυθέου πλάνης ἀποτροπὴν, εἶτα τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τῶν δὴ καὶ ἀπαρξαμένων τῆς εἰρημένης εὐσεβείας μνήμην, προρρήσεις τε καὶ ἀναφωνήσεις κατὰ τὸν ἐκείνων βίον ὑστέροις ποτὲ χρόνοις μελλόντων βιώσεσθαι, δι’ ἐπιφανείας καὶ παρουσίας εἰς ἀνθρώπους θεοῦ, αὐτοῦ δὴ τοῦ δευτέρου κυρίου καὶ θεοῦ μετὰ τὸν ἀνωτάτω πατέρα καὶ αὐτοῦ χρηματίζοντος διδασκάλου τῆς αὐτῆς εὐσεβείας, καὶ σωτῆρος ἐπιφανησομένου τῷ τῶν ἀνθρώπων βίῳ, δι’ οὗ πᾶσι τοῖς ἔθνεσιν, Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, προύλεγον τὸν τῆς θεοσεβείας τῶν πάλαι θεοφιλῶν Εβραίων τρόπον παραδοθήσεσθαι.
ταῦτα Μωσῆς, ταῦτα δὲ καὶ τῶν λοιπῶν προφητῶν παῖδες, οἳ πάντες ἐξ ἑνὸς στόματος προεκήρυττον· καὶ τοῦτ’ ἦν τὸ τῆς εἰς ἀνθρώπους τοῦ θείου πνεύματος ἐπιφορᾶς φορᾶς αἴτιον, διδάξαι θεογνωσίαν ἀνθρώπους καὶ τὴν ἀνωτάτω περὶ πατρὸς καὶ υἱοῦ θεολογίαν, παιδεῦσαί τε τρόπον ἀληθοῦς εὐσεβείας, καὶ μνημονεῦσαι τῶν πάλαι κατωρθωκότων, καὶ τῶν μετὰ ταῦτα τῆς τῶν προγόνων εὐσεβείας ἐκπεπτωκότων, τόν τε κατὰ τούτ’ ὢν ἔλεγχον διὰ μακρῶν ἐκφᾶναι λόγων, θεσπίσαι τε τὴν παρουσίαν τοῦ σωτῆρος καὶ διδασκάλου τοῦ παντὸς ἀνθρώπων γένους, καὶ τὴν δι’ αὐτοῦ τῆς παλαιὰς Ἑβραίων θεοσεβείας εἰς πάντα τὰ ἔθνη μετάδοσιν προκηρῦξαι.
Ταῦτα ἦν τὰ ἐξ αἰῶνος στήλαις καὶ βίβλοις ἱεραῖς τῶν προφήτων συμφώνως ἀναπεφωνημένα· αὐτὰ δὴ ταῦτα, ἃ καὶ ἡμῖν αὐτοῖς ὀφθαλμοῖς μετὰ τὸν μακρὸν αἰῶνα εἰσέτι νῦν πληρούμενα συνορᾶται, μιᾷ δὲ φωνῇ πάντες οὗτοι καὶ θείῳ πνεύματι κάτοχοι πᾶσιν ἀνθρώποις τὸ φῶς τῆς ἀληθοῦς προεκήρυττον εὐσεβείας, ἁγνείαν τε ψυχῆς καὶ σώματος, παντελῆ τε κάθαρσιν διανοίας, ἣν αὐτοὶ πρότερον ἠσκηκότες τοῖς ὑπηκόοις προυβάλλοντο, πάσης ἀκολάστου πράξεως τοὺς προσιόντας ἀπείργοντες, μηδὲ τῆς πολυθέου πλάνης ἀπομιμεῖσθαι τὰς ἐκθέσμους ἐπιτηδεύσεις, προτροπάδην δὲ φεύγειν διδάσκοντες πάσαν δαιμονικὴν ἐγχείρησιν, καὶ τὰς πάλαι περισπουδάστους ἐκείνας ἀνθρωποθυσίας, τάς τε αἰσχρὰς καὶ ἐπιρρήτους περὶ θεῶν διηγήσεις, ὧν ἀπείργοντες μόνῳ προσανέχειν συνεβούλευον τῷ πάντων δημιουργῷ θεῷ, οἷα ἐφόρῳ καὶ κριτῇ τυγχάνοντι τῶν ἐν ἀνθρώποις πραττομένων, μηδὲ ἀγνοεῖν τὸν μέλλοντα εἰς ἀνθρώπους ἐπιδημεῖν τὸν Χριστὸν τοῦ θεοῦ, σωτῆρα παντὸς γένους ἀνθρώπων καὶ διδάσκαλον βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων εὐσεβείας τῆς ἀληθοῦς καταστησάμενον.
τοσοῦτόν τι ἦν τὸ διάφορον τῶν ὑπὸ τοῦ θείου πνεύματος κατόχων καὶ τῶν ὑπὸ δαιμονικῆς ἐνεργείας μαντεύεσθαι προσποιουμένων. εἶτα τὸ μὲν πονηρὸν δαιμόνιον, οἷα σκότου οἰκεῖον, σκότον καὶ ἀχλὺν περιβάλλον τῇ ψυχῇ διὰ τῆς ἐπιφοιτήσεως, τὸν ὑπ’ αὐτοῦ οἶα νεκρὸν ἐξήπλου τοῦ κατὰ φύσιν λογισμοῦ παρευηνεγμένον, οὐδ’ ἑπόμενον τοῖς λεγομένοις ἢ πραττομένοις δι’ αὐτοῦ, παντελῶς δ’ ἀναίσθητον καὶ παράφρονα, παρ’ ὃ καὶ μαντείαν ὥσπερ τινὰ μανίαν εἰκότως ἐοίκασι τὴν τοιάνδε κατάπτωσιν ἐπικεκληκέναι.

τὸ δέ γε ἀληθῶς καὶ ἔνθεον πνεῦμα, φωτοειδὲς, μᾶλλον δὲ φῶς αὐτὸ τυγχάνον, ᾗ δ’ ἂν ἐπέλθῃ ψυχῇ, καινὴν παραχρῆμα καὶ λαμπροτάτην φωτὸς ἡμέραν ἐν αὐτῇ κατειργάζετο, διαυγεστέραν τε καὶ θεωρητικωτέραν πολὺ πλέον νῦν ἢ πρότερον αὐτὴν αὐτῆς ἀποφαῖνον, φαῖνον, ὥστε νήφειν καὶ ἐγρηγορέναι, συνορᾶν τε πάντων μάλιστα καὶ συγκρίνειν τὰ θεσπιζόμενα.

παρ’ ὅ μοι δοκοῦμεν εὖ καὶ ἀληθῶς προφήτας ἀποκαλεῖν τοὺς τοιούσδε παρὰ τὸ προφαίνειν καὶ προφωτίζειν ἐν αὐτοῖς τὸ θεῖον πνεῦμα μὴ μόνον τὰ παρόντα, ἀλλὰ καὶ τῶν μελλόντων ἀληθῆ καὶ ἀκριβῆ γνῶσιν.

σκέψασθε δὲ εἰ μὴ πολὺ κρείττων οὗτος καὶ ἀληθὴς ὁ λόγος, φάσκων πνεῦμα θεῖον ψυχαῖς ἐπιφοιτᾶν κεκαθαρμέναις καὶ νῷ λογικῷ καὶ διαυγεῖ πρὸς ὑποδοχὴν τοῦ θείου παρεσκευασμέναις, ἢ ὁ τῶν ἐν ἀψύχῳ ὕλῃ καὶ σκοτίοις μυχοῖς ἐναποκλειόντων τὸ θεῖον ἔν τε γυναικῶν καὶ ἀνδρῶν οὐ καθαραῖς ψυχαῖς, ἤδη δὲ καὶ ἐπὶ κόρακας καὶ ἱέρακας καὶ ἄλλους οἰωνοὺς, ἐπί τε αἶγας καὶ ἄλλα ζῷα, ναὶ μὴν καὶ ἐπὶ ὑδάτων συστάσεις, ἔν τε ἡπατοσκοπίαις, καὶ αἵμασι μυσερῶν καὶ εἰδεχθῶν κνωδάλων, ἑρπετῶν τε ἰοβόλων σώμασιν, οἷον δρακόντων καὶ γάλων καί τινων ἄλλων τοιουτοτρόπων, δι’ ὧν τὴν τῶν μελλόντων πρόγνωσιν οἶ θαυμάσιοι τὸν ἐπὶ πάντων θεὸν ἐκφαίνειν ὑπειλήφασι.

τοῦτο δ’ ἀνδρῶν ἢν μὴ συνεωρακότων θεοῦ φύσιν, μηδέ γε θείου πνεύματος δύναμιν ἐπινενοηκότων, οὐδαμῶς μὲν ἐμφιλοχωροῦσαν ἀψύχοις ἢ ἀλόγοις ζῴοις, ἀλλ’ οὐδ’ έν λογικοῖς ἅπασιν, εἰ μή ποτε * * ἄρα ἢ μόνων ψυχῶν καὶ ἐναρέτοις ψυχαῖς, οἴους ἡμῖν ἀρτίως ὁ λόγος τοὺς Ἑβραίων ὑπέγραψε προφήτας· οὓς τοῦ θείου πνεύματος φαμὲν ἀξιωθῆναι, μεγάλων ἕνεκεν πραγμάτων οἰκουμένης ἁπάσης ἀνθρώπων βελτιώσει συμβαλλομένων.

εἰ δέ ποτ’ αὐτοῖς σκιᾶς δίκην ἐπηκολούθει τὸ καὶ τὰ παρόντα τῶν μέσων καὶ ἀδιαφόρων γνωρίζειν, καὶ προλέγειν κατὰ καιρὸν τὰ ἀγνοούμενα τοῖς ἐρωτῶσιν, ἀναγκαίως καὶ τοῦτο τοῖς πάλαι αὐτοῖς πλησιάζουσι παρεῖχον, ὡς ἂν μὴ δοκοῖεν οἷ λίχνοι περὶ τὰς προγνώσεις εὐλόγως ἀποκλίνειν ἐπὶ τὰ ἔξω τόν ἀλλοφύλων ἐθνῶν μαντεῖα σπάνει προφήτων οἰκείων.

Ἀλλὰ ταῦτα μὲν ὧδε τέλος ἐχέτω, τῆς ἐν τοῖς Ἑβραίων προφήταις θείας δυνάμεως ὄντα παραστατικά. ὥρα δὴ οὖν αὐτοῖς, οἵα δὴ ἐνθέοις ἀνδράσι καὶ σοφοῖς οὐ κατ’ ἄνθρωπον γενομένοις, κατ’ ἐπίπνοιαν δὲ θείου πνεύματος, πείθεσθαι διδάσκουσι, παιδεύεσθαί τε τὰ παρ’ αὐτοῖς δόγματα καὶ τὰς εὐσεβεῖς καὶ ἀδιαπτώτους θεολογίας, οὐκέτ’ ἀμφιβολίαν ἔχοντα, μή πη ἀρετῆς καὶ ἀληθείας ἀλλότριον ἐπάγονται· φέρ’ οὖν ἤδη λοιπὸν ἀναλαβόντες ἐξ ὑπαρχῆς τὸν λόγον τὴν ἐν τοῖς εὐαγγελίοις περὶ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ θεολογίαν ἀπὸ τῆς προφητικῆς μαρτυρίας πιστωσώμεθα.

ἡ μὲν οὖν εὐαγγελικὴ μαρτυρία ὧδε τὸν Χριστὸν θεολογεῖ “ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο ἔνετο οὐδ’ ἕν.᾿ καλεῖ δ’ αὐτὸν καὶ φῶς νοερὸν, καλεῖ δὲ καὶ κύριον, ὥσπερ οὖν καὶ θεόν.

καὶ ὁ θεσπέσιος δὲ Παῦλος, οἷα τοῦ Χριστοῦ μαθητὴς ὢν καὶ ἀπόστολος, συνᾴδει τῇ θεολογίᾳ, ταῦτα περὶ αὐτοῦ διεξιών ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι. τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα δι’ αὐτοῦ συνέστηκε.” κεκληται καὶ θεοῦ δύναμις καὶ θεοῦ σοφία. αὐτὰ δὴ οὖν ταῦτα πρόκειται καὶ νῦν ἀπὸ τῶν παρὰ Ἑβραίοις γραφῶν ἐξανθίσασθαι, ὡς ἂν διὰ τῆς ἐν ἑκατέροις τοῖς μέρεσι συμφωνίας ἡ τοῦ ἀληθοῦς ἀπόδειξις παρασταθείη.

χρὴ δὲ μὴ ἀγνοεῖν ὅτι οἶ μὲν θεῖοι χρησμοὶ πολὺ τὸ καὶ πρὸς λέξιν καὶ πρὸς διάνοιαν ὑπερφυὲς τῇ Ἑβραίων φωνῇ περιέχοντες, διαφόρου τῆς ἐπὶ Ἑλληνικὸν ἑρμηνείας τετυχήκασι, τοῦ δυσθεωρήτου χάριν ἑβδομήκοντα δ’ οὖν ἄνδρες ἀθρόως Ἑβραῖοι συμφώνως αὐτὰς μεταβεβλήκασιν, οἶς μάλιστα τὸν νοῦν προσέξομεν, ὅτι δὴ καὶ τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ τούτοις κεχρῆσθαι φίλον.

εἰ δέ που γίνοιτο χρεία, οὐδὲ τὰς τῶν μετὰ ταῦτα νεωτέρων ἑρμηνευτῶν ἐκδόσεις, αἷς φίλον εἰσέτι νῦν Ἰουδαίοις χρῆσθαι, παραιτησόμεθα· ὡς ἂν πανταχόθεν τὰ τῆς ἀποδείξεως ἡμῖν βεβαιοτέρας τύχοι παραστάσεως. τούτων ἡμῖν πεπροοιμιασμένων καὶ τῶν ἐνθέων φωνῶν ἤδη λοιπὸν ἐφαψόμεθα.

‟Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν. μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς· ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν· πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.
βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν ’ τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἐν ὁδοῖς δικαιο- συνῆς ἀναστρέφομαι ^ ἔνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγα- θῶν ’ ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶ- νος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποι- ῆσαι καὶ πρὸ τοῦ τἀς ἀβύσσους ποιήσαι.
πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἐδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. κύριος ἐποίησεν χώρας ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν ’ ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπα- ρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανὸν, ἐν τῷ τιθέ- ’ναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται στόμα αὐτοῦ ’ ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα ’ ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ots ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων.”

Η πρὸ τῶν γεννητῶν θεία καὶ πανάρετος οὐ- σία, ἡ νοερὰ καὶ πρωτότοκος τῆς ἀγεννήτου φύσεως εἰκὼν, ὁ γνήσιος καὶ μονογενὴς τοῦ τῶν ὅλων θεοῦ υἱὸς πολυώνυμός τις ὢν καὶ διὰ πλείστων προσρή- σεων θεολογούμενος, τῷ τῆς σοφίας ἐπὶ τοῦ παρόντος ἀξιώματί τε καὶ προσηγορίᾳ τετίμηται, λόγον θεοῦ αὐτὸν καὶ φῶς, καὶ ζωὴν καὶ ἀλήθειαν καὶ ἐπὶ πάσι Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν προσαγορεύειν μεμαθήκαμεν

ἤδη οὑν τὰ μετὰ χεῖρας αὐτὸς περὶ ἑαυτοῦ, ὡς ἂν θεοῦ σοφία ζῶσα καὶ καθ’ αὑτὴν ὑφεστῶσα, δι’ τοῦ σοφωτάτου Σολομῶνος διεξέρχεται ‟ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην,” καὶ τὰ τούτοις ἐπαγόμενα λέγων.

ἀλλὰ καὶ ὡς τὴν τῶν ὅλων διοίκησιν καὶ πρόνοιαν ἀναδεδεγμένος ἐπιφέρει δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται.” εἶτα εἰπὼν μνημονεύσειν τὰ ἐξ αἰῶνος ἐπάγει λέγων ‘‘κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με’ δι’ ὧν ὁμοῦ καὶ γεννητὸν ἑαυτὸν, οὐχὶ δὲ τὸν αὐτὸν ὄντα τῷ ἀγεννήτῳ διδάσκει, πρὸ παντὸς αἰῶνος οὐσιωμένον, θεμελίου τε τρόπον τῶν γεννητῶν ἁπάντων προβεβλημένον.

ὅθεν τὸν θεῖον ἀπόστολον εἰκὸς ὁρμώμενον περὶ αὐτοῦ φάναι, ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. πρωτότοκος μὲν γὰρ πάσης ἀνείρηται κτίσεως κατὰ τὸ ‟κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.’ νοοῖτο δ’ ἂν εἰκότως εἰκὼν τοῦ θεοῦ, ὡς ἂν γέννημα τῆς ἀγεννήτου φύσεως τυγχάνων.

τοῦτο δ’ οὖν ἐν τοῖς μετὰ χεῖρας ὁμολογεῖ δι’ ὧν φησι ‟πρὸ τοῦ ὄρη ἑδρασθῆναι, καὶ, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.” ἔνθεν αὐτὸν υἱὸν μονογενῆ καὶ πρωτότοκον τοῦ θεοῦ λόγον ἀναγο- ρεύομεν τὸν αὐτὸν ὄντα τῇ δηλουμένη σοφίᾳ. ὅπως δὲ γέννημα θεοῦ αὐτὸν εἶναι φαμὲν ἰδίας ἂν δέοιτο ἐξετάσεως, ἐπεὶ μήτε κατὰ προβολὴν μήτε κατὰ διάστασιν, ἢ διαίρεσιν, ἢ μείωσιν, ἢ τομὴν, ἢ κατά τι ὅλως τῶν ἐπὶ τῆς θνητῆς γενέσεως ἐπιτελουμένων, τὴν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ἐπινοοῦμεν.

οὐδὲ γὰρ θέμις τῶν ἐν γεννητοῖς τισι τὴν ἄρρητον καὶ ἀκατωνόμαστον αὐτοῦ γένεσίν τε καὶ οὐσίωσιν ἀφομοιοῦν, οὐδέ τινα τῶν ἐπικαίρων καὶ θνητῶν παραβάλλειν αὐτῷ εἰκόνα, ἐπεὶ μηδὲ κατὰ τὰς παρ’ ἡμῖν τῶν ζῴων γενέσεις οὐσίαν ἐξ οὐσίας κατὰ πάθος ἢ διαίρεσιν μεριστὴν καὶ χωριστὴν ἐκ τοῦ κατρὸς προεληλυθέναι τὸν υἱὸν φάναι ὅσιον.

ἀμερὲς γὰρ καὶ ἄτομον τὸ θεῖον, οὐ τεμνόμενον, οὐ διαιρούμενον, οὐκ ἐκτεινόμενον, οὐ μειούμενον, οὐ συστελλόμενον, οὐ μείζον’, οὐ χεῖρον, οὐ κρεῖττον αὑτοῦ γινόμενον, οὐκ ἔχον ὲν ἑαυτῷ ἕτερον τι αὐτοῦ, ἔνα καὶ πρόηται τοῦτο.

πὰν γὰρ τὸ ἔν τινι ὂν ἢ ὡς συμβεβηκὸς, οἶον λευκὸν ἐν σώματι, ἢ ὡς ἕτερον ἐν ἑτέρῳ τυγχάνει, ὡς τὸ ἐν τῆ κυοφορούσῃ κατὰ γαστρὸς κυοφορούμενον, ἢ ὡς μέρος ἐν τῷ ὅλῳ, ὡς ἂν ἐν σώματι χεὶρ ἢ ποὺς ἢ δάκτυλος τοῦ παντὸς ὄντα μέρη, ὣν ἀποκοπὴν ἤ τινα τομὴν ἢ διαίρεσιν πεπονθότων, ἀτελὲς καὶ κολοβὸν, ὡς ἂν τοῦ μέρους ἠκρωτηριασμένου, ἀπολέλειπται τὸ πᾶν.

ἀλλὰ γὰρ καὶ τὸ εἰκόνι τοιᾷδε καὶ ὁμοιώσει χρῆσθαι ἐπὶ τῆς ἀγεννήτου φύσεως τοὺ τῶν ὅλων θεοῦ, καὶ τῆς τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου γενέσεως, πάντων ἂν εἴη ἀσεβέστατον.

οὐ τοίνυν ὡς ἕτερον ἐν ἑτέρῳ ἐξ ἀπείρων καὶ ἀνάρχων αἰώνων ἢν ὁ υἱὸς ἀγέννητος ἐν τῷ πατρὶ, μέρος ὢν αὐτοῦ, ὃ μεταβληθὲν ὕστερον καὶ κενωθὲν ἐκτὸς αὐτοῦ γέγονε· τροπῇ yἀρ ἤδη τοῦτο οἰκεῖον. Καὶ δύο γ’ἄν οὕτως ἀγέννητα Εἶεν, τὸ προβεβληκὸς καὶ τὸ πρπβεβλημένον. Καὶ τίς ἦν κατάστασις κρείττων; ἆρα ἡ πρὸ τῆς τροπῆς τῆς κατὰ τὴν προβολήν διαστάσεως;; οὔκουν ὡς Μέρος ἤ μέλος ἀγεννήτως ἡνωμένον ἀεὶ πρότερον, ἔπειτα δὲ διαστὰν καὶ χωρὶς γενόμενον τοῦ ὅλου, τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς οἶόν τε ἐινοεῖν.

ἄρρητα γὰρ καὶ ἄντικρυς ἀσεβῆ ταῦτα, ὕλης μὲν ὄντα σωμάτων οἰκεῖα, τῆς δὲ ἀσωμάτου καὶ ἀΰλου φύσεως ἀλλότρια. Διὸ κατὰ καιρὸν εἰκότως ἄν τις ἐνταῦθα Πάλιντὸ “τὴν γενεσιν αὐτοῦ τίς διηγήσεται;ἀνφθέγξαιτο ἄν.

ἐπειδὴ καὶ τὴν ἐναντίαν ἐλθεῖν οὐκ ἀκίνδυνον, καὶ ἁπλῶς οὕτως ἐξ οὐκ ὄντων γεννητὸν Τὸν υἱὸν τοῖς λοιποῖς γεννητοῖς ὁμοίως ἀποφήνασθαι. ἄλλη γὰρ υἱοῦ γένεσις καὶ ἄλλη ἡ διὰ τοῦ υἱοὺ δημιουργία.

ἀλλὰ γὰρ ὥσπερ ἡ θεία γραφὴ τοτὲ Μὲν πρωτότοκον πάσης κτίσεως τὸν υἱὸν ἀναγορεύει ἐξ αὐτοῦ πρωσώπου, τὸ “ κὐριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοὺ” φάσκουσα, τοτὲ δὲ γέννημα τοῦ παρτὸς εἶναι λέγει κατὰ τὸ “ πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,”

Ταύτῃ καὶ ἡμῖν ἕπεσθαι ὑγιῶς ἄν ἔχοι, καὶ τὸ πρὸ πάντων αἰώνων εἶναι λόγον ὄντα θεοῦ δημιουγικὸν καὶ τὸ πατρὶ συνεῖναι, μονγενῆ τε υἱὸν εἶναι τοῦ τῶν ὅλων θεοῦ, ὑπουργόν τε καὶ συνεφγὸν τῷ πατὶ τῆς τῶν ὅλων οὐσιώσεώς τε καὶ διακοσμήσεως γεγεννημένον ὁμολογεῖν.

Εἰ γὰρ οὖν καὶ ἄλλο τι ἄρρητον καὶ ἀκατάληπτον ἡμῖν ἐν τῇ τῶν ὅλων ἀπολέλειπται φύσει, μυρία δὲ τὰ τοιαῦτα, ὅποῖα καὶ τὰ τοῖς θεοφιλέσιν ἐπηγγελμένα τυγχάνει, “ἅ ὀφθαλμὸς οὐκ εἶδεν καῖ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,” κατὰ τὸν ἱερὸν ἀπόστολον, πολὺ πρότερον πάσης ἐννοίας ἐπέκεινα, ἄρρητα καὶ ἀκατωνόμαστα, ἀνεπινόητά τε καὶ ἀνενθύμητα γένοιτο ἂν τὰ περὶ τῆς πρώτης τοι μονογενοῦς τοῦ θεοῦ γενέσεως, ἄλλο μηδὲν πλέον ἐχόντων ἡμῶν περὶ αὐτοῦ λέγειν τε καὶ νοεῖν, ἢ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; εἰ δέ τις τούτου περαιτέρω χωρῶν τόλμῃ προαχθείη τὰ πάντη ἀπερινόητα ὁρατικοῖς καὶ σωματικοῖς παραβάλλειν ὑποδείγμασι, τάχα ἂν εἴποι τῆς τοῦ πατρὸς ἀγεννήτου φύσεως καὶ τῆς ἀνεκφράστου οὐσίας, ὥσπερ εὐωδίαν τινὰ καὶ φωτὸς αὐγὴν, τὸν υἱὸν ἐξ ἀπείρων αἰώνων, μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑποστῆναι, γενόμενόν τε συνεῖναι, καὶ συγγενόμενον ἀεὶ τῷ πατρὶ ὡς τῷ μύρῳ τὸ εὐῶδες καὶ τῷ φωτὶ τὴν αὐγὴν, ἀλλ’ οὐ τοῖς ὑποδείγμασι κατὰ πάντα τρόπον ὁμοίως, ὥσπερ οὖν ἤδη πρότερον εἴρηται.

τὰ μὲν γὰρ ἄψυχα σώματα τὸ συμβεβηκὸς ἐν ποιότησι κέκτηνται· ἥ τε γὰρ αὐγὴ σύμφυτος οὖσα τῇ τοῦ φωτὸς φύσει καὶ οὐσιωδῶς συνυπάρχουσα τῷ φωτὶ, οὐκ ἂν δύναιτο ἐκτὸς ὑφεστάναι τοῦ ἐν ᾧ ἐστιν· ὁ δέ γε τοῦ θεοῦ λόγος καθ’ ἑαυτὸν οὐσίωταί τε καὶ ὑφέστηκε, καὶ οὐκ ἀγεννήτως συνυπάρχει τῷ πατρὶ, ἀλλ’ ὡς μονογενὴς υἱὸς μόνος πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένος, ἥ τε εὐωδία ἀπορροή τις οὖσα σωματικὴ τοῦ ὑποκειμένου, καὶ οὐ καθ’ ἑαυτὴν ἐκτὸς τοῦ πρώτου αἰτίου τὸ πλησιάζον πληροῦσα, οὐδὲν ἧττον σωματικὴ οὖσα καὶ αὐτὴ τυγχάνει.

οὐ ταύτῃ οὖν ἡμῖν νοηθήσεται καὶ τὰ περὶ τῆς πρώτης οὐσιώσεως τοῦ σωτὴρος ἡμῶν. οὐδὲ γὰρ ἐξ οὐσίας τῆς ἀγεννήτου κατά τι πάθος ἤ διαίρεσιν οὐσιωμένος, οὐδέ γε ἀνάρχως συνυφέστηκε τῷ πατρὶ, ἐπεὶ ὁ μὲν ἀγέννητος, ὁ δὲ γεννητὸς, καὶ ὁ μὲν πατὴρ, ὁ δὲ υἱός. προυπάρχειν δὲ καὶ προυφεστάναι πατέρα υἱοῦ πᾶς ὅστις οὖν ἂν ὁμολογήσειεν.

εἴη δ’ ἂν ταύτῃ καὶ εἰκὼν θεοῦ, ἀρρήτως πάλιν καὶ ἀνεπιλογίστως ἡμῖν, ζῶντος θεοῦ ζῶσά τις καὶ καθ’ αὑτὴν ὑφεστῶσα ἀΰλως καὶ ἀσωμάτως καὶ τοῦ ἐναντίου παντὸς ἀμιγῶς, ἀλλ’ οὐχ οἵα τις πάλιν ἡ παρ’ ἡμῖν εἰκὼν, ἕτερον μὲν ἔχουσα τὸ κατ’ οὐσίαν ὑποκείμενον, ἕτερον δὲ τὸ εἶδος, ἀλλ’ ὅλον αὐτὸ εἶδος ὢν, καὶ αὐτοουσίᾳ τῷ πατρὶ ἀφομοιούμενος, οὕτω δὲ καὶ ζωτικωτάτη τοῦ πατρὸς εὐωδία τυγχάνει, ἀρρήτως ἡμῖν πάλιν καὶ ἀνεπιλογίστως.

ἐπεὶ καὶ πάντα, ὅσα ἐστὶ περὶ αὐτὸν ἀληθῆ, ἄρρητα ἂν εἴη ἀνθρώπων φωναῖς, καὶ λογισμοῖς σμοῖς θνητῶν ἀνεπιλόγιστα κατὰ τὸν ἀκριβῆ λόγον. ἀλλὰ γὰρ ὡς ἡμῖν ἀκούειν φίλον, τοιώσδε καὶ τὰ λόγια παιδεύει.

ἢ οὐχὶ καὶ Χριστοῦ εὐωδίαν αὐτὸς ἑαυτὸν καὶ τοὺς αὑτῷ παραπλησίους ὁ ἱερὸς ἀπόστολος προσεῖπεν, διὰ τὴν τοῦ Χριστοῦ πνεύματος μετοχὴν, μύρον τε ἐκκενωθὲν ὁ οὐράνιος νυμφίος ἐν τοῖς Ἄισμασιν ἀνηγόρευται; διὸ τῆς αὐτοῦ ἐκκενώσεως τὰ πάντα ὁρατά τε καὶ ἀόρατα, σώματά τε καὶ ἀσώματα, λογικά τε καὶ ἄλογα μετασχόντα, ἀναλόγως κατηξίωται μετουσίας, καὶ τῆς τοῦ θείου λόγου μετείληφε κοινωνίας.

ταύτης γε τῆς ἐνθέου πνοῆς τὴν ἀντίληψιν τοῖς τὰς λογικὰς αἰσθήσεις μὴ πεπηρωμένοις ὁ σύμπας ἀποδίδωσι κόσμος, ὡς τὰ τῇ φύσει γεώδη καὶ φθαρτὰ σώματα τῆς ἀύλου καὶ ἀκηράτου εὐωδίας ἀποπνεῖν, πηγάζοντος μὲν ἄνωθεν τοῦ τῶν ὅλων θεοῦ, ὃς τοῦ μονογενοῦς αὐτοῦ λόγου πατὴρ ὢν αὐτὸς ἂν εἴη τὸ πρῶτον καὶ κύριον καὶ μόνον ἀληθῶς ἀγαθὸν, ἀγαθοῦ γεννητικὸν, δευτερεύοντος δὲ, καὶ ὡς ἂν ἀπὸ πρώτης καὶ ἡγουμένης οὐσίας ἐπιχορηγουμένου τοῦ υἱοῦ, ὃς καὶ μόνος τῆς πατρικῆς οὐσίας εὐωδία τις ἡμῖν ἀνείρηται δουλεύουσι λογίῳ παιδεύοντι περὶ αὐτοῦ, ὅτι δὴ ῾ ἀτμίς ἐστι τῆς τοῦ θεοῦ δυνάμεως, καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινὴς, καὶ ἀπαύγασμα φωτὸς ἀι·δίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.”
Πλὴν ἀλλὰ ταῦτα ὅπη ἄν τις καὶ θέλοι, ταύτῃ τιθέσθω· ἡμῖν δὲ ἐξαρκεῖ τὸ ἀληθὲς ἐκεῖνο καὶ εὐσεβὲς αὖθις ἐπαναλαμβάνειν ῥῆμα, δι’ οὗ καὶ τὴν λύσιν ἐπιθήσομεν τοῖς ἐζητημένοις, πολλάκις ἤδη ἐπειπόντες “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;” ἀνέφικτος γὰρ ὡς ἀληθῶς, καὶ οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ταῖς πάσης ἐπέκεινα οὐσίας δυνάμεσιν, ἡ τοῦ μονογενοῦς τοῦ θεοῦ τυγχάνει γένεσις, ὥσπερ οὖν καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν τοὺς οἰκείους μαθητὰς αὐτὰ δὴ ταῦτα μυσταγωγῶν ‟οὐδεὶς ἔγνω φησὶ) τὸν πατέρα εἰ μὴ ὁ υἱός.”

ᾧ καὶ ἐπιλέγει ‟καὶ οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ.” ἀγνώστου τοίνυν ὁμοίως τῆς τε περὶ τοῦ πατρὸς καὶ τῆς περὶ τοῦ υἱοῦ θεολογίας τοῖς πᾶσι πλὴν αὐτοῖς τυγχανούσης, ὡς ἐν ἀπορρήτοις ἐν ταῖς παρατεθείσαις τοῦ Σολομῶνος λέξεσι τῆς Σοφίας ἀκουστέον λεγούσης ‟πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.”

ἔτι δέ φησι συμπαρεῖναι τῷ πατρὶ τὸν οὐρανὸν κατασκευάζοντι· ‟ἡνίκα γοῦν ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ.” καὶ τὸ ἐξ ἀπείρων δὲ αἰώνων ἀίδιον τῆς σὺν πατρὶ διαμονῆς ἐμφαίνει, οἷς ἐπιλέγει ‟ἤμην παρ’ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ἑ προσέχαιρε, καθ’ ἡμέραν δὲ προσώπῳ αὐτοῦ προσέχαιρον.”

καὶ ἀβύσσους δὲ καὶ πηγὰς ὑδάτων, ὄρη τε καὶ βουνοὺς, καὶ ὅσα ἄλλα κατὰ τὸν τόπον κοινοῖς ῥήμασιν οἷς ἐπωνόμασται, ἤτοι περὶ τῆς τοῦ κόσμου συστάσεως ἐκ μέρους τὸ πᾶν δηλοῦντος ἀκουστέον, ἢ τροπικώτερον ἐκληπτέον, ταῦτα μεταφέροντα τὰ σημαινόμενα ἐπὶ νοητὰς οὐσίας καὶ θείας δυνάμεις, ὧν πάντων πρωτότοκος Σοφία καὶ μονογενὴς καὶ πρωτόγονος τοῦ θεοῦ προϋπέστη λόγος, ὅντινα Χριστὸν ἡμεῖς προσαγορεύομεν, διδασκάλῳ μαθητευόμενοι τῷ ἀποστόλῳ λέγοντι ‟Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.” κέκληται δὲ ἐνταῦθα τῷ τῆς σοφίας εἰκότως προσρήματι, ὡς τοῦ μόνου σοφοῦ πατρὸς τὰς πανσόφους καὶ ἐπιστημονικὰς τῶν ὅλων θεωρίας τε . . . . .
* * * * * * * * * * * * * * * * * * * * ἐν δὲ τῷ δευτέρῳ σκήπτρῳ βασιλικῷ τιμᾷ, ἐν δὲ τῷ τρίτῳ τὴν κατ’ ἀρετὴν αὐτῷ τελείωσιν μαρτυρεῖ. εἶτ’ ἐπὶ τούτοις αὐτὸν δὴ τοῦτον τὸν θεὸν καὶ βασιλέα κεχρῖσθαι πρὸς τοῦ ἀνωτάτου διδάσκει θεοῦ, καὶ ταύτῃ γε Χριστὸν γεγονέναι. τί γὰρ ἂν καὶ ὀνομάσαιτό τις τὸν μὴ ὑπ’ ἀνθρώπων μὲν, ὑπ’ αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων θεοῦ κεχρισμένον; ἐπὶ τούτῳ γοῦν φησὶν ‟ ὦ θεὲ, (πρὸς τὸν χρισθέντα ἀποτεινόμενος) ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο γὰρ ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου·”

ὡσεὶ ἔλεγεν, ὁ ἐπὶ πάντων θεὸς ἔχρισέ σε ἔλαιον ἄγαλλιάσεως παρὰ τοὺς μετόχους σου. ὥστε οὐδὲ κοινὸν καὶ γεῶδες τὸ δηλούμενον τοῦτο χρῖσμα ἦν οὐδὲ ὅμοιον τῷ παρὰ Μωσεῖ νενομοθετημένῳ καὶ φθαρτῆς ἐξ ὕλης κατεσκευασμένῳ, ᾧ φίλον ἦν τοὺς παλαιοὺς Ἑβραίων ἱερέας καὶ βασιλέας χρίεσθαι.

ἔνθεν ἡμῖν εἰκότως καὶ θεὸς ὁμοῦ καὶ Χριστὸς ἀνηγόρευται, ὡς ἂν μόνος, μὴ δι’ ἀνθρώπων, μηδ’ ἐξ ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ τῶν ὅλων ποιητοῦ, τῆς ἐνθέου χαρᾶς καὶ ἀγαλλιάσεως ἀσωμάτῳ καὶ θεοπρεπεῖ χρίσματι κεχρισμένος.

διόπερ ἐνδίκως μόνος, ἀκάκως μόνος, ἀγαθῶς καὶ κυρίως παρὰ τοὺς ὀνομαζομένους αὐτοῦ μετόχους, Χριστὸς ἂν ἀναγορευθείη. οἱ μέτοχοι δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ οἶ οἷοί τε λέγειν ‘‘μέτοχοι γὰρ γεγόναμεν Χριστοῦ; περὶ ὧν εἴρηται ‟μὴ ἅπτεσθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

καὶ δὴ πεφηνότος διὰ τούτων σαφῶς τοῦ Χριστοῦ ἀγαπητοῦ καὶ θεοῦ καὶ βασιλέως, ὥρα σε ζητεῖν, ὁ τηλικοῦτος πῶς ἐχθροὺς ἔχειν λέγεται, καὶ τίνας καὶ δι’ ἢν αἰτίαν, καθ’ ὧν τὰ ἑαυτοῦ βέλη καὶ τὴν ἑαυτοῦ ῥομφαίαν ἠκονήσατο, ὅπως τε οὐ δι’ ὁπλιτικῆς παρατάξεως, ἀλλ’ ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης μυρίους ὑπηγάγετο ἑαυτῷ λαούς.

ζητοῦντα δὲ ἀκριβῶς ταῦτα καλῶς ἂν ἔχοι μεταφέρειν αὐτὰ ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἀνατρέχοντα ἐπὶ τὰ διεξωδευμένα περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου, καθ’ ἣν τὰς ἐχθρὰς καὶ ἀοράτους δυνάμεις τῶν μοχθηρῶν καὶ λυμαντικῶν δαιμόνων τῶν τε πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων τροπωσάμενος, μυρίους ὅσους ἑαυτῷ λαοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν συνεστήσατο· ὃν καὶ Χριστὸν ἀληθῆ προσήκοι ἂν τοῦ θεοῦ ἐντεῦθεν ἀναγορεύειν, οὐ κοινῷ μὲν ἐλαίῳ τοῖς πάλαι συνήθως χρισθέντα, οὔτε οὖν ἱστορεῖταί τι περὶ αὐτοῦ τοιοῦτον, κρείττονι δὲ καὶ ἐνθέῳ χρίσματι, παρ’ ὃ δὴ καὶ διὰ Ἠσαίου φησὶ ‟πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.”

ὅθεν καὶ μᾶλλον ἀπάντων τῶν πώποτε παρ’ Ἑβραίοις σωματικώτερον χρισθέντων μόνος ἀνὰ πᾶσαν τὴν οἰκουμένην Χριστὸς παρὰ τοῖς πᾶσι βεβόηται, καὶ τῆς ἐξ αὐτοῦ Χριστιανῶν προσηγορίας τὴν σύμπασαν ἔπλησεν οἰκουμένην. ὅπως δὲ φαμὲν αὐτὸν κεχρῖσθαι καὶ τί τὸ χρῖσμα καὶ τίς ὁ τῆς χρίσεως τρόπος αὐταρκῶς ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν.

τούτου δὲ ἐν τοῖς χείλεσι καὶ ἐν τῇ διδασκαλίᾳ τοσαύτη κατεχύθη χάρις, ὡς ἐν ὀλίγῳ πάντα τόπον ἐμπλῆσαι τῆς πρὸς αὐτοῦ καταγγελθείσης εὐσεβείας ὥστε ἤδη ἐν πᾶσιν ἔθνεσι παρὰ τοῖς τὴν διδασκαλίαν αὐτοῦ μετιοῦσιν, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ, καὶ βασιλέως καὶ θεοῦ δόξαν περιβεβλῆσθαι, καὶ παρὰ πᾶσιν ἀνθρώποις Χριστὸν ἀναγορεύεσθαι.

πρόδηλοι δὲ καὶ οἶ ἐχθροὶ, οὐ μόνον οἱ πρὶν γεγονότες αὐτοῦ, ἀλλὰ καὶ οἱ ἀεὶ προσπολεμοῦντες αὐτοῦ τῷ λόγῳ, εἴτε ἐν ἀνθρώποις εἴτε καὶ ἐν ἀοράτοις δυνάμεσιν, οὓς ἀοράτῳ καὶ λεληθυίᾳ δυνάμει πάντοτε καθαιρῶν ἐξ ἁπάντων τόν ἐθνῶν παντοίους ἑαυτῷ λαοὺς ὑποχειρίους πεποίηται.

τὰ δὲ ἐξῆς ἐν τῷ Ψαλμῷ “σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου,” τά τε ἐπὶ τούτοις, ὡς περὶ βασιλίδος δηλούμενα καὶ θυγατρὸς τὸν πατρῷον οἶκον ἀπολιπούσης, καὶ τῷ προδηλωθέντι Χριστῷ καὶ βασιλεῖ καὶ θεῷ νυμφευθείσης, κόριόν τε αὐτὸν ἀναγορευούσης, ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, τὴν πατρῴαν καὶ δαιμονικὴν ἀποστραφεῖσαν πλάνην, καθηραμένην τε καὶ τῇ τοῦ θείου λόγου κοινωνίᾳ καθαρμοσαμένην, ἀναφέροιτ’ ἂν τῆς προσηκούσης τυγχάνοντα κατὰ σχολὴν ἑρμηνείας.

‟Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιῶν, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε. ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.”

Κύριος ἐκ δεξιῶν σου. τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν πρωτότοκον πάσης κτίσεως θεοῦ λόγον, τὴν πρὸ αἰῶνος σοφίαν, τὴν ἀρχὴν τῶν ὁδῶν τοῦ θεοῦ, τὸ πρωτότοκον καὶ μονογενὲς τοῦ πατρὸς γέννημα, τὸν τῇ τοῦ Χριστοῦ τιμώμενον προσηγορίᾳ, καὶ ὁ παρὼν Ψαλμὸς κύριον ἀποκαλεῖ, διδάσκων αὐτὸν εἶναι σύνθρονον ὁμοῦ καὶ υἱὸν τοῦ ἐπὶ πάντων θεοῦ τε καὶ κυρίου τῶν ὅλων, αἰώνιόν τε τοῦ πατρὸς ἱερέα.

πρῶτον δὴ οὑν ἐπίστησον ὡς ἤδη τοῦτο δεύτερον γέννημα θεοῦ προσηγόρευται. καὶ ἐπεὶ θεοῦ γε πνεύματι τὰ τῆς προφητείας ἡμῖν εἰρῆσθαι πεπίστευται, ὅρα εἰ μὴ αὐτὸ δὴ τὸ ἐν τῷ προφήτῃ πνεῦμα ἅγιον ἑαυτοῦ κύριον δεύτερον μετὰ τὸν τῶν ὅλων ἀναγορεύει. ‟εἶπε γὰρ φησὶν) ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου.” τὸν πρῶτον κύριον, ὡς ἂν καθόλου τῶν ἁπάντων δεσπότην, Ἑβραῖοι ἀνεκφωνήτῳ προσρήσει τῇ διὰ τῶν τεσσάρων στοιχείων ἀνηγόρευον· τὸν δὲ δεύτερον οὐκέθ’ ὁμοίως, ἰδίως δ’ αὐτὸν κύριον ὠνόμαζον.

εἰκότως οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ἐρόμενός ποτε τοὺς Φαρισαίους ‟τί ὑμῖν περὶ τοῦ Χριστοῦ δοκεῖ; τίνος ἐστὶν υἱός;” εἰπόντων “τοῦ Δαβίδ” ἐπιλέγει ‟πῶς οὖν Δαβίδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων, εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιόν μου;” μονονουχὶ ἑρμηνεύων τὴν λέξιν, ὡς οὐ μόνον τοὐ Δαβίδ κύριον αὐτὸν ἀναγορεύουσαν, ἀλλὰ γὰρ καὶ τοῦ ἐν τῷ προφήτη πνεύματος.

εἰ δὲ τὸ πνεῦμα τὸ προφητικὸν, τοῦτο δ’ ἡμῖν εἶναι πεπίστευται τὸ ἅγιον πνεῦμα, ὁμολογεῖ τοῦτον εἶναι κύριον, ὃν σύνθρονον εἶναι τοῦ πατρὸς ἐκδιδάσκει, καὶ οὐκ ἀπολύτως, ἀλλὰ καὶ ἑαυτοῦ κύριον, κατὰ πολὺ πλέον καὶ μᾶλλον τοῦτ’ ἂν εἴποιεν αἱ μετὰ τὸ ἅγιον πνεῦμα λογικαὶ δυνάμεις, ἥ τε σύμπασα ὁρωμένη τε ἐν σώμασι καὶ ἐν ἀσωμάτοις ἑστῶσα δημιουργία, ἧς ἁπάσης εἰκότως ἂν καταδειχθείη κύριος ὁ μόνος τοῦ πατρὸς σύνθρονος, δι’ οὗ τὰ σύμπαντα ἐγένετο, ὅτι δὴ κατὰ τὸν θαυμάσιον ἀπόστολον ‟ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα.”

μόνον γοῦν εἰκὸς αὐτὸν τῆς τοῦ πατρὸς ὁμοιώσεως ἔχειν κῦρος, ὡς ἂν καὶ μόνον σύνθρονον τοῦ πατρὸς ἀναδεδειγμένον. πρόδηλον οὖν ὅτι οὐδενὶ τῶν γεννητῶν θέμις τῶν δεξιῶν λαχεῖν τῆς παντοκρατορικῆς ἀρχῆς τε καὶ βασιλείας, εἰ μὴ ἄρα ἐνὶ μόνῳ τῷ διὰ τῶν προκειμένων ποικίλως θεολογουμένῳ.

ἐπίστησον οὖν ὡς πρὸς ἴνα καὶ τὸν αὐτὸν ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων κύριος καὶ τὴν “κάθου ἐκ δεξιῶν μου δωρεῖται φωνὴν, καὶ τὴν ‟πρὸ ἑωσφόρου γεγέννηκά σε,” μεθ’ ὅρκου δὲ διαβεβαιώσεως ἄσειστον καὶ ἀπαράβατον αὐτῷ τὴν τιμὴν τῆς εἰς ἄπειρον αἰῶνα διαρκοῦς ἱερωσύνης παραδίδωσιν ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.”

τίς δ’ ἂν ἐπινοοῖτο, οὔτι δὴ θνητὸς ἀνὴρ, ἀλλὰ οὐδὲ τῆς ἀγγελικῆς φύσεως, ὑπὸ θεοῦ μὲν γεγενημένος, εἰς αἰῶνα δὲ ἱερωμένος, ἢ μόνος ὁ καὶ ἐν τοῖς πρόσθεν εἰπὼν ‘‘κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με;” καὶ πρόσσχες δὲ ἐπιμελῶς τὸν νοῦν ἐπιστήσας τῷ τε παρόντι Ψαλμῷ καὶ ταῖς ἐν τῷ πρὸ τούτου παρατεθείσαις φωναῖς.

ἐν μὲν γὰρ τούτῳ ὁ ἀνωτάτω θεὸς σύνθρονον τὸν δεύτερον καὶ ἡμῶν κύριον ἑαυτοῦ καθίστησι λέγων ‟κάθου ἐκ δεξιῶν μου·” ἐν δὲ τῷ πρὸ τούτου τὸν θρόνον εἰς αἰῶνα αἰῶνος διαμένειν ὁ λόγος ἔφησεν, ὁμοῦ θεὸν αὐτὸν ἀναγορεύων δι’ ὧνφησιν ‟ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.”

πάλιν ἐν μὲν τῷ μετὰ χεῖρας ‟ῥάβδον” φησὶν ‟δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών·” ἐν δ’ ἐκείνῳ ‟ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.” καὶ αὖθις ὁ μὲν παρών φησιν ‟κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου·” ὁ δὲ πρόσθεν τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.” οὐκοῦν καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ δηλουμένου ἐν ἀμφοτέροις συνᾴδει.

τίς δῆτα οὖν ὀφθαλμοῖς ὁρῶν ἐν μέσαις ταῖς πόλεσιν ἔν τε κώμαις καὶ χώραις καθ’ ὅλης τε τῆς οἰκουμένης ἀνθούσας τὰς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας, τούς τε πρὸς αὐτοῦ κυριευομένους λαοὺς, καὶ μυρίανδρα πλήθη τῶν αὐτῷ καθω- σιωμένων πανταχόθεν ὑπὸ τῶν ὁρωμένων τε ἐν ἀν- θρώποις ἀοράτων τε καὶ ἀφανῶν ἐχθρῶν καὶ πολε- μίων τῆς τοῦ Χριστοῦ διδασκαλίας κυκλούμενα, οὐκ ἂν θαυμάσειε τὸν παρόντα χρησμὸν εἰς πρόσωπον ἀωαφωνηθέντα τοῦ θεσπιζομένου, τὸ “κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.”

Καὶ ἐπειδήπερ ἐν τῷ πρόσθεν “κεχρῖσθαι τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου,” ἱερέων δερέων δὲ οἰκεῖον ἦν παρ’ ‘Εβραί- Οις τὸ χρίεσθαι, εἰκότως ὁ μετὰ χεῖρας ἤδη λευκότεΡον ἱερέα αὐτὸν ἐπιφημίςει, πλείονα προτιθεὶς περὶ Αὐτοῦ διδασκαλίαν, δι’ ἦς μόνον αὐτὸν παρὰ τοὺς Πώποτε αἰώνιον ἱερέα εἶναι παιδευει, ὅπερ οὐδεμιᾷ ἀνθρώπου φύσει δυνατὸν ἐφαρμόζειν.

Κατἀ τὴν τάξιν Μελχισεδὲκ ἱερᾶσθαί φησιν αὐτὸν, πρὸς ἀντιδιαστολὴν τοῦ κατὰ τὴν Μωςέως δεάταξιν ἱερέως, ἤτοι τοῦ’ Ααρὼν, ἢ καί τινος τῶν ἐξ ἐκείνου, ὦν ἕκαστος μὴ ὢν πρότερον ἱερεὺς, ὕστερόν ποτε δι’ ἀνθρώπων ἀλοιφῇ τινι σκευαστῇ κριόμενος, ὡς ἐν τύποις εἰπεῖν καὶ συμβόλοις, σκιώδης τις καὶ εἰκονικὸς Χριστὸς ἀπετελεῖτο, ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπε- τελεῖτο, ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπε- τίθετο τὴν ἱερςςύνην, καὶ παρὰ μὲν τῷ Ἰουδαίων μόνῳ ἱερᾶτο λαῷ, οὐ μὴν καὶ παρὰ τοῖς ἄλλοις ἔθνε- σιν· ἀλλὰ οὐδὲ μεθ’ ὁρκωμοςίας θεοῦ ἐπὶ τὴν λει- τουργίαω παρῄει, κρίσει δὲ ἀνθρώπων τιμώμενος, ὡς καί ποτε μὴ ἄξιον εὑρίσκεσθαι ἐν αὐτοῖς τῆς τοῦ θεοῦ θεραπείας, οἶος ἀναγέγραπται ὁ Ἠλεί.

ἔτι πρὸς τούτοις ὁ παλαιὸς ἐκεῖνος ἱερεὺς ὁ κατὰ τὴν Μωςέως διάταξιν ἐκ μόνης ἐκεῖνος ἰερεὺς ὁ κατὰ τὴν Μωςέως διάταξιν ὁ παλαιὸς ἐκεῖνος ἱερεὺς ὁ κατὰ τὴν Μωςέως διάταξιν ἐκ μόνης ἐκρίνετο ρυλῆς τῆς Λευί· ἔδει δὲ ἐξ ἅπαντος καὶ τὸ γένος ἐκ τῆς τοῦ Ἀαρὼν διαδοχῆς αὐτὸν φέρειν, θύμαςί τε ζῴων ἀλόγων καὶ αἅμασι σωματικῇ γε λατρείᾳ θεραπεύειν τὸ θεῖον· ὁ δὲ Μελχισεδὲκ ὠνομασμένος, ὃ μεταλαμβάνεται εἰς τὴν Ελλάδα φωνὴν βασιλεὺς δικαιοσύνης, ἔπειτα βασιλεὺς Σαλὴμ, ὃ καὶ αὐτὸ ἂν εἴη ‟βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, οὐκ ἔχων κατὰ τὴν ἱστορίαν οὐκ ἀρχὴν ἡμερῶν, οὐ ζωῆς τέλος,” ἀλλ’ οὐδὲ κοινόν τι φέρων πρὸς τὸν τῆς τοῦ Ἀαρὼν ἱερωσύνης τρόπον.

οὔτε γὰρ ὑπ’ ἀνθρώπων ᾕρητο, οὐκ ἐλαίῳ σκευαστῷ κέχριστο, οὐ γένος ἢν τῶν μηδὲ φανέντων πω· καὶ τὸ πάντων γε παραδοξότατον, ὅτι μηδὲ τὴν σάρκα περιτέτμητο, καὶ ὅμως τὸν Ἀβραὰμ εὐλογεῖ, ὡς ἂν πολὺ κρείττων αὐτοῦ τυγχάνων, ἀλλὰ οὐδὲ θυσίαις καὶ σπονδαῖς τῷ ὑψίστῳ ἱερᾶτο θεῷ, οὐδὲ μὴν παρὰ τῷ ἐν Ἱερουσαλὴμ ναῷ τὴν λειτουργίαν ἐξετέλει.

πῶς γὰρ τῷ μηδὲ ὄντι; εἰκότως οὖν 5 ἐπεὶ καὶ τῷ ἡμετέρῳ σωτῆρι τῷ Χριστῷ οὐδὲν μὲν τῷ Ἀαρὼν ἐμφερὲς ἔμελλεν συμβήσεσθαι, οὔτε γὰρ μὴ ὢν πρότερον ὕστερόν ποτε ἱερεὺς ἀναδέδεικται, καὶ ἱερεὺς οὐ γενόμενος, ἀλλὰ ὤν. προσεκτέον γὰρ ἐπιμελῶς τῷ ‟σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.” οὐ γὰρ ἔσῃ, φησὶ, μὴ ὢν πάλαι, ἀλλ’ οὐδ’ ἦσθα μὲν πάλαι, νῦν δὲ οὒ, ἀλλὰ παρὰ τοῦ φήσαντος ‟ἐγώ εἰμι ὁ ὢν” σὺ εἶ καὶ ἱερεὺς εἰς τὸν αἰῶνα διαμένεις.

ἐπεὶ οὖν οὔτε ἀπὸ χρόνου τῆς ἱερωσύνης ἀπήρξατο οὔτε ἐκ φυλῆς τῶν ἱερωμένων ὁ Χριστὸς, οὐδὲ διὰ σκευαστοῦ καὶ σωματικοῦ ἐλαίου κέχριστο, οὐδὲ τέλος ἕξειν ἔμελλε τῆς ἱερωσύνης, οὐδὲ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσιν ἔθνεσι καταστήσεσθαι, τούτων ἕνεκα πάντων εἰκότως αὐτὸν τῆς μὲν κατὰ τὸν τύπον Ἀαρὼν λειτουργίας ἀπαλλάττει, κατὰ τὴν τάξιν δὲ Μελχισεδὲκ ἱερέα φησὶν ἔσεσθαι.

καὶ τό γε ἀποτέλεσμα τοῦ χρησμοῦ θαυμάσιον συνορῶντι ὅπως ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τῷ τοῦ Μελχισεδὲκ τρόπῳ τὰ τῆς ἐν ἀνθρώποις ἱερουργίας εἰσέτι καὶ νῦν διὰ τῶν αὑτοῦ θεραπευτῶν ἐπιτελεῖ.

ὥσπερ γὰρ ἐκεῖνος ἱερεὺς ἐθνῶν τυγχάνων οὐδαμοῦ φαίνεται θυσίαις σωματικαῖς κεχρημένος, οἴνῳ δὲ μόνῳ καὶ ἄρτῳ τὸν Ἀβραὰμ εὐλογῶν, τὸν αὐτὸν δὴ τρόπον πρῶτος μὲν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἔπειτα οἶ ἐξ αὐτοῦ πάντες ἱερεῖς ἀνὰ πάντα τὰ ἔθνη τὴν πνευματικὴν ἐπιτελοῦντες κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς ἱερουργίαν, οἴνῳ καὶ ἄρτῳ τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος αἰνίττονται τὰ μυστήρια, τοῦ Μελχισεδὲκ ταῦτα πνεύματι θείῳ προτεθεωρηκότος, καὶ τῶν μελλόντων ταῖς εἰκόσι προκεχρημένου, ὡς ἡ Μώσεως γραφὴ μαρτυρεῖ λέγουσα “καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἢν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ εὐλόγησε τὸν Ἀβραάμ.”

εἰκότως οὖν καὶ μεθ’ ὅρκου παραλήψεως μόνῳ τῷ δηλουμένῳ ‘‘ὤμοσε κύριος ὁ θεὸς, καὶ οὐ μεταμεληθήσεται, σὺ εἶ, λέγων, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.”

ἐπάκουσον δὲ οἷα καὶ περὶ τῶνδε ὁ ἀπόστολός φησιν ‟ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς βασιλείας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἔνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἶς ἀδύνατον ψεύσασθαι θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ προκαταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.”

καὶ ἐπιφέρει λέγων ‟καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερευς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἄπο τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος.”

καὶ ἐπιλέγει ‟κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τῶν ἀγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, καὶ οὐκ ἄνθρωπος.” ταῦτα μὲν ὁ ἀπόστολος.

ὁ δὲ Ψαλμὸς ὑποβὰς καὶ τὸ πάθος ἐπικεκαλυμμένως τοῦ προφητευομένου δηλοῖ λέγων “ἐκ χειμάρρου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν.”

χείμαρρον δὲ τὸν καιρὸν τῶν πειρασμῶν καὶ ἄλλος δηλοῖ Ψαλμὸς λέγων ‟χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. ἐν τῷ χειμάρρῳ τοίνυν πίεται, φησὶ, τὸ ποτήριον δηλονότι, ὃ ᾐνίττετο πρὸς τῷ καιρῷ τοῦ πάθους, λέγων πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ.”

καὶ πάλιν ‟εἰ μὴ δυνατόν ἐστιν αὐτὸ παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.” τοῦτο δὴ οὖν ἐκπιὼν τὸ ποτήριον ὕψωσε κεφαλὴν, καὶ κατὰ τὸν ἀπόστολον “ἐπεὶ γὰρ γέγονεν ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο, φησὶν, ὑπερύψωσεν αὐτὸν ὁ θεὸς, ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. καὶ πάντα ὑπέταξε, φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ,” κατὰ τὴν πρὸς αὐτὸν ἐπαγγελίαν, ἣν διὰ τοῦ Ψαλμοῦ παρίστησι λέγων ‟κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.” πρόδηλον παντὶ ὡς ἔτι νῦν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις καὶ ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος ἐν μέσῳ τῶν ἐχθρῶν καὶ πολεμίων αὐτοῦ τῶν πεπιστευκότων εἰς αὐτὸν ἀπάντων κατακυριεύει.

‟Ἐγὼ κύριος ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς· ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην, ἐγὼ ἤγειρα τὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε κύριος Σαβαώθ.”

Τέως μὲν ταῦτα ὁ τῶν ὅλων ποιητὴς θεὸς περί τινος βασιλέως καὶ σωτῆρος μέλλοντος οἰκοδομεῖν τὸ τῆς εὐσεβείας πολίτευμα λυτρώσασθαί τε τὴν ἐπισυμβᾰσαν ἀνθρώποις ὑπὸ τῆς δαιμονικῆς πλάνης αἰχμαλωσίαν διὰ τοῦ προφήτου θεσπίζει· ἑξῆς δὲ τούτοις τὸ προφητικὸν πνεῦμα τὴν ὑποταγὴν τῶν ἀλλοφύλων ἐθνῶν αἰνίττεται, ἣν ὑποταγήσονται τῷ προφητευομένῳ, καὶ ὡς προσκυνήσουσιν αὐτῷ οἶα θεῷ οἶ ὑποταγησόμενοι, καὶ ὡς προσεύξονται ἐν αὐτῷ, διὰ τὸ μείζονα κατοικεἵν ἐν αὐτῷ θεὸν, τὸν ἀνωτάτω δηλαδὴ πατέρα καὶ θεὸν τῶν ὅλων.

τὰ δὲ τῆς λέξεως οὕτως ἔχει ‘‘οὕτω λέγει κύριος, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἶ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσι νέοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλήν ὅου. σὺ γὰρ εἶ θεὸς, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ. αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ.”

4, Ταῦτα μὲν ἡ προφητεία. οὐχ ἡγοῦμαι δὲ ἀντωπήσειν δύνασθαί τινα, κἂν σφόδρα ᾖ ἀγνώμων, τῷ προδήλῳ καὶ σαφεῖ τῆς λέξεως ἐναργῶς οὕτως εἰσαγούσης θεὸν τοῦ Ἰσραὴλ σωτῆρα καὶ ἕτερον ἐν αὐτῷ θεόν. ‟ προσκυνήσουσί σοι φησὶν) οἱ δίκαιοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλήν σου. σὺ γὰρ εἷ ὁ θεὸς καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἱσραὴλ σωτήρ.”

τὸ δὲ ‟ οὐκ ᾔδειμεν ” ἐκ προσώπου τῶν πρὶν αὐτὸν μὴ ἐπεγνωκότων παρὰ μόνοις τοῖς ἑβδομήκοντα εἰρημένον ἑτέρως εἶχε τὸ Ἑβραικὸν, ὃ μεταλαβὼν ὁ μὲν Ἀκύλας φησὶ ‟ θεὸς ἄρα ἰσχυρὸς ἀποκρυπτόμενος, θεὸς Ἰσραὴλ σώζων,”

ὁ δὲ Θεοδοτίων ‟ διὰ τοῦτο ἰσχυρὸς κρυφαῖος θεὸς σώζων. σφόδρα θαυμαστῶς κρυφαῖον θεὸν τὸν Χριστὸν ὀνομάζει, καὶ τὴν αἰτίαν δὲ, δι’ ἣν θεὸν αὐτὸν μόνον ὡς ἐν γεννητοῖς μετὰ τὸ πρῶτον καὶ ἀγέννητον ἀποκαλεῖ, σαφῶς ἐκδιδάσκει, τὴν τοῦ πατρὸς ἐν αὐτῷ κατοίκησιν. ‟ ἐν τούτῳ γὰρ κατὰ τὸν θεῖον ἀπόστολον) εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι.”

τοῦτο δηλοῖ φάσκουσα ἡ λέξις, ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλήν σου. ἀντὶ δὲ τοῦ “πλήν σου” ‟πλὴν αὐτοῦ” ὁ Θεοδοτίων πεποίηκεν, ἔν ᾖ ‟οὐκ ἔστι θεὸς πλὴν αὐτοῦ, δηλαδὴ τοῦ ἐν σοὶ θεοῦ δι’ ὃν καὶ σὺ τυγχάνεις ὢν θεός.” κατὰ δὲ τὸν Ἀκύλαν οὕτως ἔχει ‘πλὴν ἐν σοὶ ἰσχυρὸς, καὶ οὐκ ἔστιν ἔτι παρὰ σοὶ, θεὸς ἄρα ἰσχυρὸς καὶ ἀποκρυπτόμενος, θεὸς σώζων.” κατὰ δὲ τὸν Σύμμαχον “μόνον ἐν σοὶ θεὸς, καὶ οὐκ ἔστιν ἔτι οὐδ’ ὑπάρχει θεὸς, ὄντως σὺ θεὸς κρυφαῖος, θεὸς Ἰσραὴλ σώζων.”

δι’ ὧν τὸ αἴτιον τοῦ εἶναι θεὸν τὸν Χριστὸν τοῦ θεοῦ σαφῶς ὁ λόγος παρέστησεν.

ἐπεὶ γὰρ ἐν σοὶ, φησὶν, ἐστὶ θεὸς, διὰ τοῦτο σὺ θεὸς ἰσχυρὸς καὶ κρυφαῖος. οὐκοῦν διὰ τούτων ὁ μὲν ἀληθὴς καὶ μόνος θεὸς εἷς ἂν εἴη, μόνος κυρίως τυγχάνων τῆς προσηγορίας· ὁ δὲ δεύτερος μετουσίᾳ τοῦ ἀληθοῦς τῆς κοινωνίας ἠξίωται, οὔτε ὢν καθ’ ἑαυτὸν, οὔτε ὑφεστὼς δίχα τοῦ θεοποιοῦντος αὐτὸν πατρὸς, οὔτ’ ἄνευ τοῦ πατρὸς θεολογούμενος, ἀλλ’ ὅλον αὐτὸ τοῦτο ὤν τε καὶ ζῶν καὶ ὑφεστὼς διὰ τὸν ἐν αὐτῷ πατέρα, συνών τε τῷ πατρὶ καὶ ἐξ αὐτοῦ καὶ δι’ αὐτὸν θεοποιούμενος, τό τε εἶναι ὁμοῦ καὶ τὸ θεὸς εἶναι οὐκ ἐξ ἑαυτοῦ, παρὰ δὲ τοῦ πατρὸς ἐσχηκώς.

διὸ δὴ μετὰ τὸν πατέρα τιμᾶν καὶ αὐτὸν ὡς θεὸν ἐδιδάχθημεν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα θεὸν, ὥσπερ οὖν αἱ μετὰ χεῖρας περιέχουσι προφητεῖαι. ὡς γὰρ ἂν τιμηθείη βασιλέως εἰκὼν διὰ τὸν οὗ τοὺς χαρακτῆρας καὶ τὴν ὁμοίωσιν φέρει, τιμωμένης δὲ τῆς εἰκόνος καὶ τοῦ βασιλέως αὐτοῦ εἶς ἂν εἴη ὁ τιμώμενος καὶ οὐ δύο· οὐ γὰρ δύο βασιλεῖς, ὅ τε πρῶτος καὶ ἀληθὴς καὶ ὁ ἐπὶ τῆς εἰκόνος τετυπωμένος, εἶς δ’ ὁ κατ’ ἀμφοτέρων, οὐ μόνον νοούμενος, ἀλλὰ καὶ ὀνομαζόμενος καὶ τιμώμενος) οὕτω δῆτα καὶ ὁ μονογενὴς υἱὸς, εἰκὼν ὢν μόνος τοῦ θεοῖ τοῦ ἀοράτου, εἰκότως διὰ τὸν οὑ φέρει ὁμοίωσιν εἰκών τε ἀνηγόρευται τοῦ ἀοράτου θεοῦ θεοποιεῖταί τε πρὸς αὐτοῦ τοῦ πατρὸς, οὕτω πεφυκὼς τὴν οὐσίαν, αὐτόθεν τε ἀπὸ πρώτης ὑπάρξεως φυσικὴν, ἀλλ’ οὐκ ἐπίκτητον τὴν εἰκόνα τοῦ πατρὸς ἐπαγόμενος.

διὸ καὶ φύσει θεὸς ὁμοῦ καὶ μονογενὴς υἱὸς ὢν τυγχάνει, οὐχὶ δὲ ὁμοίως τοῖς ἔξωθεν εἰσποιούμενος, ἐπισυμβεβηκός τε τὸ ἀξίωμα τῆς τοῦ θεοῦ προσηγορίας ἐπέχουσι, πλὴν εἰ καὶ φύσει μονογενὴς υἱὸς καὶ θεὸς ἡμῶν ἀνευφημεῖται, ἀλλὰ οὐχ ὁ πρῶτος θεὸς, πρῶτος δὲ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ διὰ τοῦτο θεός.

καὶ ὅλον γε τοῦτο αἴτιον ἂν εἴη τοῦ καὶ αὐτὸν εἶναι θεὸν, τὸ μόνον εἶναι φύσει τοῦ θεοῦ υἱὸν καὶ μονογενῆ χρηματίζειν, καὶ τὸ δι’ ὅλου σώζειν τοῦ μόνου θεοῦ τὴν ἔμψυχον καὶ ζῶσαν νοερὰν εἰκόνα, κατὰ πάντα τῷ πατρὶ παρωμοιωμένην, τῆς θεότητός τε αὐτῆς τὴν ὁμοίωσιν ἐπιφερομένην.

ταύτῃ τοιγαροῦν καὶ αὐτὸν ὡς ἂν μόνον υἱὸν καὶ μόνον εἰκόνα ὄντα τοῦ θεοῦ καὶ τῆς ἀγεννήτου καὶ ἀνάρχου τοῦ πατρὸς οὐσίας τὰς δυνάμεις κατὰ τὸ παράδειγμα τῆς ὁμοιώσεως περιβεβλημένον, ὑπό τε τοῦ πάντων τεχνικωτάτου καὶ πανεπιστήμονος ζωγράφου τε καὶ ζωοποιοῦ πατρὸς εἰς τὸ ἔτι ἀκριβὲς τῆς ὁμοιώσεως ἀπειργασμένον, θεὸν εἰκότως οἱ θεῖοι ἀναγορεύουσι λόγοι, ὡς καὶ ταύτης μετὰ τῶν ἄλλων παρὰ τοῦ πατρὸς ἠξιωμένον τῆς προσηγορίας, εἰληφότα τε, ἀλλ’ οὐκ ἰδιόκτητον αὐτὴν ἐσχηκότα.
ὁ μὲν γὰρ δίδωσιν, ὁ δὲ λαμβάνει· ὥστε κυρίως καὶ ἕνα ἐκεῖνον εἶναι θεὸν καὶ μόνον μὲν καὶ φύσει ὄντα καὶ μὴ παρ’ ἑτέρου λαβόντα, τὸν δὲ τῶν δευτερείων ἠξιῶσθαι καὶ τὸ θεὸν εἶναι λαβόντα παρὰ τοῦ πατρὸς ἔχειν, ὡς ἂν εἰκόνα τοῦ θεοῦ, μιᾶς ἐπ’ ἀμφοῖν κατὰ τὸ παράδειγμα τῆς θεότητος ἐπινοουμένης, ἑνός τε ὄντος θεοῦ του καθ’ ἑαυτὸν ἀνάρχως καὶ ἀγεννήτως ὄντος, διὰ δὲ τοῦ υἱοῦ ὡς ἂν δι’ ἐσόπτρου καὶ εἰκόνος ἐπιθεωρουμένου.

τοῦτό τοι καὶ τὸ πνευματικὸν παιδεύει λόγιον, οὐκ ἄλλως φάσκον θεὸν εἶναι προσκυνητὸν τὸν δηλούμενον ἀλλ’ ἢ διὰ τὸν ἐνοικοῦντα αὐτῷ πατέρα. “ἐν σοὶ γὰρ, φησὶ, προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ σὺ δὲ αὐτὸς θεὸς ὢν σωτὴρ τοῦ Ἰσραὴλ τυγχάνεις, καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ κρυφαῖος θεὸς εἶ, ἐπεὶ ἐν σοὶ ὁ θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.”

ἀντὶ δὲ τοῦ ‟ἐκοπίασεν Αἴγυπτος τὸ Ἑβραικὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ‘‘κόπος Αἰγύπτου” ἐκδεδώκασιν, ἔν ᾖ τὸ λεγόμενον τοιοῦτον “σοὶ προσκυνήσουσι, καί σοι ἔσονται δοῦλοι ὁ κόπος Αἰγύπτου, καὶ ἡ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωείμ·” δι’ ὧν βάρβαρα οἶμαι καὶ ἄσημά τινα ἔθνη δηλοῦσθαι καὶ πάντα ὅσα ἤδη πάλαι πρότερον τῇ δαιμονικῇ τετρύχωτο δεισιδαιμονίᾳ.

ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐδόκουν πάντων τῶν ἐθνῶν δεισιδαιμονέστατοι τυγχάνειν πρῶτοί τε κατάρξαι τῆς εἰδωλολάτρου πλάνης, εἰκότως πρώτους αὐτοὺς τίθησιν ὑποταγησομένους τῷ Χριστῷ, καὶ δι’ αὐτῶν καὶ τὰ περὶ τῶν λοιπῶν εἰδωλολατρῶν φανερὰ καθιστᾶσα.
καὶ ταῦτα πεπλήρωται ἐπὶ τοῦ σωτῆρος καὶ κυρίου ἡμῶν, τῷ ἐν πᾶσιν ἔθνεσι προσκυνεῖσθαι καὶ δουλεύειν αὐτῷ μυρία πλήθη τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν.
Αἰθίοπας δὲ καὶ Σεβωεὶμ τοὺς ἐνταῦθα ταῦθα προσκυνήσειν τῷ Χριστῷ προφητευομένους καὶ διὰ τοῦ ὄα Ψαλμοῦ ἡγοῦμαι δηλοῦσθαι δι’ ὧν εἴρηται ‟ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι, καὶ προσκυνήσουσιν αὐτῷ. ” δῆλον ἐκ τῆς συμφράσεως ὅτι καὶ τῷ ἐν ἐκείνοις προφητευομένῳ Χριστῷ προσκυνησουσιν.
Ψαλμοῦ λβ΄.
Ὡς θεοῦ λόγον οὐσιώδη κατ’ ἐπικέλευσιν τοῦ πατρὸς ὁμοίως ἡμῖν οἶδε δημιουργὸν τῶν ἀπάντων ὁ Δαβίδ· Λαὶ ὡς τὸν αὐτὸν τοῦ θεοῦ λόγον ὁ αὐτὸς προφήτης ἐπὶ θεραπείᾳ τῶν ἀνθρώπων ἐκ τοῦ πατρὸς ἀπεστάλθαι μαρτυρεῖ· καὶ ὡς ἐν βραχεῖ χρόνῳ τὴν σύμπασαν γῆν πληρώσειν τῆς αὐτοῦ διδασκαλίας θεσπίζει.

‟ Τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις ἀυτῶν.

Καὶ ἐν ῥ’ δὲ καὶ ’ς Ψαλμῷ εἴρηται ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.” καὶ πάλιν ἐν ρμζ΄ ‟ ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.”

Ἀλλὰ γὰρ τῷ μετὰ χεῖρας Ψαλμῷ φάσκοντι ‟τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν συνᾴδει τὸ ἱερὸν εὐαγγέλιον διαρρήδην λέγον ‟ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. θεὸν εἰκότως τὸ εὐαγγέλιον ὀνομάζει, ἐπεὶ καὶ διὰ τῶν πρόσθεν αὐτὸς οὗτος ὁ νῦν θεολογούμενος λόγος καὶ σοφία καὶ γέννημα θεοῦ καὶ ἱερεὺς καὶ Χριστὸς βασιλεὺς καὶ κύριος καὶ θεὸς καὶ εἰκὼν ἀνηγόρευτο τοῦ θεοῦ.

καὶ ὅτι γε ἕτερος ὢν τοῦ πατρὸς ὑπουργὸς ἦν αὐτοῦ, ὥστε ἐπικελευομένου τοῦ μείζονος αὐτὸν δημιουργεῖν, ἑξῆς κατὰ τὸν παρόντα ἐπιλέγει Ψαλμὸν ‘‘φοβηθήτω τὸν κύριον πάσα ἡ γῆ, ὑπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἶ κατοικοῦντες οἰκουμένην, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.”

Πρόδηλον γὰρ ὡς ὁ λέγων ἑτέρῳ λέγει καὶ ὁ ἐντελλόμενος· ἑτέρῳ παρ’ ἑαυτὸν ἐντέλλεται. σαφῶς δὲ ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσει μυρία πλήθη ἐκ πάσης τῆς γῆς, τοῦτ’ ἔστιν ἐξ ἁπάντων τῶν ἐπὶ τῆς γῆς ἐθνῶν, οὐκέτι ὡς τὸ πρὶν τοὺς δαίμονας, ἀλλ’ αὐτὸν ἐφοβήθη τὸν κύριον Ἰησοῦν,

πάντες τε οἶ κατοικοῦντες τὴν οἰκουμένην ἐσαλεύθησαν ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, ἀκολούθως τῷ νῦν φάσκοντι λογίῳ ‟φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.”

Ταῦτα μὲν οὖν ἐκ τοῦ β΄ καὶ λ΄ Ψαλμοῦ. σύμφωνα δὲ τούτοις εὕροις ἄν καὶ ἐν ρμη΄ Ψαλμῷ, ὃς διδάσκει οὐ τὰ περὶ γῆν μόνα, ἀλλὰ καὶ τὰ κατ’ οὐρανὸν καὶ συλλήβδην ἅπασαν τὴν κτίσιν κατ’ ἐπικέλευσιν τοῦ τῶν ὅλων θεοῦ γεγονέναι. λέγει δ’ οὖν ‟αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πάσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς, ὅτι αὐτὸς εἷπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.”

Εἰ γὰρ αὐτὸς ἐνετείλατο, καὶ τίς ἦν ὁ τοσοῦτος ὡς τὴν περὶ τῶν τηλικούτων ἐντολὴν ὑποδέ- ξασθαι, ἢ ὁ τοῦ θεοῦ λόγος, ὁ ποικίλως διὰ τῆς παρούσης ρούσης ἡμῖν ὑποθέσεως θεολογούμενος, καὶ λόγος θεοῦ προσαγορευόμενος εἰκότως, ὅτι δὴ τοὺς τῶν ἀπάντων δημιουργικούς τε καὶ ποιητικοὺς λόγους ὁ παντοκράτωρ ἐν αὐτῷ καταβέβληται, λόγῳ καὶ τάξει τὰ σύμπαντα διέπειν αὐτῷ καὶ διακυβερνᾶν παραδούς;

μὴ γὰρ οὖν τις ὑπολάβοι τῷ παρὰ ἀνθρώποις ἐκ συλλαβῶν συνεστῶτι, ἔκ τε ὀνομάτων καὶ ῥημάτων συγκειμένῳ, ἐνάρθρῳ καὶ προφορικῷ λόγῳ τὸν τοῦ θεοῦ παρόμοιον τυγχάνειν· ὅτι δὴ ὁ παρ’ ἡμίν λόγος ἐν φωναῖς καὶ συλλαβαῖς καὶ τοῖς διὰ τούτων σημαινομένοις κέκτηται τὴν οὐσίαν, διὰ γλώττης καὶ ἀρτηριῶν φάρυγγός τε καὶ στόματος προφερόμενος, ὁ δὲ τῆς ἀιδίου καὶ ἀσωμάτου φύσεως πάντη κατὰ πάντα τοῦ καθ’ ἡμᾶς παρηλλαγμένος οὐδὲν ἀνθρώπειον ἐπάγοιτ’ ἂν, μόνῃ κεχρημένος τῇ τῆς προσρήσεως ὁμωνυμίᾳ,

ἐπεὶ μήτε φωνὴν τὴν δι’ ἀέρος κρούσεως ὑφισταμένην, μήτε ῥήματα, μήτε συλλαβὰς, μήτε γλῶτταν, μήτε στόμα, μήτε ὅλως τι τῶν ἀνθρωπείων καὶ θνητῶν ἐπὶ τοῦ τῶν ὅλων θεοῦ παραληπτέον· ψυχῆς γὰρ ἂν εἴη λόγος οὗτος, οὐδαμῶς οἷός τε καθ’ ἑαυτὸν δίχα ψυχῆς εἷναι ἢ ὑποστῆναι. τοιόσδε γὰρ ὁ ἐν ἀνθρώποις λόγος, ἰδίως μὲν ἀνούσιος ὢν καὶ ἀνυπόστατος, ὅλον δὲ αὐτοκίνησίς τε καὶ ἐνέργεια διανοίας τυγχάνων.

ἀλλὰ οὐ καὶ ὁ τοῦ θεοῦ τοιοῦτος, ἔχων δὲ καθ’ ἑαυτὸν οἰκείαν ὑπόστασιν πάντη θείαν καὶ νοερὰν, ἰδίως μὲν ὑφεστῶσαν, ἰδίως δ’ αὖ πάλιν ἐνεργοῦσαν, ἄυλόν τε οὖσαν καὶ ἀσώματον, καὶ κατὰ πάντα τῇ τοῦ πρώτου καὶ ἀγεννήτου καὶ μόνου θεοῦ φύσει παρωμοιωμένην, τοὺς τῶν γεννητῶν ἁπάντων λόγους καὶ τὰς τῶν ὁρωμένων μένων ἀσωμάτους τε καὶ ἀοράτους ἰδέας ἐν ἑαυτῇ φέρουσαν. διὸ καὶ σοφίαν αὐτὴν καὶ θεοῦ λόγον οἱ θεῖοι χρησμοὶ προσαγορεύουσιν.

‟Ἄκουέ μου Ἰακὼβ καὶ Ἰσραὴλ, ὃν ἐγὼ ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται τίς αὐτοῖς ἀνήγγειλε ταῦτα. κύριος ἀγαπῶν σε ἐποίησε τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ἆραι σπέρμα Χαλδαίων. ἐγὼ ἐλάλησα καὶ ἐγὼ ἐκάλεσα. ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. προσαγάγετε πρός με, καὶ ἀκούσατε ταῦτα. οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῆ λελάληκα. ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην. καὶ νῦν κύριος κύριος ἀπέσταλκέ με, καὶ τὸ πνεῦμα αὐτοῦ.

Ὅρα δὴ καὶ νῦν τίνα τρόπον ὁ φήσας “ἐγώ εἰμι ὁ πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, ὁ τὴν γῆν καὶ τὸν οὐρανὸν συστησάμενος, ἐναργῶς οὕτως ἀπεστάλθαι ὁμολογεῖ ὑπὸ κυρίου κυρίου, οὕτω τὸν πατέρα συνήθως δὶς κύριον ἀναγορεύων, ὡς ἂν ἔχοις καὶ ταύτην ἀναμφίλεκτον τοῦ ζητουμένου τὴν μαρτυρίαν.

πρῶτον δὲ αὐτὸν ὡς ἐν γεννητοῖς εὐσεβῶς βῶς εἶναι λέγει, τὴν ἄναρχον καὶ ἀγέννητον καὶ τὴν ὑπὲρ τὸ πρῶτον οὐσίαν ἀπονέμων τῷ πατρί. τὸ γάρ τοι πρῶτον ἀριθμοῦ πλείονος ἡγεῖται, τιμῇ καὶ τάξει προτεταγμένον· ὅπερ οὐκ ἂν ἐπὶ τοὺ πατρὸς ἁρμόσειεν.

οὐ γὰρ δὴ γεννητῶν πρῶτος ὁ ἐπὶ πάντων θεὸς, ἐπεὶ μηδ’ ἀρχή τις ἐπινοεῖται αὐτοῦ· ἐπέκεινα δ’ ἂν εἴη καὶ ἀνωτάτω τοῦ πρώτου, ἅτε δὴ αὐτὸς καὶ τὸ πρῶτον γεννήσας καὶ ὑποστησάμενος, μόνου τοῦ θείου λόγου πάντων τῶν γεννητῶν πρώτου χρηματίζοντος.

ζητουμένου δὲ ἄρα κατὰ τὸ ‟αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν,” τίνι τὴν τῶν γεννητῶν ἐντέταλται δημιουργίαν, νῦν σαφῶς ἀποδέδεικται ὅτι τῷ φήσαντι ‟ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν·” ὃς καὶ πρὸς τοῦ κρείττονος ἀπεστάλθαι ὁμολογεῖ λέγων ‟νῦν κύριος κύριος ἀπέσταλκέ με, καὶ τὸ πνεῦμα αὐτοῦ.’

εἴη δ’ ἂν ὁ θεὸς λόγος καὶ ταῦτα φάσκων ‟ ἐπειδὴ τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν·’ κατὰ τὴν ἀπὸ τοῦ Ψαλμοῦ παράθεσιν. πλὴν ἀλλὰ εἰ καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος τῇ κύριος θεολογεῖται προσηγορίᾳ, ὅμως τὸν ἀνωτάτω καὶ κρείττονα πατέρα αὑτοῦ καὶ κύριον εὖ μάλα εὐσεβῶς δὶς κύριον αὐτὸν ἀνακαλεῖ, τῷ διαφόρῳ χρώμενος ἐπ’ αὐτοῦ ὀνόματι.
καὶ νῦν γάρ φησι ‘κύριος κύριος ἀπέσταλκέ με,” ὡς ἂν κυρίως ὄντος τοῦ ἐπὶ πάντων θεοῦ πρώτου καὶ ἀληθῶς κυρίου αὐτοῦ τε τοῦ μονογενοῦς γενοῦς αὐτοῦ λόγου, καὶ τῶν μετ’ αὐτὸν γεννητῶν ἁπάντων, καθ’ ὧν δευτέρως τὴν Κυρείαν καὶ δεσποτείαν παρὰ τοῦ πατρὸς ὁ τοῦ θεοῦ λόγος ἀναδεξάμενος, οἶα γνήσιος υἱὸς καὶ μονογενὴς, δεύτερος εἰκότως καὶ αὐτὸς ἂν εὐσεβῶς χρηματίζοι κύριος.
Ἀπὸ τῆς Γενέσεως.
Ὡς καὶ ὁ μέγιστος τοῦ θεοῦ θεράπων Μώσης ἐν τῇ κοσμοποιία οἶδε πατέρα καὶ θεὸν τῶν ὅλων ἑτέρω κοινολογούμενον ἐπὶ τῇ τοῦ ἀνθρώπου δημιουργίᾳ· τὸν θεῖον δὲ λόγον τοῦτον εἶναι προμεμαθήκαμεν.
‟ Καὶ εἷπεν ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.‘ καὶ αὖθις “καὶ εἶπεν ὁ θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, νον, ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν.”
Καὶ ἔνα γε μή τις πρὸς ἀγγέλους ταῦτα εἰρῆσθαι νομίσειε, παραχρῆμα δηλοῖ τὸν κεκελευσμένον οὐκ ἄγγελον ὄντα θεοῦ, λέγων ‟καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.”
Απὸ τῆς αὐτῆς.
Ὡς ὁ αὐτὸς Μώσης δύο σαφέστατα κυρίους ἀνεπικαλύπτως θεολογεῖ.
‟Ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγὼρ, καὶ ἔβρεξε κύριος ἐπὶ Σόδομα θεῖον καὶ πῦρ παρὰ κυρίου.”
Σαφῶς δεύτερον ἀναγορεύει, ὃν καὶ διδάσκει παρὰ τοῦ μείζονος ἐπιτραπέντα τὴν κατὰ τῶν ἀδεβῶν ποιήσασθαι τιμωρίαν. πλὴν ἀλλ’ εἰ καὶ δύο κυρίους ἀνεπικαλύπτως ὁμολογοῦμεν, ἀλλ’ οὐ καὶ ταῖς ὁμοίαις ἐπ᾿ ἀμφοτέροις χρώμεθα θεολογίαις· εὐσεβῶς δὲ τῇ τάξει χρώμενοι τὸν μὲν ἀνωτάτω πατέρα καὶ θεὸν καὶ κύριον, καὶ τοῦ δευτέρου κύριον καὶ θεὸν εἶναι πεπαιδεύμεθα· τὸν δὲ τοῦ θεοῦ λόγον τὸν δεύτερον κύριον, τῶν μὲν ὑπ’ αὐτὸν δεσπότην, οὐκέτι δὲ ὁμοίως καὶ τοῦ μείζονος.
οὐ γὰρ τοῦ πατρὸς κύριος 5 οὐδὲ τοῦ πατρὸς θεὸς, ὁ θεὸς λόγος, ἀλλ’ ἐκείνου μὲν εἰκὼν καὶ λόγος καὶ σοφία καὶ δύναμις, τόν δὲ μετ’ αὐτὸν δεσπότης καὶ κύριος καὶ θεός· ὁ δέ γε πατὴρ καὶ τοῦ υἱοῦ πατὴρ καὶ κύριος καὶ θεός. ὅθεν εἰκότως ἀνατρέχουσιν εἰς μίαν ἀρχὴν καὶ εἰς ἴνα θεὸν συνίσταται ἡμῖν τὰ τῆς εὐσεβοῦς θεολογίας.
Ἀπὸ τῆς αὐτῆς.
Ὡς ὁ αὐτὸς θεράπων τὸν θεὸν λόγον δηλοῖ δεύτερον θεὸν καὶ κύριον προωνομασμένον, ἐν ἀνθρώπου τε μορφὴ καὶ σχήματι ὦφθαί τε καὶ χρηματίσαι τοῖς παλαιοῖς ἱστορεῖ.

“Ὤφθη δὲ κύριος τῷ Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην.” καὶ πάλιν ‟ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ θεός. εὐαρέστει ἐνώπιόν μου καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ, καὶ πληθυνῶ σε σφόδρα.”

καὶ αὖθις “ὤφθη δὲ ὁ θεὸς αὐτῷ πρὸς τῇ δρυὶ· τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε· καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ. καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ προσεκύνησε.”

καὶ ἑξῆς μετὰ τὴν ὀπτασίαν ἐπιφέρει ‟ὁ δὲ κύριος εἶπεν, οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.”

καὶ τούτοις αὖθις ἐπιλέγει ὡς περὶ ἑτέρου ‟ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὑτοῦ καὶ τῷ οἴκῳ αὑτοῦ μετ’ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἐπαγάγῃ κύριος ἐπὶ Ἀβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν.”

Ταῦτα αὐτὸς ἀναγέγραπται λέγων ὁ χρηματίζων τῷ Ἀβραὰμ κύριος, ἕτερον κύριον ὁμολογῶν δηΛάδη τὸν αὑτοῦ πατέρα καὶ ποιητὴν τοῦ παντός. ὅ γε μὴν Ἀβραὰμ, οἷα προφήτης κατάληψιν ἔχων ἀκριβῆ τοῦ χρηματίζοντος 5 ἑξῆς τοῖς προεκτεθεῖσι ποτνιᾶται λέγων ‟μὴ συναπολέσῃς δίκαιον μετ’ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον, ἕνεκεν τῶν πεντήκοντα δικαίων; μηδαμῶς σὺ ποιήσεις τὸ ῥῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς ὁ κρίνων πάσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν.”
Ἀγγέλοις δὴ φάσκειν ταῦτα, ἤ τινι τῶν τοῦ θεοῦ λειτουργῶν, οὐχ ἡγοῦμαι λέγεσθαι ἁρμόζειν· οὐδὲ γὰρ τοῦ τυχόντος ἂν εἴη τὸ κρίνειν πάσαν τὴν γῆν. ἀλλ’ οὐδ’ ἄγγελος ὁ προγραφεὶς ἀνηγόρευται, κρείττων δέ τις ἀγγέλου θεὸς καὶ κύριος πρὸς τῇ ἀναγεγραμμένῃ δρυὶ· μετὰ τῶν δυοῖν ἀγγέλων ἐν ἀνθρώπου που σχήματι ὁραθείς.
πάλιν γε μὴν οὐδὲ τὸν ἐπὶ c πάντων θεὸν ἡγητέον διὰ τούτων δηλοῦσθαι. μεταβάλλειν γὰρ φάναι τὸ θεῖον, καὶ σχηματίζεσθαι εἰς ἀνδρὸς εἶδος καὶ μορφὴν οὐκ εὐαγές. λείπεται δὴ αὐτὸν εἶναι τὸν τοῦ θεοῦ λόγον τὸν διὰ τῶν πρόσθεν τεθεολογημένον ὁμολογεῖν· ὅθεν εἰσέτι καὶ νῦν παρὰ τοῖς πλησιοχώροις ὡς ἂν θεῖος ὁ τόπος εἰς τιμὴν τῶν αὐτόθι τῷ Ἀβραὰμ ἐπιφανέντων θρησκεύεται, καὶ θεωρεῖταί γε εἰς δεῦρο διαμένουσα ἡ τερέβινθος.
οἱ γὰρ τῷ Ἀβραὰμ ἐπιξενωθέντες, ἐπὶ γραφῆς ἀνακείμενοι, κείμενοι, δύο μὲν ἑκατέρωθεν, μέσος δὲ ὁ κρείττων ὑπερέχων τῇ τιμῇ εἴη δ’ ἂν ὁ δεδηλωμένος ἡμῖν κύριος αὐτὸς, ὁ ἡμέτερος σωτὴρ, ὃν καὶ οἶ ἀγνῶτες σέβουσι, τὰ θεῖα λόγια πιστούμενοι. οὗτος δὴ οὖν αὐτὸς ἐξ ἐκείνου τὰ τῆς εὐσεβείας σπέρματα εἰς ἀνθρώπους καταβαλλόμενος, ἀνθρώπειον ὑποδὺς εἶδός τε καὶ σχῆμα, τῷ θεοφιλεῖ προπάτορι Ἀβραὰμ ὅστις εἴη αὑτὸν ἐξέφηνε καὶ τὴν τοῦ πατρὸς αὑτοῦ παρεδίδου γνώμην.
Ἀπὸ τῆς αὐτῆς.
Ὡς ὁ αὐτὸς προφήτης ἐπὶ τοῦ Ἰακὼβ σαφέστερον ἐμφαίνει τὸν δηλούμενον κύριον, ὃν δὴ καὶ θεὸν καὶ ἄγγελον ἀποκαλεῖ, τοῦ ἐπὶ πάντων θεοῦ προσειπὼν.
“Καὶ ἐπορεύθη εἰς Χαρρὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. καὶ ἔλαβεν ἀπὸ τῶν λίθων, καὶ ἔθηκε πρὸς κεφαλῆς αὑτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη εἰς τὴν γῆν, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἶ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτήν. ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ θεὸς Ἰσαὰκ, μὴ φοβοῦ· ἡ γῆ ἐφ’ ἣν σὺ καθεύδεις ἐπ’ αὐτὴν, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου.
καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς θαλάσσης, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἀνατολὰς καὶ ἐπὶ βορρᾶν καὶ λίβα· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάση, οὑ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἴως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.
καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν ὅτι ἐστὶ κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. καὶ ἐφοβήθη, καὶ εἷπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος. οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοὐ οὐρανοῦ. καὶ ἀνέστη Ἰακὼβ τὸ πρωῒ, καὶ ἔλαβε τὸν λίθον, ὃν ὑπέθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, οἶκος θεοῦ.”

Τοῦτον τὸν ἐνταῦθα διὰ τοσούτων χρηματίζοντα κύριον καὶ θεὸν ἄγγελον τοῦ θεοῦ προϊὼν ἐξῆς εὑρήσεις, ἐν οἷς φησι πρὸς τὰς γυναῖκας αὐτὸς Ἰακὼβ “καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον, Ιακὼβ· ἐγὼ δὲ εἶπα, τί ἐστι;” καὶ ἐξῆς ἑώρακα, φησὶ, πάντα ὅσ’ ἁ λαβὰν σοὶ ποιεῖ. ἐγὼ ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ, οὑ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι εὐχήν.”

Ἄρ᾿ οὖν ὁ ἀνωτέρω φήσας ‘ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ θεὸς Ἰσαὰκ,” ᾧ καὶ στήλην ἀνίστησιν ὁ θεοφιλὴς, θεὸς μὶν ἦν καὶ κύριος· αὐτῷ γὰρ λέγοντι πιστευτέον· οὐ μὴν ὁ ἐπὶ πάντων, ἀλλ’ ὁ ἐκείνου δεύτερος, τὰ τοῦ πατρὸς εἰς ἀνθρώπους διακονούμενος καὶ διαγγέλλων.

διὸ καὶ ἄγγελον αὐτὸν ὁ Ἰακὼβ ἐπὶ τοῦ παρόντος καλεῖ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ φάσκων καθ’ ὕπνον, ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ.” οὐκοῦν ὁ αὐτὸς ἄγγελος κυρίου καὶ θεὸς καὶ κύριος σαφῶς διὰ τούτων ἀνηγόρευται. καὶ ἐν Ἠσαίᾳ δὲ τῷ προφήτῃ φήτῃ μεγάλης βουλῆς ἄγγελος, ὁμοῦ δὲ καὶ θεὸς καὶ ἄρχων καὶ ἐξουσιαστὴς προσαγορεύεται, ἐν οἶς τὴν εἰς ἀνθρώπους αὐτοῦ γένεσιν θεσπίζει λέγων ‟ὅτι παιδίον ἐγενήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, πατὴρ τοῦ μέλλοντος αἰῶνος.
‟Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβε τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὑτοῦ. καὶ διέβη τὴν διάβασιν τὴν Ἰαβώχ, καὶ ἔλαβεν αὐτοὺς, καὶ διεβίβασε πάντα τὰ ἑαυτοῦ. ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιε μετ’ αὐτοῦ ἄνθρωπος ἕως πρωΐ. εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ. καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με, ἀνέβη γὰρ ὁ ὄρθρος· ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. εἶπε δ’ αὐτῷ, τί τὸ ὄνομά σου; ὁ δὲ εἶπεν, Ἰακὼβ. εἶπε δ’ αὐτῷ, οὐκέτι Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ, καὶ μετ’ ἀνθρώπων δυνατὸς ἔσῃ. ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν, ἔνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἰακὼβ εἶδος θεοῦ· εἶδον γάρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου. ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεοῦ.”
Τῷ μὲν Μωσεῖ εἴρητο ‘‘οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.” ἐν τούτοις δὲ ὁ Ἰακὼβ εἶδε θεὸν οὐχ ἁπλῶς, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον· καὶ σωθείς γε οὐ τὸ σῶμα, ἀλλὰ τὴν ψυχὴν τῆς ἐπὶ Ἰσραὴλ προσωνυμίας ἠξιώθη, φερωνύμου ψυχῶν προσηγορίας, εἴ γε ἑρμηνευθὲν ὁρῶντα θεὸν τὸ Ἰσραὴλ ὄνομα σημαίνει. οὐκ ἄρα τὸν ἐπὶ πάντων θεὸν ἐώρα· ἀόρατος γὰρ οὗτος καὶ ἄτρεπτος, καὶ οὐδαμῶς ἂν εἰς ἄνθρωπον μεταβάλοι ὁ πάσης ὢν ανωτάτω οὐσίας· οὐσίας· ἄρα, οὗ καὶ πολυπραγμονοῦντι καιρός πω οὐκ ἦν ἐκφάναι τῷ Ἰακὼβ τὴν προσηγορίαν.
εἰ δὲ ἀγγέλων τινα, ἢ τῶν κατ’ οὐρανὸν θείων πνευμάτων τὸν τοῖς ἁγίοις τοὺς χρησμοὺς δια- κονούμενον ὑπολάβοι τις εἶναι, σαφῶς διέψευσται· τοῦτο μὲν ἀπὸ τοῦ κυριολεκτεῖσθαι καὶ θεολογεῖσθαι τὸν δηλούμενον· καὶ γὰρ καὶ θεὸν αὐτὸν ἡ θεία γραφὴ διαρρήδην ἀναγορεύει, καὶ κύριον ἀποκαλεῖ, τῇ διὰ τῶν τεσσάρων παρ’ Ἑβραίοις στοιχείων ἐπιση- μειώσει τιμῶσα, ἣν ἐπὶ μόνης τῆς ἀνεκφωνήτου καὶ ἀρρήτου προσηγορίας τῆς τοῦ θεοῦ συντιθέναι παῖδες Ἑβραίων εἰώθασι · τοῦτο δὲ καὶ ἀπὸ τοῦ ἀγγέλους σαφῶς διορίζειν, ὅτε δὴ βούλοιτο ἀγγέλους καλεῖν ὁ λόγος, ὥσπερ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς ὄντας ὁ μὲν τῷ Ἀβραὰμ χρηματίζων θεὸς καὶ κύριος τῆς αὐτοῦ παρουσίας οὐδαμῶς ἀξιοῖ, ὡς αὖθις ἡ θεία γραφὴ λέγει ὁ μὲν κύριος ἀπῆλθεν, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραὰμ, οἶ δὲ δύο ἄγγελοι ἀπῆλθον εἰς Σόδομα ἑσπέρας."

καὶ τῷ Ἰακὼβ δὲ " συνήντησαν ἄγγελοι θεοῦ · καὶ ἰδὼν εἶπε, παρεμβολὴ θεοῦ αὕτη. καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου παρεμβολαί.”

Οὕτως δὴ ὁ θεοφιλὴς εὖ διέκρινεν τὰς ὀπτα- σίας ὥστε νῦν μὲν τὸ ὄνομα τοῦ τόπου παρεμβολὰς καλεῖν, ἀπὸ τῆς τῶν ἀγγελικῶν παρεμβολῶν θέας. ὅτε δὲ τῷ θεῷ προσομιλεῖ, καλεῖ τὸ ὄνομα τοῦ τόπου εἶδος θεοῦ, ἐπιλέγων ‟εἶδον γὰρ θεὸν πρόσωπον πρόσωπον. ἀλλὰ καὶ τῷ Μωσεῖ ὅτ’ ἄγγελος ἐπιφαίνεται, τοῦτ’ αὐτὸ καὶ ἡ θεία γραφὴ σημαίνει λέγουσα ‟ὤφθη δὲ ἄγγελος κυρίου αὐτῷ ἐν φλογὶ βάτου.” ὅτε δὲ τὸν αὐθέντην, αὐτὸν δὴ τὸν δηλοῖ, θεὸν καὶ κύριον, ἀλλὰ οὐκέτι ἄγγελον ὀνομάζει.

ὁμοίως καὶ ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης διορίζει σαφῶς τὸν ἄγγελον καὶ τὸν κύριον δι’ ὧν φησιν ‟ἐξῆρε δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν. ἐξῆρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν.”

Ὥσπερ δὲ ἐπὶ τῶν προτέρων ἐν σχήματι τοῖς παλαιοῖς ὁ κύριος χρηματίζων εἰσῆκται, οὕτω καὶ ἐνταῦθα διὰ νεφέλης. λέλεκται γοῦν ἑξῆς “ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ, καὶ ἐπέβλεψε κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης,” δι’ ὅλης δὲ τῆς ἐρήμου ἐν διὰ τῆς νεφέλης ὁ θεὸς τῷ Μωσεῖ χρηματίζων.

ἀκριβῶς ἄρα ὅτε μὲν ἀγγέλου φύσιν ὁ λόγος δηλοῦν βούλεται, οὐδὲ θεὸν οὐδὲ κύριον, ἀλλ’ ἀνεπικαλύπτως ἄγγελον ὀνομάζει, ὅτε δὲ κύριον καὶ θεὸν οἶδε τὸν ἐπιφαινόμενον, ταύταις αὐταῖς σαφῶς κέχρηται ταῖς προσρήσεσι· κύριον δὲ καὶ θεὸν ὅτι μὴ τὸν αἴτιον δηλοῖ προφανῶς ἀπέδειξαν τῆς θείας γραφῆς αἶ λέξεις ἄγγελον θεοῦ προσειποῦσαι τὸν ἐπὶ τοῦ Ἰακὼβ κύριον καὶ θεὸν προωνομασμένον.

λείπεταί τις ἄρα ὢν ἐν τοῖς οὖσι θεὸς καὶ κύριος μετὰ τὸν παμβασιλέα καὶ θεὸν τῶν ὅλων. εἴη δ’ ἂν οὗτος ὁ πρὸ αἰώνων τοῦ θεοῦ λόγος, ὁ κρείττων μὲν ἢ πᾶσα ἀγγελικὴ φύσις, μείων δὲ ἢ κατὰ τὸ πρῶτον αἴτιον.

‟Εἶπε δὲ ὁ θεὸς Ἰακὼβ, εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ, καὶ ποίησον θυσιαστήριον τῷ θεῷ, τῷ ὀφθέντι σοὶ ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὑτοῦ καὶ πᾶσι τοῖς μεθ’ τοῦ, ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ῾ μέρα θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ καὶ ἔσωσέ με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην.”
Ἐνταῦθα ὁ θεὸς αὐτὸς ὁ τῶν ὅλων, ὁ μόνος ἀγέννητος καὶ ἀνωτάτω πάντων, οὐκ ὀφθεὶς, ἀλλὰ γὰρ ἀοράτως χρηματίσας τῷ Ἰακῶβ, δυνάμει τε ἀρρήτῳ αὐτὸν ἀνακινήσας, περὶ ἑτέρου σαφῶς ποιεῖται τὸν λόγον. εἶπε γοῦν ὁ θεὸς αὐτῶ ‘‘ποίησον θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοί.” τίς δ’ ἦν ὁ ὦφθαι αὐτῷ ἀρτίως παρεστήσαμεν, τὸν θεὸν λόγον εἶναι ἀποδείξαντες.
Ἀπὸ τῆς Ἐξόδου.
Ὡς ὁ ἐπὶ πάντων θεὸς, αὐτὸς ὢν ὁ δι’ ἀγγέλου τῷ Μωσεῖ χρηματίζων, ὦφθαι τοῖς πατράσιν, οὐκέτι δι’ ἀγγέλου, διὰ δὲ τοῦ υἱοῦ διδάσκει.
“ Καὶ Μώσης ἦν ποιμαίνων τὰ πρόβατα τοῦ γαμβροῦ αὐτοῦ, καὶ ἦλθεν εἰς τὸ ὄρος τοῦ θεοῦ ἐν Χωρήβ. ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς βάτου.” καὶ μεθ’ ἕτερα ‟ὡς ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκμέσου τοῦ βά- του λέγων, Μώση Μωσῇ, μὴ ἐγγίσῃς ὧδε. λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας yrj ἁγία ἐστί.’ καὶ μετ’ ὀλίγα ‘καὶ εἶπε κύριος πρὸς αὐτὸν, ἐγώ εἰμι ὁ ὤν.

καὶ αὖθις ‘‘ἐλάλησε κύριος πρὸς Μωσῆν, καὶ εἶπε πρὸς αὐτὸν, ἐγὼ κύριος ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰα- κὼβ, θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς, καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτούς.”

Ὠσπερ ἐπὶ τῶν ἐν ἀνθρώποις προφητῶν, Ἠσαίου φέρε εἰπεῖν καὶ Ἱερεμίου καὶ τῶν παραπλη- σίων, ἄνθρωπος μὲν ἦν τὸ ὁρώμενον, θεὸς δὲ ὁ διὰ τοῦ φαινομένου, ὡς ἂν δι’ ὀργάνου, θεσπίζων, καὶ τοτὲ μὲν Χριστοῦ πρόσωπον, τοτὲ δὲ πνεύματος ἁγίου, τοτὲ δὲ τοῦ ἐπὶ πάντων θεοῦ ἦν διὰ τοῦ προφήτου χρηματίζον, οὕτω δὴ καὶ νῦν εἰσαγομένῳ τῷ Μωσεῖ ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων θεὸς διὰ τοῦ φανέντος ἀγγέλου τὰ προκείμενα θεσπίζει.

ὧν γένοιτο ἂν ὁ νοῦς τοιόσδε, σοὶ μὲν, (h προφῆτα, ὡς ἂν εἰσαγομένω καὶ μηδὲν πλέον ἀγγελικῆς ὀπτασίας χωροῦντι, τέως τὸν ἐμὸν ἄγγελον ἐβουλήθην ὀφθῆναι, ἐμαυτοῦ τε τοὔνομά σοι μόνον ἐμφανὲς καθίστημι, διδάσκων ὅτι ἐγώ εἰμι ὁ ὢν, καὶ ὅτι τὸ ὄνομά μού ἐστι κύριος· τοῖς δὲ σοῖς πατράσιν οὐ τοῦτο μόνον ἐδήλωσα, ἀλλὰ καὶ τούτου μεῖζον ἐδωρησάμην· ὤφθην γὰρ αὐτοῖς. τίς δ’ ἦν ὁ τοῖς πατράσιν ὀφθεὶς, καὶ ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς, προαποδέδεικται, ἡνίκα τὸν θεὸν καὶ τὸν κύριον ἄγγελον θεοῦ ὠνομάσθαι ἐπεδείκνυμεν.

πῶς οὖν ἐνταῦθα ὁ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὢν ὁ μόνος ἐπὶ πάντων θεὸς, ὦφθαί φησι τοῖς πατράσιν ζητήσαι ἄν τις εἰκότως. λυθείη δ’ ἂν τὸ ζητηθὲν, εἰ τῇ ἀκριβείᾳ τῆς θείας γραφῆς ἐπιστήσαιμεν. λεγομένου παρὰ τοῖς ἑβδομήκοντα τοῦ "καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, θεὸς αὐτῶν ὤν᾿ ὁ μὲν Ἀκύλας φησὶ "καὶ ὡράθην πρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσαὰκ καὶ πρὸς Ἰακὼβ ἐν θεῷ ἱκανῷ·"

δι’ ὦν σαφῶς παρίστησιν ὅτι μὴ αὐτὸς ὁ ἐπὶ πάντων θεὸς, ὁ μόνος ὢν, δι’ ἑαυτοῦ ὤφθη, ἀλλ’ οὐδ’ ὥσπερ τῷ Μωσεῖ, οὕτω καὶ τοῖς πατράσι δι’ ἀγγέλου, ἢ διὰ βάτου, ἢ πυρὸς, ἀλλ’ ἐν· θεῷ ἱκανῷ χρηματίζων ἐστὶν, ὥστε διὰ τοῦ υἱοῦ τὸν πατέρα καὶ τοῖς πατράσιν ἑωρᾶσθαι, κατὰ τὸ εἰρημένον ἐν εὐαγγελίοις πρὸς αὐ— τοῦ "ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα.’ ἐν αὐτῷ γὰρ καὶ δι’ αὐτοῦ ἡ τοῦ πατρὸς ἀπεκαλύπτετο γνῦσις.

ἀλλ’ ὅτε μὲν ἀνθρώπων σωτήριος ἐπεφαίνετο, διὰ τῆς τοῦ υἱοῦ ἀνθρωπείας μορφῆς ἑωρᾶτο, τοῖς θεοφιλέσι τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην σωτηρίαν τοῖς πᾶσι παροῦσαν ἐξ ἐκείνου προαρραβωνιξόμενος· ὅτε δὲ τῶν ἀσεβῶν τιμωρὸς καὶ κολαστὴς τῶν Αἰγυπτίων ἔμελλεν ἔσεσθαι, οὐκέτι ἐν θεῷ ἱκανῷ, ἀλλ’ ἐν ἀγγέλῳ διακόνῳ τῆς τιμωρίας, καὶ ἐν εἴδει πυρὸς καὶ τῆς ὅσον οὔπω μελλούσης αὐτοὺς, δίκην ἀγρίας καὶ ἀκανθώδους ὕλης, κατεσθίειν φλογὸς παρεφαίνετο. αἰνίττεσθαι οὖν φασι τὴν μὲν βάτον τὴν τῶν Αἰγυπτίων ἀγρίαν καὶ ἀπηνῆ καὶ ἀνήμερον μοχθηρίαν, τὸ δὲ πῦρ τὴν διαλαβοῦσαν αὐτοὺς τιμωρὸν καὶ κολαστήριον δύναμιν.”

” Εἶπε δὲ κύριος πρὸς Μωσῆν, ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ σοὶ πιστεύσωσι.” καὶ ἑξῆς ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδὸν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρὸς, τοῦ φαίνειν αὐτοῖς.” καὶ “κατέβη κύριος ἐν στύλῳ νεφέλης.”

καὶ ‘‘ἡνίκα δ’ ἂν εἰσῆλθεν Μώσης εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τὰς θύρας τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωσεῖ, καὶ ἐώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς. καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν, ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. αὐτοῦ.”

Ὁ μὲν οὖν λαὸς ἐώρα τὸν στῦλον τῆς νεφέλης, Μωσεῖ δ’ ἐλάλει. τίς δ’ ἐλάλει; ἦ δῆλον ὅτι ὁ στῦλος τῆς νεφέλης, ὁ πρότερον τοῖς πατράσιν ἐν ἀνθρώπου φανεὶς σχήματι. προαποδέδεικται δὲ ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἕτερος δὲ ὃν θεοῦ λόγον ὑπάρ- χοντα Χριστὸν ἡμεῖς προσαγορεύομεν, ὃς καὶ τότε τοῦ πλήθους ἕνεκεν Μωσεῖ τε αὐτῷ καὶ τῷ λαῷ ἐν στύλῳ νεφέλης ἐθεωρεῖτο, διὰ τὸ μὴ χωρεῖν αὐτοὺς ὁμοίως τοῖς πατράσιν ἐν ἀνθρώπου σχήματι ὁρᾶν αὐτόν.

τελείων γάρ τοι ἦν τὸ προορᾶν δύνασθαι τὴν μέλλουσαν ἔσεσθαί ποτε εἰς ἀνθρώπους ἔνσαρκον ἐπιφάνειαν αὐτοῦ, ἣν ἐπεὶ μηδὲ τότε οἷός τε ἦν ὁ πᾶς λαὸς χωρεῖν, εἰκότως τοτὲ μὲν αὐτοῖς διὰ πυρὸς φόβου χάριν καὶ καταπλήξεως, τοτὲ δὲ διὰ νεφέλης, ὡς ἂν ἐπεσκιασμένως καὶ κεκαλυμμένως νομοθετῶν αὐτοὺς ὁρῷτο, ὁμοίως δὲ καὶ τῷ Μωσεῖ δι’ αὐτούς.

‟Εἶπε κύριος, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου μου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. πρόσεχε σαυτῷ καὶ εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπείθει αὐτῷ. οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ’ αὐτῷ.” καὶ ἐν ἑτέρῳ τόπῳ ‟εἶπε πρὸς Μωσῆν, βάδισον καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου.” καὶ πάλιν ‟καὶ εἶπε πρὸς Μωσῆν, πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός.”

καὶ ἑξῆς “καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου.” αὗται ὅτι μὴ ἀγγέλου, μόνου δὲ θεοῦ γένοιντο ἂν φωναὶ, παντί τῳ πρόδηλον. θεοῦ δὲ τίνος ἢ τοῦ τοῖς προπάτορσιν ἑωραμένου, ὃν ἄγγελον θεοῦ σαφῶς προσεῖπεν ὁ Ἰακώβ; οὗτος δὲ ἦν ἡμῖν ὁ θεοῦ λόγος, ὡς ἂν καὶ θεοῦ παῖς καὶ αὐτὸς θεὸς καὶ κύριος ὠνομασμένος.
Ἀπὸ τῆς Δεκαλόγου.

‟Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.” καὶ ἑξῆς ‟ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής.”

καὶ ‘οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.” κἀνταῦθα αὐτὸς ὁ κύριος ἑτέρου κυρίου τὰ προκείμενα διδάσκει. εἰπὼν γοῦν ‘‘ἐγώ εἰμι κύριος ὁ θεός σου” ἐπιλέγει “οὐ λήψῃ ὄνομα κυρίου τοῦ θεοῦ σου,” περὶ τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων ὁ δεύτερος κύριος τὸν θεράποντα μυσταγωγῶν.

εὕροις δ’ ἂν καὶ ἄλλα μυρία δι’ ὅλης τῆς ἱερᾶς γραφῆς παραπλησίως τούτοις ἐξενηνεγμένα, δι’ ὧν ὁ θεὸς ὡς περὶ ἑτέρου θεοῦ καὶ αὐτὸς ὁ κύριος ὡς περὶ ἑτέρου κυρίου τοὺς χρησμους ἐποιεῖτο.

‟Καὶ εἶπε κύριος πρὸς Μωσῆν, καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω. εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας. καὶ εἶπε Μωσῆς, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. καὶ εἶπεν, ἐγὼ προπορεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματί μου κύριον ἐναντίον σοῦ καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” καὶ μεθ’ ἕτερα ἐπιφέρει λέγων ‟καὶ κατέβη ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου. καὶ παρῆλθε κύριος ἐν ὀνόματι αὐτοῦ, καὶ ἐκάλεσε, κύριε κύριε, ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. καὶ σπεύσας Μώσης κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν.”
Ὅρα δὴ τίνα τρόπον καὶ νῦν αὐτὸς ὁ κύριος ὁ καταβὰς ἐκάλεσεν ἐν νεφέλῃ, καὶ τῷ Μωσεῖ παραστὰς ἐν ὀνόματι κυρίου, ἕτερον παρ’ ἑαυτὸν, συνήθως κατὰ ἀναδίπλωσιν δὶς κύριον ἐπικαλούμενον, ὡς ἂν καὶ ἑαυτοῦ καὶ τῶν λοιπῶν ἁπάντων δεσπότην θεολογούμενον, τὸν ἑαυτοῦ πατέρα, καὶ ὅτι γε ἐν τούτοις οὐ Μώσης, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ γὰρ αὐτὸς ὁ κύριος ἕτερον κύριον τὸν πατέρα καλεῖ, προλαβὼν αὐτὸς ὁ χρηματίζων τῷ Μωσεῖ φησιν ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι κυρίου.”
τοῦτο γοῦν εἰρηκότος ἐξῆς ἐπιλέγει ἡ γραφὴ διηγηματικῶς “καὶ κατέβη κύριος π ἐν νεφέλη, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου· οὔκουν αὐτὸς ὁ κύριος τὴν υποσχεσιν τὴν αὑτοῦ πληρώσων κάτεισι, καὶ ὥσπερ ὁ λόγος φησὶ, πρόεισι πρὸ προσώπου Μωσῇ.
καὶ αὐτὸς δὲ ὁ κύριος καλεῖ λέγων ’ κύριε ὁ θεὸς οὐκτίρμων καὶ ἐλεήμων" καὶ τὰ ἑξῆς, σαφῶς ὁ κύριος τὸν θεράποντα ἑαυτόν τε ὅστις εἴη καὶ τὴν τοῦ κρείττονος κυρίου γνῶσιν μυσταγωγῶν. τοῦτο δέ σοι παραστήσει ἔνθα προσευχόμενος ὑπὲρ τοῦ λαοῦ τῶν προκειμένων τοῦ κυρίου μνημονεύει φωνῶν τὸν κύριον ταῦτα εἰρηκέναι, ἀλλ’ οὐκ αὐτὸν, ἐν οἷς "καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, κύριε, ὃν τρόπον εἶπας λέγων, κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἴως ἐπὶ τρίτην καὶ τετάρτην γενεάν."
ἐπιτήρει δὲ τίνα τρόπον ἐν τούτοις αὐτὸς ὁ κύριος τὸν πατέρα μακρόθυμον καὶ πολυέλεον έλεον ἐπειπὼν προστίθησι λέγων αὐτὸν καὶ ἀληθινὸν, συμφώνως τῷ ‘‘ἔνα γιγνώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν, ἐν εὐαγγελίοις ὑφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ σωτῆρος ἡμῶν είρημένῳ." μόνον γοῦν ἀληθινὸν θεὸν σφόδρα εὐσεβῶς ἀποκαλεῖ τὸν πατέρα, τὸ προσῆκον ἀπονέμων σέβας τῇ ἀγεννήτῳ φύσει, ἧς αὐτὸν εἰκόνα εἶναι καὶ γέννημα οἶ θεῖοι λόγοι παιδεύουσιν.
Ἀπὸ τῶν Ἀριθμῶν.
Ως τὸν θεὸν τῷ Ἰσραὴλ ὁρατὸν εἷναι ἡ θεία διδάσκει γραφὴ, τὸν τοῦ θεοῦ λόγον αἰνιττομένη.
Ἐν τοῖς Ἀριθμοῖς ὁ Μώσης εὐχόμενός φησιν ‘‘ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ’ ὀφθαλμοὺς ὀπτάνῃ σὺ κύριε·’ ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν ὅτι σὺ εἶ κύριος ἐν ἐγκάτῳ τοῦ λαοῦ τούτου, ὃς ὀφθαλμὸν ἐν ὀφθαλμοῖς ὁρᾷ σὺ κύριε.” ὁ δὲ Σύμμαχος ‘‘ὅτι σὺ εἶ κύριε.”
καὶ ἐν Ἐξόδῳ εἴρηται ‟καὶ ἀνέβη Μώσης καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, καὶ εἶδον τὸν τόπον ὅπου ὁ θεὸς Ἰσραήλ.” ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ‟καὶ (φησὶ) τὸν θεὸν Ἰσραήλ,” ὁ δὲ Σύμμαχος ‟καὶ ὁράματι τὸν θεὸν Ἰσραήλ.”
διὰ τὸ ‟θεὸν ἑώρακε πώποτε ‟τάχ᾿ ἄν τις ἐναντίαν εἶναι τῷ λόγῳ τὴν παροῦσαν ὑπολάβοι λέξιν, ὡς ὁρατὸν ὑποτιθεμένην τὸν τὴν φύσιν ἀόρατον. ἀλλ’ εἰ καὶ ταῦτα ἐπὶ τὸν λόγον τοῦ θεοῦ τὸν πολυμερῶς καὶ πολυτρόπως ὀφθέντα τοῖς πατράσιν ἐκλάβοις ὁμοίως τοῖς προαποδειχθεῖσιν ἡμῖν, οὐκέτ’ ἂν δόξοιο ἐναντίοις περιπίπτειν. θεὸν Ἰσραὴλ ἐνταῦθα ὁρώμενον αὐτὸν ἐκεῖνον εἶναι διδάσκει, ὃν καὶ τῷ Ἰσραὴλ ὀφθέντα, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ, ὃς καὶ πρῶτος αὐτοῦ τὴν προσωνυμίαν ἐκ τοῦ Ἰακὼβ ἐπὶ τὸν Ἰσραὴλ μεταβέβληκεν εἰπὼν ‟ὅτι θεοῦ ὅτε καὶ τῆς θείας αὐτοῦ δυνάμεως αἴσθησιν λαβὼν ὁ Ἰακὼβ ἐκάλεσε τὸν τόπον ἐκεῖνον εἶδος θεοῦ, εἰπὼν ‟εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή,” οὐχ ἕτερον ὑπάρχειν θεοῦ λόγου κατὰ τὸν οἰκεῖον καιρὸν παρεστήσαμεν.
Ἀπὸ τοῦ Ἰησοῦ τοῦ Ναυῆ.
Ὡς ὁ θεὸς λόγος, ὁ τῷ Μωσεῖ χρηματίζων, ὁμοίως τοῖς πάλαι προπάτορσιν ὤφθη καὶ Ἰησοῦ xa Μώσεως διαδόχῳ ἐν ἀνθρώπου σχήματι.
‟Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦς ἐν Ἰεριχὼ,κ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν ὁ Ἰησοῦς εἶπεν, ἡμέτερος εἷ, ἢ τῶν ὑπευναντίων; καὶ εἶπεν αὐτῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, δέσποτα τί προστάσσεις τῷ σῷ οἰκέτῃ ; καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου, Ἰησοῦ, λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῇ ἁγία ἐστίν.”

Αὐτὰ δὴ ταῦτα καὶ Μωσεῖ ἀρχομένῳ τῆς θεωρίας ἐπὶ τῆς βάτου πρὸς τοῦ κυρίου εἴρητο, ὡς δηλοῖ ἡ γραφὴ ‟ὡς δὲ εἶδε κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ μέσου τοῦ βάτου λέγων, Μωσῆ Μωσῆ, μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα τῶν δῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ’ αὐτοῦ γῆ ἁγία ἐστίν.”

Εἷς ἄρα καὶ ὁ αὐτὸς ἦν ὁ τοῖς ἀμφοτέροις χρηματίσας θεὸς, ὡς ἐκ τοῦ παραγγέλματος δείκνυται. ἀλλὰ νῦν μὲν διὰ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως αὐτοῦ, Μωσεῖ δὲ διὰ τοῦ ὀφθέντος ἀγγέλου στρατιῶν δὲ ὑπερουρανίων καὶ δυνάμεων ὑπερκο σμίων καὶ πνευμάτων ἀοράτων, ἀγγέλων τε θείων καὶ ἀρχαγγέλων τῷ παμβασιλεῖ καὶ πανηγεμόνι θεῷ λειτουργούντων, κατὰ τὸ εἰρημένον παρὰ τῷ Δανιὴλ “χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ,” ὁ πάντων ἀνωτάτω τίς ἂν γένοιτο ἕτερος τοῦ θεοῦ λόγου καὶ τῆς πρωτοτόκου σοφίας τοῦ τε ἐνθέου γεννήματος; εἰκότως ἄρα καὶ ἀρχιστράτηγος δυνάμεως κυρίου ἐπὶ τοῦ παρόντος ἀνείρηται, ὡς καὶ μεγάλης βουλῆς ἄγγελος ἐν ἑτέροις, καὶ σύνθρονος τοῦ πατρὸς, αἰώνιός τε καὶ μέγας ἀρχιερεύς.

ἀποδέδεικται δὲ ὅτι καὶ κύριος καὶ θεὸς ὁ αὐτὸς, καὶ Χριστὸς ὑπὸ τοῦ πατρὸς ἐλαίῳ ἀγαλλιάσεως κεχρισμένος. τῷ μὲν οὖν Ἀβραὰμ παρὰ τῇ δρυὶ φανεὶς ἐν ἀνθρώπου εἴδει γαληνῷ καὶ εἰρηναίῳ σχήματι ἑαυτὸν ὑποδείκνυσι, τὴν σωτήριον εἰς ἀνθρώπους αὑτοῦ παρουσίαν ἐξ ἐκείνου προοιμιαξόμενος, τῷ δὲ Ἰακὼβ, ὡς ἀσκητῇ καὶ ἀγωνιστῇ παλαίειν πρὸς ἐχθροὺς καὶ ἀγωνίζεσθαι μέλλοντι, οἷα ἄνθρωπος, Μωσεῖ δὲ καὶ τῷ λαῷ ἐν εἴδει νεφέλης καὶ πυρὸς καθηγεῖτο, φοβερὸν ὁμοῦ καὶ ἐπεσκιασμένον παρέχων ἑαυτόν.
ἐπεὶ δὲ ὁ τοῦ Μώσεως διάδοχος Ἰησοῦς πολεμίοις ἔμελλε παρατάττεσθαι τοῖς τὸ πρὶν Παλαιστίνων γῆς οἰκήτορσιν, ἀλλοφύλοις ἔθνεσι καὶ ἀσεβεστάτοις, εἰκότως μετὰ ῥομφαίας ἐσπασμένης καὶ κατὰ τῶν πολεμίων ἠκονημένης ὑποφαίνεται, μονονουχὶ διὰ τῆς ὄψεως ἐπιδεικνὺς ὅτι δὴ αὐτὸς ἀοράτῳ ῥομφαίᾳ ἐνθέῳ δυνάμει τοὺς ἀσεβεῖς μετιέναι ἔμελλε, τοῖς οἰκείοις συστρατευόμενος καὶ συναγωνιζόμενος. διὸ κατὰ καιρὸν καὶ ἀρχιστράτηγον κυρίου ἑαυτὸν ἀνηγόρευσεν.
Ἀπὸ τοῦ Ἰὼβ.
Ως ὁμοίως τοῖς πατράσι καὶ τῷ Ἰὼβ αὐτὸς ὁ δημιουργὸς τῶν ὅλων θεὸς λόγος ἔχρησέ τε καὶ ὀφθαλμοῖς ἑωρᾶσθαι λέγεται.

' Εἶπε δὲ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν, ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δή μοι εἰ ἐπίστασαι σύνεσιν, τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας. " καὶ ἐξῆς ‘‘ὅτε ἐγενήθησαν, φησὶν, ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου· ἔφραξα δὲ θάλασσαν πύλαις."

καὶ ἑξῆς "ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωι·νόν; ἑωσφόρος δὲ ἐπεῖδε τὴν ἑαυτοῦ τάξιν;"

καὶ πάλιν ἢ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δ’ ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλω- ροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν ;"

καὶ ἐπὶ τέλει τοῦ παντὸς χρησμοῦ ἀποκρίνεται ΄Ιὼβ τῷ κυρίῳ λέγων ‘‘ἄκουσον δέ μου, κύριε, ἔνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε · διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.”

Ὅτι μὲν οὖν κυρίου τοῦ δημιουργοῦ τυγχάνουσιν αἶ προκείμεναι φωναὶ οὐκ ἐκ τῶν προτεθέντων μόνον, ἀλλὰ καὶ ἐκ τῶν σοι φαινομένων διαγνῶναι ῥᾴδιον· ὅτι δὲ τὸ ‘ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας" καὶ τὸ " ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν,” τὴν Ἅιδου τοῦ σωτῆρος ἡμῶν θεσπίζει κατὰ τὸν προσήκοντα καιρὸν ἀποδείξομεν, τοσοῦτον νῦν ἐπισημηνάμενοι, ὡς μᾶλλον τῷ θεῷ λόγῳ ἤπερ τῷ θεῷ τῶν ὅλων τὰ κατὰ τὸν τόπον ἀνατιθέναι προσήκει.

ὁ γοῦν Ἰὼβ ἑξῆς ὁμοίως τοῖς πατράσιν αὐτὸν δὴ τοῦτον τὸν ἐν ἀρχαῖς διὰ λαίλαπος καὶ νεφῶν χρηματίζοντα αὐτῷ κύριον αὐτοψίᾳ τεθεωρηκέναι μαρτυρεῖ λέγων ‟ἄκουσον δέ μου, κύριε, ἔνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε. διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.”

πῶς δ’ ἂν τὸν ἀνωτάτω θεὸν, τῶν ὅλων ἐπέκεινα, τὴν ἄτρεπτον καὶ ἀγέννητον οὐσίαν, σάρκα περιβεβλημένη ψυχὴ καὶ ὀφθαλμοὶ θνητῶν θεάσαιντο, εἰ μὴ ἄρα σαφῶς κἀνταῦθα ὑποβαίνοντα τοῦ οἰκείου μεγέθους τὸν θεὸν λόγον τὸν διαφόρως ἀποδεικνύμενον κύριον εἴποιμεν ἂν παρίστασθαι, ὡς ἔστι καὶ ἐξ αὐτῶν τῶν χρησμῶν μαθεῖν, δι’ ὧν αὖθις ὁ κύριος πρὸς τὸν Ἰὼβ τὰ περὶ τοῦ διαβόλου ὧς περὶ δράκοντος διιὼν ἐπεχείρει ‟οὐ ὅτι ἡτοίμασταί μοι;”

δράκοντα γὰρ ποίῳ κυρίῳ προσήκει νομίζειν ἢ τῷ θεῷ λόγῳ καὶ σωτῆρι ἡμῶν; ὃς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου πάλαι πρότερον πολιορκοῦντα τὸ τῶν ἀνθρώπων γένος καθεῖλε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, ὁ καὶ αὐτὸς παρίστησι φήσας ‟ἦλθες δ’ ἐπὶ πηγὴν θαλάσσης, δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας· ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ Ἅιδου ἰδόντες σε ἔπτηξαν.”
ταῦτα δὲ εἰκότως πρὸς τὸν Ἰὼβ μετὰ τὸν μέγαν πειρασμὸν, ὃν ὑπέμεινε, καὶ ἀγῶνα, διδάσκων αὐτὸν ὅτι ὑπὲρ μέρους ἠγώνισται, τοὐ μείζονος καὶ κραταιοτέρου πολέμου καὶ ἀγῶνος αὐτῷ τῷ κυρίῳ πεφυλαγμένου κατὰ τὸν καιρὸν τῆς εἰς τὸν θάνατον αὐτοῦ παρουσίας.
Ἀπὸ τοῦ ABBREV Ψαλμοῦ.
Ὡς δύο κυρίους καὶ ὁ προκείμενος οἶδε Ψαλμός.

“ Ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρός σε κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.”

Ταύταις ὁ διάβολος ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ταῖς λέξεσιν. ὅρα δὴ οὖν τίνα τρόπον ὁ Ψαλμὸς πρὸς αὐτὸν τὸν κύριόν φησιν ‟ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. σὺ γὰρ αὐτὸς, φησὶν, ἡ ἐμὴ ἐλπὶς, ὦ κύριε, μείζονα σαυτοῦ τὸν θεὸν αὐτὸν τὸν ὕψιστον καὶ ἐπὶ πάντων καὶ σαυτοῦ πατέρα καταφυγὴν ἔθου· δι’ ὃν οὐ προσελεύσεται πρὸς σὲ κακὰ, πρὸς σὲ τὸν ἐμὸν κύριον, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.”

κἂν γὰρ ἀσεβεῖς ἄνδρες ἐπιχειρήσωσι ἐνανθρωπήσαντά σε μαστίζειν κἂν τῷ θανάτῳ παραδιδόναι, ἀλλ’ οὔτι γε ἡ ἐκ θεοῦ μάστιξ τῷ σῷ προσεγγιεῖ σκηνώματι, τοῦτ’ ἔστι σώματι, ὃ δηλονότι δι’ ἡμᾶς ἐνανθρωπήσας περιβέβλησαι. τούτοις ἀκολούθως ἐφαρμόσεις αὐτῷ τὰ δι’ ὅλου τοῦ Ψαλμοῦ δηλούμενα, ἃ καὶ αὐτοὶ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπιθεωρήσομεν.
Ἀπὸ τοῦ Ὠσηέ.

Περὶ τοῦ θεοῦ λόγου καὶ τοῦ πατρὸς ὡς περὶ κυρίου.

"οὑ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν ἱακὼβ,, ὅτι θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν · ὀπίσω κυρίου πορεύσομαι.”

Ταῦτα καὶ διὰ τούτων ὁ θεὸς λόγος ἐνανθρωπήσας πρὸς τοὺς ἄνθρωπον αὐτὸν ἅγιον, ἀλλ’ οὐ θεὸν εἶναι ὁμολογοῦντας, θεὸς ἐγώ εἰμι, φησὶ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος.

εἶτα θεὸν αὑτὸν εἰπὼν τὸν ἐπὶ πάντων κύριον καὶ θεὸν καὶ πατέρα αὑτοῦ δηλοῖ, ἐπιλέγων ὀπίσω κυρίου πορεύσομαι." τὸ δὲ “ οὐκ εἰσελεύσομαι εἰς πόλιν " ἀρνουμένου ἂν εἴη τὴν κοινὴν καὶ δημώδη ἀνθρώπων πολιτείαν, ἧς καὶ τοὺς ἰδίους μαθητὰς ἀποτρέπων φησὶν “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ είσέλθητε.”

Ἀμώς. ὑοῦ Ἀμώς.
Περὶ τοῦ σωτῆρος ἡμῶν ὡς περὶ κυρίου, καὶ τοῦ πατρὸς ὡς περὶ θεοῦ, καὶ τῆς Ἰουσαίων ἔθνους καταστροφῆς.

“ Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός. καὶ οὐδ’ οὕτως ἐπεστρέψατε πρός με, λέγει κύριος.”

Κἀνταῦθα αὐτὸς ὁ κύριος θεόν τινά φησι τὴν ἐπὶ Σοδόμων καταστροφὴν πεποιηκέναι, ἕτερος ὢν δηλαδὴ τοῦ πρὸς αὐτοῦ δηλουμένου.
καὶ ἐν τῇ ἐπὶ Σοδόμων δὲ καταστροφῇ δύο κύριοι παρίστανται, ὅτε ἔβρεξεν ὁ κύριος πῦρ παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα. ὁποίαν τοιγαροῦν, φησὶ, διὰ τἀς εκτόπους δυσσεβείας ὑπέμεινε καταστροφὴν τὰ Σόδομα, τοιαῦτα καὶ ὑμεῖς, ὦ οὗτοι, πείσεσθε, καὶ οὐδ’ οὕτως ἐπεστρέψατε πρός με. σύνηθες δὲ τῇ γραφῇ τὸ μέλλον ὡς παρεληλυθὸς δηλοῦν. ὥστε καὶ τὰ παρόντα ὁμοίως χρὴ νοεῖν, ἀντὶ μὲν τοῦ καταστρέψω μέλλοντος τοῦ παρῳχημένου εἰρημένου τοῦ κατέστρεψα, ἀντὶ δὲ τοῦ ἐπιστραφήσεσθε τοῦ ἐπεφτρέψατε κειμένου.
ταῦτα δὲ πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτείνεται, ἃ καὶ οὐδ’ ἄλλοτε ἢ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο. ὁ γοῦν ἱερὸς αὐτῶν καὶ τὸ πρὶν ἅγιος τόπος εἰς τοῦτο νῦν περιῆλθεν, ὡς κατὰ μηδὲν τῆς Σοδόμων καταστροφῆς ἀποδεῖν. πλὴν ὅμως καίπερ ἀκόλουθα τῇ προρρήσει πεπονθότες, οὔπω καὶ εἰς δεῦρο τὴν πρὸς τὸν Χριστὸν τοῦ θεοῦ, δι’ ὃν ταῦτα πεπόνθασιν, ἐπιστροφὴν ἐποιήσαντο· ὡς εἰκότως καὶ τοῦτο διὰ τῆς ἐν χερσὶ θεσπίζεσθαι προφητείας λεγούσης καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρός με, λέγει κύριος.”
Ἀπὸ τοῦ Ἀβδίου.
Περὶ τῶν δύο κυρίων, πατρὸς καὶ τῆς τῶν ἐθνῶν κλήσεως.

"Ὅρασις Ἀβδίου. τάδε λέγει κύριος τῇ Ἰδουμαίᾳ, ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλε. κύριος ὁ θεὸς ἀκοὴν ἤκουσε παρὰ κυρίου. καὶ αὕτη δὲ ἦν περὶ τῆς τῶν ἐθνῶν κλήσεως.

Ἀπὸ τοῦ Ζαχαρίου.
Ως ὁ θεὸς λόγος κύριος ὢν πρὸς τοῦ μείζονος ἀπεστάλθαι ὁμολογεῖκυρίου.

‘‘Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς." εἶτ’ ἐπιφέρει μετὰ βραχέα λέγων καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέ με. εἰ καὶ ὁ ἀποστέλλων κύριός ἐστι παντοκράτωρ, καὶ ὁ ἀπεστάλθαι λέγων ὡσαύτως, δύο ἄρα. σαφῶς δὲ ὁ ἀπεσταλμένος κύριος παντοκράτωρ ἐπὶ τὰ ἔθνη, φησὶν, ἀπέσταλκέ με.

“ Τέρπου καὶ εὐφραίνου θύγατερ Σιῶν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε καὶ τὰ ἐξῆς. οἷς μεθ’ ἕτερα ἐπιλέγει " καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος.”
Καὶ ταῦτα τοῖς προτέροις ὅμοια, τὴν τοῦ Χρισοῦ εἰς ἀνθρώπους παρουσίαν, καὶ τὴν γενομένην τῶν ἐθνῶν σωτήριον δι’ αὐτοῦ κλῆσιν ἀναφωνοῦντα. ἐγὼ μὲν οὖν αὐτὸς ὁ κύριος ἥξω, φησὶν, ἐπὶ δὲ τῇ ἐμῇ παρουσίᾳ οὐκέθ’ ὁ πάλαι ἰσραὴλ,, ἀλλ’ οὐδὲ ἓν μόνον ἐπὶ γῆς ἔθνος, ἔθνη δὲ πολλὰ καταφεύξονται ἐπὶ τὸν κρείττονα καὶ μέγαν κύριον, τὸν ἐμοῦ τε αὐτοῦ καὶ τῶν ὅλων θεὸν, ἐφ’ ὃν τὰ καταφεύγοντα ἔθνη τοσαύτης τεύξεται εὐεργεσίας, ὡς καὶ χρηματίσαι καὶ γενέσθαι λαὸν θεοῦ, κατοικῆσαί τε ἐν μέσῳ τῆς κα λουμένης θυγατρὸς Σιῶν. οὕτω δὲ τὴν ἐπὶ γῆς ἐκκλησίαν τοῦ θεοῦ, ὥσπερ τινὰ θυγατέρα τυγχάνουσαν τῆς ἐπουρανίου, τοῖς ἱεροῖς γράμμασι ἀποκαλεῖν φίλον.

ταύτ’ ἢν δὲ καὶ εὐαγγελίζεται τὸ φάσκον λόγιον, χαῖρε καὶ εὐφραίνου θύγατερ Σιῶν, διότι ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου. ἐν μέσῳ γὰρ τῆς ἐκκλησίας τὸν θεὸν λόγον κατασκηνοῦν πεπιστεύκαμεν· ὡς γοῦν καὶ ἐπήγγελται φήσας ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας, ἴως τῆς συντελείας τοῦ αὐῦνος."

καὶ ‘‘ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν." ἐπειδὰν δὲ ἐγὼ, φησὶν, αὐτὸς ὁ κύριος ἐλθὼν κατασκηνώσω ἐν μέσῳ σου, μείζονα τότε γνῶσιν περὶ τοῦ θεοῦ τοὐ παντοκράτορος ἀναλήψῃ, ἐμοῦ τοῦ κυρίου τὴν αἰτίαν τῆς εἰς ἀνθρώπους ἀποστολῆς ἀνατιθέντος τῷ ἐξαποστείλαντί με πατρί.

γνώσῃ δὲ ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέ με πρός σε. καὶ ἑξῆς περὶ ἑτέρου κυρίου καὶ θεοῦ ὧδέ πως αὐτὸς ὁ κύριος ἐπιλέγει " καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος." τίνες δὲ ἂν εἶεν οἱ ἐν τῷ κυρίῳ καυχώμενοι ;
Καὶ ἔδειξέ μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου. καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπε κύριος πρὸς τὸν διάβολον, ἐπιτιμήσαι κύριος ἐν σοὶ, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ, ὁ ἐκλεξάμενος τὴν ἱερουσαλήμ."
Πἀλιν καὶ ἐνταῦθα ὁ κύριος ἕτερον κύριον ἐπιτιμήσειν τῷ διαβόλῳ φησὶν, οὐκ αὐτὸς ὁ προσδια λεγόμενος κύριος ἐπιτιμῶν, ἀλλ’ ἑτέρου μνημονεύων κυρίου. δι’ ὧν ἡγοῦμαι σαφῶς παρίστασθαι τὴν περὶ τῶν δύο κυρίων, τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων καὶ του μέτα ’τον πατέρα τὴν κάτα πάντων τῶν γεννητῶν Κυρείαν καὶ δεσποτείαν διειληφότος, ἀπόδειξιν.
Ἀπὸ τοὐ Μαλαχίου.
Ὡς ἄγγελον διαθήκης τὸν Χριστὸν, τὸν αὐτὸν δὲ καὶ κύριον ὁ παντοκράτωρ θεὸς ἀποκαλεῖ.

‟Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίνης ἥξει εἰς τὸν ναὸν κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ;”

Ὅμοια καὶ ταῦτα τοῖς προτέροις. κύριος γὰρ αὐτὸς ὁ θεὸς ὁ παντοκράτωρ ἥξειν φησὶν εἰς τὸν ναὸν αὑτοῦ κύριον, περὶ ἑτέρου λέγων· δηλοῖ δὲ ἄρα τὸν θεὸν λόγον. μετὰ τοῦτο δὲ καὶ ἄγγελον τῆς διαθήκης ὀνομάζει, ὃν καὶ αὐτὸς ὁ παντοκράτωρ κύριος ἐξαποστέλλειν ἑαυτοῦ πρὸ προσώπου διδάσκει λέγων ‘ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἄγγελόν μου πρὸ προσώπου μου.”

τὸν αὐτὸν δὲ τοῦτον, ὃν ἄγγελόν μου ἀπεκάλεσε, πάλιν ἑξῆς κύριον ὀνομάζει ‟καὶ ἐξαίφνης ἥξει κύριος, ἐπιλέγων, καὶ ὁ ἄγγελος τῆς διαθήκης.” ἴνα δὲ καὶ τὸν αὐτὸν προειπὼν ἐπιφέρει ἰδοὺ ἔρχκται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; τὴν δευτέραν καὶ ἔνδοξον παρουσίαν αὐτοῦ σημαίνων. ὁ ταῦτα δὲ πάντα θεσπίζων κύριός ἐστι παντοκράτωρ ὁ τῶν ὅλων θεός.
‟Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ.”

Ὁ πολλάκις ὀνομασθεὶς κύριος καὶ θεὸς καὶ ἄγγελος καὶ ἀρχιστράτηγος, Χριστός τε καὶ ἱερεὺς, καὶ λόγος καὶ σοφία θεοῦ καὶ εἰκὼν νῦν αὐτὸς οὗτος ἥλιος κέκληται δικαιοσύνης. τοῦτον δὴ οὖν αὐτὸν ὁ γεννήσας πατὴρ οὐ τοῖς πᾶσιν, ἀλλὰ μόνοις τοῖς τὸ ὄνομα αὐτοῦ φοβουμένοις ἀνατελεῖν ἐπαγγέλλεται, γέρας αὐτοῖς τοῦ εἰς αὐτὸν φόβου διδοὺς τὸ φῶς τοῦ τῆς δικαιοσύνης ἡλίου. εἴη δ’ ἂν οὗτος ὁ θεὸς λόγος, ὁ εἰπὼν ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὅπερ ἦν φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.”
τοῦτον δὴ οὑν, ἀλλ’ οὐ τὸν αἰσθητὸν, οὐδὲ τὸν προφανῆ τοῖς πᾶσι λογικοῖς τε καὶ ἀλόγοις ἥλιον, ἀλλὰ τὸν ἔνθεον καὶ νοερὸν καὶ πάσης ἀρετῆς καὶ δικαιοσύνης αἴτιον, μόνοις τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖν ἐπὶ τοῦ παρόντος ὁ θεός φησιν, ἀποκρύπτων αὐτὸν τῶν ἀναξίων. περὶ ὧν ἀλλαχόθι που λέγει ‟καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου.”
Ἀπὸ τοῦ Ἱερεμίου.
Ὡς ὁ θεὸς λόγος κύριος ὢν κυρίω τῷ πατρὶ εὐχὴν ἀναπέμπει, τὴν τῶν ἐθνῶν ἐπιστροφὴν θεσπίζων.

‟Κύριε ἡ ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεως, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει αὑτῷ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶ θεοὶ, διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ἐγὼ κύριος.”

Κύριος ἑτέρῳ εὔχεται κυρίῳ, τῷ πατρὶ δηλαδὴ καὶ θεῷ τῶν ὅλων, ἐν οἶς ἀρχόμενός φησι " κύριε ἰσχύς μου” καὶ τὰ ἐξῆς. σαφῶς δὲ τὴν τῶν ἐθνῶν ἐκ τῆς πολυπλανοῦς εἰδωλολατρίας ἐπὶ τὴν εἰς τὸν θεὸν εὐσέβειαν μεταβολὴν θεσπίζει. καὶ αὕτη δὲ ἡ προφητεία μετὰ τὴν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐναργέστατα δείκνυται πεπληρωμένη.

Ἀλλὰ γὰρ δι’ ὅλων τριάκοντα προφητικῶν κεφαλαίων δεύτερον θεὸν μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσι τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ λόγον εἶναι μεμαθηκότες ἐφ’ ἑτέραν τῆς κατὰ αὐτὸν οἰκονομίας ὑπόθεσιν μεταβησόμεθα, αὐτὸν δὴ τοῦτον θεὸν εἰς ἀνθρώπους ἐλεύσεσθαι δεῖν ἐκ τῶν αὐτῶν παρὰ Ἑβραίοις ἱερῶν βίβλων συστήσοντες.

Book 6: Βιβλιον Ekton
Σαφῶς ἐν τῷ πέμπτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως ὡρισμένου τοῦ περὶ πατρὸς καὶ υἱοῦ λόγου 5 καὶ θεοῦ μὲν ἑνὸς τοῦ ἐπὶ πάντων ὡμολογημένου, δευτέρας δὲ μετ’ αὐτὸν ἀποδειχθείσης οὐσίας ἡγουμένης τῶν γεννητῶν ἁπάντων, ἣν σοφίαν θεοῦ πσωτότοκον, μονογενῆ τε νἱὸν, καὶ θεὸν ἐκ θεοῦ, μεγάλης τε βουλῆς ἄγγελον, καὶ τῶν κατ’ οὐρανὸν στρατιῶν ἄρκοντα, καὶ τοῦ πατρὸς ὑρουσγὸν, ναὶ μὴν καὶ κὺριον τῶν ὄλων, καὶ θεοῦ λόγον καὶ θεοῦ σύναμιν, οἱ θεῖοι προηγόρευον λόγοι, εἰ φανεῖεν ἐπὶ τοῦ παρόντος αἱ προφητικαὶ μαρτυρίαι θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι μέλλοντα προαναφωνοῦσαι, παντί τῳ δῆον ἐπὶ τὶνα χρὴ τὴν ἀναφορὰν τοῦ σημαινομένου ποιεῖσθαι, ὄρε μάλιστα διὰ τῶν πρόσθεν ἐν ἀνθρώπον μορφῇ καὶ σχήματιτοῖς ἀμφὶ τὸν Ἀβραάμ θεοφιλέσιν ὁ θεὸς λόγος ἐπ’ ὀνόματος κυσίου καὶ θεοῦ πέφηνε τὰς ςἰς ἀνθρώρους ὀπτασίας πεποιημένος.

φέρε οὖν ἴδωμεν ὄπως ποιὲ μὲν κὺριον, ποτὲ δὲ θεὸν καταβήσεσθαι εὶς ἀνθρώπους καὶ πάλιν ἀναβήσεσθαι ἐναργῶς οὔτως προαναφων, ιῖ τὰ παρ’ Ἑβραίοις λόγια, καὶ τάς γε αἰτίας τῆς καθόδου· σημειώςῃ δ’ ὡς τιωὰ μέν εἴρ ηται δἰ αἰνιγμάτων, τινὰ δέ φαωερώτερον.

τὰ μὲν οὐν δἰ ἐρικρύψεως ἠγοῦμαι τῶν ἐκ περιτομῆς ἔνεκα κεκαλυμμένως ἀποδε- δόσθαι, διὰ τὰ θεσπιξόμενα κατ’ αὐτῶν σκυθρωπά· δἰ ἄπερ εἰκὸς ἦν καὶ ἀφανίσαι αὐτοὺς τὴν γραφὴν, εἰ ἐχ τοῦ προφανοῦς τὴν ἐσκάτην αὐτῶν ἀποβολήν ἐσήμαινεν· οὔτως γοῦν καὶ τοῖς προφήταις αὐτῖς ἐπιβουλεῦσαι αὐτοὺς κατέχει λόγος, δἰ οὔς ἐποιοῦντο κατ’ αὐτῶν ἐλέγχους.

αἱ δὲ σαφεῖς προφητεεῖαι τὴν τῶν ἐθνῶν κλῆσιν λευκότατα περιέχουσι, τῶν κατ’ εὐσέβειαν ἀγαθῶν τὰς ἐραγγελίας οὐτῷ Ἰουδαίων ἔθνει, πᾶσι δὲ ἀνθρώποις τοῖς καθ’ ὄλης τῆς οἰκουμένης καταγγέλλουσαι. ὦν οὔτως ἐχόντων καιρὸς ἤδη καὶ τῶν θείων ἐρακοῦδαι λουίων.
Ἀπὸ Ψαλμοῦ ιζ΄

Θεοῦ εἰς ἀνθρώπους ἀφίξεως δήλωσις καὶ ἐπὶ ταύτῃ κλῆσις ἐθνῶν.

‟Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ Χερουβὶμ, καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.”

Ἡγοῦμαι διὰ τούτων ἄντικρυς θεοῦ κάθοδον οὐρανόθεν παρίστασθαι· προειπὼν γὰρ πολλὰς θεολογίας ἐπιλέγει τὰ ἐκκείμενα. τῷ δὲ λέγειν κλίνειν αὐτὸν οὐρανοὺς καὶ κατεληλυθέναι σημαίνει τὴν ὑποστολὴν τῆς ἐνθέου δόξης, ἣν ὁ θεῖος ἀπόστολος παριστὰς ἔλεγεν ‟ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ αὑτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.’‘καὶ τὸ ‟ἐπέβη δὲ ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη” αἰνίττεσθαί μοι δοκεῖ τὴν ἐπὶ τὴν τοῦ θεοῦ δόξαν ἀποκατάστασιν, ἣν πεποίηται ἀγγελικαῖς καὶ θείαις δυνάμεσι δορυφορούμενος. ὃ καὶ αὐτὸ δηλοῦσθαί μοι δοκεῖ διὰ τοῦ ‟ ἐπετάσθη πτερύγων ἀνέμων.’

τὸ δὲ σκότος τεθεῖσθαι τὴν ἀποκρυφὴν αὐτοῦ καὶ γνόφον ὑπὸ τοὺς πόδας αὐτοῦ λέγεσθαι παραστατικὸν ἂν εἴη τῆς κρυφίου καὶ ἀπορρήτου οἰκονομίας, καθ’ ἣν ταῦτα πάντα αὐτῷ ἐτελεῖτο. κύκλῳ δὲ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ τίνα λέγεσθαι προσήκει νοεῖν ἢ τὴν ἁγίαν αὐτοῦ καὶ καθολικὴν ἐκκλησίαν, εἴτε τὴν ἐπὶ τῆς γῆς εἴτε τὴν ἐν οὐρανοῖς ;
ἑξῆς δὲ κατὰ τὸν αὐτὸν Ψαλμὸν τελευτῶν ὁ λόγος ὁμοῦ τὴν παραίτησιν τοῦ προτέρου λαοῦ καὶ τὴν κλῆσιν τῶν ἐθνῶν προθεσπίζει δι’ ὧν φησι ‟ῥῦσαί σαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὰς ἐθνῶν. λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι, υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι 5 υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὑτῶν.
Ταῦτα δὲ ὁποίας διανοίας ἔχεται κατὰ τὸν προσήκοντα καιρὸν ἐξετασθήσεται.
Ψαλμοῦ μς΄.
‟Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος. ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε, ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη. ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὑτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραὰμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν”

Καὶ τί ἕτερον βούλεται σημαίνειν ἡ διὰ τούτων δηλουμένη κυρίου τοῦ θεοῦ ἄνοδος ἢ τὴν πρὸ τῆς ἀνόδου κάθοδον αὐτοῦ, ἐφ’ ᾗ πάλιν ἡ τῶν ἐθνῶν ἁπάντων κλῆσις θεσπίζεται, χαρὰς τε καὶ εὐφροσύνης σημεῖα ἐπὶ τῇ μελλούσῃ θεογνωσίᾳ τοῖς ἔθνεσιν ἅπασιν εὐαγγελίζεται, ὅτε κύριος αὐτὸς ὁ ὕψιστος μόνος θεὸς καὶ βασιλεὺς ἁπάσης τῆς γῆς ὁμολογηθεὶς ὑποτάξειν λαοὺς ἡμῖν λέλεκται,.

ἡμῖν δὲ τίσιν; ἦ δηλαδὴ τοῖς ταῦτα προφητεύουσιν· ὃ καὶ ἔστιν ἐναργῶς ἰδεῖν πεπληρωμένον, ὅτε πάντα τὰ εἰς Χριστὸν πεπιστευκότα ἔθνη τοῖς λόγοις τῶν προφητῶν ὺποτέτακται. λέγοιτο δ’ ἂν ταῦτα καὶ ἐκ προσώπου τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, οἳ καὶ εἴποιεν ἂν τὸ ‟ἐξελέξατο ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ.”

κληρονομίαν δὲ αὐτοῦ τίνα χρὴ νοεῖν ἢ τὴν κλῆσιν τῶν ἐθνῶν ἀπάντων, ἣν αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ παριστὰς ἔφησε ‘‘κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.”

ταύτην οὖν τὴν ὑπὸ πατρὸς δεδομένην αὐτῷ κληρονομίαν ὑπέταξε τοῖς ἀποστόλοις αὐτοῦ καὶ προφήταις, τῷ τοὺς εἰς αὐτὸν πεπιστευκότας τοῖς τούτων ὑποτετάχθαι λόγοις ἀκολούθως τοῖς προκειμένοις θεσπίσμασι. καὶ ταῦτα δὲ πάντα κατορθώσας ἐπὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας ὁ θεὸς λόγος, περὶ οὗ πλεῖστα ἡμῖν διείληπται, ‘‘ἀνέβη ἐν ἀλαλαγμῷ.”

τοῦτο δὲ ἑρμηνεύων ὁ ἀπόστολός φησι τὸ δὲ ἀνέβη τί ἐστὶν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτατα τῆς γῆς ; ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν.” ἐν ἀλαλαγμῷ δὲ αὐτόν φησιν ἀνεληλυθέναι διὰ τὴν εἰς αὐτὸν θεολογίαν τῶν δορυφορούντων αὐτὸν ἀνιόντα ἀγγέλων, οἳ καὶ ἔλεγον ‟ἄρατε οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.” φωνὴν δὲ οὐκ ἂν σφαλείης τὸ κήρυγμα εἰπὼν τὸ εὐαγγελικὸν εἰς πᾶσαν ἐξηχῆσαν τὴν οἰκουμένην.
παντὸς γὰρ ὀργάνου μουσικοῦ μεγαλοφωνοτέρας οὔσης τῆς σάλπιγγος, οἰκείως παρείληπται τὸ παράδειγμα εἰς παράστασιν τοῦ πάντων τῶν ἐξ αἰῶνος κραταιοτέραν καὶ μεγαλοφωνοτέραν τὴν περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνθρώποις κατηγγέλθαι διδασκαλίαν, δι’ ἧς ὥσπερ διὰ σάλπιγγος εἰς ἐξάκουστον πάντων τῶν ἀνθρώπων βοᾷ καὶ κέκραγε τὸ πνεῦμα τὸ ἅγιον τὰ ἐξῆς τοῦ Ψαλμοῦ, δι’ ὧν εἴρηται ‘‘ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε.” ὅτι βασιλεὺς οὐκέτι μόνου τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ πάσης φησὶ τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς.
οὐκέτι γὰρ οἶ πρὶν δαίμονες, φησὶ, οὐδὲ τὰ περίγεια καὶ ἀπατηλὰ πνεύματα, ἀλλ’ αὐτὸς ὁ θεὸς ἐβασίλευσεν ἐπὶ πάντα τὰ ἔθνη, ὁ θεὸς αὐτὸς, ὃς κάθηται ἐπὶ θρόνου ἁγίου αὑτοῦ. ἤδη δὲ πρότερον τοῦ θεοῦ λόγου τὸν θρόνον, ἐφ’ ὃν καθέζεσθαι ὁ πατὴρ αὐτῷ παρεκελεύσατο εἰπὼν‘ ‟κάθου ἐκ δεξιῶν μου, ἕως θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου,” διὰ τοῦ πρὸ τούτου συγγράμματος παρεστήσαμεν.
τὸ δὲ ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ” ἔτι σαφέστερον δηλοῖ μετατεθεῖσθαι εἰς τὸν κλῆρον τῶν πάλαι θεοφιλῶν τοῦ θεοῦ προφητῶν τοὺς ἐξ ἐθνῶν ἄρχοντας τῆς Χριστοῦ ἐκκλησίας, οἳ καὶ τῇ δυνάμει τοῦ σωτῆρος ἡμῶν κραταιωθέντες σφόδρα ἐπήρθησαν, οὐδενὸς ἀνθρώπων καταβαλεῖν αὐτοὺς καὶ ταπεινῶσαι δεδυνημένου διὰ τὴν ἀνυψοῦσαν αὐτοὺς καὶ δυναμοῦσαν τοῦ θεοῦ δεξιάν. καὶ ταῦτα δὲ ἐπὶ σχολῆς ἐντελοῦς τεύξεται διηγήσεως.
Ἀπὸ Ψαλμοῦ μθ΄.

‘‘Θεὸς θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν· ἐκ Σιῶν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. καὶ μεθ’ ἕτερα " ἄκουσον φησὶ) λαός μου, καὶ λαλήσω σοὶ, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. ὁ θεὸς ὁ θεός σου εἰμὶ ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις. σου ἐλέγξω σε. τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου εἰσὶ διὰ παντός.

οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους, ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. ἔγνωκα πάντα τὰ πετηνὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστίν. ἐὰν πεινάσω, οὐ μή σοι εἴπω. ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως.”

Κἀνταῦθα ἡ θεία πρόρρησις σαφῶς θεὸν ἐμφανῶς ἥξειν θεσπίζει, οὐκ ἄλλον ἢ τὸν τοῦ θεοῦ λόγον δηλοῦσα. καὶ τὸ αἴτιον δὲ τῆς παρουσίας αὐτοῦ σαφέστατα παρίστησιν, αὖθις τὴν κλῆσιν σημαίνουσα τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν. " ἐκάλεσε γοῦν φησι ’ τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν.” σφόδρα δὲ ἀκολούθως μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ μετὰ τὴν κλῆσιν τῶν ἐθνῶν τὴν παραίτησιν τῆς κατὰ τὸν Μώσεως νόμον σωματικωτέρας λατρείας διδάσκει, ἣ καὶ αὐτὴ τέλους ἔτυχε μετὰ τὴν τοῦ θεοῦ λόγου εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν.
ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο κέκληνται μὲν πάντες οἶ ἐπὶ πάσης τῆς οἰκουμένης ἄνθρωποι, καὶ πάντα τὰ ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν ἔθνη. πέταυται δὲ καὶ καθῄρηται ἡ κατὰ Ἰουδαίους θρησκεία, κατὰ τὴν καινὴν διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγ ματος, ἀλλ’ οὐ κατὰ τὸν Μώσεως νόμον, ἀνθρώπων εὐσεβεῖν παρηγγελμένων. ταῦτα δὲ καὶ ἐπὶ τὴν δευτέραν καὶ ἔνδοξον ἐπιφάνειαν τοῦ σωτῆρος ἀναφέροιτο ἄν.
Ἀπὸ Ψαλμοῦ πγ΄.
‟Ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιῶν. ὁ θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου 5 ἐνώτισαι ὁ θεὸς Ἰακώβ· ὑπερασπιστὰ ἡμῶν ὁ θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου.
Τὸν θεὸν τῶν θεῶν ὀφθήσεσθαι προειπὼν εὔχεται τὴν ἐπιφάνειαν αὐτοῦ ᾗ τάχος ἐπιστῆναι, καθ’ ὃν ὀφθήσεται τρόπον διδάσκων διὰ ‟ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου·’ ὡσεὶ σαφέστερον εἰρήκει, διὰ τοῦ προσώπου τοῦ Χριστοῦ σου ἐπιφάνηθι. ἐπεὶ γὰρ ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα τὸν πέμψαντα αὐτὸν, εἰκότως διὰ τοῦ προσώπου τοῦ Χριστοῦ ἐπιφανήσεσθαι τὸν ἐν τῷ Χριστῷ κατοικοῦντα θεὸν τῶν θεῶν ἐπαγγέλλει.
Ἀπὸ Ψαλμοῦ ABBREV

‟Ἄισατε τῷ κυρίῳ ᾆσμα καινὸν, ᾄσατε κυρίῳ πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ, ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς .”

καὶ πάλιν ’ ἐνέγκατε τῷ κυρίῳ αἷ πατριαὶ τῶν ἐθνῶν.” καὶ πάλιν‘‘ εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσε. ’

καὶ ἐπὶ πᾶσιν ἐπιλέγει ‘‘τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμου ἄπο προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.”
Κἀνταῦθα πάλιν ἐρχόμενος εἰς ἀνθρώπους κύριος προφητεύεται, καινόν τε ᾆσμα ἐπὶ τῇ παρουσία αὐτοῦ ᾄσεσθαι, τὴν καινὴν δηλονότι διαθήκην, οὐ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ πᾶσαν τὴν γῆν ’ εὐαγ- γελισθήσεσθαί τε οὐκέτι τὸν Ἰσραὴλ, ἀλλὰ πάντα τὰ ἔθνη, ἐπειδήπερ αὐτῶν ἔσεσθαί φησι βασιλέα τὸν ἐρχόμενον κύριον.
τίς δ’ ἂν εἴη οὗτος ἢ ὁ θεὸς λόγος; ὃς μέλλων δικαιοσύνῃ τὴν οἰκουμένην καὶ ἀληθείᾳ τὴν ἀνθρωπότητα κρίνειν, ἐξ ἴσης ἅπαντας τοὺς ἐπὶ τῆς οἰκουμένης ἀνθρώπους τῆς αὑτοῦ κλή- σεως καὶ τῆς ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ σωτηρίας κατη- ξίωσεν.
Ἀπὸ qἴ·αλμοῦ ABBREVζ’.
‘‘·Άισατετῷ κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησε. καὶ τὰ ἑξῆς ’ ἐγνώρισε κύριος τὸ σωτήριον αὑτοῦ, ἐναντίον πάντων τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὑτοῦ. καὶ πάλιν ‘εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ἀλαλέ- ξατε τῷ κυρίῳ πᾶσα ἡ yrj.’* καὶ ἐπὶ πᾶσι "ra ὅρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἥκει κρῖναι τὴν γῆν. κρινεῖ τὴν οἰγουμένην ἐν δικαι- οσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.”
Πολλῶν ἀγαθῶν αἰτία καὶ διὰ τούτων ἡ τοῦ κυρίου παρουσία τοῖς ἔθνεσι γεγενῆσθαι προφητεύ- ἔται, ἃ καὶ διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἀχθέντα δείκνυται. ἐξ ἐκείνου γάρ τοι καὶ οὐ πρότερον τὸ καινὸν ᾆσμα τῆς καινῆς διαθήκης εἰς πάντας ἀνθρώπους ᾄδεται, καὶ τὰ θαυμάσια αὐτοῦ διὰ τῆς τῶν εὐαγγελίων γραφῆς γνώριμα καὶ ἐξάκουστα τοῖς πάσι γίνεται. οὐ μὴν ἀλλὰ καὶ τὸ σωτήριον, τὸ κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ, πᾶσιν ἀπεκαλύφθη τοῖς ἔθνεσι, καὶ ἡ ἀληθὴς δικαιοσύνη, δι’ ἧς ἐναργῶς ἀπεδείχθη ὅτι μὴ Ἰουδαίων ὁ θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν.
‟ἐπείπερ εἷς ὁ θεός” κατὰ τὸν ἱερὸν ἀπόστολον ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.” δὲ ὅτι ἔρχεται κρῖναι τὴν γῆν γένοιτ’ ἂν δηλωτικὸν καὶ τῆς δευτέρας αὐτοῦ παρουσίας.
Ἀπὸ Ψαλμοῦ ρς΄.
“Ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. ὅτι συνέτριψε πύλας χαλκὰς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν, ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν. διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν, πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν· καὶ ἤγγισαν ἴως τῶν πυλῶν τοῦ θανάτου, καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς· ἀπέστειλε τὸν λόγον αὑτοῦ 5 καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.”

καὶ μεθ’ ἔτερα αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. ἔθετο τὴν ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας.

Καὶ ταῦτα σαφῶς ὀνομαστὶ τὴν τοῦ θεοῦ λόγου ἐξ οὐρανῶν κάθοδον εὐαγγελίζεται, τά τε τῆς παρουσίας αὐτοῦ κατορθώματα. ‟ἀπἐστειλε” γοῦν ‟τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτούς.” θεοῦ ἡμεῖς σαφῶς τοῦτόν φαμεν τὸν πρὸς τοῦ πατρὸς ἀποσταλέντα πᾶσιν ἀνθρώποις σωτῆρα, ὃν καὶ διὰ τῶν ἱερῶν εὐαγγελίων θεολογεῖν πεπαιδεύμεθα.

αἰνίττεται δὲ καὶ τὴν μέχρι θανάτου κάθοδον αὐτοῦ διὰ τοὺς ἐφθακότας εἰς τοῦτον γεγεννημένην, καὶ τήν γε αἰτίαν τῆς ἀφίξεως αὐτοῦ παρίστησι, τὴν ἀπολύτρωσιν ἐμφαίνων τῶν δι’ αὐτοῦ σωθησομένων. τοὺς γὰρ ἐφθακότας ἕως τῶν πυλῶν τοὐ θανάτου ἔσωσε μόνος αὐτός· τούτους δὲ καὶ ἐρρύσατο ἰασάμενος ἐκ τῶν διαφθορῶν αὐτῶν· καὶ διεπράξατό γε ταῦτα οὐκ ἄλλως ἢ τοῦ θανάτου τὰς λεγομένας πύλας χαλκὰς συντρίψας καὶ τοὺς σιδηροῦς μοχλοὺς συγκλάσας.

καὶ δὴ μετὰ ταῦτα ἀκολούθως προφητεύει τὴν εἰς ἔρημον κατάστασιν τῶν μὴ ἐλθόντα παραδεξαμένων αὐτόν. ἔθετο γὰρ (φησὶ) ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.” ἃ καὶ νοήσεις ἀναδραμὼν τοῦ Ἰουδαίων ἔθνους ἐπὶ τὴν πάλαι βοωμένην Ἱερουσαλὴμ, καὶ τὴν δόξαν καὶ τὴν ἐν θεῷ καρποφορίαν, τῶν ἐν αὐτῇ πολιτευομένων ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐπὶ τοῦ παρόντος ἐστερημένην.

μετὰ γὰρ τὴν τοῦ Χριστοῦ παρουσίαν ρουσίαν γέγονεν ἀληθῶς ἄκαρπος καὶ ἄνυδρος καὶ παντελῶς ἔρημος, καὶ ὥς φησιν ἡ προφητεία ‟εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων αὐτήν.” ἐπισυνάπτει ἀκολούθως προφητικῷ αἰνιττόμενος τῆς πάλαι ἐρήμου καὶ διψάδος, ἤτοι πάσης ἀνθρώπου ψυχῆς, ἢ τῆς ἐξ ἐθνῶν ἐκκλησίας τὴν εἰς εὐσέβειαν μεταβολὴν, τήν τε ἐν θείοις λόγοις καρποφορίαν.
ἃ καὶ προδήλως αἰνίττεται λέγων ‘‘ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων” καὶ τὰ ἑξῆς· νοῆσαι μόνου τοῦ παρὰ θεῷ γένοιτ’ ἂν σοφοῦ, κατὰ τὴν ἐπὶ τέλει τοῦ Ψαλμοῦ φήσασαν ἐπαγωγὴν “τίς σοφὸς, καὶ φυλάξει ταῦτα;” καὶ τὰ ἑξῆς.
Ἀπὸ Ψαλμοῦ ρις΄.
‟Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη, ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοὶ, ὅτι ἐκραταιώθη ἐφ’ ἡμᾶς τὸ ἔλεος αὐτοῦ.” καὶ τὰ ἐξῆς ‟ὦ κύριε, σῶσον δὴ, ὦ κύριε, εὐόδωσον δή. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν. ἡμῖν.”
Καὶ τούτου μέμνηται ἡ ἱερὰ τοῦ εὐαγγελίου γραφὴ τέλους τετυχηκότος ὁπηνίκα ὁ σωτὴρ καὶ κύριος ἡμῶν αὐτὸς ὁ Χριστὸς εἰσῄει εἰς τὰ Ἱεροσόλυμα, πολύ τε πλῆθος ἀνδρῶν καὶ παίδων προῆγεν αὐτὸν μετ’ εὐφροσύνης ἐπιβοώντων ‟ὡς ἀννᾶ τῷ υἱῷ τῷ Δαβὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Ξυρίου, ὡς ἀννᾶ ἐν τοῖς ὑψίστοις.” ἀντὶ γὰρ τοῦ ‟ ὦ κύριε σῶσον δή” κειμένου ἐν τῷ Ψαλμῷ τὸ ‟ὡς ἀννά” Ἑβραικώτερον φάσκοντες ἐπεβόων· ἑρμηνεύεται δὲ τοῦτο σῶσον δή.
καὶ τὸ ‟ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου” διασαφεῖ τὸ λόγιον ἐξῆς φάσκον ‘‘θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν.” οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ἦν ὁ ἐπιφανεὶς ἡμῖν θεὸς κύριος, ὁ τοῦ θεοῦ δηλαδὴ λόγος, ὁ καὶ διὰ τοῦτο εὐλογημένος, ὅτι δὴ ἐν ὀνόματι κυρίου τοῦ πέμψαντος αὐτὸν πατρὸς τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐποιήσατο. ἐλέγχων γοῦν τοὺς ἀπιστοῦντας αὐτῷ τῶν ἐκ περιτομῆς ἔλεγε πρὸς αὐτοὺς ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με. ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.” εἰκότως οὖν πνεῦμα τὸ ἅγιον οὐκέτι τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι, τὰ ἐν τῇ ἀρχῇ τοῦ Ψαλμοῦ προσφωνεῖ.
Ἀπὸ Ψαλμοῦ ρμγ΄.

‟Κύριε, τί ἐστὶν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν ; κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται.” καὶ ὑποβὰς ἐπιλέγει ‟ὁ θεὸς καινὴν ᾄσομαί σοι.”

Ἔχεσθαι καὶ ταῦτα τῆς προκειμένης ὑποθέσεως ἡγοῦμαι. τὴν γὰρ εἰς ἀνθρώπους γνῶσιν τοῦ θεοῦ λόγου θαυμάζων ὑπερεκπλήττεται τῆς φιλανθρωπίας, δι’ ἧς τῆς θεότητος ὑποβὰς καὶ τοῦ συμφυοῦς μεγέθους ἑαυτὸν σμικρύνας, ἠξίωσε τῆς ἰδίας γνώσεως τὸ ἀνθρώπειον γένος.

ἐνταῦθα μὲν οὖν εὔχεται λέγων ‟κύριε, κύριε οὐρανοὺς κλῖνον οὐρανοὺς καὶ κατάβηθι.” δὲ τῷ ἑπτακαιδεκάτῳ Ψαλμῷ εἴρηται ‟καὶ οὐρανοὺς, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.” καὶ ἐπέβη ἐπὶ Χερουβίμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.

δι’ ὧν τὰ τῆς ἀνόδου, ἣν ἀπὸ γῆς εἰς οὐρανοὺς ἐποιήσατο, θεσπίζει. ὅπως δὲ κάθοδον χρὴ νοεῖν καὶ ἄνοδον τοῦ θεοῦ λόγου, οὐ τοπικῶς μεταβάσεις ποιουμένου, τροπικῶς δὲ τὰς τοιάσδε οἰκονομίας αὐτοῦ τοῦτον τῆς γραφῆς ἀποκαλούσης τὸν τρόπον, ἐπ’ οἰκείας ἀποδώσομεν σχολῆς.
ἔδει δὲ μνημονεῦσαι ἐν τούτοις καὶ τῆς καινῆς διαθήκης, ἣν ἔμελλεν ἡ τοῦ Χριστοῦ παρουσία προξενήσειν ἀνθρώποις· αὕτη δέ ἐστιν ἡ καινὴ διαθήκη μετὰ τὴν παλαιὰν ὑπὸ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι δεδομένη. διό φησι τὸ μετὰ χεῖρας λόγιον ‟ὁ θεὸς ᾠδὴν καινὴν ᾄσομαί σοι.”
τὸ δὲ ‟ἅψαι ὀρέων καὶ καπνισθήσονται” αἰνίττεσθαι ἐμπρησμὸν καὶ ἀφανισμὸν πάσης εἰδωλολατρίας, ἥτις παρὰ τοῖς παλαιοῖς ἐν τοῖς ὄρεσι μάλιστα μάλισταξετο. ὥστε ἤδη καὶ αὐτοὺς Ἰουδαίους ἀπελέγχεσθαι, ὡς ἐπὶ πᾶν ὄρος ὑψηλὸν κατὰ μίμησιν τῶν ἀλλοφύλων ἐθνῶν εἰδωλολατροῦντας.
Ἀπὸ Ψαλμοῦ ρμς΄.

‟Ἐπαίνει Ἱερουσαλὴμ τὸν κύριον, αἴνει τὸν θεόν σου Σιών.” εἶθ’ ὑποβάς φησιν ‟ὁ τὸ λόγιον αὑτοῦ τῇ γῇ, ἴως τάχους δραμεῖται ὁ λόγος αυτου.”

Σαφἒς δὲ ὅτι τοῦ ἀποστελλομένου ὁ ἀποστέλλων ἕτερος ὢν τυγχάνει. ἔχεις τοιγαροῦν κἀνταῦθα τὸν μὲν ἀποστέλλοντα τὸν ἐπὶ πάντων θεὸν, τὸν δὲ ἀποστελλόμενον στελλόμενον τὸν λόγον, ὃς πολυώνυμος ὢν τοτὲ μὲν σοφία, τοτὲ δὲ λόγος, ἄλλοτε δὲ θεὸς, καὶ πάλιν κύριος διὰ τῶν θείων χρησμῶν ἀνηγόρευται.
ἐπιστήσας δέ τινα τρόπον ἐν σφόδρα χρόνῳ βραχεῖ τὴν πᾶσαν οἰκουμένην ἔπλησεν ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος, εὖ οἶδ’ ὅτι τὸ ἀποτέλεσμα θαυμάσεις τῆς προρρήσεως φασκούσης ‟ ἕως ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.”
Ἀπὸ τῆς δευτέρας τῶν Βασιλειῶν.

‟ Καὶ ἐλάλησε Δαβὶδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης. εἶθ’ ἑξῆς φησι καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. καὶ ἐπέβη ἐπὶ Χερουσβίμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ.”
καὶ ἐπὶ τέλει τῆς αὐτῆς ῥῦσαί με φησὶν) ἐξ ἀντιλογιῶν λαοῦ. καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου, υἱοὶ ἀλλότριοι ἀπορριφθήσονται.”
Ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς θεὸς, ὁ ἐπιβὰς ᾧ ἀνείληφεν ἀνθρώπῳ, ὅντινα νῦν Χερουβὶμ ὁ λόγος ὀνομάζει, ἀνέπτη σὺν αὐτῷ τὴν ἄνοδον πεποιημένος μετὰ τῶν δορυφορούντων αὐτὸν θείων πνευμάτων, πτερύγων ἀνέμων καὶ αὐτῶν χρηματιζόντων. σκοτεινῶς δὲ ταῦτα καὶ ἐν παραβύστῳ γεγενῆσθαι κατά τινας ἀπορρήτους καὶ λανθάνοντας αἰνίττεται λόγους, φάσκων ‟καὶ ἔθετο σκότος ἀποκρυφὴν τὰ δὲ ἑξῆς ἀκολούθως τῇ τοῦ Χριστοῦ ἐνανθρωπήσει τὴν κατ’ αὐτοῦ γενομένην ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ σημαίνει, καὶ τὴν τῶν ἐθνῶν ὑπα κοὴν τῆς τοῦ Χριστοῦ διδασκαλίας. αὐτοῖς δὲ ῥήμασι τὰ παραπλήσια εὕροις ἂν καὶ ἐν ἑπτακαιδεκάτῳ Ψαλμῷ, εἰς ἃ τὰ φανέντα προείρηται.
Ἀπὸ τῆς τρίτης τῶν Βασιλειῶν.

‟ Καὶ νῦν, κύριε, ὁ θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαβὶδ τῷ πατρί μου. ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ γῆς, εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσι σοι. σοι.”

Κεῖται ταῦτα αὐταῖς λέξεσιν καὶ ἐν Παραλειπομέναις. τῷ μὲν οὖν Δαβὶδ ἐπηγγείλατο ὁ θεὸς ἀναστήσειν ἐκ κοιλίας αὐτοῦ βασιλέα, οὗ πατὴρ αὐτὸς ὁ θεὸς ἔσεσθαί φησιν, ὥστε τὸν γεννώμενον ἐκ σπέρματος Δαβὶδ υἱὸν ὀνομασθῆναι θεοῦ, θρόνον τε βασιλείας ἕξειν αἰώνιον.

ταῦτα δὲ ἐν μὲν τῇ δευτέρᾳ τῶν Βασιλειῶν διὰ Νάθαν τοῦ προφήτου ἐχρήσθη τῷ Δαβὶδ τοῦτον τὸν τρόπον “καὶ ἔσται, πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.”
Τὰ δ’ αὐτὰ καὶ ἐν Παραλειπομέναις ὁμοίως εἴρηται. ἐν δὲ Ψαλμῷ ὀγδοηκοστῷ ὀγδόῳ λέλεκται “αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σὺ, θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ, καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.

καὶ πάλιν ‟ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.’

καὶ αὖθις ‟ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι. τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.”

Τούτων δὴ καὶ ὁ ἑκατοστὸς τριακοστὸς πρῶτος Ψαλμὸς μνημονεύσας ἐπὶ τὸν Χριστὸν ἀναφέρει τὰ δηλούμενα. ἄκουε δ’ οὖν καὶ τούτου ‟μνήσθητι, κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσε τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ.” μεθ’ ἕτερα ἐπιλέγει ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.”

Καὶ ὑποκαταβὰς ἑξῆς τὸν ἐκ καρποῦ τῆς κοιλίας Δαβὶδ ἀναστησόμενον λευκότερον ὀνομάζει λέγων ῾᾿ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.”
Ταῦτα τοιγαροῦν Σολομῶν ὁ σοφώτατος τῷ ἑαυτοῦ πατρὶ χρησθέντα συννοήσας, μὴ μικρὰ, μείζονα δὲ τῆς κατὰ ἄνθρωπον φύσεως τυγχάνοντα συνιδών, καὶ μᾶλλον ἁρμόζοντα θεῷ ἤπερ αὑτῷ, καίπερ ὅντι υἱῷ Δαβὶδ, συνιείς τε τὸν πρὸς τοῦ θεοῦ θρω τότοκον ὠνομασμένον, καὶ τὸν σαφῶς προφητευόμενον υἱὸν θεοῦ, ὺπερηέγηθε ταῖς ἐπαγγελίαις, συνεύχεται πιστωθῆναι τὰ τῆς προρρήσεως, ἀπιδη- μήσειν τε τὸν προφητευόμενον, πρωτότοκον καὶ θεοῦ υἱὸν ἀναγορεύων. διό φησι ‘καὶ νῦν ὁ θεὸς Ἰσραὴλ πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὁ ἐλάλησας τῷ παιδί σου Δαβὶδ τῷ πατρί μου. ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοὐ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι.”
Ἀπὸ τοῦ Μιχαία.
‟ Ἀκούσατε λαοὶ πάντες καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἶ ἐν αὐτῇ. καὶ ἔσται κύριος ὁ θεὸς ἡμῶν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἷ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. δι’ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.”
Καὶ νῦν ἀκαλύπτως ἐξ οὐρανοῦ κατιὼν κύριος ὁ θεὸς, ἐκπορευόμενός τε ἐκ τοῦ τόπου αὐτοῦ, διὰ τῶν προκειμένων κηρύττεται. εἴη δ’ ἂν ὁ τοῦ θεοῦ λόγος, ὃν μόνον διὰ τῶν ἔμπροσθεν γεννητὸν ὑπάρχειν θεὸν καὶ κύριον μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πάντων ἀπεδείξαμεν. τόπον δ’ αὐτοῦ οὐκ ἂν ἁμάρτοις λέγων εἶναι τὴν ἐν οὐρανοῖς βασιλείαν, τόν τε ἔνδοξον τῆς θεότητος αὐτοῦ θρόνον, ὃν θεολογῶν ὁ προφήτης ἔψαλλεν ‟ὁ θρόνος σου” φάσκων ‟ὁ θεὸς τὸν αἰῶνα τοῦ αἰῶνος·” ἐφ’ ὃν αὐτῷ ὁ πατὴρ, ἂν υἱῷ μονογενεῖ, καθέζεσθαι παρεκελεύσατο εἰπὼν ‟κάθου ἐκ δεξιῶν μου.”

ταῦτα γὰρ σαφῶς πρότερον ἐπὶ μόνον ἀναφέρεσθαι τὸν ἡμέτερον σωτῆρα τὸν θεὸν λόγον παρεστήσαμεν· αὐτὸν δὴ οὖν τοῦτον ὁ παρὼν θεσπίζει λόγος ἐκπορεύεσθαι ἐκ τοὐ τόπου αὐτοῦ, καταβήσεσθαί τε ἐπὶ τὰ ὕψη τῆς γῆς.

ποῖα δ’ ἂν εἴη ταῦτα, ἢ ῥητῶς μὲν τὰ ὄρη τοῦ Ἰσραὴλ καὶ οἶ βουνοὶ, περὶ ὧν μυρίαι προφητεῖαι θεσπίζουσιν, αὐτή τε Ἱερουσαλὴμ, καὶ τὸ Σιῶν ὅρος, ἐν ᾧ τὰς πλείστας ἐποιεῖτο διατριβὰς ὁ σωτὴρ καὶ κύριος ἡμῶν; τούτων δὲ διαφθορὰν ἔσεσθαι καὶ ἀπώλειαν ἐπὶ τῇ τοῦ Χριστοῦ καθόδῳ θεσπίζει. καὶ πρόδηλον ὡς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ τὰ κατ’ αὐτοῦ τετολμημένα τὰ προειρημένα πάντα πεπολιόρκηται καὶ εἰς ἐσχάτην ἐρημίαν ἐλήλυθεν.

οὐ μὴν ἀλλὰ καὶ οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ἥ τε παρ’ αὐτοῖς τὸ πρὶν συνεστῶσα βασιλεία, ἱερωσύνη τε καὶ διδασκάλων προεδρία, ὄρη νῦν τροπικῶς ὀνομαζόμενα, σαλευθήσεσθαι λέγονται ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν παρουσίᾳ. καὶ τοῦτο δὲ ὅπως τέλους ἔτυχε τίς οὐκ ἂν ὁμολογήσειε μετὰ τοὺς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χρόνους, πάντ’ ἐκεῖνα θεωρῶν οὐ μόνον σαλευθέντα, ἀλλὰ καὶ ἐκποδὼν γεγενημένα; κοιλάδες δὲ εἰσέτι νῦν τηκόμεναι εἶεν ἂν αἱ ἀντὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ Σιῶν ὄρους κατὰ πᾶσαν πόλιν συνεστῶσαι αὐτῶν συναγωγαὶ, ἀποθρηνοῦσαιν καὶ ἀποκλαιόμεναι καὶ ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τηκόμεναι διὰ λύπην καὶ πένθους ὑπερβολὴν, βολὴν, τῆς τε τῶν οἰκείων ἐρημίας καὶ τῆς μακρὰς καὶ πολυετοῦς δουλείας ἕνεκεν.

καὶ ἄλλως δὲ κατὰ διάνοιαν ἡ τοῦ λόγου τοῦ θείου ἐπίβασις, οὐκ ἐν χάσμασι καὶ κοιλώμασιν, οὐδ’ ἐν ταπειναῖς καὶ χαμαιπετέσι διανοίαις, ἀλλ’ ἐν ἐπηρμέναις τὸ φρόνημα κατεγίνετο. ταύτῃ γοῦν τροπικώτερον αὐτὸς ὁ κύριος καταβήσεσθαι ἐπὶ τὰ ὕψη τῆς γῆς εἴρητο.

ὄρη δὲ σειόμενα ὑποκάτωθεν αὐτοῦ αὐτὰ δὴ ἐκεῖνα ἦν ἔνθα ἀνήχθη ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου ‘ὅτε καὶ παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ ἦν μετὰ τῶν θηρίων.”

ὄρη δ’ ἂν εἴη αὖθις τροπικώτερον ἡ ἐν τοῖς ὄρεσι τὸ πρὶν ἐπιτελουμένη εἰδωλολατρία, καὶ αἱ ἐν τούτοις ἐνεργήσασαι ἀόρατοι καὶ ἀρχοντικαὶ δυνάμεις, ἃς οὐ μικρῶς ἡ τοῦ σωτῆρος ἡμῶν ἀνέσειέ τε καὶ ἀνεκίνει διδασκαλία. τούτων γὰρ ὁ ἔνθεος αὐτοῦ λόγος, ἥ τε θαυματουργὸς καὶ παραδοξοποιὸς ἰσχὺς, λεληθότως τὴν κατὰ τῶν ἀνθρώπων μακρὰν καὶ παλαιὰν δυναστείαν καθῄρει.

ὡσαύτως δὲ καὶ κοιλάδες τηκόμεναι ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς δαίμονες ἂν εἶεν χθόνιοι καὶ περίγειοι, καθ’ ὧν τὸ καυστικὸν τῆς μοχθηρίας αὐτῶν πῦρ ἠφίει, λέγων ‟πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;” ὑφ’ οὗ πυρὸς δὴ καιόμενοι, καὶ μὴ οἶοί τε ὄντ’ ἐς τὰς ἀπὸ τῆς ἀοράτου φλογὸς φέρειν βασάνους, ὑπανεχώρουν τῶν ἀνθρωπείων σωμάτων, καὶ τὸ συνέχον γε καὶ ἐλαῦνον αὐτοὺς ἀνωμολόγουν βοῶντες ‟ἔα, τί καὶ σοὶ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.”

δὲ μάλιστα ᾐκίζετο, καὶ τοὺς ἐπὶ τούτων ἄρχοντας καθῄρει, ὅτι μὴ ἀρκεσθέντες τῇ τῶν λοιπῶν ἔθνῶν διαφθορᾷ, δι’ ἧς τοὺς πάντας εἰς τὴν πολύθέον πλάνην καταβεβλήκεσαν, καὶ τῷ πάλαι τοῦ θεοῦ λαὼ, αὐτῷ δὴ τῷ ἐκ περιτομῆς, ἐπιβεβουλεύκεσαν, καὶ ἀποστήσαντές γε τοῦ θεοῦ καὶ τοῦτον παντοίαις περιέπειραν δυσσεβείαις. διὸ καὶ μάλιστα τὴν ἐξ οὐρανῶν πεποίητο ὁ κύριος κάθοδον.

ὅθεν ἑξῆς φησι ‟ διὰ τὴν ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.” καὶ ἔτι πρὸς τούτοις ἐξ οὐρανοῦ καθόδου τοῦ λόγου τὴν αἰτίαν ἑξῆς διασαφεῖ, τοῦ μὲν ἐκ περιτομῆς λαοῦ τὰς δυσσεβείας ἀπαριθμούμενος, καὶ τὸν ἐπὶ ταύταις μετελθόντα αὐτοὺς ὄλεθρον, τῶν δὲ ἀνὰ πάσαν τὴν οἰκουμένην ἐθνῶν προαναφωνῶν τὴν κλῆσιν. διὰ ταῦτα γὰρ ἐπεδήμει ὁ τοῦ θεοῦ λόγος ἐξ οὐρανῶν ἐπὶ γῆς.

καὶ τῶν γε λέξεων ἄκουε·

‟Δι’ ἀσέβειαν οἴκου Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἡ ἀσέβεια οἴκου Ἰακώρ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ιερουσαλήμ ; καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς εἰς ἑ ίαν ἀμπελῶν ὃς, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω.”

καὶ ἐπιλέγει ‘‘κατέβη παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ, ψόφος ἀρμάτων καὶ ἱππευόντων.”

καὶ αὖθις ‟ ἡ δόξα τῆς θυγατρὸς Ἱερουσαλὴμ, ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου. ἐμπλάτυνον τὴν χηρείαν σου, ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.” ἐπὶ Σιῶν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλήμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.”

Σιῶν δὲ καὶ Ἱερουσαλὴμ καὶ τὸ καλούμενον ὄρος τοῦ οἴκου, ταῦτ’ ἦν ἐκεῖνα τὰ πρόσθεν δεδηλωμένα διὰ τοῦ ‟καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἶ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς 5 δι’ ἀσέβειαν Ἰακώρ. διὰ γὰρ τὰς δρασθείσας κατ’ αὐτοῦ δυσσεβείας εὐθὺς καὶ οὐκ εἰς μακρὸν καὶ τὰ ὄρη καὶ οἱ ἐν τούτοις οἰκοῦντες πεπολιόρκηντο, ἐμπρησμόν τε καὶ ἐσχάτην ἐρημίαν τὸ Σιῶν ὅρος ὑπέμεινε, καὶ γέγονε τὸ ὅρος τοῦ οἴκου τοῦ θεοῦ εἰς ἄλσος δρυμοῦ.

ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν καθόδῳ περὶ ἐκείνους ἔσεσθαι καὶ ἡ παροῦσα προφητεία σημαίνει, ἃ καὶ ἐν- αργῆ τὴν ἔκβασιν εἴληφε μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν

εἰ γοῦν τι δύναται καὶ ἡ ἡμετέρα ἱστορία, καθ’ ἡμᾶς αὐτοὺς τὴν πάλαι βοωμένην Σιῶν ζεύγεσι βοῶν ὑπὸ Ῥωμαίων ἀνδρῶν ἀρουμένην ὀφθαλμοῖς παρειλήφαμεν, καὶ τήν γε Ἱερουσαλὴμ, ὡς αὐτό γέ φησι τὸ λόγιον, όπωροφυλακίου δίκην ἀπολειφθέντος, ἐν παντελεῖ καταστᾶσαν ἐρημίᾳ· ἃ καὶ δι’ οὐδὲν ἕτερον αὐτοῖς ἢ διὰ τὰς δυσσεβείας αὐτῶν συμβέβηκε, δι’ ἃς καὶ ὁ λόγος ὁ οὐράνιος ἐκ τοῦ οἰκείου τόπου προελήλυθε.

καὶ δι’ ἑτέρας δὲ αἰτίας ὁ τοῦ θεοῦ λόγος οὐρανόθεν κατεληλυθέναι τε καὶ ἐπιβεβηκέναι ἐπὶ τὰ ὕψη τῆς γῆς ἤδη πρότερον ἐλέγετο, ὅπως τὰ μὲν πάλαι ἐπαιρόμενα καὶ ὑπερυψούμενα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ὅρη σαλευθῇ ὑποκάτωθεν αὐτοῦ, αἶ δυνάμεις δηλονότι αἶ ἀντικείμεναι, αἳ πρὸ τῆς αὐτοῦ παρουσίας μετὰ τῶν λοιπῶν ἀνθρώπων καὶ τὸ Ἑβραίων ἔθνος τοῖς τῆς δυσσεβείας καὶ εἰδωλολατρίας πράγμασι καταδεδούλωνται,) δεδούλωνται,) οἶ δὲ πονηροὶ δαίμονες, κοιλάδες ἐπικαλούμενοι διὰ τὸ ἐν χάσμασι σκοτίοις καὶ τοῖς τῶν σωμάτων κοιλώμασιν ἐνδιατρίβειν) ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τηκόμενοι, τῇ τοῦ θείου λόγου δυνάμει ἐξ ἀνθρώπων ἀποφύγοιεν, καὶ ἑτέρα δ’ ἂν εἴη παρὰ ταύτας αἰτία οὐχ ἡ τυχοῦσα τῆς ἐξ οὐρανῶν καθόδου τοῦ κυρίου, ἣν ὁ λόγος ἐπισημαίνεται, ὅπως πάντα τὰ ἐπὶ γῆς ἔθνη, τῶν δαιμόνων ἀπελασθέντων καὶ τῶν ἀρχοντικῶν πνευμάτων σεισθέντων, τῆς πάλαι αὐτῶν σκληρᾶς καὶ ἀκινήτου τυραννίδος ὑπαναπνεύσαντα, τὴν ἐπίγνωσιν τοῦ ἐπὶ πάντων ἀναλάβῃ θεοῦ.
καὶ αὐτὰ ὧδέ πως αἱ τῆς αὐτῆς προφητείας φωναὶ ἑξῆς καὶ κατὰ τὸ αὐτὸ ὑπὸ μίαν συνάφειΒαν διανοίας κηρύττουσι ‟καὶ ἔσται ἐπ’ τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν.
Τοιαῦτα καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως, ἃ καὶ ὁποίας ἔχεται διανοίας, ὅπως τε καὶ αὐτὰ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἴληφεν, ἐπὶ σχολῆς ἄν τις καταμάθοι. ἀκολούθως γε μὴν τούτοις ἀρχόμενος ὁ τῆς προφητείας λόγος, ὡς ἂν ἐπὶ σωτηρίᾳ οὐ μόνον τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ γὰρ καὶ τῶν ἐθνῶν ἁπάντων τῆς τοῦ κυρίου εἰς ἀνθρώπους καθόδου γενησομένης, τοῖς λαοῖς καὶ τοῖς ἐπὶ τῆς γῆς ἅπασιν ἐπιφωνεῖ, λέγων ‟ἀκούσατε λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ.”
καὶ μαρτύριον δὲ τοῦ πάθους ᾐνίττετο τοῦ κυρίου ἐπιφέρων καὶ ἔσται κύριος ὁ θεὸς ὑμῶν εἰς μαρτύριον.” εἶθ’ ἐξῆς ὁ αὐτὸς προιὼν προφήτης, ὡς ἂν ἤδη προπαιδεύσας τὰ περὶ τῆς ὑπάρξεως τοῦ θεοῦ λόγου τῆς τε ἐξ οὐρανῶν αὐτοῦ καταβάσεως, καὶ ὡς τὰ αἴτια τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας προειπὼν, ἑπομένως τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην γένεσιν, καὶ αὐτὸ δὴ χωρίον ἔνθα τεχθήσεσθαι ἔμελλεν, ὧδέ πως διδάσκει λέγων ‘καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.”
Ἐπιμελῶς δὲ πρόσσχες τίνα τρόπον τοῦ ἐπὶ τὴν Βηθλεὲμ, χωρίον δέ ἐστι τοῦτο τῆς Ἰουδαίας) φανησομένου τὰς ἐξόδους ἄνωθεν καὶ ἐξ αἰῶνος ὑφεστάναι φησὶ, τὴν ἔνθεον δηλῶν προΰπαρξίν τε καὶ οὐσίωσιν τοῦ ἐκ Βηθλεὲμ προελευσομένου ἄρχοντος. εἰ μὲν οὖν ἔχοι τις ἐφ’ ἕτερον ἀναφέρειν τὸν χρησμὸν, τίς οὗτος ἀποδεικνύτω· εἰ δ’ οὐκ ἔστιν εὑρεῖν ἕτερον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς μόνος μετὰ τὴν προφητείαν ἐνθένδε ὡρμημένος βοᾶται, τί λοιπὸν ἐμποδὼν μὴ οὐχὶ συνομολογεῖν ἀλήθειαν τῇ προφητείᾳ, ἐπὶ μόνῳ αὐτῷ σαλευούσῃ τὴν πρόρρησιν; μόνος γοῦν οὗτος ἐπιφανὴς τῶν πώποτε γεγονὼς ἐκ τοῦ προειρημένου χωρίου τῆς Βηθλεὲμ μετὰ τοὺς τῆς προφητείας χρόνους τὸ ἀνθρώπειον ὑποδὺς σχῆμα προελήλυθεν, ἅμα τε τῇ αὐτοῦ παρουσίᾳ ἐπληροῦτο τὰ προηγορευμένα.
αὐτίκα γοῦν καὶ οὐκ εἰς μακρὸν τῷ μὲν Ἰουδαίων ἔθνει ἕκαστα τῶν προπεφητευμένων σκυθρωπῶν ἀπήντα, τοῖς δὲ ἔθνεσι πάλιν τὰ ἀκόλουθα τοῖς θεσπίσμασιν, αὐτός τε οὕτος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ Βηθλεὲμ ὁρμηθεὶς ἡγούμενος ἀνεδείχθη τοῦ κατὰ διάνοιαν Ἰρμηθεὶς οὕτω παντὸς τοῦ διορατικοῦ καὶ θεοσεβοῦς λαοῦ χρηματίζοντος. καὶ θέα γε ὅπως τὰς ἐξόδους αὐτοῦ τῆς ἐνθέου προϋπάρξεως ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν αἰῶνος ἔχειν λέγεται, ὅπερ οὐκ ἂν ἁρμόσειεν ἀνθρώπου φύσει.
τούτοις ἐξῆς ὁ προφητικὸς λόγος ὑποβὰς μικρὸν καὶ νῦν πάλιν τῆς πάλαι νομικῆς θρησκείας τὴν περιγραφὴν καὶ τὴν καθαίρεσιν ὑποσημαίνει, ἐκ προσώπου τοὐ λαοῦ λέγων ‟ ἐν τίνι καταλάβω τὸν κύριον, ἐπιλήψομαι θεοῦ μου ὑψίστου; εἰ καταλήψομαι αύτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; εἰ δῶ πρωτότοκα κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;”
Ἐκ δὲ προσώπου τοῦ θεοῦ τοιάνδε αὐτοῖς τὴν ἀπόκρισιν ποιούμενος ‟εἰ ἀνηγγέλη σοὶ, ἄνθρωπε, καλόν; καὶ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ’ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον εἷναι πορεύεσθαι ὀπίσω κυρίου τοῦ θεοῦ σου;”
Ἔχεις τοιγαροῦν κἀνταῦθα ἐπὶ τῇ προφητευομένῃ τοῦ κυρίου ἐξ οὐρανῶν εἰς ἀνθρώπους καθόδῳ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ πλεῖστα ὅσα σημαινόμενα, Ἰουδαίων ἀποβολὴν, ἐλέγχους τῶν ἀσεβειῶν αὐτῶν, καθαίρεσιν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως, τῆς τε πάλαι πρότερον παρ’ αὐτοῖς ἐπιτελουμένης κατὰ Μωσέα λατρείας παραίτησιν· ἔμπαλιν δὲ περὶ τῶν ἐθνῶν ἀγαθὰς ἐπαγγελίας, ἐπίγνωσιν θεοῦ, καινὸν τρόπον εὐσεβείας, νόμον τε νέον καὶ λόγον ἐκ μὲν τῆς Ἰουδαίων χώρας προελευσόμενον, εἰς πάντα δὲ τὰ ἔθνη διαδοθησόμενον, ἅπερ ὁποῖον τέλος καὶ ὁποίαν ἔκβασιν τῶν λόγων μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐπιδέδεκται, σοὶ καταλείπω σκοπεῖν.
Ἀπὸ Ἀμβακούμ.

Καὶ ἀπεκρίθη κύριος πρός μέ, καὶ εἷπε, γράψον ὅρασιν σαφῶς ἐν πυξίῳ, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτὰ, διότι ἔτι ὅρασις εἰς καιρὸν, καὶ ἀνατελεῖ εἰς πέρας, καὶ οὐκ εἰς κενόν. ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ, ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται.”

Καὶ ἐνταῦθα διαρρήδην ἐρχόμενον ἥξειν τὸν προφητευόμενον θεσπίζει. τίς δ’ ἦν οὗτος ἢ ὁ ἀνωτέρω δηλωθεὶς κατὰ τὸ ‟ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν ; τοῦτον δὲ οἶα φῶς τυγχάνοντα εἰς πέρας ἀνατελεῖν φησιν, ἐπὶ συντελείᾳ δηλαδὴ τῶν αἰώνων. ᾧ συνᾴδει καὶ ὁ Ζαχαρίας λέγων ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῶ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ.”

καὶ χρόνον ὑποσημαίνων ὁ αὐτὸς ἐπιλέγει “τὸ πρὸς ἑσπέραν ἔσται φῶς. ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν. ἀνθ’ οὗ ὁ Ἀκύλας πεποίηκεν ‟ ἐὰν ἐὰν δὲ μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ βραδυνεῖ.” τούτου δὲ μέμνηται καὶ ἡ πρὸς Ἑβραίους ἐπιστολὴ δι’ ὧν φησι ‟ μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κο- μίσησθε τὴν ἐπαγγελίαν. ἔτι γὰρ μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐ- δοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ’

καὶ ὅρα γε ὅπως διὰ τούτων ἀσαφῶς κείμενον τὸ προφητικὸν, διὰ τὸ καθ’ ὑπερβατὸν εἰρῆσθαι, ἐπὶ τὸ σαφέστερον ἡ ἐπι- στολὴ διείληφεν.

ἡ μὲν γὰρ τῆς προφητείας λέ- ξις ’o ἐρχόμενος’ φησὶν ἥξει καὶ οὐ χρονίσει.’ καὶ ἐπιφέρει “ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν aὐτόͅ,” ὅπερ συναπτόμενον ἀνάγεσθαι δόξειεν ἂν ἐπὶ τὸν ἐρχόμενον καὶ οὐ χρονίζοντα, ὅπερ ἐστὶν ἄτο- πον. πῶς γὰρ ἐπ’ ἐκεῖνον ἁρμόσει τὸ λέγεσθαι μὴ εὐδοκεῖν ἐν αὐτῷ τὸν θεόν; ἀλλ’ ἡ τῆς διαστολῆς παράθεσις ἐναλλάξασα τὴν τοῦ λόγου σύνταξιν τὴν διάνοιαν ἐσώσατο.

μετὰ γὰρ τὸ ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει” ἐξῆς συνῆψε τὸ “o δὲ δίκαιος ἐκ πίστεως ζήσεται.” εἶτα τὸ ἐν τῇ προφητείᾳ πρῶτον κείμενον ὑπέταξε δεύτερον ἐν τῷ " καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.” ἅπαξ γὰρ θεσπίσας ὁ λόγος διὰ τῆς προφη- τείας ὅτι δὴ τὸ φῶς τὸ πᾶσι τοῖς ἔθνεσιν ἐπηγγελ- μένον διὰ τῆς Χριστοῦ παρουσίας ’ ὀψέ ποτε καὶ ἑσπέρας ἀνατελεῖ, καὶ οὐ διαψεύσεται·”
(οὕτω γὰρ ἀντὶ τοῦ ’“καὶ οὐκ εἰς κενόν” ὁ Ἀκύλας ἡρμή- νευσεν·) ἔπειτα διὰ τὸ μέλλειν ὀψὲ καὶ ἐσπέρας ἔσε- σθαι τὴν τοῦ προφητευομένου παρουσίαν εἰς ὑπομο- νὴν παρακαλέσας διὰ τοῦ “ ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ἢ ἐὰν μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ὁ ἐρχό- ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ,” ἐπὶ τὴν πίστιν τῆς προρρήσεως τὸν ἀκροατὴν παρορμᾷ λέγων, ὁ δὴ τού- τοῖς πιστεύων ἐξ αὐτῆς τῆς πίστεως αὑτοῦ δίκαιος ἀναδειχθεὶς τὴν κατὰ θεὸν ζήσεται ζωὴν, ὡς ἔμπαλιν ὁ ἀπιστῶν, ἐν οἶς ἂν ὑποστείληται μὴ θαρσήσας, μηδὲ δὲ ἐμπιστεύσας τοῖς εἰρημένοις, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
οὐκοῦν καὶ αὐτοὶ τούτοις ἀκολούθως ἐναλλάξαντες τὸ πρῶτον ὕστερον, καὶ μεταθέντες τὸ ὕστερον ἐπὶ τὸ πρῶτον, σώσομεν τὸν νοῦν τῆς λέξεως μετὰ τὸ ‟ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει” καθ’ ὑπερβατὸν συνάπτοντες τὸ ‟ ὁ δὲ μου ἐκ πίστεως ζήσεται,”
καὶ τούτῳ ἐπιλέγοντες τὸ ‟ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.” ταύτῃ δὲ καὶ ὁ Ἀκύλας τῇ συντρέχει λέγων ‘‘ἐὰν μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ἐρχόμενος ἐλεύσεται καὶ οὐ βραδυνεῖ.’ ἰδοὺ νωχελευομένου, οὐκ εὐθεῖα ἡ ψυχή μου ἐν αὐτῷ, καὶ δόκαιος ἐν πίστει αὑτοῦ ζήσεται.
Απο τοῦ αὐτοῦ.
‟Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. βήθην. κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην. ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ, ἐν τῷ ἐγγίξειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ. ὁ θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου, δασέος. ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται· κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία.”
Ἐπαδούσας δὲ αὐτὸς ἑαυτοῦ, μᾶλλον δὲ τοῦ ἐμπνέοντος καὶ ἐνθεσπίζοντος ἐν αὐτῷ θείου πνεύματος, ὁ ἱερὸς προφήτης περὶ τοῦ προφητευομένου φήσαντος ὅτι “ἐρχόμενος ἥξει, καὶ οὐ μὴ χρονίσῃ, ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται,’ πιστεύσας τε ὡς δίκαιος τῷ χρησμῷ, διὰ τῶν μετὰ χεῖράς φησι “ κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβῄφην” καὶ τὰ ἐξῆς δι’ δι’ ὧν σαφῶς θεὸν εἰς ἀνθρώπους ἥξειν καταγγέλλει. τίς δὲ ἂν οὗτος εἴη ὁ πάλαι γνωριξόμενος, ὕστερον δέ ποτε ἐν τῷ ἐγγίζειν τὰ ἔτη γνωσθησόμενος, καὶ κατὰ τὸν προφητευόμενον χρόνον ἀναδειχθησόμενος, ἢ ὁ αὐτὸς ἐκεῖνος ὁ προδηλωθεὶς δεύτερος τῶν ὅλων κύριος, ὁ καὶ τῇ προρρήσει ἀκολούθως ἐπὶ συντελεία τῶν αἰώνων εἰς ἐξάκουστον πᾶσιν ἀνθρώποις κηρυχθείς; τούτου δὴ οὖν τὰ ἀνάγραπτα ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔργα, τὴν ἐκ παρθένου δηλονότι οὗ ἀνείληφε σκήνους γένεσιν, καὶ “ὡς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών,” τάς τε ἐπιτελεσθείσας αὐτῷ εἰς ἀνθρώπους παραδοξοποιίας καὶ τὰ κατ’ αὐτοῦ γε τετολμημένα τῷ Ἰουδαίων ἔθνει τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς προλαβὼν, τά τε μέλλοντα συμβήσεσθαι κεκαθαρμέναις ταῖς διανοίαις παρὰ τοῦ διδάσκοντος αὐτὸν θείου πνεύματος μαθὼν, ἐκστῆναι ὁ προφήτης ἐπὶ τοῖς ἀκουσθεῖσι καὶ πεφοβῆσθαι ὁμολογεῖ φάσκων κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.’

ὁ σωτὴρ δὲ καὶ κύριος ἡμῶν αὐτὸς οὗτος ὁ τοῦ θεοῦ λόγος “ἐν μέσῳ δύο ζωῶν ἐγνώσθη·” πληθυντικῶς ἐνταῦθα καὶ περισπωμένως τῶν ζωῶν ἀπὸ ἑνικοῦ τοῦ τῆς ζωῆς ὀνόματος ἐξακουομένων.

οὐ γὰρ παροξυτόνως τῶν ζώων ἀπὸ οὐδετέρου ἔρου τοῦ ζώου λέγεται, ἀλλὰ ζωῶν περισπωμένως ἀπὸ πληθυντικῆς εὐθείας τῆς αἱ ζωαί. δύο οὑν, φησὶ, ζωῶν μέσον γνωσθήσῃ. μιᾶς γὰρ οὔσης τῆς κατὰ θεὸν ζωῆς, καὶ θατέρας τῆς κατὰ ἄνθρωπον, καὶ τῆς μὲν θνητῆς, τῆς δὲ ἀιδίου, ἀμφοτέρων εἰκότως ὁ κύριος διὰ πείρας ἐλθὼν ἐν μέσῳ δύο ζωῶν γνωσθῆναι λέγεται κατὰ τὴν τῶν ὁ ἑρμηνείαν· κατὰ γὰρ τὸν Ἀκύλαν οὐχ οὕτως, ἀλλ’ “ ἐν τῷ ἐγγίξειν τὰ ἔτη ζώωσον αὐτό” εἴρηται.

τί δὲ αὐτὸ ἢ τὸ κάτεργόν σου φησί; καὶ ὁ Θεοδοτίων δέ φησιν “ ἐν μέσῳ ἐτῶν ζώωσον αὐτόν,” καὶ ὁ Σύμμαχος ἐντὸς τῶν ἐνιαυτῶν ἀναζώωσον αὐτόν” ἐκδέδωκε. πάντες οὖν ‘‘ζώωσον αὐτόν εἰπόντες σαφῶς ὅτι μὴ περὶ οἶον ἀλόγων τινῶν ἢ λογικῶν ζῴων ὁ λόγος τυγχάνει παρέστησαν.

διὸ παρὰ τοῖς ὁ λεγομένου μένου τοῦ “ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ” οὐ κατὰ τοὺς πρὸ ἡμῶν ἐξειλήφαμεν, ἀλλὰ δύο ζωὰς τοῦ προφητευομένου δηλοῦσθαι ἔφαμεν, μίαν μὲν τὴν ἔνθεον, θατέραν δὲ τὴν ἀνθρωπίνην.

τούτοις ὁ προφήτης ἐπιλέγει “ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ,” διδάσκων ὅτι τὸν τοῦ πάθους τοῦ προφητευομένου καιρὸν συνιδὼν τῷ πνεύματι τεθορύβητο. πλὴν ἀλλ’ ἐν αὐτῷ τούτῳ, φησὶ, τῷ καιρῷ ἐφ’ ᾧ τὴν ψυχὴν ἐταράχθην, ὀργῆς τοῖς ἀνθρώποις οὐδεπώποτε ἄλλοτε ἐπαιωρηθείσης διὰ τὰς τολμηθείσας κατὰ τοῦ κυρίου δυσσεβείας, ἐλέους αὐτὸς ὁ φιλανθρωπότατος κύριος ἀντὶ ὀργῆς ἐμνήσθη, ὡς ἂν ἀγαθοῦ τυγχάνων πατρὸς υἱός.

τὸ γοῦν πάθος αὐτοῦ τῷ παντὶ κόσμῳ σωτηρίας τῆς κατὰ θεὸν καὶ ἐλέους κατέστη αἴτιον. τούτοις ἐπιλέγεται “ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει.” τὸ δὲ Θαιμάν μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν συντέλεια, ὡς μηδὲν διαφέρειν εἰ σαφῶς ἐλέγετο “ὁ θεὸς ἐπὶ συντελείᾳ ἥξει.” ἐπὶ γὰρ συντελείᾳ τοῦ αἰῶνος καὶ ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις ἐπέφανεν ἡμῖν ἡ τοῦ θεοῦ τῶν ὅλων διὰ τοὐ σωτῆρος ἡμῶν εὐεργεσία.

τάχα δὲ καὶ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἐν τούτοις ἄφιξιν θεσπίζει, ὥστε ἀπὸ ἑτέρας ἀναγινώσκεσθαι ἀρχῆς τὰ ἀπὸ τοῦ ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει,” ὡς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἥξοντος αὐτοῦ ἀπὸ τῶν κατὰ τὰ νότια μέρη τοῦ οὐρανοῦ· μεταλαμβάνεται γὰρ Θαιμάν εἰς τὸν νότον.

διόπερ ὁ Θεοδοτίων τοῦτον ἑρμηνεύει τὸν τρόπον “ὁ θεὸς ἀπὸ νοτίου ἥξει.” τὸ δὲ ἑξῆς εἰρημένον “ καὶ ὁ ἅγιος ἐξ ὅρους κατασκίου, δασέος, ” νοήσεις, παραθεὶς τὰς οὕτως ἐχούσας ἐν τῷ Ζαχαρίᾳ φωνὰς ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρὸν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τόν κατασκίων.”

τοῦτον γοῦν τὸν ἐπιβεβηκότα ἐπὶ ἴππον πυρρὸν, καὶ ἑστῶτα ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων, αὐτὸν ἡγοῦμαι εἶναι τὸν ἐν τῇ μετὰ χεῖρας δηλούμενον προφητείᾳ, φασκούσῃ τὸν ἅγιον ἥξειν ἐξ ὄρους κατασκίου, δασέος. ἐν ἑκατέροις γοῦν ὄρη κατάσκια λέλεκται, καὶ ἡγοῦμαι τοῦ παραδείσου τοῦ θεοῦ τυγχάνειν, ὃν ἐφύτευσεν ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, ἢ καὶ τῆς ἐπουρανίου Ἱερουσαλήμ. ‘‘ὅρη γὰρ κύκλῳ αὐτῆς, καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ.

ταῦτα γοῦν διὰ τὸ πλήρη τυγχάνειν θείων δυνάμεων καὶ πνευμάτων ἀγίων ὡς ἂν σύμφυτα καὶ ἀμφιλαφῆ κατάσκια λέγεται. ἀλλ’ ἐν μὲν τῷ Ζαχαρίᾳ σαφῶς ἀνὴρ ἐποχούμενος ἵππῳ πυρρῷ θεωρεῖται, οὕτω τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ τῆς σαρκὸς, ᾗ ἐπωχήσατο, δηλουμένης· ἐνταῦθα δὲ ὁ θεὸς καὶ ἅγιος ὠνόμασται.

ὡς γὰρ ἐκ θεοῦ εἰς ἀνθρώπους τὴν ἄφιξιν πεποιημένος, καὶ ὡς ἂν ἐκ τῶν θειοτέρων χωρίων ἐπιφοιτήσας, λέγεται “ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου, δασέος.” εἶτα ἐξῆς ἐπιλέγει “ ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται.’
δι’ ὧν ὁμοῦ ἥ τε εἰς οὐρανοὺς ἔνδοξος αὐτοῦ βασιλεία παρίσταται καὶ ἡ μετὰ ταῦτα γενομένη τε καὶ ἐπὶ πλέον γενησομένη εἰς πᾶσαν τὴν γῆν τῆς περὶ αὐτοῦ διδασκαλίας αἴνεσις. τὸ δὲ ‘κέρατα ἐν ταῖς χερσὶν αὐτοῦ’ τῆς βασιλείας αὐτοῦ τὰ σύμβολα δηλοῖ, δι’ ὧν κεράτων τὰς ἀοράτους καὶ ἀντικειμένας δυνάμεις ὠθούμενος καὶ κερατίζων ἀπελαύνει. ἀκολούθως τούτοις ἐπιλέγει “καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὑτοῦ.”
καὶ τῆς γε εἰς ἀνθρώπους κραταιᾶς διαθέσεως αὐτοῦ καὶ ἀγάπης δεῖγμα μέγιστον ἦν τὸ ‘πρὸ προσώπου αὐτοῦ πορευθῆναι λόγον,” δηλονότι τὸν σωτήριον καὶ εὐαγγελικὸν, ἐξελθόντα τε τοῦτον διαδραμεῖν εἰς πεδία, ὥστε ἐν ὀλίγῳ πᾶσαν πληρῶσαι τὴν οἰκουμένην τῆς ὑπ’ αὐτοῦ προξενηθείσης ἅπασιν ἀνθρώποις σωτηρίας ἀκολούθως τῇ προφητείᾳ φησάσῃ “πρὸ πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία.” κατὰ τὴν δευτέραν δὲ αὐτοῦ παρουσίαν ἔτι μᾶλλον καὶ κυριώτερον ὁ λόγος αὐτοῦ πέρας ἐπιθήσει τοῖς τε εἰρημένοις καὶ τοῖς ἐξῆς ἐπιφερομένοις, ἃ καὶ οὐ νῦν ἐξετάζειν καιρός.
Ἀπὸ τοῦ Ζαχαρίου.

“Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς· διότι ὁ ἁπτόμενος ὑμῶν, ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με.”

Κύριος αὐτὸς ὁ παντοκράτωρ ἐν τούτοις ἐαυτὸν ἀπεστάλθαι φησὶ, καὶ τὸν ἀποστείλαντα ὅστις εἴη διδάσκει, λέγων ‘καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με.” οὐκοῦν καὶ ἐνταῦθα δύο σαφῶς ἔχεις μιᾳ χρωμένους προσηγορίᾳ, ’τον τε ἀπο- στείλαντα κύριον παντοκράτορα καὶ τὸν ἀποστελλόμενον ὁμώνυμον τῷ ἀποστείλαντι.

τίνα δ’ ἂν ἕτερον ρον εἴποις τὸν ἀποστελλόμενον ἢ τὸν διὰ πλειόνων ἡμῖν προηγορευμένον θεὸν λόγον, πρὸς τοῦ πατρὸς ἀπεστάλθαι ὁμολογοῦντα, σαφῶς δὲ εἰρηκότα “ὀπίσω δόξης ἀπέσταλκέ με;” δηλῶν ὅτι προὐπάρχων ἐν δόξῃ τῇ παρὰ τῷ πατρὶ μετὰ ταῦτα ἀπέσταλτο ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς· ἐπὶ γὰρ τὰ πρότερον ἐχθρὰ καὶ πολέμια τοῦ λαοῦ τοῦ θεοῦ ἔθνη ἀποσταλεὶς ὁ τοὺ θεοῦ λόγος ταῦθ’ ὑφ’ ἑαυτὸν ἠγάγετο, σκυλεύσας αὐτὰ διὰ τῶν αὑτοῦ μαθητῶν, οἵτινες ἦσαν μέρος τοῦ ἐκ περιτομῆς λαοῦ, ὅντινα πάλαι καταδεδούλωντο τὰ ἔθνη σκυλεύσαντα αὐτὸν τῇ οἰκείᾳ εἰδωλολατρίᾳ.
ταῦτ’ οὖν φησι πείσεσθαι τὰ ἔθνη ἅπερ διατέθεικεν. ὡς γὰρ τὸν λαὸν τοῦ θεοῦ τῆς πατρῴας εὐσεβείας μεταστησάμενα σκῦλα τοῖς ἰδίοις δαίμοσι κατεστήσαντο, οὕτω ποτὲ καὶ αὐτὰ τῆς πατρικῆς εἰδωλο λάτριας πρὸς τῶν πάλαι δεδουλευκότων αὐτοῖς σκυλευθήσονται, καὶ ὑπὸ τὸν ζυγὸν τῆς καθ’ Ἑβραίους εὐσεβείας μεταστήσονται. τοῦτο δὲ ἔσεσθαί φησιν ὁ κύριος δι’ ἑαυτοῦ ἐπὶ τῷ τοιῷδε κατορθώματι πρὸς τοῦ πατρὸς ἀποσταλησομένου.
εἴποι δ’ ἄν τις καὶ νοητάς τινας καὶ ἀοράτους δυνάμεις ἔθνη νῦν ὀνομάζεσθαι τὰ σκυλεύσαντα καὶ αἰχμαλωτεύσαντα τὰς τῶν ἀνθρώπων ψυχὰς, ὧν ψυχῶν οὕτω φησὶ κήδεσθαι ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος ὡσεί τις ἰδίας ὀφθαλμοῦ κόρης· καὶ δεῖγμα τῆς τοιᾶσδε αὐτοῦ περὶ τὸ τῶν ἀνθρώπων γένος κηδεμονίας τὸ μηδ’ ὑποστείλασθαι αὐτὸν, θεοῦ λόγον ὄντα καὶ ἐν δόξῃ τῆ παρὰ τῷ πατρὶ τυγχάνοντα, τὴν εἰς ἀνθρώπους ἐπιδημίαν τε καὶ οἰκονομίαν ἀναδέξασθαι.
Ἀπὸ τοῦ αὐτοῦ.

“Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιῶν, διότι ἰδοὺ ἐγῶ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνη, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.”

Ἐπεὶ πρόκειται νῦν τὸ δεύτερον αἴτιον ἐκ τῶν προφητῶν ἀποδεῖξαι ἀνθρώποις μέλλον ἐπὶ γῆς συμπλιτεύεσθαι, οἶμαι τούτου παραστατικὸν εἶναι καὶ τὴν παροῦσαν προφητείαν, ὡς διὰ τὸ πρόδηλον μηδὲ πλείονος ἐξεργασίας δεῖσθαι. τηρήσεις δὲ ὅτι καὶ τὴν αἰτίαν αὖθις τῆς ἀφίξεως αὐτοῦ δηλοῖ ἐν οἷς φησι “καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν.”

ταῦτα δὲ ὁ λόγος τὴν θυγατέρα Σιῶν εὐαγγελίζεται, οὕτω τὴν ἐκκλησίαν τοὐ θεοῦ προσαγορεύων, διὰ τὸ τῆς ἐπουρανίου Ἱερουσαλὴμ θυγατέρα εἶναι δοκεῖν, οὔσης ἐκείνης τῶν ἁγίων, κατὰ τὸν ἱερὸν ἀπόστολον.

ἢ καὶ ἄλλως θυγάτηρ Σιῶν ἡ ἐκκλησία Χριστοῦ λεχθείη ἂν, ὡς ἂν ἐκ τῆς προτέρας συναγωγῆς τῶν ἐκ περιτομῆς διά τε ἀποστόλων καὶ εὐαγγελιστῶν ὑποστᾶσα, οἳ καὶ γεννήματα ἐτύγχανον μητρὸς τῆς ἀπορριφείσης διὰ τὰς οἰκείας δυσσεβείας, καὶ χήρας γεγενημένης διὰ τὸ ἀπελάσαι τὸν ἄνδρα, διὰ τῶν προφητῶν ἐπιμεμψάμενον αὐτῇ καὶ φήσαντα “οὐχ ὡς ἄνδρα με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;” ὃς καὶ τοῖς ἐξ αὐτῆς γενομένοιε τὸν τρόπον τῆς μητρὸς διαβάλλων φησὶ “ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν;” καὶ πάλιν “κριθῆτε πρὸς τὴν μητέρα ὑμῶν, κριθῆτε, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς.”

εἰκότως δῆτα ὡς ἂν τὴν μητέρα ἀπαρνησαμένους τοῦ κυρίου τὴν θυγατέρα ἡ παροῦσα προφητεία εὐαγγελίζεται τὴν αὐτοῦ τοῦ κυρίου παρουσίαν. εἴη δ’ ἂν αὕτη ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἐν χώρᾳ θυγατρὸς τῆς προτέρας διὰ τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν λελογισμένη.
Ἀπὸ τοῦ αὐτοῦ.

“Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἶ οἰκίαι, καὶ αἶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἶ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσι, καὶ ἐξελεύσεται κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.

καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν, καὶ σχισθήσεται τὸ ὅρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὅρους πρὸς τὸν βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον 2 καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται ἡ φάραγξ ὀρέων ἴως Ἀσαὴλ, καὶ ἐμφραχθήσεται ἔται ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα. καὶ παρέσται κύριος ὁ θεός μου καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἔσται φᾶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν.
καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα, καὶ οὐχὶ νὺξ, τὸ πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ. τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.”
Μετὰ τὴν πρώτην πολιορκίαν τῆς Ἱερουσαλὴμ καὶ τὴν παντελῆ καθαίρεσιν αὐτῆς καὶ ἐρήμωσιν τὴν ὑπὸ Βαβυλωνίων καὶ μετὰ τὴν ἀπὸ τῆς πολεμίας γῆς ἐπὶ τὴν οἰκείαν ἐπάνοδον, τὴν ἐπὶ Κύρου τοῦ Περσῶν βασιλέως γενομένην, ἄρτι τῆς Ἱερουσαλὴμ ἀνεγηγερμένης, ἀνανεωθέντος δὲ τοῦ ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου ἐπὶ Δαρείου τοῦ Περσοῦ, ὁ παρὼν προφήτης θεσπίζει, τὴν μετὰ ταῦτα δευτέραν πολιορκίαν τῆς Ἱερουσαλὴμ σημαίνων, ἣν πἐπονθεν ὑπὸ Ῥωμαίων οὐκ ἄλλοτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς οἰκήτορσιν αὐτῆς τετολμημένα.

ἐναργέστατα τοιγαροῦν καὶ ἐνταῦθα τοῦ σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου ἡ παρουσία καὶ τὰ ἐπὶ ταύτῃ συμβεβηκότα δηλοῦνται. ταῦτα δὲ ἦν ὁμοῦ τὰ περὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ πεπραγμένα, καὶ ἡ παραυτίκα τῷ Ἑβραίων ἔθνει ἐπελθοῦσα πολιορκία, καὶ τῆς Ἱερουσαλὴμ ἡ ἅλωσις, καὶ ἡ πρὸς τούτοις κλῆσις τῶν ἐθνῶν, τοῦ τε ἑνὸς καὶ μόνου θεοῦ εἰς πᾶν γένος ἀνθρώπων ἐπίγνωσις.

ὅ γε μὴν πνευματοφόρος προφήτης περιπαθέστερον ὡς ἂν ἐπ’ οἰκείοις ὀλοφυρόμενος τοῖς ἐκ περιτομῆς, ἐκ τῆς κατ’ αὐτῶν ἐκφωνήσεως τὴν καταρχὴν πεποίηται τῆς προφητείας. ἡμέρας δὴ οὖν τοῦ κυρίου, ὥσπερ οὑν καὶ ἐν ἑτέροις κἀνταῦθα ὀνομάζει, οὕτως τὸν χρόνον τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας σημαίνων, καὶ σαφῶς δηλῶν ὡς ἄρα ὁ κύριος αὐτὸς, οἶα φῶς ἀληθινὸν τυγχάνων, ἰδίων ποιητής ποτε γενήσεται ἡμερῶν, τοῖς τε ἐπὶ γῆς ἅπασιν ἀνθρώποις ἐπιλάμψει, τῶν ἐθνῶν ἁπάντων αὐτόν τε καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς αὐτοῦ καταδεξαμένων, ὅτε τῶν ἐθνῶν ἁπάντων φωτιζομένων, κατὰ τὸ ‘τέθεικά σε εἰς φῶς ἐθνῶν, εἰς διαθήκην γένους,” τὸ Ἰουδαίων ἔθνος διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῖς ἐσχάτοις περιπεσεῖται δεινοῖς.

τοιοῦτον γάρ ἐστι τὸ ‘‘ἰδοὺ ἡμέραι ἐρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ.”

μετὰ δὲ τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν, καὶ τὴν μετ’ αὐτὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους, ἐπιλέγει ἐξῆς ἀγαθὰ τοῖς πᾶσι θεσπίζων “καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γὴν.” καὶ πάλιν “ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ὲν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.

ἀλλὰ γὰρ καὶ τὸ Ἰουδαίων ἔθνος τοιαῦτα πείσεσθαι ἐν ταῖς τοῦ κυρίου ἡμέραις τῆς προρρήσεως ἀποφηναμένης, τίς οὐκ ἂν θαυμάσειε τῆς προρρήσεως τὸ ἀποτέλεσμα; ἅμα γὰρ Ἰησοῦς ὁ σωτὴρ καὶ κύριος ἡμῶν παρῆν, ἠσέβουν τε εἰς αὐτὸν οἱ ἐκ περιτομῆς, καὶ πάντα αὐτοῖς ἀθρόως τὰ προηγορευμένα μετὰ πεντακοσιοστὸν ἔτος τῆς προρρήσεως τέλους ἐτύγχανεν, ἐξ αὐτοῦ Πιλάτου καὶ μέχρι τῆς κατὰ Νέρωνα καὶ Τίτον καὶ Οὐεσπασιανὸν πολιορκίας οὐ διαλελοιπότων αὐτοὺς παντοίων καὶ ἐπαλλήλων συμφορῶν, ὡς πάρεστιν ἐκ τῆς Φλαυίου Ἰωσήπου γραφείσης ἱστορίας ἀναλέξασθαι.

τότε μὲν οὖν εἰκὸς τὸ ἥμισυ τῆς πόλεως ἀπολωλέναι τῇ πολιορκίᾳ, ὥς φησιν ἡ προφητεία· μετ’ οὐ πολὺν δὲ χρόνον, κατὰ Ἀδριανὸν αὐτοκράτορα κινήσεως αὖθις Ἰουδαϊκῆς γενομένης, τὸ λοιπὸν τῆς πόλεως μέρος ἥμισυ πολιορκηθὲν αὖθις ἐξελαύνεται, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο πάμπαν ἄβατον αὐτοῖς γενέσθαι τὸν τόπον.

εἰ δὲ λέγοι τις κατὰ Ἀντίοχον τὸν Ἐπιφανῆ ταῦτα πεπληρῶσθαι, σκεψάσθω εἰ οἷός τέ ἐστιν ἀποδιδόναι καὶ τὰ λοιπὰ τῆς προφητείας ας κατὰ τοὺς Ἀντόχου χρόνους· οἶον τὸ αἰχμαλωσίαν πεπονθέναι τὸν λαὸν, καὶ τὸ στῆναι τοὺς πόδας κυρίου ἐπὶ τὸ τῶν ἐλαιῶν ὅρος, καὶ εἰ γέγονε κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἰ τὸ ὄνομα κυρίου ἐκύκλωσε τὴν γῆν πᾶσαν καὶ τὴν ἔρημον, ὅτε τῆς Συρίας Ἀντίοχος ἐκράτει· καὶ τὰ λοιπὰ δὲ τῆς προρρήσεως ὁποίου τέλους ἔτυχεν Ἀντιόχου βασιλεύοντος πῶς τις ἀποδώσει;

καθ’ ἡμᾶς δὲ ταῦτα καὶ πρὸς λέξιν μὲν ἀποδέδοται, καὶ καθ’ ἑτέραν δὲ διάνοιαν· μετὰ γὰρ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἡ πόλις αὐτῶν, αὕτη γε ἡ Ἱερουσαλὴμ, καὶ τὸ πάν σύστημα καὶ πολίτευμα τῆς κατὰ τὸν νόμον Μώσεως θρησκείας καθῃρεῖτο· αὐτίκα δὲ τὴν κατὰ διάνοιαν αἰχμαλωσίαν πρὸς τῇ σωματικῇ πεπόνθασι, τὸν σωτῆρα καὶ λυτρωτὴν τῶν ἀνθρωπίνων ψυχῶν μὴ παραδεξάμενοι, τὸν ἐλθόντα κηρῦξαι τοῖς ὑπὸ δαιμόνων πονηρῶν αἰχμαλώτοις ἄφεσιν καὶ τοῖς τὰς διανοίας τυφλοῖς ἀνάβλεψιν.

ταῦτα δὲ πεπονθότων ἐκείνων διὰ τὴν ἀπιστίαν αὐτῶν, οἶ τὸν σφόν λυτρωτὴν ἐπιγνόντες, οἰκεῖοί τε αὐτοῦ γενόμενοι μαθηταὶ καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ, πλεῖστοί τε ἄλλοι τῶν ἐκ περιτομῆς εἰς αὐτὸν πεπιστευκότων, περὶ ὧν φησιν ὁ ἀπόστολος ‘‘οὕτω καὶ νῦν λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονε.”

καὶ τὸ “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοι ώθημεν·” τῆς νενοημένης ἡμῖν κατὰ διάνοιαν πολιορκίας ἄπειροι διεφυλάχθησαν οὐ μόνον, ἀλλὰ καὶ τῆς πρὸς λέξιν ἀποδοθείσης. οἶ γοῦν ἀπόστολοι καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν, καὶ πάντες οἱ ἐξ Ἰουδαίων εἰς αὐτὸν πεπιστευκότες, μακρὰν τῆς Ἰουδαίας γῆς γενόμενοι, καὶ τοῖς λοιποῖς ἔθνεσιν ἐπισπαρέντες, τὸν κατὰ τῶν οἰκούντων τὴν πόλιν ὄλεθρον διαδρᾶναι τότε ἠδυνήθησαν.

καὶ τοῦτο δὲ ἡ προφητεία προλαβοῦσα ἐθέσπισε δι’ ὧν ἔφησεν “οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν.” οἷς ἑξῆς ἐπιλέγει “καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.”

ἐν ποίοις δὲ ἔθνεσι κύριος παρατάξεται ἢ ἐν τοῖς τὴν Ἱερουσαλὴμ πολιορκήσουσι ; δηλοῖ δὲ ὁ λόγος αὐτὸν τὸν κύριον συμμαχήσειν τοῖς πολιορκοῦσιν, ἐν αὐτοῖς ὄντα καὶ σὺν αὐτοῖς παραταττόμενον, ὥσπερ τινὰ στρατηγὸν καὶ ὑπέρμαχον αὐτῶν κατὰ τῆς Ἱερουσαλὴμ στρατευόμενον.

οὐ γάρ φησιν ὁ λόγος τὸν κύριον κατὰ τῶν ἐθνῶν παρατάξεσθαι. τίσιν δὲ καὶ κατὰ τίνων; κατὰ τῆς Ἱερουσαλὴμ καὶ τῶν οἰκητόρων αὐτῆς, περὶ ὧν ἦν ὁ λόγος. τὸ δὲ “καὶ στήσονται οἶ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ, ἐξ ἀνατολῶν” τί ἕτερον δηλοῖ ἢ κυρίου τοῦ θεοῦ, αὐτοῦ δὴ τοὐ θεοῦ λόγου, τὴν ἐπὶ τῆς ἐκκλησίας αὐτοῦ στάσιν τε καὶ βεβαίωσιν, ἣν ὅρος ἐλαιῶν ἐπὶ τοῦ παρόντος κατὰ τρόπον ἀλληγορίας ὀνομάζει;
ὡς γὰρ ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, καὶ ἦν ἀμπελὼν κυρίου Σαβαὼθ ἀλληγορικῶς ὁ οἶκος τοῦ Ἰσραὴλ, καὶ ἄμπελος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, οὕτω δὴ κατὰ τὴν αὐτὴν θεωρίαν εἴποις ἂν ὅτι δὴ καὶ ἐλαιὼν ἐγενήθη τῷ δεσπότῃ ἡ ἐξ ἐθνῶν ἐκκλησία αὐτοῦ, ἣν πάλαι ἀγριέλαιον οὖσαν κατεφύτευσεν, ἐγκεντρίσας ἐπὶ τὰς ἀποστολικὰς τῆς καλλιε- λαίου ῥίζας μετὰ τὴν τῶν προτέρων κλάδων ἐκτομὴν, ὥσπερ οὖν ὁ ἀπόστολος παιδεύει ‘καὶ κατεφύτευσέ γε αὐτὴν ὁ κύριος ἑαυτῷ, μονονουχὶ διὰ τῆς προφητείας τείας λέγων “ἐλαίαν ἐλαίαν ὡραίαν εὔσκιον ἐκάλεσε κύριος τὸ ὄνομά σου.”
ἐπεὶ γὰρ ὁ πρῶτος ἀμπελὼν δέον ποιήσαι σταφυλὴν ἐποίησεν ἀκάνθας, καὶ οὐ δικαιο- σύνην, ἀλλὰ κραυγὴν, εἰκότως ὡς ἂν ἀκάρπου αὐτοῦ καθελὼν ὁ θεὸς τὸν φραγμὸν αὐτοῦ καὶ τὸν τοῖχον αὐτοῦ, παραδούς τε αὐτὸν τοῖς ἐχθροῖς εἰς διαρπαγὴν καὶ καταπάτησιν, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, ἕτερον αὐτὸς ἑαυτῷ ἀγρὸν συνεστήσατο, τὸν ἐπὶ τοῦ παρόντος ἐλαιῶνα ὀνομαζόμενον, ἅτε τοῦ ἐκ θεοῦ ἐλέους τετυχηκότα, καὶ πρὸς τοῦ Χριστοῦ καταφυτευθέντα ἀειθαλέσι φυτοῖς, τοῦτ’ ἔστι ψυχαῖς ἁγίαις καὶ φωτὸς θρεπτικαῖς, οἵαις τε λέγειν ‟ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ.”

τοῦτο δὲ τὸ τῶν ἐλαιῶν ὄρος κατέναντι τῆς Ἱερουσαλὴμ εἶναι λέλεκται, ἐπειδήπερ ἀντὶ τῆς παλαιᾶς ἐπιγείου Ἱερουσαλὴμ καὶ τῆς ἐν αὐτῇ θρησκείας συνέστη τῷ θεῷ μετὰ τὴν τῆς Ἱερουσαλὴμ καθαίρεσιν. φήσας γοῦν ἀνωτέρω ὁ λόγος περὶ τῆς Ἱερουσαλὴμ ‘ὡς ἀλώσεται ἡ πόλις, καὶ τὰ ἐχθρὰ καὶ πολέμια ἔθνη συναχθήσεται ἐπ’ αὐτὴν, καὶ διαμερισθήσεται τὰ σκῦλα αὐτῆς,” εἰκότως οὐκ ἐπὶ Ἱερουσαλὴμ τοὺς πόδας τοῦ κυρίου στήσεσθαί φησι.

πῶς γὰρ καὶ οἷόν τε ἦν ἅπαξ καθῃρημένης; μεταβάντων δὲ ἐξ αὐτῆς ἐπὶ τὸ ἄντικρυς τῆς Ἱερουσαλὴμ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἐνταῦθα στήσεσθαι διδάσκει. τοῦτο δὲ καὶ ὁ προφήτης Ἰεζεκιὴλ τῷ θείῳ πνεύματι προλαβὼν θεωρεῖ.

λέγει δὴ οὖν ‟καὶ ἐξήγειρε τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἶ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα θεοῦ Ἰσραὴλ ἦν ἐπ’ αὐτοῖς ὑπεράνω αὐτῶν, καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσου τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὅρους ὃ ἦν ἀπέναντι τῆς πόλεως.

ὅπερ ἐστὶ καὶ ἄλλως πρὸς λέξιν ὁρᾶν πεπληρωμένον εἰσέτι καὶ σήμερον, τῶν εἰς Χριστὸν πεπιστευκότων ἁπάντων πανταχόθεν γῆς συντρεχόντων, οὐχ ὡς πάλαι τῆς κατὰ τὴν Ἱερουσαλὴμ ἀγλαίας ἕνεκα, οὐδ’ ὥστε προσκυνῆσαι ἐν τῷ πάλαι συνεστῶτι ἐπὶ τῆς Ἱερουσαλὴμ ἁγιάσματι, καταλύειν δὲ ἕνεκεν ἱστορίας τε ὁμοῦ τῆς κατὰ τὴν προφητείαν ἁλώσεως καὶ ἐρημίας τῆς Ἱερουσαλὴμ, καὶ τῆς ἔπι τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ προσκυνήσεως, ἔνθα ἡ δόξα κυρίου μετέστη καταλείψασα τὴν προτέραν πόλιν. ἔστησαν δὲ ἀληθῶς καὶ κατὰ τὴν πρόχειρον καὶ ῥητὴν διήγησιν οἷ πόδες τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ θεοῦ λόγου, δι’ οὗ ἀνείληφεν ἀνθρωπείου σκήνους ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν πρὸς τῷ αὐτόθι δεικνυμένῳ σπηλαίῳ, εὐξαμένου τε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἐπὶ τῆς ἀχρωρείας τοῦ τῶν ἐλαιῶν ὄρους τὰ περὶ τῆς συντελείας μυστήρια παραδεδωκότος, ἐντεῦθέν τε τὴν εἰς πὐραωοὺς ἄνοδον πεποιημένου, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων διδάσκει φάσκων ὅτι δὴ ἐν τῷ τῶν ἐλαιῶν ὄρει συμπαρόντων αὐτῷ τῶν ἀποστόλων ̔βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.”

καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆσι λευκαῖς 5 οἱ καὶ εἶπον, ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.”

οἶς ἐπιφέρει λέγων ‘‘τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστι κατέναντι Ἱερουσαλὴμ.”

ἔστι μὲν οὖν καὶ πρὸς λέξιν κατέναντι Ἱερουσαλὴμ καὶ ἐξ ἀνατολῶν αὐτῆς τὸ δηλούμενον τῶν ἐλαιῶν ὄρος. πλὴν ἀλλὰ κατὰ τὴν διάνοιαν ἡ ἁγία Χριστοῦ ἐκκλησία, καὶ τὸ ὄρος ἐφ’ ᾧ τεθεμελίωται, περὶ οὑ διδάσκει λέγων ὁ σωτὴρ ‟οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη,” ἀντὶ τῆς πεσούσης καὶ μὴ ἐγερθείσης Ἱερουσαλὴμ ἀνεγερθεῖσα, καὶ τῶν ποδῶν τοῦ κυρίου καταξιωθεῖσα, οὐ μόνον κατέναντί ἐστιν Ἱερουσαλὴμ, ἀλλὰ καὶ ἐξ ἀνατολῶν αὐτῆς, προσλαβοῦσα τὰς αὐγὰς τοῦ τῆς θεοσεβείας φωτὸς, καὶ πολὺ προτέρα τῆς Ἱερουσαλὴμ γενομένη, αὐτῷ τε πλησιάσασα τῷ τῆς δικαιοσύνης ἡλίῳ, περὶ οὗ λέλεκται ‟τοῖς τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης.”

Εἰ δὲ λέγοι τὸ ἑξῆς ὅτι “σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ αὐτοῦ πρὸς τὸν βορρᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον,’ δύναται μὲν τὴν καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐξάπλωσιν τῆς ἐκκλησίας σημαίνειν, ἐπεὶ καὶ ἀνατολὰς ἡλίου, αὐτά τε τὰ ἑῷα καὶ ἀνατολικὰ ἔθνη πεπλήρωκεν, διατείνει δὲ καὶ ἐπὶ τὴν δυτικὴν θάλασσαν τάς τε ἐν αὐτῇ νήσους· οὐ μὴν ἀλλ’ ἔφθακε κατά τε νότον καὶ μεσημβρίαν, κατά τε βορρᾶν καὶ ἄρκτον.
πάντη γὰρ καὶ πανταχοῦ ὁ σημαινόμενος τροπικῶς τοῦ κυρίου ἐλαιὼν ἡ ἐκκλησία αὐτοῦ καταπεφύτευται. δύναται δὲ καὶ κατὰ διάνοιαν τὰ ἐπὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας γενόμενά τε καὶ εἰσέτι νῦν γινόμενα σχίσματα καὶ τὰς αἱρέσεις τάς τε ἠθικὰς κατὰ τὸν βίον ἀπόπτως εἰς αἰνίττεσθαι σχισθέντα· φησὶ γὰρ ‟τὸ ὄρος διαστήσεσθαι, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον, ὡς εἰς τέσσαρα μέρη διαιρεῖσθαι, δύο μὲν τὰ σεμνότερα καὶ κρείττω, δύο δὲ τὰ ἐναντία.

καὶ ὅρα μή ποτε διὰ τούτων τὸ μὲν πρὸς ἀνατολὰς καὶ πρὸς νότον δύο τάγματα σημαίνει τῶν τῆς κατὰ θεὸν προκοπῆς ἐπειλημμένων, ἕν μὲν τῶν ἐν γνώσει καὶ λόγῳ καὶ τοῖς λοιποῖς τοῦ θείου πνεύματος χαρίσμασι τελειουμένων, θάτερον δὲ τῶν διὰ βίου κατορθούντων, ἐν ἐκλογαῖς γε μὴν διατριβόντων.

τὰ δὲ λοιπὰ δύο μέρη τῶν προτέρων διῃρημένα εἴη ἂν, τὸ κατὰ θάλασσαν καὶ πρὸς βορρᾶν, ἀμφότερα πρὸς τῇ κακίᾳ σημαινόμενα. ‟ἀπὸ ἀπὸ προσώπου γὰρ (φησὶ) βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν·” ὅ τε δράκων ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς λέγεται.

ὥστε εἰκότως κἀνταῦθα τῶν ἀπὸ τῆς ἐκκλησίας ἀποπιπτόντων δύο πάλιν δηλοῦσθαι τρόπους, τόν τε κατὰ τὸ ἦθος ἁμαρτάνοντα καὶ τὸν τῆς ὑγιοῦς καὶ ὀρθοδόξου γνώσεως ἐξολισθαίνοντα, ὡς εἶναι ταύτας τοῦ δηλουμένου τοῦ ἐλαιῶνος ὄρους τὰς ὑπὸ τῆς προφητείας αἰνιττομένας διαστάσεις.

Τούτοις ἑξῆς ἐπιλέγεται ‟καὶ καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἴως Ἀσαήλ. καὶ ἐμφραχθήσεται, ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.” κοιλὰς δὲ ἐν τούτοις τῶν ὀρέων τοῦ θεοῦ τίς ἂν εἴη ἢ ἡ κατὰ τὸν Μώσεως νόμον ἐν τῇ Ἱερουσαλὴμ πάλαι πρότερον συντελουμένη σωματικὴ καὶ Ἰουδαικὴ θρησκεία, ἣ ἀποκλεισθήσεσθαι ὥσπερ ἀποφραχθεῖσαν ὁ παρὼν λόγος θεσπίζει φάσκων ‟καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἴως Ἀσαὴλ, καὶ ἐμφραχθήσεται;”

ἀνθ’ ὧν ὁ Σύμμαχος πεποίηκε ‟καὶ ἐμφραχθήσεται ἡ φάραγξ τῶν ὀρέων μου, καὶ ἔτι ἐγγιεῖ ἡ φάραγξ τῶν ὀρέων πρὸς τὸ παρακείμενον, καὶ ἐμφραχθήσεται;’ δι’ ὧν παρίστησι τὸ αἴτιον τῆς ἐμφραχθείσης φάραγγος. τί δὲ ἦν τοῦτο ἀλλ’ ἢ τὸ ἐγγίσαι αὐτὴν καὶ πλησιάσαι τῷ παρακειμένῳ αὐτῇ; τοῦτο δὲ ἦν τὸ τοῦ κυρίου ὅρος τὸ τῶν ἐλαιῶν προωνομασμένον, ὅπερ Ἀσαὴλ ὠνόμασται παρὰ τοῖς ἑβδομήκοντα.

δηλοῖ δὲ τοῦτο κατὰ τὴν Ἑβραίων φωνὴν ποίησιν θεοῦ. οὕτω δὲ, φησὶν, ἡ παλαιὰ φάραγξ πλησιάσασα τῷ ὄρει καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ τῷ τε ποιήματι θεοῦ ἐμφραχθήσεται καὶ ἀποκλεισθήσεται, ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.

ζητῶν δὲ παρ’ ἐμαυτῷ καὶ τὰς θείας περιιὼν γραφὰς, εἴ ποτε ἐν ταῖς ἡμέραις Ὀζίου ἡ ἐνταῦθα δηλουμένη φάραγξ ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ, ἐν μὲν ταῖς τῶν Βασιλειῶν ἱστορίαις οὐδὲν ηὕρισκον· οὐδὲ γὰρ σωματικῶς κατ’ αὐτὸν σεισμὸς γεγονὼς, οὔτε τι τοιοῦτο περὶ φάραγγος ἐν αὐταῖς εἰρημένον ἀναγέγραπται.

ἱστορεῖταί γε μὴν Ὀζίας ἐν ἀρχαῖς δίκαιος γεγονέναι, εἶτα διαβέβληται ὡς ἐπαρθεὶς τῇ διανοίᾳ, καὶ δι’ αὑτοῦ θῦσαι τῷ θεῷ τολμήσας, διὸ καὶ λέπραν αὐτῷ κατὰ τοῦ προσώπου ἀνθῆσαι. τοῦτο μὲν οὖν ἡ βίβλος τῶν Βασιλειῶν παρίστησιν· ὁ δέ γε Ἰώσηπος καὶ τὰς ἔξωθεν Ἰουδαι·κὰς δευτερώσεις ἀπηκριβωκὼς, ἅτε Ἑβραῖος ἐξ Ἑβραίων τυγχάνων, ἐπάκουσον οἷα γενέσθαι κατὰ τοὺς αὐτοῦ δηλοῖ χρόνους, λέγων ‟ὡς ἄρα κατεπειγόντων τὸν Ὀζίαν τῶν ἱερέων ἐξιέναι τοῦ ἱεροῦ, καὶ μὴ παρανομεῖν εἰς τὸν θεὸν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσιν.

μεταξὺ δὲ σεισμὸς ἐκλόνησε τὴν γῆν, καὶ διαστάντος τοῦ ναοῦ φέγγος λαμπρὸν ἐξέλαμψεν, καὶ τῇ τοῦ βασιλέως ὄψει προσέπεσεν, ὡς τῷ μὲν εὐθέως λέπραν ἐπιδραμεῖν, πρὸ δὲ τῆς πόλεως πρὸς τῇ καλουμένῃ Ἐρωγῇ τοῦ ὄρους ἀπορραγῆναι τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν, καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμφραχθῆναι καὶ τοὺς παρακείσους τοὺς βασιλικούς.”

ταῦτά μοι ἀπὸ τοῦ συγγράμματος τῆς Ἰωσήπου Ἰουδαι·κῆς ἀρχαιολογίας κείσθω. καὶ ἐν τῷ προφήτῃ δὲ Ἀμὼς εὗρον κατ’ ἀρχὰς τῆς προφητείας αὐτοῦ ὡς ὅτι ἤρξατο προφητεύειν ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα πρὸ δύο ἐτῶν τοὐ σεισμοῦ. ποίου δὲ σεισμοῦ οὐκέτι σαφῶς ἐπιλέγει.

οἶμαι δὲ τὸν αὐτὸν προφήτην προιόντα τὸν σεισμὸν ὑπογράφειν ἐν οἷς φησιν εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπε, πάταξον ἐπὶ τὸ θυσιαστήριον, σιαστήριον, καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων, καὶ τοὺς καταλοίπους αὐτῆς ἐν ῥομφαίᾳ ἀποκτενῶ.’

δι’ ὧν ἡγοῦμαι θεσπίζεσθαι τὸν σεισμὸν, καὶ τὴν καθαίρεσιν τῶν πάλαι σεμνῶν τοῦ Ἰουδαίων ἔθνους καὶ τῆς ἐπιτελουμένης ὑπ’ αὐτῶν ἐν τῆ Ἱερουσαλὴμ θρησκείας, τήν τε ἀπώλειαν τὴν μετελθοῦσαν αὐτοὺς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, ὅτε παραιτησαμένων αὐτῶν τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ἀληθῆ ἀρχιερέα, λέπρα κατὰ τῶν ψυχῶν ἐξήνθησεν, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Ὀζίου 5 ὅτε καὶ ἀοράτῳ δυνάμει αὐτὸς ὁ κύριος ἐπιστὰς τῷ θυσιαστηρίῳ αὐτῶν τὴν ἐξουσίαν ἔδωκε τῷ πατάσσοντι, φήσας πάταξον τὸ θυσιαστήριον.”

δυνάμει γοῦν τοῦτο ἐδήλου λέγων‘ ‟ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.’ αὐτίκα γοῦν ἐπὶ τῷ πάθει αὐτοῦ “τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἴως κάτω, ὥσπερ οὖν ὁ Ἰώσηπος ἱστορεῖ γεγονέναι κατὰ τοὺς Ὀζίου χρόνους· εἶτα πρότερον μὲν ἐσείσθη τὰ πρόπυλα, ὅτε ἡ γῆ ἐσείσθη κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν· μετ’ οὐ πολὺ δὲ καὶ τὴν ἐσχάτην ὑπέμεινε πτῶσιν, λαβών τε τὴν ἐξουσίαν ὁ πατάσσων διέκοψεν εἰς κεφαλὰς ἁπάντων.
κατὰ τοῦτο δὴ οὖν τοῦ καιροῦ καὶ ἡ κοιλὰς τῶν τοῦ θεοῦ ὀρέων ἐνεφράγη, ὥσπερ οὖν γέγονεν ἐπὶ Ὀζίου· πρὸς μὲν ῥητὸν καὶ λέξιν κατὰ τὴν Ῥωμαίων πολιορκίαν, καθ’ ἣν οἶμαι συμβῆναί τινα τοιαῦτα, πρὸς δὲ διάνοιαν ὅτε ἡ σωματικὴ καὶ ταπεινοτέρα τοῦ Μώσεως νόμου λατρεία ἀπεκλείσθη εἰς τὸ μηκέτι ἐνεργεῖσθαι διὰ τὸν σεισμὸν τὸν ἐπελθόντα προφητικῶς ἐξ ἐκείνου τῷ Ἰουδαίων ἔθνει, καὶ διὰ τὰ λοιπὰ τὰ ἀναγεγραμμένα. μετὰ ταῦτα ἐπαναλαβὼν ὁ λόγος τὴν τοῦ κυρίου παρουσίαν σαφέστερον ἀνακηρύττει λέγων ‟καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἶ ἅγιοι μετ’ αὐτοῦ,”

εἴτε τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς ὀνομάζων ἁγίους αὐτοῦ εἴτε δυνάμεις τινὰς ἀοράτους καὶ πνεύματα λειτουργικὰ, περὶ ὧν εἴρηται καὶ προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ.” εἶτα ἐπὶ τῆς παρουσίας τοῦ κυρίου ‟ἔσται (φησὶν) ἡμέρα, καὶ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν.”

ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσε ‟καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν, ἥτις ἔγνωσται τῷ κυρίῳ, οὐχ ἡμέρα οὐδὲ νὺξ, ἀλλ’ ἔσται τὸ πρὸς ἐσπέραν φῶς.” καὶ ὅρα εἰ μὴ διὰ τούτων λευκότατα τὴν ἡμέραν τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν δηλοῖ, ἐν ᾗ ἡμέρᾳ τὸ μὲν ‟οὐκ ἔσται φῶς ἐπληροῦτο, ἡνίκα ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης, τὸ δὲ ‟ἀλλὰ ψῦχος καὶ πάγος,” ὅτε κατὰ τὸν Λουκᾶν ‟παραλαβόντες τὸν Ἰησοῦν ἤγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.”

περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς ἐκάθητο κατὰ τὸν Μάρκον μετὰ τῶν λοιπῶν θερμαινόμενος. ὁ δὲ Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημόνευσεν εἰπὼν εἱστήκεισαν οἱ δοῦλοι καὶ οἶ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο.”

‘‘Γνωστὴ δὲ φησὶν) ἦν αὕτη ἡ ἡμέρα τῷ κυρίῳ, καὶ οὐκ ἦν ἡμέρα, καὶ οὐκ ἦν νύξ·” οὐχ ἡμέρα μὲν, διὰ τὸ προειρῆσθαι ‟οὐκ ἔσται φῶς,” ὃ καὶ ἐπληροῦτο, ὅτε ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης· οὐδὲ νὺξ δὲ, διὰ τὸ ἐπιλέγεσθαι “πρὸς ἑσπέραν ἔσται φῶς,” ὃ καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε μετὰ τὴν ἐνάτην ὥραν αὖθις τὸ σύνηθες φῶς ἀπελάμβανεν ἡ ἡμέρα.

καὶ κατὰ διάνοιαν δὲ ταῦτα ἐπληροῦτο, καθόλου μὲν ἐπὶ τὸ Ἰουδαίων ἔθνος, μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν σκότους καὶ πάγου καὶ ψύχους γεγενημένου, σκοτισθείσης αὐτῶν τῆς διανοίας εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ψυγείσης τε τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἔμπαλιν δὲ πρὸς τῇ ἑσπέρᾳ τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ ἀνατέταλκεν, ὡς τοὺς πάλαι καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου μέγα τὸ φῶς ἰδεῖν, κατὰ τὰς τοῦ Ἡσαΐου φωνάς.
Ἐν αὐτῇ δὴ οὖν τῇ τοιαύτῃ ἡμέρᾳ τοῦ κυρίου, ἐξελεύσεται, φησὶν, ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ. τοῦτο δὲ ἦν τὸ λογικὸν καὶ πότιμον ξωτικόν τε καὶ σωτήριον τῆς τοῦ Χριστοῦ διδασκαλίας ποτὸν, περὶ οὗ καὶ αὐτὸς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τὴν Σαμαρεῖτιν παιδεύων ἔλεγεν ‟εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.” αὐτὸ οὖν τοῦτο τὸ σωτήριον ποτὸν ἐξ αὐτῆς τῆς Ἱερουσαλὴμ προῆλθεν.
ἐνθένδε γοῦν ὥρμητο αὐτοῦ τὸ εὐαγγέλιον, καὶ οἱ τούτου κήρυκες πᾶσαν κατέπλησαν τὴν οἰκουμένην· ὃ καὶ δηλοῦται διὰ τοῦ λέγεσθαι εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην τὸ ζῶν ὕδωρ ἐξελύσεσθαι,” δι’ ὧν τὰ τῆς συμπάσης γῆς πέρατα δηλοῦται, τά τε πρὸς τῷ ἀνατολικῷ ὠκεανῷ πρώτη θάλαττα ὀνομαζόμενα καὶ τὰ κατὰ δύοντα ἥλιον διὰ τῆς θαλάττης τῆς ἐσχάτης σημαινόμενα, ἃ καὶ πεπλήρωκε τὸ ζῶν ὕδωρ τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, περὶ οὗ πάλιν ἐπαίδευε λέγων ‟ὃς ἂν πίῃ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.‘’ καὶ πάλιν ‟ ποταμοὶ φησὶν) ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον.”

καὶ αὖθις ‟εἴ τις διψὰ, ἐρχέσθω πρός με, καὶ πινέτω.” μετὰ γοῦν τὸ ἀνομβρῆσαν ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ πᾶν γένος ἀνθρώπων σωτήριον καὶ λογικὸν νᾶμα) ὅπερ σαφέστερον ἐν ἑτέρῳ δηλοῦται διὰ τοῦ ‟ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. ἔσται (φησὶ) κύριος εἰς βασιλέα.”

οὐκ ἔσται δὲ ἐν Ἱερουσαλὴμ, οὐδὲ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ ‟ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ ἔσται κύριος εἶς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πάσαν τὴν γῆν.” ἃ καὶ αὐτὰ συνάδει τοῖς ἀπὸ τῶν Ψαλμῶν παρατεθεῖσιν, δι’ ὧν ἐλέγετο ‟ ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη.” καὶ πάλιν‘‘ εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσε.’ ταῦτα δὲ ὁμοῦ πάντα ἐν ταῖς τοῦ κυρίου ἡμέραις ἔσεσθαι προφητεύεται.

ἐν ἀρχῇ γοῦν τῆς ὅλης προφητείας ‟ἰδοὺ ἡμέραι φησὶν) ἔρχονται τοῦ κυρίου, καὶ ἔσται τάδε.” τίνα δὴ ταῦτα ἀλλ’ ἢ ἡ πολιορκία τῆς Ἱερουσαλὴμ καὶ ἡ τοῦ κυρίου μετάστασις ἐπὶ τὸ τῶν ἐλαιῶν ὅρος, κατὰ τὸ παρέσται κύριος,” καὶ τὰ συμβεβηκότα περὶ τὴν ἡμέραν τοῦ πάθους αὐτοῦ, καὶ τὸ ζῶν ὕδωρ, τὸ ἐπὶ πᾶσαν ῥεῦσαν τὴν οἰκουμένην, καὶ ἐπὶ πᾶσι τούτοις ἡ τοῦ κυρίου βασιλεία πάντων τῶν ἐθνῶν ἄρχουσα, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, πληροῦν πᾶσαν τὴν γῆν,” ἅπερ ὁποίου τέλους ἔτυχεν ὡς ἐν ἐπιτομῇ διει- λήφαμεν ;
πρόδηλον δὲ καὶ πῶς ἀπὸ τῆς τοῦ Χριστοῦ τοῦ θεοῦ προσηγορίας τὸ Χριστιανῶν ὄνομα κατέπλησε τὴν πᾶσαν οἰκουμένην· ὃ καὶ αὐτὸ παρίστησιν ὁ φάσκων λόγος ‘καὶ τὸ ὄνομα αὐτοῦ ἔν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.’ καὶ σοὶ δὲ ἐπὶ σχολῆς παρέσται ἑκάστην βασανίσαντι λέξιν ἐπὶ πλάτους θεωρῆσαι τὰ νενοημένα.
Ἀπὸ τοῦ Βαρούχ.
‟Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν (δηλοῖ δὲ τὴν σοφίαν) καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδ’ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς, ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ. ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται· ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ, καὶ οἶ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ ηὐφράνθησαν, ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, πάρεσμεν·
ἔλαμψαν μετὰ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν, ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.”
Οὐδὲν ἐπιλέγειν δεῖ ταῖς θείαις φωναῖς ἐναργῶς τῷ προβλήματι παρισταμέναις.
Ἀπὸ τοῦ Ἡσαΐου.
‟Ὅρασις Αἰγύπτου. ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς, καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπὶ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὑτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ. πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν, καὶ τὰ ἀγάλματα αὑτόν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν·” καὶ τὰ τούτοις ἐξῆς.

καὶ νῦν τὸν δεύτερον μετὰ τὸν τῶν ὅλων θεὸν καὶ κύριον, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, ἥξειν εἰς Αἴγυπτον ἡ παροῦσα προφητεία σημαίνει, καὶ ἥξειν οὐκ ἀφανῶς, οὐδ’ ἀοράτως, οὐδ’ ἄνευ τινὸς σωματικῆς περιβολῆς, ἀλλ’ ἐπὶ νεφέλης κούφης ὀχούμενον, μᾶλλον δὲ ἐπὶ πάχους ἐλαφροῦ· οὕτω γὰρ ἔχειν φασὶ τὴν Ἑβραίων φωνήν.

λεγέτωσαν δῆτα Ἑβραίων παῖδες πότε μετὰ τοὺς Ἡσαΐου χρόνους ὁ κύριος Αἰγυπτίοις ἐπιδεδήμηκεν, καὶ ποῖος κύριος· εἷς γὰρ ὁ ἐπὶ πάντων θεός· καὶ πῶς ἐπὶ πάχους ἐλαφροῦ οὗτος ἐποχεῖσθαι λέγεται καὶ τοπικῶς ἐπιβαίνειν μέρει τινὶ τῆς γῆς.

ἑρμηνευέτωσαν δὲ καὶ τὸ πάχος ἐλαφρὸν, φρὸν, τί ποτὲ ἄρα ἐστὶ, καὶ διὰ τί μὴ ἄνευ τούτου λέγεται ὁ κύριος ἐπιδημεῖν τῇ Αἰγύπτῳ.

πότε δὲ καὶ ἱστόρηται τὰ ἐν τῇ προφητείᾳ εἰρημένα τέλους τετυχηκέναι, τὸ σεισθῆναι, λέγω, τὰ εἴδωλα τὰ χειροποίητα Αἰγύπτου, καὶ τὸ Αἰγυπτίους Αἰγυπτίοις πολεμῆσαι διὰ τὴν τοῦ κυρίου εἰς ἀνθρώπους παρουσίαν· καὶ τοὺς θεοὺς αὐτῶν, δηλαδὴ τοὺς δαίμονας, πολλὰ τὸ παλαιὸν δυναμένους, μηκέτι ἰσχύειν, μηδὲ ἀποκρίνασθαι τοῖς ἐπερωτῶσι διὰ τὸ τοῦ κυρίου δέος, εἰς χεῖρας δὲ ποίων κυρίων σκληρῶν, ποίων δὲ βασιλέων μετὰ τὴν θεσπιζομένην τοῦ κυρίου παρουσίαν παρεδόθη Αἴγυπτος, καὶ διὰ τί κυρίου παρόντος σκληροῖς ἄρχουσι παραδίδονται· καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλησίως ὁ βουλόμενος ἑρμηνευσάτω.

ἡμεῖς γὰρ οὐκ ἄλλως ταῦτά φαμεν συνίστασθαι ἢ διὰ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας. οὗτος γὰρ θεοῦ λόγος ὢν καὶ θεοῦ δύναμις κατὰ διάνοιαν καὶ πρὸς λέξιν ἐπιδημήσας τῇ Αἰγυπτίων χώρᾳ διὰ νεφέλης κούφης ἐπλήρου τὰ προηγορευμένα. νεφέλην δὲ κούφην ἀλληγορικῶς ὀνομάζει τὴν δι’ οὑ ἀνείληφε σώματος ἐκ παρθένου καὶ ἁγίου πνεύματος ἐπιδημίαν αὐτοῦ, ὥσπερ οὖν ἡ Ἑβραίων γραφὴ καὶ ὁ Ἀκύλας σαφέστερον ἠνίξατο εἰπὼν ‟ἰδοὺ κύριος ἐπιβαίνει ἐπὶ πάχους ἐλαφροῦ, καὶ ἔρχεται ἐπ’ Αἴγυπτον,” πάχος ἐλαφρὸν τὸ ἐξ ἁγίου πνεύματος σῶμα προσαγορεύσας.

καὶ τοῦτο τοιγαροῦν τὸ τῆς προφητείας μέρος πρὸς λέξιν τέλους ἐτύγχανεν, ὅτε ἄγγελος κυρίου ὄναρ ἐπιφανεὶς εἷπε τῷ Ἰωσὴφ ‟ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι.

τότε γοῦν αὐτὸς ὁ κύριος ὁ θεὸς λόγος ἐπιπαρὼν τῇ τοῦ παιδὸς ἡλικίᾳ, καὶ ἐν τῇ συστάσῃ αὐτοῦ ἐξ ἁγίας παρθένου σαρκὶ παχείᾳ μὲν οὔσῃ διὰ τὸ τῆς σωματικῆς ὕλης ἀντίτυπον, ἐλαφρᾷ δὲ πάλιν διὰ τὸ κρείττονα ἢ καθ’ ἡμᾶς εἶναι, καὶ νεφέλη κούφη ὀνομαζομένῃ διὰ τὸ μὴ ἐξ ἡδυπαθοῦς φθορᾶς, ἀλλὰ ἐξ ἁγίου πνεύματος συστῆναι), τῇ τῶν Αἰγυπτίων ἐπιδημεῖ χώρᾳ.

ἡ δ’ αἰτία τῆς ἐκεῖσε ἐπιδημίας αὐτοῦ τοῦτον ἔχει τὸν λόγον. ἐπεὶ γὰρ ἐν αὐτῇ πρώτῃ κατάρξαι τὰ τῆς εἰδωλολάτρου πλάνης μνημονεύεται, ἐδόκουν τε πάντων ἀνθρώπων μάλιστα δεισιδαιμονέστατοι τυγχάνειν, ἐχθροί τε εἶναι καὶ πολέμιοι τοῦ λαοῦ τοῦ θεοῦ, τῶν προφητῶν κατὰ πλεῖστον ὅσον ἀφεστῶτες, εἰκότως αὐτοῖς πρώτοις ἡ τοῦ θεοῦ ἐφίστη δύναμις·

διὸ καὶ πάντων ἀνθρώπων μᾶλλον παρ’ Αἰγυπτίοις ἴσχυσεν ὁ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λόγος· ὅθεν ἡ παροῦσα προφητεία αὐτὸν αὐτοῖς ἐπιδημήσειν τὸν κύριον θεσπίζει, ἀλλ’ οὐχὶ τοὺς Αἰγυπτίους ἥξειν εἰς τὴν Ἰουδαίων χώραν, οὐδέ γε εἰς τὰ Ἱεροσόλυμα προσκυνήσειν αὐτῷ, οὐδ’ ἐνταῦθα κατὰ τὰ παρὰ Μωσεῖ προστεταγμένα προσηλυτεύσειν Ἰουδαίοις, οὐδὲ θύσειν θυσίας ἐν τῷ πρὸς τῇ Ἱερουσαλὴμ θυσιαστηρίῳ· ἀλλὰ τούτων μὲν ἔσεσθαί φησιν οὐδὲν, τὸν δὲ κύριον αὐτὸν ἐπιδημήσειν τοῖς Αἰγυπτίοις, καὶ τῆς αὑτοῦ παρουσίας καταξιώσειν τοὺς ἄνδρας, μεγάλων τε ἀγαθῶν καταστήσεσθαι αἴτιον αὐτοῖς.

κατορθώσειν γοῦν αὐτοῦ τὴν ἐπιδημίαν ταῦτα, ἅπερ καὶ αὐτοῖς ἔργοις μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ ἐπιφάνειαν συνίσταται πεπληρωμένα· τίνα δὲ ἢν θεασώμεθα. οἱ πρὶν τὴν Αἴγυπτον οἰκοῦντες φαῦλοι καὶ μοχθηροὶ δαίμονες, ἐξ αἰῶνος μακροῦ τοῖς ξοάνοις ἐμφωλεύοντες καὶ τὰς τόν Αἰγυπτίων ψυχὰς πάσῃ δεισιδαιμονίας πλάνῃ καταδουλούμενοι, συναισθόμενοι ξένης τινος καὶ ἐνθέου δυνάμεως ἐπιδημούσης αὐτοῖς, αὐτίκα συνεκινοῦντο σάλον καὶ κλόνον ἐν ἑαυτοῖς πάσχοντες, ἥ τε καρδία αὐτῶν καὶ ἡ διανοητικὴ δύναμις ἡττᾶτο ἔνδον ἐν ἑαυτοῖς, ὑποχωροῦσα καὶ νικωμένη ὑπὸ τῆς ἀοράτως συνελαυνούσης καὶ πυρὸς δίκην ἀρρήτῳ λόγῳ φλεγούσης αὐτοὺς δυνάμεως.
ἀλλὰ τότε μὲν ἀοράτως οἱ δαίμονες ταῦτα ἔπασχον ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὴν Αἴγυπτον ἐνσάρκῳ ἐπιδημίᾳ· ἐπειδὴ δὲ μετὰ ταῦτα γυμνῶς ἤδη λοιπὸν τὸ περὶ αὐτοῦ εὐαγγέλιον τοῖς Αἰγυπτίοις, ὥσπερ οὖν καὶ τοῖς λοιποῖς ἔθνεσιν, ἐκηρύττετο, ἥ τε ἀόρατος αὐτοῦ δύναμις σὺν τοῖς ἀποστόλοις αὐτοῦ παρὴν ἀφανῶς συμπράττουσα αὐτοῖς καὶ συνεργοῦσα καὶ καταγγέλλουσα δι’ αὐτῶν τὴν εὐσεβῆ διδασκαλίαν αὐτοῦ, μόνον τὸν ἴνα καὶ μόνον ἀληθῆ θεὸν εὐσεβεῖν παρακελευομένη, τῶν δὲ δαιμόνων τοὺς πάλαι πεπλανημένους ἀφιστῶσα,
ἐνταῦθα λοιπὸν ἤδη Αἰγυπτίοις, ὥσπερ οὖν καὶ τοῖς λοιποῖς ἔθνεσι, στάσις καὶ πόλεμος ἐμφύλιος συνίστατο, τῶν μὲν ἀναχωρούντων τῆς πολυθέου πλάνης καὶ τῷ τοῦ Χριστοῦ λόγῳ προστρεχόντων, τῶν δὲ ἐξ ἐναντίας τούτοις πολεμούντων καὶ ὑπὸ τῶν οἰκείων δαιμόνων ἐξοιστρουμένων, ὡς καὶ ἀδελφοὺς ἀλλήλων διίστασθαι, καὶ τοὺς φιλτάτους διὰ ξιφῶν χωρεῖν τῆς τοῦ Χριστοῦ διδασκαλίας ἕνεκεν, φησὶν ὁ χρησμὸς ‟καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὑτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ.”

πιστοῦται δὲ τὴν προφητικὴν πρόρρησιν καὶ αὑτὸς ὁ σωτὴρ ἡμῶν, φάσκων ἐν τοῖς εὐαγγελίοις‘ ‟παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.

καὶ αὖθις μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην δοῦναι ἐν τῇ γῇ, οὐχὶ λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν. ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκω ἐνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισί· διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρὶ, μήτηρ ἐπὶ τὴν θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην, καὶ νύμφη ἐπὶ τὴν πενθεράν.

τί γὰρ ταῦτα τῆς προφητικῆς διαφέροι ἂν φωνῆς ἐπὶ τῇ τοῦ κυρίου εἰς Αἴγυπτον παρουσίᾳ λεγούσης ἐπεγερθήσεσθαι Αἰγυπτίους κατ’ Αἰγυπτίων καὶ πολεμήσειν ἄνθρωπον τὸν ἀδελφὸν αὑτοῦ; καὶ νόμος δὲ ὁ τῆς καινῆς διαθήκης τοῦ Χριστοῦ ἐπὶ νόμον τὸν τῆς πολυθέου δεισιδαιμονίας ἠγείρετο, ὅτε τῶν εἰδωλολατρῶν ἐθνῶν νόμος τὴν Χριστοῦ πολεμῶν διδασκαλίαν, πόλις τε καὶ πολιτεία τῆς ἐν Χριστῷ ἐκκλησίας τοῖς τῶν ἀπίστων ἐθνῶν πολιτεύμασιν ἐπανίστατο.

διὸ λέλεκται ‟πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον.” ἔστι δὲ ἐπὶ τούτοις τοὺς Αἰγυπτίους πάντας τοὺς εἰδωλολάτρας, τό τε ἐνεργοῦν ἐν αὐτοῖς τῆς εἰδωλολατρίας πνεῦμα, συνιδεῖν ταραττομένους εἰσέτι νῦν, καὶ πολλὰ μὲν βουλευομέμους κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας, ὡς ἂν σβέ- σοιεν αὐτὴν καὶ ἐξ ἀνθρώπων ἀφανίσοιεν, διασκεδαννυμένους δὲ ὑπὸ τοῦ θεοῦ, φήσαντος ἐν τῇ προφητείᾳ ‟καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω.”

μυρία δὲ ὅσα πυνθανόμενοι καὶ ἐπερωτῶντες καθ’ ἡμῶν ἴν τε χρησμοῖς καὶ μαντείαις τοὺς θεοὺς αὑτῶν, καὶ τοὺς ἐν τοῖς ἀγάλμασιν ἐμφωλεύοντας δαίμονας, τούς τε πάλαι ἐν αὐτοῖς πολλὰ δυναμένους ἐγγαστρι- μύθους, οὐδέν τι πλέον ἐξ αὐτῶν ἔχουσι.

διό φησιν ὁ λόγος ^’y,al ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν καὶ τὰ ἀγάλματα αὑτῶν καὶ τοὺς ἐγγαστριμύθους. ’ ἀλλ’ οὐδεμιᾶς γὰρ, φησὶ, τεύξονται βοηθείας οἶ ἐπὶ τοὺς πεπλανημένως δοκοῦντας αὐτῶν εἶναι θεοὺς καταφεύγοντες, τότε μάλιστα αὐτοὺς τοῦ θεοῦ κυρί- κυρίοις σκληροῖς καὶ βασιλεῦσι παραδιδόντος, ὅτε τοῖς δαίμοσιν αὑτῶν πειθόμενοι καὶ ὑπ’ αὐτῶν ἐνεργού- ἐνεργούμενοι τοὺς κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ διωγμοὺς ἐπεγείρουσιν.

ἔνθα μοι τὸν νοῦν ἐπιστήσεις, τίνα τρόπον μέχρι μὲν τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χρι- στοῦ ἐπιφανείας οἰκείοις βασιλεῦσιν ἰδίως καὶ καθ’ ἑαυτὴν πᾶσα Αἴγυπτος κέχρητο, ἐν αὐτονομίᾳ τε καὶ ἐν ἐλευθερίᾳ διῆγον οἶ Αἰγύπτιοι, δυναστεία δὲ αὐ- τῶν ἐξ αἰῶνος μακρά τις καὶ πολλὴ βεβόητο, ἐξ ἐκεί- νοῦ τε πρώτου Ῥωμαίων Αὐγούστου, καθ’ ὃν ὁ κύ- ριος ἡμῶν γεγέννητο, χειρωσαμένου τὴν Αἴγυπτον, ὑστάτης τε τῶν Πτολεμαίων Κλεοπάτρας ἁλούσης, ὑπὸ τὴν Ρωμαίων γεγόνασιν ἐξουσίαν ὑπό τε τοὺς αὐτῶν νόμους καὶ ἐπιτάγματα, τῆς προτέρας αὐτο- νομίας καὶ ἐλευθερίας ἀφῃρημένοι· ὡς καὶ ἐν τούτῳ τὸ προφητικὸν ἐπαληθεύειν λόγιον, περὶ μὲν τῶν εἰς τοὺς τόπους ἐκπεμπομένων ἐπιτρόπων τε καὶ ἡγουμένων καὶ περὶ τῶν λοιπῶν ἐν μέρει ἀρχόντων φά- σκον ’ καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν,” περὶ δὲ τῶν τὴν καθ’ ὅλου διε- πόντων ἀρχὴν τὸ ἑξῆς.
ἀνθ’ οὗ ὁ Ἀκύλας φησὶ καὶ βασιλεὺς κεκραταιωμένος ἐξουσιάσει ἐν αὐτοῖς·’ ὁ δὲ Σύμμαχος “καὶ βασιλεὺς ἰσχυρὸς ἐξουσιάσει αὐ- τῶν. οὕτω δὴ τὴν Ῥωμαίων ἡγοῦμαι κεκλῆσθαι βασιλείαν, ὑφ’ ἧς ὥσπερ χαλινῷ καὶ δεσμῷ πεπεδημένους οὐ μόνον τοὺς πάντων ἀνθρώπων δεισιδαιμονεστάτους Αἰγυπτίους, ἀλλὰ καὶ τοὺς λοιποὺς πάντας ἀνθρώπους μηδὲν δύνασθαι τολμᾶν κατὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας δυσφημεῖν.
μετὰ ταῦτα προφητεύεται τούτοις ἐξῆς σκοτεινότερά τινα καὶ δι’ αἰνιγμάτων μακροτέρας καὶ βαθυτέρας τῆς κατὰ τροπολογίαν δεόμενα ἑρμηνείας, ἃ δὴ ἐπὶ σχολῆς κατὰ τὸν προσηχοντακαιρὸν τῆς προσηκούσης τεύξεται διηγήσεως, ἐπὰν σὺν θεῷ τὸν περὶ τῶν ἐπαγγελιῶν ἀποδώσωμεν λόγον.
Ἀπὸ τοῦ αὐτοῦ.
‟ Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ. ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα παρακαλέσατε οἶ ὀλιγόψυχοι τῇ διανοίᾳ ἰσχύσατε, μὴ φοβεῖσθε, ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει, καὶ σώσει ἡμὰς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων, ὅτε ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν γῆν πηγὴ ὕδατος ἔσται.”

Κἀνταῦθα διαρρήδην θεοῦ ἄφιξις θεσπίζεται σωτήριος καὶ πολλῶν ἀγαθῶν αἰτία· κωφοῖς γοῦν ἴασις καὶ τυφλοῖς ἀνάβλεψις, προσέτι τε χωλοῖς καὶ τὴν γλῶτταν συνδεδεμένοις θεραπεία ἔσεσθαι προφητεύεται, ἃ καὶ τέλους ἔτυχεν οὐκ ἄλλως ἢ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας, ὑφ’ οὗ καὶ τυφλῶν ἀνεῴχθησαν οἶ ὀφθαλμοὶ καὶ κωφοὶ τὴν ἀκοὴν ἀπειλήφασιν.

τί δεῖ λέγειν ὅσοι καὶ διὰ τῶν αὐτοῦ μαθητῶν παρειμένοι καὶ κωφοὶ καὶ χωλοὶ τὰς κατὰ φύσιν ἰάσεις ἀπελάμβανον, ἄλλοι τε μυρίοι ποικίλαις νόσοις καὶ μαλακίαις τετρυχωμένοι τῆς παρ’ αὐτοῦ θεραπείας τε καὶ σωτηρίας ἠξιοῦντο, κατά τε τὴν ἔνθεον τῆς προφητείας πρόρρησιν καὶ κατὰ τὴν ἀψευδεστάτην τῶν ἱερῶν εὐαγγελίων μαρτρυίαν;

ἔρημον δὲ ἐν τούτοις ὁ λόγος αἰνίττεται τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, ἣν πάλαι θεοῦ ἔρημον οὐσαν διὰ τῶν ἐν χερσὶν εὐαγγελίζεται, καὶ ταῦτα δὲ πρὸς τοῖς ἄλλοις τῇ ἐρήμῳ φησὶν ὁ λόγος δοθήσεσθαι τὴν δόξαν τοῦ Λιβάνου.

Λίβανον δὲ τὴν Ἱερουσαλὴμ ἀλληγορικῶς σύνηθές ἐστιν ἀποκαλεῖν, ὡς ἐπὶ καιροῦ διὰ τῶν ἀπὸ τῆς θείας γραφῆς ἀποδείξεων παραστήσομεν. ἐν δὴ οὖν τῇ τοῦ θεοῦ εἰς ἀνθρώπους παρουσίᾳ, τῇ δηλωθείσῃ ἐρήμῳ, λέγω δὴ τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, τὴν δόξαν τοῦ Λιβάνου δοθήσεσθαι ἡ προκειμένη διδάσκει πρόρρησις. ἀντὶ δὲ τοῦ ‘καὶ ἡ τιμὴ τοῦ Καρμήλου” ὁ μὲν Ἀκύλας φησὶ ̔διαπρέπεια τοῦ Καρμήλου καὶ τοῦ Σάρων, αὐτοὶ ὄψονται δόξαν κυρίου·’

ὁ δὲ Σύμμαχος Σύμμαχος ‟ εὐπρέπεια τοῦ Καρμήλου καὶ τοῦ πεδίου, αὐτοὶ ὄψονται τὴν δόξαν κυρίου·” καὶ ὁ Θεοδοτίων δὲ ‘‘ὡραιότης, φησὶ, τοῦ Καρμήλου καὶ τοῦ Σάρων, αὐτοὶ ὄψονται τὴν δόξαν κυρίου.” δι’ ὦν αἰνίττεσθαι ἡγοῦμαι τὴν προφητείαν οὐ τὴν Ἱερουσαλὴμ, οὐδὲ τὴν Ἰουδαίαν, ἀλλὰ τὴν τῶν ἐθνῶν χώραν καταξιωθήσεσθαι ἕσθαι τῆς ἐνθέου γνώσεως. ὁ γοῦν Κάρμηλος καὶ ὁ καλούμενος Σάρων τόποι τῶν ἀλλοφύλων ὑπῆρχον ἐθνῶν.
ταῦτα μὲν οὖν πρὸς λέξιν· καὶ κατὰ διάνοιαν δὲ εἰσέτι σήμερον οἱ πρὶν τὰς ψυχὰς πεπηρωμένοι, ὡς ξύλα καὶ λίθους καὶ τὴν λοιπὴν ἄψυχον ὕλην δαίμονάς τε περιγείους καὶ πνεύματα πονηρὰ ἀντὶ τοῦ θεοῦ τῶν ὅλων προσκυνεῖν, οἵ τε τὰ ὦτα τῆς διανοίας κεκωφωμένοι καὶ σκάζοντες καὶ παρειμένοι τὸν πάντα ἑαυτῶν ἴ’ βίον τούτων ἁπάντων καὶ τῶν ἄλλων παθῶν τε καὶ ἀρρωστημάτων διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας εἰσέτι καὶ νῦν ἀπαλλάττονται, πολὺ κρείττονος ἢ κατὰ σῶμα ἰάσεως καὶ ὠφελείας ἀξιούμενοι, καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου παρουσίας ἐναργῆ τὴν θείαν καὶ ὑπὲρ ἄνθρωπον δύναμιν ἐπιδεικνύμενοι.
Ἀπὸ τοῦ αὐτοῦ.
‟Ἄκουέ μου Ἰακὼβ καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν.·’ καὶ ἐπιφέρει λέγων ‟καὶ νῦν κύριος κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτου.
Ἔχεις κἀνταῦθα κύριον τὸν ἀποστελλόμενον καὶ τὸν ἀποστέλλοντα, δηλαδὴ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων, συνήθως δὶς κύριον ὀνομαζόμενον.
Ἀπὸ τοῦ αὐτοῦ.

‟Οὕτω λέγει κύριος, ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστεῖλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. μὴ οὐχὶ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελἐσθαι;”

εἶτ’ ἐπὶ τῆς αὐτῆς προφητείας ὑποβὰς ̔ἐγὼ δὲ, φησὶν, οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. τὸ νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.”

Αὐτὸς ὁ κύριος διὰ τούτων τὴν εἰς ἀνθρώπους αὑτοῦ παρουσίαν σαφῶς ὁμολογῶν ἀπελέγχει τὸν Ἰουδαίων λαὸν, ὅτι μὴ ἐλθόντα αὐτὸν καταδέξονται, μηδὲ καλοῦντι ὑπακούσονται. καὶ τοῦθ’ ὥσπερ ἐπολογούμενος αἴτιον τῆς αὐτῶν ἐκείνων ἀποβολῆς γεγονέναι διδάσκει· ‟ἐπεὶ γὰρ ἦλθον” φησὶν ‟καὶ οὐκ ἦν ἐν ὑμῖν ἄνθρωπος, ἐκάλεσά τε καὶ οὐδεὶς ἦν ὁ ὑπακούων, διὰ τοῦτο, φησὶ, ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, ἅτε αὐτοὶ ἀφ’ ἑαυτῶν ἀποστάται τῆς ἐμῆς κλήσεως καταστάντες, ἀλλ’ οὐκ ἐμοῦ βιβλίον ὑμῖν ἀποστασίου δεδωκότος.
σαφῶς δὲ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποτείνεται, ὁμοῦ δὲ τὰ περὶ τὸ πάθος τετολμημένα αὐτοῖς δηλοῖ λέγων ‟τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα” καὶ τὰ τούτοις ἑξῆς. καὶ ταῦτα ἐπὶ σχολῆς τῆς προσηκούσης τεύξεται ἑρμηνείας.
Ἀπὸ τοῦ αὐτοῦ.
‟Τάδε λέγει κύριος, δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι· διὰ τοῦτο γνώσεται ὁ λαός μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθὰ, ὅτι ἀκουστὴν ποιήσω τὴν οωτηρίαν σου, λέγων, Σιῶν βασιλεύσει σου ὁ θεός. φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος Σιών. ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλὴμ, ὅτι ἠλέησε κύριος αὐτὴν, καὶ ἐρρύσατο Ἱερουσαλὴμ, καὶ ἀποκαλύψει τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν.”
Τούτοις ἑξῆς ἐπισυνῆπται ὑφ’ ἕνα καὶ τὸν αὐτὸν τὸν εἱρμὸν ἡ περὶ τοῦ πάθους τοῦ Χριστοῦ προφητεία, ἣν καὶ ἐπὶ σχολῆς ἐκθήσομαι. εἷς δὲ ὢν καὶ ὁ αὐτὸς κύριος ὁ φήσας ἐν τῇ πρὸ ταύτης περικοπῇ πρὸς τὸν Ἰουδαίων λαὸν ‟ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἢν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, διὰ τῶν ἐν χερσὶ πρὸς τοὺς αὐτούς φησιν ‟δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.”
εἶθ’, ὡς ἔχων ἕτερον παρ’ αὐτοὺς λαὸν, ἐπιφέρει ‟διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου” διδάσκει τε ὅτι μὴ ἕτερος, ἀλλ’ αὐτὸς ὁ ἐν τοῖς προφήταις λαλήσας κύριος, ἐπιδημήσει ποτὲ τῷ βίῳ, λέγων ‟ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν πάρειμι.” τὸ δὲ ‟ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εύαγγελιζομενος ἀγαθὰ, ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιῶν, βασιλεύσει σου ὁ θεὸς,” σαφέστερον οἱ λοιποὶ ἐκδεδώκασιν ἑρμηνευταί·
ὁ μὲν Ἀκύλας εἰπὼν ‟τί ὡραιώθησαν ἐπὶ τὰ ὄρη πόδες εὐαγγελιζομένου, ἀκουτίζοντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὸν, ἀκουτίζοντος σωτηρίαν, λέγοντοςτῇ Σιῶν, ἐβασίλευσεν ὁ θεός σου;” καὶ ὁ Σύμμαχος φήσας ‟τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου, ἀκουστὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὰ, ἀκουστὴν ποιοῦντος σωτηρίαν, λέγοντος τῇ Σιῶν, ἐβασίλευσεν ὁ θεός σου;” ἀντὶ δὲ τοῦ “φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται,” ὁ μὲν Σύμμαχος οὕτως ἡρμήνευσεν φωνὴ τῶν σκοπῶν σου ἐπῆραν φωνὴν, ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν· ὀφθαλμοφανῶς γὰρ ὄψονται.”

λέγοιντο δ’ ἂν ἐν τούτοις σκοποὶ οἶ ἱεροὶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἳ καὶ ὀφθαλμοφανῶς ἰδόντες τὸν προφητευόμενον ὕψωσαν αὑτῶν τὴν φωνὴν εἰς πᾶσαν τὴν οἰκουμένην κηρύξαντες. Σιῶν δὲ καὶ Ἱερουσαλὴμ τὴν ἐν τοῖς τόποις εὐαγγελιζομένην οἶδεν ἐπουρανίους ὁ ἀπόστολος δι’ ὧν φησιν ‟ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.”

καὶ ‟προσεληλύθατε Σιῶν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει.” λέγοιτο δ’ ἂν Σιῶν καὶ ἡ εἰς πάντα τὸν ἐπὶ γῆς τόπον διὰ Χριστοῦ συστᾶσα ἐκκλησία, ὡς καὶ Ἱερουσαλὴμ πᾶν τὸ θεοσεβὲς πολίτευμα, ὃ καὶ παρὰ μόνοις Ἰουδαίοις τοῖς πάλαι τὸ πρὶν συνεστὼς εἰς ἐρημίαν διὰ τἀς δυσσεβείας αὐτῶν περιτέτραπται, εἶτ’ αὖ πάλιν τῆς ἐπὶ τὸ κρεῖττον ἀνανεώσεως ἔτυχε διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας.

διό φησιν ἡ ‟ῥηξάτω εὐφροσύνην ἄμα τὰ ἔρημα Ἱερουσαλὴμ, ὅτι ἠλέησε κύριος αὐτὴν καὶ ἐρρύσατο Ἱερουσαλήμ.” οὐκ ἂν δὲ ἁμάρτοις τὴν παντὸς ἁγίου καὶ θεοφιλοῦς ψυχὴν, καθὸ μὲν ἐπῆρται τῷ βίῳ τὸ πολίτευμα ἔχουσα ἐν οὐρανοῖς σκοποῦσα τὰ ὑπερκόσμια, Σιῶν ὀνομάζων· (ἑρμηνεύεται γὰρ σκοπευτήριον·) καθὸ δὲ ἐν εὐσταθείᾳ καὶ γαλήνῃ παθῶν καθέστηκεν, Ἱερουσαλὴμ αὐτὴν ἀποκαλῶν· ὅρασιν γὰρ εἰρήνης μεταληφθὲν τοὔνομα σημαίνει.
τούτοις ἀκολούθως ἡ τῶν ἐθνῶν ἐπὶ τὴν εὐσέβειαν τοῦ θεοῦ κλῆσις ἐναργέστατα δηλοῦται διὰ τοῦ καὶ ἀποκαλύψει κύριος ὁ θεὸς τὸν βραχίονα τὸν ἅγιον αὑτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν.” καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν.” βραχίονα δὲ τοῦ θεοῦ μὴ ἄλλον εἶναι τοῦ λόγου καὶ τῆς σοφίας καὶ αὐτοῦ τοῦ κυρίου, ὅς ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ νόμιζε.
τοῦτο γοῦν ἐκ πολλῶν παραστῆσαι ῥᾴδιον. ἔχεις δὲ καὶ ἐν Ἐξόδῳ τὸν Ἰσραὴλ βραχίονι θεοῦ ῥυσθέντα τῆς ὑπ’ Αἰγυπτίοις δουλείας. αὐτὸν δὴ ἐκεῖνον τὸν βραχίονα τοῦ θεοῦ τὸν ἀναφανέντα σωτῆρα τοῦ πάλαι λαοῦ πᾶσι τοῖς ἔθνεσιν ἀποκαλυφθήσεσθαι, ὡς ἂν τὸ πρὶν ἐπικεκρυμμένον, ἡ παροῦσα σημαίνει προφητεία. τὴν δὲ σωτηρίαν, ἥν φησιν ὄψεσθαι πάντα τὰ ἄκρα τῆς γῆς, καὶ ἣν ἀνώτερον ἐδήλου λέγων ‟ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου” ἴσθι τῇ Ἑβραίων φωνῇ τῷ τοῦ Ἰησοῦ ὀνόματι προσαγορεύεσθαι.
Ἀπὸ τοῦ αὐτοῦ.
‟Ἰδοὺ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ. καὶ ἑξῆς ‟εἶπε κύριος, κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν· ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖον, καὶ ἐξαπο·στελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἤκουσάν μου τὸ ὄνομα, οὐδ’ ἑωράκασί μου τὴν δόξαν, καὶ ἀναγγελοῦσί μου τὰ ἔργα ἐν τοῖς ἔθνεσιν.”
‟Ἀντικρυς καὶ ἐν τούτοις ἡ τοῦ κυρίου εἰς ἀνθρώπους παρουσία δηλοῦται. καὶ ἐπειδήπερ εἴρηται ὡς πῦρ ἥξειν, εἰκότως φησὶν ὁ σωτὴρ ἡμῶν ‟πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;” ἅρματα δὲ αὐτοῦ τὰς δορυφορούσας αὐτὸν ἱεροὺς ἀγγέλους καὶ τοὺς ἐξυπηρετουμένους αὐτῷ ἱεροὺς ἀγγέλους εἴποις ἂν, περὶ ὡν εἴρηται ‟καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ,” καὶ τοὺς ἱεροὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς, οἷς ἐποχούμενος ἐνθέῳ καὶ ἀοράτῳ δυνάμει ὁ τοῦ θεοῦ λόγος τὴν πᾶσαν διέδραμεν οἰκουμένην.

λέγοιτο δ’ ἂν καὶ ἄλλως πρὸς λέξιν πῦρ καὶ ἅρματα καταγγέλλεσθαι σὺν τῇ αὐτοῦ παρουσίᾳ διὰ τὴν καταλαβοῦσαν πολιορκίαν τὴν Ἱερουσαλὴμ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἄφιξιν, μεθ’ ἣν οὐκ εἰς μακρὰν ὁ μὲν νεὼς αὐτὸς ἐπυρπολεῖτο καὶ τὴν ἐσχάτην ὑπέμεινεν ἐρημίαν, ἡ δὲ πόλις ἐκυκλώθη ὑπὸ ἁρμάτων καὶ στρατοπέδων πολεμικῶν, μεθ’ ἃ καὶ τὰ περὶ τῶν ἐθνῶν ἁπάντων προηγγελμένα συμφώνως τῇ προφητείᾳ τέλους ἔτυχεν.

τίς δ’ οὐκ ἂν θαυμάσειεν ἀκούων τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, ὁρῶν καθ’ ὅλης τῆς τῶν ἀνθρώπων γῆς διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας τε καὶ κλήσεως τὰς τῶν ἐθνῶν συναγωγὰς ἐπ’ ὀνόματος τοῦ Χριστοῦ συγκροτουμένας, τάς τε γλώσσας ἀπάντων τῶν ἐθνῶν ἐν παντοίαις διαλέκτοις ἀνθρώπων τὸν ἕνα θεὸν καὶ κύριον ἐπικαλουμένας; καὶ ἐπὶ πᾶσι δὲ τούτοις, τίς θεώμενος τῷ σωτηριώδει σημείῳ πάντας τοὺς εἰς Χριστὸν πεπιστευκότας σφραγῖδι χρωμένους, οὐκ ἂν εὐλόγως καταπλαγείη ἀκούων πρόπαλαι τοῦ κυρίου εἰρηκότος ‟καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖον;”

ἐν μέρει μὲν οὖν ἐντεῦθεν ἤδη κατὰ τὴν προτέραν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφάνειαν αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν τῶν θείων χρησμῶν τὰ ἀποτελέσματα· γένοιτο δ’ ἂν ἐντελῆ ταῦτα καὶ κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, ὅτε πάντα τὰ ἔθνη ὄψονται τὴν δόξαν αὐτοῦ, ἐρχόμενόν τε αὐτὸν ἐξ οὐρανῶν μετὰ δυνάμεως καὶ δόξης πολλῆς. ἀναχθείη δ’ ἂν εἰς ἐκεῖνο καιροῦ καὶ τὰ λοιπὰ τῶν ἐν τῇ προρρήσει δηλουμένων, ὡσπερ οὑν συστήσομεν κατὰ τὴν οίκείαν ὑπο- θεσιν.

Τοσούτων ἡμῖν ἐπὶ τοῦ παρόντος συνειλεγμένων περὶ τῆς εἰς ἀνθρώπους θεσπιζομένης ἔσεσθαι παρουσίας θεοῦ ἑξῆς ἂν εἴη ἐπισυνάψαι ὁποῖός τις ὁ τρόπος τῆς προτέρας αὐτοῦ εἰς τὸν ἀνθρώπινον βίον παρόδου γενήσεσθαι προανεφωνεῖτο.

Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Eusebii Caesariensis Opera edited by Wilhelm Dindorf (Leipzig, Teubner: 1867)), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.

Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.

Everything we make is available for free because of a generous community of supporters.

Donate