Menu

Panarion (Adversus Haereses) (Greek, part 2 of 2)

The Greek text of Panarion (Adversus Haereses). This page has 19 section groups and about 73,387 words. Each row carries its standard reference.

The golden age of the Fathers c. AD 310–403 Epiphanius of Salamis Greek original 19 chapters Greek text: CC BY-SA 4.0
Show:
GreekOpen Greek and Latin text
Contents (19)
  1. Haeresis 46: Κατὰ ταιανῶν κ(?) , τῆς δὲ ἀκολουθέας μς
  2. Haeresis 47: Κατὰ Ἐγκρατιτῶν κݲζݲ, τῆς δὲ ἀκολουθίας μݲζݲ
  3. Haeresis 48: Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκοδρουγιτῶν κݲηݲ, τῆς δὲ ἀκολουθίας μݲη
  4. Haeresis 49: Κατὰ Καϊντιλλιανῶν εἴτ᾿ οὖν Πεπουζιανῶν τῶν καὶ Πρισκιλλιανῶν, οἷς συνάπτονται Ἀρτοτυρῖται κݲθݲ,
  5. Haeresis 50: Κατὰ Τεσσαρεσκαιδεκατιτῶν λݲ, τῆς δὲ ἀκολουθίας νݲ
  6. Haeresis 51: κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς
  7. Haeresis 52: Κατὰ Ἀδαμιανῶν λݲβݲ, τῆς δὲ ἀκολουθίας νݲβݲ
  8. Haeresis 53: Κατὰ Σαμψαίων λݲγݲ, τῆς δὲ ἀκολουθίας νݲγݲ
  9. Haeresis 54: Κατὰ Θεοδοτιανῶν λδ, τῆς δὲ ἀκολουθίας νδ
  10. Haeresis 55: Κατὰ μελχισεδεκιανῶν λε, τῆς δὲ άκολουθίας νݲεݲ
  11. Haeresis 56: Κατὰ Βαρδησιανιστῶν λݲςݲ, τῆς δὲ ἀκολουθίας νݲςݲ
  12. Haeresis 57: Κατὰ Νοητιανῶν λݲζݲ, τῆς δὲ ἀκολουθέας νݲςݲ
  13. Haeresis 58: Κατὰ Οὐαλησίων λݲηݲ. τῆς δὲ ἀκολουθίας νݲηݲ
  14. Haeresis 59: Κατὰ Καθαρῶν τῶν ἀκαθάρτων λݲθݲ τῆς δὲ ἀκολουθίας νݲθݲ
  15. Haeresis 60: Κατὰ Ἀγγελικῶν μݲ, τῆς δὲ ἀκολουθίας ξݲ
  16. Haeresis 61: Κατὰ Ἀποστολικῶν μݲαݲ, τῆς δὲ ἀκολουθίας ξݲαݲ
  17. Haeresis 62: Κατὰ Σαβελλιανῶν μݲβݲ, τῆς δὲ ἀκολουθίας ξݲβݲ
  18. Haeresis 63: Κατὰ Ὠριγενιανῶν τῶν πρώτων τῶν καὶ αἰσχρῶν μݲγݲ, τῆς δὲ ἀκολουθίας ξݲγݲ
  19. Haeresis 64: Κατὰ Ὡριγένους τοῦ καὶ Ἀδαμαντίου μݲδݲ, τῆς δὲ ἀκολουθίας ξݲδݲ
Haeresis 46: Κατὰ ταιανῶν κ(?) , τῆς δὲ ἀκολουθέας μς

Τατιανός τις ἀνέστη τούτους διαδεξάμενος ἤτοι κατὰ τοὺς αὐτῶν χρόνους ὤν ἤ μετ’ αὐτοὺς πάλιν τὴν ἑαυτοῦ τῆς κενοφωνίας διδασκαλίαν προστησάμενος.

καὶ τὰ μὲν πρῶτα, οἷα δὴ ἀπὸ Ἑλλήνων ὁρμώμενος καὶ τῆς τῶν Ἑλλήνων παιδείας ὑπάρχων, συνακμάζει Ἰουστίνῳ τῷ φιλοσόμῳ, ἀνδρὶ ἁγίῳ καὶ φίλῳ θεοῦ, τῷ ἀπὸ Σαμαρειτῶν εἰς Χριστὸν πεπιστευκότι.

οὗτος γὰρ ὁ Ἰουστίνος Σαμαρείτης ἦν τὸ γένος, εἰς Χριστὸν <δὲ> πεπιστευχὼς καὶ μεγάλως ἐξασκηθεὶς ἀρετῆς τε βίον ἐνδειξάμενος τὸ τέλος ὑπὲρ Χριστοῦ μαρτυρήσας τελείου στεφάνου καταξιοῦται ἐπὶ τῆς Ῥωμαίων ἐπὶ Ῥουστικοῦ ἡγεμόνος καὶ Ἀδριανοῦ βασιλέως, ἐτῶν τριάκοντα ὑπάρχων ἐν καθεστώςῃ Ἡλικίᾳ.

τούτῳ ὁ προειρημένος Τατιανὸς συνακμάσας τὰ πρῶτα καλῶς φερόμενος καὶ τῇ πίστει ἐρρωμένος ἐτύγχανεν, ὅσον ἦν σὺν τῷ ἁγίῳ Ἰουστίνῳ τῷ μάρτυρι.

ὅτε δὲ ἐτελεύτα Ἰουστίνος ὁ ἅγιος, ὥσπερ τυφλὸς χειραγνγούμενος <ὃς> ὑπὸ τοῦ χειραγωγοῦ καταλειφθείη καὶ καταλειφθεὶς ἐπὶ κρημνὸν ἑαυτὸν ἐκδοὺς διὰ τὴν προσοῦσαν αὐτῷ τύφλωσιν καταφέρεται ἀνεπισχέτως, ἕως εἰς θάνατον κατενεχθείη, οὕτω καὶ αὐτός.

Καὶ ἦν μὲν Σύρος τὸ γένος, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα γνῶσις περιέχει· τὸ δὲ αὐτοῦ διδασκαλεῖον προεστήσατο ἀπ᾿ ἀρχῆς μὲν ἐν τῇ Μέσῃ τῶν ποταμῶν, ὡς περὶ τὸ δωδέκατον ἔτος Ἀντωνίνου τοῦ εὐσεβοῦς Καίσαρος ἐπικληθέντος.

ἀπὸ Ῥώμης γὰρ μετὰ τὴν τοῦ ἁγίσε διατρίβων, κακῇ διανοίᾳ περιπεσὼν αἰῶνάς μέρη καὶ ἐκεῖσε διατρίβων, κακῇ διανοίᾳ περιπεσὼν αἰῶνάς τινας κατὰ τοὺς μύθους Οὐαλεντίνου καὶ ἀρχάς τινας καὶ προβολὰς καὶ αὐτὸς εἰσηγήσατο.

τὸ δὲ πλεῖστον τοῦ αὐτοῦ κηρύγματος ἀπὸ Ἀντιοχείας τῆς πρὸς Δάφνην καὶ ἐπὶ τὰ τῶν Κιλίκων μέρη, ἐπὶ πλεῖον δὲ ἐν τῇ Πισιδίᾳ ἐκράτυνεν· ἀπὸ τούτου γὰρ κατὰ διαδοχὴν οἱ Ἐγκρατῖται λεγόμενοι τοῦ ἰοῦ μετεσχηκότες ὑπάρχουσι.

λέγεται δὲ τὸ διὰ τεσσάρων εὐαγγέλιον ὑπ᾽ αὐτοῦ γεγενῆσθαι, ὅπερ κατὰ Ἑβραίους τινὲς καλοῦσι.

Τὰ αὐτὰ δὲ ταῖς παλαιαῖς αἱρέσεσι καὶ οὗτος δογματίζει. καὶ πρῶτον μὲν φάσκει μὴ σῴζεσθαι τὸν Ἀδάμ. ἐγκράτειαν δὲ οὗτος κηρύττει, τὸν δὲ γάμον πορνείαν καὶ φθορὰν ἡγεῖται, φάσκων μηδὲν διαλλάττειν πορνείας τὸν γάμον, ἀλλὰ τὸ αὐτὸ εἶναι.

ὅθεν ἐν τῷ προσχήματι τῆς ἐγκρατείας καὶ τοῦ ἐγκρατητικοῦ ἤθους κυβευτικὴν ἔσχε τὴν ἀγωγήν, ὡς λύκος ἅρπαξ ἐνδυόμενος προβάτου κώδιον καὶ πλανῶν τῷ προσκαίρῳ προσχήματι τοὺς ἀπατωμένους.

μυστηρίοις δὲ ὡσαύτως κέχρηται κατὰ μίμησιν τῆς ἁγίας ἐκκλησίας, ὕδατι δὲ μόνῳ χρώμενος ἐν τοῖς αὐτοῖς μυστηρίοις.

Πεσεῖται δὲ καὶ οὗτος κατὰ πάντα τρόπον, ἀσύστατον ἔχων τὸ κήρυγμα (ἤδη δὲ καὶ οὗτος κατασβεσθεὶς οἶμαι ἔληξε καὶ τὸ αὐτοῦ διδασκαλεῖον). πόθεν γὰρ οὐκ ἐλεγχθήσεται ὁ τοιοῦτος;

πρῶτον μὲν γὰρ κατὰ τὰ ἄνω ἡμῖν προδεδηλωμένα καὶ πρὸς τὰς οὕτω φασκούσας αἱρέσεις *, ὅτι ἀδύνατον εἶναι πολλὰς ἀρχὰς γεννγτικὰς τῶν κατὰ διαδοχὴν γεννωμένων.

αἱ γὰρ οὖσαι πολλαὶ καὶ μία, <ἅτε> ἐκ τῆς μιᾶς ὑπάρχουσαι [ἐκ] τῆς οὔσης [μιᾶς τῆς] αἰτίας τῶν πασῶν, εὑρεθήσονται· καὶ οὐκέτι πολλαὶ ἀρχαὶ ἀλλ᾿ ἢ μία ἡ τούτων αἰτία γεγονυῖα, καὶ ἀναχθήσεται τὰ πάντα εἰς τὴν μίαν μοναρχίαν καὶ διέπεσεν ἡ τοῦ τοιούτου πιθανολογία * καὶ οὐκ ἀλήθεια, οὐδὲ τὴν πιθανολογίαν δυναμένη ἔχειν. μωρὸν γὰρ τὸ ὅλον κήρυγμα.

καὶ εἰ ὁ Ἀδὰμ οὐ σῴζεται, τὸ φύραμα, οὐδέ τι <τῶν ἀπὸ> τοῦ φυφάματος σῴζεται. εἰ γὰρ ὁ πρωτόπλαστος καὶ ἐξ ἀθίκτου γῆς γενόμενος σωτηρίας οὐ μεθέξει, πῶς τὰ ἐξ αὐτοῦ γεγεννημένα ἕξει σωτηρίαν;

3. Κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται καθ᾿ ἑαυτοῦ λέγων. φάσκει γὰρ τὸν γάμον εἷναι οὐκ ἐκ τοῦ θεοῦ, ἀλλὰ πορνείαν εἶναι αὐτὸν καὶ μύσος· καὶ ἑαυτὸν ἀπὸ γάμου ὑπάρχοντα καὶ ἐκ γυναικὸς γεγεννημένον καὶ ἐκ σπορᾶς ἀνδρὸς ἡγεῖται σῴζεσθαι.

ἄρα οὖν πάλιν ἀνέλυσε τὴν αὐτοῦ κατὰ τοῦ γάμου βλασφημίαν. εἰ γὰρ οὗτος ἐκ γάμου ὑπάρχων σωτηρίαν ἕξει, ἄρα οὐ βδέλυγμα ὁ γάμος, ὁ γεννῶν τοὺς τῆς σωτηρίας μετέχοντας, οἵῳ δἂν θέλοι τρόπῳ λέγειν.

εἰ δὲ συσταίη ὁ κατ᾿ αὐτὸν λόγος ὅτι ἀθέμιτός ἐστιν ὁ γάμος, ἄρα μᾶλλον ὁ Ἀδὰμ σωθήσεται, μὴ ἀπὸ γάμου ὁρμώμενος, ἀλλὰ ἐν χειρὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πεπλασμένος κατὰ τὸ εἰρημένον ὑπ᾿ αὐτοῦ τοῦ ἁγίου πατρὸς πρὸς τὸν υἱὸν ὅτι »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«.

πῶς δὲ οὐ σῴζεται ὁ Ἀδὰμ ὁ παρὰ σοὶ ἀπελπιζόμενος, ὁπότε αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς χριστὸς ἐλθὼν εἰς τὸν κόσμον νεκροὺς μετὰ τὴν τελευτὴν ἐγείρει ἐν αὐτῷ τῷ σώματι, ὡς τὸν Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώυου;

καὶ εἰ αὐτὸς οὐκ ἦν ὁ τὸν Ἀδὰμ πλάσας ἐκ χοὸς ἀπ᾿ ἀρχῆς, πῶς πτύσας χαμαὶ ἐποίησε πηλὸν καὶ ἐπέθετο ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ τοῦ ἐκ γεννντῆς καὶ ἐποίησεν αὐτὸν βλέπειν,

ἵνα δείξῃ ἑαυτὸν μὲν εἶναι τὸν πλάστην σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ τὸ ἐλλιπὲς μέρος ἐν τῷ ἀπὸ γεννητῆς γεγεννημένῳ τυφλῷ διὰ τοῦ πηλοῦ προστιθεὶς τῷ λείποντι τόπῳ;

διορθώσεως γὰρ ἕνεκεν τοῦ λείποντος μέρους φαίνεται τοῦτο σας καὶ αὐτὸς τὸν πρωτόπλαστον ἀπολλύει, τοὺς δὲ ἄλλους σῴζει, ὦ πολλή σου ματαιοφροσύνη, Τατιανέ.

ἀδυναμίαν γὰρ τῷ κυρίῳ κατὰ δύναμιν προσάπτεις τῷ μὴ δυναμένῳ τὸν πρωτόπλαστον αὐτοῦ, διὰ μίαν παρακοὴν ἐκβεβλημένον τοῦ παραδείσου καὶ παιδείας οὐ τῆς τυχούσης, μετασχόντα, ἐν ἱδρῶτι καὶ καμάτῳ διατετελεκότα καὶ κατέναντι παραδείσου κατῳκηκότα, ὅπως μνημονεύοι τῆς ἀγαθῆς *, διὰ τῆς εἰς, μνήμην μετανοίας σῴζειν·

ἢ * δυναμένῳ μέν, μὴ ἐλεοῦντι δέ. δι᾿ ἣν τοίνυν αἰτίαν ἄχρι τῶν καταχθονίων χριστὸς κατῆλθεν, τίτι τῷ λόγῳ τὸ τριήμερον κοιμηθεὶς πεπονθὼς ἀνέστη; πῶς δὲ πληροῦται <τό> »ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ«; ποίων δὲ ζώντων καὶ νεκρῶν ἀλλ᾿ ἢ τῶν χρῃζόντων τῆς αὐτοῦ ἄνω καὶ κάτω ἐπικουρίας;

πῶς δὲ ἔσται τὰ ἀπὸ τοῦ φυράματος ἅγια, εἰ αὐτὸ τὸ φύραμα οὐκ ἔστιν ἅγιον, ὡς καὶ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ ἐμφέρεται; ρεται; φάσκει γὰρ καὶ περὶ Εὔας ὁ αὐτὸς ἀπόστολος ὅτι »σωθήσεται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ δικαιοσύνῃ«.

4. Καὶ πολλὰ ἔστι περὶ τούτων λέγειν, ὡς παντί τῳ σύνεσιν κεκτημένῳ φανήσεται ἡ πρόχειρος βλασφημία καὶ ἐσκοτωμένη διάνοια τοῦ Τατιανοῦ καὶ τῶν ἀπ᾿ αὐτοῦ Τατιανῶν καλουμένων.

παρὶ ὧν συντόμως διεξελθόντες τὰ κατ᾿ αὐτοὺς βλαβερὰ καὶ καωνώπων δικην δήγματα, ἐλαίου ἰκμάδα τῆς τοῦ κυρίου διδασκαλίας τοῖς δεδηγμένοις ὑπὸ τῶν Τατιανοῦ λόγων ἐπιθέμενοι ἰασάμεθα διὰ τῆς τοῦ κυρίου ἀληθείας καὶ δυνάμεως. αὐτοῦ λέγοντος ὅτι ᾿οὐκ ἦλθον εἰ μὴ διὰ τὸ πρόβατον τὸ πεπλανημένον οἴκου Ἰσραήλ«.

διὸ καὶ ἐν παραβολαῖς ἔλεγεν ὅτι ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, ὃν δὴ καὶ λῃσταῖς περιπεσεῖν διηγεῖτο, ἵνα δείξῃ τὸ πρόβατον καὶ τὸν ἀπὸ Ἱερουσαλὴμ καταβεβηκότα, τὸν ἀπὸ τῆς δόξης τῆς μείζονος εἰς ἐλάττωσιν κατενεχθέντα καὶ τὸν ἀπὸ τῆς μιᾶς ἐντολῆς τοῦ ἰδίου ποιμένος ἀποσπασθέντα καὶ πεπλανημένον.

ὅθεν καὶ τὸν ἅγιον Ἀδὰμ τὸν πατέρα <ἡμῶν> ἐν ζῶσι πεπιστεύκαμεν· δι᾿ ὃν καὶ τοὺς ἀπ᾿ αὐτοῦ ἡμᾶς πάντας Χριστὸς ἦλθεν, τοῖς μὲν πάλαι αὐτὸν γινώσκουσι καὶ μὴ πλανηθεῖσιν ἀπὸ τῆς αὐτοῦ θεότητος ἕνεκεν δὲ σφαλμάτων ἐν Ἅιδῃ κατεσχημένοις ἀμνηστίαν χαρίσασθαι, τοῖς μὲν ἔτι ἐν κόσμῳ διὰ μετανοίας, τοῖς δὲ ἐν Ἁιδῃ δι᾿ ἐλέους καὶ σωτηρίας.

5. Διὸ καὶ θαυμάσαι ἔστι τὸν εἰδότα, ὡς καὶ ἐν βίβλοις ηὑρήκαμεν, μεν, τὸν κύριον ἡμῶν Ἰησοῦν χριστὸν ἐν τῷ Γολγοθᾷ ἐσταυρῶσθαι.

οὐκ ἄλλῃ που ἀλλ᾿ ἢ ἔνθα ἔκειτο τὸ τοῦ Ἀδὰμ σῶμα. ἐξελθὼν γὰρ ἐκ τοῦ παραδείσου καὶ κατῳκηκὼς κατέναντι αὐτοῦ πολλῷ τῷ χρόνῳ καὶ διὰ πολλῶν τῶν ἡμερῶν διελθὼν ὕστερον ἦλθε καὶ ἐν τῷ τόπῳ τούτῳ, Ἱεροσολύμων δέ φημι, τὸ χρεὼν ἀποδεδωκὼς [καὶ] ἐκεῖσε ἐτάφη ἐν τῷ τόπῳ τῷ Γολγοθᾷ.

ὅθεν εἰκότως τὸ ἐπώνυμον ὁ τόπος ἔσχε, Κρανίου ἑρμηνευόμενος τόπος, ἧς ὀνομασίας τὸ σχῆμα τοῦ τόπου ἐμφέρειάν τινα οὐχ ὑποδείκνυσιν.

οὔτε γὰρ ἐν ἄκρᾳ τινὶν κεῖται, ἵνα κρανίον τοῦτο ἑρμηνεύηται, ὡς <ὁ> ἐπὶ σώματος κεφαλῆς τόπος λέγεται, οὔτε <ἐπὶ> σκοπιᾶς.

καὶ γὰρ οὔτε ἐν ὕψει κεῖται παρὰ τοὺς ἄλλους τόπους· ἄντικρυς γὰρ ἐστι τὸ τοῦ Ἐλαιῶνος ὄρος ὕψηλότερον καὶ ἀπὸ σημείων ὀκτὼ ἡ Γαβαὼν ὑψηλοτάτη, ἀλλὰ καὶ ἡ ἄκρα ἡ ποτὲ ὑπάρχουσα ἐν Σιών, νῦν δὲ τμηθεῖσα, καὶ αὐτὴ ὑψηλοτέρα ὑπῆρχεν τοῦ τόπου.

πόθεν οὖν ἡ ἐπωνυμία τοῦ Κρανίου, ἀλλ’ ἐπειδὴ τοῦ πρωτοπλάστου ἀνθρώπου ἐκεῖ τὸ κρανίον ηὕρηται καὶ ἐκεῖ τὸ λείψανον ἐναπέκειτο, τούτου ἕνεκα Κρανίου τόπος ἐπεκέκλητο·

ἐφ’ οὗ σταυρωθεὶς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τοῦ ῥεύσαντος ἀπ’ αὐτοῦ ὕδατος καὶ τὴν αἵματος διὰ τῆς νυχθείσης αὐτοῦ πλευρᾶς αἰνιγματωδῶς ἔδειξ τὴν ἡμῶν σωτηρίαν, ἀπὸ τῆς ἀρχῆς τοῦ φυράματος ἀρξάμενος ῥαντίζειν τὰ λείψανα τοῦ προπάτορος,

ἵνα καὶ ἡμῖν ὑποδείξῃ τὸν ῥαντισμὸν τοῦ αὐτοῦ αἵματος, εἰς κάθαρσιν τῆσ ἡμῶν κοινώσεως καὶ ψυχῆς μετανοούσης καὶ εἰς ὑπόδειγμα φυράσεως καὶ καθαρμοῦ ῥύπου τῶν ἡμετέρων ἁμαρτημάτων γενόμενον, τὸ ἐκχυθὲν ὕδωρ ἐπὶ τὸν ὑποκείμενον τῷ τόπῳ καὶ τεθαμμένον εἰς ἐλπίδα αὐτοῦ τε καὶ ἡμῶν τῶν ἐξ αὐτοῦ γεγεννημένων.

διὸ καὶ ἐνταῦδα ἐπληροῦτο τὸ εἰρημένον »ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός«. εἰ γὰρ καὶ περὶ ἡμῶν λέγει τῶν νενεκρωμένων τοῖς ἔργοις καὶ τῶν καθευσόντων ἐν βάθει ὕπνου τῆς ἀγνωσίας, ἀλλ’ οὖν γε ἐκεῖθεν ἡ ἀρχὴ τῆς αἰνίξεως * περιέχει τὸν τρόπον.

καὶ οὐχ ἁπλῶς οὐδὲ ἀργῶς· »ἀνέστη«, γὰρ φησι, »πολλὰ σώματα τῶν ἁγίων«, ὡς ἔχει τὸ εὐαγγέλιον, »καὶ εἰσῆλθον σὺν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν« καὶ οὐκ εἶπεν, ἀνέστησαν ψυχαὶ τῶν ἁγίων, ἀλλὰ σώματα φύσει τῶν ἁγίων καὶ εἰσῆλθον μετ’ αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν καὶ τὰ ἑξῆς.

Πανταχόθεν τοίνυν ἀποκρουσάμενοι τοῦ κώνωπος τούτου τὰ δήγματα δἰ ἐλαίου τῆς τοῦ θεοῦ φιλανθρωπίας καὶ κυρίου ἡμῶν ἐνδημίας καὶ φωτὸς τοῦ εὐαγελίου τὴς ἀληθείας, ἐπὶ τὰς ἑξῆς κατὰ τὸ εἰωθὸς πάλιν προσελθεῖν ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.
Haeresis 47: Κατὰ Ἐγκρατιτῶν κݲζݲ, τῆς δὲ ἀκολουθίας μݲζݲ

Ἐγκρατῖταί τινες οὕτω καλούμενοι τοῦτον τὸν Τατιανὸν διαδέχονται, φύσει ὑπ᾿ αὐτοῦ πεπλανημένοι τε καὶ ἠπατημένοι, ἕτερα δὲ παρὰ τοῦτον φρονήσαντες καὶ εἰς μείζονα πάλιν ἐρεσχελίαν ἑαντοῦς ἐκδεδωκότες.

πληθύνουσι δὲ οὗτοι καὶ εἰς δεῦρο ἔν τε τῇ Πισδίᾳ καὶ ἐν τῇ Φρυγίᾳ τῇ κεκαυμένῃ οὕτω καλουμένῃ. ἴσως γὰρ κατὰ θεοῦ κόσμῳ διὰ τὸ κεκαθῦσθαι τοὺς οἰκήτορας ἀπὸ τῆς διαστροφὴς τῆς τοιαύτης καὶ τοσαύτης πλάνης· πολλαὶ γὰρ αἱρέσεις ἐν τῷ χώρῳ.

εἰσὶ δὲ καὶ ἐν μέρεσι τῆς Ἀσίας καὶ ἐν τῇ Ἰσαύρων καὶ Παμφύλων μέρος, ἀλλὰ καὶ ἐπὶ τῆς Ἀντιοχέων τῆς Συρίας, οὐ πάντῃ δέ, * ἡ τοιαύτη αἵρεσις.

Φάσκουσι δὲ καὶ οὗτοι ἀρχάς τινας εἶναι τήν τε τοῦ διαβόλου <δύναμιν> ἀντικειμένην πρὸς τὰ τοῦ θεοῦ ποιήματα, [καὶ] μὴ ὐποτασσομένου θεῷ, ἀλλὰ ἰσχύοντος καὶ πράττοντος ὡς κατὰ ἰδίαν ἐξουσίαν καὶ οὐχ ὡς ἐν παρεκτροπῇ γενομένου· οὐ γὰρ κατὰ τὴν ἐκκλησίλαν έγουσιν, ἀλλὰ ἄλλως παρὰ τὸ τῆς ἀληθείας κήρυγμα.

κέχρηνται δὲ γραφαῖς πρωτοτύπως ταῖς λεγομέναις Ἀνδρέου καὶ Ἰωάννου Πράξεσι καὶ Θωμᾶ καὶ ἀποκρύφοις τιςὶ καὶ οἷς βούλονται λόγοις τῆς παλαιᾶς διαθήκης.

τὸν δὲ γάμον σαφῶς τοῦ διαβόλου ὁρίζονται· ἔμψυχα δὲ βδελύσσονται, ἀπαγορεύοντες οὐχ ἕνεκεν ἐγκρατείας οὔτε πολιτείας, ἀλλὰ κατὰ φόβον καὶ ἰνδαλμὸν τοῦ μὴ καταδικασθῆναι ἀπὸ τῆς τῶν ἐμψύχων μεταλήψεως.

κέχρηνται δὲ καὶ αὐτοὶ μυστηρίοις δι᾿ ὕδατος· οἶνον δὲ ὅλως οὐ μεταλαμβάνουσι, φάσκοντες εἶναι διαβολικὸν καὶ τοὺς πίνοντας καὶ τοὺς χρωμένους ἀνόμους εἶναι παρὰ τοῖς οὕτω πεπλανημένοις τὰ πάντα μανίας ἔμπλεα.

καὶ γὰρ ἔστιν ἰδεῖν καὶ θαυμάσαι καὶ εἰς ἔκπληξιν ἐλθεῖν τὸν συνετὸν ἄνθρωπον περὶ πάντων ὁριοῦν ὧν οἱ ἀλλότριοι λέγουσί τε καὶ πράττουσιν, ἀσυστάτως τῶν πάντων περ᾿ αὐτοῖς αὐτοῖς λεγομένων τε καὶ γινομένων καὶ μηδεμίαν ἔμφασιν ἀληθείας ἐπιδεχομένων.

2. Εἰ γὰρ κέχρηνται παλαιᾷ καὶ νέᾳ διαθήκῃ, πῶς ἀρχαὶ διάφοροι εὑρεθήσονται, τῶν δύο διαθηκῶν συμφωνουσῶν περὶ μιᾶς * θεότητος τὴν γνῶσιν κηρυττουσῶν;

εἰ δὲ καὶ νεκρῶν εἴη ἀνάστασις, πῶς ἔτι ὁ σεμνὸς γάμος τοῦ διαβόλου εὑρεθήσεται; ὁπότε θεὸς λέγει »αὐξάνεσθε καὶ πληθύνεσθε«, καὶ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ λέγοντος »ὅ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω« καὶ τοῦ ἀποστόλου φάσκοντος »τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος«.

ἀλλὰ ἐλεγχόμενοι βλασφημοῦσι τοῦτον μεθυστὴν καλοῦντες, εἰς ἑαυτῶν δὲ γνώμην καὶ παράστασιν μυθολογίας κατὰ τῶν πινόντων τὸν οἶνον ἐπιλαμβάνονταί τινα θηρολεκτοῦντες καί φασιν ἐκ τοῦ πονηροῦ τὸ τοιοῦτον εἶδος εἶναι· »ἔπιε, γάρ φησι, Νῶς ἀπὸ τοῦ οἴνου καὶ ἐγυμνώθη, καὶ Λώτ, φηςί,

μεθυσθεὶς θυγατράσιν ἰδίαις κατὰ ἄγνοιαν συνεμίγη καὶ διὰ μέθης γέγονεν ἡ μοσχοποιία· καί φησιν ἡ γραφή· τίνι θόρυβος; τίνι μάζαι; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διὰ κενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; οὐ τῶν χρονιζόντων ἐν οἴνοις, οὐ τῶν ἐξιχνευόντων ποῦ πότοι γίνονται;«

καὶ ἄλλα τινὰ τοιαῦτα ἐξιχνεύοντες συσσωρεύουσι διὰ τὴν ἑαυτῶν πιθανότητα, οὐκ εἰδότες ὅτι πᾶν τὸ ἄμετρον πανταχῇ λυπηρὸν καὶ ἔξω τοῦ προκειμένου ἀπηγορευμένον ὑπάρχει.

καὶ γὰρ οὐ μόνον ἐπὶ οἴνῳ τοῦτο εἴποιμ᾿ ἂν, ἀλλὰ καὶ ἐπὶ πάσῃ ἀπληστίᾳ. τοῦτο γὰρ καὶ ὁ κύριος ἐδίδασκε φάσκων »μὴ βαρυνέσθωσαν, φησίν, ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς« καὶ τό »εἰ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν τοῦ πλουσίου βρωμάτων· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς«.

περισσοτέρως δὲ ὁ ἅγιος ἀπόστολος ἀπλήστους καὶ ἀδηφάγους ἐκκόπτων λαιμάργοις ἐπιθυμίαις ἐπαρώμενος ἔφη »τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει«.

ἀλλὰ καὶ Ἠσαῦ τὰ πρωτοτόκια δι᾿ ἑψέματος πυροῦ ἀπώλεσεν, ὥς φησιν ἡ γραφή, τὸ αὐτὸ καλοῦσα ἕψεμα πυροῦ καὶ φακῆς (οἶμαι δὲ τάχα ὅτι οὐκ ἀπὸ πυροῦ τουτέστιν ἀπὸ σίτου ἦν, ἀλλὰ τάχα ὡς ἤδη ἑψημένον λείψανον φακοῦ καὶ ἔτι ἐπιτεθὲν πυρὶ τὸ αὖθις πυρωθὲν ἡ γραφὴ <ἕψεμα> πυροῦ διηγήσατο, διὰ τὸ ἐπιθερμανθῆναι μετὰ τὸ ψυχρωθῆναι).

καὶ ὡς ἐκεῖνος δι᾿ οἶνον ἐγυμνώθη μηδὲν ἀδικηθείς, οὕτως οὗτος μᾶλλον διὰ πεῖναν καὶ ἀπληστίαν τὰ πρωτοτόκια ἀπολέσας [μᾶλλον] ὑπὲρ τὸν οἶνον ἠδίκηται. καὶ οὐδὲν ἰσχύει ἐγγὺς τῆς ἀληθείας παραπεποιημένη λέξις οὐδὲ μυθώδης τις ἐπινενοημένη δραματουργία.

3. Σεμνύνονται δὲ δῆθεν ἐγκράτειαν, σφαλερῶς τὰ πάντα ἐργαζόμενοι, μέσον γυναικῶν εὑρισκόμενοι καὶ γυναῖκας πανταχόθεν ἀπατῶντες, γυναιξὶ δὲ συνοδεύοντες καὶ συνδιαιτώμενοι καὶ ἐξυπηρετούμενοι ὑπὸ τῶν τοιούτων, ἔξω μὲν τῆς ἀληθείας ὄντες, »μόργωσιν μόνον κεκτημένοι, τὴν δὲ δύναμιν αὐτῆς τῆς εὐσεβείας ἠρνημένοι«.

οἵου γὰρ ἄν τις ἔργου καταλείψῃ μέρος, τὸ πᾶν πλήρωμα ἀφῆκεν διὰ τοῦ ἑνὸς μέρους τοῦ καταλελειμμένου. ὅθεν τὰ παρ᾿ αὐτοῖς μυστήρια δι᾿ ὕδατος μόνον γίνεται, οὔτε μυστήρια ὄντα, ἀλλὰ κατὰ μίμησιν τῶν ἀληθινῶν [τὰ] ψευδῆ γινόμενα.

ὅθεν καὶ ἐν τούτῳ ἐλεγχθήσονται ἀπὸ τοῦ εὐθέος τοῦ σωτῆρος λόγου τοῦ λέγοντος »οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τούτου τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μεθ᾿ ὑμῶν«.

Πάλιν οὖν ταύτην παρωςάμενοι χειρὶ κραταιᾷ τῆς ἀληθείας ὡς κνώδαλον ὀδυνηρὸν ὀδόντων ἀφῃρημένον ἐπὶ τὰς ἑξῆς ἴωμεν, συνήθως τὸ θεὸν τῶν ὅλων ἐπικαλούμενοι ὁδηγόν τε καὶ ἀμυντῆρα τῶν δεινῶν, ἐπίκουρόν τε τῆς φρονήσεως δότην τε ὄντα αὐτὸν τῆς σοφίας,

ἵν᾿ ἡμεῖς παρ᾿ αὐτοῦ τἀληθῆ μανθάνοντες τὰς τῶν ἄλλων * ἀποκαλύπτειν δυνηθείημεν καὶ τὴν κατ᾿ αὐτῶν ἀντίδοτον ἰατρικὴν ἐκ πολλῶν μυρεφικῶν εἰδῶν ἀπὸ τοῦ λόγου τῆς ἀληθείας κατασκευάσαι, τοῖς ἤδη πεπληγμένοις εἰς ἴασιν καὶ τοῖς ἐντυγχάνουσιν εἰς θεραπείαν καἰ τοῖς μέλλουσι γινώσκειν ἅ μὴ ᾔδεισαν εἰς παθῶν προκατάληψιν καὶ ἡμῖν εἰς σωτηρίαν καὶ θεοῦ μισθὸν ἀφθόνως δωρηθηςόμενον.

Haeresis 48: Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκοδρουγιτῶν κݲηݲ, τῆς δὲ ἀκολουθίας μݲηݲ

Ἀπὸ τούτων ἑτέρα πάλιν αἵρεσις ἀνακύπτει τῶν φρυγῶν καλουμένη, λουμένη, σύγχρονος γενομένη τούτοις καὶ αὐτοὺς διαδεχομένη.

οὗτοι γὰρ γεγόνασι περὶ τὸ ἐννεακαιδέκατον ἔτος Ἀντωνίνου τοῦ εὐσεβοῦς τοῦ μετὰ Ἀδριανόν, καὶ ὁ Μαρκίων δὲ καὶ οἱ περὶ Τατιανὸν καὶ οἱ ἀπ᾿ αὐτοῦ διαδεξάμενοι Ἐγκρατῖται ἐν χρόνοις Ἀδριανοῦ καὶ μετὰ Ἀδριανόν.

Οὗτοι γὰρ οἱ κατὰ Φρύγας καλούμενοι δέχονται καὶ αὐτοὶ πᾶσαν γραφὴν παλαιᾶς καὶ νέας διαθήκης καὶ νεκρῶν ἀνάστασιν ὁμοίως λέγουσι, Μοντανὸν δέ τινα προφήτην αὐχοῦσιν ἔχειν καὶ Πρίσκιλλαν καὶ Μαξίμιλλαν προφήτιδας· οἷς προςέχοντες τὸν νοῦν ἐξετράπησαν.

περὶ δὲ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὀμοίως φρονοῦσι τῇ ἁγίᾳ καθολικῇ ἐκκληςίᾳ, ἀπέσχισαν δὲ ἑαυτούς, »προςέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων«, λέγοντες ὅτι »δεῖ ἡμᾶς, φηςί, καὶ τὰ χαρίσματα δέχεσθαι«.

καὶ ἡ ἁγία δὲ τοῦ θεοῦ ἐκκληςία ὁμοίως τὰ χαρίσματα δέχεται, ἁλλὰ τὰ ὄντως χαρίσματα καὶ ἤδη ἐν ἀγίᾳ θεοῦ ἐκκληςίᾳ διὰ πνεύματος ἁγίου δεδοκιμασμένα παρά τε προφητῶν καὶ ἀποστόλων καὶ αὐτοῦ τοῦ κυρίου,

φάσκοντος τοῦ ἀποστόλου Ἰωάννου ἐν τῇ ἐπιστολῇ ὅτι »δοκιμάζετε τὰ πνεύματα, εἰ ἔστιν ἐκ τοῦ θεοῦ« καὶ πάλιν δὲ λέγοντος ὅτι »ἠκούσατε ὅτι Ἀντίχριστος ἔρχεται καὶ νῦν Ἀντίχριστοι πολλοὶ γεγόνασιν. ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ᾿ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἄν μεθ᾿ ἡμῶν· ἀλλ᾿ ἵνα γνωσθῶσιν ὅτι οὐκ ἦσαν ἐξ ἡμῶν. τούτου χάριν γράφω ὑμῖν, τεκνία« καὶ τὰ ἑξῆς.

ἀληθῶς οὖν οὗτοι οὐκ εἰσὶν ἐξ αὐτῶν τῶν ἁγίων. ἐξέβησαν γὰρ τῇ αὐτῶν φιλονεικίᾳ, προσανέχοντες καὶ πνεύμασι πλάνης καὶ μυθολογίαις.

2. Ἰδοὺ γὰρ ἐξ αὐτῆς τῆς ὑποθέσεως ἐλέγχονται μὴ δυνάμενοι πληροῦν τὰ ὑπ᾿ αὐτῶν ἐν φιλονεικίᾳ ὑπισχνούμενα. εἰ γὰρ δεῖ χαρίσματα δέχεσθαι καὶ δεῖ εἶναι ἐν ἐκκληςίᾳ χαρίσματα, πῶς οὐκέτι μετὰ Μοντανὸν καὶ Πρίσκιλλαν καὶ Μαξίμιλλαν ἔχουσι προφήτας; ἆρα ἤργησεν ἡ χάρις; οὐκ ἀργεῖ δὲ ἡ χάρις ἐν ἁγίᾳ ἐκκλησίᾳ· μὴ γένοιτο.

εἰ δὲ ἕως τινὸς προεφήτευσαν οἱ προφητεύσαντες καὶ * οὐκέτι προφητεύουσιν, ἄρα οὔτε Πρίσκιλλα οὔτε Μαξίμιλλα προεφήτευσαν, * μετὰ τὰς προφητείας τὰς διὰ τῶν ἁγίων ἀποστόλων ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ δοκιμασθείσας.

κατὰ δύο οὖν τρόπους ἐλεγχθήσεται ἡ αὐτῶν ἄνοια· ἢ γὰρ δείξωσιν εἶναι προφήτας μετὰ Μαξίμιλλαν, ἵνα μὴ ἀργήσῃ ἡ παρ᾿ αὐτοῖς λεγομένη χάρις, ἢ οἱ περὶ Μαξίμιλλαν ψευδοπροφῆται εὑρεθήσονται, μετὰ τὸν ὅρον τῶν προφητικῶν χαρισμάτων τολμήσαντες οὐκ ἀπὸ ἁγίου πνεύματος, ἀλλ᾿ ἀπὸ πλάνης δαιμονίων ἐνθουσιασθῆναι καὶ φαντασιάσαι τοὺς ἀκούοντας αὐτῶν.

Καὶ ὅρα πῶς ἐξ αὐτῶν τῶν παρ᾿ αὐτοῖς λεγομένων ὁ ἔλεγχος πρὸς αὐτοὺς ῥηθήσεται. φάσκει γὰρ ἡ λεγομένη παρ᾿ αὐτοῖς Μαξίμιλλα ἡ προφῆτις ὅτι, φησί »μετ᾿ ἐμὲ προφήτης οὐκέτι ἔσται, ἀλλὰ συντέλεια«.

ἰδοὺ δὲ ἐκ πανταχόθεν φαίνεται τὸ ἅγιον πνεῦμα καὶ τὰ πνεύματα τῆς πλάνης· ὅσα γὰρ οἱ προφῆται εἰρήκασι καὶ μετὰ συνέσεως παρακολουθοῦντες ἐφθέγγοντο, καὶ ἐτελέσθη τὰ παρ᾿ αὐτῶν εἰρημένα καὶ ἔτι πληροῦται.

αὔτη δὲ εἶπε μετ᾿ αὐτὴν εἶναι συντέλειαν, λειαν, καὶ οὔπω συνετελέσθη, μάλιστα τοσούτων βασιλέων γενομένων καὶ τοσούτου χρόνου ὑπερβεβηκότος.

ἔτη γάρ εἰσιν ἔκτοτε πλείω ἐλάσσω διακόσια † ἐνενήκοντα ἕως τοῦ ἡμετέρου χρόνου, δωδεκάτου ἔτους Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ <ὀγδόου> Γρατιανοῦ βασιλείας, καὶ οὔπω ἡ συντέλεια κατὰ τὴν αὐχήσασαν ἑαυτοὴν προφήτιδα, μὴ γνοῦσαν μηδὲ τὴν ἡμέραν τῆς αὑτῆς τελευτῆς.

καὶ ἰδεῖν ἔστι πῶς πάντες οἱ ἀπὸ τῆς ἀληθείας ἑαυτοὺς ἀπαλλοτριώσαντες, ὅτι οὐκ ἑν εὐσταθείᾳ τινὶ λόγου μεμενήκασιν, ἀλλ᾿ ὡς νήπιοι ὑπὸ τοῦ ἀεὶ πλανῶντος ὄφεως παραπεπλεγμένοι εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδώκασι καὶ εἰς τὸ γενέσθαι κατάβρωμα τοῦ λύκου ἔξω τῆς μάνδρας εὑρεθέντες παρελκυσθῆναί <τε> καὶ οὕτως ἀπολέσθαι, μὴ μάνδρας τοῦντες τὴν ἀρχήν, ἀλλὰ καταλείψαντες τὴν ἀλήθειαν, ἐν ναυαγίῳ ἐαυτοὺς καὶ ἐν κλύδωνι τῆς πάσης πλάνης παραδεδώκασιν.

εἰ γὰρ λέγει Μαξίμιλλα ὅτι προφήτης οὐκέτι ἔσται, ἄρα ἀναιρεῖ τὸ εἶναι παρ᾿ αὐτοῖς τὸ χάρισμα καὶ εἰς ἔτι δεῦρο φέρεσθαι. εἰ δὲ ἔως αὐτῆς μένει τὸ χάρισμα, ὡς προεῖπον ἄρα καὶ αὐτὴ οὐ μετέσχε τῶν χαρισμάτων.

3. Πεπλάνηται γάρ· ἐσφράγισε γὰρ ὁ κύριος τὴν ἐκκληςίαν καὶ ἐπλήρωσεν <ἐν> αὐτῇ τὰ χαρίσματα. ὅτε γὰρ ἦν χρεία προφητῶν, ἐν ἀληθινῷ πνεύματι καὶ ἐρρωμένῃ διανοίᾳ καὶ παρακολουθοῦντι νῷ οἱ αὐτοὶ ἅγιοι τὰ πάντα ἐπροφήτευον, ἐμπιπλώμενοι πνεύματος ἁγίου, κατὰ τὴν ἀναλογίαν <τῆς πίστεως> τῶν ἐκ πνεύματος χαρισμάτων ἐκάστῳ διδομένων καὶ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως πρὸς τὸ συμφέρον.

τί οὖν συμφέρον οὗτοι εἰρήκασιν ἢ ποῖον ἀνάλογον τῆς πίστεως; πῶς δὲ οὐχὶ μᾶλλον οὗτοί εἰσιν περὶ ὧν εἶπεν ὁ κύριος ὅτι »προςέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσω δέ εἰσι λύκοι ἅρπαγες«.

συγκρίνοντες γὰρ τὰ παρ᾿ αὐτῶν εἰρημένα καὶ <τὰ> κατὰ τὴν παλαιὰν διαθήκην καὶ καινὴν ἐν ἀληθείᾳ ὄντα καὶ ἐν ἀληθείᾳ γενόμενα καὶ πεπροφητευμένα δοκιμάσωμεν, ποία <ὄντως> προφητεία τυγχάνει, ποία δὲ ψευδοπροφητεία.

ὁ προφήτης πάντα μετὰ καταστάσεως λογισμῶν καὶ παρακολουθήσεως ἐλάλει καὶ ἐφθέγγετο ἐκ πνεύματος ἁγίου, τὰ πάντα ἐρρωμένως λέγων ὡς Μωυσῆς ὁ θεράπων τοῦ θεοῦ καὶ πιστὸς ἐν οἴκῳ ὁ βλέπων * ἐλέγετο ὁ προφήτης ἐν τῇ παλαιᾷ διαθήκῃ.

»ὅρασις, <γάρ> φησιν, ἥν εἶδεν Ἠσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης«· »εἶδον <τὸν> κύριον, φηςί, καθεζόμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ εἶδον Σεραφὶμ καὶ Χερουβίμ, καὶ ἤκουσα κυρίου λέγοντος πρός με· βάδιζε, εἰπὸν τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε«. καὶ ἀκούσας παρὰ τοῦ κυρίου ἐλθὼν πρὸς τὸν λαὸν ἔφη »τάδε λέγει κύριος«.

οὐχ ὁρᾷς ὅτι παρακολουθοῦντος ὁ λόγος καὶ οὐκ ἐξισταμένου, οὔτε ὡς ἐξισταμένης διανοίας ἡ φθογγὴ ἀπεδίδοτο;

ὡσαύτως δὲ καὶ Ἰεζεκιὴλ ὁ προφήτης ἀκούων παρὰ κυρίου ὅτι »ποίησον σεαυτῷ ἄρτον ἐπὶ κόπρου ἀνθρωπείας«, ἔλεγε »μηδαμῶς, κύριε· οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου«.

γινώσκων γὰρ τὴν δι᾿ ἀπειλὴν λεγομένην πρὸς αὐτὸν ῥῆσιν ὑπὸ κυρίου, [καὶ] οὐχ ὡς ἐν ἐκστάσει διανοίας φερόμενος ἐπεβάλλετο τοῦτο πράττειν, ἀλλὰ ἠξίου, ἐρρωμένην ἔχων τὴν διάνοιαν καὶ παρακολουθοῦσαν, καὶ ἔλεγε »μηδαμῶς, κύριε«. ταῦτα γὰρ <τῶν> ἀληθῶς προφητῶν, ἐν ἁγίῳ πνεύματι ἐρρωμένην ἐχόντων τὴν διάνοιαν, καὶ ἡ διδασκαλία καὶ ἡ διαλογή.

πῶς δὲ Δανιὴλ οὐχ εὑρίσκεται πάσης συνέσεως ἔμπλεως καὶ τοῖς φρονήμασι παρακολουθῶν, ὃς τὰ αἰνίγματα τῷ Ναβουχοδονόσορ ἐπέλυσε καὶ ἃ ἐκεῖνος δι᾿ ὀνειράτων ἐθεάσατο καὶ ἀπέστη ἀπ᾿ αὐτοῦ τοῦ ἐωρακότος,

οὗτος ὑπεμίμνῃσκε καὶ τὴν ἐπίλυσιν εὐθὺς ἐπέφερεν ἐρρωμένῃ καταστέσει καὶ ὑπερβολῇ χαρίσματος, περιττοτέρως τὴν φρόνησιν ἔχων ὑπὲρ πάντα ἄνθρωπον διὰ τὸ χάρισμα τοῦ ἁγίου πνεύματος, τὸ σοφίζον ὄντως τὸν προφήτην καὶ τοὺς διὰ τοῦ προφήτου τῆς διδασκαλίας τῆς ἀληθείας καταξιουμένους.

ἃ δὲ οὗτοι ἐπαγγέλλονται προφητεύειν, οὐδὲ εὐσταθοῦντες φανοῦνται οὔτε παρακολουθίαν λόγου ἔχοντες. λοξὰ γὰρ τὰ παρ᾿ αὐτῶν ῥήματα καὶ σκαληνὰ καὶ οὐδεμιᾶς ὀρθότητος ἐχόμενα.

4. Εὐθὺς γὰρ ὁ Μοντανός φησιν »ἰδού, ὁ ἄνθρωπος ὡσεὶ λύρα κἀγὼ ἐφίπταμαι ὡσεὶ πλῆκτρον· ὁ ἄνθρωπος κοιμᾶται κἀγὼ γρηγορῶ. ἰδού, κύριός ἐστιν ὁ ἐξιστάνων καρδίας ἀνθρώπων καὶ διδοὺς καρδίαν ἀνθρώποις«.

τίς τοίνυν τῶν παρακολουθούντων καὶ μετὰ συνέσεως δεχομένων τὸν τῆς ὠφελείας λόγον καὶ τῆς ἑαυτῶν ζωῆς ἐπιμελομένων οὐ καταγνώσεται τῆς τοιαύτης παραπεποιημένης ὑποθέσεως καὶ τοῦ λόγου τοῦ αὐχοῦντος ἑαυτὸν ἐν προφήταις καταλέγεσθαι, μὴ δυναμένου τὰ ὅμοια λέγειν προφήταις;

οὔτε γὰρ πνεῦμα ἅγιον ἐλάλησεν ἐν αὐτῷ. τὸ γὰρ εἰπεῖν »ἐφίπταμαι καὶ πλήσσω καὶ γρηγορῶ καὶ ἐξιστᾷ κύριος καρδίας«, ἐκστατικοῦ ῥήματα ὑπάρχει ταῦτα καὶ οὐχὶ παρακολουθοῦντος, ἀλλὰ ἄλλον χαρακτῆρα ὑποδεικνύντος παρὰ τὸν χαρακτῆρα τοῦ ἁγίου πνεύματος τοῦ ἐν προφήταις λελαληκότος.

Εἰ δὲ θελήσουσι παραπλέκειν τῇ ἀληθείᾳ τὸ ψεῦδος καὶ ἀνοητεῖν τὸν νοῦν τῶν τῆς ἀκριβείας ἐπιμελομένων, ἑαυτοῖς τε ἐπισωρεύουσι λόγους, δι᾿ ὧν παραποιητεύονται τὴν ἑαυτῶν πλάνην, ὅμοιά τινα εἶναι λέγοντες, ἵνα δὴ παραστήσωσιν * ἀπὸ τοῦ τὴν ἁγίαν γραφὴν εἰρηκέναι »ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσε«, ἀλλὰ οὐκέτι ὅμοιον τοῦτο εἴη ἐκείνῳ.

οὐ γὰρ καὶ ἐνταῦθα σῶμα ἔμελλε πλάσσειν ὁ θεός, ἀφ᾿ οὗ εἰς ἔκστασιν ἔφερεν, ἵνα τὰ ὅμοια ἐπενέγκῃ δι᾿ ὑπερβολὴν τῆς φιλανθρωπίας.

τῷ γὰρ Ἀδὰμ ἐπήνεγκε τὴν ἔκστασιν τοῦ ὕπνου, οὐκ ἔκστασιν φρενῶν. ἔκστασις δὲ κατὰ διαφορὰς πολλὰς ἔχει τὸν τρόπον. ἔκστασις δι᾿ ὑπερβολὴν θαύματος λέγεται καὶ ἔκστασις λέγεται ἡ μανία διὰ τὸ ἐκστῆναι τοῦ προκειμένου.

ἐκείνη δὲ ἡ τοῦ ὕπνου ἔκστασις κατ᾿ ἄλλον τρόπον ἐρρέθη, κατὰ τὴν φυσικὴν ἐνέργειαν, μάλιστα διὰ τὸ βαθυτάτως αὐτὴν ἐπενηνέχθαι τῷ ἁγίῳ Ἀδὰμ καὶ ἐν χειρὶ θεοῦ πεπλασμένῳ.

5. Καὶ γὰρ ἀληθῶς ἔστιν ἰδεῖν ὡς δικαίως ἔκστασιν ταύτην ἡ θεία γραφὴ κέκληκεν. ἐν τῷ γὰρ ὑπνοῦν τὸν ἄνθρωπον μεθίστανται πᾶσαι αἱ αἰσθήσεις, εἰς ἀνάπαυσιν τραπεῖσαι, ὡς οἷον εἰπεῖν παροῦσα ἡ διορατικὴ οὐχ ὁρᾷ· ἀποκέκλεισται γὰρ τὸ ὄμμα καὶ ἡσυχάζει τὸ κινοῦν ἐν τῷ ἀνθρώπῳ πνεῦμα εἴτ᾿ οὖν <ἡ> ψυχή.

δυσοδμίας οὔσης ἐν οὔκῳ ἢ καὶ εὐοδμίας, καίτοι γε παρούσης τῆς ὀσφραντικῆς αἰσθήσεως, οὐκ ἀντιλαμβάνεται· ἐξέστη γὰρ ἡ τοιαύτη αἴσθησις εἰς ἀνάπαυσιν τραπεῖσα.

πικρῶν ὄντων χυμῶν ἐν τῷ στόματι ἢ ἁλμυρῶν ἢ γλυκέων τὸ γευστικὸν οὐκ αἰσθάνεται, ἐπειδὴ γὰρ ἐν ἐκστάσει τῆς ἀναπαύσεως κεῖται μὴ ἐνεργοῦν, ὅπερ ἐν τῷ ὕπαρ ὄντι ἐνήργει.

ἀκοὴ πάρεστιν, ἀλλὰ ἀργεῖ τὸ ἀκουστικὸν κατὰ τὴν αἴσθησιν. καὶ πολλάκις τινῶν λαλούντων ἐν οἴκῳ, εἰ μή τι διυπνισθῇ ὁ ἄνθρωπος, οὐκ ἐπακούει τῶν παρά τινων ῥηθέντων διὰ τὸ ἀποστῆναι τὴν ἐνέργειαν πρὸς τὴν ὥραν.

τινῶν κνωδάλων διερχομένων διὰ τοῦ ἡμετέρου σώματος οὐκ αἰσθανόμεθα τῆς αὐτῶν περὶ τὸ σῶμα ἡμῶν ἁφῆς, εἰ μή τι βαρέως ἡμῖν ἐπιθῶνται τὰ κνώδαλα, ὡς τοῦ παντὸς ὀργάνου διὰ τὴν ἀνάπαυσιν τοῦ ὕπνου ἐκστάντος ἀπὸ τῆς ἐνεργίας.

τὸ μὲν γὰρ ὄργανον, φύσεως ὂν γηίνης καὶ περὶ τὴν ψυχὴν ἔχον, διὰ τὸ οὕτως ἐκ θεοῦ [τὸ] χρήσιμον ἡμῖν γεγενῆσθαι ἀποδίδοται αὐτῷ καιρὸς μεθιστῶν αὐτὸ ἀπὸ τῆς ἐναργεστάτης αἰσθήσεως εἰς κατάστασιν ἀναπαύσεως· αὐτὴ δὲ ἡ ψυχὴ οὐκ ἐξέστη τοῦ ἡγεμονικοῦ οὐδὲ τοῦ φρονήματος.

πολλάκις γὰρ φαντάζεται καὶ ὁρᾷ ἑαυτὴν ὡς ἐν ἐγρηγόρσει καὶ περιπατεῖ καὶ ἐργάζεται καὶ ποντοπορεῖ καὶ δημηγορεῖ, καὶ ἐν πλείοσι καὶ ἐν μείζοσι τούτων δι᾿ ὀνειράτων ἑαυτὴν θεωμένη·

οὐ μὴν κατὰ τὸν ἀφραίνοντα καὶ ἐν ἐκστάσει γινόμενον ἐκστατικὸν ἄνθρωπον, τὸν τῷ σώματι καὶ τῇ ψυχῇ ἐγρηγορότα τὰ δεινὰ μεταχειριζόμενον καὶ πολλάκις ἑαυτῷ δεινῶς χρώμενον καὶ τοῖς πέλας· ἀγνοεῖ γὰρ ἃ φθέγγεται καὶ πράττει, ἐπειδήπερ ἐν ἐκστάσει γέγονεν ἀφροςύνης ὁ τοιοῦτος.

6. Ταῦτα δὲ πάντα διὰ τό »ἐπέβαλε κύριος ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσεν« ἀνάγκην ἐσχήκαμεν, ὦ ἐπιπόθητοι, συναγαγεῖν <περὶ> τὰς διαφορὰς τῶν τρόπων τῆς ἐκστάσεως.

καὶ ἐφράσαμεν δι᾿ ἣν αἰτίαν ἐκεῖ παρὰ κυρίου ἔκστασις εἴρηται ἡ τοῦ ὕπνου μετοχή, ὅτι διὰ τὴν τοῦ θεοῦ φειδὼ καὶ φιλανθρωπίαν, ἣν πᾶσι μὲν ἀνθρώποις ὁ αὐτὸς δεδώρηται εἰς τὸ μεταφέρεσθαι τὸν ἄνθρωπον ἀπὸ μερίμνης εἰς ἀνάπαυσιν ὕπνου καὶ τῶν ἐν τῷ βίῳ χρειωδῶν πραγμάτων·

ἐκεῖ δὲ περιττοτέρως ἐκείνην ἐκστασιν κέκληκε διὰ τὸ ποιῆσαι αὐτὸν πρὸς τὴν ὥραν μὴ αἰσθάνεσθαι πόνου, δι᾿ ἣν ἔμελλε λαμβάνειν πλευρὰν ἀπ᾿ αὐτοῦ καὶ πλάσσειν αὐτῷ αὐτὴν εἰς γυναῖκα.

ἀλλὰ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν καὶ διανοημάτων. εὐθὺς γὰρ ἀναστὰς ἐπέγων καὶ εἶπε »τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή«.

καὶ ἐπίσταται γάρ, ὡς ὁρᾷς, καὶ τὰ πρῶτα καὶ τὰ παρόντα καὶ προφητεύει περὶ τῶν μελλόντων. ἰδοὺ γὰρ ἐπέγνω τὰ πρῶτα ὅτε ἦν ἐν ὕπνῳ, λέγων ὅτι »ὀστοῦν ἐκ τῶν ὀστῶν μου«· καὶ ἐπέγνω τὰ παρόντα, μετὰ τὸ πλασθῆναι τὴν γυναῖκα ἐπιγνοὺς αὐτὴν ἀπὸ τοῦ σώματος <αὐτοῦ> ἠρμένην·

καὶ ἐπροφήτευσε περὶ τῶν ἐσομένων, ὅτι »ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«. ταῦτα δὲ οὐκ ἐκστατικοῦ ἀνδρὸς οὐδὲ ἀπαρακολουθήτου, ἀλλὰ ἐρρωμένην ἔχοντος τὴν διάνοιαν.

7. Εἰ δὲ καὶ περὶ τοῦ »ἐγὼ εἶπον ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης« λεκτέον, ἑτέρα πάλιν αὐτοῦ ἡ δύναμις, οὐχ ὃν τρόπον * τινὸς ἀφραίνοντος ἀνθρώπου καὶ ἐκστατικοῦ (μὴ γένοιτο),

ἀλλὰ ὑπερθαυμάζοντος καὶ διανοουμένου ὑπὲρ τὸν κατὰ τὴν συνήθειαν λογισμὸν <περὶ> τῶν <ἀ>συμμέτρως ὁρωμένων τε καὶ πραττομένων· ἐπειδὴ γὰρ ἐθαύμασεν ὁ προφήτης καὶ διὰ θαυμασμὸν ἐνταῦθα λέγει. γεγόνασι δὲ ἐν ἐκστάσει οἱ προφῆται, οὐκ ἐν ἐκστάσει λογισμῶν.

γέγονε γὰρ καὶ Πέτρος ἐν ἐκστάσει, οὐχὶ μὴ παρακολουθῶν τῷ λόγῳ, ἀλλὰ ὁρῶν ἀντὶ τῆς καθημερινῆς ἀκολουθίας ἕτερα παρὰ τὰ τοῖς ἀνθρώποις ὁρώμενα·

»εἶδε γὰρ ὀθόνην καθιεμένην τέσσαρσιν ἀρχαῖς δεδεμένην, καὶ πάντα τὰ τετράποδα καὶ ἑρπετὰ καὶ τοῦ οὐρανοῦ τὰ πετεινὰ ἐν αὐτῇ«.

ὅρα δὲ ὅτι παρηκολούθει καὶ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν ὁ ἅγιος Πέτρος. ὅτε γὰρ ἤκουσεν <τό> »ἀναστὰς θῦσον καὶ φάγε«, οὐχ ὡς μὴ τὸν νοῦν ἐρρωμένος ἐπείσθη, ἀλλά φησι πρὸς τὸν κύριον »μηδαμῶς, κύριε· οὐδέποτε γὰρ κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου«.

καὶ Δαυὶδ δὲ ὁ ἅγιος εἶπεν ὅτι » <εἶπον ἐγώ·> πᾶς ἄνθρωπος ψεύστης«. ὁ δὲ λέγων »εἶπον ἐγώ« ἰδίᾳ ἔλεγεν, καὶ περὶ τῶν ἀνθρώπων ὅτι, ἔλεγε, ψεύδονται·

ἄρα αὐτὸς οὐκ ἐψεύδετο, ἐκπληττόμενος δὲ καὶ θαυμάζων τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ τὰ αὐτῷ παρὰ τοῦ κυρίου κεκηρυγμένα ἐθαύμαζε καθ᾿ ὑπερβολὴν καὶ ὁρῶν πάντα ἄνθρωπον ἐνδεόμενον τοῦ ἐλέους τοῦ θεοῦ μένῳ κυρίῳ τὸ ἀληθεύειν ἐπέδωκε, πάντα δὲ ἄνθρωπον ὑπὸ ἐπιτίμιον ἔγνω, ἵνα δείξῃ τὸ ἀληθινὸν πνεῦμα, τὸἐν προφήταις λαλῆσαν καὶ τὰ βάθη αὐτοῖς ἀποκαλύψαν τῆς τοῦ θεοῦ γνώσεως ἀκριβεέας.

ἐγένετο δὲ καὶ Ἀβραὰμ ἐν ἐκστάσει, οὐκ ἐν ἐκστάσει φρενῶν ἀλλὰ ἐν ἐκστάσει φόβου. ἔβλεπεν γὰρ κλίβανον καὶ λαμπάδας περὶ τὴν τοῦ ἡλίου δύσιν * καὶ ἄλλοι προφῆται ὁρῶντες τὰ ὁράματα ἐν διανοίᾳ ἐρρωμένῃ ἔλεγον, ὡς ὁ Μωυςῆς φησιν »ἔμφοβός εἰμι καὶ ἔντρομος«.

ἔγνω δὲ Ἀβραὰμ τὰ ὑπὸ τοῦ κυρίου λεγόμενα· »υινώσκων, γάρ <φησι>, γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ ἔτη τετρακόσια«.

καὶ ὁρᾷς ὡς ἔστιν ἰδεῖν τὰ πάντα ἐν ἀληθείᾳ παρὰ τοῖς προφήταις εἰρημένα καὶ ἐν ἐρρωμένῃ διανοίᾳ καὶ σώφρονι λογισμῷ, καὶ οὐκ ἐν παραπληξίᾳ.

8. Εἰ δὲ καὶ πάλιν θελήσουσι λέγειν <ὅτι> »οὐχ ὅμοια τὰ πρῶτα χαρίσματα τοῖς ἐσχάτοις«, πόθεν τοῦτο ἔχουσι δεῖξαι; ὁμοίως γὰρ ἀλλήλοις οἱ ἅγιοι προφῆται καὶ οἱ ἅγιοι ἀπόστολοι προεφήτευσαν.

πρῶτον μὲν οὖν ἀνερχομένου τοῦ σωτῆρος εἰς τὸν οὐρανὸν οἱ ἰδόντες τοὺς δύο τοὺς ἐν ἐσθήσεσι λευκαῖς οὐκ ἐν παραπληθίᾳ ὁρῶσιν, ἀλλὰ ἤκουον ἐρρωμένῃ τῇ διανοίᾳ ὅτι »ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; οὗτος ὁ Ἰησοῦς ὁ ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανὸν ἀναληφθεὶς οὕτως ἐλεύσεται« καὶ τὰ ἑξῆς.

εἶτα δὲ καὶ Πέτρος, ὡς ἔφην, ὁρῶν καὶ ἀκούων καὶ ἀποκρινόμενος καὶ λέγων »μηδαμῶς, κύριε«, εὐσταθῶν ἦν τῇ διανοίᾳ.

Ἄγαβος γὰρ προφητεύων ἔλεγεν καὶ μετὰ σχήματος θαυμαστοῦ αἰνιττόμενος, λαβὼν τὴν ζώνην τοῦ Παύλου καὶ δήσας τοῖς ἰδίοις ποσὶν φησίν »οὗτος οὗ ἐστιν ἡ ζώνη αὕτη, δήσουσιν αὐτὸν καὶ ἀποίσουσιν εἰς Ἱερουσαλήμ«.

ἀλλὰ καὶ πάλιν ἐν Ἀντιοχείᾳ κατῆλθον προφῆται καὶ κατήγγελλον λιμὸν ἔσεσθαι καθ᾿ ὅλης τῆς οἰκουμένης. καὶ οὐ διέπεσεν ὁ τούτων λόγος· ἀλλ᾿ ἵνα δείξῃ αὐτοὺς ἀληθεῖς προφήτας, ἡ γραφὴ εὐθὺς ἐπιφέρει λέγουσα »ἥτις ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος«.

Παῦλος δὲ ὁ ἁγιώτατος ἀπόστολος προφητεύων ἔλεγε »τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί« καὶ τὰ ἑξῆς,

καὶ πάλιν ἄλλοτε ὅτι »ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες <πνεύμασι> πλάνοις καὶ διδασκαλίαις δαιμόνων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων,ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν ἡμῖν τοῖς μετὰ εὐχαριστίας <λαμβάνουσιν>«.

ὡς σαφῶς <τοῦτο> ἐφ᾿ ὑμῖν καὶ τοῖς ὁμοίοις ὑμῖν πεπλήρωται, ἐξ αὐτῶν τῶν προκειμένων <δῆλον>· αἱ γὰρ πλείους τῶν αἱρέσεων τούτων τὸ γαμεῖν κωλύουσιν, ἀπέχεσθαι βρωμάτων παραγγέλλουσιν, οὐχ ἕνεκεν πολιτείας προτρεπόμενοι, οὐχ ἕνεκεν ἀρετῆς μείζονος καὶ βραβείων καὶ στεφάνων, ἀλλὰ βδελυκτὰ ταῦτα <τὰ> ὑπὸ τοῦ κυρίου γεγενημένα ἡγούμενοι.

9. Ἡ δὲ ἁγία ἐκκλησία καὶ παρθενίαν δοξάζει καὶ μονότητα καὶ ἁγνείαν καὶ χηροσύνην ἐπαινεῖ καὶ γάμον σεμνὸν τιμᾷ καὶ δέχεται, πορνείαν δὲ καὶ μοιχείαν καὶ ἀσέλγειαν ἀπαγορεύει,

ὅθεν ἰδεῖν ἔστιν τὸν χαρακτῆρα τῆς ἁγίας καθολικῆς ἐκκλησίας καὶ τοὺς παραπεποιημένους τῶν ἄλλων τρόπους, <ὡς> καὶ τὸν δοκιμάσαντα ἀποδιδράσκειν ἀπὸ πάσης πλάνης καὶ σκολιᾶς ὁδοῦ καὶ τρίβου ἀνάντου διακειμένης.

ἔφην γὰρ ἄνω ὡς ἀπὸ τοῦ ἁγιωτάτου ἀποστόλου προείρηται καὶ πάλιν ἐρῶ, ὅτι ἀσφαλιζόμενος ἡμᾶς καῖ τὸν χαρακτῆρα τῆς ἁγίας ἐκκλησίας διαιρῶν ἀπὸ τῆς τῶν αἱρέσεων πλάνης ἔφη, ὡς τολμηρῶς τὰ ἐκ θεοῦ καλῶς τεταγμένα ἀπαγορεύοντες νομοθετοῦσι, φήσας περὶ τῶν κωλυόντων γαμεῖν καὶ ἀπέχεσθαι βρωμάτων.

καὶ γὰρ συμμετρίᾳ τινὶ * ὁ θεὸς Λόγος ἐν τῷ εὐαγγελίῳ φήσας »θέλεις τέλειος γενέσθαι;«, συγγνωμονῶν τῇ τῶν ἀνθρώπων πλάσει καὶ ἀσθενείᾳ χαίρει μὲν ἐπὶ τοῖς τὰ δοκίμια τῆς θεοσεβείας δυναμένοις ἐνδείκυνσθαι καὶ παρθενίαν ἀσκεῖν αἱρουμένοις καὶ ἁγνείαν καὶ ἐγκράτειαν, τὴν δὲ μονογαμίαν τιμᾷ·

εἰ καὶ μάλιστα τὰ χαρίσματα τῆς ἱερωσύνης διὰ τῶν ἀπὸ μονογαμίας ἐγκρατευομένων καὶ τῶν ἐν παρθενίᾳ διατελούντων τῷ κόσμῳ προδιετύπου, ὡς καὶ οἱ αὐτοῦ ἀπόστολοι τὸν ἐκκλησιαστικὸν κανόνα τῆς ἱερωσύνης εὐτάκτως καὶ ὁσίως διετάξαντο.

εἰ δέ τις κατὰ ἀσθένειαν ἐπιδεηθείη μετὰ τὴν τελευτὴν τῆς ἰδίας γαμετῆς συναφθῆναι δευτέρῳ γάρῳ, οὐκ ἀπαγορεύει τοῦτο ὁ κανὼν τῆς ἀληθείας, τουτέστιν τὸν μὴ ὄντα ἱερέα.

οὗτοι δὲ κωλύουσι κατὰ τὸ εἰρημένον »κωλυόντων γαμεῖν«· ἐκβάλλουσι γὰρ τὸν δευτέρῳ γάμῳ συναφθέντα καὶ ἀναγκάζουσι μὴ δευτέρῳ γάμῳ συνάπτεσθαι.

ἡμεῖς δὲ οὐκ ἀνάγκην ἐπιτιθέαμεν, ἀλλὰ παραινοῦμεν μετὰ συμβουλίας ἀγαθῆς προτρεπόμενοι τὸν δυνάμενον, οὐκ ἀνάγκην δὲ ἐπιτιθέαμεν τῷ μὴ δυναμένῳ, ἀλλὰ οὐδὲ ἐκβάλλομεν αὐτὸν ἀπὸ τῆς ζωῆς.

ὁ γὰρ ἅγιος λόγος πάντῃ ἐκήρυξε τὴν ἀσθένειαν τῶν ἀσθενούντων βαστάζειν, ὡς καὶ ὁ ἅγιος ἀπόστολος εὐθὺς εὑρεθήσεται λέγων καὶ ἐλέγχων τοὺς τοιούτους * μὴ ὄντας τοῦ αὐτοῦ χαρίσματος ὅτι »νεωτέρας χήρας παραιτοῦ·

μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι τὸ κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν«. αἱ γὰρ ἐπαγγειλάμεναι καὶ ἀθετήσασαι ἔχουσι κρίμα, αἱ δὲ μὴ ἐπαγγειλάμεναι, ἀλλὰ συναφθεῖσαι δι᾿ ἀσθένειαν κρίμα οὐχ ἕξουσιν. εἰ δὲ κρίμα ἔμελλον ἔχειν, πῶς ἔλεγε »γαμείτωσαν, οἰκοδεσποτείτωσαν;«

10. Πᾶς τοίνυν προφητεύων παρακολουθῶν εὑρίσκεται, κἄν τε ἐν τῇ παλαιᾷ διαθήκῃ κἄν τε ἐν τῇ καινῇ, ὡς καὶ ὁ ἅγιος Ἰωάννης ἐν τῇ Ἀποκαλύψει ἔλεγε »τάδε ἀπεκάλυψε κύριος τοῖς αὐτοῦ δούλοις διὰ τοῦ δούλου αὐτοῦ Ἰωάννου« καὶ »τάδε λέγει κύριος«.

ὁ ταῦτα δὲ λέγων ἐρρωμένην εἶχε τὴν διάνοιαν καὶ παρηκολούθει, ἰδοὺ τοίνυν * »τάδε λέγει κύριος« καὶ »ὅρασις ἥν εἶδεν«.

ὁ δὲ Μοντανὸς οὗτος ὁ αὐχῶν ἑαυτὸν εἶναι προφήτην καὶ πλανήσας τοὺς ὑπ᾿ αὐτοῦ πεπλανημένους ἀσύστατα κατὰ τῆς θείας γραφῆς διηγεῖται. λέγει γὰρ ἐν τῇ ἑαυτοῦ λεγομένῃ προφητείᾳ »τί λέγεις τὸν ὑπὲρ ἄνθρωπον σῳζόμενον; λάμψει γὰρ (φησίν) ὁ δίκαιος ὑπὲρ τὸν ἥλιον ἑκατονταπλασίονα, αἱ δὲ μικροὶ ἐν ὑμῖν σῳζόμενοι λάμψουσιν ἑκατονταπλασίονα ὑπὲρ τὴν σελήνην«.

ὁ δὲ κύριος ἐλέγχει τὸν τοιοῦτον, ὁ ἔχων τὴν ἐξουσίαν χαρίσασθαι τὸ λάμπειν τὰ πρόσωπα τῶν ἁγίων καὶ φαιδρύνας τὸ πρόσωπον τοῦ Μωυσέως καὶ μεταβάλλων τοὺς ἁγίους αὐτοῦ ἐν τῇ μελλούσῃ ἀναστάσει τῶν σωμάτων, τοὺς σπειρομένους ἐν ἀτιμάᾳ καὶ ἐγειρομένους ἐν δόξῃ, οὐκ ἄλλα σώματα παρὰ τὰ ὄντα,

ἀλλὰ αὐτὰ τὰ ὄντα ἐγειρόμενα ὅλα, λαμβάνοντα δὲ δόξαν παρ᾿ αὐτοῦ μετὰ <τὴν> ἀνάστασιν παρὰ τοῦ τὴν δόξαν ἀφθόνως παρέχοντος τοῖς ἑαυτοῦ ἁγίοις, ἐπειδὴ ἔχει τὴν ἐξουσίαν δοῦναι καὶ χαρίσασθαι ὡς θεὸς καὶ κύριος.

ἔχων δὲ τοῦ χαρίσασθαι <ἐξουσίαν> οὐκ ἐπηγγείλατο κατὰ τὸν Μοντανόν, ἀλλά φησι »λάμψει ὑμῶν τὰ πρόσωπα ὡς ὁ ἥλιος«. εἰ τοίνυν ὁ ἔχων τὴν ἐξουσίαν καὶ ἀληθῶς ὑπάρχων δεσπότης καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὡς ὁ ἥλιος λέγει τὰ πρόσωπα τῶν δικαίων λάμψειν, πῶς ὁ Μοντανὸς ἐπαγγέλλεται περισσότερον ἑκατονταπασίονα;

εἰ ὴν ἄρα ὅμοιος εἴη ἐκείνῳ τῷ ἐπαγγειλαμένῳ τοῖς περὶ τὸν Ἀδὰμ ὅτι ἔσεσθε ὡς θεοὶ [φήσαντι] καὶ ἀπὸ τῆς ὑπαρχούσης αὐτοῖς δόξης καὶ παραδείσου τρυφῆς παρασκευάσαντι αὐτοῖς τὴν ἐκβολὴν γενέσθαι καὶ εἰς φθορὰν θανάτου κατενεχθῆναι.

11. Ἔτι δὲ προστίθησιν ὁ αὐτὸς Μοντανὸς οὕτως λέγων »ἐγὼ κύριος ὁ θεὸς ὁ παντοκράτωρ καταγινόμενος ἐν ἀνθρώπῳ«.

ἄρα γοῦν καλῶς ἡμᾶς ἡ θεία γραφὴ ἐπασφαλίζεται καὶ ἡ ἀκολουθία τῆς τοῦ ἁγίου πνεύματος διδασκαλίας, νουθετοῦσα ἡμᾶς, ἵνα γινώσκωμεν ποῖά ἐστι τὰ μιμηλὰ τοῦ ἀλλοτρίου πνεύματος καὶτὰ ἀντίθετα πρὸς τὴν ἀλήθειαν.

ὅτε γὰρ εὐθὺς τοῦτο εἶπε Μοντανός, ὑπόνοιαν ἡμῖν δέδωκεν ἀναμνησθῆναι τὰ ὑπὸ τοῦ κυρίου εἰρημένα. οὕτως γὰρ φησιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ »ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐκ ἐδέξασθέ με.

ἄλλος ἐλεύσεται ἐπὶ τῷ ἰδίῳ ὀνόματι, καὶ δέξονται τὸν τοιοῦτον«. ἀσύμφωνος τοίνυν παντάπασιν ὁ τοιοῦτος τῶν θείων γραφῶν ηὑρέθη, ὡς παντί τῳ σαφὲς εἴη [τῷ] νουνεχῶς ἐντυγχάνοντι. εἰ τοίνυν ἀσύμφωνος ὑπάρχει, ἀλλότριός ἐστι τῆς ἁγίας καθολικῆς ἐκκλησίας <αὐτὸς> καὶ ἡ κατ´ αὐτὸν αὐχοῦσα αἵρεσις προφήτας ἔχειν καὶ χαρίσματα, ἃ μὴ εἴληφεν, ἀλλὰ ἐκ τούτων ἀπέστη.

τὶς τοίνυν τολμήσειε παρακολουθῶν τούτους προφήτας καλεὶν καὶ μὴ μὰλλον πλάνους εἶναι <φήσειεν> τοὺς τοιούτους; Χριστὸς γὰρ ἡμᾶς ἐδίδαξε λέγβν ὅτι »τὸ πνεῦμα τὸ παράκλητον ἀποστέλλω ὑμῖν« καὶ τὰ σημεᾶ διδοὺς ἔλεγεν ὅτι »ἐκεῖνός με δοξάσει« ὡς τὰ ἀληθῆ ἔστιν ἰδεῖν ὅτι οἱ ἅγιοιι ἀπόσολοι τὸ παράκλητον πνεῦμα λαβόντες κύριον ἐδόξασαν, οὗτος δὲ ὁ Μοντανὸς ἑαυτὸν δοξάξει·

ὁ κύριος τὸν πατέρα αὐτοῦ ἐδόξασε καὶ ὁ κύριος πάλιν [ὁ] Χριστὸς τὸ πνεῦμα ἐδόξασε, λέγων αὐτὸ πνεῦμα ἀληθείας, Μοντανὸς δὲ ἑαυτὸν δοξάζει μόνονκαὶ λε΄γει εἶναι πατέρα παντοκρα΄τορα καὶ τὸ ἐν αὐτῷ ἐνοικῆσαν *, ἵνα πανταχόθεν δειχθῇ οὐκ αὐτὸς ὢν οὐκὲ ὑπ´ ἐκείνου ἀπεσταλμένος οὐδὲ παρ’αὐτοῦ λαμβάνων.

»ἐν τῷ γὰρ κυρίῳ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς« καὶ »ἀπὸ τοῦ πληρώματος αὐτοῦ πάντες οἱ προξῆται εἰλήφασι« κατὰ τὸν τοῦ ἁγίου Ἰωάννου λόγον.

καὶ ὅρα πῶς πάντες οἱ παλαιοῖ Χριστὸν κατήγγελλον καὶ οἱ μετέπειτα Χριστὸν ἐδόξασαν καὶ αὐὸνν ὡμολόγησαν, Μοντανὸς δὲ εἰσέρησεν ἑαυτὸν τινὰ λέγων, ὅπως δειχθῇ ὅτι οὔτε αὐτὸς ἔστιν οὔτε ἀπ´ αὐτοῦ ἀπέσταλται οὔτε παρ´ αὐτοῦ τι εἴληφεν.

Εἶτάλιν φησὶ τὸ ἐλεεινὸν ἀνθρωπ΄΄αριονΜοντανὸς ὅτι «οὔτε ἄγγελος οὔτε πρέσβυς, ἀλλ᾿ ἐγὼ κύριος ὀ θεὸς πατήρ ἦλθον«. ταῦτα δὲ λέγων φωραθήσεται ἀλλότριος ὤν, Χριστὸν μὴ δοξάζων, ὅν πᾶν χάρισμα ἐκκλησιαστικὸν ἐν ἐκκλησίᾳ τῇ ἁγίᾳ δοθὲν ἐν ἀληθείᾳ ἐδόξασεν.

εὑρεθήσεται γὰρ ἐκτὸς εἶναι σώματος ἐκκλησίας καὶ κεφαλῆς τοῦ σύμπαντος καὶ »μὴ κρατῶν τὴν κεφαλήν, ἐξ ἡσπερ πᾶν τὸ σῶμα συναρμολογούμενον αὔξει« κατὰ τὸ γεγραμμένον. ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς υἱὸν ἑαυτὸν ἔδειξεν, ὄντως ὢν υἱὸς ἐν ἀληθείᾳ, Μοντανὸς δ᾿ ἑαυτὸν καὶ πατέρα λέγει.

12. Πῶς τοίνυν, ὦ Φρύγες ἡμὶν πάλιν ἐπαναστάντες πολέμιοι καί μεμορφωμένοι εἰς Χριστιανικὴν ἐπίκλησιν, βαρβάρων δὲ ἐπανῃρημένοι μάχην καὶ τῶν Τρῴων καὶ Φρυγῶν μιμούμενοι τὸ πολέμιον, πῶς πεισθῶμεν ὑμῖν λέγουσι διὰ χαρίσματα ἀφεστάναι τῆς ἐκκλησίας;

οὐκέτι γὰρ χαρίσματα εἴη τὰ ἀλλότρια χαρισμάτων ὄντα καὶ παρὰ τὸν χαραδτῆρα τὸν ὑπὸ κυρίου ὑπισχνούμενον, ὡς οἱ καθ᾿ ὑμᾶς προφῆται λέγουσιν.

εἰσάγετε δὲ ἡμῖν πάλιν καὶ Μαξίμιλλαν· καὶ γὰρ καὶ τὰ ὀνόματα ὑμῶν διηλλαγμένακαὶ φοβερώτατα καὶ οὔτε προσηνές τι καὶ γλυκύτατον ἔχοντα, ἀλλὰ ἄγιόν τι καὶ βαρβαρικόν.

εὐθὺς γὰρ αὕτη ἡ Μαξίμιλλα ἡ παρὰ τοῖς τοιούτοις κατὰ Φρύγας οὕτω καλουμένοις — ἀκούσατε, ὦ παῖδες Χριστοῦ, τί λέγει· »ἐμοῦ μὴ ἀκούσητε, ἀλλὰ Χριστοῦ ἀκούσατε«.

καὶ ἐν οἷς ἔδοξε Χριστὸν δοξάζειν πεπλάνηται. εἰ γὰρ ἦνν τοῦ Χριστοῦ, ἔλεγεν ἂν κατὰ τοὺς ἁγίους ἀποστόλους ὡς ἕκαςστος <αὐτῶν> λέγει, Πέτρος μὲν πρῶτος λέγων ὅτι «ἡμεῖς παρ᾿ αὐτοῦ ἡκούσαμεν« καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος »ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει« καὶ τοῦ Παύλου λέγοντος »μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ«.

αὕτη δὲ ἀληθεὺει φευδομένη, καὶ μὴ βουλομένη. καλῶς γὰρ λέγει φάσκουσα μὴ αὐτῆς ἀκούειν, ἀλλὰ Χριστοῦ. πολλάκις γὰρ τὰ ἀκάθαρτα πνεύματα πνεύματα ἀναγκάζεται ἑαυτὰ καθαιρεῖν, <ὡς> οὐκ ὄντα τῆς ἀληθείας, καὶ ὑποφαίνειν τὸν κύριον αὐτῶν, θέλοντα καὶ μὴ θέλοντα, δι᾿ ἀνάγκην·

ὡς ἡ παιδίσκη ἡ ἔχουσα πωεῦμα Πύθωνος ἔλεγεν »οὗτοι οἱ ἄνθρωποι τοῦ θεοῦ δοῦλοι τοῦ ὑψίστου εἰσί«, καὶ τό »τί ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς΄οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ«, οὕτως καὶ αὕτη ἀναγκαζομένη ἔλεγεν αὐτῆς μὴ ἀκούειν ἀλλὰ Χριστοῦ.

πῶς οὖν τοῦτο οἱ παρ᾿ αὐτῆς ἀκηκοότες και αὐτῇ πεπιστευκότες βούλονται αὐτῆς ἀκούειν, παρ᾿ αὐτῆς μαθόντες μή αὐτῆς ἀκούεινν ἀλλὰ κυρίου; καὶ γὰρ ἀληθῶς ἐπίγεια φθεγγομένης αὐτῆς, εἰ παρῆν αὐτοῖς σύνεσις, οὐκ ἔδει αὐτὴν ἀκούεσθαι. καὶ μὴ λέγε ὅτι παρηκολούθει.

οὐ γὰρ παρακολουθοῦντός ἐστιν τὸ διδάσκειν καὶ ἑαυτὸν ἀνατρέπειν. εἰ γὰρ ὅλως λέγει »μὴ ἀκούετέ μου«, ποῖον ἦν τὸ πνεῦμα τὸ λαλοῦν ἐν αὐτῆ: εἰ γὰρ αὐτὴ ἔλεγεν ἧ ἄνθρωπος.

ἄρα οὐκ ἦν ἐν πνεύματι ἀγίῳ. ἡ γὰρ λέγουσα »μὴ ἀκούετέ μου «δῆλον ὅτι τὸ ἀνθρώπινον ἔλεγε καὶ οὐκ ἦν ἐν πνεύματι ἁγίῳ. εἰ δὲ μὴ οὖσα ἐν πνεύματι ἁγίῶ ἄνωθεν, οὖσα δὲ τοῦ ἀνθρωπίνου φρονήματος, ἀλλὰ ἀνθρωπίνῳ φρονήματι ἐλάλει καὶ ἐφθέγγετο.

εἰ δὲ πνεύματι ἁγίῳ ἐλάλει καὶ ἐπροφήτευε, ποῖον ἦν ἄρα τὸ πνεὺμα τὸ ἅγιιον τὸ λέγον »ἐμοῦ μὴ ἀκούετε;« καὶ πολλή ἐστι τῆς ἀπάτης ἡ τύφλωσις καὶ μέγας ἐστὶν ὁ τοῦ θεοῦ λόγος, ὁ κατὰ πάντα τρόπον ἡμὰς συνετίζων εἰς τὸ εἰδέναι ἡμᾶς ποῖς τὰ ἐκκ τοῦ πνεύματος τοῦ ἁγίου λελαλημένα, πῆ μὲν ἐκ προσώπου πατρός, πῆ δὲ ἐκ προσώπου τοῦ υἱοῦ, πῆ δὲ ἐκ προσώπου τοῦ ἁγίου πωεύματος.

καὶ εἰ τὸ ἐν μαξιμίλλῃ πνεῦμα <πνεῦμα> ἅγιον ἦν, οὐκ ἀπηγόρευε τὰ ἴδια ῥήματα· »ἓν γὰρ ἐστι τὸ ἅγιον πνεῦμα, τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται«.

εἰ δὲ ἔχει ἐξουσίαν διαιρεῖν ὡς βούλεται, λέγεται δὲ πνεῦμα γνώσεως καὶ πνεῦμα εὐσεβνείας καὶ λέγεται πνεῦμα Χριστοῦ [εἶναι] καὶ πνεῦμα πατρός, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ ὄν, ἄρα οὐκ ἐλεγε »μὴ ἀκούετέ μου«.

τὰ γὰρ Χριστοῦ τὸ πνεῦμα ἐλάλει καὶ ὁ Χριστὸς τὸ πνεῦμα ἀποστέλλει καὶ ε᾿ν πνεύματι ἁγίῳ ἐκβάλλει τὰ δαιμόνια, καὶ ὁ υἱὸς τὰ τοῦ πατρὸς λέγει καὶὁ πατὴρ τὸν υἱὸν ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἵνα γινώσκωσιν αὐτὸν καὶ δοξάσωσι, καθὼς δοξάζοθσι τὸν πατέρα.

καὶ διέπεσε κατὰ πά΄ντα τρόπον ἡ τῶν ἀπαλλοτριούντων ἑαυτοὺς διάνοια ἀπὸ τῆς τοῦ Χριστοῦ ἀκολουθίας.

13. Φάσκει δὲ πάλινἡ αὐὴ Μαξξίμιλλα, ἡ τῆς παρακολουθίας γνῶσις καὶ διδασκαλία, ἵνα καὶ χλευαστικῶς εἴπω, ὅτι »ἀπέστειλέ με κύριος τούτου τοῦ πόνου καὶ τῆς συνθήκης καὶ τῆς ἐπαγγελίας αἱρετιστὴν μηνυτὴν ἑρμηνευτήν, ἡναγκασμένον, θέλοντα καὶ μὴ θέλοντνα, γνωθεῖν γνῶσιν θεοῦ«.

σκοπήσωμεν οὖν τῆς ἡμῶν ζωῆς τὴν εὐσταθῆ βα΄σιν καὶ τὴν ὁδὸν τοῦ φωτός, ὦ ἀγαπητοίκ, καὶ μὴ σφαλῶμεν διὰ τῶν λόγβν τοῦ δι᾿ ἐναντίας καὶ τοῦ βοσκήματος τοῦ ἀλλοτρίου πνεύματος.

ὅρα γὰρ ἐνταῦθα τ[ον οὕτω λαλήσαντα, ἡναγκασμένονν ἑαυτ[ον ἀποφήναντα, οὐχ ἑκουσίᾳ γνώμῃ. ὁ δὲ κύριος ἡμῶν οὐκ ἄχων ἦλθεν εἰς τὸν κόσμον οὐδὲ μετὰ ἀνάγκης ὑπὸ πατρὸς ἀπεστάλη, ἀλλὰ ἅμα σὺν πατρὶ ἔχων τ[ο θέλειν καὶ σὺν ἁγίῳ πνεύματι τὸ παρέχειν·

καὶ ὡς αὐτὸς ἅμα σὺν πατρὶ τὸ θέλειν ἔχει καὶ τὸ οὐχὶ μετὰ ἀνάγκης καὶ τὴν χάριν πὰσι διδόναι, ἀλλὰ δι᾿ ὑπερβολὴν φιλανθρωπίας, οὕτω καὶ οὓς ἐκάλεσε μετὰ προαιρε΄σεως κέκληκεν, οὐκ ἀνάγκην ἐπιβάλλων, οὐ κλοιὸν ἐπιτιθέμενος.

φάσκει γὰρ ὅτι »οἱ διψῶντες ἔλθατε πρὸς με« καὶ πάλιν »εἴ τις θέλει ἔρχεσθαι πρὸς με, ἀρνησάσθω ἑαυτὸνν καὶ ἀκολουθείτω μοι« καὶ διὰ Ἠσαΐου τὸ αὐτὸ φθργγόμενος ἔλεγεν »ἐὰν θέλητε καὶ εἰσακούσητέ μου« καὶ ὕστερον, ἵνα δείξῃ ὁ προξήτης [ὅτι] τὶς ἐστιν ὁ λέγων, ἔφη »τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα«.

καὶ ὁρᾷς κατὰ πάντα τρόπον τὴν πρὸς τὸ θεῖον γράμμα τούτων διαφωνίάν καὶ τὴν ἀλλοίαν ὑπόνοιάν τε καὶ ὑπόληψιν παρὰ τὴ τοῦ θεοῦ πίστιν καὶ ἀκολουθίαν;

καὶ γὰρ καὶ Μαξίμιλλα τοὺς θέλοντνας καὶ μὴ θέλοντας ἔλεγεν ἀναγκάζειν, ὡς καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ ψεύσεται ἡ τοιαύτη. οὔτε γὰρ θέλοντας ἐδίδαξε γνῶσιν θεοῦ? ἣν οὐκ ᾔδει οὐδὲ τοὺς μὴ θέλοντας ἠνάγκασεν.

αὐτίκα <γοῦν> οὐ πάντες οἱ ἐν τῷ κόσμῳ οἴδασι τί ἔστιν ὄνομα Μαξιμίλλης οὐδὲ τῶν αὐτῆς λόγων τὸ παράφθεγμα. και κατὰ πάντα τρόπον διέπεσεν ἡ τούτων πεπλανημένη ἐπίνοια, οὐκ οὖσα τῆς τοῦ θεοῦ ἀληθείας.

14. Tιμῶσι δὲ οἱ τοιοῦτοι καὶ τόπον τινὰ ἔρημον ἐν τῇ Φρυγίᾳ, Πέπουζάν ποτε καλουμένην πόλιν, νῦν δὲ ἠδαφισμένην, καί φασιν ἐκεῖσε κατιέναι τὴν ἄνωθεν Ἱερουσαλήμ.

ὅθεν ἐκεῖ ἀπερχόμενοι μυστήριά τινα ἐπιτελοῦσιν ἐν τῷ τόπῳ καὶ ἁγιάζουσιν <ἑαυτούς>, ὡς ὑπολαμβάνουσιν. ἔστι γὰρ καὶ τὸ γένος ἐν τῇ Καππαδοκίᾳ καὶ Γαλατίᾳ καὶ ἐν τῇ προειρημένῃ Φρυγίᾳ, ὅθεν κατὰ Φρύγας ἡ αἵρεσις καλεῖται· ἀλλὰ καὶ ἐν Κιλικίᾳ καὶ ἐν Κωνσταντινουπόλει τὸ πλεῖστον.

Ἵνα δὲ μηδὲν καταλείψωμεν τῶν πρὸς ὄνομα ἑκάστης αἱρέσεως ὑφ´ ἡμῶν προδεδηλωμένης, καὶ περὶ τοῦ Τασκοδρουγιτῶν ὀνόματος αὖθις ἐροῦμεν· ἔστι γὰρ τὸ ὄνομα τοῦτο ἢ ἐν αὐτῇ ταύτῃ ἢ ἐν τῇ μετ´ αὐτὴν τῶν Κυϊντιλλιανῶν καλουμένῃ· ἀπ´ αὐτῶν γὰρ τούτων ὁρμᾶται καὶ τοῦτο τὸ ὄνομα.

καλοῦνται δὲ διὰ τοιαύτην αἰτίαν Τασκοδρουγῖται· τασκὸς παρ´ αὐτοῖς πάσσαλος καλεῖται, δροῦγγος δὲ μυκτὴρ εἴτ´ οὖν ῥύγχος καλεῖται, καὶ ἀπὸ τοῦ τιθέναι ἑαυτῶν τὸν δάκτυλον τὸν λεγόμενον λιχανὸν ἐπὶ τὸν μυκτῆρα ἐν τῷ εὔχεσθαι, δῆθεν κατηφείας χάριν καὶ ἐθελοδικαιοσύνης, ἐκλήθησαν ὑπό τινων Τασκοδρουγῖται τουτέστιν πασσαλορυγχῖται.

ἐν ταύτῃ δὲ τῇ αἱρέσει ἢ ἐν τῇ συζόγῳ αὐτῆς τῇ τῶν Κυϊντιλλιανῶν εἴτ᾿ οὖν Πρισκιλλιανῶν καὶ Πεπουζιανῶν καλουμένῃ, δεινόν τι καὶ ἀθέμιτον ἔργον φασὶ γίνεσθαι.

παῖδα γὰρ κομιδῆ νήπιον ὄντα κατὰ ἑορτήν τινα δι᾿ ὅλου τοῦ σώματος κατακεντῶντες χαλκαῖς ῥαφίσι τὸ αἷμα αὐτοῦ προσπορίζονται ἑαυτοῖς, εἰς ἐπιτήδευσιν δῆθεν θυσίας.

15. Ἀρκεῖ δὲ ἡμῖν ἃ καὶ περὶ ταύτης εἰρήκαμεν, ὦ ἐπιπόθητοι. ἐπηγγειλάμεθα γὰρ ἀπὸ ἑκάστης ἧς ἴσμεν αἱρέσεως μὴ φθονῆσαι, ἀλλὰ ὑποφῆναι ἅ τε δι᾿ ἀκοῆς ἅ τε διὰ συγγραμμάτων, ἅ τε δι᾿ ἐγγράφων καὶ ἅ τε ὑπό τινων ἀληθῶς πιστωσαμένων τὴν ἡμῶν ἔννοιαν κατειλήφαμεν,

ἵνα μηδέν τι περιττὸν ὧν γε ἔγνωμεν ποιησάμενοι <μὴ> ὑπὸ συνείδησιν δόξωμεν εἶναι μὴ ὀρθὰ καὶ αὐτοὶ ἐφευρίσκοντες κατὰ ἀνθρώπων λέγειν, ἀλλὰ ὑποπίπτοντες πάθει ᾡ καὶ αὐτοὶ ὑπέπεσαν, ἀλήθειαν μὴ λέγοντες, ἀλλὰ κηρύττοντες ἅ μὴ ἑωράκασιν οὐδὲ ἤκουσαν οὐδὲ παρὰ τῆς ἀληθοῦς διδασκαλίας τοῦ ἁγίου πνεύματος παρειλήφασιν·

ἀκριβῶς δὲ πάντα ὡς ἄφην διεξερχόμενοι περὶ ἑκάστης αἱρέσεως, τὰ μὲν δεινὰ ἀποκαλύπτοντες εἰς διόρθωσιν τῶν παρεντυγχανόντων καὶ διὰ τῆς ἀνατροπῆς τῆς ἀπὸ θείων λόγων καὶ ἐξ ὀρθῶν λογισμῶν ποιούμενοι ἰατικὸν ὡς εἰπεῖν φάρμακον, κατὰ διττοὺς τρόπους κατασκευάζοντες <αὐτὸ> ἐν κυρίῳ,

τοῖς μὲν διερχομένοις εἰς τὸ ἀνασφῆλαι τῆς νόσου καὶ τῆς τοσαύτης ἀλγηδόνος, τοῖς δὲ μηδὲ παρεμπεσοῦσί ποτε <εἰς> προκαταληπτικὸν ὡς εἰπεῖν [τὸ] βοήθημα,

τοῦ τῆς ἀληθείας φαρμάκου μεταδιδόντες τοῖς συνετοῖς μαθηταὶ καὶ αὐτοὶ κληθῶμεν τῶν τοῦ κυρίου μαθητῶν καὶ αὐτοῦ τοῦ σωτῆρος, βοηθοῦ ὑπάρχοντος σωμάτων καὶ ψυχῶν.

ὡς δὲ καὶ τὴν ἐνταῦθα ἱκανῶς ἔχειν ἡγησάμενοι περὶ ταύτης τῆς αἱρέσεως ἐργασίαν σὺν δυνάμει Χριστοῦ ἐπὶ τὰς ἑξῆς προβῆναι ἑαυτοὺς ἐπιδῶμεν, τὸν μὲν ἰὸν καὶ τὰ ἀγκιστροειδῆ τῶν ὀδόντων αὐτῆς φάρμακα ἐν τῷ τῆς ἀληθείας τοῦ σταυροῦ ξύλῳ καταθλάσαντες, τῇ αἱμορροίᾳ ἐχίδνῃ ἐοικυίας, ἧς ἡ λύμη τῶν δεδηγμένων τὸ αἷμα παντὸς τοῦ σώματος ἐκκρίνει καὶ οὕτως τὸν θάνατον ἐμβάλλει.

αὕτη γὰρ καὶ ἡ τῶν Κυϊντιλλιανῶν αἵρεσις τοῦτο ἐπιτελεῖ. ἀφθόρου γὰρ παιδὸς κατακεντᾷ τὸ σῶμα καὶ τὸ αἷμα πρὸς μετάληψιν ἀποφέρεται, * δῆθεν τοῦτο εἰς μυσταγωγίαν ὀνόματος Χριστοῦ, τοὺς ἠπατημένους πλανήσασα.

ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς ἐν δυνάμει Χριστοῦ προερχόμενοι τὴν αὐτοῦ ἀλήθειαν ἐπικαλεσώμεθα, ὅπως ἑκάστης πλάνης ἰχνηλατήσαντες τὴν δύναμιν, φωράσαντές τε καὶ ἐλέγξαντες θεῷ ἐν ἅπασι συνήθως εὐχαριστήσωμεν.
Haeresis 49: Κατὰ Καϊντιλλιανῶν εἴτ᾿ οὖν Πεπουζιανῶν τῶν καὶ Πρισκιλλιανῶν, οἷς συνάπτονται Ἀρτοτυρῖται κݲθݲ, τῆς δὲ ἀκολουθίας μݲθݲ

Κυϊντιλλιανοὶ δὲ πάλιν, οἱ καὶ Πεπουζιανοὶ καλούμενοι, Ἀρτοτυρῖταί τε καὶ Πρισκιλλιανοὶ λεγόμενοι, οἱ αὐτοὶ μὲν ὄντες <τοῖς> κατὰ Φρύγας καὶ ἐξ αὐτῶν ὁρμώμενοι, διῄρηνται δὲ κατά τινα τρόπον.

φασὶ γὰρ οὗτοι οἱ Κυϊντιλλιανοὶ εἴτ᾿ οὖν Πρισκιλλιανοὶ ἐν τῇ Πεπούζῃ ἢ Κυΐντιλλαν ἢ Πρίσκιλλαν (οὐκ ἔχω <γὰρ> ἀκριβῶς λέγειν), μίαν δὲ ἐξ αὐτῶν ὡς προεῖπον ἐν τῇ Πεπούζῃ κεκαθευδηκέναι καὶ τὸν Χριστὸν πρὸς αὐτὴν ἐληλυθέναι συνυπνωκέναι τε αὐτῇ

τούτῳ τῷ τρόπῳ, ὡς ἐκείνη ἀπατωμένη ἔλεγεν· »ἐν ἰδέᾳ, φησί, γυναικός, ἐσχηματισμένος ἐν στολῇ λαμπρᾷ ἦλθε πρός με Χριστὸς καὶ ἐνέβαλεν ἐν ἐμοἰ τὴν σοφίαν καὶ ἀπεκάλυψέ μοι τουτονἰ τὸν τόπον εἶναι ἅγιον καὶ ὧδε τὴν Ἱερουσαλὴμ ἐκ τοῦ οὐρανοῦ κατιέναι«.

διό φασι καὶ ἄχρι τῆς δεῦρο μυεῖσθαί τινας οὕτω γυναῖκας ἐκεῖσε ἐν τῷ τόπῳ καὶ ἄνδρας, πρὸς τὸ ἐπιμεινάσας αὐτὰς ἢ αὐτοὺς.

τὸν Χριστὸν θεωρῆσαι. γυναῖκες γοῦν παρ᾿ αὐτοῖς καλοῦνται προφήτιδες. οὐ πάνυ δὲ σαφῶς οἶδα εἰ παρ᾿ αὐτοῖς ἢ παρὰ τοῖς κατὰ Φρύγας· ὁμοῦ γάρ εἰσι καὶ τὸ αὐτὸ φρόνημα κέκτηνται.

2. Κέχρηνται δὲ οὗτοι παλαιᾷ καὶ καινῇ διαθήκῃ καὶ ἀνάστασιν νεκρῶν ὁμοίως φάσκουσι. Κυΐντιλλαν δὲ ἔχουσιν ἀρχηγὸν ἅμα Πρισκίλλῃ, τῇ καὶ παρὰ τοῖς κατὰ Φρύγας.

φέρουσι δὲ μαρτυρίας πολλὰς ματαίας, χάριν διδόντες τῇ Εὔᾳ, ὅτι πρώτη βέβρωκεν ἀπὸ τοῦ ξύλου τῆς φρονήσεως· καὶ τὴν ἀδελφὴν τοῦ Μωυσέως προφήτιδα λέγουσιν, εἰς μαρτυρίαν τῶν παρ᾿αὐτοῖς καθισταμένων γυναικῶν ἐν κλήρῳ. ἀλλὰ καί, φησί, τέσσαρες θυγατέρες ἦσαν τῷ Φιλίππῳ προφητεύουσαι.

πολλάκις δὲ ἐν τῇ αὐτῶν ἐκκλησίᾳ εἰσέρχονται λαμπαδηφοροῦσαι ἐπτά τινες παρθένοι, λευχείμονες παρθένοι, λευχείμοννες δῆθεν ἐρχόμεναι, ἵνα προφητεύσωσι τῷ λαῷ.

αἱ δὲ τρόπον τινὰ ἐνδεικνύμεναι ἐνθουσιασμοῦ τοῖς παροῦσι λαοῖς ἀπάτην ἐργάζονται κλαίειν τε ποιοῦσιν πάντας ὡς εἰς οἶκτον μετανοίας ἄγουσαι,δάκρυα χεόμεναι καὶ σχήματί τινι ἐποδυρόμεναι τὸν τῶν ἀνθρώπων βίον.

ἐπίσκοποί τε παρ᾿αὐτοῖς γυναῖκες καὶ πρεσβύτεροι γυναῖκες καὶ τὰ ἄλλα. ὧν μηδὲν διαφέρειν φασίν »ἐν γὰρ Χριστῷ Ἰησοῦ οὕτε ἄρσεν οὕτε θῆλυ«.

ταῦτά ἐστιν ἃ κατειλήφαμεν. Ἀρτοτυρίτας δὲ αὑτοὺς καλοῦσιν ἀπὸ τοῦ ἐν τοῖς αὐτῶν μυστηρίοις ἐπιτιθέντας ἄρτον καὶ τυρὸν [καὶ] οὕτως ποιεῖν τὰ αὐτῶν μυστήρια.

3. πᾶσα δὲ ἀνθρώπων χλεύη ἐν τῷ ἀποστῆναι <καθέστηκεν> ἀπὸ τῆς ὁρθῆς πίστεως καὶ εἰς ἀμηχανίαν τρέπεσθαι καὶ εἰς διαφορὰς ἐνθουσιασμῶν τε καὶ ὀργίων. ἐκβακχευόμεναι γὰρ αἱ διάνοιαι ἀεὶ τοὺς μὴ κατέχοντας τὴν ἄγκυραν τῆς ἀληθείας, ἀλλ᾿ἐπιδιδόντας ἐαυτοὺς τῷ * φέρουσι κατὰ πᾶσαν ὁτιοῦν αἰτίαν.

κἄν τε γὰρ γυναῖκες παρ᾿ αὐτοῖς εἰς ἐπισκοπὴν καὶ πρεσβυτέριον καθίστανται διὰ τὴν Εὔαν, ἀκούσωσι τοῦ κυρίου λέγοντος »πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει«.

λέληθε δὲ αὐτοὺς καὶ ὁ ἀποστολικὸς λόγος ὅτι »γυναικὶ οὐκ ἐπιτρέπω λαλεῖν οὔτε αὐθεντεῖν ἀνδρός« καὶ πάλιν »οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός. ἀλλὰ γυνὴ ἐξ ἀνδρός« καὶ »ὁ Ἀδὰμ οὐκ ἠπάτηται, ἀλλ᾿ ἡ Εὔα πρώτη ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν«. καὶ ὦ τῆς πολυφόρου πλάνης τοῦ κόσμου τούτου.

διὸ ὡς νωδόν τι καὶ ἀφροσύνης ἔμπλεον ἀσκαλαβώτου δίκην * ταύτην παρελθὼν ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, ὦ ἀγαπητοί, θεὸν ἐπικαλούμενος καλούμενος εἰς βοήθειαν τῆς ἡμετέρας ταπεινότητος καὶ εἰς πλήρωσιν τῆς ἡμῶν ἐπαγγελίας.
Haeresis 50: Κατὰ Τεσσαρεσκαιδεκατιτῶν λݲ, τῆς δὲ ἀκολουθίας νݲ

Ἀπὸ τούτων τῶν δύο αἱρέσεων τῶν ὁμοῦ ἀλλήλαις μιχθεισῶν, κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανῶν ἤτοι Πρισκιλλιανῶν, ἀνέκυψε πάλιν τῷ κόσμῳ ἑτέρα αἵρεσις Τεσσαρεσκαιδεκατιτῶν οὕτως καλουμένη.

καὶ οὗτοι μὲν πάντα ἔχουσιν ὡς ἡ ἐκκλησία, σφάλλονται δὲ ἀπὸ πάντων διὰ τὸ μὴ τῇ ἀκολουθίᾳ καὶ τῇ διδασκαλίᾳ τοῦ θεσμοῦ προσανέχειν, Ἰουδαϊκοῖς ἔτι μύθοις προσανέχοντες. καὶ οὐδὲ τὰ ἴσα αὐτοῖς δογματίζουσιν· »οὐ γὰρ ἃ λέγουσιν οἴδασιν οὔτε περὶ τίνων διαβεβαιοῦνται«.

ἅπαξ γὰρ τοῦ ἔτους μίαν ἡμέραν τὸ Πάσχα οἱ τοιοῦτοι φιλονείκως ἄγουσι, καίτοι γε περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καλῶς καὶ ἴσως <ἡμῖν> ἔχοντες, προφήτας τε δεχόμενοι καὶ ἀποστόλους καὶ εὐαγγελιστάς, ἀνάστασιν δὲ σαρκὸς ὁμοίως ὁμολογοῦντες καὶ κρίσιν ἐσομένην καὶ ζωὴν αἰώνιον.

περιέπεσαν δὲ ἀστοχήματι καὶ οὐ τῷ τυχόντι οὗτοι, δῆθεν κεχρημένοι τῷ ῥητῷ ᾧ εἶπεν ὁ νόμος ὅτι »ἐπικατάρατος ὃς οὐ ποιήσει τὸ Πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός«.

ἕτεροι δὲ ἐξ αὐτῶν τὴν αὐτὴν μίαν ἡμέραν ἄγοντες καὶ τὴν αὐτὴν μίαν ἡμέραν νηστεύοντες καὶ τὰ μυστήρια ἐπιτελοῦντες, ἀπὸ τῶν Ἄκτων δῆθεν Πιλάτου αὐχοῦσι τὴν ἀκρίβειαν εὑρηκέναι, ἐν οἷς ἐμφέρεται τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων τὸν σωτῆρα πεπονθέναι.

καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ βούλονται ἄγειν τὸ Πάσχα ὁποίᾳ δἂν ἐμπέσῃ ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης· οἱ δὲ ἐν τῇ Καππαδοκίᾳ τὴν αὐτὴν μίαν ἡμέραν τὴν πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων ἄγουσι.

καὶ ἐν αὐτοῖς δὲ στάσις οὐχ ἡ τυχοῦσα, τῶν μὲν λεγόντων τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, τῶν δὲ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων.

ἔτι δὲ εὕραμεν ἀντίγραφα Ἄκτων Πιλάτου, ἐν οἷς σημαίνει πρὸ δεκαπέντε καλανδῶν Ἀπριλλίων τὸ πάθος γεγενῆσθαι· τἀληθῆ δέ, ὡς ἐκ πολλῆς ἀκριβείας ἔγνωμεν, ἐν τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων τὸν σωτῆρα πεπονθέναι κατειλήφαμεν· τινὲς δὲ τῇ πρὸ δέκα καλανδῶν Ἀπριλλίων λέγουσιν.

ἐξέπεσον δὲ καὶ οὗτοι τοῦ προκειμένου. δέδια δὲ καὶ περὶ τούτων ἐπὶ πλεῖστον μηκῦναι τὸ λόγον· πολλὰ γὰρ ἔχομεν λέγειν.

2. Πληρώσας γὰρ ὁ νομοθέτης τὸν πάντα νόμον Μωυσῆς, ἐκ θεοῦ λαβὼν τὸ πρόσταγμα ἐν τῇ ἐσχάτῃ βίβλῳ τουτέστιν Δευτερονομίῳ τίθησι πάσας τὶς κατέρας, ὀὐ μόνον περὶ Πάσχων ἀλλὰ καὶ περὶ περιτομῆς καὶ περὶ δεκατώσεως καὶ προσφορῶν·

ὥστε οὖν εἰ μίαν κατάραν πεφεύγασιν, εἰς πολλὰς ἑαυτοὺς ἐνέπειραν· εὑρεθήσονται γὰρ ἐπικατάρατοι μὴ περιτεμνόμενοι, ἐπικατάρατοι μὴ ἀποδεκατοῦντες καὶ ἐπικατάρατοι γίνονται μὴ εἰς Ἱερουσαλὴμ προσφέροντες.

καὶ ὦ τῶν ἀνθρώπων τῶν εἰς πολλὰς ἑαυτοὺς ἐρεσχελίας ἐμβαλλόντων· ἀληθῶς γὰρ ἔστιν εἰπεῖν ἐκεῖνο τὸ ῥῆμα τὸ συεντὸν τοῦ Ἐκκλησιαστοῦ, τὸ ἐκ πνεύματος ἁγίου ἡμῖν διεσταλμένον ὅτι »τοῦτο ἔγων ὁ Ἐκκλησιαστής, ὅτι ὁ θεὸς συνετὸν ἀνθρωπον ἐποίησεν εὐθῆ, αὐτοῖ δὲ ἐζήτησαν αὑτοῖς πολλὰς ὁδούε«.

πόθεν γὰρ οὐ διαπίπτει τούτων ἡ διάνοια; πρῶτον γὰρ εἰ τῇ τεσσαρεσκαιδεκάτῃ τὸ Πάσχα ἄγουσι, χρείαν ἔχουσι τὸ πρόβατον λαβεῖν ἀπὸ δεκάτης καὶ τηρεῖν αὐτὸ ἕως τεσσαρεσκαιθεκάτης, καὶ οὐκέτι μία ἡμέρα ἔσται τῆς νηστείας ἀλλὰ πέντε, ἥ τε δεκάτη καὶ ἑνδεκάτη καὶ δωδεκάτη καὶ τρισκαιδεκάτη καὶ τεσσαρεσκαιδε κάτη·

ἐὰν δὲ πρὸς ἑσπέραν τυθῇ τὸ Πάσχα, ἡ αὐτὴ τεσσαρεσκαιδεκάτη ἐπιφώσκουσα ἓξ ἐπιτελεῖ ἡμέρας ἐν τῇ νηστείᾳ, καὶ οὐκέτι μία ἔσται τῆς νηστείας καὶ διέπεσεν ἡ περι μιᾶς ἡμέρας αὐτῶν ζήτησις, οὐ μία τις οὖσα.

ἔστι γὰρ τὰ πρωτότυπα συνεζευγμένα καὶ ἐζημίωνται οὐκ ὀλίγην κατὰ θεὸν πραγματείαν. ἔδει γὰρ τὸν Χριστὸν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ θύεσθαι κατὰ τὸν νόμον, ὅπως λήξῃ παρ᾿ αὐτοῖς τὸ φωτίζον αὐτοὺς φῶς κατὰ τὸν νόμον, τοῦ ἡλίου ἀνατείλαντος καὶ σκεπάσαντος τῆς σελήνης τὸ σέλας.

ἀπὸ γὰρ τεσσαρεσκαιδεκάτης καὶ κάτω φθίνει τὸ φαινόμενος τῆς σελήνης· οὕτω καὶ ἐν τῷ νόμῳ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ πάθους ἠμαυρώθη ἡ Ἰουδαϊκὴ συναγωγή, κατηύγασε δὲ τὸ εὐαγγέλιον, μὴ καταλυθέντος τοῦ νόμου ἀλλὰ πληρωθέντος, μὴ καταργηθέντος τοῦ τύπου ἀλλὰ παραστήσαντος τὴν ἀλήθειαν.

οὕτω γὰρ καὶ ἐν τῷ πεποιηκέναι τὸ Πάσχα ἐν τῇ Ἱεριχὼ εὐθὺς ἐπήνεγκεν ἡ θεία γραφὴ λέγουσα »καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καὶ ἔφαγον ἐν Γαλγάλοις, καὶ ἐξέλιπε τὸ μάννα«,

προσμαρτυροῦσα αὐτοῖς [ἡ θεία γραφὴ] καὶ προφητεύουσα ὅτι τῷ πάθει κυρίου διὰ τὴν αὐτῶν ἐπαρνησιθεΐαν λήξει πρα᾿ αὐτοῖς ἡ βρῶσις ἡ ἀγγελικὴ καὶ ἐπουράνοις, ὅπερ μάννα παρ᾿ αὐτοῖς κέκληται.

3. Πανταχόθεν δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία περὶ τῆς χρείας ταύτης τῆς μυσταγωγίας συλλέγουσα τὸν σύνδεσμον οὐ διαπίπτει τῆς ἀληθείας.

κέχρηται γὰρ οὐ μόνον τῇ τεσσαρεσκαιδεκάτῃ, ἀλλὰ καὶ τῇ ἑβδομάδι τῇ κατὰ περίοδον ἀναδυκλουμένῃ <ἐν τῇ> τάξει τῶν τοῦ σαββάτου ἑπτὰ ἡμερῶν, ἵνα κατὰ τὰ ὑπὸ τοῦ κυρίου γενόμενα <ὡς> κατὰ τὸ πρωτότυπον εἴη ἡ ἀνάστασίς τε καὶ εὐωχία.

καὶ κέχρηται οὐ μόνον τῇ τεσσαρεσκαιδεμάτῃ τῆς σελήνης, ἀλλὰ καὶ τῷ δρόμῳ τοῦ ἡλίου, ἵνα μὴ ἐν ἑνὶ ἐνιαυτῷ δύο Πάσχα ποιοῦντες ἐν τῷ ἑτέρῳ μηδὲ ἓν Πάσχα τελέσωμεν.

διὸ παρατηρούμεθα μὲν τὴν τεσσαρεσκαιδεκάτην, ὑπερβαίνομεν δὲ τὴν ἰσημερίαν φέρομέν τε ἐπὶ τὴν ἁγίαν κυριακὴν τὸ τέλος τῆς συμπληρώσεως· λαμβάνομεν δὲ τὸ πρόβατον ἀπὸ δεκάτης, <τὸ> ὄνομα Ἰησοῦ ἐπιγνόντες διὰ τοῦ ἰῶτα, ἵνα μὴ λάθῃ ἡμᾶς μηδὲν τῶν κατὰ τὴν ἀλήθειαν πᾶσαν τῆς ζωτικῆς ταύτης τοῦ Πάσχα * τῆς ἐκκλησιαστικῆς καὶ ἀληθινῆς πραγματείας.

ὑπερβήσομαι δὲ καὶ τοῦτο τὸ ἐμφύσημα τοῦ βαιῶνος εἴτ᾿ οὖν φυσάλου ὄφεως, διὰ τῆς τοῦ Χριστοῦ δυνάμεως ἐπισφραγισάμενος καὶ ἐπὶ τὰς ἑξῆς τὸν νοῦν προτείνων, θεὸν συνήθως ἐπικαλούμενος εἰς βοήθειαν.
Haeresis 51: κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ

Καθεξῆς δὲ τούτων τῶν αἱρέσεων μετὰ τὴν κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανοὺς καὶ Τεσσαρεσκαιδεκατίτας οὕτω καλουμένους, ἀνεφύη τῷ βίῳ αἵρεσις ἑτέρα, ὥσπερ ἑρπετὸν ἀσθενές, μὴ δυνάμενος ἀντισχεῖν πρὸς τὴν ὀσμὴν τῆς δικτάμνου εἴτ᾿ στύρακος ἢ λιβανωτίδος ἢ τῆς ἀβροτόνου ἢ τῆς ὀσμῆς τῆς ἀσφάλτου ἢ τοῦ θυμιάματος ἢ τοῦ λίθου τοῦ γαγάτου ἢ τοῦ κέρατος τῆς ἐλάφου.

φαςὶ γὰρ οἱ ἐν τῇ πείρᾳ τούτων γεγονότες ταῦτα τὰ εἴδη ἀπελαστικὰ εἶναι ἑρπετῶν ἰοβόλων· καὶ τὴν μὲν δίκταμνον τίκταμνον τινὲς καλοῦσιν ἀπὸ τοῦ τοὺ παῖδας τῶν ἰατρῶν κεχρῆσθαι ταύτῃ εἰς τὴν τῶν τικτουςῶν γυναικῶν βοήθειαν. ὥστε ἀφ᾿ ἡμῶν εἰκότως ἀπεικάζεσθαι εἰς τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον ἀπὸ τῶν ἐπουρανίων, ἐκ πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννγμένον.

φησὶ γὰρ ὁ Σολομῶν περὶ τῆς ἄφρονος καὶ φαύλης γυναικὸς ὅτι »μισεῖ λόγον ἀσφαλείας«· οὕτως καὶ οὗτοι τὰ στερεὰ τοῦ κηρύγματος μεμισήκασιν, ἐπίγειοι ὄντες καὶ πρὸς τὰ ἐπουράνια ἀπεχθανόμενοι.

ὅθεν δεδιότες τὴν φωνὴν τοῦ ἁγίου πνεύματος τὴν λέγουσαν »φωνὴ κυρίου καταρτιζομένη ἐλάφους« * τοῦ εἰπόντος τοῖς ἑαυτοῦ δούλοις καὶ ἀποστόλοις »ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπὶ ὄφεις καὶ σκορπίους πίους καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ«.

αὕτη γὰρ ἦν ἡ φωνὴ ἡ καταρτιζομένη ἐλάφους, ἡ δοθεῖσα εἰς τὸν κόσμον διὰ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν καταπατῆσαι τὴν τοῦ διαβόλου ἐναντιότητα· ἐξ ὧν <ὢν> ὁ ἅγιος Ἰωάννης ἀκρότατα ἐπέστησε καὶ διήλεγξα τὴν δύναμιν τῶν πεπλανημένων καὶ ὀφιομόρφων.

2. Ἀλλὰ οὐκ ἰσχύσουσιν ἐν τῇ κιβωτῶν οἱ τοιοῦτοι. ἐπιτρέπειται γὰρ ὁ ἅγιος Νῶε κατὰ τὸ ῥῆμα κυρίου ἐπασφαλίσασθαι τὴν τοιαύτην, ὥς φησι πρὸς αὐτόν »ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν«, ἵνα δείξῃ τὸ εἶδος τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, ἐχούσης τῆς ἀσφάλτου τὴν δύναμιν, τὴν ἀποδιώκουσαν τὰ δεινὰ καὶ ὀλετήρια ἑρπετώδη διδάγματα· ὕπου γὰρ θυμιᾶται ἡ ἄσφαλτος, οὐκ ἰσχύει στῆναι ὄφις.

ἐκάρωσε τοίνυν αὐτοὺς τὸ ἅγιον θυμίαμα τοῦ στύρακος καὶ παραιτοῦνται τούτου τὴν εὐωδίαν καὶ * τῆς ἀβροτόνου εἴτ᾿ οὖν λιβανωτίδος ἡ δύναμις, κατ᾿ αὐτοῦ τοῦ ὄφεως ἐπιφύσασα καὶ ἐπάνω τοῦ λωλεοῦ αὐτοῦ ἐκβλαστήσασα.

ἔνθα γὰρ τὸν Χριστὸν ἐκ παρατριβῆς ψιλὸν ἄνθρωπον ἐκήρυττεν ὁ Ἐβίων καὶ ὁ Κήρινθος καὶ οἱ ἀμφ᾿ αὐτούς, φημὶ δὲ ἐν τῇ Ἀσίᾳ, ἐκεῖ τὸ πνεῦμα τὸ ἅγιον ἀνέτειλε τῷ κόσμῳ ταύτην τὴν ἁγίαν βοτάνην εἴτ᾿ οὖν θάμνον, τὴν ἀποδιώξασαν τὸν ὄφιν καὶ λύσασαν τὴν τοῦ διαβόλου τυραννίδα.

ἐκεῖ γὰρ ὁ ἅγιος Ἰωάννης μεθ᾿ ἡλικίαν γηραλέαν ἐπιτρέπεται ὑπὸ τοῦ πνεύμετος τοῦ ἁγίου κηρῦξαι καὶ ἀνακάμψαι τοὺς ἐν τῇ ὁδῷ πεπλανημένους· οὐ μετὰ ἀνάγκης, ἀλλὰ μετὰ προαιρέσεως τοῖς πειθομένοις ἀποκαλύψας θεοῦ τὸ φῶς τὸ ἐν τῇ ἁγίᾳ θεοῦ διδασκαλίᾳ.

ἀλλ᾿ ἕως πότε μηκύνω τὸν λόγον; καὶ γὰρ τῷ μὲν ὄντι ὅπου ἀναφύει ἡ ἀβρότονος, ἐκεῖ ὄφις οὐκέτι ἐγκαταμένει οὔτε ἐμφωλεύει, καὶ ὅπου θεοῦ ἀληθὴς διδασκαλία, οὐ κατισχύσει κατοικητήριον ἑρπετώδους διδασκαλίας, ἀλλὰ διολεῖται.

3. Φάσκουσι τοίνυν οἱ Ἄλογοι — ταύτην γὰρ αὐτοῖς ἐπιτίθημι τὴν ἐπωνυμίαν· ἀπὸ γὰρ τῆς δεῦρο οὕτως κληθήσονται καὶ οὕτως, ἀγαπητοί, ἐπιθῶμεν αὐτοῖς ὄνομα, τουτέστιν Ἀλόγων.

εἶχον μὲν γὰρ τὴν αἵρεσιν * καλουμένην, ἀποβάλλουσαν Ἰωάννου τὰς βίβλους. ἐπεὶ οὖν τὸν Λόγον οὐ δέχονται τὸν παρὰ Ἰωάννου κεκηρυγμένον, Ἄλογοι κληθήσονται.

ἀλλότριοι τοίνυν παντάπασιν ὑπάρχοντες τοῦ κηρύγματος τῆς ἀληθείας ἀρνοῦνται τὸ καθαρὸν τοῦ κηρύγματος καὶ οὔτε τὸ τοῦ Ἰωάννου εὐαγγέλιον δέχονται οὔτε τὴν αὐτοῦ Ἀποκάλυψιν.

καὶ εἰ μὲν ἐδέχοντο τὸ εὐαγγέλιον, τὴν δὲ Ἀποκάλυιν ἀπεβάλλοντο, ἐλέγομεν ἄν, μή πη ἄρα κατὰ ἀκριβολογίαν τοῦτο ποιοῦνται, ἀπόκρυφον μὴ δεχόμενοι διὰ τὰ ἐν τῇ Ἀποκαλύψει βαθέως καὶ σκοτεινῶς εἰρημένα.

ὁπότε δὲ οὐ δέχονται φύσει τὰ βιβλία τὰ ἀπὸ τοῦ ἁγίου Ἰωάννου κεκηρυγμένα, παντί τῳ δῆλον εἴη ὅτι οὗτοί εἰσι καὶ οἱ ὅμοιοι τούτοις, περὶ ὧν εἶπεν ὁ ἅγιος Ἱωάννης ἐν ταῖς καθολικαῖς ἐπιστολαῖς ὅτι »ἐσχάτη ὥρα ἐστὶ καὶ ἠκούσατε ὅτι Ἀντίχριστος ἔρχεται· καὶ νῦν ἰδοὺ Ἀντίχριστοι πολλοί« καὶ τὰ ἑξῆς.

προφασίζονται γὰρ οὗτοι, αἰσχυνόμενοι ἀντιλέγειν τῷ ἁγίῳ Ἰωάννῃ διὰ τὸ εἰδέναι αὐτοὺς τὸν αὐτὸν ἐν ἀριθμῷ τῶν ἀποστόλων ὄντα καὶ ἠγαπημένον ὑπὸ τοῦ κυρίου, ᾧ ἀξίως τὰ μυστήρια ἀπεκάλυπτεν καὶ ἐπὸ τὸ στῆθος αὐτοῦ ἀνέπεσε, καὶ ἑτέρως αὐτὰ ἀνατρέπειν πειρῶνται. λέγουσι γὰρ μὴ εἶναι αὐτὰ Ἰωάννου ἀλλὰ Κηρίνθου καὶ οὐκ ἄξια αὐτά φασιν εἶναι ἐν ἐκκλησίᾳ.

4. Καὶ ἀπ᾿ αὐτῆς τῆς ἐπιβολῆς εὐθὺς ἐλέγχονται, »μήτε ἃ λέγουσι νοοῦντες μήτε περὶ τίνων διαβεβαιοῦνται«. πῶς γὰρ ἔσται Κηρίνθου τὰ κατὰ Κηρίνθου λέγοντα;

Κήρινθος γὰρ πρόσφατον καὶ ψιλὸν τὸν Χριστὸν λέγει ἄνθρωπον, ὁ δὲ Ἰωάννης ἀεὶ ὄντα <αὐ>τὸν Λόγον κεκήρυχε καὶ ἄνωθεν ἥκοντα καὶ σαρκωθέντα. ἀπ᾿ αὐτῆς τοίνυν τῆς εἰσβολῆς ἐλήλεγκται ἡ τούτων μάταιος συκοφαντία μωρά τις οὖσα καὶ μὴ νοοῦσα πόθεν διελέγχεται.

δοκοῦσι γὰρ καὶ αὐτοὶ τὰ ἴσα ἡμῖν πιστεύειν, μὴ κατέχοντες δὲ τὰ ἀσφαλῇ τοῦ ἐκ θεοῦ οἰκονομηθέντος ἡμῖν διὰ τοῦ ἁγίου Ἰωάννου κηρύγματος εὑρεθήσονται διελεγχόμενοι ἐν οἷς ἀγνοοῦσι, πῶς κατὰ τῆς ἀληθείας ἐπαίρονται τὴν φωνήν.

καὶ ἐάν γε θελήσωσιν ἀνανῆψαί τε καὶ κατανοῆσαι, γνώσονται· ἡμεὶς γὰρ τὰς ἀπὸ τοῦ ἁγίου πνεύματος διδασκαλίας, ἀξιολόγως καὶ ἠσφαλισμένως ἐχούσας, οὐκ ἀποβάλλομεν.

φάσκουσι γὰρ καθ᾿ ἑαυτῶν, οὐ γὰρ εἴποιμι κατὰ τῆς ἀληθείας, ὅτι οὐ συμφωνεῖ τὰ αὐτοῦ βιβλία τοῖς λοιποῖς ἀποστόλοις. καὶ δοκοῦσι λοιπὸν ἐπιλαμβάνεσθαι τῆς ἁγίας καὶ ἐνθέου διδασκαλίας.

καὶ τί, φησίν, εἶπεν; ὅτι »ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος« καὶ ὅτι »ὁ Λόγος σάρξ ἐγένετο καὶ κατεσκήνωσεν ἐν ἡμῖν καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός,

πλήρης χάριτος καὶ ἀληθείας« καὶ εὐθύς »Ἰωάννης μαρτυρεῖ καὶ κέκραγε λέγων ὅτι οὗτός ἐστιν ὃν εἶπον ὑμῖν« καὶ ὅτι »οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσομου«· καὶ καθεξῆς φησι »καὶ εἶπον αὐτῷ οἱ ἀκούσαντες, Ῥαββί, ποῦ μένεις;«.

ἅμα δὲ ἐν ταὐτῷ »τῆ αὔριον, φησίν, ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀκολούθει μοι«·

καὶ μετὰ τοῦτο ὀλίγῳ πρόσθεν φησίν »καὶ μετὰ τρεῖς ἡμέρας γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐκλήθν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ δεῖπνον τοῦ γάμου καὶ ὖν ἐκεῖ ἡ μήτηρ αὐτοῦ«.

οἱ δὲ ἄλλοι εὐαγγελισταὶ φάσκουσιν αὐτὸν ἐν τῇ ἐρήμῳ πεποιηκέναι τεσσαράκοντα ἡμέρας, πειραζόμενον ὑπὸ τοῦ διαβόλου, καὶ τότε ὑποστρέψαντα παραλαβεῖν τοὺς μαθητάς.

καὶ οὐκ οἴδασιν οἱ ἀπαρακολούθητοι ὅτι ἑκάστῳ εὐαγγελιστῇ μεμελέτηται συμφώνως μὲν τοῖς ἑτέροις λαλῆσαι τὰ ὑπ᾿ ἐκείνων εἰρημένα, ἅμ δὲ τὰ μὴ ὑπ᾿ ἐκείνων ῥηθέντα, παραλειφθέντα δὲ οὕτως ἀποκαλύψαι· οὐ γὰρ ἦν αὐτῶν τὸ θέλημα, ἀλλὰ ἐκ πνεύματος ἁγίου ἡ ἀκολουθία καὶ ἡ διδασκαλία.

εἰ γὰρ τούτου βούλονται ἐπιλαμβάνεσθαι, μαθέτωσαν ὅτι οἱ ἄλλοι τρεῖς οὐκ ἀπὸ τῆς αὐτῆς ἐνήρξαντο ἀκολουθίας. Ματθαῖος γὰρ πρῶτος ἄρχεται εὐαγγελίζεσθαι, τούτῳ γὰρ ἦν ἐπιτετραμμένον τὸ εὐαγγέλιον κηρῦξαι ἀπ᾿ ἀρχῆς, ὡς καὶ ἐν ἄλλῆ αἱρίεσει περὶ τούτου διὰ πλάτους εἰρήκαμεν· οὐδὲν δὲ ἡμᾶς λυπήσει καὶ αὖθις περὶ τῶν αὐτῶν διαλαβεῖν, εἰσ παράστασιν ἀληθείας καὶ ἔλεγχον τῶν πεπλανημένων.

5. Οὗτος τοίνυν ὁ Ματθαῖος καταξιοῦται <πρῶτος κηρῦξαι> τὸ εὐαγγέλιον, ὡς ἔφην, καὶ δικαιότατα ἦν, ἔδει γὰρ τὸν ἐπὸ πολλῶν ἁμαρτημάτων ἐπιστρέψαντα καὶ ἀπὸ τοῦ τελωνείου ἀναστάντα καὶ ἀκολουθήσαντα τῷ ἐλθόντι ἐπὸ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων καὶ λέγοντι »οὐκ ἦλθον καλέσαι δικαίου, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν«, εἰς ὑπόδειγμα ἡμῆν τοῖς μέλλουσι σῴζεσθαι <ὁμοίως> τῷ ἐν τῷ τελωνείῳ ἀνάχθέντι καὶ ἀπὸ ἀδικίας ἀναστρέψαντι, <πρῶτον> παρασχέσθαι τὸ κήρυγμα τῆς σωτηρίας, ἵνα ἀπ᾿ αὐτοῦ μάθωσιν οἱ ἄνθρωποι τὴν τῆς παρουσίας φιλανθρωπίαν.

μετὰ γὰρ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐδωρήσατο αὐτῷ καὶ ἀνάστασιν νεκρῶν καὶ κάθαρσιν λέπρας καὶ ἰαμάτων δυνάμεις καὶ ἀπέλασιν δαιμονίων, ἵνα μὴ μόνον ἀπὸ τοῦ λόγου πείσῆ τοὺς ἀκούοντας, ἀλλὰ καὶ ἀπ᾿ αὐτοῦ τοῦ ἔργου <δύνηται> κηρῦξαι εὐαγγέλια, τοῖς ἀπολλυμένοις ὅτι σωθήσονται διὰ μετανοίας καὶ τοῖς πεπτωκόσιν ὅτι ἀναστήσονται καὶ τοῖς τεθνεῶσιν ὅτι ζωογονηθήσονται.

καὶ αὐτὸς μὲν οὖν ὁ Ματθαῖος Ἑβραϊκοῖς γράμμασι γράφει τὸ εὐαγγέλιον καὶ κηρύττει, καὶ ἄρχεται οὐκ ἀπ᾿ ἀρχῆς, ἀλλὰ διηγεῖται μὲν τὴν γενεαλογίαν ἀπὸ τοῦ Ἀβραάμ· »Ἀβραάμ, φησίν, ἐγέννησε τὸν Ἰσαὰκ καὶ Ἰσαὰκ τὸν Ἰακώβ« καὶ τὰ ἑξῆς ἄχρι τοῦ Ἰωσὴφ καὶ μαρίας.

καὶ ἀπ᾿ ἀρχῆς τάττει λέγων »βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ«, εἶτά φησιν »υἱοῦ Ἀβραάμ«, εἶτα ἐλθὼν ἐπ᾿ αὐτὸ τὸ ζητούμενόν φῃσι »τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. καὶ Ἰωσὴφ δίκαιος ὢν ἐξήτει ἀπολῦσαι αὐτὸν λάθρα.

καὶ ἰδού, ἄγγελος κυρίου ἐφάνη αὐτῷ κατ᾿ ὄναρ λέγων, μὴ ἀπολύσῆς τὴν γυναῖά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.

ἰδοὺ γάρ, γεννήσει υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν. καὶ τοῦτο, φησί, γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἴξει, καὶ τὰ ἑξῆς.

καὶ ἐγερθείς, φησίν, ἀπὸ τοῦ ὕπνου ἐποίησεν οὕτως ὁ Ἰωσὴφ καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἔως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

τοῦ δὲ Ἰησοῦ γεννηθέντος, φησίν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ«.

ποῦ οὖν ἡ πραγματεία τοῦ Ζαχαρίου, ποῦ τὰ τῷ Λουκᾷ πεπραγματευμένα; ποῦ ἡ ὀπτασία τοῦ ἀγγέλου; ποῦ ἡ προφητεία Ἰωάννου τοῦ βαπτιστοῦ; ποῦ ἡ τοῦ Ζαχαρίου ἐπιτίμησις, τοῦ μὴ δύνασθαι αὐτὸν λαλεῖν ἄχρις οὗ γένηται τὰ ὑπὸ τοῦ ἀγγέλου λελαλημένα;

ποῦ τὰ ὑπὸ τοῦ Γαβριὴλ τῂ παρθένῳ λεχθέντα; ποῦ ἡ παράστασις τῆς ἀσφαλείας, [τῆς] μετὰ συνέσεως τῆς Μαρίας αὐτῷ τῷ ἀγγέλῳ ἀποκριθείσης, ὡς ἠρώτα λέγουσα »πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;« καὶ ἡ μετὰ ἀκριβείας καθρὰ ὑφήγησις, ὡς εἶπεν αὐτῇ »πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;«

6. Τί οὖν ἐροῦμεν; ἐπεὶ μὴ κατήγγειλεν ὁ Ματθαῖος τὰ ὑπὸ τοῦ Λουκᾶ ῥηθέντα, ἄρα ἀσύμφωνος εἴη ὁ ἅγιος Ματθαῖος πρὸς τὴς ἀλήθειαν; ἢ οὐκ ἀληθεύει ὁ ἅγιος Λουκῆς, εἰπὼν <οὐδὲν> περὶ τῶν πρώτων τῷ Ματθαίῳ πεπραγματευμένων;

οὐχὶ ἑκάστῳ ἐμέρισεν ὁ θεός, ἵνα οἰ τέσσαρες εὐαγγελισταὶ ὀφείλοντες κηρῆξαι εὕρωσιν ἕκαστος τί ἐργάσωνται καὶ τὰ μὲν συμφώνως καὶ ἴσως κηρύξωσιν, ἵνα δείξωσιν ὅτι ἐκ τῆς αὐτῆς πηγῆς ὥρμηνται, τὰ δὲ ἑκάστῳ παραλειφθέντα ἄλλος διηγήσηται, ὡς ἔλαβε παρὰ τοῦ πνεύματος μέρος τῆς ἀναλογίας; τί δὲ ποιήσωμεν;

Ματθαίου μὲν κηρύττοντος ἐν Βηθλεὲμ τὴν Μαριὰμ γεγεννηκέναι, κατά <τε> τὰς παρ᾿ αὐτῷ γενεαλογίας ἀπὸ Ἀβραὰμ καὶ Καυὶδ * τὴν ἔνσαρκον Χριστοῦ θεοφάνειαν, ὡς οὐχ

εὑρίσκεται ὁ ἅγιος Μάρκος ταῦτα λέγων, ἀλλὰ ἀπὸ τῆς ἐν τῷ Ἰορδάνῃ πραγματείας ποιεῖται τὴν εἰσαγωγὴν τοῦ εὐαγγελίου καί φησιν »ἀρχὴ τοῦ εὐαγγελίου, ὡς γέγραπται ἐν Ἰσαΐᾳ τῷ προφήτῃ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«, *.

οὕτω καὶ τὰ τῷ ἑγίῳ Ἰωάννῃ πεπραγματευμένα καὶ ἐν ἁγίῳ πνεύματι ἠσφαλισμένα τὴν φροντίδα ἔσχεν, οὐ περὶ τῶν ἤδη κεκηρυγμένων πολλάκις μόνον λέγειν, ἀλλὰ περὶ τῶν ἀναγκαίως ὑπὸ τῶν ἄλλων εἰς αὐτὸν κηρυγμάτων καταλειφθέντων.

Ἡ γὰρ πᾶσα τῶν εὐαγγελίων ὐπόθεσις τοιοῦτον εἶχε τὸν τρόπον. Ματθαίου μὲν γὰρ κεκηρυχότος τὸν Χριστὸν γεννηθέντα καὶ ἐκ πνεύματος ἁγίου συλληφθέντα, ἐκ σπέρματός <τε> Δαυὶδ καὶ Ἀβραὰμ κατὰ σάρκα οἰκονομηθέντα, πλάνη τις γεγένηται τοῖς μὴ νενοηκόσιν (οὐ τοῦ εὐαγγελίου αἰτίου ὄντος αὐτοῖς εἰς τὸ πλανηθῆναι, ἀλλὰ τῆς αὐτῶν διανοίας πεπλανημένης) τὰ εἰς παράστασιν τῆς περὶ τῶν αὐτῶν πληροφορίας ἀπὸ τοῦ εὐαγγελίου καλῇ ὑπονοίᾳ ἐπινενοημένα.

ἔνθεν γὰρ οἱ περὶ Κήρινθον καὶ Ἐβίωνα ψιλὸν αὐτὸν ἄνθρωπον κατέσχον καὶ * Μήρινθον καὶ Κλεόβιον εἴτ᾿ οὖν Κλεόβουλον καὶ Κλαύδιον καὶ Δημᾶν καὶ Ἑρμογένην, τοὺς ἀγαπήσαντας τὸν ἐνταῦθα αἰῶνα καταλείψαντας τὴν ὁδὸν τῆς ἀληθείας.

ἀντιλέγοντες γὰρ τοῖς τοῦ κυρίου μαθηταῖς κατ᾿ ἐκεῖνο καιροῦ ἀπὸ τῆς κατὰ τὸν Ἀβραὰμ καὶ Δαυὶδ γενεαλογίας τὴν αὐτῶν ἄνοιαν παριστᾶν ἐπειρῶντο, οὐ καλῶς μὲν οἰόμενοι, πλὴν ἐντεῦθεν τὴν πρόφασιν θηρώμενοι.

ἀντελέγοντο γὰρ πολλάκις ὑπὸ τοῦ ἁγίου Ἰωάννου καὶ τῶν ἀμφ᾿ αὐτόν, Λευκίου καὶ ἄλλων πολλῶν, παρατρίψασα δὲ ἑαυτῆς τὸ μέτωπον ἡ ἀναισχυντία τὰ ἑαυτῆς κακὰ ἐπισπᾶσθαι ἐφιλοτιμήσατο.

εὐθὺς δὲ μετὰ τὸν Ματθαῖον ἀκόλουθος γενόμενος ὁ Μάρκος τῷ ἁγίῳ Πέτρῳ ἐν Ῥώμῃ ἐπιτρέπεται τὸ εὐαγγέιον ἐκθέσθαι καὶ γράψας ἀποστέλλεται ὑπὸ τοῦ ἁγίου Πέτρου εἰς τὴν τῶν Αἰγυπτών χώραν.

οὗτος δὲ εἷς ἐτύγχανεν ἐκ τῶν ἑβδομήκοντα δύο, τῶν διασκορπισθέντων ἐπὶ τῷ ῥήματι ᾧ εἶπεν ὁ κύριος »ἐὰν μή τις φήγῃ μου τὴν σάρκα καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔστι μου ἄξιος«, ὡς τοῖς τὰ εὐαγγέλις ἀναγνοῦσι σαφὴς <εἴη> ἡ παράστασις· ὅμως διὰ Πέτρου ἐπανακάμψας εὐαγγελίζεσθαι καταξιοῦται, πνεύματι ἁγίῳ ἐμπεφορημένος.

ἄρχεται δὲ κηρύττειν ὅθεν τὸ πνεῦμα αὐτῷ παρεκελεύσατο, τὴν ἀρχὴν τάττων ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, μετὰ ἔτη τριάκοντα τῆς τοῦ Ματθαίου πραγματείας.

δευτέρου δὲ γενομένου εὐαγγελιστοῦ καὶ γὴ περὶ τῆς ἄνωθεν καταγωγῆς τοῦ θεοῦ Λόγου τηλαυγῶς σημήναντος, ἀλλὰ πάντῃ μὲν ἐμφαντικῶς, οὐ μὴν κατὰ ἀκριβολογίαν τοσαύτην, γέγονε τοῖς προειρημένοις ἠπατημένοις εἰς δεύτερον σκότωσις τῶν διανοημάτων τοῦ μὴ καταξιωθῆναι πρὸς φωτισμὸν τοῦ εὐαγγελίου·

λεγόντων αὐτῶν ὅτι ἰδοὺ καὶ δεύτερον εὐαγγέλιον περὶ Χριστοῦ σημαῖνον καὶ οὐδαμοῦ ἄνωθεν λέγον τὴν γέννησιν ἀλλά, φησίν, ἐν τῷ Ἰορδάνῃ κατῆλθεν τὸ πνεῦμα ἐπ᾿ αὐτὸν καὶ * φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ᾿ ὃν ηὐδόκησα.

7. Ἐπειδὴ δὲ ταὺτα οὕτως ἐν τοῖς τοιούτοις ἀνοήτοις ἐτελεῖτο, ἀναγκάζει τὸ ἅγιον πνεῦμα καὶ ἐπινύττει τὸν ἅγιον Λουκᾶν ὡς ἀπὸ βάθους κατωτάτου τὴν διάνοιαν τῶν ἠπατημένων ἀνενέγκι καὶ τὰ ὑπὸ τῶν ἄλλων καταλειφθέντα αὖθις ἐπιβάλλεσθαι.

ἵνα δὲ μή τις τῶν πεπλανημένων ἠγήσηται μυθωδὼς αὐτὸν ἐκφράσαι τὴν γέννησιν, ἐπὶ τὰ ἄνω ἀναφέρει τὸ ἔρηον,

διὰ δὲ τὴν ἀκρίβειαν ἀληθείας ἐμμάρτυρας τοὺς ὑπηρέτας τοῦ λόγου γενομένους παρειςάγει φάσκων »ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν«, ἵνα τινὰς μὲν ἐπιχειρητὰς δείξῃ, φημὶ δὲ τοῦς περὶ Κήρινθον καὶ Μήρινθον καὶ τοὺς ἄλλους·

εἶτα τίφησιν; »ἔδοξε κἀμοὶ καθεξὴς παρηκολουθηκότι ἄνωθεν τοῖς αὐτόπταις καὶ ὑπηρέταις τοῦ λόγου γενομένοις γράψαι σοι, κράτιστε θεόφιλε (εἴτ᾿ οὖν τινὶθεοφίλῳ τότε γράφων τοῦτο ἔλεγεν ἢ παντὶ ἀνθρώπῳ θεὸν ἀγαπῶντι), ἵνα ἐπιγνῷς περὶ ὧν, φηςί, κατηχήθης λόγων τὴν ἀσφάλειαν«·

καὶ τὴν μὲν κατήχησιν προτεταγμένην ἔφασκεν, ὡς ἤδη ὑπὸ ἄλλων μὲν κεκατηχῆσθαι, οὐκ ἀσφαλῶς δὲ παρ᾿ αὐτῶν μεμαθηέναι τὴν ἀκρίβειαν.

εἶτά φησιν »ἐγένετο ἐν ἠμέραις Ἡρῴδου τοῦ βασιλέως ἐξ ἐφημερίας Ἀβιὰ τοῦ ἀρχιερέως ἱερεύς τις ὀνόματι Ζαχαρίας καὶ γυνὴ αὐτῷ ἐκτῶν θυγατέρων Ἀαρών, ᾗ ὄνομα Ἐλιςάβετ«.

καὶ ἄρχεται πρὸ τοῦ Ματθαίου· ὁ μὲν γὰρ Ματθαῖος ἐσήμανε τριακονταετῆ χρόνον ἀπ᾿ ἀρχῆς, ὁ δὲ Μάρκος τὰ μετὰ τὰ τριάκοντα ἔτη ἔτατεν, τὴν ἐν τῷ Ἰορδάνῃ γενομένην ἐν ἀληθείᾳ πραγματείαν, ὅμοια τῷ Ματθαίῳ καὶ τῷ Λουκᾷ.

ὁ δὲ ματθαῖος ἀπὸ τριακονταετοῦς χρόνου πρὸ τῆς ἐν τῷ Ἰορδάνῃ καὶ τοῦ βαπτίσματος πραγματείας τὸ διήγημα ἐποιεῖτο· Λουκὰς δὲ πρὸ τοῦ χρόνου τοῦ συλληφθῆναι τὸν σωτῆρα ἐν γαστρὶ ἀπὸ ἕξ μηνῶν τὸν χρόνον ἐδήλου, καὶ ἐννέα μηνῶν πάλιν καὶ ὀλίγων ἡμερῶν τῆς συλλήψεως τοῦ κυρίου, ὡς εἶναι τὸν πάντα χρόνον τριάκοντα ἕν ἔτος και ἐπέκεινα.

διηγεῖται δὲ καὶ τὴν τῶν ποιμένων διὰ [τὴν] τῶν εὐαγγελισαμένων ἀγγέλων θεοπτίαν, καὶ ὡς ἐγεννήθη ἐν Βηθλεὲμ καὶ ἐσπαργανώθη ἐν φάτνῃ καὶ τῇ ὀγδόῃ περιετμήθη, καὶ ὡς ἐν τεσσαράκοντα ἡμέραις κατὰ τὸν νόμον προσφορὰν ὑπὲρ αὐτοῦ ἐπετέλουν καὶ ὡς ὁ Συμεὼν <αὐτὸν> ἐν ἀγκάλαις ἐδέκετο καὶ ὡς Ἄννα ἀνθωμολγεῖτο θυγάτηρ Φανουήλ, καὶ ὡς ἐν Ναζαρὲτ ἀπῄει καὶ ὡς κατ ἔτος ἀνῄει εἰς Ἱερουσαλὴμ ἄμα τοῖς γουεῦσι τελοῦσιν ὑπὲρ αὐτοῦ τὰ κατὰ τὸν νόμον, ὦν οὐδὲν τῷ Ματθαίῳ ἐπείργασται οὐδὲ τῷ Μάρκῳ ἀλλὰ μὴν οὐδὲ τῷ Ἰωάννῃ.

8. ὅθεν καὶ τινες ἄλλοι ἐξ Ἑλλήνων φιλοσόφων, φημὶ δὲ Πορφύριος καὶ Κέλσος καὶ φιλοσαββάτιος, ὁ ἐκ τῶν Ἰουδαίων ὁρμώμενος δεινὸς καὶ ἀπατεὼν ὄφις, [εἰς] τὴν κατὰ τῆς εὐαγγελικῆς πραγματείας διεξιόντες ἀνατροπὴν τῶν ἀγίων εὐαγγελιστῶν κατηγοροῦσι, ψυκικοὶ καὶ σαρκικοὶ ὑπάρχοντες, κατὰ σάρκα δὲ στρατευόμενοι καὶ θεῷ εὐαρεστῆσαι ἀδυνάτως ἔχοντες καὶ τὰ διὰ τοῦ πνεύματος <εἰρημένα>

μὴ νενοηκότες. ἕκαστος γὰρ <αὐτῶν> προσκόπτων τοῖς λόγοις τῆς ἀληθείας διὰ τὴν ἐν αὐτῷ τύφλωσιν τῆς ἀγνωσίας, εἰς τοῦτο ἐμπίπτοντες ἔλεγον· πῶς δύναται ἡ αὐτὴ ἡμέρα [εἶναι] τῆς ἐν Βηθλεὲμ γεννήσεως αὐτὴ καὶ περιτομὴν ἔχειν ὀκταήμερον καὶ διὰ τεσσαράκοντα ἡμερῶν τῆν ἐν Ἱ4εροσολύμοις ἄνοδον καὶ τὰ ἀπὸ Συμεῶνος καὶ Ἄννας εἰς αὐτὸν τετελεσμένα, ὁπότε ἐν τῇ

νυκκτὶ ᾖ ἐγεννήθη πέφηνεν αὐτῷ, φησίν, ἄγγελος, μετὰ τὴν τῶν μάγων ἔλευσιν τῶν ἐλθόντων προσκυνῆσαι αὐτῷ καὶ ἀνοιξάντων τὰς πήρας καὶ προσενεγκάντων, ὥς φησιν »ὤφθη αὐτῷ ἄγγελος λέγων· ἀναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὸ παιδίον, καὶ πορεύου εἰς Αἴγυπτον, ὅτι ζητεῖ Ἡρῴδης τὴν ψυκὴν τοῦ παιδίου«.

εἰ τοίνυν ἐν αὐτῇ τῇ νυκτὶ ᾖ γεγέννηται παρλήφθη εἰς Αἴγυπτον καὶ ἐκεῖ ἦν, ἕως ὅτου ἀπέθανεν Ἡρῴδης, πόθεν δύναται ἐπιμεῖναι [καὶ] ὀκταήμερον καὶ περιτμηθῆναι; ἢ πῶς μετὰ τεσσαράκοντα * εὑρίσκεται Λουκᾶς ψευδόμενος, ὥς φασι βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι φησίν »ἐν τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἀνήνεγκαν αὐτὸν εἰς Ἱερουσαλὴμ κἀκεῖθεν <ὑπέστρεψαν> εἰς Ναζαρέτ«;

Καὶ οὐκ οἴδασιν οἱ ἀγνωσίᾳ κατεχόμενοι τοῦ ἁγίου πνεύματος τὴν δύναμιν· ἑκάστῳ γὰρ τῶν εὐαγγελιστῶν ἐδωρήσατο ἑκάστου χρόνου καὶ καιροῦ διηγεῖσθαι τὰ ἐν ἀληθείᾳ πληρωθέντα. καὶ ὁ μὲν Ματθαῖος διηγησάμενος μόνον ὅτι ἐγεννήθη ἐν πνεύματι ἁγίῳ καὶ ὅτι συνελήφθη ἄνευ σπέρματος ἀνδρός, οὐδὲν περὶ περιτομῆς εἶπεν οὐδὲ περὶ τῶν δύο ἐτῶν τι τῶν εἰς αὐτὸν μετὰ τὴν γέννησιν γεγενημένων, ἀλλὰ διηγεῖται τὴν ἔλευσιν τῶν μάγων,

ὡς ἐπιμαρτυρεῖ ἡμῖν ὁ ἀληθὴς τοῦ θεοῦ λόγος, ἐρωτῶντος τοῦ Ἡρῴδου παρὰ τῶν μάγων τὸν χρόνον καὶ ἠκριβωκότος τοῦ φαινομένου ἀστέρος, καὶ τῶν μάγων τὴν ἀπόκρισιν, ὅτι ἀπὸ δύο ἐτῶν καὶ κατωτέρω· ὡς μὴ εἶναι τὸν χρόνον τοῦτον τὸν τῷ Λουκᾷ πεπραγματευμένον.

ἀλλ᾿ ὁ μὲν Λουκᾶς τὰ πρὸ <τῶν> δύο ἐτῶν διηγεῖται, Ματθαῖος δὲ εἰπὼν τὴν γέννησιν ἀπεπήδησεν εἰς τὸν διετῆ χρόνον καὶ ἐδήλωσε τὰ γενόμενα μετὰ <τὰ> δύο ἔτη.

διὸ καὶ ὁ Ἡρῴδης διανοηθεὶς τοῦτο μετὰ τὸ ἀπονεῦσαι τοὺς μάγους δι᾿ ἑτέρας ὁδοῦ ᾠήθη ἐν τῶ πλήθει τῶν παίδων καὶ αὐτὸν <τὸν> γεννηθέντα εὑρεθήσεσθαι καὶ σὺν αὐτοῖς ἀποκτέννυσθαι.

ἐκέλευσε γὰρ τοὺς ἐν τοῖς ὁρίοις Βηθλεὲμ παῖδας ἀποκτανθῆναι, τοὺς ἀπὸ δύο ἐτῶν καὶ κατωτέρω, ἕως αὐτῆς τῆς ἡμέρας ἧς οἱ μάγοι παρ᾿ αὐτῷ ἐγένοντο. ἔνθεν οὖν τίνι οὐ φανεῖται ὅτι ὅτε ἦλθον οἱ μάγοι δύο ἦν ἐτῶν ὁ παῖς γεγεννημένος;

καὶ γὰρ καὶ αὐτὴ ἡ πραγματεία τὴν πὰσαν ἀκρίβειαν σαφηνίζει. ὁ μὲν γὰρ Λουκᾶς λέγει ἐσπαργανῶσθαι τὸν παῖδα εὐδὺς γεγεννημένον καὶ κεῖσθαι ἐν φάτνῃ καὶ ἐν σπηλαίῳ διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι.

ἀπογραφὴ γὰρ τότε ἦν καὶ οἱ διασκορπισθέντες ἀπὸ τοῦ χρόνου τῶν πολέμων τῶν ἐπὶ τοῖς Μακκαβαίοις γεγονότων ἐπὶ τὰ πανταχοῦ γῆς διεσκορπίσθησαν καὶ ὀλίγοι παντελῶς ἔμειναν ἐν Βηθλεὲμ κατοικοῦντες· διὸ ἔν τινι τῶν ἀντιγράφων τῶν εὐαγγελιστῶν καλεῖται πόλις τοῦ Δαυίδ, ἐν ἄλλῳ δὲ κώμην αὐτὴν φάσκει διὰ τὸ εἰς ὀλίγην γῆν αὐτὴν ἡκέναι.

ὅτε δὲ γέγονε τὸ κέλευσμα Αὐγούστου τοῦ βασιλέως καὶ ἀνάγκην ἔσχον οἱ διεσκορπισμένοι κατὰ τὰ αὐτῶν γένη ἐλθεῖν εἰς τὸν τόπον ἵνα ἀπογραφῶσιν, ἐπιρρέοντα τὰ πλήθη ἐνέπλησε τὸν τόπον καὶ οὐκ ἦν τόπος ἐν τῷ καταλύματι διὰ τὴν συνέχειαν.

λοιπὸν δὲ μετὰ τὴν ἀπογραφὴν ἀπῆλθεν ἕκαστος ὅποι γῆς τὴν καταμονὴν τῆς κατοικήσεως εἶχε· διὸ καὶ πλάτος ἐτύγχανεν ἐν τῇ γῇ.

ἐρχόμενοι δὲ ὡς εἰπεῖν μνήμης ἕνεκα τῶν ἐκεῖ γεγενημένων <τοῦ> πρώτου ἐνιαυτοῦ τελεσθέντος καὶ τοῦ δευτέρου πληρωθέντος ἦλθον οἱ γονεῖς ἐκεῖσε ἀπὸ τῆς Ναζαρὲτ ὡς εἰς τὴν πανήγυριν ταύτην.

διὸ καὶ ἡ ἔλευσις τῶν μάγων γεγένηται κατὰ τὴν τοιαύτην συγκυρίαν οὐκέτι ἴσως πη ἐν τῃ καταλύσει τότε τῆς Μαρίας καὶ Ἰωσὴφ διὰ τὴν τῆς ἀπογραφῆς παρουσίαν τῇ ὑπὸ τοῦ Λουκᾶ εἰρημένῃ. οὐ γὰρ ηὗρον τὴν Μαριὰμ ἐν τῷ σπηλαίῳ, ὅπου ἐγέννησεν· ἀλλὰ ὡς ἔχει τὸ εὐαγγέλιον, ὅτι ὡδήγει αὐτούς, φησίν,

ὁ ἀστὴρ ἄχρι τοῦ τόπου οὗ ἦν ἐκεῖ τὸ παιδίον.καὶ εἰσελθόντες​​​​​​​​​​​​​​​​​​​​​ ​​θόντες εἰς τὸν οἶκον ηὗρον τὸ βρέφος μετὰ Μαρίας, οὐκέτι ἐν φάτνῃ οὐκέτι ἐν σπηλαίῳ, ἀλλὰ ἐν οἴκῳ· ἵνα γνωσθῇ τῆς ἀληθείας ἡ ἀκρίβεια καὶ τοῦ χρόνου τῶν δύο ἐτῶν τὸ διάστημα, τουτέστιν ἐξότου ἐγεννήθη ἕως ὅτε παρεγένοντο οἱ μάγοι.

καὶ κατ᾿ ἐκείνην τὴν νύκτα μετὰ δύο ἔτη τῆς γεννήσεως ὤφθη ὁ ἄγγελος καὶ εἶπε παραλαβεῖν τὴν μητέρα καὶ τὸ παιδίον εἰς γῆν Αἰγύπτου. διὸ οὐκέτι Ἰωσὴφ ἀνακάμπτει εἰς Ναζαρέτ, ἀλλὰ ἀποδιδράσκει ἅμα τῷ παιδὶ καὶ τῇ μητρὶ αὐτοῦ εἰς Αἴγυπτον καὶ ἄλλα δύο ἔτη ποιεῖ ἐκεῖδε· καὶ οὕτως πάλιν ὁ ἄγγελος μετὰ τὴν τοῦ Ἡρῴδου τελευτὴν * ἐπιστρέφει ἐπὶ τὴν Ἰουδαίαν.

10. Τῴ γὰρ τριακοστῷ τρίτῳ τοῦ Ἡρῴδου γεννᾶται ὁ κύριος, τριακοστῷ πέμπτῳ ἦλθον οἱ μάγοι, τριακοστῷ ἑβδόμῳ ἔτει τελευτᾷ ὁ Ἡρῴδης καὶ διαδέχεται Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ τὸ βασίλειον, ποιήσας ἔτη ἔννέα βασιλεύων, καθάπερ μοι ἤδη ἐν ἄλλοις τόποις εἴρηται.

ἀνεχώρησεν οὖν ἀκούσας περὶ Ἀρχελάου καὶ ἐλθὼν κατῴκησεν εἰς Ναζαρὲτ καὶ ἐκεῖθεν πάλιν κατ᾿ ἔτος ἐνῄει εἰς Ἱερουσαλήμ.

ὁρᾷς ὅση τυγχάνει ἀκρίβεια ἐν τοῖς θείοις εὐαγγελίοις περὶ ἑκάστης πραγματείας. οἱ δὲ ἀγνοίᾳ φερόμενοι, τὸν ἑαυτῶν νοῦν σκοτώσαντες οὐκ ἴσασι τὸ τέλος ἑκάστου λόγου, ἀλλὰ ἁπλῶς κατὰ τῶν ἁγίων <εὐαγγελιστῶν> ἐπαίρουσι τὸ στόμα καὶ χαλῶσι τὴν γλῶτταν, μηδὲν μὲν λέγοντες ἐν ἀληθείᾳ, ἑαυτοὺς δὲ τῆς ζωῆς ἀπαλλοτριοῦντες.

Ἐνθεν γοῦν ὁ Λουκᾶς μετὰ τὸ διηγήσασθαι τὰ πρῶτα πάλιν λέγει πῶς ἐν τῷ δωδεκάτῳ ἔτει ἀνῆλθεν εἰς Ἱερουσαλήμ, ἵνα μὴ παραλείψῃ τόπον τοῖς νομίσασιν αὐτὸν ἁπλῶς ἄνδρα τέλειον ἐν κόσμῳ πεφηνέναι καὶ εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην ἡκέναι, ὡς ὑπελήφθη ὑπό τε Κηρίνθου καὶ Ἐβίωνος καὶ τῶν ἄλλων.

δεινὸς γὰρ ὁ ὄφις σκαληνῶς διαβαίνων ἐν μιᾷ γνώμῃ οὐχ ἵσταται, ἀλλὰ τοῖς μὲν δοκεῖ ἐκ παρατριβῆς καὶ σπέρματος ἀνδρὸς γεγενῆσθαι, τοῖς δ᾿ ἄλλοις ἁπλῶς ἄνθρωπος πεφηνέναι.

διὸ κατὰ τὸ λεπτὸν τὰ πάντα σιηγούμενοι οἱ ἅγιοι εὐαγγελισταὶ ἀκριβοῦσι. καὶ φύσει ὁ Λουκᾶς ὡς ἀπὸ κάτωθεν ἐπὶ τὰ ἄνω ἀναφέρων τὴν διάνοιαν φάσκει »ἦν δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήρ«.

τὸ δὲ νομίζεσθαι οὐκ ἀληθές ἐστιν, ἀλλὰ ἐν τάξει μὲν πατρὸς ἐτύγχανεν ὁ Ἰωσὴφ διὰ τὸ οὕτως τῷ θεῷ δεδόχθαι, οὐκ ἦν δὲ πατὴρ ὁ μὴ πρὸς τὴν Μαριὰμ ἐσχηκὼς συνάφειαν ἢ μόνον ὅτι ἀνὴρ ἐκλήθη διὰ τὸ μεμνηστεῦθαι πρεσβύτης ὀγδοήκοντα ἐτῶν που τυγχάνων πλείω ἐλάσσω καὶ ἔχων ἓξ υἱοὺς ἀπὸ τῆς ὄντως αὐτοῦ γαμετῆς πρώτης, ταύτην δὲ τὴν οἰκονομίαν παρειληφώς, ὡς καὶ ἄλλῃ που ἀκριβέστερον περὶ τούτου διῆλθον.

πῶς οὖν ὁ μὴ ἔχων συνάφειαν πατὴρ αὐτοῦ ἐτύγχανεν; ὅπερ ἀδύνατον.

11. Ἀλλὰ ἐρεῖς μοι, πῶς οὖν ἀνὴρ αὐτῆς ἐκέκλητο, εἰ μὴ ἔσχε ταύτην; ὁ δὲ ταῦτα ἀμφιβάλλων ἀγνοεῖ τὰ κατὰ τὸν νόμον, ὅτι ἐξότε ὀνομάζεται γυνὴ ἀνδρί, κἄν τε παρθένος εἴη κἄν τε ἐν οἴκῳ πατρὸς ἔτι ὑπάρχει, γυνὴ τοῦ ὠνομασμένου λέγεται ἡ τοιαύτη· τούτου ἕνεκεν ὁ ἅγιος ἄγγελός φησι »μὴ φοβηθῇς παραλαβεῖν τὴν γυναῖκά σου«.

καὶ ἵνα μή τις νομίσῃ ὅτι πλάνη τις <ἐστὶν> ἐν τοῖς εὐαγγελίοις — ἔκπληκτον γὰρ τὸ μυστήριον καὶ ἡ διήγησις ὑπὲρ ἄνθρωπον, μόνοις δὲ τοῖς υἱοῖς τοῦ ἁγίου πνεύματός ἐστι πᾶσα λεία τε καὶ πεφωτισμένη —,

<φησί> »ἦν ὡς ἐτῶν τριάκοντα, ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰωσὴφ τοῦ Ἠλὶ τοῦ Ματθάν«, καὶ ἀναφέρει τὴν γέννησιν ἐπὶ τὸν Ἀβραάμ, ὅθεν καὶ ὁ Ματθαῖος ἐνήρξατο, ὑπερβαίνει δὲ τὸν Νῶς καὶ φθάνει ἐπὶ τὸν Ἀδάμ, ἵνα τὸν ἀπὸ πρώτης πλασθέντα σημάνῃ, ζητούμενον διὰ τοῦ ἀπὸ τοῦ φυράματος αὐτοῦ ἐλθόντος τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας.

ἦλθε γὰρ δι᾿ ἐκεῖνον τόν ποτε πλασθέντα καὶ τοὺς ὑπ᾿ αὐτοῦ γεγεννημένουσ, θέλοντας ζωὴν αἰώνιον κληρονομῆσαι· ὑπερβὰς δὲ τὸν Ἀδὰμ λέγει »τοῦ θεοῦ«.

ἐντεῦθεν λοιπὸν ἦν φανερώτατον ὅτι τοῦ μὲν θεοῦ ἦν υἱός, διὰ δὲ τοῦ σπέρματος τοῦ Ἀδὰμ κατὰ διαδοχὴν ἐν σαρκὶ παρεγένετο. ἀλλὰ οὐκ ἔσχον πάλιν φωτισμὸν οἱ πεπλανημένοι, ἀντέλεγον δὲ τῷ λόγῳ, ἑαυτοὺς πλανῶντες<καὶ τὸ ψεῦδος ἀγαπῶντες> ὑπὲρ τὴν ἀλήθειαν.

ἔφασκον δὲ ὅτι ἱδοὺ ἰδοὺ τρίτον εὐαγγέλιον τὸ κατὰ Δουκᾶν.τοῦτο γὰρ ἐπετράπη τῷ Δουκᾷ, ὄντι καὶ αὐτῷ ἀπὸ τῶν ἐβδομήκοντα δύο τῶν διασκορπιδθέντων ἐπὶ τῷ τοῦ σωτῆρος λόγῳ, διὰ δὲ Παύλου τοῦ ἁγίου πάλιν ἐπανακάμψαντι πρὸς τὸν κύριονν ἐπιτραπένται τε αὐτοῦ κηρῦξαι τὸ εὐαγγέλιον.

καὶ κηρύττει πρῶτον ἐν Δαλματίᾳ καὶ Γαλλίᾳ καὶ ἐν Ἰταλίᾳ καὶ Μακεδονίᾳ. ἁρχὴ δὲ ἐν τῇ Γαλλίᾳ, ὡς καὶ περὶ τινων τῶν αὐτοῦ ἀκολούθων λέγει ἐν ταῖς αὐτοῦ ἐπιστολαῖς ὁ αὐτὸς Παῦλος. »Κρήσκης, φησίν, ἐν τῇ Γαλλίᾳ«. οὐ γὰρ ἐν τῇ Γαλατίᾳ, ὥς τινες πλανηθέντες νομίζουσιν, ἀλλὰ ἐν τῇ Γαλλίᾳ.

12. Πλὴν ἐπὶ τὸ προκείμενον ἐλεύσομαι. ἀνενέγκαντος γὰρ τοῦ Λουκᾶ τὰς γενεαλογίας ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω καὶ φθάσαντος τὴν ἔμφασιν ποιήσασθαι τῆς ἅνωθεν τοῦ θεοῦ Δόγου παρουσίας ὁμοῦ τε συναφθέντος τῇ ἐνσάρκῳ αὐτοῦ οἰκονομίᾳ, ἵνα ἀποτρέψηται ἀπὸ τῶν πεπλανημένων τὴν πλάνην, οὑκ ἐνόησαν.

διὸ ὕστερον ἀναγκάζει τὸ ἅγιον πνεῦμα τὸν Ἰωάννην, παραιτούμενον εὐαγγελίσασθαι δἰ εὐλάβειαν καὶ ταπεινοφροσύνην, ἐπὶ τῇ γηραλέᾳ αὐτοῦ ἠλικίᾳ μετὰ ἔτηἐνενήκοντα τῆς αὐτοῦ ζωῆς, μετὰ τὴν ἀπὸ τῆς Πάτμου ἐπάνοδον τὴν ἐπὶ Κλαυδίου γενομένην Καίσαρος καὶ μετὰ ἱκανὰ ἔτη τοῦ διατρῖψαι αὐτὸν ἐπὶ τῆς Ἀσίας, [ἀναγκάζεται] ἐκθέσθαι τὸ εὐαγγέλιον.

καὶ οὐκ ἦν αὐτῷ χρεία περὶ τῆς ἐνσάρκου παρουσίας λεπτολογεῖν· ἤδη γὰρ ἠσφάλιστο. ἀλλὰ ὡς κατόπιν τινῶν βαίνων καὶ ὁρῶν αὐτοὺς ἐπὶ τὰ ἔμπροσθεν ὄντας καὶ ἐπὶ τὰ τὰ τραχύτατα ἑαυτοὺς ἐκδεδωκότας καὶ πλάνα καὶ ἀκανθώδη, ἀνακαλέσασθαι αὐτοὺς εἰς εὐθεῖαν ὁδὸν προενοεῖτο καὶ ἀσφαλιζόμενος ἐπικηρυκεύσασθαι αὐτοῖς καὶ εἰπεῖν· τί πλανάσθε; ποῖ τρέπεσθε; ποῖ πλανᾶσθε, Κήρινθε καὶ Ἐβίων καὶ οἱ ἄλλοι; οὐκ ἔστιν οὕτως ὡς νομίζετε.

ναί, ἐγεννήθη ὁ Χριστὸς κατὰ σάρκα δῆλον· ἰδοὺ γὰρ αὐτὸς ὁμολογῶ ὅτι ὁ Λόγος σὰρξ ἐγένετο. ἀλλὰ μὴ ἐξότε ἐγένετο σάρξ, νομίσητε τὸν αὐτὸν εἶναι· οὐκ ἔστι γὰρ ἀπὸ χρόνων Μαρίας μόνον, ὡς ἕκαστος ἡμῶν ἀφ᾿ ὅτου γεννᾶται ὑπάρχει, πρὶν δὲ τοῦ γεννηθῆναι οὐκ ἔστιν.

ὁ δὲ ἅγιος θεὸς Λόγος, ὁ υὁὸς τοῦ θεοῦ, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὐκ ἔστιν ἀπὸ χρόνων Μαρίας μόνον οὔτε ἀπὸ χρόνων Ἱωσὴφ μόνον, οὔτε Ἠλὶ οὔτε Λευὶ οὔτε Ζοροβάβελ οὔτε Σαλαθιὴλ οὔτε Νάθαν οὔτε Δαυὶδ οὔτε ἀπὸ Ἰακὼβ οὔτε ἀπὸ Ἰσαὰκ οὔτε ἀπὸ χρόνων τοῦ Ἀβραὰμ οὔτε Νῶε οὔτε Ἀδὰμ οὔτε ἀπὸ τῆς πέμπτης ἡμέρας οὔτε ἀπὸ τῆς τετάρτης ἡμέρας οὔτε ἀπὸ τῆς τρίτης οὔτε ἐξότε ὁ κόσμος, ἀλλά »ἐν ἀρχῇ

ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε« καὶ τὰ ἑξῆς. [»καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν,

καὶ εἴδομεν αὐτόν«.] εἶτα »ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾿ αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐντ τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἵματος καὶ σαρκός, ἀλλ᾿ ἐκ θεοῦ ἐγεννήθησαν.

καὶ ὁ Λόγος, φησί, σὰρξ ἐγένετο, καὶ κατεσκήνωσεν ἐν ἡμῖν. Ἰωάννης μαρτυρεῖ καὶ κέκραγε λέγων· οὗτος ἦν ὃν εἶπον ὑπῖν«· καὶ ὃτι »ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν«. καὶ λέγει »οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλὰ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«.

13. Καὶ ὅτε διήγηται ταῦτα πάντα, λέγει »ταῦτα ἐγένετο ἐν Βηθαβαρᾷ«· ἐν δὲ ἄλλοις ἀντιγράφοις »ἐν Βηθανίᾳ, πέραν τοῦ Ἰορδάνου«.

καὶ μετὰ ταῦτα δείκνυσιν ὅτι εἶπον αὐτῷ οἱ ἀπὸ Ἰωάννου μαθηταί· »Ῥαββί, ποῦ μένεις; ὁ δὲ εἶπε· δεῦτε καὶ ἴδετε· καὶ ἀπῆλθον, καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην.«

καὶ τῇ αὔριον, »ὥρα ἦν ὡς δεκάτη, ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ· εὑρίσκει αὐτὸς πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν Μεσσίαν, τὸν μεθερμηνευόμενον Χριστόν. οὗτος ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς,ὃ ἑρμηνεύεται Πέτρος.

τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος· ἔρχου καὶ ἴδε.

ἰδὼν δὲ ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκὴν εἶδόν σε. ἀπεκρίθη αὐτῷ Ναθαναὴλ καὶ εἶπε· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.

ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει. καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας« καὶ τὰ ἑξῆς, ἵνα δείξῃ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ καὶ μετὰ τὴν ἀπ᾿ αὐτοῦ τοῦ πειρασμοῦ ἐπάνοδον καὶ ὁρμὴν τὴν ἐπὶ Ναζαρὲτ καὶ Γαλιλαίαν, ὡς οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ ἔφησαν, πάλιν ἐπὶ τὸν Ἰορδάνην αὐτὸν ἡκέναι·

ὡς καὶ ἀπὸ τοῦ λόγου Ἰωάννου δειχθήσεται, φήσαντος οὕτως ὅτε εἶδεν αὐτὸν ἐρχόμενον τῇ ἐπαύριον [λέγει] »ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«. καὶ πάλιν τῇ ἄλλῃ ἡμέρᾳ ὡς εἶδεν αὐτὸν περιπατοῦντα ἔφη· »οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν«· »καὶ ἐμαρτύρησε, φησίν, Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν«.

τὸ δὲ »ἐμαρτύρησε« καὶ τό »οὗτός ἐστιν ὃν εἶπον ὑμῖν«, ὡς ἤδη περὶ ἄλλου καὶ ἄλλου καιροῦ παρῳχημένου λέγων, ἵνα δείξῃ οὐ τὸν αὐτὸν εἶναι καιρὸν τοῦτον ἐκείνῳ τῷ τοῦ βαπτίσματος χρόνῳ, ἀλλὰ ἄλλον παρ᾿ ἐκεῖνον.

οὔτε γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ πρὸς τὸν Ἰωάννην ἀφικνεῖται, ἀλλὰ πρῶτον μὲν εἰς τὸν Γαλιλαίαν, ἔπειτα δὲ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην, ὅπερ ἦν τοῦτο πρὸς τὸν Ἰωάννην *· διὸ λέγει ὅτι »οὗτος ἦν ὃν εἶπον ὑμῖν« καὶ ἔτι τὸ εὐαγγέλιόν φησι »καὶ ἐμαρτύρησεν Ἰωάννης ὅτι τεθέαμαι«, ὡς ἤδη τοῦ πράγματος πρὸς καιρου τινος γεγονότος.

14. Μετὰ ταῦτα ἀρχὴ κλήσεως τῶν περὶ Πέτρον ἀπὸ Ἀνδρέου σημαίνεται. ἀνῆλθε γὰρ παρ᾿ αὐτῷ Ἀνδρέας εἷς τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ, μαθητευομένων μὲν παρ᾿ Ἰωάννου, ἔτι δὲ ἐν τῇ Γαλλιλαίᾳ παραμενόντων καὶ <κατὰ> καιροὺς τῷ Ἰωάννῃ σχολαζόντων.

καὶ εὐθὺς μείναντος Ἀνδρέου ἐκείνην τὴν ἡμέραν (ὥρα ἦν ὡς δεκάτη), συμβέβνκεν αὐτῇ τῇ ἡμέρᾳ ἀπαντῆσαι αὐτὸν τῷ ἰδίῳ ἀδελφῷ Σίμωνι καὶ εἰπεῖν τὰ προειρημένα, ὅτι εὑρήκαμεν Μεσσίαν, καὶ ἀγαγεῖν αὐτὸν πρὸς τὸν κύριον καὶ τὰ ἑξῆς, [καὶ] ὡς ἔχει ἡ ἀκολουθία, ὅτι εἶπεν αὐτῷ· σὺ κληθήσῃ Κηφᾶς.

»καὶ τῇ ἐπαύριον ἠθέλησεν, φησίν, ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰνσοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου«.

καὶ ὁρᾷς ὅτι τοῦτο διανοηθῆναι ἡμῖν δίδωσιν ὅτι τῶν δύο τῶν ἀκολουθησάντων, μαθητευομένων μὲν τῷ Ἰωάννῃ, μόνον ἑνὸς τὸ ὄνομα εἴρηκεν ὅτι Ἀνδρέας ἦν, τοῦ δὲ ἄλλου οὐκ εἴρηκεν·

ὡς διανοεῖσθαι ἡμᾶς τοῦτον [εἶναι] οὗ τὸ ὄνομα οὐκ εἴρηκε, διὰ τὸ ὁμόχωρον διὰ τὸ σύσκηνον διὰ τὸ ὁμότεχνον διὰ τὸ ὁμοεργὲς ἢ τὸν Ἰωάννην εἶναι ἢ τὸν Ἰάκωβον, ἕνα <δὲ> τῶν υἱῶν Ζεβεδαίου.

ἔδει γὰρ τούτους πρῶτον κληθῆναι, ἔπειτα τὸν Φίλιππον, κατὰ τὴν ἀκολουθίαν ὡς τέτακται ἐν τοῖς εὐαγγελίοις· Πέτρος πρῶτος, ἐπειτα Ἀνδρέας, εἶτα Ἰάκωβος, εἶτα Ἰωάννης, μετὰ τούτους Φίλιππος. ἀλλὰ περὶ τούτων τὰ νῦν ἐάσθω λέγειν· πολλὴ γάρ ἐστιν τῆς πραγματείας ταύτης ἡ ἀκολουθία.

15. Εἰς δὲ τὸ ζητούμενον ἀνακαμπτέον * ὅπερ ἐστὶ κατανοῆσαι, ὅτι καθάπερ τῷ Ἰωάννῃ ἤδη μαθητευόμενοι * καὶ τὸν ἰδίαν τέχνην ἐργαζόμενοι καὶ τῇ μαθητείᾳ προσανέχοντες, ὡσαύτως καὶ παρὰ τῷ Ἰσηοῦ ποιήσαντες πρώτην ἡμέραν, τῇ ἑξῆς ἀπελθόντες πάλιν ἐν τῇ ἁλείᾳ ἐσχόλαζον, ὡς ἔχουσιν αἱ ἀκολουθίαι τῶν ἑτέρων εὐαγγελίων.

μετὰ γὰρ τὸ τῇ αὔριον ἐξελθεῖν τὸν Ἰησοῦν εὐθὺς ἡ ἀκολουθία φάσκει ὅτι »τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἐκεῖ ἡ μήτηο τοῦ Ἰησοῦ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον".

ἀπὸ δὲ ἑκατέρων τῶν τῆς λεπτολογίας ῥημάτων καὶ ὑποθέσεως ἰστέον ἐστίν, ὅτι καὶ ἑτέρους συμπαρείληφε μαθητάς, οἵτινες σὺν αὐτῷ ἔμειναν, τάχα δὲ οἱ περὶ Ναθαναὴλ καὶ Φίλιππον καὶ ἄλλοι τινές. οἱ γὰρ περὶ Ἀνδρέαν ἀνεχώρησαν· οἱ δὲ παρ᾽ αὐτῷ μεμενηκότες ἐκλήθησαν καὶ αὐτοὶ εἰς τοὺς γάμους.

καὶ μετὰ τὰ ποιῆσαι τοῦτο πρῶτον σημεῖον κατελθὼν εἰς τὰ μέρη τῆς Καφαρναοὺμ ἐκεῖ κατῴκησε. καὶ λοιπὸν σημεῖα ἐκεῖ ἄρχεται ἐργάζεσθαι ἕτερα, ὅτε τὴν τοῦ ξηρὰν ἔχοντος χεῖρα ἰάσατο,

ἀλλὰ καὶ τὴν πενθερὰν τοῦ Πέτρου, τοῦ μὲν ἀπὸ Βηθσαϊδὰ ὄντος γήμαντος δὲ ἀπὸ Καφαρναούμ, οὐ μακρὰν ὄντων τῶν τόπων τούτων τῷ διαστήματι, ταύτην ἀπὸ τοῦ πυρετοῦ ἀνῆκεν καὶ θεραπευθεῖσα διηκόνει· ὥστε εἶναι αστ; ταύτην τὴν ἀκολουθίαν.

καὶ μετὰ ταῦτα πάλιν αὐτοῦ ἀναστρέψαντος εἰς τὴν Ναζαρέτ, ὅπου ἦν ἀνατεθραμμένος, τότε ἀνέγνω τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, αὐτοῦ λοιπὸνπρολαβόντος αὐτοὺς καὶ λέγοντος ὅτι "πάντως ἐρεῖτέ μοι τὴν παραβολήν, ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν σημεῖα γενόμενα ἐν Καφαρναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου". καὶ ὁρᾷς ὡς ἔστιν τῆς ἀληθείας ἡ ἀκολουθία; »καὶ οὐκ ἐποίησε διὰ τὴν ἀπιστίαν αὐτῶν, φησίν, <σημεῖον> οὐδέν«.

κάκεῖθεν παρελθὼν εἰς τὴν Καφαρναοὺμ πάλιν κατῴκησε. καὶ ἐλθὼν εἰς τὰ μέρη τῆς θαλάσσης, ὥς φησιν ὁ Ματθαῖος, εἶδε Σίμωνα Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας τὰ δίκτυα καὶ πάλιν Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, καὶ τέλεον αὐτοὺς ἐκάλεσε καὶ ῥίψαντες λοιπὸν τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.

ὁ δὲ Λουκᾶς καὶ τὴν ἀκρίβειαν σημαίνει τοῦ πράγματος, ὅτι καὶ ἠκολούθησαν λοιπὸν ἀμεταστρεπτὶ μηκέτι ἀναβαλλόμενοι τῆς κλήσεως, φήσας ὅτι »ἐλθόντος αὐτοῦ ἐπὶ τὴν λίμνην Γεννησαρέθ, εἶδε Σίμωνα καὶ Ἀνδρέαν καταρτίζοντας τὰ δίκτυα καὶ ἀνέβη εἰς τὸ πλοῖον, ὅ ἦν Σίμωνος, φησίν, Πέτρου καὶ Ἀνδρέου« (τοῦτο δὲ σημαίνει, ὡς ἤδη ὄντος αὐτοῦ αὐτοῖς, ἐν γνώσει [διὸ] διὰ τὴν συνήθειαν [καὶ] προσήκαντο) καὶ ἀνελθὼν ἐκάθισεν·

ὅτε λέγει τῷ Πέτρῳ μετὰ τὴν διδασκαλίαν »ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλά σατε τὰ δίκτυα«, οἱ δὲ εἶπον »ἐπιστάτα« (ἤδη γὰρ διὰ τὴν τοῦ Ἰωάννου μαρτυρίαν ἐπιστάτην αὐτὸν ἐκάλουν οἱ πρότερον <περὶ> αὐτοῦ ἀκούσαντες ὅτι »ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«, καὶ ὅτι παρ᾿ αὐτῷ ἔμειναν τὴν μίαν ἡμέραν).

καὶ εἰς τὴν δευτέραν ἐξῆλθον μετέπειτα ἄγραν, ἐπὶ τῷ πλήθει τῶν ἐχθύων αὐτῶν θαυμασάντων καὶ Πέτρου λέγοντος ὅτι »ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε«· τάχα γὰρ καὶ μετεμέλετο διὰ τὸ πρότερον αὐτὸν κεκλῆσθαι καὶ ἐπιστρέψαι ἐπὶ τοὺς ἰχθύας καὶ τὴν πᾶσαν ἐργασίαν τῆς ἁλείας.

ὁ δὲ εἶπε »μὴ φοβοῦ«, παραθαρσύνων αὐτόν, ὅτι οὐκ ἀπηγορεύθη ἀλλὰ ἔτι δύναται τῆς κλήσεως ἔχεσθαι, ὅτι, φησίν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν· ὅτε καὶ τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ ἔνευσαν εἰς σύλληψιν ἥκειν τῆς αὐτῆς ἄγρας.

ἦσαν γὰρ κοινωνοί, ὥς φησι, τῷ Σίμωνι· καθάπερ ἄνω κἀμοὶ προ- δεδήλωται ἐκ τῆς ὑποθέσεως ταύτης <τῶν> δύο μὲν ἀκολουθησάντων αὐτῷ παρὰ Ἰωάννου <δὲ> ἀκηκοότων *, ὧν δύο εἷς ἦν ὁ Ἀνδρέας, <καθὼς> ἔφημεν, διανενοημένοι καλλίστως τὸν ἕτερον εἶναι πάλιν τάχα ἕνα τῶν υἱῶν Ζεβεδαίου διά τε τὸ συνεργὸν καὶ μέτοχον καὶ κοινωνικόν.

καὶ λοιπὸν μετὰ ταῦτα πάντα καταλείψαντες οἱ τέσσαρες τά τε πλοῖα καὶ ἁπλῶς ἅπαντα, ὥς φησιν, ἀφέντες εἰς τὴν γῆν ἠκολούθησαν αὐτῷ, ὡς ἔχει ἡ τοῦ Λουκᾶ μαρτυρία.

ὥστε ἐξ ἅπαντος δείκνυσθαι ὅτι οὐδεμία σκολιότης οὐδ᾿ ἐναντιότης ἐν τοῖς ἁγίοις εὐαγγελίοις οὐδὲ παρὰ τοῖς εὐαγγελισταῖς εὑρίσκεται, ἀλλὰ πάντα σαφῆ.

χρόνων δέ εἰσι διαστάσεις· ἐντεῦθεν γὰρ καὶ ἐπέκεινα, τῶν περὶ Πέτρον καὶ Ἰωάννην λοιπὸν συναγθέτων καὶ ἀκολουθούντων, ἐγένετο διδάσκων ἐν πάσῃ τῇ Γαλιλαίᾳ καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ λοιπὸν πλατυνομένου τοῦ κηρύγματος τὰ ἑξῆς τῶν θεοσημείων ἐπετέλει. ὥστε εἶναι ἐξ ἅπαντος τὴν ἀκολουθίαν ὧδε·

16. πρῶτον μὲν βαπτισθέντος αὐτοῦ κατ᾿ Αἰγυπτίους Ἀθὺρ δωδεκάτῃ, † ὡς ἔφημεν, πρὸ ἕξ εἰδῶν Νοεμβρίων — τουτέστιν πρὸ ἐξήκοντα ἡμερῶν πλήρης τῆς ἡμέρας τῶν Ἐπιφανείων, ἥ ἐστιν ἡμέρα τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως,

ὡς ἔχει ἡ μαρτυρία τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, ὅτι »ἦν Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ«. ην γὰρ τῷ μὲν ὄντι εικοσι ἐννέα ἐτῶν καὶ μηνῶν δέκα, ὅτε ἐπὶ τὸ βάπτισμα ἧκε, τριάκοντα μὲν ἐτῶν, ἀλλ᾿ οὐ πλήρης· διὸ λέγει »ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα« — λοιπὸν ἐξεβλήθη εἰς τὴν ἔρημον.

ἀπ᾿ ἐντεῦθεν οὖν αἱ τεσσαράκοντα ἡμέραι τοῦ πειρασμοῦ ἀκολούθως φαίνονται καὶ αἱ δύο τοῦ πειρασμοῦ ἐπὶ τὴν Γαλιλαίαν, τουτέστιν εἰς τὴν Ναζαρὲτ καὶ περὶ τὰ ὅρια αὐτῆς, καὶ μία ἡμέρα ὅτε ἦλθεν πρὸς Ἰωάννην,

ὅτε ἔφη ὁ Ἰωάννης »ἴδε, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«, καὶ ἡ ἐπαύριον <ὅτε> »τάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε, ὁ Χριστὸς ὁ ἀμνὸς τοῦ θεοῦ«. εἶτα φησίν »ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ καὶ ἠκολούθησαν τῷ Ἰησοῦ«.

αὕτη δὲ ἦν οκτωκαιδεκάτη μετά τὸν πειρασμὸν ἡμέρα, καθὼς προείπαμεν, πρώτη δὲ ἀπὸ Ἰωάννου ὅτε ἠκολούθησαν τῷ Ἰησοῦ οἱ περὶ Ἀνδρέαν καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην (ὥρα ἦν ὡς δεκάτη), ὅτε καὶ τὸν ἑαυτοῦ ἀδελφὸν Σίμωνα εὑρὼν ὁ Ἀνδρέας ἤγαγε πρὸς τὸν Ἰησοῦν.

εἶτα λέγει τὸ εὐαγγέλιον »τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ κύριος· ἀκολούθει μοι«. αὕτη δὲ ἦν ἐννεακαιδεκάτη ἡμέρα μετὰ τὸν πειρασμόν, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου, * Φιλίππου τὴν κλῆσιν καὶ τοῦ Ναθαναήλ.

καὶ λοιπὸν τῇ τρίτῃ ἡμέρᾳ, λέγει, γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, μετὰ τὰς δύο τὰς προειρημένας ἀπὸ Ἰωάννου ἡμέρας. προστιθεμένων τοίνυν τῶν εἴκοσι ἡμερῶν ταῖς τεσσαράκοντα τοῦ πειρασμοῦ δύο μῆνες τελοῦνται, οἵτινες τοῖς δέκα μησὶ συναπτόμενοι ἐνιαυτὸν τελοῦσιν, ὅ ἐστι πλήρωμα τριάκοντα ἐτῶν ἀπὸ τῆς γεννήσεως τοῦ κυρίου,

καὶ εὑρίσκεται τὸ πρῶτον σημεῖον τῆς τοῦ ὕδατος εἰς οἶνον μεταβολῆς ἐν τῷ τέλει τοῦ τριακοστοῦ ἔτους ποιήσας ὁ Χριστός, ὡς ἔστιν σοι καταληπτέον ταῖς τῶν εὐαγγελίων ἀκολουθίαις προσσχόντι ἀκριβῶς.

λοιπὸν δ᾿ ἀπὸ τοῦ πρώτου σημείου τούτου τά τε ἄλλα σημεῖα ἐργάζεται καὶ τὸ κήρυγμα διδάσκει, δεικνυμένης εἰς ἅπαντας ἀνθρώπους τῆς θαυμαστῆς καὶ ἀρρήτου αὐτοῦ φιλανθρωπίας καὶ εὐαγγελικῆς θαυματουργίας, ὡς πολλάκις ἠναγκάσθην φῆσαι διὰ τὴν τῶν ἠπατημένων ἀγνωσίαν τῶν ἀντιλέγειν ἀκολούθως ἐκτεθείσῃ.

17. Οὐκ ἐάσει γὰρ χώραν ἡ τοσαύτη ἀκριβὴς ἀπόδειξις τοῖς ἐναντιουμένοις ἑαυτοῖς· οὐ γὰρ λέγω τῇ ἀληθείᾳ, ἐπεὶ μηδὲ δύνανται.

δηλοῦται γὰρ ὅτι ἀπὸ βαπτίσματος ἡ ἀρχὴ τῆς λοιπῆς πραγματείας γέγονεν· οὕτω γὰρ δείκνυται ὡς ὁ κύριος μετὰ τὴν ἡμέραν τοῦ βαπτίσματος ἐν τῷ πειρασμῷ γέγονε τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῇ ἐρήμῳ περὶ ὧν τῷ πνεύματι τῷ ἁγίῳ διὰ Ἰωάννου οὐ πεφρόντισται σημᾶναι· ἤδη γὰρ ἦν τοῦτο διὰ τῶν τριῶν εὐαγγελιστῶν λιστῶν σημανθέν.

καὶ πάλιν τοῖς ἄλλοις εὐαγγελισταῖς περὶ τῶν ἄλλων οὐ πεφρόντισται, διὰ τὸ ἕκαστον ἀφ᾿ ἑκάστου βοηθείσθαι. καὶ γὰρ παρὰ πάντων συλλεγομένη ἡ ἀλήθεια δείκνυται μία τις οὖσα καὶ πρὸς ἑαυτὴν μὴ στασιάζουσα.

ἐκεῖθεν γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ, ὡς ἔφην, εἰς τὴν Ναξαρὲτ ἔρχεται καὶ μένει ἐκεῖ, οὔπω τινὸς μαθητοῦ μετ᾿ αὐτοῦ ὄντος. κἀκεῖθεν κατέρχεται πρὸς τὸν Ἰωάννην, ὅτε εὐθὺς διὰ τοῦ Ἀνδρέου καλεῖται ὁ Πέτρος, εἶτα Φίλιππος καὶ διὰ Φιλίππου Ναθαναήλ.

μηδεὶς δὲ καὶ τοῦτο ἀμφιβάλλων περιεργαζέσθω, ὁρῶν ὅτι Ἀνδρέας πρῶτος ὑπήντησε τῷ Ἰησοῦ, ἔπειτα Πέτρος καὶ δι᾿ αὐτοῦ ἐκλήθη, ἵνα ἄρξηται καὶ περὶ τούτου ἀσχάλλειν.

ἡ μὲν γὰρ συνάντησις τῷ Ἀνδρέᾳ πρώτῳ γεγένηται, μικροτέρῳ ὄντι τοῦ Πέτρου τῷ χρόνῳ τῆς ἡλικίας· ὕστερον δὲ πάλιν, ὅτε ἡ τελεία αὐτοῖς ἀπόταξις γεγένηται, ἀπὸ τοῦ Πέτρου γέγονεν. ἀφηγεῖτο γὰρ τοῦ ἰδίου ἀδελφοῦ καὶ ᾔδει ὁ κύριος τοῦτο, ὅτι θεός ἐστιν εἰδὼς τὰς κλίσεις τῶν καρδιῶν καὶ γινώσκων τίς ἐν πρώτοις ἔξιος τάττεσθαι, καὶ ἐξελέξατο τὸν Πέτρον ἀρχηγὸν εἶναι τῶν αὐτοῦ μαθητῶν, ὡς πανταχοῦ σαφῶς ἀποδέδεικται.

μετέπειτα γὰρ ἐλθόντων αὐτῶν καὶ μεινάντων παρ᾿ αὐτῷ τὴν πρώτην ἡμέραν ὡς ἔφην, τῇ δευτέρᾳ ὁδευσάντων, τῇ τρίτῃ δὲ ἡμέρᾳ τοῦ θεοσημείου τοῦ πρώτου γενομένου, [καὶ] τινῶν συνόντων αὐτῷ (οὐ τοῦ Ἀνδρέου οὐδὲ τοῦ Πέτρου οὐδὲ τοῦ Ἰωάννου οὐδὲ τοῦ Ἰακώβου, ἀλλὰ τῶν περὶ Ναθαναὴλ καὶ Φίλιππον καὶ ἄλλων τινῶν, ὡς ἔστι συνιέναι),

ἑξῆς λοιπὸν μετὰ τὸ ἐλθεῖν αὐτὸν εἰς Καφαρναοὺμ καὶ ἀνελθεῖν λάλιν εἰς Ναζαρὲτ κἀκεῖθεν πάλιν εἰς Καφαρναοὺμ καὶ ποιῆσαι μέρος τι τῶν σημείων, ἀνῆλθεν πάλιν εἰς Ναζαρὲτ καὶ ἀνέγνω τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, ὅπου λέγει »πνεῦμα κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχριςέν με εὐαγγελίσασθαι πτωχοῖς« καὶ τὰ ἑξῆς. ἦν δὲ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων τοῦτο γινόμενον μετὰ ἡμέρας τινάς.

καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην κατελθὼν πάλιν εἰς Καφαρναοὺμ λοιπὸν κατῴκησεν, ὅτε ἡ τελεία κλῆσις τῶν περὶ Πέτρον καὶ Ἰωάννην γεγένηται, ἐλθόντος αὐτοῦ παρὰ τὴν λίμνην Γεννησαρέθ. καὶ οὕτως ἡ πᾶσα ἀκολουθία ἀναλογῖται, οὐδενὸς ἀντιθέτου ὑπάρχοντος, ἀλλὰ πάσης τῆς τῶν εὐαγγελίων πραγματείας τηλαυγεστάτης οὔσης καὶ ἐν ἀληθείᾳ κεκηρυγμένης.

Τί οὖν ἔδοξε τούτοις <τοῖς> τὸν ἴδιον νοῦν ἀπατήσασι καὶ τὴν αἵρεσιν δικαίως γὰρ ἄλογον τὴν αὐτῶν αἵρεσιν κακλήκαμεν διὰ τὸ μὴ δέχεσθαι αὐτοὺ τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον τὸν διὰ Ἰωάννουκεκηρυγμένον.

μὴ νοοῦντες γὰρ τὴν δύναμιν τῶν εὐαγγελίων φαςί· πῶς οἱ ἄλλοι εὐαγγελισταὶ εἰρήκασιν ὅτι φυγὰς ᾤχετο ἀπὸ προσώπου Ἡρῴδου ὁ Ἰησοῦς εἰς Αἴγυπτον καὶ μετὰ τὴν φυγὴν ἐλθὼν κατέμεινεν εἰς Ναζαρέτ, εἶτα λαβὼν τὸ βάπτισμα ἀπῆλθεν εἰς τὴν ἔρημον καὶ μετὰ τοῦτα ἀνέκαμψε καὶ μετὰ τὸ ἀνακάμψαι ἤρξατο κηρύττειν.

18. τὸ δὲ εὐαγγέλιον τὸ εἰς ὄνομα Ἰωάννου, φαςί, ψεύδεται· μετὰ γὰρ τὸ εἰπεῖν ὅτι ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ὀλίγα τινά, εὐθὺς λέγει ὅτι γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας.

καὶ οὐ μέμνηνται οἱ ἀφροσύνην ἑαυτοῖς ἐπισπώμενοι ὡς Ἰωάννης μετὰ τὸ εἰπεῖν τὸν Λόγον σάρκα γεγενῆσθαι καὶ ἐσκηνωκέναι ἐν ἡμῖν τουτέστιν ἄνθρωπον γεγονέναι, καὶ <αὐτὸς> λέγει, ὅτι ἦλθε πρὸς τὸν Ἰωάννην τὸν βαπτιστὴν ἐν τῷ Ἰορδάνῃ καὶ ἐβαπτίσθη ὑπ᾿ αὐτοῦ·

αὐτὸς <γὰρ> Ἰωάννης μαρτυρεῖ λέγων τὸν βαπτιστὴν Ἰωάννην εἰρηκέναι »οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν«,καὶ πάλιν ὅτι »τεθέαμαι τὸ πνεῦμα τὸ ἅγιον καταβαῖνον ἐν εἴδει περιστερᾶς καὶ μένον ἐπ᾿ αὐτόν«, καί »οὗτός ἐστιν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«.

ὁρᾷς ὅτι οὐδὲν κατὰ ἐπιλησμονὴν ὑφηγεῖται, παρέλειψε δὲ ὁ Ἰωάννης τὰ τῶ Ματθαίῳ πραγματευθέντα. οὐ γὰρ ἦν χρεία ἐκείνων οὐκέτι, ἀλλὰ τῆς τελείας φράσεως πρὸς ἀντίρρησιν τῶν νομιζόντων ἀπὸ Μαρίας καὶ δεῦρο Χριστὸν αὐτὸν καλεῖσθαι καὶ υἱὸν θεοῦ, καὶ εἶναι μὲν πρότερον ψιλὸν ἄνθρωπον, κατὰ προκοπὴν δὲ εἰληφέναι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσηγορίαν.

διὸ τῶν ἀναγκαίων ἐπιμέλεται, (πάντων μὲν μεγάλων ὄντων καὶ ἀναγκαίων, περιττότερον δὲ τῶν ἐπουρανίων), ποιούμενος τὴν διήγησιν τῆς ἄνωθεν οἰκονομίας.

λέγουσι δὲ τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀδιάθετον εἶναι, ἐπεὶ μὴ ταῦτα ἔφη, λέγω δὲ τὰ κατὰ τὸν πειρασμὸν τῶν τεσσαράκοντα ἡμερῶν, καὶ οὐκ ἀξιοῦσιν αὐτὸ δέχεσθαι, κατὰ πάντα πεπλανημένοι καὶ τυφλώττοντες τὴν διάνοιαν.

19. Τέταρτος γὰρ τῶν εὐαγγελιστῶν κατὰ διαδοχὴν ἐλθὼν ὁ μακάριος Ἰωάννης, πρῶτος μὲν ὢν ἐν τῇ κλήσει μετὰ Πέτρον καὶ Ἀνδρένα σὺν Ἰακώβῳ τῷ ἀδελφῷ αὐτοῦ, τελευταῖος δὲ τοῖς χρόνοις εὐγγελιςάμενος, τὰ πρὸ αὐτοῦ καλῶς τεταγμένα οὐκ ἐμερίμνησεν ἐκθέσθαι, ἀλλὰ προλαμβάνει τῶν ῥηθέντων τὰ μὴ ῥηθέντα καὶ <οὕτως> διαλέγεται.

ὁ Ματθαῖος γὰρ ἄρχεται ἀπὸ Ἀβραάμ, μετὰ δὲ τὴν ἀρχὴν καὶ μετὰ δύο ἔτη τῆς γεννήσεως πάλιν ποιεῖται τὴν ὑφήγησιν. Μάρκος δὲ ἄρχεται ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, <τὴν> μεςότητα τῶν μετὰ τὴν ἀρχὴν <οὐ> διηγούμενος. Λουκᾶς δὲ ἀρχὴν πρὸ τῆς ἀρχῆς ἐπήγαγε, τὴν περὶ τῆς Ἐλιςάβετ καὶ Μαρίας πρὸ τοῦ ἐγκύμονα<ς αὐτὰς> εἶναι γεγενημένην πραγματείαν.

Ἰωάννης δέ, ἔτι πρότερος μὲν ὢν τῇ κλήσει, ὕστερος δὲ τούτων κηρύξας, ἐπασφαλίζεται τὴν πρὸ τῆς ἐνςάρκου παρουςίας πραγματείαν. πνευματικὰ γὰρ ἦν τὰ πλεπῖστα τὰ ὑπ᾿ αὐτοῦ λεγόμενα, τῶν σαρκικῶν ἤδη ἐπασφαλισθέντων.

διὸ πνευματικῶς τὴν ὑφήγησιν ποιεῖται τῆς ἄνωθεν ἀπὸ πατρὸς ἀνάρχου δωρεᾶς ἡμῖν ἐλθούσης, κατὰ εὐδοκίαν <δὲ> πατρὸς ἐν τῇ μήτρᾳ τῆς ἁγίας παρθένου οἰκονομηθείσης.

καὶ τὸ ἀναγκαίως δὲ ζητούμενον οὐκ ἀπεσιώπησεν, ἀλλὰ πνεύματι ἁγίῳ κινούμενος τὸν πρὸ τῶν αἰώνων <εἰσ>άγει ὄντα θεὸν Λόγον, ἀνάρχως καὶ ἀχρόνως ἐκ πατρὸς γεγεννημένον, ἐν σαρκὶ δὲ ἐληλυθότα δι᾿ ἡμᾶς ἐδήλωσεν, ἵνα ἀπὸ τεσςάρων εὐαγγελιστῶν τὴν πᾶσαν γνῶσιν κατά τε τὴν σάρκα καὶ κατὰ τὴν θεότητα ἀκριβῶς κατάσχωμεν.

20. Τελειωθέντων γὰρ πάντων τῶν κατὰ τὸ βάπτισμα καὶ κατὰ τὸν πειρασμόν, ἐλθόντος τοῦ Ἰησοῦ λοιπον καὶ ὀλίγων ἡμερῶν <χρόνον>, καθὼς πολλάκις εἶπον, διατρίψαντος ἔν τε τῇ Ναζαρὲτ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ περὶ τὴν Καφαρναούμ, μετά <τε> τὸ συναντῆσαι τῷ Ἰωάννῃ ἐπὶ τοῦ Ἰορδάνου * καὶ τῇ ἐπαύριον τινὰς τῶν μαθητῶν συμπαρειληφότος, πρῶτον τοῦτο σημεῖον ἐν Κανᾷ πεποίηκε τῇ τρίτῃ ἡμέρᾳ ἀπὸ Ἰωάννου, εἰκοστῇ δὲ τῆς ἀπὸ τοῦ πειρασμοῦ ἐπανόδου, καὶ <ἄρχεται> τοῦ κηρύγματος.

οὔτε γὰρ πρὸ τοῦ πειρασμοῦ ἐν γάμῳ φάσκει τὸν Χριστὸν ἡκέναι οὔθ᾿ ὅλως τι τῶν θεοσημείων εἰργάσατο <πρὶν> ἢ τοῦ κηρύγματος ἤρξατο, εἰ μή τι ἃ λέγεται περὶ αὐτοῦ ἐν παιγνίῳ ὅτε παιδίον ἦν πεποιηκέναι.

ἔδει γὰρ καὶ παιδικὰ ἔχειν αὐτὸν σημεῖα, ἵνα μὴ πρόφασις γένηται ταῖς ἄλλαις αἱρέσεσι λέγειν ὅτι ἀπὸ τοῦ Ἰορδάνου ἦλθεν<ν ὁ> Χριστὸς εἰς αὐτόν, ὅπερ ἐστὶν ἡ περιστερά· τοῦτο γάρ φασι διὰ τὴν ψῆφον τοῦ ωݲ καὶ ἄλφα, ὅ ἐστι περιστεερά, ἐπείπερ ἔφη ὁ σωτήρ »ἐγώ εἰμι τὸ ᾱ καὶ ἐγώ εἰμι τὸ ωݲ«.

διὸ καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς γεννήσεως αὐτοῦ εἰσάγει τὸν Ἰησοῦν ὁ Λουκᾶς εἰρηκότα πρὸς τὴν Μαριὰμ ζητοῦσαν αὐτόν, ἡνίκα τοῖς διδασκάλοις προσδιελέγετο ἐν Ἱεροσολύμοις·

»οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;«, ἵνα πέσῃ ὁ λόγος τῶν λεγόντων ὅτι ἀπὸ τοῦ χρόνου τοῦ βαπτίσματος υἱὸς γέγονεν θεοῦ, ἐλθούσης εἰς αὐτὸν τῆς περιστερᾶς, ἥν φασιν εἶναι τὸν Χριστόν, καὶ ἵνα σαφῶς γνωσθῇ ὅτι ἄνωθεν ἐπεδήμησεν ὁ θεὸς Λόγος καὶ ἐλθὼν ἐσαρκώθη ἀπὸ Μαρίας καὶ ἐν τῷ Ἰορδάνῃ κατῆλθεν ἐπ᾿ αὐτὸν τὸ πνεῦμα,

ἵνα σημάνῃ τίς ἐστιν ὁ μαρτυρούμενος μενος ἀπὸ τοῦ πατρὸς ὅτι »οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε«, καὶ ἵνα γένηται τοῦτο ὑπόδειγμα τοῖς μέλλουσιν ἐν αὐτῷ φωτίζεσθαι, ὅτι καταξιωθήσονται <τῆς> πνεύματος ἁγίου ἐν τῷ λουτρῷ [τῆς] δωρεᾶς καὶ ἀφέσεως ἁμαρτιῶν διὰ τῆς χάριτος τῆς ὑπ᾿ αὐτοῦ δοθείσης.

21. Ἀπὸ τότε δὲ τὰ τέλεια ἤρξατο ποιεῖν θεοςήμεια ἐν τῷ καιρῷ τοῦ κηρύγματος (»τοῦτο <γὰρ> πρῶτον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, φησίν, ἐν Κανᾷ τῆς Γαλιλαίας), οὐχὶ πρὸ βαπτίσματος,

ὡς πολλάκις ἔφην, ἀλλ᾿ ὅτε ἀνέκαμψεν ἀπὸ πειρασμοῦ, τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὰς δύο ἃς παρ᾿ αὐτῷ ἔμειναν οἱ δύο μαθηταὶ τοῦ Ἰωάννου, οἱ ἀκούσαντες καὶ ἀκολουθήσαντες αὐτῷ·

ὡς εὐθὺς μετὰ τὰς δύο ἡμέρας, ἃς ἐποίησαν παρ᾿ αὐτῷ, ἐπιφέρει λέγων »καὶ ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ εὑρὼν Φίλιππον εἶπεν· ἀκολούθει μοι«.

εἶτα εὐθὺς τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. ἔδει γὰρ αὐτὸν ἀπελθόντα εὐθὺς γάμων τελουμένων εἰς τὴν τιμὴν αὐτῶν κληθῆναι, ἐπ᾿ εὐλογίᾳ τοῦ γάμου.

καί φησι »γάμος ἐγένετο τῇ τρίτῃ ἡμέρᾳ ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, ἐκλήθη δὲ καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ οἱ μετ᾿ αὐτοῦ εἰς τὸν γάμον«·

»καὶ ὑστερήσαντος, φησίν, οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ· οἶνον οὐκ ἔχουσι. καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου«.

* μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ τῆς ἐρήμου κατὰ τὴν ἀκολουθίαν τοῦ πειρασμοῦ καὶ παραληφθῆναι εἰς Ἱερουσαλὴμ καὶ στῆναι ἐπὶ τῷ πτερυγίῳ τοῦ ἱεροῦ καὶ ἀπὸ Ἱεροσολύμων ἀνενεχθῆναι εἰς ὄρος ὑψηλὸν λίαν, ὅπερ παρὰ πολλοῖς λέγεται εἶναι τὸ Θαβὼρ ὄρος, ὃ ἑρμηνεύεται Ἰταβύριον· τοῦτο δέ ἐστιν ἐν τῇ Γαλιλαίᾳ.

ταύτην γὰρ τὴν ἀκολουθίαν ὁ Ματθαῖος ὑπέθετο, ὅς φησιν »ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἦλθεν εἰς τὴν Γαλιλαίαν«.

ὁ δὲ Λουκᾶς καὶ τὴν ἀπὸ τοῦ ὄρους ὁρμὴν ἀκριβῶς δηλώσας πρῶτον μὲν περὶ τοῦ ὄρους εἰπὼν καὶ τῶν βασιλειῶν ὧν ἔδειξε τῷ κυρίῳ ὁ διάβολος, ὕστερον λέγει περὶ τοῦ πτερυγίου καὶ Ἱερουσαλήμ, καὶ ὡς ἀνέκαμψεν εἰς τὴν Γαλιλαίαν καὶ Ναζαρέτ. συνῳδὰ δὲ καὶ ὁ Ματθαῖος λέγει »καταλιπὼν τὴν Ναζαρὲτ ἦλθεν εἰς τὴν Καφαρναούμ«.

ἦλθε γὰρ εἰς Ναζαρὲτ κἀκεῖθεν εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, καὶ μετὰ τὸ διελθεῖν διὰ τοῦ Ἰορδάνου πάλιν τὴν ὁρμὴν ἔσχεν ἐπὶ τὰ οἰκεῖα ἔνθα ἀνετέθραπτο, πρὸς τὴν μητέρα ἐν Ναζαρέτ, ἐκεῖ τε παραμείνας δύο ἡμέρας, ὅτε καὶ οἱ περὶ Ἀνδρέαν παρ᾿ αὐτῷ ἔμειναν, λοιπὸν ἠπείγετο τῆς σωτηρίας τῶν ἀνθρώπων ἕνεκεν τοῦ κηρύγματος ἄρξασθαι·

καὶ ἔμεινε μὲν δύο ἡμέρας διὰ τὸ διὰ χρόνου ἡκέναι, ἔχων μεθ’ἑαυτοῦ οὓς ἤδη παρείληφε μαθητάς, καὶ ἀπολύσας τοὺς δύο τοὺς ἀκολουθήσαντας αὐτῷ εὐθὺς ἐξῆλθεν ἐπὶ τὴν Γαλιλαίαν διὰ τὸ κήρυγμα καὶ διὰ τὸ ἔργον τοῦ θεοσημείου τοῦ ἐν τῷ γάμῳ ἐπιτελεσθέντος.

βλέπε γὰρ πῶς ἐπασφαλίζεται <ἡμᾶς> ὁ λόγος, ὡς Ἰωάννης ὁ βαπτιστὴς μαρτυρεῖ λέγων ὡς παρῳχηκότος ἤδη τοῦ ἔργου ὅτι »κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν εἶπέ μοι· ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον ἐν εἴδει περιστερᾶς, οὗτός ἐστιν«.

ἀποστέλλων γὰρ ὁ πατὴρ τὸν Ἰωάννην βαπτίζειν τοῦτο αὐτῷ τὸ σημεῖον ἐδωρήσατο, ἵν᾿ ὅταν ἴδῃ, ἐπιγνῷ τὸν ἄνωθεν τῷ κόσμῳ ἀποσταλέντα σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν.

Ἀνατρέπονται τοίνυν οἱ τοιοῦτοι αἱρεσιῶται ἀπὸ τῆς ἀληθείας τῶν θείων γραφῶν καὶ τῆς ἀκριβείας, μάλιστα ἀπὸ τῆς συμφωνίας τῶν τεσσάρων εὐαγγελίων. οὐ γάρ τις τῶν εἶ φρονούντων ἀποβάλοιτο τὰ τῷ ἁγίῳ πνεύματι διὰ τῶν θείων εὐαγγελίων ἀκριβῶς πάντῃ πεπραγματεθμένα.

κἂν τε γὰρ λέγωσιν, ὅτι ὁ μὲν Ματθαῖος καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ διηγίσαντο περὶ τοῦσωτῆρος ὅτι μετὰ τὸ βάπτισμα ἀνήχθη εἰς τὴν ἔρημον καὶ ἐποίησεν ἡμέρας τεσσαράκοντα πειραζόμενος καὶ μετὰ τὸν πειρασμὸν ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον, ὁ δὲ Ἰωάννης ψεύδεται μὴ εἰπὼν περὶ τούτων,

ἀλλ᾿ εὐθὺς ἀπὸ πρώτης, ὅτε ἦλθεν ὁ σωτὴρ πρὸς τὸν Ἰωάννην, καὶ τὰ ἄλλα ὅσα † λέγει αὐτὸν πεποιηκέναι, φανήσονται κατὰ πάντα [κατὰ] τὴν ἀκρίβειαν τῶν εὐαγγελίων ἠγνοηκότες.

Ἰωάννης γὰρ ὁ εὐαγγελιστὴς πρὸ τοῦ παραδοθῆναι τὸν βαπτιστὴν Ἰωάννην σημαίνει τὸν κύριον μετὰ τὰς ἡμέρας τοῦ πειρασμοῦ * πρὸς αὐτὸν ἐληλυθέναι. πῶς γὰρ Ἰωάννου παραδοθέντος ἐνεδέχετο ἔτι τὸν σωτῆρα πρὸς αὐτὸν πάλιν ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην;

οὐκ ἔγνωσαν δὲ ὅτι οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ τὸν χρόνον τὸν μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην διηγοῦνται ἀκριβῶς λέγοντες· »ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι παρεδόθη ὁ Ἰωάννης, καταλιπὼν τὴν Ναζαρὲτ κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον«. καὶ ὁρᾷς ὅτι κατὰ ἀλήθειαν τὰ πάντα τοῖς τέτρασιν εὐαγγελισταῖς συμφώνως εἴρηται.

καὶ γὰρ καὶ φαίνεται <κατὰ> τὴν ἀκολουθίαν πάλιν διηγούμενος ὁ Ἰωάννης, ὅτι μετὰ τὸ ποιῆσαι τὸ πρῶτον σημεῖον τὸν σωτῆρα καὶ ἐλθεῖν εἰς Καφαρναούμ, ποιῆσαί τε ἐκεῖ τινα σημεῖα ἀναβῆναί τε εἰς Ναζαρὲτ καὶ ἀναγνῶναι τὸ βιβλίον, παραδοθέντος λοιπὸν τοῦ βαπτιστοῦ ἦλθεν καὶ κατῴκησεν εἰς Καφαρναοὺμ <οὐ> πολλὰς ἡμέρας.

οὗται δέ εἰσιν αἱ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων καὶ τὴν ἐπὶ Καφαρναοὺμ καὶ ἐπὶ Ναζαρὲτ ἔλευσιν αὐτοῦ καὶ τὴν εἰς Ἱεροσόλυμα διὰ τὸ Πάσχα ἄνοδον καὶ <πάλιν> πάλιν ἐλθεῖν πρὸς τὸν Ἰωάννην ὅπου ἐβάπτιζεν εἰς Αἰνὼν <ἐγγὺς> τοῦ Σαλήμ.

οὅτω γὰρ λέγει »μετὰ τοῦτο κατῆλθεν εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας«· (οὔπω γὰρ ἐδήλου τὴν τελείαν καταμονὴν περὶ ἧς ὕστερον εἶπεν <ὅτι> μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον.)

»καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων (ὡς λέγει) καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς καὶ εὗρεν τοὺς πωλοῦντας ἐν τῷ ἱερῷ τοὺς βόας καὶ τὰ πρόβατα καὶ <τὰς> περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους«.

καὶ μετὰ τὸ ἐκβαλεῖν τοὺς αὐτοὺς κερματιστὰς καὶ τοὺς πωλοῦντας τὰς περιστερὰς καὶ τὰ ἄλλα, καὶ εἰρηκέναι· ἄρατε ταῦτα ἔνθεν καὶ μὴ ποιῆτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου, καὶ ἀκηκοέναι παρ᾿ αὐτῶν »τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;« καὶ εἰπεῖν, αὐτοῖς »λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν«, ὅτι Νικόδημος ἦλθε πρὸς αὐτόν,

καὶ μετὰ τὸ εἰπεῖν πολλὰ φησίν »ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν καὶ ἐκεῖ διέτριβεν μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν. ἦν δὲ καὶ Ἰωάννης <βαπτίζων> ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης«.

τοῦ δὲ Ἰωάννου πολλὰ εἰπόντος, ὅτι »ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν«, εἶτα λέγει τὸ εὐαγγέλιον »ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἢκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει <ἢ> Ἰωάννης (καίτοι γε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾿ οἱ μαθηταὶ αὐτοῦ), ἀφῆκεν τὴν Ἰουδαίαν γῆν καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν.

ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας«· ὅτε ἐπὶ τῷ φρέατι ἐκαθέσθη καὶ τῇ Σαμαρείτιδι διελέχθη καὶ ἀνήγγειλεν ἡ Σαμαρεῖτις περὶ αὐτοῦ τοῖς ἐν τῇ πόλει καὶ ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται καὶ παρεκάλουν αὐτὸν μεῖναι παρ᾿ αὐτοῖς »καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ.«

»μετὰ δὲ τὰς δύο ἡμέρας ἦλθεν εἰς τὴν Γαλιλαίνα« »καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ«, ὅτε εἶπεν αὐτῷ ὁ Ἰησοῦς »πορεύου· ὁ υἱός σου ζῇ« καὶ ἐπίστευσεν καὶ ἰάθη ὁ παῖς. καὶ λέγει τὸ εὐαγγέλιον » <τοῦτο> δεύτερον πάλιν σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν«.

»μετὰ τοῦτο ἦν ἑορτὴ τῶν Ἰουδαίων (οἶμαι δὲ ὅτι περὶ ἄλλης ἑορτῆς Ἰουδαίων λέγει, ἢ Πεντηκοστῆς ἢ σκηνοπηγιῶν) καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα«, ὅτε ἐπὶ τῆς προβατικῆς κολυμβήθρας ἐλθὼν ἐν σαββάτῳ ἰάσατο τὸν τριάκοντα ὀκτὼ ἔτεσιν ἐν ἀσθενείᾳ παραλελυμένον.

ἀπ᾿ ἐντεῦθεν λοιπὸν πληρωθέντος τοῦ δεκτοῦ ἐνιαυτοῦ ἤρξαντο αὐτὸν διώκειν ἐξότε τὸν ἐπὶ τῆς κολυμβήθρας παραλυτικὸν ἰάσατο ἐν σαββάτῳ· εἶτα πάλιν λέγει »ἐπὶ πλεῖον ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ«.

πῶς οὖν οὐ καταγνωστέαι αἱ αἱρέσεις ἐλλιπῆ ποιοῦσαι τὸν υἱὸς τὸν πατέρα; »ἴσον« γὰρ [φασίν] »ἑαυτὸν ποιῶν τῷ θεῷ«, λέγει τὸ εὐαγγέλιον.

»μετὰ δὲ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος, ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὁρῶντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνῆλθεν οὖν ὁ Ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκεῖ ἐκαθέζετο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ <ἐγγὺς> τὸ Πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων.«

λοιπὸν ὡς λέγει τὰ ἄλλα εὐαγγέλια, παραδοθέντος τοῦ Ἰωάννου ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον· ὡς καὶ αὐτὸς Ἰωάννης συνῳδὰ τοῖς ἄλλοις εὑρίσκεται λέγων. τοῦ γὰρ Πάσχα ἐν μηνὶ Μαρτίῳ ἢ Ἀπριλλίῳ γινομένου ἐξ ἅπαντος δείκνυνται ἄλλοι ὄντες καιροὶ ἐν οἷς ὁ σωτὴρ μετὰ τὸν πειρασμὸν πρὸς τὸν Ἰωάννην ἀφικνεῖται.

22. Κατηγοροῦσι δὲ οἱ αὐτοὶ πάλιν τοῦ ἁγίου εὐαγγελιστοῦ, μᾶλλον δὲ αὐτοῦ τοῦ εὐαγγελίου, ὅτι, φησίν, ὁ Ἰωάννης ἔφη δύο Πάσχα τὸν σωτῆρα πεποιηκέναι ἐν περιόδῳ ἐνιαυτῶν δύο, οἱ δὲ ἄλλοι εὐαγγελισταὶ περὶ ἑνὸς Πάσχα διηγοῦνται.

καὶ οὐκ ἴσασιν οἱ ἰδιῶται ὅτι οὐ μόνον δύο Πάσχα ὁμολογεῖ τὰ εὐαγγέλια, ὡς πανταχόθεν ἐδείξαμεν, ἀλλὰ δύο μὲν πρῶτα λέγει καὶ αὐτὸ δὲ ἐν ᾧ πέπονθεν ὁ σωτὴρ ἄλλο Πάσχα, ὡς εἶναι τρία Πάσχα ἀπὸ τοῦ χρόνου τοῦ βαπτίσματος καὶ τῆς ἀρχῆς τοῦ χηρύγματος ἐπὶ τρισὶν ἔτεσιν ἕως τοῦ σταυροῦ.

Γεννᾶται μὲν γὰρ ὁ σωτὴρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου βασιλέως τῶν ῾Ρωμαίων ἐν ὑπατείᾳ τοῦ αὐτοῦ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ, ὡς ἔχει τὰ παρὰ ῾Ρωμαίοις ὑπατάρια.

κεῖται γὰρ ἐν αὐτοῖς οὕτως· »τούτων ὑπατευόντων, φημὶ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων μετὰ δεκατρεῖς ἡμέρας τῆς χειμερινῆς τροπῆς καὶ τῆς τοῦ φωτὸς καὶ ἡμέρας προσθήκης.«

ταύτην δὲ τὴν ἡμέραν ἑορτάζουσιν Ἕλληνες, φημὶ δὲ οἱ εἰδωλολάτραι, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων, τῇ παρὰ ῾Ρωμαίοις καλουμένῃ Σατουρνάλια, παρ᾿ Αἰγυπτίοις δὲ Κρόνια, παρὰ Ἀλεξανδρεῦσι δὲ Κικέλλια.

τῇ γὰρ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων τοῦτο τὸ τμῆμα γίνεται, ὅ ἐστι τροπή, καὶ ἄρχεται αὔξειν ἡ ἡμέρα τοῦ φωτὸς λαμβάνοντος τὴν προσθήκην, πληροῖ δὲ δεκατριῶν ἡμερῶν ἀριθμὸν εἰς τὴν πρὸ ὀκτὼ εἰδὼν Ἰανουαρίων, ἕως ἡμέρας τῆς τοῦ Χριστοῦ γεννήσεως προστιθεμένου τριακοστοῦ ὥρας ἑκάστῃ ἡμέρᾳ·

ὡς καὶ ὁ παρὰ τοῖς Σύροις σοφὸς Ἐφραΐμ ἐμαρτύρησε τούτῳ τῷ λόγῳ ἐν ταῖς αὐτῦ ἐξηγήσεσι λέγων ὅτι »οὕτως γὰρ ᾠκονομήθη ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσία, ἡ κατὰ σάρκα γέννησις εἴτ᾿ οὖν τελεία ἐνανθρώπησις, ὃ καλεῖται Ἐπιφάνεια, ἀπὸ τῆς ἀρχῆς τῆς τοῦ φωτὸς αὐξήσεως ἐπὶ δέκα τριῶν ἡμερῶν διαστήματι· ἐχρὴν γὰρ καὶ τοῦτο τύπον γενέσθαι ἀριθμοῦ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ δώδεκα μεθητῶν, ὃς <τὸν> τῶν δεκατριῶν ἡμερῶν τῆς τοῦ φωτὸς αὐηήσεως ἐπλήρου ἀριθμόν«.

πόσα τε ἄλλα εἰς τῆν τούτου τοῦ λόγου ὑπόθεσίν τε καὶ μαρτυρίαν, φημὶ δὲ τῆς τοῦ Χριστοῦ γεννήσεως. Γέγονέν τε καὶ γίνεται. Καὶ γὰρ καὶ μέρος τι τῆς ἀληθείας ἀναγκαζόμενοι ὁμολοεῖν οἱ τῆς τῶν εἰδώλων θρῃσκείας ἀρχηγέται καὶ ἀπατηλποὶ εἰς τὸ ἐξαπατῆσαι τοὺς πεισθέντας αὐτοῖς εἰδωλολάτρας ἐν πολλοῖς τόποις ἑορτὴν μεγίστην ἄγουσιν ἐν αὐτῇ τῇ νυκτὶ τῶν Ἐπιφανείων, εἰς τὸ ἐπὶ τῇ πλάνῃ ἐλπίσαντας μὴ ζητεῖν τὴν ἀλήθειαν.

πρῶτον μὲν ἐν Ἀλεξανδρείᾳ ἐν τῷ Κορείῳ <οὕ>τω καλουμένῳ· ναὸς δέ ἐστι μέγιστος τουτέστιν τὸ τέμενος τῆς Κόρης.

ὅλην γὰρ τὴν νύκτα ἀγρυπνήσαντες ἐν ᾄσμασί τισι καὶ αὐλοῖς τῷ εἰδώλῳ ᾄδοντες καὶ παννυχίδα διατελέσαντες μετὰ τὴν τῶν ἀλεκτρυόνων κλαγγὴν κατέρχονται λαμπαδηφόροι εἰς σηκόν τινα ὑπόγαιον καὶ ἀναφέρουσι φόανόν τι ξύλιονον <ἐν> φορείῳ καθεζόμενον γυμνόν, ἔχον σφραγῖδά τινα σταυροῦ ἐπὶ τοῦ μετώπου διάχρυσον καὶ ἐπὶ ταῖς ἑκατέραις χερσὶν ἄλλας δύο τοιαύτας σφραγῖδας καὶ ἐπ᾿ αὐτοῖς τοῖς δυσὶ γονάτοις ἄλλας δύο, ὁμοῦ δὲ [τὰς] πέντε σφραγῖδας ἀπὸ χρυσοῦ τετυπωμένας καὶ περιφέρουσιν αὐτὸ τὸ ξόανον ἑπτάκις κυκλώσαντες τὸν μεσαίτατον ναὸν μετὰ αὐλῶν καὶ τυμπάνων καὶ ὕμνων καὶ κωμάσαντες καταφέρουσιν αὐτὸ αὖθις εἰς τὸν ὑπόγαιον τόπον. ἐρωτώμενοι δὲ ὅτι τί ἐστι τοῦτο τὸ μυστήριον ἀποκρίνονται καὶ λέγουσιν ὅτι ταύτῃ τῇ ὥρᾳ σήμερον ἡ Κόρη (τουτέστιν ἡ παρθένος) ἐγέννησε τὸν Αἰῶνα.
τοῦτο δὲ καὶ ἐν Πέτρᾳ τῇ πόλει (μητρόπολις δὲ ἐστι τῆς Ἀραβίας, ἥτις ἐστὶν Ἐδὼμ ἡ ἐν ταῖς γραφαῖς γεγραμμένη) ἐν τῷ ἐκεῖσε εἰδωλείῳ οὕτως γίνεται, καὶ Ἀραβικῇ διαλέκτῳ ἐξυμνοῦσι τὴν παρθένον, καλοῦντες αὐτὴν Ἀραβιστὶ Χααμοῦ τουτέστιν Κόρην εἴτ᾿ οὖν παρθένον καὶ τὸν ἐξ αὐτῆς γεγεννημένον Δουσάρην τουτέστιν μονογενῆ τοῦ δεσπότου. τοῦτο δὲ καὶ ἐν Ἐλούσῃ γίνεται τῇ πόλει κατ᾿ ἐκείνην τὴν νύκτα, ὡς ἑκεῖ ἐν τῇ Πέτρᾳ καὶ ἐν Ἀλεξανδρείᾶ.

ἐκ πολλῶν δὲ ἠναγκάσθημεν παραστῆσαι διὰ τοὺς ἀπειθοῦντας ὅτι τὰ Ἐπιφάνεια καλῶς εἴρηται ἡ ἔνσαρκος γέννησις τοῦ σωτῆρος ἡ ἐν Βηθλεὲμ γενομένη, ὀγδόῃ ὥρᾳ γεννηθέντος αὐτοῦ καὶ ἐπιφανέντος τοῖς ποιμέσι καὶ τῷ κόσμῳ διὰ τῆς τῶν ἀγέλων μαρτυρίας·

ἐπεφάνη δὲ καὶ τῇ Μαρίᾳ καὶ τῷ Ἰωσήφ. ἐν ἐκείνῃ δὲ τῇ ὥρᾳ καὶ ὁ ἀστὴρ ἐφάνη ἐν τῇ ἀντολῇ τοῖς μάγοις πρὸς δύο ἐτῶν τῆς αὐτῶν εἰς Ἱερουσαλὴμ καὶ Βηθλεὲμ ἀφίξεως, ὅτε καὶ ἀκριβῶς ὁ Ἡρῴδης ἐπυνθάνετο <παρ᾿> αὐτῶν τῶν μάγων τὸν χρόνον τοῦ φανέντος ἀστέρος καὶ ἤκουσε παρ᾿ αὐτῶν ὅτι ἀπὸ διετοῦς καὶ κατωτέρω, ἃ καὶ αὐτὸ τὸ ῥῆμα ῶν Ἐπιφανείων ἐποιεῖτο τὴν ἐπωνυμίαν ἐκ τοῦ τὸν Ἡρῴδην λέγειν »τοῦ φανέντος ἀστέρος«.

διὰ τῶν μὲν λεγόντων ὅτι »ποῦ ἐστιν ὁ βασιλεὺς ὁ τεχθεὶς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ«, ὁ Ἡρῴδης οὐ περὶ ψιλοῦ ὀνόματος ἀνθρώπου βασιλέως τὸ πρᾶγμα ἐσκόπησε.

διανοηθεις γὰρ τὸ πρᾶγμα καὶ θαυμάσας ὅτι πολλοὶ βασιλεῖς ἐγεννήθησαν ἐν Ἱερουσαλήμ, πρῶτος Σαοὺλ ἐκ φυλῆς Βενιαμίν, δεύτερος Δαυὶδ ἐκ φυλῆς Ἰούδα καὶ τούτου υἱὸς Σολομῶν, υἱὸς δὲ τοῦ Σολομῶντος ῾Ροβοὰμ καὶ τούτου υἱοὶ κατὰ διαδοχήν, καὶ οὐδέποτε ἐπὶ ἑνὶ τούτων γεννηθέντι ἀστὴρ ἐφάνη οὐδὲ ἔλευσις μάγων ἐγένετο ἐπὶ τὸ ἐλθεῖν καὶ προσκυνῆσαι τὸν γεννηθέντα βασιλέα ἀλλ᾿ ἢ τότε μόνον, — ὅθεν τοῦτο σκεψάμενος [τις] καὶ τὴν διάνοιαν αὐτοῦ ἐπὶ τὴν γνῶσιν τῆς ἀληθείας ἠκόντισε, μαθὼν ὅτι τὸ σημεῖον τοῦτο οὐκ ἀνθρώπου ἐστίν, ἀλλὰ κυρίου μόνου,

διὸ οὐκέτι περὶ βασιλέως ἠρώτα ἐπιγείου ἢ ἀνθρώπου, ἀλλὰ περὶ Χριστοῦ, λέγων τοῖς γραμματεῦσι καὶ ἱερεῦσι »ποῦ ὁ Χριστὸς γεννᾶται;« καὶ ἤκουσε παρ᾿ αὐτῶν »ἐν Βηθλεὲμ τῆς Ἰουδαίας«· καὶ παρὰ μὲν τούτων ἐρωτήσας τὸν τόπον ἔγων, παρὰ δὲ τῶν μάγων τὸν χρόνον.

καὶ γὰρ καὶ αὐτοὶ οἱ μάγοι μετὰ διετίαν ἐν αὐτῇ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων εἰς Βηθλεὲμ ἐγένοντο καὶ τὰ δῶρα προσήνεγκαν, [καὶ] τὴν σμύρναν καὶ τὸν χρυσὸ καὶ τὸν λίβανον. ἐν αὐτῇ γὰρ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων αἱ ἀρχαὶ γεγόνασι πολλῶν [πραγμάτων] σημείων τῆς ἐπιφανείας.

αὕτη δὲ ἦν ἡ ἡμέρα, ὡς ἄνω προεῖπον καὶ πολλάκις ἀναγκάζομαι λέγειν, ἐν ὑπατείᾳ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ τῇ πρὸ ἀκτὼ εἰδῶν Ἰανουαρίων, μετὰ δεκατρεῖς ἡμέρας τῆς τοῦ φωτὸς καὶ ἡμέρας αὐξήσεως, ἥτις ἐστὶν ἀπὸ τῆς τροπῆς τῆς χειμερινῆς τουτέστιν ἀπὸ τῆς πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων ἕως αὐτῆς τῆς γενεθλίου καῖ Ἐπιφανείων ἡμέρας διὰ τὸν προδηλωθέντα τύπον, αὐτοῦ τοῦ σωτῆρος καὶ τῶν δώδεκα αὐτοῦ μαθητῶν τὸν τρισκαι8δέκατον ἀριθμὸν πληρούντων.

Γεννᾶται οὖν ὁ σωτὴρ τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου βασιλέως τῶν ῾Ρωμαίων, ὑπατείᾳ τῇ

προγεγραμμένῃ, μετὰ εἰκοσιεννέα ἔτη τῆς Αὐγούστου πρὸς Ἰουδαίους συναφείας· βασιλεύει δὲ Αὔγουστος δεκατρία ἔτη πρὶν ἢ τὴν Ἰουδαίαν τελείως συναφθῆναι ῾Ρωμαίοις.

ἦν δὲ καὶ ἐξότε ἐβασίλευσεν Αὔγουστος ἐπὶ τέσσαρσιν ἔτεσιν τῆς αὐτοῦ βασιλείας πλείω ἐλάσσω φιλία μὲν ῾Ρωμαίων πρὸς Ἰουδαίους καὶ συμμαχία πεμπομένη καὶ ἐπίτροπος καθιστάμενος καὶ μέρη φόρων Ῥωμαίοις τελούμενα * ἐπὶ πέντε ἔτεσι πλείω ἐλάσσω, ἕως ὅτου τέλεον παρεδόθη ἡ Ἰουδαία καὶ ὑπόφορος αὐτοῖς γεγένηται, ληξάντων τῶν ἀπὸ Ἰούδα ἀρχόντων καὶ Ἡρῴδου ἐξ ἐθνῶν κατασταθέντος,

προσηλύτου μέντοι γε, εἶτα Χριστοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐλθόντος τε ἐπὶ τὸ κήρυγμα, ληξάντων τῶν ἀπὸ Ἰούδα καὶ Ἀαρὼν χριστῶν ἡγουμένων, διαρκεσάντων ἕως Ἀλεξάνδρου Κριστοῦ ἡγουμένου καῚ Σριστῶν τῆς καῚ Ἀλεξάνδρας· ἐφ’ οἷς ἐπληρώθη ἡ προφητεία τοῦ Ἰακώβ, τό » οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν«, ὅ ἐστιν ὁ γεννηθεὶς κύριος.

Ταῦτα πάντα ἐτελειοῦτο ἀρξάμενα ἀπὸ τῆς γεννήσεως τῆς ἐν Βηθλεέμ, ἣ ἐγένετο ἐν τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς πάσης βασιλείας Αὐγούστου, ὃ ἦν μετὰ πέμπτον ἔτος τῆς ἐπιτροπῆς Ἀντιπάτρου τοῦ πατρὸς Ἡρῴδου, ὅτε φιλία ἦν Ῥωμαίων πρὸς Ἰουδαίους καὶ μέρη δομάτων, καὶ μετὰ τὴν ἐπιτροπὴν Ἀντιπάτρου τὴν ἀπὸ ἕκτου Αὐγούστου ἕως ἐνάτου αὐτοῦ, Ἡρῴδου [τε] κατασταθέντος ἀπὸ τοῦ δεκάτου ἔτους καἲ μέρους φόρων διδομένου ἕως τρισκαιδεκάτου ἔτους, ὃ ἦν τέταρτον ἔτος τῆς βασιλείας Ἡρῴδους κατασταθέντος ὑπὸ Αὐγούστου·

μετὰ δὲ τὸ τέταρτον ἔτος Ἡρῴδου λοιπὸν τελείως παραδοθείσης τῆς Ἰουσαίας ἕως τριακοστοῦ τρίτου ἔτους Ἡρῴδου, Αὐγούστου δὲ τεσσαράκοντα δύο ἔτη πληρώσαντος, κρατηθίσης < τε > Τῆς πάσης Ἰουδαίας, ὡς ἔφην, μετὰ τὸ ποιῆσαι αὐτὴν εἰκοσιεννέα ἔτη ὑπόφορον Ῥωμαίοις, καὶ μετὰ τὸ κατασταθῆναι ἐπίτροπον τὸν Ἀντίπατρον Ἡρῴδου πατέρα, μετά τε τὸ Ἡρῴδην βασιλέα κατασταθῆναι ὑπὸ Αὐγούστου ἐν τῷ δεκάτῳ ἔτει τοῦ αὐτοῦ Αὐγούστου ἐπὶ τῆς Ἰουδαίας.

α ݲ. Ταῦτα δὲ ἐπραγματεύθη ἐν ὑπατεία Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ ὑπάτου, ὡς πολλάκις ἔφην, ἥντινα ὑπατείαν διεδέξαντο αἱ ὑποτεταγμέναι ὑπατεῖαι ἀκολούθως οὕτως·

β ݲ. Λεντούλου καὶ Πίσωνος.

γ ݲ. Λουκίου Καίσαρος καὶ Παύλου.

δ ݲ Οὐινδικίου καὶ Οὐάρου.

ε. ݲ. Λαμίου καὶ Σερουιλίου Νοννίου.

ς. ݲ Μάγνου Πομπηίου καὶ Οὐαλερίου.

ς ݲ. Λεπίδου καὶ Ἀρουγκίου.

η ݲ. Καίσαρος καὶ Καπίτωνος.

θ ݲ. Κρητικοῦ καὶ Νερούα.

ι ݲ. Καμίλλου καὶ Κυϊντιλλιανοῦ.

ια ݲ. Καμήρου καὶ Σαβίνου.

ιβ ݲ. Δολαβέλλα καὶ Σιλανοῦ.

ιγ ݲ. Λεπίδου καὶ Ταύρου.

ι ݲ δ ݲ. Φλάγκου καὶ Σιλανοῦ.

ι ݲ ε ݲ. τῶν δύο Σέξτων.

ι ݲ ς ݲ. Πομπηΐο Μάγνου καὶ Ἀπουληίου.

ι ݲ ζ ݲ. Βρούττου καὶ Φλάγκου.

ι ݲ η ݲ. Ταύρου καὶ Λίβωνος.

ι ݲ θ ݲ. Κράσσου καὶ Ῥούφου.

κ ݲ Τιβερίου Καίσαρος τὸ δεύτερον καὶ Δρούσου Γερμανοῦ τὸ δεύτερον.

κ ݲ α ݲ. Σιλανοῦ καὶ Βάλβου.

κ ݲ β ݲ. Μεσσάλα καὶ Γράτου.

κ ݲ γ ݲ. Τιβερίου Καίσαρος τὸ τρίτον καὶ Δρούσου Γερμανοῦ τὸ τρίτον

κ ݲ δ ݲ. Ἀγρίππου καὶ Γάλβου.

κ ݲ ε ݲ. Πολλίωνος καὶ Οὐέτερος.

κ ݲ ς ݲ. Κεθήγου καὶ Οὐάρου.

κ ݲ ζ ݲ. Ἀγρίππου τὸ δεύτερον καὶ Λεντούλου Γάλβου.

κ ݲ η ݲ. Γετουλικοῦ καὶ Σαβίνου.

κ ݲ θ ݲ. Κράσσου καὶ Πίσωνος.

λ ݲ. Σιλανοῦ καὶ Νερούα.

23. Καὶ ὁρᾷς ὅτι τριακονταετής ἐστιν χρόνος. Διὸ ἐφιλοτιμησάμεθα τὰς καθεξῆς ὑπατείας ἀκριβῶς θέσθαι, εἰς τὸ τοὺς διερχομένους ἰδεῖν ὅτι οὐκ ἔστιν τι παραπεποιημένον ἐν τῷ θείῳ δόγματι τῆς ἀληθείας, ἀλλὰ μετὰ ἀκριβείας τὰ πάντα τῇ ἐκκλησίᾳ κεκήρυκται.

Τίς γὰρ ἀριθμήσας τὰς μὴ δυναμένας σφαλῆναι καθ᾿ εἱρμὸν ὑπατείας οὐ καταγνώσεται τῶν νομιζόντων διαφωνίαν εἶναι ἐν τῷ τῶν ἐτῶν ἀριθμῷ τῷ παρὰ τοῖς εὐαγγελισταῖς ᾀδομένῳ;

διὰ τοῦτο γὰρ καὶ ἔπεσον αἱ πρότρον περὶ Οὐαλεντῖνον καί τινας ἄλλους αἱρέσεις, αἱ μυθωδῶς ἀναγραψάμεναι τοὺς τριάκοντα αἰῶνας, οὓς ἐνόμισαν ἀπεικάζειν τοῖς τοῦ σωτῆρος ἔτεσιν, ἵνα δῆθεν δύνωνται τῶν παρ᾿ αὐτοῖς αἰώνων καὶ ἀρχῶν ἀναγράφειν τὴν μυθοποιίαν.

εὑρίσκεται γὰρ ἐν τῷ τριακοστῷ τρίτῳ ἔτει τῆς αὐτοῦ ἐνσάρκου παρουσίας πάσχων ὁ μονογενὴς ἀπαθὴς ὢν ἄνωθεν θεὸς Λόγος, σάρκα δὲ < προσλαβὼν καἲ > ἀναδεξάμενος ὑπὲρ ἡμῶν παθεῖν, ἵνα τὸ τοῦ θανάτου καθ᾿ ἡμῶν χειρόγραφονλύςῃ.

μετ᾿ ἐκείνην γὰρ τὴν ὑπατείαν τὴν ἐντῷ τριακοστω ἔτει αὐτοῦ σημαινομένην ἄλλη ὑπατεία γέγονεν, Λεγομένη τῶν δύο Γεμινῶν· εἶτα ἄλλη ὑπατεία Ῥούφου καὶ Ῥουβελλίωνος, Καὶ οὕτως ἐνεστώσης τῆς ὑπατείας τῆς μετὰ τὴν ὑπατείαν < Ρούφου καὶ > Ῥουβελλίωνος, ἥτις ὕστερον ἦλθεν Οὐιννικίου καλεῖσθαι Καὶ Λογγίνου Κασσίου, < ἐν τῷ τριακοστῷ τρίτῳ αὐτοῦ ἔτει ὅπερ ἦν > ὀκτωκαιδέκατον Τιβερίου Καίσαρος, πάσχει ὁ σωτὴρ [ἐν] τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων.

Καὶ ἐλήλεγκται τούτων ἁπάντων ἡ πλάνη, εὑρισκομένης σαφῶς τῆς κατὰ τὴν ἀλήθειαν διδασκαλίας, ὡς οὐ μόνον δύο χρόνων περίοδοι ἑορτῆς Πάσχων ἐν τοῖς εὐαγγελίοις ἐμφέρονται, ἀλλὰ καὶ τριῶν.

24. Γεννηθέντος γὰρ αὐτοῦ ἐν τῷ Ἰανουαρίῳ μηνὶ τουτέστιν πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων — ἥτις ἐστὶ κατὰ Ῥωμαίου Πέμπτη Ἰανουαρίου ἑσπέρα εἰς ἕκτην ἐπιφώσκουσα, κατ᾿ Αἰγυπτίους Τυβὶ ἑνδεκάτη, κατὰ Σύρους εἴτ᾿ οὖν Ἕλληνας Αὐδυναίου ἕκτη, κατὰ Κυπρίους εἴτ᾿ οὖν Σαλαμινίους πέμπτου Πέμπτη, κατὰ Παφίους Ἰουλίου τεσσαρεσκαιδεκάτη, κατὰ Ἄραβας Ἀλεὼμ μία καὶ εἰκάς, κατὰ Καππάδοκας Ἀταρτᾶ τρισκαιδεκάτη, κατὰ Ἀθηναίους Μαιμακτηριῶνος Πέμπτη, κατὰ Ἑβραίου Τηβὴθ πέμπτη·

ἔδει γὰρ καὶ ἐνταῦθα πληρωθῆναι τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον »εἰσῆλθεν πρὸς ἡμᾶς ἡ κιβωτὸς τοῦ θεοῦ« (λέγει δὲ τὴν Χριστοῦ τελείαν ἐνανθρώπησιν) »τῇ πέμπτῃ τοῦ μηνὸς τοῦ πέμπτου«, ὡς τότε παρ᾿ Ἑβραίοις ἐτελέσθη· ὃ πρῶτον μὲν τῇ

ψήφῳ τῶν Ἑβραίων ἐχρῆν πληρωθῆναι, ᾗ καὶ πολλοὶ τῶν ἐθνῶν ἀκολουθήσαντες, φημὶ δὲ Ῥωμαῖοι, πέμπτην αὐτὴν ἑσπερινὴν εἰς ἕκτην ἐπιφώσκουσαν ἐπιτελοῦσι, Κύπριοι δὲ πέμπτην αὐτὴν [τὴν] ἡμέραν τοῦ μηνὸς ἄγουσιν, Αἰγύπτιοι δὲ φύσει καὶ Σαλαμίνιοι καὶ αὐτὸν τὸν μὴνα πέμπτον ἄγουσιν, ὡς καὶ οἱ Ἑβραῖοι ἀπὸ τοῦ παρ᾿ αὐτοῖς ἀγομένου νέου ἔτους πέμπτον αὐτὸν Τάττουσι —

διῆλθεν οὖν τὰς προειρημένας ὑπατείας εἰκοσιεννέα πλήρης, εἰς δὲ τὴν τριακοστὴν ὑπατείαν, λέγω δὲ *, περὶ τὸν < ἑν > δέκατον μῆνα ἦλθε πρὸς τὸν Ἰωάννην καὶ ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ ποταμῷ τῷ τριακοστῷ ἔτει τῆς αὐτοῦ ἐνσάρκου γεννήσεως, πρὸ ἓς εἰδῶν Νοεμβρίων,

Τουτέστι κατὰ Αἰγυπτίους Ἀθὺρ δωδεκάτῃ, κατὰ Ἕλληνας Δίου ὀγδόῃ, κατὰ Σαλαμινίους τοὺς καὶ Κωνσταντιέας τρίτου Χοιὰκ ἕκτῃ, κατὰ Παφίους Ἀπογονικοῦ ἑκκαιδεκάτῃ, κατὰ Ἄραβας Ἀγγαθαλβαεὶθ δευτέρᾳ καὶ εἰκάδι, κατὰ Μακεδόνας Ἀπελλαίου ἑκκαιδεκάτῃ, κατὰ Καππάδοκας Ἀρατατὰ πεντεκαιδεκάτῃ, κατὰ Ἀθηναίους Μεταγειτνιῶνος ἑβδόμῃ, κατὰ Ἑβραίους Μαρεσουὰν εὐαγγέλιον,

ὡς ἐπιμαρτυπεῖ Μου τῷ λόγῳ τὸ ἅγιον κατὰ Λουκᾶν εὐαγγέλιον, ὡς πολλάκις ἔφην, ᾦδέ πως λέγον »ἦν δὲ ὁ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ«·

[ καὶ] ἀπ᾿ ἐντεῦθεν ἀπὸ Ἀθὺρ δωδεκάτης »κηρύττοντος αὐτοῦ τὸν δεκτὸν ἐνιαυτὸν κυρίου« κατὰ τὰ ἐν τῷ προφήτῃ Ἠσαΐᾳ προειρημένα ὅτι »πωεῦμα κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, κηρῦξαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόδεως«·

25. Ὡς ἀληθῶς γὰρ ἐκήρυξεν ἐνιαυτὸν κυρίου δεκτόν, τουτέστιν μὴ ἀντιλεγόμενον. τὸν γὰρ πρῶτον ἐνιαυτὸν μετὰ < τὸ > τριακοστὸν ἔτος τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἐκήρυσσε καὶ πάντες κατεδέχοντο, καὶ οὔτε Ἰουδαῖοι ἀντέλεγον οὔτε ἔθνη οὔτε Σαμαρεῖται, ἀλλὰ πάντες ἡδέως ἤκουον αὐτοῦ.

ἐν ᾧ ἐνιαυτῷ ἄνεισιν εἰς Ἱεροσόλυμα, μετὰ τὸ βαπτισθῆναι καὶ διελθεῖν τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ καὶ ἅς προείπαμεν εἴκοσι ἕως τοῦ πρώτου σημείου καὶ ἐκλέξασθαι τοὺς ἑαυτοῦ μαθητάς·

ἀνακάμψας ἀπὸ τοῦ πειρασμοῦ ἐπὶ τὸν Ἰορδάνην καὶ διελθὼν διὰ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐπὶ τὴν Ναζαρὲτ πορευόμενος ἀνέβη δηλονότι εἰς Ἱερουσαλὴμ καὶ ἐν μέσῳ τῆς ἑορτῆς ἐκέκραγε λέγων »εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω«, καὶ οὕτως ἀπῆλθεν εἰς Ναζαρὲτ καὶ εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὴν Σαμάρειαν κιαὶ εἰς τὰ μέρη Τύρου.

καὶ πληρωθέντος τοῦ πρώτου ἐνιαυτοῦ πάλιν ἄνεισιν εἰς Ἱερουσαλὴμ καὶ λοιπὸν ἐζήτουν αὐτὸν πιάσαι ἐν τῇ ἑορτῇ καὶ ἐφοβήθησαν· ἐν ᾗ ἑορτῇ ἔλεγεν ὅτι »οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην«. οὐ γὰρ ἐφεύδετο, μὴ γένοιτο.

»μεσαζούσης γὰρ τῆς ἑορτῆς ἦλθε« φησί »καὶ ἀνέβη εἰς Ἱεροσόλυμα«, »καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὅν ἐζήτουν πιάσαι; Καὶ ἰδοὺ ἐν παρρησίᾳ λαλεῖ· μὴ ἄρα ἔμαθον οἱ ἱερεῖς ὅτι οἷτός ἐστιν ὁ χριστός;

ἀλλὰ οἴδαμεν οἷτος πόθεν ἐστί«. Μυστηριωδῶς γὰρ καὶ πνευματικῶς αὐτοῦ διαλεγομένου τοῖς αὐτοῦ ἀδελφοῖς οὐκ ἤδεισαν τί ἔλεγεν. ἔλεγε γὰρ α’ττοῖς γὴ ἀναβαίνειν εἰς τὸν οὐρανὸν ἐν τῇ ἑορτῇ ἐκείνῃ μηδὲ εἰς τὸν σταυρόν, τοῦ τελετῶσαι τέως τὴν οἰκονομίαν τοῦ πάθους αὐτοῦ καὶ τῆς σωτηρίας τὸ μυστήριον καὶ ἐκ νεκρῶν ἀναστῆναι καὶ εἰς τὸν οὐρανὸν ἀναβῆναι· ἅτινα ἐπλήρου πάντα ἐν τῇ

ἰδίᾳ αὐτοῦ ἐξουσίᾳ. καὶ μετὰ ταῦτα ὡς πληρωθέντος τοῦ διετοῦς χρόνου μετὰ τὸ βάπτισμα καὶ τὴν αὐτοῦ γέννησιν ἀπὸ Νοεμβρίου μηνὸς καὶ ἀπὸ Ἰανουαρίου μηνὸς καὶ [τῶν] ἐπέκεινα, λοιπὸν ἐν τῷ τριακοστῷ τρίτῳ ἔτιει τῆς αὐτοῦ ἐνσάρκου (??)ἐνδημίας, μετὰ τὸ ὑπερβῆναι αὐτὸν τὰς δύο ὑπατείας, ἅς ἔφημεν, τῶν τε δύο Γεμινῶν καὶ τὴν Ῥούφου καὶ Ῥουβελλίωνος, λοιπὸν ἐν τῇ

τρίτῃ ὑπατείᾳ, ἐν τῷ τρίτῳ μηνὶ αὐτῆς, μετὰ τὸν Ἰανουάτιον καὶ φεβρουάριον ἐν Μαρτίῳ μηνὶ τελειοῖ τὸ τοῦ πάθους μυστήτιον ὁ ἀπαθὴς θεὸς Λόγος παθὼν ἐν σαρκὶ δι᾿ ἡμᾶς, μένων δὲ ἐν ἀπαθείᾳ, ὡς λέγει Πέτρος »θανατωθεὶς σαρκί, ζωογονηθεὶς δὲ τῷ πνεύματι«.

26. Πάσχει δὲ ἐν τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων * ὑπερβεβηκότων αὐτῶν μίαν * ἐσπέραν τουτέστιν ἐν τῇ τεσσαρεσκαιδεκαταίας σελήνης νυκτερινῇ μέσῃ.

προέλαβον γὰρ καὶ ἔφαυον τὸ Πάσχα, ὥς φησι τὸ εὐαγγέλιον καὶ ἡμεῖς πολλάκις εἴπαμεν· ἔφαγον οὖν τὸ Πάσχα πρὸ δύο ἡμερῶν τοῦ* φαγεῖν τουτέστι τῇ τρίτῃ ἑσπέρας ὅπερ ἔδει τῇ πέμπτῃ ἑδπέρας· τεσσαρεσκαιδεκάτη γὰρ οὕτως ἦν ἡ Πέμπτη.

συλλαμβάνεται δὲ τῇ αὐτῇ τρίτῃ ὀψέ, ἥτις ἦν ἑνδεκάτη τῆς σελήνης νυκτερινὴ πρὸ δεκαὲξ καλανδῶν Ἀπριλλίων Ἀπριλλίων Πέμπτη τρισκαιδεκάτη ἡμερινή, νυκτερινὴ δὲ τεσσαρεσκαιδεκάτη πρὸ δεκατεσσάρων καλανδῶν Ἀπριλλίων προσάββατον τεσσαρεσκαιδεκάτη ἡμερινὴ πρὸ δεκατριῶν καλανδῶν· Ἀπριλλίων σάββατον πεντεκαιδεκάτη ἡμερινὴ πρὸ δεκαδύο καλανδῶν Ἀπριλλίων ἐπιφώσκουσα κυριακὴ πεντεκαιδεκάτη νυκτερινή·

ὅπερ ἦν φωτισμὸς Ἅιδου καὶ γῆς καὶ οὐρανοῦ καὶ <ἰσότης> νυκτὸς καὶ ἡμέρας, διὰ τὴν πεντεκαιδεκάτην τῆς σελήνης καὶ τὸν τοῦ ἡλίου δρόμον· ὅτι καὶ ἀνάστασις καὶ ἰσημερία πρὸ ἕνδεκα καλανδῶν Ἀπριλλίων <ἐγένετο>, περὶ ἥν πλανηθέντες < οἱ Ἰουδαῖοι > ὑπέρβατον μίαν ἡμέραν ἐποίησαν, ὡς προεῖπον.

ἔχει δὲ ὥραςνὰς ἡ ψῆφος τῆς λεπτολογίας *, ἥτις ἐμπίπτει δι᾿ ἐτῶν τριῶν, παρ᾿ αὐτοῖς διαφωνουμενη ἡμέραν μίαν·

προστιθέασι γὰρ τῷ σεληνιακῷ δρόμῳ μετὰ τὰς τριακοσίας πεντήκοντα τέσσαρας ἡμέρας καὶ ἄλλας κατ᾿ ἔτος τέσσαρας ὥρας, ὡς εἶναι εἰς τρία ἔτη ἡμέραν μίαν.

διὸ παρ᾿ αὐτοῖς πέντε μῆνες τελοῦνται ἐμβόλιμοι εἰς ἔτη δεκατέσσαρα, διὰ τὸ ἀφαιρεῖσθαι ἀπὸ τοῦ ἡλιακοῦ δρόμου τῶν τριακοσίων ἑφήκοντα πέντε ἡμερῶν καὶ ὡρῶν τριῶν τὴν * ὥραν μίαν· προστιθεμένων γὰρ τῶν † ὡρῶν λοιπὸν γίνονται τξε ἡμέραι * παρὰ ὥραν μίαν·

ὅθεν οὗτοι ἑξάκις πολυπλασιάσαντες τὰ ιδݲ ἔτη διὰ † τοῦ πδ ἔτους ἐν τῷ ὀγδοηκστῷ πέμπτῳ τιθέασιν ἐμβόλιμον ἔνα μῆνα, εἰς τὸ εἶναι τριάκοντα καὶ ἕνα μῆνας εἰς τὰ ὀγδοήκοντα καὶ πέντε ἔτη, οἵτινες ὤφειλον εἶναι κατὰ τὴν ἀκρίβειαν τριάκοντα εἷς μὴν καὶ † καݲ ἡμέραι καὶ ὧραι γݲ.

27. Ἕνεκεν τοίνυν τούτου τότε σφαλέντες οὐ μόνον προέλαβον θορυβούμενοι τὰς δύο ἡμέρας βεβρωκότες τὸ Πάσχα, ἀλλὰ καὶ τὴν ὑπέρβατον προσθέντες μίαν ἡμέραν *, κατὰ πάντα τρότον αὐτοὶ μὲν σφαλέντες· ἡ δὲ οἰκονομία τῆς ἀληθείας ἀκριβέστατα πάντα ἡμῖν σωτηριωδῶς εἰργάσατο.

ὄθεν καὶ αὐτὸς ὁ σωτὴρ τὸ Πάσχα τελειώσας ἐξῆλθεν εἰς τὸ ὄρος μετὰ τὸ βεβρωκέναι᾿»ἐπιθυίᾳ ἐπιθυμήσας«.

καὶ ἐκεῖνο τὸ Πάσχα τὸ Ἰουδαϊκὸν μετὰ τῶν μαθητῶν ἔφαγεν, οὐκ ἄλλως ποταλύση τὸν νόμον, ἀλλὰ πληρώση.

καὶ οὕτως μετὰ τὸ ὑπερβῆναι τριακοστὸν ἔτος ὅτε ἐβαπτίσθη καὶ μετὰ τὸ τρακοστὸν πρῶτον, κηρύξας πληρέστατον ἐνιαυτὸν δεκτὸν καὶ γὴ ἀντικεγόμενον, κηρύξας δὲ ἄλλον ἐνιατὸν ἀντιλεγόμενον καὶ ἐν διωγμῷ ὄντα ἐγοτούμενόν τε, καὶ μετὰ τοῦτο ἄλλον ἐνιαυτὸν ὑπερβὰς ἀπὸ τῆς τῶν γενεθλίων αὐτοῦ ἡμέρας τουτέστιν Ἐπιφανείων,

ἥτις τυγχάνει πέμπτη εἰς ἔκτην ἐπιφώσκουσα Ἰανουαρίου μηνός, κατὰ δὲ Αἰγυπτίους Τυβὶ ἐνδεκάτη, ἐπὶ ὅλας ἑβδομήκοντα τέσσαρας ἡμέρας, ὡς προείπαμεν, ἕως τῆς πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων, * καὶ ἔτη πληρέστατα καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας τριάκοντα δύο ἔτη πληρέστατα καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀπὸ Ἐπιφανείων. καὶ ἀναστὰς κατ᾿ Αἰγυπτίους Φαμενὼθ ἕμέρας ἀπὸ Ἐπιφανείων.

καὶ ἀναστὰς κατ᾿ Αἰγυπτίους φαμενὼθ ἕκτῃ καὶ εἰκάδι, ἥτις ἦν ἰσημερία παρελθούσης νυκτὸς καὶ ἰσονυκτία μετὰ τὴν πέμπτην <καὶ> εἰκάδα καὶ πρὸ ιݲαݲ καλανδ[ων Ἀπριλλίων *, ἵνα εὐρεθῶσι πάντες ψευδόμενοι οἱ μὴ ὄντες υἱοῖ τὴ ἀληθείας.

28. Εὐθὺς πρῶτος Οὐαλεντῖνος * δραματουργήσας, τριάκοντα ἡμῖνν αἰῶνας ἀπὸ τοῦ τριακονταςτοῦς νομίζων * τῆς τοῦ σωτῆρος ἀναγωγῆς καὶ ἀνδρώσεως τῆς αὐτοῦ ἡλικίας, οὐκ εἰδὼς ὅτι οὐ τριάκοντα ἔτη μόνον ἐποίησεν,

ἀλλὰ ἐν τῷ τριακοστῷ ἐβαπτίσθη μετὰ τὸ πληρῶσαι εἰκοσιεννέα ἔτη καὶ μῆνας δέκα, τῇ δωδεκάτῃ ὡς προεῖπον Ἀθύρ, πρὸ ἓξ εἰκῶν Νοεμβρίων, καὶ μετὰ ταῦτα κηρύξας * ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀντιλεγομένας, ἐξότε ἐβαπτίσθη πρὸ <πρῶτον> ἐνιαυτὸν ἄλλον ἐνιαυτὸνἀντιλεγόμενον καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀντιλεγομένας, ἐξότε ἐβαπτίσθη πρὸ <ἑξήκοντα ἡμερῶν> τῶν αὐθτοῦ γενεθλίων·

ὥστε εἶναι τὰ πάντα ἔτη τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ἕως τοῦπάθους ἀπὸ τῆς γεννήσεως λݲβݲ ἔτη καὶ οݲδݲ ἡμέρας, ἀπὸ δὲ ἀρχῆς * ὑπατείας Σιλανοῦ καὶ Νερούα δύο ἔτη καὶ ρݲλݲδݲ ἡμέρας. καὶ ἐλήλεγκται μὲν ἐνταῦθα ὁ προειρημένος Οὐαλεντῖνος καὶ οἱ πολλοὶ οἱ κατ᾿ αὐτὸν ἀφραίνοντες.

ἠλέγχθησαν δὲ καὶ οἱ ἀποβαλλόμενοι τὸ κατὰ ἱωάννην εὐαγγέλιον, οὓς δικαίως Ἀλόγους καλέσαιμι, ἐπειδὴ τὸν Λόγον τοῦ θεοῦ ἀποβάλλονται, τὸν διὰ Ἰωάννου κηρυχθέντα πατρικὸν θεὸν Λόγον, ἀπ᾿ οὐρανοῦ κατεληλυθότα καὶ σωτηρίαν ἡμῖν ἐργασάμενον <διὰ> τῆς πάσης ἐνσάρκου αὐτοῦ παρουσίας,

ὅτι ἀπὸ τε τῶν ὑπατειῶν καὶ ἀπὸ τῶν ἐτῶν καὶ ἀπὸ τῆς συστάσεωςω τοῦ προξήτου Ἠσαΐου καὶ ἀπὸ τοῦ κατὰ Λουκᾶν εὐαγγελίιου καὶ ἀπὸ τοὺ κατᾶ Ἰωάννην. καὶ ἀπὸ τοῦ κατὰ Ματθαῖον καὶ ἀπὸ τοῦ κατὰ μάρκον καὶ ἁπαξαπλῶς πανταχόθεν ἡλέγχθησαν οἱ πεπλανημένοι,

ὅτι οὐ μόνον ἓν Πάσχα μετὰ τὴν ἀρχὴν τοῦ κηρύγματος κατὰ περίοδον χρόνου ἐνιαυτοῦ ἀπετέλεσεν, ἀλλὰ καὶ περιόδους τριῶν ὑπατειῶν παρὰ τι ἐπλήρωσε μετὰ τὸ ἀπὸ τοῦ Ἰωάννου βάπτισμα.

καὶ ἐξέπεσεν ὁ τῶν ἀπαρακολουθήτων λόγος παντάπασι τῆς πλάνης * καὶ ἀνοίας καὶ ἀμαθίας, οὐ μόνο μὴ γινωσκούσης τὴν ἑαυτῆς ζωήν, ἀλλὰ καὶ φευδῶς κατὰ τῆς ἀληθείας μὰτην ἐπιστρατευομένης.

29. Εὑρήκαμεν γὰρ καὶ ἐμφερόμενόν που <ἐν> τοῖς λόγοις τούτοις γεγραμμένον ὅτι ὁ ἐκ τοῦ θεοῦ Λόγος [τοῦ θεοῦ] ἐγεννήθη περὶ τὸ τεσσαραδοστὸν ἔτος Αὐγούστου, ὅπερ λέληθε τ[ον γρα΄φαντα, ἢ τῆς διὰ τοῦ βῆτα φήφου ἀπαλειφθείσης καὶ τοῦ μῦ μόνον παραμεμενηκότος μ ἐποίησε μόνα ἔτη· τῷ γὰρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου ἐγεννήθη.

φάσκει δὲ ὅτι πρὸ δεκαδύο καλανδῶν Ἰουλίων ἢ Ἰουνίων (οὐκ ἔχω λέγειν) ἐν ὑπατείᾳ Σουλπικίου Καμμαρίνου † Βεττέῳ Πομπηιανῷ ὑπάτοις <συνελήφθη>·

<καὶ> τοῦτο δὲ ἐσκόπησα, ὅτι οἱ εἰπόντες τὴν ἡμέραν τῆς συλλήφεως καὶ ὡς εὐηγγελίσατο ὁ Γαβριὴλ τὴν παρθένον, εἶπαν <τοῦτο διὰ> τὴν ὑπόνοιαν [τῶν] τινῶν † λεγόντων ἐν παραδόσει ὡς ὅτι διὰ ἑπτὰ μηνῶν ἐγεννήθη.

εὑρήκαμεν γὰρ ἀπὸ τούτου τοῦ † προπόσωνν ἕως ἑνδεκάτης Τθβὶ καὶ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, ὅτε ἀληθὼς τὰ θεοφάνεια ἐγένετο καὶ ἐγεννήθη, ἑπτὰ μηνῶν χρόνον κατὰ τὸν σεληνιακὸν δρόμον παρὰ ἡμέρας τέσσαρας.

ὥστε οὖν εἰ εὕροις ἐνν παρασημειώσεσί που <ταῦτα> γεγραμμένα, μὴ σφάλλου περὶ τὴν εἴδησιν. τῷ μὲν γὰρ ὄντι ἡ βεβαία γέννησις τοῦ Χριστοῦ Τυβὶ ἑνδεκάτη ἐστί.

τινὲς δὲ φασιν ὡς δέκα μῆνας ἐνεκυμονήθη παρὰ ἡμέρας ιݲδݲ καὶ ὥρας ὀκτώ, ὡς εἶναι ἐννέα μῆνας καὶ ἡμέρας δεκαπέντε καὶ ὥρας τέσσαρας, αἰνιττόμενοι τὸ παρὰ τῷ Σολομῶντι εἰρημένον »δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι«.

ὅμως ἐκ πανταχόθεν <δέδεικται ὅτι τῇ> ἑνδεκάτῃ Τυβὶ κατ᾿ Αἰγυπτίους ἡ προειρημένη τοῦ κυρίου ἔνσαρκος γέννησις ἐγένετο. καὶ περὶ αὐτὴν τὴν ἑνδεκάτην μετά ἔτη τριάκοντα γέγονε τὸ πρῶτον σημεῖον ἐν κανᾷ τῆς Γαλλιλαίας, ὅτι τὸ ὕδωρ οἶνος ἐγένετο.

30. διὸ καὶ ἐν πολλοῖς τόποις ἄχρι τῆς δεῦτο τουτὶ γίνεται διὰ τὸ τότε γεγενημένον θεοσήμειον εἰς μαρτύριον τοῖς ἀπιστοῦσιν, ὡς μαρτυροῦσιν ἐν πολλοῖς τόποις τηγαί τε καὶ ποταμοὶ εἰς οἶνον ματαβαλλόμενοι·

Κιβύρης μὲν τῆς πόλεως τῆς Καρίας ἡ πηγή, καθ᾿ ἣν ἤντλησαν ὥραν οἱ διάκονοι καὶ εἶπεν »δότε τῷ ἀρχιτρικλίνῳ«· μαρτυρεῖ δὲ καὶ ἡ ἐν Γεράσῃ τῆς Ἀραβίας πηγὴ ὡσαύτως· αὐτοὶ <γὰρ ἡμεῖς> πεπώκαμεν ἀπὸ τὴς Κιβθρ<ικ>ῆς, ἡμέτεροι δὲ ἀδελφοῖ ἀπὸ τῆς ἐν Γεράσῃ πηγῆς τῆς ἐν τῷ μαρτυρίῶ.

πολλοὶ δὲ καὶ ἐν Αἰυύπτῳ περὶ τοῦ Νείλου τοῦτο μαρτυροῦσι. διόπερ ἐν τῇ ἑνδεκάτῃ τοῦ Τθβὶ κατ᾿ Αἰγυπτίους πάντες ὑδρεύονται ὕδωρ καὶ ἀποτιθέασιν ἐν αὐτῇ τῇ Αἰγύπτῳ καὶ ἐν πολλαῖς πατρίσιν.

οὕτως γὰρ εὑρίσκεται μετὰ τὴν δωδεκάτην Ἀθύρ, ἀπελθόντος καὶ πειρασθέντος τεσσαράκοντα ἡμέρας καὶ ἐλθόντος εἰς Ναζαρὲτ καὶ μείναντος ὡσεὶ ἑβδομάδας δύο καὶ ἡμέρας τρεῖς, κατελθεῖν ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην διατελέσαι τε πρώτην καὶ δευτέραν ἡμέαν καὶ ἀνακάμψαι εἰς Ναζαρὲτ καὶ μεῖναι ὡσαύτως πρώτην καὶ δευτέραν ἡμέραν καὶ ἐξελθεῖν τῇ

τρίτῃ ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς πληροῦσθαι τὰς πάσας ἡμέρας ξݲ ἀπὸ τοῦ βαπτίσματος, τεσσαράκοντα μὲν τοῦ πειρασμοῦ καὶ τὰς εἰς ναζαρὲτ δύο ἑβδομάδας <καὶ δύο ἡμέρας> καὶ τὰς ἄλλας δύο, καὶ τῇ τρίτῃ τὸ σημεῖον τοῦ ὕδατος ἐν τῷ γάμῳ γεγενῆσθαι.

μετέπειτα ἡκέναι αὐτὸν ἐν Καφαρναοὺμ καὶ ἐργάσασθαι ἕτερα, ὡς ἔφαμεν πολλάκις, καὶ πάλιν εἰς Ναζαρὲτ ἀνελθόνα ἀναγνῶναι τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου. διὸ λέγουσι »ποίησον καὶ ὧδε σημεῖα ὅσα ἠκούσαμενν ἐν Καφαρναούμ σε πεποιηκέναι«·

ὕστερον δὲ πάλιν ἐλθόντα αὐτὸν εἰ καφαρναοὺμ ἐκεῖθεν διαβῆναι ἐπὶ τὴν λίμνην εἴτ᾿ οὖν θάλασσαν Γεννησαρέθ, τέλεόν <τε> τοῦς περὶ Πέτρον ἐκλελέχθαι καὶ οὕτως ἐκεῖθεν συνάψαι τὴν πᾶσαν τοῦ κηρύγματος τελείωσιν.

κατὰ γὰρ την ἀκολουθίαν, ὡς ἔφαμεν,μετὰ τὰς μݲ <ἡμέρας> και τὰς ἅλλας δύο ἑβδομάδας καὶ δύο ἡμέρας τὰς <ἐν Ναζαρὲτ> πρὸς Ἰωάννην ἐγένετο πρώτην ἡμέρανκαὶ τὴν αὔριιον· <ἀπ᾿> αὐτοῦ δὲ ἀνακάμψαντος Ναζαρὲτ καὶ μείναντος ἀπὸ ὥρας δεκάτης ἄχρι ἑσπέρας, τῇ δὲ ἄλλῃ ἡμέρᾳ ἐξελθόντος καὶ συναντήσαντος Φιλίππῳ ὅ εἰσι δύο ἡμέραι,

λοιπὸν τὸ ἀμετάστατον τῆς ἀκριβείας τὸ εὐαγγέλιον δείκνυσιν διὰ τὰς πρύτας δύο, ἃς ἐλθὼν ἔμεινεν, <λέγον> »τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας«, ὅπερ σύμβολον ἦν τῆς ἐκκλησίας· ἐν γὰρ τῇ

τρίτῃ ἡμέρᾳ τῆς ἐν τῇ καρδίᾳ τῆς γῆς αὐτοῦ πραγματείας, ἧς † ἐν τῇ γῇ ἐποίησε μετὰ τὸ πάθος, ἀναστὰς γάμον συνῆπτε τῇ Κανᾷ· Κανᾶ γὰρ ἑρμηνός·

ἡ κτησαμένη. τίς δέ ἐστιν ἡ κτησαμένη ἀλλ᾿ ἢ ἡ κληρονόμος περὶ ἧς ὁ ψαλμῳδὸς ἐν τῷ πέμπτῳ ψαλμῷ ἔλεγεν »ὑπὲρ τῆς κληρονομούσης« καὶ τὰ ἑξῆς; γάμος γὰρ ὡς ἀληθῶς οῠτος εὐλογημένος, ἀπὸ τοῦ τύπου ἐκείνου λαβὼν τὴν πρόφασιν.

ἐκεῖ μὲν γὰρ γάμος ἦν αἰσθητὸς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ὕδωρ ἀληθῶς οἶνος γεγονός· καὶ ἐκλήθη κατὰ δύο τρόπους, ἵνα τὸ ὑδαρὲς τῶν ἐν τῷ κόσμῳ ἐκβαχευομένων ἐπιστύψῃ <διὰ> τοῦ γάμου εἰς σωφροσύνην καὶ εἰς σεμνότητα, καὶ ἵνα τὸ λεῖπον ἐπιδιορθώσηται εἰ εὐφρασίαν <διὰ> τοῦ λυσιπόνου οἴνου καὶ τῆς χάριτος,

ἵνα κατὰ πάντα τρόπον ἀποφράξῃ τὰ στόματα τῶν κατὰ τοῦ † κυρίου ἐπεγειρομένων καὶ ἵνα δείξῃ ὅτι αὐτὸς θεός ἐστι σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι αὐτοῦ, τὸ ὕδωρ τῇ ἀμπέλῳ παρέχων χροΐζων <τε> αὐτὸ ἐνν αὐτῇ εἰς οἶνον εἰς εὐφρασίαν ἀνθρώπων. ἐν ἄλλῳ δὲ τόπῳ μακρότερον περὶ τούτων διηγησάμεθα, ἐνταῦθα δὲ ὡς ἐν παρεκβάσει διέδραμον τὸν λόγον.

ὅμως δύο Πάσχα μὲν μετὰ τὴν ἀρχὴν τοῦ κηρύγματος ὁ σωτὴρ ποιεῖται καὶ τῷ τρίτῳ πάσχει, ὠς πληροῦσθαι τὰ ἤδη μοι κατὰ λεπτὸν εἰρημένα περὶ ἡμερῶν καὶ μηνῶν καὶ ὑπατειῶν. καὶ πανταχόθεν διέπεσεν τούτων πεπλανημένος ὁ λόγος, τῶν εὐαγγελίων συνῳδὰ πρὸς ἄλληλα ἐχόντων καὶ μηδ᾿ ὁποτέρου τῶν εὐαγγελιστῶν ἀντίθετα πρὸς τὸν ἕτερον ἔχοντος.

31. Ἐλεύσομαι δὲ πάλιν εἰς τὸ προκείμενον. φάσκει πάλιν ὁ Λουκᾶς, μαρτυρῶν μου τοῖς πολυμερῶς καὶ πολυτρόπως εἰρημένοις, ὅτι »ἐγένετο ἐν σαββάτῳ δευτεροπρώτῳ«, ἵνα δείξῃ σάββατον πρῶτον εἶναι τὸ ἀπ᾿ ἀρχῆς ὁρισθὲν καὶ ῥηθὲν ὑπὸ τοῦ κυρίου ἐν τῇ κοσμοποιίᾳ, κατὰ περίοδον ἀπὸ τότε ἄχρι τοῦ δεῦρο κατὰ ἑπτὰ ἡμέρας ἀνακυκλούμενον, [τοῦτο εἶναι πρῶτον]· δεύτερον δὲ σάββατον τὸ ἀπὸ νόμου ὡρισμένον.

φάσκει γὰρ ὅτι »λήψῃ σαυτῷ πρόβατον ἐνιαύσιον ἄμωμον ἄρσεν (ὅπερ ἦν ἀντίτυπον τοῦ σωτῆρος) ἀπὸ δεκάτης τοῦ μηνὸς καὶ ἔσται διατερτηρμένον ἅχρι τῆς τεσσαρεσκαιδεκάτης καὶ θύσετε αὐτὸ ἑσπέρας τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ· καὶ ἔσται σοι σάββατον, ἡμέρα ἁγία, καῖ ἔδεσθε ἄζυμα ἑπτὰ ἡμέραςα καὶ ἑβδόμην ἡμέραν ποιήσεις ἁγίαν«.

καὶ ὁρᾶτε ὅτι δεύτερον καλεῖται σάββατον μετὰ τὸ πρῶτον σάββατον ἡ τοιαύτη ἁγία τοῦ προβάτου ἡμέρα, εἰς σάββατον ἁγιασθεῖσα, κἄν τε κυριακὴ εἴη κἄν τε δευτέρα κἄν τε τρίτη σαββάτων καταντήσῃ.

εἰς δὲ ἑπτὰ ἡμέρας πάλιν ἀνακυκλούμενον δεύτερον καλεῖται πρῶτον, ἵνα δείξῃ ἐντεῦθεν ὅτι οὐ μόνον ὁ Ἰωάννης περὶ περιόδου χρόνου ἐνιαυτῶν δύο καὶ τριῶν ἑορτῶν τοῦ Πάσχα ἐσήμανεν, ἀλλὰ καὶ ὁ Λουκᾶς καὶ οἰ ἄλλοι.

οὕτως γὰρ φάσκει ὁ νόμος »ἀριθμήσεις σεαυτῷ ἑπτὰ ἑβδομάδας ἀπ᾿ ἀρχῆς δράγματος τοῦ βαλεῖν δρέπανον ἐπ᾿ ἀμητῷ καὶ ποιήσεις ἑβδόμην ἑβδομάδα ἡμέραν ἁγίαν κυρίου«, σημαίνων περὶ Πεντηκοστῆς.

μετὰ γὰρ τὸ θῦσαι τὸ Πάσχα εἴσω τριῶν ἡμερῶν τουτέστιν μετὰ τρεῖς ἡμέρας τοῦ προβάτου προσέταττε τὸ δράγμα εἰσφέρεσθαι, ἵνα σημάνῃ τὸ εὐλογημένον δράγμα ἐγειρόμενον ἐκ τῶν νεκρῶν μετὰ τρίτην ἡμέραν, τῆς γῆς αὐτὸ προφερούσης

καὶ αὐτοῦ αὐτὸ πάλιν κομιζομένου ἀπ᾿ αὐτῆς ἐν τῇ ἀναστάσει <ἐκ> τοῦ μνήματος καὶ μένοντος σὺν τοῖς μαθηταῖς τὰς τεσσαράκοντα ἡμέρας καὶ ἐπὶ τῷ τέλει τῆς Πεντηκοστῆς εἰσφέροντος αὐτὸ εἰς τὰ ἐπουράνια τῷ πατρί·

τὸ πρωτότοκον τῶν πρωτοτόκων, ἡ ἀπαρχὴ ἡ ἁγία, τὸ δράγμα ὃ ἐδράξατο ἀπὸ Μαρίας, ἡ ἀγκάλη ἡ ἐναγκαλισθεῖσα ἐν θεῷ, ὁ καρπὸς τῆς κοιλίας, ἡ ἀπαρχὴ τῆς ἅλω.

οὐκέτι γὰρ μετὰ Πεντηκοστὴν τὸ δρέπανον ἀπαρχὴν θεῷ προσφέρει· »οὐκέτι γὰρ κύριος ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει« κατὰ τὸ γεγραμμένον.

καὶ ὁρᾷς πόσα θεοῦ μυστήρια προετύπου ὁ νόμος καὶ ἐπλήρου τὸ εὐαγγέλιον. πόθεν δὲ οὐκ ἔχομεν τούτων δεῖξαι τὴν σαφήνειαν; διὰ δὲ τὸ μὴ εἰς πλάτο φέρειν τὸν λόγον ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπιστρεπτέον.

φαίνεται δὲ ἀπό τε τῶν σταχύων καὶ ἀπὸ τοῦ ἀμητοῦ καὶ τῶν μαθητῶν ὠς μετὰ τεσσαράκοντα ἡμερῶν πειρασμὸν ταῦτα πάντα διηγεῖταιὁ Ἰωάννης καὶ Λουκᾶς καὶ οἱ πάντες.

32. Οὐκ αἰδοῦνται δὲ πάλιν οἱ τοιοὐτοι κατὰ τῶν ὑπὸ τοῦ ἁγίου Ἰωάννου εἰρημένων ἐξοπλιζόμενοι, νομίζοντες μή πη ἄρα δύνανται τὴν ἀλήθειαν ἀνατρέπειν, οὐκ εἰδότες ὅτι καθ᾿ ἑαυτῶν μᾶλλον ὁπλίζονται ἤπερ κατὰ τῆς ὐγιοῦς διδασκαλίας.

φάσκουσι δὲ κατὰ τῆς Ἀποκαλύψεως τάδε χλευάχοντες οὕτως· »τί με, φησίν, ὠφελεῖ ἡ Ἀποκάλυψις Ἰωάννου, λέγουσά μοι περὶ ἑπτὰ ἀγγέλων καὶ ἑπτὰ σαλπίγγων;«

οὐκ εἰδότες πῶς ἀναγκαῖα καὶ ὠφέλιμα τὰ τοιαῦτα ὑπῆρξεν [ἐν] τῇ ὀρθότητι τοῦ κηρύγματος.

ὅσα γὰρ ἦν ἐν νόμῳ καὶ ἐν προφήταις σκοτεινὰ καὶ αἰνιγματώδη, ταῦτα ὁ κύριος ᾠκονόμησε διὰ τοῦ ἁγίου πνεύματος εἰς ἡμῶν σωτηρίαν »τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ« ἀποκαλύψαι, τὰ ἐκεῖσε σκοτεινὰ ὧδε εἰς πνευματικὰ καὶ ἔκδηλα κηρύττων, * πννευματικῶς δὲ ἠμῖν τὰ αὐτὰ ᾠκονόμει.

καὶ ἐκ δερμάτων μὲν τότε κατασκευάζει τὴν σκηνήν, τῶν δερμάτων ἠρυθροδανωμένων καὶ ὑακινθίνων καὶ τὰ ἑξῆς, ἵνα δείξῃ τὴν σκηνὴν ἐκεῖσε σκηνὴν μὲν οὖσαν, ἀπεκδεχομένην δὲ τὴν τελειοτάτην σκηνὴν τοῦ Χριστοῦ.

δέρμα γὰρ ἀπὸ σώματος γίνεται, νεκρὸν ὄν, ὡς σκίασμα σώματος ζῶντος, ἵνα δείξῃ σώματα εἶναι τὴν σκηνὴν τοῦ θεοῦ· ἐπειδὴ γὰρ ἐν σώμασιν ἁγίοις κατασκηνοῖ θεός, πληρουμένου τοῦ ῥητοῦ ὅτι »κατασκηνώσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω«.

ἔμελλεν οὖν πλάνη τις γίνεσθαι ἐν πιστοῖς, εἰ μὴ ἡ βίβλος πνευματικῶς ἡμῖν ἀπεκαλύφθη, ἵνα μάθωμεν μὴ σαλπίγγων εἶναι χρείαν, ἀλλὰ εἰδέναι * ὅτι πνευματική ἐστιν ἡ πᾶσα τοῦ θεοῦ πραγματεία,

ἵνα μὴ κατὰ τὰς Ἰουδαϊκὰς χαλκᾶς σάλπιγγας λάβωμεν ἣ ἀργυρᾶς, ἀλλὰ πνευματικῶς νοήσωμεν ἀπ᾿ οὐρανοῦ εἶναι τῆς ἐκκλησίας τὸ κήρυγμα, ὡς καὶ ἄλλῃ που εἶπεν »ἐν ἐκείνῃ τῇ ἡμέρᾳ σαλπιοῦσιν ἐν τῇ σάλπιγγι τῇ μεγάλῃ«.

σάλπιγγες γὰρ ἦσαν οἱ προφῆται, σάλπιγξ δὲ μεγάλη ἡ ἁγία φωνὴ τοῦ κυρίου ἐν τῷ εὐαγγελίω. διὰ τοῦτο καὶ ἀγγέλοις ἐδόθη ἀποκαλύψαι ἠμῖν· »σαλπίσει, γὰρ φησί, καὶ οἱ νεκροὶ ἀναστήσονται«.

εἰ δὲ χλευάζονται παρ᾿ ὑμῖν, ὦ οὗτοι, αἱ τῶν ἀγγέλων σάλπιγγες διὰ τὸ ἐν τῇ Ἀποκαλύψει γεγράφθαι, χλευάζεται ἄρα καὶ ἡ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ σάλπτιγξ εἰρημένη· »καταβήσεται, γάρ φησιν, κύριος ἀπ᾿ οὐρανοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι καὶ οἱ νεκροὶ ἀναστήσονται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐν φωνῇ ἀρχαγγέλου«.

συνᾴδοντος τοίνυν τοῦ Παύλου τῷ ἁγίῳ ἀποστόλῳ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει, ποία τις ὑπολείπεται ἀντιλογία; πῶς δὲ οὐκ εὐθὺς ἑκάστη πλάνη ἐλεγχθήσεται, τοῦ θεοῦ ἐν ἑκάστῳ <ὑπὲρ> τῶν ἁγίων δεδωκότος μαρτυρίαν;

33. Εἶτά τινες ἐξ αὐτῶν πάλιν ἐπιλαμβάνονται τούτου τοῦ ῥητοῦ ἐν τῇ αὐτῇ Ἀποκαλύψει καὶ φάσκουσιν ἀντιλέγοντες ὅτι »εἶπεν πάλιν· γράψον τῷ ἀγγέλῳ τῆς ἐκκλησίας τῆς ἐν Θυατείροις, καὶ οὐκ ἔνι ἐκεῖ ἐκκλησία Χριστιανῶν ἐν Θυατείροις. πῶς οὖν ἔγραφε τῇ μὴ οὔσῃ;«

καὶ εὑρίσκονται οἱ τοιοῦτοι ἑαυτοὺς † ἀναγκάζοντες ἐξ αὐτῶν ὧν κηρύττουσι ὑπὲρ τὴς ἀληθείας ὁμολογεῖν. ἐὰν γὰρ εἴπωσιν »οὐκ ἔνι νῦν ἐκκλησία εἰς Θυάτειρα« δεικνύουσι προπεφητευκέναι τὸν Ἰωάννην.

ἐνοικησάντων γὰρ τούτων ἐκεῖσε [καὶ] τῶν κατὰ Φρύγας καὶ δίκην λύκων ἁρπαξάντων τὰς διανοίας τῶν ἀκεραίων πιστῶν, μετήνεγκαν τὴν πᾶσαν πόλιν εἰς τὴν αὐτῶν αἵρεσιν, οἵ τε ἀρνούμενοι τὴν Ἀποκάλυψιν κατὰ τοῦ λόγου τούτου εἰς ἀνατροπὴν κατ᾿ ἐκεῖον καιροῦ ἐστρατεύοντο.

νῦν δὲ διὰ τὸν Χριστὸν ἐν τῷ χρόνῳ τούτῳ, μετὰ χρόνον ρݲιݲβݲ ἐτῶν, ἔστιν <ἐκεῖ> ἡ ἐκκλησία καὶ αὔξει, <εἰ> καὶ ἄλλοι τινὲς ἐκεῖσε τυγχάνουσι· τότε δὲ ἡ πᾶσα ἐκκλησία ἐκενώθη εἰς τὴν κατὰ Φρύγας.

διὸ καὶ ἐσπούδασε τὸ ἅγιον πνεῦμα ἀποκαλύψαι ἡμῖν πῶς ἤμελλε πλανᾶσθαι ἡ ἐκκλησία μετὰ τὸν χρόνον τῶν ἀποστόλων, τοῦ τε Ἰωάννου καὶ τῶν καθεξῆς, ὃς ἦν χρόνος μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν *, ἐπὶ ἐνενήκοντα τρισὶν ἔτεσιν, ὡς μελλούσης τῆς ἐκεῖσε ἐκκλησίας πλανᾶσθαι καὶ χωνεύεσθαι ἐν τῇ κατὰ Φρύγας αἱρέσει.

οὕτω γὰρ εὐθὺς διελέγχει <αὐτοὺς> ὁ κύριος ἐν τῇ Ἀποκαλύψει λέγων »γράψον τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας· τάδε λέγει ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρὸς καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· οἶδά σου τὰ ἔργα καὶ τὴν πίστιν καὶ ἀγάπην καὶ τὴν διακονίαν, καὶ ὅτι τὰ ἔσχατά σου πλείονα τῶν πρώτων.

ἔχω δὲ κατὰ σοῦ, ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ ἀπατᾶν τοὺς δούλους μου, λέγουσαν ἑαυτὴν προφῆτιν, διδάσκουσαν φαγεῖν εἰδωλόθυτα καὶ πορνεύειν. καὶ ἔδωκα αὐτῇ χρόνον μετανοῆσαι καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς«.

οὐχ ὁρᾶτε, ὦ οὗτοι, ὅτι περὶ τῶν γυναικῶν λέγει τῶν ἐν οἰήσει προφητείας ἀπατωμένων καὶ ἀπατωσῶν πολλούς; φημὶ δὲ περὶ Πρισκίλλας καὶ Μαξιμίλλας καὶ Κυϊντίλλας, ὧν ἡ ἀπάτη οὐ λέληθε τὸ πνεῦμα τὸ ἅγιον,

ἀλλὰ προεθέσπισε προφητικῶς ἐν τῷ στόματι τοῦ ἁγίου Ἰωάννου, πρὸ κοιμήσεως αὐτοῦ προφητεύσαντος ἐν χρόνοις Κλαυδίου Καίσαρος καὶ ἀνωτάτω, ὅτε εἰς τὴν Πάτμον νῆσον ὑπῆρχεν· ὁμολογοῦσι γὰρ καὶ οὗτοι ἐν Θθατείροις ταῦτα πεπληρῶσθαι.

ἄρα γοῦν κατὰ προφητείαν ἔγραφε τοῖς ἐκεὶ ἐν Χριστῷ κατ᾿ ἐκεῖνο καιροῦ πεπολιτευμένοις ὅτι ἤμελλεν ἑαυτὴν γυνὴ προφῆτιν καλεῖν. καὶ δἰέπεσεν ὁ κατὰ τῆς ἀληθείας ἐπεγειρόμενος πανταχόθεν ἐπινενοημένος λόγος, δεικνυμένου τοῦ κατὰ τὴν Ἀποκάλυψιν λόγου προφητικοῦ ὄντος ἐκ πνεύματος ἁγίου κατὰ ἀλήθειαν.

34. Ἐπαίρονται δὲ πάλιν τῇ διανοίᾳ οἱ αὐτοὶ λεξιθηροῦντες ἀπείρως, ἵνα δόξωσι παρεκβάλλειν τὰ τοῦ ἁγίου ἀποστόλου βιβλία, φημὶ δὲ τοῦ αὐτοῦ Ἰωάννου τό τε εὐαγγέλιον καὶ τὴν Ἀποκάλυψιν (τάχα δὲ καὶ τὰς ἐπιστολάς· συνᾴδουσι γὰρ καὶ αὗται τῷ εὐαγγελίῳ καὶ τῇ Ἀποκαλύψει), καί φασιν ὅτι »εἶδον, καὶ εἶπε τῷ ἀγγέλῳ·

λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου. καὶ ἤκουσα τὸν ἀριθμὸν τοῦ στρατοῦ, μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες καὶ ἦσαν ἐνδεδυμένοι θώρακας πυρίνους καὶ θειώδεις καὶ ὑακινθίνους«.

ἐνόμισαν γὰρ οἱ τοτοῦτοι μή πη ἄρα γελοῖάον < τί > ἐστιν ἡ ἀλήθεια. ἐὰν γὰρ λέγῃ τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐν τῷ Εὐφράτῃ καθεζομένους, ἵνα δείξῃ τὰς διαφορὰς τῶν ἐκεῖσε ἐθνῶν καθεζομένων ἐπὶ τὸν Εὐφράτην, οἵτινές εἰσιν Ἀσσύριοι, Βαβυλώνιοι καὶ Μῆδοι καὶ Πέρσαι.

οὗται γὰρ αἱ τέσσαρες βασιλεῖαι κατὰ διαδοχὴν ἐν τῷ Κανιὴλ ἐμφέρονται, ὧν πρῶτοι Ἀσσύριοι ἐβασίλευσαν καὶ Βαβυλώνιοι ἐν χρόνοις αὐτοῦ, Μῆδοι δὲ διεδέξαντο, μετ᾿ αὐτοὺς δὲ Πέρσαι, ᾧν πρῶτος γέγονε Κῦρος βασιλεύς.

τὰ γὰρ ἔθνη ὑπὸ ἀγγέλους τεταγμένα εἰσίν, ὡς ἐπιμαρτυρεῖ μοι Μωυσῆς ὁ ἅγιος τοῦ θεοῦ θεράπων, τὸν λόγον κατὰ ἀκολουθίαν ἑρμηνεύων καὶ λέγων »ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ«.

εἰ οὖν τὰ ἔθνη ὑπὸ ἀγγέλους εἰσὶ τεταγμένα, δικαίως εἶπε· »λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου, ἐφισταμένους δηλονότι καὶ ἐπεχομένους ἐπιτρέπειν τοῖς ἔθνεσιν εἰς πόλεμον, ἕως καιροῦ μακροθυμίας κυρίου, ἕως προστάξῃ δι᾿ αὐτῶν ἐκδικίαν γενέσθαι τῶν ἁγίων αὐτοῦ.

κρατοῦνται γὰρ οἱ ἐπιτεταγμένοι ἄγγελοι ὑπὸ τοῦ πνεύματος, μὴ ἔχοντες καιρὸν ἐπιδρομῆς, διὰ τὸ μηδέπω λύειν αὐτοὺς τὴν δίκην τοῦ τὰ λοιπὰ ἔθνη λύεσθαι ἕνεκεν τῆς εἰς τοὺς ἁγίους ὕβρεως. λύονται δὲ οἱ τοιοῦτοι καὶ ἐπέρχονται τῇ γῇ, ὡς Ἰωάννης προφητεύει καὶ οἱ λοιποὶ προφῆται·

ὅτι δὲ θειώδεις καὶ πυρίνους καὶ ὑακινθίνους θώρακας ἐσήμαινεν, οὐδεὶς ἀμφιβάλλῃ. ἐκεῖνα γὰρ τὰ ἔθνη ἀπὸ τῆς τοιαύτης χρόας ἔχει τὴν ἀμφίασιν. τὰ μὲν γὰρ θειώδη ἱμάτια χρόας τίς ἐστι μηλίνη οὕτω καλουμένη ἐρεᾶ, τὰ δὲ πύρινα, ἵνα εἴπῃ τὰ κόκκινα ἐνδύματα καὶ τὰ ὑακίνθινα, ἵνα δείξῃ τὴν καλλαΐνην ἐρεᾶν.

35. Ἀλλὰ οὗτοι μὴ δεξάμενοι πνεῦμα ἅγιον ἀνακρίνονται μὲν πνευματικῶς, μὴ νοοῦντες τὰ τοῦ πνεύματος καὶ κατὰ τῶν λόγων τοῦ πνεύματος βουλόμενοι λέγειν καὶ οὐκ εἰδότες τὰ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ χρίσματα, ἅτινα ἀληθῶς καὶ εὐσταθῶς ἐν παραδολουθήσει καὶ ἐρρωμένῳ νῷ τὸ πνεῦμα τὸ ἅγιον διηγήσατο, οἵ τε ἅγιοι προφῆται καὶ οἱ ἅγιοι ἀπόστολοι·

ἐν οἷς καὶ ὁ ἅγιος Ἰωάννης διά τε τοῦ εὐαγγελίου καὶ τῶν ἐπιστολῶν καὶ τῆς Ἀποκαλύψεως ἐκ τοῦ αὐτοῦ χαρίσματος τοῦ ἁγίου μεταδέδωκε τῇ ἁγίᾳ ἐκκλησίᾳ.

φθάνει δὲ καὶ ἐπ᾿ αὐτοὺς τὸ εἰρημένον ὅτι »τῷ βλασφημοῦντι εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«. καὶ γὰρ κατὰ τῶν ῥημάτων τῶν ὑπὸ τοῦ πνεύματος εἰρημένων οὗτοι ἐστρατεύσαντο.

Τῶν δὲ τοιούτων καὶ τοσούτων εἰρημένων κατὰ τῆς τοιαύτης αἱρέσεως ἱκανῶς ἔχειν νομίσαντες καὶ ὡς σκολόπενδραν ἢ ἴουλον καλούμενον ἑρπετὸν πολύποδα, ὀλίγον μὲν τῇ δυνάμει καὶ τῇ περιωδυνίᾳ τοῦ, πολύπουν δὲ καὶ μακροείκελον, τῇ τοῦ θεοῦ δυνάμει καὶ ἀληθείᾳ καταπατήσαντες ἐπὶ τὰς ἑξῆς πάλιν προβαίνοντες σὺν τῇ τοῦ θεοῦ δυνάμει ἴωμεν, ἀγαπητοί.

Haeresis 52: Κατὰ Ἀδαμιανῶν λݲβݲ, τῆς δὲ ἀκολουθίας νݲβݲ

Ἀσπάλακα καλοῦσί τι ζῷον ἐν τῇ γῇ κάτω ἐμφωλεῦον τετράπουν τετράπουν ῥῆττόν τε τὴν γῆν καὶ ἐν τοῖς μυχαιτάτοις αὐτῆς ἔχον ἑαυτοῦ τὴν οἴκησιν. τὰ δὲ πάντα τοῦ ςῴου ὑπάρχει ὡσεὶ μικροῦ σκύλακος κυνός, τὴν <αὐτὴν> περιφέρειαν τῆς ἡλικίας ἔχον, ᾧ οὐδ᾿ ὅλως ὑπάρχει ὅρασις.

ἐρημωτικὸν δὲ ὂν τὸ ζῷον κάτωθεν ἐκριζοῖ πάντα τὰ τῶν ἀνθρώπων γεωργήματα, τά τε σικυήλατα πάντα μάλιστα καὶ τὰ δριμέα φυτεύματα κρομμύων τε καὶ σκορόδων, βολβῶν καὶ τῶν τοιούτων, κρίνων τε καὶ τῶν ἄλλων.

ἐὰν δὲ λαθὼν ἐν τῷ Ῥήττειν φθάσῃ ἐπὶ τῆς γῆς ἔξω εἰς τὸν ἀἐρα γενέσθαι ἢ ἁλοὺς θηρευθείη ὑπὸ τῶν ἀνθρώπων, γελοῖόν τι ἐμποιεῖ πᾶσι τοῖς τοῦτο τὸ ζῷον θηρεύσασιν.

οὕτως καὶ αὐτὸς ἐπιχειρῶ λέγειν περὶ τῆς νυνὶ μετὰ χεῖρας <οὔσης> αἱρέσεως, ὡς μὲν κατὰ τὴν καρδίαν τυφλώττει καὶ ἀνοητεῖ, ἐρημίαν δὲ ἑαυτῇ ἐργάζεται καὶ τὴν στάσιν ἑαυτῆς κάτωθεν ἐκτέμνει, ῥιζῶν τε πολλῶν <φημὶ δὲ> τῶν εἰς αὐτὴν ἐμπεπτωκότων ἀνδρῶν τὴν λύμην ἀπεργάζεται.

τοῖς δὲ συνετοῖς εἴ ποτε γένοιτο κατοπτευθῆναι αὐτήν, γέλωτα οὐ τὸν τυχόντα παρασκευάζει· ὡς καὶ τὸ προειρημένον ζῷον διὰ τὴν αὐτοῦ τύφλωσιν ἐμπαιζόμενον <καὶ> διὰ τὴν ἀορασίαν [καὶ] μὴ εὑρίσκον ποῦ τὴν εἰσαγωγὴν ποιήσασθαι, οὕτως καὶ αὕτη ἡ αἵρεσις.

ἐπέθεντο γὰρ ἑαυτοῖς τοῦ Ἀδὰμ τὸ ὄνομα. τοῦτο δὲ ἀπὸ ἀκοῆς ἀνδρῶν πολλῶν ἀκηκοότες φαμέν· οὐ γὰρ ἐν συγγράμμασιν ηὕραμεν οὔτε μὴν περιετύχομεν τοιούτοις τισί.

πολλῶν οὖν εἰρηκότων ἄξιον καὶ αὐτῆς μνησθῆναι ἐδικαιώσαμεν. διὸ καὶ δικαίως ταύτην παρεικάσαμεν τῷ προειρηυμένῳ τυφλῷ ζῴῳ καὶ ἀνδράσιν οὐ τάχιον φαινομένῳ, διὰ τὸ κρύβδην ἐν τῇ γῇ εἶναι καὶ κάτωθεν τὴν λύμην ἐργάζεσθαι.

περιγέλαστος δέ ἐστι, καὶ ἐσκεπτόμην μηδ᾿ ὅλως εἰς ἀριθμὸν αὐτὴν φέρειν. διὰ δὲ τὸ ὅλως ἦχον αὐτῆς εἶναι ἐν κόσμῳ, οὐδὲν λυπήσειε τὸν συνετὸν ἀκροατὴν περὶ πάντων εἰδέναι τῶν ἐν τῷ κόσμῳ ὑπὸ τοῦ διαβόλου ζιζανίων ἐσπαρμένων.

εἴτε γὰρ ἔστιν ἡ τοιαύτη εἴτε μὴ ἔστι, πολλῶν λεγόντων ἀκηκοότι ἀσφαλείας χάριν καὶ περὶ αὐτῆς εἰπεῖν εὔλογόν μοι πέφηνε καὶ μὴ παραλεῖψαι, κἄν τε καταλέλυται καὶ οὐκέτι ὑπάρχει. οὐ γὰρ ἀσφαλῶς ἐπίσταμαι εἰ ἔτι ἔστιν ἢ μὴ ἔστι. τί δὲ εἰς μακρὸν ἀποτείνομαι χρόνον τῷ προοιμίῳ χρώμενος πρὸς διήγησιν; ἄρξομαι δὲ τὸ γελοῖον διηγεῖσθαι, μᾶλλον δὲ τὸ πένθος· ἅμα γὰρ τὰ δύο ἔχει, γελοῖον καὶ πένθος, <πένθος μὲν> ὅτι πῶς ὁ διάβολος ἐνεκύησεν ἐν τῇ τῶν ἀνθρώπων διανοίᾳ χλευάσαι τὸ πλάσμα τὸ ἐκ θεοῦ πεπλασμένον, γελοῖον δὲ περὶ τῶν μήτε ὁρώντων μήτε τι συνετὸν διανενοημένων.

2. Πρῶτον γάρ φασι τοὺς τοιούτους τὰς αὐτῶν ἐκκλησίας ἤτοι φωλεοὺς καὶ σπήλυγγας (οὕτω γὰρ εἴποιμι τὰς τῶν αἱρέσεων, συνελεύσεις) ἐν ὑποκαύστοις οἰκοδομεῖσθαι ὑποκαίειν τε κάτωθεν, διὰ τὸ εἶναι αἴθμην εἰς θάλψιν τῶν ἔνδον ἐν τῷ οἰκίσκῳ συναγομένων.

ἐν δὲ τῷ εἰσιέναι ἱματιοφύλακές εἰσί τινες πρὸς ταῖς θύραις δίκην καμψαρίων ὑπ᾿ αὐτῶν ἐπιτεταγμένοι καὶ ἕκαστος εἰσιών, ἤτοι ἀνὴρ ἤτοι γυνή, ἐκδυόμενος ἔξω εἴσεισι γυμνὸς ὡς ἀπὸ μητρὸς ὅλῳ τῷ σώματι, οἵ τε δοκοῦντες αὐτῶν ἀρχηγοὶ καὶ διδάσκαλοι πάντες ὡς ἐκ μητρὸς καθέζονται, οἱ μὲν ἄνω οἱ δὲ κάτω ἀναμὶξ καὶ σποράδην.

εἰσὶ δὲ πάντες παρ᾿ αὐτοῖς ἐγκρατεῖς δῆθεν λεγόμενοί τε καὶ κομπάζοντες, καὶ παρθένοι, ὡς ἑαυτοὺς ἀπατῶσι· τάς τε ἀναγνώσεις καὶ τὰ ἄλλα αὐτῶν πάντα γυμνοὶ ὄντες τελοῦσιν.

εἰ δὲ δόξειέ τινα, ὡς καὶ τοῦτο λέγουσιν, ἐν παραπτώματι γενέσθαι, οὐκέτι τοῦτον συνάγουσι· φάσκουσι γὰρ αὐτὸν <εἶναι> τὸν Ἀδὰμ τὸν βεβρωκότα ἀπὸ τοῦ ξύλου καὶ κρίνουσιν ἐξεοῦσθαι ὡς ἀπὸ τοῦ παραδείσου τοῦτον ἐκ τῆς αὐτῶν ἐκκλησίας. ἡγοῦνται γὰρ τὴν ἑαυτῶν ἐκκλησίαν εἶναι τὸν παράδεισον καὶ αὐτοὺτς εἶναι τοὺς περὶ Ἀδὰμ καὶ Εὔαν.

τίνι οὖν τῷ λόγῳ ὑποκαίουσι τὸν οἰκίσκον, ἵνα μὴ τὸ κρύος αὐτῶν ἐφάψηται; Ἀδὰμ γὰρ καὶ Εὔα οὐκ ἐν ὑποκαύστῳ οἴκῳ τὴν δίαιταν εἶχον οὔτε ἐν φλογμῷ τινι ὑπεπιέζοντο οὔτε κρύος αὐτοὺς ἐφόρτου.

ἦν δὲ αὐτοῖς ἀὴρ καθαρώτατος καὶ <μετὰ> πάσης εὐκρασίας εὐτάκτως ἐκ θεοῦ μεμετρημένος, οὔτε ἀπηνότητι ψυχρίας τετονωμένος οὔτε ἀηδεστάτῃ ἐκπυρώσει καύσωνος ἐπηρτημένος, διαίτῃ δὲ ἀμβροσίᾳ <εὖ> μάλα ἐκ θεοῦ πεποιημένῃ ὁ χῶρος ἐτέτακτο, θυμηδίας καὶ εὐζωΐας ἐμπε- πλησμένος, καὶ οὔτε ῥίγει ὑπέπιπτον οὔτε καύσωνι, ὡς ἔφην. τούτων δὲ τοιούτων ἐπιδεομένων δήλη παρ᾿ αὐτοῖς ἡ χλεύη γίνεται.

3. Εἶτα δὲ καὶ τὸ ἕτερον σκοπήσωμεν, πῶς ἡ πᾶσα πλάνη διε- λέγχεται, ὅτι οὐ μίαν ὥραν ἐκεῖνοι γυμνοὶ ἦσαν, ἀλλὰ διηνεκῶς »καὶ οὐκ ᾐσχύνοντο«. τούτοις δὲ οὐ διὰ τὸ μὴ αἰσχύνεσθαι ἡ γύμνωσις, κἄν τε οὕτως αὐτοὶ νομίσωσιν, ἀλλ᾿ ἕνεκεν ἀκορέστου ἡδονῆς, κόραις ὀφθαλμῶν ἐμποιούσης τὴν θέλξιν.

ἀφῄρηται γὰρ ἀπ᾿ αὐτῶν ἡ αἰδὼς ἡ ἐν πάσαις ἁγίαις γραφαῖς ἐπαινουμένη καὶ ἀληθῶς πεπλήρωται τὸ παρὰ τῷ προφήτῃ εἰρημένον, τό »ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας«.

μετὰ δὲ τὴν ὥραν ἐκείνην ἔξω ἱματίοις ἀμφιέννυνται καὶ οὐκέτι εἰσὶν ὁ Ἀδάμ, οὔτε γὰρ εὐθὺς ἐκεῖνος καὶ ἡ αὐτοῦ γυνὴ ἱματίων ηὐπόρησαν, ἀλλὰ πρῶτον μὲν φύλλα συκῆς ἑαυτοῖς ἔρραψαν, ἔπειτα δὲ χιτῶνες δερμάτινοι αὐτοῖς ἐδόθησαν καὶ οὕτως μετὰ πολὺν χρόνον τῆς αὐτῶν ζωῆς »ἡ παμποίκιλος τοῦ θεοῦ« σοφία τὴν εἴδησιν αὐτοῖς ἐνέβαλε τῶν ἀμφίων.

καὶ κατὰ πάντα τρόπον οὗτοι χλευασθήσονται, λέγοντες ἑαυτοὺς εἶναι τοὺς περὶ Ἀδάμ, καταψευδόμενοι ἑαυτῶν καὶ ἅμα ἀληθεύοντες.

ὅτι μὲν γὰρ οὗτοι Ἀδὰμ οὐχ ὑπάρχουσι, τοῦτο δῆλον ἐκ πολλῶν τεκμηρίων, ὡς καὶ ὑπεδείξαμεν· ὅτι δὲ ὑπὸ τοῦ νοητοῦ ὄφεως ἐμπαίζονται, τοῦτο δῆλον διὰ τῆς παραπεποιημένης αὐτῶν σχηματουργίας καὶ γυμνώσεως καὶ αἰσχύνης καὶ χλεύης.

Οὐκ ἄξιον δὲ ἡμᾶς περὶ πολλοῦ ποιεῖσθαι τούτων τὴν ἀνατροπήν. οὔτε γὰρ τὸ ὅμοιον αὐτῶν ζῷον σκευῶν πολεμικῶν ἢ μεγάλων ὅπλων ἐπιδέεται πρὸς ἀναίρεσιν.

διὰ γὰρ μικρᾶς ῥάβδου τὸ τοιοῦτον ἀφανίζεται. πολλάκις δὲ μετὰ τὸ ἀνενεχθῆναι ἐκ τοῦ φωλεοῦ καταλιμπάνεται μόνον καὶ ἑαυτῷ διαφθείρεται, γελώμενον καὶ ἐμπαιζόμενον καὶ μὴ εὑρίσκον την καταφυγήν, ὡς καὶ οὗτοι ἁλόντες αἰσχύνονται διὰ τῆς παγγελλάστου χλεύης καὶ ἀσέμνου διαγωγῆς καὶ ὑποθέσεως τῆς ληρῳδίας.

τὰς δὲ ἑξῆς διασκοπήσοντες πάλιν εὐξώμεθα κύριον ἀρήγειν ἡμῖν εἰς τὴν τῶν ἄλλων εὕρεσίν τε καὶ ἀνατροπὴν καὶ ἡμῶν καὶ τῶν ἐντυγχανόντων σωτηρίαν.
Haeresis 53: Κατὰ Σαμψαίων λݲγݲ, τῆς δὲ ἀκολουθίας νݲγݲ

Σαμψαίων τινῶν ἐν τῇ Περαίᾳ, περὶ ὧν ἤδη ἐν ταῖς ἄλλαις αἱρέσεσιν ἐπεμνήσθημεν, τῶν δὴ καὶ Ἐλεσαίων καλουμένων, αἵρεσίς τις ὑπάρχει ἐν τῇ Περαίᾳ οὕτω καλουμένῃ χώρᾳ πέραν τῆς ἁλυκῆς ἤτοι νεκρᾶς καλουμένης θαλάσσης, ἔν <τε> τῇ Μωαβίτιδι χώρᾳ περὶ τὸν χειμάρρουν Ἀρνὼν καὶ ἐπέκεινα ἐν τῇ Ἰτουραίᾳ καὶ Ναβατίτιδι, ὡς καὶ ἤδη μοι πολλάκις περὶ τούτων δεδήλωται.

οὗτοι γὰρ αὐχοῦσι τὸν Ἠλξαῖον αὐτῶν εἶναι διδάσκαλον, ἔτι δὲ καὶ εἰς δεῦρο τοῦ γένους αὐτοῦ ὑπαρχούσας δύο γυναῖκας, προσκυνουμένας ὡς θεὰς δῆθεν διὰ τὸ εἶναι αὐτὰς ἐκ σπέρματος εὐλογημένου.

κέχρηνται δὲ τῇ βίβλῳ ταύτῃ καὶ Ὀσσαῖοι καὶ Ἐβιωναῖοι καὶ Ναζωραῖοι, ὡς καὶ ἤδη πολλάκις εἶπον. φύσει δὲ οὗτοι οἱ Σαμψαῖοι ἐξ αὐτῆς ὁρμῶνται, οὔτε Χριστιανοὶ ὑπάρχοντες οὔτε Ἰουδαῖοι οὔτε Ἕλληνες, ἀλλὰ μέσον ὁπλῶς ὑπάρχοντες οὐδέν εἰσι. φασὶ δὲ καὶ ἄλλο βιβίον ἔχειν Ἰεξαὶ λεγόμενον ἀδελφοῦ τοῦ Ἠλξαΐ.

θεὸν δὲ ἕνα λέγουσι καὶ δὴθεν αὐτὸν σέβουσι βαπτισμοῖς τισι χρώμενοι· πρόσκεινται δὲ Ἰουδαίοις οὐκ ἐν ἅπασιν. ἀπέχονται δὲ καὶ ἐμψύχων τινὲς ἐξ αὐτῶν.

ὑπεραποθνῄσκουσι δὲ τῶν ἐκ γένους τοῦ Ἠλξαΐ. καὶ ἐν μὲν τῷ χρόνῳ τούτῳ ἠκηκόειν ὅτι τέθνηκεν ἡ μία γυνὴ ἡ Μαρθοῦς καλουμένη, ἔμεινε δὲ καὶ ἔτι νῦν Μαρθάνα, εἰ μὴ καὶ αὐτὴ τέθνηκεν.

εἴποτε δὲ ἔξοδον εἶχον αἱ τοιαῦταί ποι βαδίζουσαι, σανεπόμενοι οἱ ὄχλοι αὐτῶν τὸν χοῦν τῶν ποδῶν λαμβάνοντες ἰάσεως ἕνεκεν δῆθεν καὶ τὸν σίελον τῶν πτυσμάτων ὡσαύτως μεγάλως ἐμπαιζόμενοι ἐχρῶντο ἐν φυλακτηρίοις τε καὶ περιάπτοις. πᾶσα γὰρ πλάνη ἔσχε πρῶτον τὴν τύφλωσιν, ἔπειτα τὴν κενοφωνίαν.

καὶ οὔτε προφήτας δέχονται οἱ τοιοῦτοι οὔτε ἀποστόλους, τὰ πάντα δὲ παρ᾿ αὐτοῖς ἠπάτηται. τετίμηται δὲ αὐτοῖς τὸ ὕδωρ καὶ τοῦτο ὡς θεὸν ἡγοῦνται, σχεδὸν φάσκοντες εἶναι τὴν ζωὴν ἐκ τούτου.

Χριστὸν δὲ ὀνόματι ὁμολογοῦσι, κτίσμα αὐτὸν ἡγούμενοι καὶ ἀεί ποτε φαινόμενον, καὶ πρῶτον μὲν πεπλάσθαι αὐτὸν ἐν τῷ Ἀδάμ, ἐκδύεσθαι δὲ αὐτὸν τὸ σῶμα τοῦ Ἀδὰμ καὶ πάλιν ἐνδύεσθαι, ὅτε βούλεται.

καλεῖσθαι δὲ αὐτὸν Χριστὸν καὶ εἶναι τὸ ἅγιον πνεῦμα τὸ ὕψος ἕκαστον αὐτῶν ἔχον, ὑπάρχουσαν, ἐνενήκοντα ἓξ μιλίων τὸ ὕψος ἕκαστον αὐτῶν ἔχονν, τόν τε Χριστὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ πλάτος εἰκοσιτεσσάρων, καὶ πολλὰ ληρώδη ἕτερα *.

2. Ἤδη δὲ περὶ τούτων πολλάκις ἐν ἄλλαις αἱρέσεσι διηγούμενος τὰς ἀνατροπὰς πεποίημαι· διὸ οὐκ ἀναγκαῖον ἡγησάμην περὶ πολλοῦ ποιήσασθαι τὴν αὐτῶν κατάλυσιν τῆς ἀνατροπῆς, ὡς ἤδη ἡμῶν ἐργασαμένων εἰς αὐτὸν τὸν Ἠλξαῖον εἴτ᾿ οὖν Ἠλξαῒ καὶ τοὺς ἀπ᾿ αὐτοῦ ἐν ταῖς ἄλλαις προδεδηλωμέναις αἱρέσεσι· πᾶσι γὰρ φωρατὸς ὁ τοιοῦτος καὶ ἡ ἐξ αὐτοῦ αἵρεσις ὅτι πεπλάνηται.

ὡς οὖν σαύραν ἡλιακὴν πεπαικότες ῥάβδῳ ἐλπίδος Χριστοῦ καὶ τοῦ σταυροῦ ἐπὶ τὰς ἑξῆς ἔωμεν. ἄξιον γάρ ἐστιν ᾧ ὀνόματι ἑαυτοὺς καὶ οὗτοι ὠνόμασαν, τῷ αὐτῷ κεχρῆσθαι αἰνίγματι εἰς φράσιν τῆς αὐτῶν παραπεποιημένης ἐπωνυμίας. Σαμψαῖοι γὰρ ἑρμηνεύονται Ἡλιακοί·

διὸ καὶ τοῦ ζῴου ἐπεμνήσθημεν. ταύτην γὰρ σαύραν οὕτω κικλῄσκουσιν ἡλιακὴν οἱ ἄνθρωποι. χείρων δὲ ἡ αἵρεσις αὕτη τῆς σαύρας, μηδὲ τὸ ἀκαριαῖον τῆς ὠφελείας αὐτῆς ἔχουσα. ἐκείνη γὰρ ἀμβλυωπήσασα χρόνῳ ἀναβλέπει διὰ ἡλιακῆς στροφάλιγγος· ἐν φωλεῷ <γὰρ> πρὸς ἀνατολὴν προσέχοντι ἑαυτὴν προσθλίψασα καὶ νηστεύσασα πρὸς ἀνατολήν <τε> κατανοοῦσα ἀποτίθεται τὴν ἀμβλυωπίαν· αὕτη δὲ φημι ἡ αἵρεσις ἐν ἅπασιν <τὴν> ἀφροσύνην κέκτηται τοῦ ζῴου, οὐ μὴν κἂν τὸ ὀλίγον τοῦ ἐπαίνου.
οὕτως οὖν καὶ αὕτη ἡ αἵρεσις, σαύρα ἡμῖν λεχθεῖσα ἡλιακή, [καὶ] καταπατηθεῖσα ὑπὸ τῆς ἀληθείας † αὐτοῦ μενέτω, μηδὲν κατισχύουσα κατὰ τῆς τοῦ θεοῦ ἀληθείας· ἡμεῖς δὲ ἐπὶ τὰς ἄλλας, ὡς εἴπαμεν, ἐξορμήσωμεν.
Haeresis 54: Κατὰ Θεοδοτιανῶν λδ, τῆς δὲ ἀκολουθίας νδ

Ἀνέστη πάλιν Θεόδοτός τις, ἀπόσπασμα ὑπάρχων ἐκ τῆς προειρηένης ἀλόγου αἱρέσεως, τῆς ἀρνουμένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὸν ἐν αὐτῷ <κηρυχθέντα> ἐν ἀρχῇ ὄντα θεὸν Λόγον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν,

ἀλλὰ καὶ ταῖς ἄλλαις αἱρέσεσι ταῖς προειρημέναις συγγενόμενός τε καὶ συνυπάρξας καὶ κατὰ τὸν κρόνον αὐτὰς διαδεξάμενος, ἐξ οὗπερ οἱ Θεοδοτιανοὶ καλούμενοι. καὶ εἰ μὲν ὑπάρχει ἔτι ἡ αἵρεσις ἀγνοοῦμεν, τὰ δὲ εἰς ἡμᾶς αὐπὸ συγγραμμάτων ἐλθόντα ἐροῦμεν.

Oὗτος ὁ Θεόδοτος ἀπὸ Βυζαντίου μὲν ὡρμᾶτο, τῆς νυνὶ Κωνσταντινουπάλεως καλουμένης, σκυτεὺς τὴν τέχνην, πολυμαθὴς δὲ τῷ λόγῳ.

οὗτος ἅμα τισὶ πλείοσιν ἐν καιρῷ διωγμοῦ ἐνστάντος (οὐκ οἶδα εἰπεῖν ἐν ποίῳ διωγμῷ) ἀπὸ τοῦ τῆς πόλεως ἄρχοντος συλληφθεὶς [μετὰ πλειόνων] καὶ ἐξετασθεὶς σὺν τοῖς ἄλλοις ὑπὲρ Χριστοῦ, οἱ μὲν ἄλλοι πάντες θεοῦ δοῦλοι τὸ νῖκος ἀπενεγκάμενοι βραβείων ἔτυχον ἐπουρανίων ὑπὲρ Χριστοῦ μαρτυρήσαντες,

οὗτος δὲ Χριστὸν ἀρνησάμενος καὶ παραπεσὼν τοῦ σκοποῦ τῆς ἀληθείας ἐν παρεκβάσει γεγένηται, καὶ ἀπὸ αἰσχύνης πολλῆς ὑπὸ πολλῶν ὀνειδιζόμενος ἀπέδρασε τῆς ἑαυτοῦ πατρίδος καὶ ἀναβὰς εἰς ῾Ρώμην ἐκεῖσε διέτριβεν.

ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν ἐν ῾Ρώμῃ, πάλιν ἐκεῖ τῷ αὐτῷ ὀνείδει ὑπέπεσε διὰ τὸ ἐγκαλεῖσθαι αὐτὸν ὑπὸ τῶν αὐτὸν εἰδότων ἕνεκεν τῆς πολυμαθίας, ὅτι ἀνὴρ πολυμαθὴς ὢν ἐξέπεσε τῆς ἀληθείας.

εἰς ἑαυτοῦ δὲ δῆθεν κακὴν ἀπολογίαν ἐπινενόηκε τουτὶ τὸ καινὸν δόγμα, φήσας ὅτι »θεὸν ἐγὼ οὐκ ἠρνησάμην, ἀλλὰ ἄνθρωπον ἠρνησάμην«. εἶτα ἐρωτώμενος »ποῖον ἄνθρωπον« ἀπεκρίνατο λέγων »Χριστὸν ἠρνησάμην ἄνθρωπον«.

Ἐντεῦθεν οὕτως ἑαυτῷ ἐδογμάτισε δόγμα καὶ οἱ ἀπ᾿ αὐτοῦ συσταθέντες Θεοδοτιανοί, ψιλὸν ἄνθρωπον φάσκοντες εἶναι τὸν Χριστὸν καὶ ἐκ σπέρματος ἀνδρὸς γεγεννῆσθαι.

εἶτα εἰς κακὴν ἑαυτοῦ ἀπολογίαν ὅσαπερ χρήσιμα εὗρεν (οὐχ ἁγνῶς οἰόμενος, ἀλλὰ προφάσει τῆς αὐτοῦ παρεκτροπῆς ταῦτα ἑαυτῷ ἐπισωρεύων) συνήγαγεν, »ὅτι, φησίν, ὁ Χριστὸς ἔφη· νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα«. ὁρᾷς, φησίν, ὅτι ἄνθρωπός ἐστιν.

2. ἀλλ᾿ οὐκ ἔγνω ὁ τάλας ὅτι ἐν ταὐτῷ ὁ κύριος λέγει »τὴν ἀλή- θειαν, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου«. πατέρα δὲ ἑαυτοῦ λέγει τὸν θεόν· οὐ γὰρ ἄνθρωπον.

εἰ γὰρ παρὰ ἀνθρώπου ἀκήκοεν, οὐκ ἐκαυχᾶτο τῇ μαρτυρίᾳ τῆς ἀληθείας, λέγων παρὰ ἀνθρώπων τὴν ἀλήθειαν ἀκηκοέναι· ἀλλ᾿ ἴνα σημάνῃ θεὸν αὐτὸν ὄντα ἐκ πατρὸς ἄνωθεν γεγεννημένον, ἄνθρωπον δὲ δι᾿ ἡμᾶς γενόμενον καὶ ἐν σαρκὶ ἀποκτανθέντα, ἐν θεότητι δὲ ἀεὶ ζῶντα.

Εἶτά φησι μηδὲ ἁμαρτίαν πεποιηκέναι ἀρνησάμενον τὸν Χριστόν, »αὐτοῦ, φησί, τοῦ Χριστοῦ εἰπόντος· πᾶσα βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις«, καὶ »ὁ λέγων λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ· τῷ δὲ βλασφημοῦντι εἰς τὸ ἄγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐτῷ«.

καὶ ἀγνοεῖ ὁ ἐλεεινὸς ἄνθρωπος ὄτι βουλόμενος ὁ κύριος προασφαλίσασθαι τὴν σωτηρίαν τῶν ποτὲ αὐτὸν βλασφημησάντων καὶ ἐπανακαμπτόντων εἰς μετάνοιαν, ἴνα μὴ ὁρίσῃ αὐτοῖς καταδίκην, τὸν λόγον προθεσπίζει, δι᾿ ὑπερβολὴν πρᾳότητος καὶ φιλανθρωπίας

καὶ διὰ τὸ εἰδέναι αὐτὸν μέλλοντάς τινας ἐπανίστασθαι καὶ βλασφημεῖν τὸ ἄγιον πνεῦμα καὶ ἐν τάξει δούλου αὐτὸ ὁρίζεσθαι καὶ κτιστὸν καὶ ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας.

διὸ ἐπασφαλιζόμενός φησιν »ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἄγιον, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐνταῦθα οὔτε ἐν τῷ μέλλοντι αἰῶνι«, οὐκ ἐπαινῶν τοὺς βλασφημοῦντας αὐτόν, ἀλλὰ τὴν αὐτοῦ πρόγνωσιν καὶ τὴν αὐτοῦ φιλανθρωπίαν δεικνύς, προασφαλιζομένην τὴν σωτηρίαν τῶν ἀπὸ βλασφημίας αὐτοῦ μετανοούντων.

αὐτὸς γὰρ πάλιν φησίν »ὁ ἀρνησάμενός με ἔμπροσθεν τῶν ἀνθρώπων ἀρνηθήσεται ἐνώπιον τοῦ πατρός μου«, καὶ πάλιν »ἀρνήσομαι αὐτόν«, καὶ πάλιν »ὁ ὁμολογῶν ἐν ἐμοί, ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου«.

3. Καὶ πάλιν δὲ ὁ αὐτὸς Θεόδοτός φησι· »καὶ ὁ νόμος περὶ αὐτοῦ ἔφη· προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ ὑμῖν κύριος ὡς ἐμέ· αὐτοῦ ἀκούσατε. Μωυσῆς δὲ ἄνθρωπος ἦν· ὁ οὖν ἐκ θεοῦ ἐγειρόμενος Χριστὸς οὗτος, φησίν, ἦν, ἀλλὰ ἄνθρωπος, ἐπειδὴ ἐξ αὐτῶν ἦν, ὡς καὶ ὁ Μωυ- σῆς ἄνθρωπος ἦν«.

καὶ οὐκ οἶδεν ἐν ἑαυτῷ ὁ ἐν παραπτώματι γεγονὼς Θεόδοτος πῶς πάλιν ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς ἀσφάλειαν·

ὄτι μὲν γὰρ ἐξ ἀδελφῶν αὐτὸν ἤγειρεν ὁ κύριος, διὰ τὸ ἐκ Μαρίας αὐτὸν γεγεννῆσθαι, ὡς λέγει »ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν«· καὶ παρθένος μένουσα »ἐν γαστρὶ ἕξει« (οὐκ ἐκ σπέρματος ἀνδρός), »καὶ τέξεται υἱόν« (δῆλον ἐν σαρκὶ τὸ γέννημα <τὸ> ἀπὸ παρθένου γεννώμενον), ἀλλά »καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἑρμηνεύεται θεὸς μεθ᾿ ἡμῶν«.

ἔστιν γὰρ θεὸς καὶ ἄνθρωπος· θεὸς μὲν ἀπὸ πατρὸς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ἄνθρωπος δὲ ἀπὸ Μαρίας διὰ τὴν ἔνσαρκον παρουσίαν.

Εἶτά φησι· »καὶ αὐτὸ τὸ εὐαγγέλιον ἔφη τῇ Μαρίᾳ· πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σέ, καὶ οὐκ εἶπε· πνεῦμα κυρίου γενήσεται ἐν σοί«.

διὸ ἐκ πανταχόθεν φιλονεικῶν ὁ ἀνόητος ἄνθρωπος ἐκπίπτει τῆς ἀληθείας. ἀσφαλιζομένη γὰρ ἡ γραφὴ πανταχόθεν τὴν ἡμετέραν ζωήν, ἵνα τὴν τριάδα δείξῃ πάντῃ τε καὶ ἐν παντὶ εἴδει συνοῦσαν ἑαυτῇ καὶ συνεργοῦσαν, ἵνα μή τινες εἴπωσιν ὡς καὶ πολλοὶ προφασίζονται ἑαυτοῖς κακά, ἀλλοτριοῦντες τὸ ἅγιον πνεῦμα τοῦ Χριστοῦ καὶ <τοῦ> πατρός, τούτου ἕνεκεν ὁ ἄγγελος λέγει τῇ

Μαριάμ »πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ ἐπισκιάσει σοι δύναμις ὑψίστου«, εἶτα μετέπειτα »διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ«.

καὶ οὐκ εἶπε μόνον »τὸ γεννώμενον«, ἀλλά »διὸ καὶ τὸ γεννώμενον«, ἵνα δείξῃ <τὸν> ἄνωθεν θεὸν Λόγον καὶ ἐν μήτρᾳ γενόμενον καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον τὴν ἑαυτοῦ ἐνανθρώπησιν [καὶ] κατὰ τὴν ἑαυτοῦ εὐδοκίαν· καὶ δι᾿ ἣν ᾠκονόμησεν ἑαυτοῦ ἐνανθρώπηαιν εἰς ἡμῶν σωτηρίαν προστίθησι »διὸ καὶ τὸ γεννώμενον ἄγιον κληθήσεται υἱος θεοῦ«.

εἰ γὰρ εἶπε »πνεῦμα ἄγιον εἰσελεύσεται εἰς σέ«, οὐκέτι υἱὸν θεοῦ ἦν ἡγεῖσθαι ἐν σαρκὶ παραγεγονότα, ἀλλὰ πνεῦμα ἄγιον ἐν σαρκὶ παραγεγονέναι.

ὄτι δὲ ἄνωθέν ἐστιν ἐλθὼν ὁ Λόγος, ὁ Ἰωάννης σαφηνίσας τὴν τοῦ ἀγγέλου εὐαγγελικὴν φωνὴν λέγει »ἐν ἀρχῇ ἦν Λόγος, καὶ ὀ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν«.

εἶτα μετὰ ταῦτα »καὶ ὁ Λόγος σὰρξ ἐγένετο«· καὶ οὐκ εἶπε »τὸ πνεῦμα σὰρξ ἐγένετο«, οὐδὲ εἶπε »Χριστὸς ἄνθρωπος ἐγεννήθη«.

πάντῃ γὰρ ἀσφαλιζομένη ἡ θεία γραφὴ θεὸν καὶ ἄνθρωπον αὐτὸν ἐπίσταται· θεὸν ἀπὸ θεοῦ ἄνωθεν ἤκοντα, ἄνθρωπον δὲ ἀπὸ Μαρίας ἄνευ σπέρματος ἀνδρὸς γεγεννημένον. τῶν δύο τούτων ἀληθινῶν ὁ ἐκτὸς βαίνων οὐχ ὑπάρχει τῆς ἀληθείας.

4 Προφασίεται πάλιν ὁ τάλας Θεόδοτος λέγων »ὄτι καί ὁ Ἱερεμίας περὶ αὐτοῦ ἔφη ὄτι ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;« καὶ οὐκ οἶδεν <ὁ> ἑαυτὸν τῆς ἀληθείας ἀποξενώσας ὄτι, ὡς ἔφην,

ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς δύναμιν τῆς ἑρμηνείας. ὁ γὰρ ἄνθρωπος ὤν πάντως ὑπὸ πολλῶν γινώσκεται τῶν αὐτὸν γινωσκόντων· φημὶ δὲ πατρὸς καὶ μητρός, ἀδελφῶν τε καὶ συγγενῶν, συσκήνων τε καὶ γειτόνων, πολιτῶν τε καὶ οἰκετῶν.

ἐνταῦθα δὲ ἡ γραφὴ τὸ θαυμαστὸν διηγουμένη τῆς ὅλης αὐτοῦ πραγματείας ἄνθρωπον μὲν ἔφη διὰ τὴν ἔνσαρκον παρουσίαν, τῷ δέ »τίς γνώσεται αὐτόν« ἐσήμανε περὶ τῆς αὐτοῦ θεότητος τῆς ἀκαταλήπτου.

ἐπειδὴ γάρ »οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ τὸν πατέρα οὐδεὶς οἶδεν εἰ μὴ ὁ υἰὸς καὶ ᾦ ἐὰν ἀποκαλυψῃ«, οὐδεὶς οὖν γνώσεται αὐτόν, ἐὰν μὴ <αὐτὸς> αὐτῷ ἀποκαλύψῃ.

ἀποκαλύπτει δὲ διὰ ἁγίου πνεύματος τοῖς αὐτοῦ δούλοις τὴν αὐτοῦ καὶ τὴν τοῦ αὐτοῦ πατρὸς θεότητα καὶ δόξαν καὶ τὴν αὐτοῦβ ζωὴν αἰώνιον τὴν μέλλουσαν καὶ τὰ αὐτοῦβ μυστήρια καὶ διδασκαλίαν καὶ τὴν αὐτοῦ δι᾿ ἡμᾶς ἔνσαρκον ἀληθῆ παρουσίαν, ὄτι θεὸς ἄνωθεν καὶ ἄνθρωπος ἀπὸ Μαρίας.

5. Eἶτα ὁ αὐτός φησι πάλιν Θεόδοτος ὅτι »καὶ Ἠσαΐας περί αὐτοῦ ἔφη ὄτι ἄνθρωπός ἐστιν, οὔτως εἰπών· ὄτι ἄνθρωπος εἰδὼς φέρειν μαλακίαν· καὶ εἴδομεν αὐτὸν ἐν πληγῇ καὶ ἐν κακώσει καὶ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη«. ἀλλὰ οὐκ οἶδε πῶς πάλιν ἐλέγχεται ὁ κτηνήδης.

ἐν αὐταῖς γὰρ ταῖς λέξεσιν Ἠσαΐας οὔτως εἶπεν »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὔτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη«.

εἶτά φησιν »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὄτι αἴρεται ἀπὸ ἀνθρώπων ἡ ζωὴ αὐτοῦ«, καὶ οὐκ εἶπεν »αἴρεται ἡ ζωὴ <ἀπ᾿> αὐτοῦ«, ἀλλά »ἀπὸ ἀνθρώπων«.

ἀεὶ γὰρ ὁ Λόγος ζῶν ἐστιν ὑπάρχων τε καὶ τὸ ζῇν ἀφ᾿ ἑαυτοῦ ἔχων καὶ ζωὴν τοῖς αὐτὸν ἠγαπηκόσι διδούς· ἐξ ἀνθρώπων μὲν ἡ ζωὴ αὐτοῦ ἤρθη, * ἀφ᾿ ἑαυτοῦ ζωὴ ὤν. »ζῶν γὰρ ὁ Λόγος« καὶ πᾶσι ζωὴν παρέχων τοῖς ἐπ᾿ αὐτὸν ἐλπίσασιν ἐν ἀληθείᾳ. καὶ τό »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;«

*. εἰ ἦνθρωπος ψιλὸς ἀπὸ Μαρίας γεγεννημένος, εὐδιήγητος ἄρα ἦν ἡ αὐτοῦ γέννησις. ἐπειδὴ δλε ἐστι πρὸ τοῦ Δαυὶδ <καὶ> πρὸ τοῦ Ἀβραάμ, —

»Άβραὰμ γὰρ ὁ πατὴρ ὑμῶν, φησίν, ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδε καὶ ἐχάρη«· εἶτα αὐτῶν θαυμαζόντων καὶ λεγόντων »πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ τὸν Ἀβραᾶμ ἑώρακας;«, ἐλέγχων Θεόδοδοτον καὶ τοὺς ἀπίστους καὶ ἐπαρνησιθέους Ἰουδαίους ἔφη »ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄτι πρὸ Ἀβραὰμ ἐγώ εἰμι«.

ἦν γὰρ πρὸ Ἀβραὰμ ἀληθῶς καὶ πρὸ Νῶς καὶ πρὸ Ἀδᾶμ καὶ πρὸ τοῦ κόσμου καὶ πρὸ οὐρανοῦ καὶ πρὸ τοῦ χρόνου τοῦ κόσμου καὶ πρὸ πάντων τῶν κτισμάτων, ἄχρονος ὤν, —

διὸ καὶ ἄφραστος καταγγέλλεται ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ Ἠσαΐου ὄτι »τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὄτι αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ ἡ ζωὴ αὐτοῦ«.

Ἀλλά φησιν, »εἶπαν οἱ ἀπόστολοι ἄνδρα ἀποδεδειγμένον εἰς ὑμᾶς σημείοις καὶ τέρασι, καὶ οὐκ εἶπαν· θεὸν ἀποδεδειγμένον«.

ἐλέγχῃ δὲ πάλιν, Θεόδοτε, ὅτι πάλιν οἱ αὐτοὶ ἀπόστολοι ἐν ταῖς αὐταῖς Πράξεσιν ἔφησαν, ὡς ὁ μακάριος Στέφανός φησιν »ἰδοὺ ὁρῶ τὸν οὐρανὸν ἀνεῳμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ«.

6. Πάλιν δὲ προφασίζεται λέγων ὄτι »ἐφη περὶ αὐτοῦ ὁ ἀπόστολος ὄτι μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς«,

καὶ οὐκ οἶδε πῶς πάλιν καθ᾿ ἑαυτοῦ ἐπεγείρει. ὁ γὰρ εἰπών »μεσίτης θεοῦ καὶ ἀνθρώπων, <ἀνθρωπος> Χριστὸς Ἰησοῦς« αὐτὸς ἐσαφήνισε λέγων »προορισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ«, καὶ πάλιν »γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον«.

τούτων δὲ ποιούμενος τῶν λέξεων τὴν ἀσφάλειάν φησιν »εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἡμῖν δὲ εἶς θεός, ἐξ οὖ τὰ πάντα, καὶ εἶς κύριος Ἰησοῦς Χριστός,

δι᾿ οὖ τὰ πάντα <καὶ ἡμεῖς εἰς αὐτόν>«. εἰ δέ »δι᾿ οὖ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν«, οὐκ ἄρα ψιλὸς ἄνθρωπος εἴη ὁ μονογενής, ἀπὸ Μαρίας <ὤν> κσὶ δεῦρο, οὐδὲ ἀπὸ σπέρματος ἀνδρός. ἐπεὶ πῶς τὰ πάντα δι᾿ αὐτοῦ ἠδύνατο εἶναι, τὰ πρὸ αὐτοῦ γενόμενα κατὰ τὸν σοῦ λόγον, εἰ ψιλὸς ἦν ἄνθρωπος; ἤ πῶς εἴη εἰς αὐτὸν τὰ πάντα τὰ πρὸ αὐτοῦ ἐπιγνωσθέντα καὶ γενόμενα; καὶ ἐκ πανταχόθεν ἐξέπεσεν ἡ τούτου ληρῳδία.

Ἑν αὐτῷ δὲ τῷ διαλόγω ἄμα τήν τε περὶ αὐτοῦ γνῶσιν εἰπόντες καὶ τὴν ἀνατροπὴν καθ᾿ ἑκάστην λέξιν, ὑπερβησόμεθα κατὰ τὸ ἔθος τῆς ἀκολουθιίας, ὤστερ τι μέρος ἑρπετοῦ ἔτι σκαρίζοντος τῇ τῆς ἀληθείας ἐλπίδι καὶ πίστει πεπαικότες καὶ ἀνελόντες, τάς <τε> ἑξῆς διασκοπήσωμεν καὶ περιβλέπεσθαι τὰς θηριωδεστάτας αἱρέσεις σπεύσωμεν.
Haeresis 55: Κατὰ μελχισεδεκιανῶν λε, τῆς δὲ άκολουθίας νݲεݲ

Μελχισεδεκιανοὺς πάλιν ἕτεροι ἑαυτοὺς καλοῦσιν, ἀποσπασθέντες τάχα ἀπὸ τῶν Θεοδοτιανῶν καλουμένων.

οὖτοι τὸν Μελχισεδὲκ τὸν ἐν ταῖς γραφαῖς λεγόμενον δοξάζουσι, μεγάλην τινὰ δύναμιν ἡγούμενοι. εἶναι δὲ αὐτὸν ἄνων ἐν ἀκατονομάστοις τόποις καὶ <ἀληθ>ῶς εἶναι τοῦτον οὐ μόνον δύναμίν τινα, ἀλλὰ καὶ μειζότερον τοῦ Χριστοῦ τῇ

ἑαυτῶν πλάνῃ φάσκουσι. ΧΡιστὸν δὲ ἡγοῦνται ἁπλῶς ἐληλυθότα καὶ καταξιωθέντα τῆς ἐκείνου τάξεως, δῆθεν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου »σὺ εἶ ἑρεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ«· ὡς εἶναι αὐτόν, φησίν, ὑποδεέστερον τοῦ Μελχισεδέκ. εἰ μὴ γὰρ ἦν ἐν δευτέρᾳ τινὶ εἰσαγωγῇ κείμενος, οὐκαν τῆς ἐκείνου τάξεως ἐπεδέετο. περὶ είσαγωγῇ κείμενος, οὐκ ἂν τῆς ἐκείνου τάξεως ἐπεδέετο.

Περὶ αὐτοῦ δὲ τοῦ Μελχισεδέκ φασιν ὅτι »ἀμήτωρ, ἀπάτωρ, ἀγενεαλόγητος« <ἐγένετο>, ἐκ τῆς πρὸ Ἑβραίους τοῦ ἁγίου Παύλου ἐπιστολῆς παριστᾶν βουλόμενοι.

πλάττουσι δὲ ἑαυτοῖς καὶ βίβλους ἐπιπλάστους, ἱαυτοὺς ἀπατῶντες.

Ἐξ αὐτῶν δὲ τῶν ῥητῶν ἡ αὐτῶν ἀνατροπὴ γίνεται. ὡς γὰρ λέγει περὶ τοῦ κυρίου ὁ Δαυὶδ προφητεύων, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερέα αὐτὸν καθίστασθαικ, ἐν ταὐτῷ ἔσεσθαι τὸν Χριστὸν ἱερέα διηγεῖται ἡ θεία γραφή.

εὑρίσκεται δὲ εὑθὺς λέγων * »ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές«. εἰ δὲ ἀφομοιοῦται τῷ υἱῷ τοῦ θεοῦ, οὐκ ἴσος τυγχάνει τῷ υἱῷ τοῦ θεοῦ.

πῶς γὰρ δύναται τὸ δοῦλον εἶναι ἴσον τῷ δεσπότῃ; ὁ μὲν γὰρ Μελχισεδὲκ ἄνθρωπος ἦν, τὸ δέ »᾿απάτωρ, ἀμήτωρ« οὐ διὰ τὸ μὴ ἔχειν αὐτὸν πατέρα ἢ μητέρα λέγεται, ἀλλὰ διὰ τὸ μὴ ἐν τῇ θείᾳ γραφῇ

κατὰ τὸ φανερώτατον ἐπωνομάσθαι. πολλοὺς γὰρ ἐφαντασίασε τὰ βαθύτατα τῆς θείας γραφῆς καὶ ἔνδοξα καὶ ὑπεραίροντα διάνοιαν ἀνθρωπίνης φύσεως. οἱ μὲν γὰρ ἐν τῇ Πέτρᾳ τῆς Ἀραβίας, τῇ Ῥοκόμ τε καὶ Ἐδὼμ καλουμένῃ, τὸν Μωυσέα διὰ τὰ θεοσήμεια θαυμάζοντες προσκυνεῖν τὴν αὐτοῦ ποτε εἰκόνα ἀνατυπωσάμενοι † προσεκύνουν πεπλανημένοι, οὐ τοῦ δικαίου αἰτίου αὐτοῖς γενομένου, ἀλλὰ τῆς πλάνης αὐτῶν διὰ τοῦ δικαίου ἐν τῇ ἀγνοίᾳ φαντασίαν πράγματος αὐτοῖς συναγούσης.

ἐν δὲ τῇ Σεβαστείᾳ τῇ ποτὲ Σαμαρείᾳ καλουμένῃ, τὴν θγατέρα Ἰεφθάε θεοποιήσαντες ἔτι ταύτῃ τελετὴν κατ᾿ ἔτος ἄγουσιν.

οὕτω καὶ οὖτοι ἀκούοντες τὰ ἔνδοξα καὶ σοφὰ τῆς γραφῆς ῥήματα εἰς ἀνοησίαν ἐξέτρεψαν καὶ εἰς ὑπέρογκον διάνομιαν ἀρθέντες τὴν ὁδὸν τῆς ἀληθείας κατέλιπον, καὶ μύθους ἑαυτοῖς πλασάμενοι κατὰ πάντα ἐλεγχθήσονται.

2. Καὶ γὰρ παρά τισι τοῦ Μελχισεδὲκ ὁ πατήρ τε καὶ ἡ μήτηρ ἐμφέρεται· οὐκ ἔχει δὲ κατὰ τὰς ῥητὰς γραφὰς καὶ ἐνδιαθέτους τοῦτο. εἶπον δέ τινες Ἡρακλᾶν τινα καλεῖσθαι τὸν αὐτοῦ πατέρα, μητέρα δὲ Ἀστάρθ, τὴν δὴ καὶ Ἀστοριανήν. ἦν δὲ οὖτοῦ ἐξ ἑνὸς τῶν υἱῶν τῶν ἐπιχωρίων κατ᾿ ἐκεῖνο καιροῦ τῶν ἐν Σαυῇ πεδιάδι κατοικούντων.

Σαλὴμ δὲ ἡ πόις ἐκαλεῖτο, περὶ ἦς ἄλλος ἄλλως ἐξέδωκε καὶ ἄλλος ἄλλως. οἱ μὲν γάρ φασιν αὐτὴν εἶναι τὴν νῦν Ἰερουσαλὴμ καλουμένην, ποτὲ δὲ Ἰεβοὺς λεγομένην, ἄλλοι δὲ ἔφασαν ἄλλην τινὰ Σαλὴμ εἶναι ἐν τῷ πεδίῳ Σικίμων, κατάντικρυ τῆς νυνὶ Νεαπόλεως οὕτω καλουμένης.

εἴτε οὖν ἐντεῦθεν ἢ καὶ ἐκεῖθεν (οὐ μακρὰν <γὰρ> ἀλλήλων ἀφεστήκασιν οἱ τόποι) ὅμως ἡ ὑπόθεσις δηλοῖ τὸ ἔργον. »ἐξήνεγκε«, γάρ φησι, τῷ Ἀβραὰμ ἄρτους καὶ οἶνον, καὶ ἦν ἱερεὺς τοῦ ὑψίστου κατ᾿ ἐκεῖνον τὸν χρόνον«, ὃς εὐλόγησε τὸν Ἀβραὰμ καὶ δεκάτην ἔλαβε παρ᾿ αὐτοῦ.

ἔδει γὰρ τὸν ἱερέα τοῦ ὑψίστου παρὰ δούλου θεοῦ τιμηθῆναι, καὶ πρῶτον μὲν τὸν Ἀβραὰμ προσενέγκαι τῷ ἐν ἀκροβυστίᾳ ἱερεῖ ἑρουργοῦντι, ἐπειδὴ ἐξ αὐτοῦ ἔμελλε τοῦ Ἀβραὰμ ἐκ περιτομῆς γίνεσθαι Ἡ ἱερωσύνη, ἵνα »πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ« ταπεινωθῇ,

πρὸς τὸ μὴ αὐχοῦσαν τῆν περιτομὴν ἐπὶ τῇ ἱερωσύνῃ δύνασθαι ἀντιλέγειν τῇ τῆς ἁγίας θεοῦ ἐκκλησίας ἱερωσύνῃ, τῇ μὴ παρατηρουμένῃ σαρκὸς περιτομὴν ἢ ἀκροβυστίαν, ἔχουσαν δὲ τὴν μείζονα καὶ τελειοτάτην περιτομήν, τὸ λουτρὸν τῆς παλιγγενεσίας.

εἰ γὰρ Ἀβραὰμ τῷ Μελχισεδὲκ προσήνεγκε δεκάτην, οἱ δὲ ἀπὸ Ἀβραὰμ τῷ Λευὶ προσφέρουσι καὶ τῷ Ἀαρών, μετὰ χρόνον δὲ τοῦ πάλιν εἶναι τὴν ἑρωσύνην ἐκ περιτομῆς διὰ Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ καθεξῆς φάσκει ἡ γραφὴ διὰ τοῦ Δαυὶδ (μετὰ γενεὰς δεκαδύο τῆς τοῦ Λευὶ γεννήσεως, ἑπτὰ δὲ ἀπὸ τῆς Ἀαρὼν διαδοχῆς) ἐν τῷ Μελχισεδὲκ τὴν ἱερωσύνην ἵστασθαι, φύσει ἔδειξεν οὐκ ἐν τῇ παλαιᾷ τῆς περιτομῆ ἱερωσύνη τὸ ἱερατικὸν ἐπιμένειν τάγμα·

μετετίθετο γὰρ εἰς τὴν πρὸ τοῦ Λευὶ καὶ πρὸ Ἀαρὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερωσύνην, ἥτις νυνὶ ἐν τῇ ἐκκλησίᾳ πολιτεύεται, ἀπὸ τῆς τοῦ κυρίου ἐνσάρκου παρουσίας καὶ δεῦρο, μηκέτι τοῦ σπέρματος κατὰ διαδοχὴν ἐκλεγομένου, ἀλλὰ τοῦ κατὰ ἀρετὴν τύπου ζητουμένου.

3. Πρώτη γὰρ ἱερωσύνη ἐν ἀκροβυστίᾳ διὰ τοῦ Ἄβελ τελεῖται, ἀλλὰ καὶ καθεξῆς διὰ τοῦ Νῶε·

τρίτη δὲ διὰ τοῦ Μελχισεδέκ, τοῦ γεῖται, ἐξ ἄλλων δὲ γενεαλογεῖται.

πόσοι δὲ ἄλλοι οὐ γενεαλογοῦνται κατὰ τὸ φανερώτατον; Δανιὴλ Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ Ἠλίας ὁ Θεσβίτης· ἐν πάσαις γὰρ ῥηταῖς βίβλοις οὐδαμοῦ ἐμφέρονται τούτων οἱ πατέρες ἢ αἱ μητέρες. ἵνα μὴ διὰ τοῦτο πλάνη τις γένηται, οὐδὲν λυπήσει ἃ καὶ ἐν παραδόσεσι κατειλήφαμεν λέγειν.

εὑρήκαμεν γὰρ τοῦ Δανιὴλ τὸν πατέρα Σαβαάν τινα καλούμενον. τοῦ δὲ Ἠλία φύσει καὶ τὴν πατριαρχίαν ὡσαύτως ηὕραμεν, ἥντινα καὶ καθ᾿ εἱρμὸν ὑφηγήσομαι οὕτως·

Ἠλίας ὁ Θελσβίτης ἀδελφὸς γέγονεν Ἰωδαὲ τοῦ ἱερέως, ἐξ ἱερέων δῆθεν κλαὶ αὐτὸς ὑπάρχων, υἱὸς δὲ τοὺ Ἀχιναάμ· Ἀχιναὰμ δὲ υἱὸς τοῦ Σαδώκ, Σαδὼκ δὲ τοῦ Ἀχιτὼβ τοῦ Ἀμορία, Ἀμορίας υἱὸς [τοῦ Ἀμορία] τοῦ Ῥαζαζά, Ῥαζαζὰ τοῦ Ἀαζία, Ἀζία τοῦ Φινεές, Φινεὲς υἱὸς τοῦ Ἐλεάζαρ, Ἐλεάζρ υἱὸς τοῦ Ἀαρών, τοῦ ἱερέως δηλονότι· Ἀαρὼν υἱὸς τοῦ Ἀμράμ, Ἀμρὰμ τοῦ Καάθ, Καὰθ τοῦ Λευί, Λευὶ τρίτος υἱὸς τοῦ Ἰακώβ· Ἰακὼβ δὲ ἀδελφὸς μὲν Ἠσαῦ, παῖς δὲ τοῦ Ἰσαάκ, Ἰσαὰκ υἱὸς τοῦ Ἀβραάμ.

ἐν δὲ ταῖς ῥηταῖς βίβλοις οὐ πάνυ σαφῶς αἱ τούτων γενεαλογίαι ἐμφέρονται ἢ μόνον ἐν ταῖς Παραλειπομέναις τῆς κατὰ τὸν Ἠλίαν ὑποθέσεως μέρη. φύσει δὲ τῶν τριῶν παίδων, Σεδρὰχ Μιχὰκ Ἀβδεναγώ, οὔτε ἐν παραδόσεσιν οὔτε ἐν ἀποκρύφοις τοὺς πατέρας ηὕραμεν.

τί οὖν ἐροῦμεν; ἆρα κἀκεῖνοι, οἹ περ Σεδρὰχ Μισὰκ Ἀβοδεναγώ, φαντάσουσιν ἡμᾶς λογίζεσθαι ἃ μὴ χρὴ καὶ ὑπερόγκως θαυμάζειν ὑπὲρ τὸ μέτρον ἑκάστην ὑπόθεσιν, ἀπάτορας καὶ ἀμήτορας αὐτοὺς λογισάμενοι;

ἀλλὰ μὴ γένοιτο. ὅροι γὰρ ἐτέθησαν ἡμῖν καὶ θεμέλιοι εἰς οἰκοδομὴν τῆς πίστεως καὶ ἀποστόλων παραδόσεις καὶ γραφαὶ ἅγιαι καὶ διαδοχαὶ διδασκάλων, καὶ ἐκ πανταχόθεν ἡ ἀλήθεια τοῦ θεοῦἠσφάλισται καὶ μηδεὶς ἀπατάσθω κενοῖς μύθοις.

4. Ἐπανελεύσομαι δὲ πάλιν εἰς τὰ προκείμενα, εἰς ἅπερ οὗτοι φαντάζονται περὶ τοῦ Μελχισεδέκ. ὅτι μὲν γὰρ ἅγιος ὁ δίκαιος ὑπῆρχε καὶ ἱερεὺς τοῦ θεοῦ καὶ βασιλεὺς τῆς Σαλὴν δῆλον, ἀλλ’ οὐ τῆς ἐν οὐρανῷ ὑπάρχων <τάξεως> καὶ ἀπ’ ούρανοῦ καταβεβηκώς·

»οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου«, φηςὶν ὁ ἅγιος καὶ ἀψευδὴς θεὸς Λόγος.

τὴν δὲ τάξιν τοῦ Μελχισεδὲκ κηρύττουσα ἡ θεία γραφὴ καὶ τὸ πνεῦμα ῥητῶς διδάσκον τὴν μετάθεσιν ἔδειξε τῆς ἱερωσύνης ἀπὸ παλαιᾶς συναγωγῆς καὶ τοῦ * ἔθνους εἰς τῆς ἔθνος κάλλιστον καὶ ὑπέρτατον καὶ οὐ μετοχῇ σαρκὸς διαδοχῆς ἡνωμένον.

ὁ γὰρ Μελχισεδὲκ ὁ ἅγιος οὗτος οὐκέτι μετ’ αὐτ]ν διαδοχὴν ἔσχεν, ἀλλὰ ούδὲ ἀφαίρεσιν τῆς ἱερωσύνης. ἔμεινε γὰρ αὐτὸς ἱερεὺς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς καὶ ἔτι ἐν τῇ γραφῇ ᾂδεται ἰερεύς, μηδενὸς αὐτ]ν διαδεξαμένου ἢ ἀνατρέψαντος τὴν κατὰ τὸν χρόνον τῆς αὐτοῦ ὑπηρεσίας ἱερωσύνην οὕτω καὶ ὁ κύριος ἡμῶν, οὐκ ὢν ἄνθρωπος,

ἀλλὰ θεοῦ ἅγιος θεὸς Λόγος, υἱὸς υἱὸς θεοῦ γεννηθεὶς ἀνάρχως καὶ ἀχρόνως, ἀεὶ σὺν π ατρὶ ὤν, γενόμενος δὲ δι’ ἡμῆς ἐκ Μαρίας ἄνθρωπος καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, τὴν δὲ ἱερωσύνην * τῷ πατρὶ8 προσφέρει, ἐξ ἀνθρωπότητος τὸ φύραμα λαβών, ἵνα ὑπὲρ ἡμῶν ἱερεὺς καταστῇ

κατὰ τὴν τάξιν Μελχισεδέκ, τὴν μκὴ ἔχουσαν διαδοχήν. μένει γὰρ τὰ ὑπὲρ ἡμῶν εἰς τὸ διηνεκὲς δῶρα προσφέρων, πρῶτον μὲν ἑαυτὸν διὰ τοῦ σταυροῦ προσενέγκας, ἵνα λύςῃ πᾶσαν θυσίαν παλαιᾶς διαθήκης, τὴν ἐντελεστέραν [δὲ] καὶ ζῶσαν ὑπὲρ παντὸς τοῦ κόσμου ἱερουργήσας·

αὐτὸς ἱερεῖον, αὐτὸς θῦμα, αὐτὸς ἱερεύς, α’΄υτὸς θυσαιστήριον, αὐτὸς θέος, αὐτὸς ἄνθρωπος, αὐτὸς βασιλεύς, αὐτὸς ἀρχιερεύς, αὐτὸς πρόβατον, αὐτὸς ἀρνίον, τὰ πάντα ἐν πᾶσιν ὑπὲρ ἡμῶν γενόμενος, ἵνα ἡμῖν ζωὴ κατὰ πάντα τρόπον γένηται, καὶ ἱερωσύνης αὐτοῦ τὸ ἀμετάστατον ἑδραίωμα εἰς τοὺς αἰῶνας ἀπεργάσηται, οὐκέτι κατὰ τὰ σπερματικὰ καὶ τὰς διαδοχάς μερίζων, ἀλλὰ κατὰ τὸ δικαίωμα φυλάτσθαι ἐν πνεύματι ἁγίῳ δωρούμενος.

5. Φαντάζονται δὲ πάλιν ἄλλοι, <ἄλλα> περὶ τούτου τοῦ Μελχισεδὲκ λέγοντες. σαρκικῶς γὰρ οἱ τοιοῦτοι ἀνεκρίθησαν, πνευματικῶς μὴ νενοηκότες τὰ ὑπὸ τοῦ ἁγίου ἀποστόλου ἐν τῇ αὐτῇ ἐπιστολῇ

τῇ πρὸς Ἑβραίους εἰρημένα. καὶ ὁ μὲν Ἱερακᾶς ὁ Αἱγύπτιος αἱρεσιάρχης τό »άφομοιούμενος, φησί, τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές«·

ὡς ἀπὸ τῆς λέξεως ἧς εἶπεν ὁἅγιος ἀπόστολος »τὸ δὲ πνεῦμα ὑπερεντυγχὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις«. ὁ δὲ ἐπιστάμενος τὸ φρόνημα τοῦ πνεύματος οἶδεν ὅτι ὑπὲρ ἐκλ.εκτῶν ἐντυγχάνει τῷ θεῷ. ἐξέπεσε δὲ καὶ οὗτος παντελῶς τοῦ προκειμένου.

οὐ γὰρ σύρκα ἐνεδύσατο τὸ πνεῦμά ποτε· σύρκα δὲ μὴ ἐνδυσάμενον οὐκ εἶχεν εἶναι βασιλεὺς τῆς Σαλὴμ καὶ ἱερεὺς τόπου τινός.

καιρῷ δὲ ὅτε περὶ τούτου τοῦ Ἱερακᾶ καὶ τῆς αὐτοὺ αἱρέσεως τὴν ἀνατροπὴν ποιήσομαι, τότε ἐν πλάτει περὶ τούτων διηγήσομαι, τῆς δὲ ἀκολουθίας τὰ νῦν ἐπιλήψομαι.

Πόσα δὲ περὶ τούτου τοῦ Μελχισεδὲκ καὶ ἄλλοι φαντάζονται Σαμαρεῖται μὲν γὰρ τοῦτον νομίζουσιν εἶναι υἱὸν τοῦ Νῶε τὸν Σήμ.

καταγέλαστοι δὲ καὶ αὐτοὶ εὑρεθήσονται. ἀσφαλιζομένη γὰρ ἡ θεία γραφὴ πάντα μετὰ εὐταξίας κατὰ πάντα τὴν ἀλήθειαν ὠχύρωσεω, οὐκ εἰς μάτην τοὺς χρόνους τάξασα καὶ τὰ ἔτη ἑκάστης τῶνπατέρων ζωῆς καὶ διαδοχῆς ἀριθμήσασα.

ὅτε γὰρ Ἀβραὰμ ὑπῆρχεν ὀγδοήκοντα ὀκτὼ ἢ καὶ ἐνενήκοντα ἐτῶν πλείω ἐλάσσω, ὁ Μελχισεδὲκ αὐτῷ ὑπηντᾶτο καὶ ἐξέβαλεν αὐτῷ ἄρτους καὶ οἶνον, προτυπῶν τῶν μυστηρίων τὰ αἰνίγματα·

ἀντίτυπα τοῦ <σώματος τοῦ κυρίου, αὐτοῦ τοῦ> κυρίου ἡμῶν λέγοντος ὅτι »ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν«, καὶ ἀντίτυπα τοῦ αἵματος αὐτοῦ τοῦ ἐκ τῆς πλευρᾶς αὐτοῦ ῥεύσαντος εἰς κάθαρσιν τῶν κεκοινωμένων καὶ ῥαντισμὸν καὶ σωτηρίαν τῶν ἡμετέρων ψυχῶν.

ὁ δε τοῦ ἀβραὰμ πατὴρ Θάρρα ἑβδομηκοστὸν κατάγων ἔτος τὸν Ἀβραὰμ ἐγέννησεν, καὶ γέγονεν ἔτη ἑκατὸν ἑξήκοντα κοντα πλείω ἐλάσσω. Ναχὼρ δὲ ἐγέννησε τὸν Θάρρα ἑβδομήκοντα ἐννέα ἐτῶν ἑπάρχων, καὶ γέγονε σλݲλθݲθݲ ἔτη. Σεροὺχ δὲ ἐγέννησε τὸν Ναχὼρ ρݲλݲ ἐτῶν ὑπάρχων, καὶ γεγόνασιν ἔτη τξθ.

Ῥαγαῦ δὲ ἐγέννησε τὸν Σεροὺχ ὑπάρχων ρݲλݲβݲ ἐτῶν, καὶ γέγονε πεντακοσιοστὸν πρῶτον ἔτος. Φάλεκ δὲ ἐγέννησε τὸν ‘Ραγὰῦ ὢν ρݲλݲ ἐτῶν, καὶ γέγονεν ἔτη ἑξακόσια τριάκοντα ἕν. Ἔβερ δὲ ἐγέννησε τὸν φάλεκ ἐν ἔτει ρݲλ ݲ δݲ τῆς αὐτοῦ ζωῆς, καὶ γεγόνασιν ἑπτακόσια ἑξήκοντα πέντε ἔτη.

Σάλα δὲ ἐγέννησε τὸν Ἔβερ ἑκατοστὸν τριακοστὸν ἔτος κατάγων τῆς αὐτοῦ ἡλικίας, καὶ γέγονεν ὀκτακόσια ἐνενήκο ντα πέντε ἔτη. Κηνᾶ δὲ ἐγέννα τὸν Σάλα ἔτος κατάγων ρݲθݲ τῆς αὐτοῦ ζωῆς, καὶ γέγονεν χίλια τέσσαρα ἔτη. Ἀρφαξὰδ δὲ ἐτῶν ρλε ὢν ἐγέννησε τὸν Κηνὰν, καὶ γέγονεν χίλια ρݲλݲθݲ ἔτη.

Σὴμ δὲ ρݲβݲ ἔτει τῆς αὐτοῦ ζωῆς, ὁ προειρημένος καὶ ξαντασιαζόμενος παρὰ τοῖς Σαμαρείταις εἶναι Μελχισεδέκ, ἐγέννησε τὸν Ἀρφαξάδ, καὶ ὁμοῦ γέγονεν ἔτη χίλια διακόσια τεσσαράκοντα ἕν ἕως τοῦ χρόνου τοῦ Ἀβραάμ, καθ’ ὃν συνήντησε τῷ Μελχισεδὲκ ἐπανιὼν ἀπὸ τῆς κοπὴς τῶν περὶ Ἀμαρφὰλ καὶ Ἀριὼχ καὶ Χοδολλογομὸρ καὶ Θαλγὰ τῶν βασιλέων.

οὐ, ἔζησε δὲ Σὴμ τοσαῦτα ἔτη κατὰ τὴν τούτων ληρώδη φαντασίαν, ἀλλὰ ρݲβݲ ἐτῶν ὤν ἐγέννησε τὸν Ἀρφαξάδ, ἐν τῷ δευτέρῳ ἔτει μετὰ τὸν κατακλυσμόν. »καὶ ἔζησε μετὰ ταῦτα, ὥς φησιν ἡ θεία γραφή, φݲ ἔτη, καὶ ἐγέννησεν υἱοὺς και θυγατέρας, καὶ ἀπέθανε«.

τοίνυν αὐτοῦ ζήσαντος ἑζακόσια καὶ δύο ἔτη καὶ τελευτήσαντος πῶς ἠδύνατο φθάσαι εἰς χίλια καὶ διακόσια τεσαράκοντα καὶ ἕν ἔτη, ἵνα ὁ Σὴμ ὁ υἱὸς τοῦ Νῶς τοῦ πρὸ δέκα γενεῶν τοῦ Ἀβραὰμ κληθείη Μελχισεδὲκ παρὰ τούτοις, μετὰ δέκα γενεάς, ἔτη δὲ χίλια διακόσια τεσσαράκοντα ἕν; καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων πλάνης.

κατὰ δὲ ψὴφον ἄλλων ἀντιγράφων ἀπὸ τῆς τοῦ Σὴμ ἡλικίας, ἐξότε γεγένηται ὁ αὐτὸς Σήμ, ὥς τοῦ προδδηλωμένου χρόνου τῆς [τε]τοῦ Ἀβραὰμ συναντήσεως τῷ Μελχισεδέκ, ἥτις ἦν ἐν ογδοηκοστῷ ὁγδόῳ ἔτει τῆς αὐτοῦ ζωῆς ἢ ἐνεηκοστῷ, γίνεται ἑξακόσια εἴκοσι ὀκτὼ ἔτη πλείω ἐλάσσω, ὥστε ἐξ ἅπαντος μὴ δύνασθαι εἰς τὸν προδεδηλωμένον τοῦ Ἀβραὰμ χρόνον τὸν Σὴμ φθάνειν, ἵνα καὶ Μελχισεδὲκ νομισθείη. καὶ διέπεσε πανταχόθεν καὶ ἡ τῶν Σαμαρειτῶν χυδαιολογία.

7. Ἰουδαῖοι δὲ πάλιν φάσκουσι τὸν τοιοῦτον δίκαιον μὲν εἶναι καὶ ἀγαθὸν καὶ ἱερέα τοῦ ὑψίστου, ὡς ἔχει ἡθεία γραφή, διὰ δὲ τὸ υἱὸν αὐτὸν εἶναι πόρωης, φασί, τῆν μητέρα αὐτοῦ μὲη γεγράφθαι μηδὲ τὸν πατέρα αὐτοῦ γινώσκασθαι.

ἐξέπεσε δὲ καὶ τούτων ὁ ληρώδης λόγος. καὶ γὰρ καὶ ῥαὰβ πόρνη ὑπῆρχε καὶ ἔστι γεγραμμένη, καὶ Ζαμβρὶ πορνεύσας γέγραπται καὶ Χασβιεὶ μετ’ αὐτοὺ, καίπερ ἀλλοτρία οὖσα καὶ οὐκ ἀπὸ γένους Ἰσραὴλ ἀναγομένη. * καὶ »πᾶας ὁ μὴ διὰ τῆς θύρας είσερχό9μενος, ὡς ἔφη τὸ ἅγιον εὐαγγέλιον, λῃστὴς καὶ οὐ ὢν ποιμὴν ὑπάρχει«.

Ἐν δὲ τῇ ἐκκλησίᾳ φύσει τινὲς διαφόρως τοῦτον τὸν Μελχισεδὲκ ὁρίζονται. οἱ μὲν γὰρ αὐτὸν νομίζουσι φύσει τὸν υἱὸν τοῦ θεοῦ, ἐν ἰδέᾳ δὲ ἀνθρώπου τότε τῷ Ἀβραὰμ πεφηνέναι.

ἐκπίπτουσι δὲ καὶ αὐτοὶ τοῦ προκειμένου· οὐ γάρ τις ἑαυτῷ ὅμοιος γενήσεταί ποτε, ὡς ἔχει ἡ θεία γραφὴ ὅτι »ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκες«.

τῷ ὄντι δὲ »ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν τὸν Ἀβραὰμ δεδεκάτωκεν«· ἐπειδὴ γὰρ οὐκ ἐξ αὐτῶν τῶν Ἰσραγλιτῶν γενεαλογεῖται, γενεαλογεῖται δὲ ἐξ ἀνθρώπων ἄλλων.

τούτων πάντων τὸν κατάλογον ποιηςάμενοι, <ὧν> διὰ τὴν αἵρεσιν ταύτην ἐπεμνήσθημεν, [καὶ] ὡς ἐν παρεκβάσει περὶ τούτων διηγηςάμεθα.

8. Εἰς ὄνομα δὲ τούτου τοῦ Μελχισεδὲκ ἡ προειρημένη αἵρεσις καὶ τὰς προσφορὰς ἀναφέρει καὶ αὐτὸν εἶναι εἰσαγωγέα πρὸς τὸν θεὸν λέγει καὶ δι’ αὐτοῦ, φηςί, δεῖ τῷ θεῷ προσφέρειν, ὅτι ἄρχων ἐστὶ δικαιοςύνης, ἐπ’ αὐτὸ τοῦτο κατασταθεὶς ὑπὸ τοῦ θεοῦ ἐν οὐρανῷ, πνευματικός τις ὤν καὶ εἰς ἱερωςύνην θεοῦ τεταγμένος.

καὶ δεῖ ἡμᾶς αὐτῷ προσφέρειν, φαςίν, ἵνα δι’ αὐτοῦ προσενεχθῇ ὑπὲρ ἡμῶν καὶ εὔρωμεν δι’ αὐτοῦ ζωήν.

καὶ Χριστὸς μέν, φηςίν, ἐξελέγη, ἵνα ἡμᾶς καλέσῃ ἐκ πολλῶν ὁδῶν εἰς μίαν ταύτην τὴν γνῶσιν, ὑπὸ θεοῦ κεχρισμένος καὶ ἐκλεκτὸς γενόμενος, ἐπειδὴ ἀπέστρεψεν ἡμᾶς ἀπὸ εἰδώλων καὶ ὑπέδειξεν ἡμῖν τὴν ὁδόν. ἐξ οὗπερ ὁ ἀπόστολος ἀοσταλεὶς ἀπεκάλυψεν ἡμῖν ὅτι μέγας ἐστὶν ὁ Μελχισεδὲκ καὶ ἱερεὺς μένει εἰς τὸν αἰῶνα.

καὶ θεωρεῖτε πηλίκος οὗτος, καὶ ὅτι τὸ ἧσσον ἐκ τοῦ μείζονος εὐλογεῖται, καὶ διὰ τοῦτο, φηςί,

καὶ τὸν Ἀβραὰμ τὸν πατριάρχην εὐλόγησεν, ὡς μείζων ὤν, οὗ ἡμεῖς ἐσμὲν μύσται, ὅπως τύχωμεν καὶ αὐτοὶ ἡμεῖς παρ’ αὐτοῦ τῆς εὐλογίας.

9. Καὶ ὡς άταιος παςῶν αἱρέσεων ἡ διάνοια. ἰδοὺ γὰρ καὶ οὗτοι ἠρνήσαντο τὸν αὐτῶν δεσπότην τὸν »ἀγοράσαντα αὐτοὺς τῷ ἰδίῳ αὐτοῦ αἵματι«, τὸν οὐκ ἀπὸ Μαρίας ἐναρξάμενον, ὡς αὐτοὶ νομίζουσιν,

ἀλλ’ ἀεὶ ὄντα πρὸς τὸν πατέρα θεὸν Λόγον, γεγεννημένον ἐκ τοῦ πατρὸς ἀνάρχως καὶ ἀχρόνως, ὡς πᾶσα γραφὴ διηγεῖται· ᾧ καὶ ειπεν ὁ πατήρ »ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν«, καὶ οὐχὶ τῷ Μελχισεδέκ.

εἰ μὲν γὰρ καὶ ἱερεὺς [ἐστι] τοῦ θεοῦ τοῦ ὑψίστου ἐν τῇ ἰδίᾳ γενεᾷ γεγένηται καὶ οὐκ ἔσχε διαδοχὴν μετ’ αὐτόν, ἀλλ’ οὐκ ἔστιν ἄνωθεν ἀπ’ οὐρανοῦ καταβάς.

οὐ γὰρ εἶπεν ἡ γραφὴ ὅτι »κατήνεγκε « ἄρτον καὶ οἶνον, ἀλλὰ »ἐξήνεγκεν« αὐτῷ τε καὶ τοῖς μετ’ αὐτοῦ, ὡς ἀπὸ τῶν βασιλέων ἀποδεξόμενος τὸν διερχόμενον πατριάρχην·

καὶ εὐλόγησεν αὐτὸν διὰ τὴν προσοῦσαν αὐτῷ δικαιοσύνην καὶ τὸ πιστὸν καὶ τὸ εὐλαβὲς τοῦ ἀνδρός, ὅτι ἐν ἅπασι δοκιμασθεὶς ἐν οὐδενὶ ἐξέπεσε τῆς δικαιοσύνης ὁ πατριάρχης, ἀλλὰ καὶ ἐν τούτῳ συνεργὸν ἔσχε τὸν θεὸν κατὰ τῶν † ἀληθῶς ἐπελθόντων τῇ τῶν Σοδομιτῶν χώρᾳ καὶ ἀφελομένων καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν ἅγιον Λώτ, ὃν καὶ ἀπέστρεψε μετὰ τῆς πάσης σκυλεύσεως καὶ λαφυραγωγίας.

πόθεν δὲ οὐ δείξωμεν ξωμεν ὅτι ἦν ἀεὶ <ὁ> υἱὸς σὺν πατρί; »ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος«, καὶ οὐκ εἶπεν »ἐν ἀρχῇ ἦν ὁ Μελχισεδὲκ οὐδὲ θεὸς ἦν ὁ Μελχισεδέκ«.

καὶ πάλιν »ἦλθεν οὖν ὁ κύριος πρὸς τὸν Ἀβραάμ, καὶ ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα«. καὶ αὐτὸς ὁ ἀπόστολός λός φησιν »εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«.

καὶ ἵνα μή τις εἴῃ· οὐκοῦν ποῦ ἐστι τὸ πνεῦμα, ἐπειδήπερ περὶ ἑνὸς καὶ ἑνὸς διηγεῖαι; οὐκ ἔδει τὸ πνεῦμα αὐτοςύστατον γίνεσθαι ἑαυτοῦ· ἀεὶ γὰρ φυλάττεται ἡ θεία γραφὴ ὑπογραμμὸς ἡμῖν γίνεσθαι. ἐφθέγγετο ἐν πνεύματι ἀγίῳ ὁ ἀπόστολος καὶ ἔλεγεν »εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα«. ἦν δὲ ἐν πνεύματι ἁγίῳ λέγων τοῦτο· οὐ γὰρ ἵνα λείψῃ ἡ τριάς.

αὐτὸς δὲ ὁ κύριος σαφῶς λέγει ὅτι »ἀπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος«. καὶ πάλιν ὁ ἀπόστολος λέγει »ἕν δέ ἐστιν τὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται πρὸς τὸ συμφέρον«.

ἰδοὺ τοίνυν πατήρ, ἰδοὺ υἱός, ἰδοὺ πνεῦμα ἅγιον, καὶ οὐδαμοῦ περὶ Μελχισεδὲκ λέγει ὅτι ἐν τοῖς χαρίσμασιν † δωρεῖται οὔτε ἐν τοῖς ὑψώμασι. καὶ μάτην παρὰ τούτοις ᾄδεται τὰ ψευδῆ καὶ ἐπινενοημένα τῶν προσκομμάτων, οὐκ ἀπὸ τῆς ἀληθείας αὐτοῖς συμβαίνοντα, ἀλλὰ ἐξ αὐτοῦ τοῦ συρίγματος τοῦ δράκοντος, ὡς ἑκάστην αἵρεσιν ἠδυνήθη ἀπατῆσαί τε καὶ πλανῆσαι.

Ἦλθε δὲ πάλιν εἰς ἡμᾶς ὥς τινες περιττότερον τῶν προειρημένων πάντων πλανηθέντες καὶ περισσοτέρᾳ ἀλαζονείᾳ ἐννοίας ἀρθέντε ἐτόλμησαν εἰς ἀπορίαν διανοημάτων τραπῆναι καὶ εἰς βλάφημον ἔννοιαν ἐλθεῖν καὶ εἰπεῖν τὸν αὐτὸν Μελχισεδὲκ εἶναι τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ.

καὶ ὦ τῆς τῶν ἀνθρώπων ἀφυλάκτου ἐννοίας καὶ ἀπατωμένης καρδίας καὶ μὴ ἐχούσης στάσιν ἀληθείας. ἀπὸ τοῦ γὰρ τὸν ἀπόστολον λέγειν ἀπάτορα καὶ ἀμήτορα τὸν μελχισεδὲκ καὶ ἀγενεαλόγητον, διὰ τὸ ὑπέρογκον τῆς φράσεως πλανηθέντες τῇ ἐννοίᾳ οἱ τοιοῦτοι καὶ * διανοηθέντες τὰ * εἰς τὸν πατέρα τῶν ὅλων ἀναλογοῦντα ἐν ἑαυτοῖς ἀνετύπωναν βλασφημίας πλάνην.

ἀπὸ τοῦ γὰρ τὸν πατέρα τῶν ὅλων, θεὸν τὸν παντοζωῆς μήτε πατέρα ἔχειν μήτε μητέρα μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος (τοῦτο γὰρ <παρὰ> πᾶσιν ὡμολόγηται) ἀπεικάσαντες τούτῳ τὸν Μελχισεδὲκ διὰ τὸ περὶ αὐτοῦ οὕτω τὸν ἀπόστολον εἰρηκέναι εἰς ἀφροςύνης βλασφημέαν πεπτώκασι, μὴ νοήσαντες τὰ ἄλλα τὰ περὶ αὐτοῦ εἰρημένα.

περὶ γὰρ τοῦ Μελχισεδὲκ εἴρηται ὅτι »ἦν ἱερεὺς τοῦ ὑψίστου«. εἰ οὖν ὕψιστός ἐστιν οὗτος καὶ πατήρ, ἄρα ἑτέρου ὑψίστου ὑπάρχων ἱερεὺς οὐκέτι αὐτὸς εἴη πατὴρ τῶν ὅλων, ἱερατεύων ἑτέρῳ ὑψίστῳ.

καὶ ὦ τῆς τῶν ἀνθρώπων χυδαιότητος τῆς τὰ ἀληθινὰ μὴ κατανοούσης, ἐπὶ τὰ πλάνα δὲ ἑαυτὴν τρεπούσης. τὸ πέρας γὰρ τῆς ἐπιλύσεως τοῦ παντὸς ζητήματος ὁ ἅγιος ἀπόστολος συναγαγὼν ἔφη »ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν« (δῆλον δέ· ἀλλὰ ἐξ ἑτέρων) »δεδεκάτωκε τὸν Ἀβραάμ«, καὶ πάλιν »ὅς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκεςίας ἐποιεῖτο, φηςί, πρὸς τὸν δυνάμενον αὐτὸν σῶσαι«· ὅτι δὲ <ὁ> πατὴρ σάρκα οὐκ ἐνεδύσατο δῆλον.

Καὶ περὶ τούτων δὲ ἱκανῶς διαλεχθέντες καταλείψωμεν τὴν αἵρεσιν, ὥσπερ μυογαλίδιον λίθῳ πεπαικότες διὰ τῆς στερεᾶς πίστεως καὶ ἑδραιώματος καὶ φυγόντες τὸ ἰοβόλον αὐτῆς δηλητήριον. τὸ γὰρ μυογαλίδιόν φασι πρὸς μὲν τὴν ὥραν μηδὲν ἀδικεῖν τὸν δακνόμενον, χρόνῳ δέ τινι τὸ σῶμα ἀφανίζειν καὶ εἰς λώβησιν κελεφίας ἕως ὅλων τῶν μελῶν ἔγειν τὸν ἐπιβουλευθέντα.

οὕτω καὶ αὕτη ἡ αἵρεσις * τῇ διανοίᾳ τοῖς εὐθὺς περὶ τούτων ἀκούσασι φαίνεται ὡς οὐδὲν *, προσεντριβομένη δὲ ἡ τῶν λόγων παρολκὴ ζητήματα ἐμποιεῖ καὶ ὥσπερ ἀφανισμ]ν τοῖς μὴ τυχοῦσι κοῦ βοηθήματος τῆς ἀντιδότου ταύτης, τῆς παρ’ ἡμῶν γενομένης κατ’ αὐτῆς ἀνατροπῆς τε καὶ ἀντιλογίας. οὐ τάχιον δὲ φαι;νεται τὸ ζῷον.

ἐν νυκτὶ γὰρ ἐστι πορευόμενον καὶ οὕτω τὴν βλάβην ἐργάζεται, μάλιστα δὲ ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ, ὡς ἰστέον ἐστὶ τοῖς τὴν γνῶσιν τοῦ ζῴου ἐπισταμένοις, ὅτι οὐ παρέργως οὔτε σεσυκοφαντημένως τῆς τοῦ ζῴου ὑποθέσεως πεποιήμεθα τὴν μνήμην, ἀπεικάσαντες αὐτὸ τῇ παρὰ τῆς αἱρέσεως βλάβῃ· τοιοῦτο γὰτ αὐτῆς τὸ ἀδίκημα ὑπάρχει.

ἐφεξῆς δὲ βαδιοῦμαι ἐπὶ τὰς ἄλλας, ὅπως τὸ ἐπάγγελμα ἐν θεῷ πληρῶσαι καταξιωθέντες τῷ θεῷ εὐχαριστήσωμεν.

Haeresis 56: Κατὰ Βαρδησιανιστῶν λݲςݲ, τῆς δὲ ἀκολουθίας νݲςݲ

Τούτοις καθεξῆς συνέπεται Βαρδησιάνης τις οὕτω καλούμενος. ὁ δὲ Βαρδησιάνης οὗτος, ἐξ οὗπερ ἡ αἵρεσις τῶν Βαρδησιανιστῶν γεγένηται, ἐκ Μεσοποταμέας μὲν τὸ γένος ἦν, τῶν κατὰ τὴν Ἐδεσσηνῶν πόλιν κατοικούντων.

ὅς τὰ μὲν πρῶτα ἄριστός τις ἀνὴρ ἐτύγχανε, λόγους δὲ οὐκ ὀλίγους συνεγράψατο, ὁπηνίκα ἐρρωμένην εἶχε τὴν διάνοιαν. ἐκ γὰρ τῆς ἁγίας τοῦ θεοῦ ἐκκληςίας ὡρμᾶτο, λόγιός τις ὤν ἐν ταῖς δυςὶ γλώσσαις. Ἑλληνικῇ τε διαλέκτῳ καὶ τῇ τῶν Σύρων φωνῇ.

Αὐγάρῳ δὲ τῷ τῶ, Ἐδεσσηνῶν δυνάστῃ, ἀνδρὶ ὁσιωτάτῳ καὶ λογιωτάτῳ, ἐξοικειούμενος τὰ πῶτα καὶ συμπράττων, ἅμα τε καὶ τῆς αὐτοῦ μετασχὼν παιδείας. διήρκεσε μὲν μετὰ τὴν ἐκείνου τελευτὴν ἄχρι τῶν χρόνων Ἀντωνίνου Καίσαρος, (οὐ τοῦ Εὐσεβοῦς καλουμένου, ἀλλὰ τοῦ Οὐήρου).

ὃς πολλὰ <πρὸς> Ἀβειδὰν τὸν ἀστρονόμον κατὰ εἱμαρμένης λέγων συνελογίσατο, καὶ ἄλλα δὲ κατὰ τὴν εὐσεβῆ πίστιν ἐμφέρεται αὐτοῦ συντάγματα.

Ἀπολλωνίῳ δὲ τῷ τοῦ Ἀντωνίνου ἑταίρῳ ἀντῆρε, παραιτούμενος ἀρνήσασθαι τὸ Χριστιανὸν ἑαυτὸν λέγειν. ὁ δὲ σχεδὸν ἐν τάξει ὁμολογίας κατέστη λόγους τε συνετοὺς ἀπεκρίνατο ὑπὲρ εὐσεβείας ἀνδρείως ἀπολογούμενος, θάνατον μὴ δεδιέναι φήσας, ὃν ἀνάγκῃ <ἔφη> ἔσεσθαι, κἄν τε τῷ βασιλεῖ μὴ ἀντείποι.

καὶ οὕτως ὁ ἀνὴρ τὰ πάντα μεγάλως ἦν κεκοσμημένος, ἕως ὅτε τῷ ἀστοχήματι τῆς ἑαυτοῦ αἱρέσεως περιέπεσε, δίκην νηὸς γεγονὼς καλλίστης φόρτον τε ἀσυνείκαστον ἐμβαλλομένης καὶ παρὰ τὰς ὄχθας τοῦ λιμένος λακισθείσης ἀπολεςάσης τε τὴν ἅπασαν πραγματείαν καὶ ἑτέροις τοῖς ἐπιβάταις θάνατον ἐμποιηςάσης.

2. Προσφθείρεται γὰρ οὗτος Οὐαλεντίνοις καὶ ἐκ τῆς αὐτῶν μοχθηρίας ἀνιμᾶται τὸ δηλητήριον τοῦτο καὶ ζιζανιῶδες, πολλάς τε καὶ αὐτὸς ἀρχὰς καὶ προβολὰς εἰσηγηςάμενος καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀρνηςάμενος ἐδογμάτισε ταύτην τὴν αἵρεσιν.

χρῆται δὲ νόμῳ καὶ προφήταις, παλαιᾷ τε καὶ νέᾳ διαθήκῃ, καὶ ἀποκρύφοις τισὶν ὡσαύτως.

ἀνατραπήσεται δὲ καὶ οὗτος μετὰ πάντων τῶν πρὸ αὐτοῦ τε καὶ τῶν μετ’ αὐτὸν ἀπαλλοτριώσας ἑαυτὸν τῆς ἀληθείας καὶ ὡς ἀπὸ λαμπάδος πυρὸς φωτεινῆς εἰς ἀσβόλην μεταβεβλημένος.

Περὶ μὲν γὰρ νεκρῶν ἀναστάσεως ἤδη ἡμῖν ἐν πολλαῖς αἱρέσεσιν εἴρηται· οὐ λυπήσει δὲ καὶ αὖθις ἐν τῇ πρὸς τοῦτον ἀνατροπῇ χρήσασθαι ὀλίγοις λόγοις. εἰ μὲν γὰρ τὴν παλαιὰν διαθήκην δέχῃ.

ὦ οὗτος, καὶ τὴν καινὴν ὡσαύτως. πόθεν οὐκ ἐλεγχθήσῃ παραφθείρων τὴν τῆς ἀληθείας ὁδὸν καὶ ἑαυτὸν ἀποξενῶν τῆς τοῦ κυρίου ἐν ἀληθείᾳ ζωῆς;

ὅτι μὲν γὰρ αὐτὸς ὁ κύριος πρῶτος, ἵνα γένηται ἡμῖν ἀρραβὼν τῆς ἀναστάσεως καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη, <δῆλον> καὶ οὐχ

ἁπλῶς ἐν δοκήσει πέπονθεν· ἐτάφη γὰρ καὶ τὸ σῶμα αὐτοῦ ἐβάστασαν. καὶ μαρτυρεῖ μὲν Ἰωςὴφ ὁ ἀπὸ Ἀριμαθαίας, μαρτυροῦσι καὶ αἱ φέρουσαι μύρα εἰς τὸ μνῆμα καὶ ἡ τῶν ἑκατὸν λιτρῶν τῆς ἀλόης ὁλκή, ὅτι οὐκ ἦν δόκησις οὐδὲ φαντασία.

μαρτυροῦσι δὲ καὶ οἱ ἄγγελοι ταῖς γυναιξὶ πεφηνότες ὅτι »ἀνέστη. οὐκ ἔστιν ὧδε· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;«

καὶ οὐκ εἶπαν ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ ἀνέστη, ὁ πεπονθὼς ἐν σαρκί, ζῶν δὲ ἀεὶ ἐν πνεύματι καὶ ἀπαθὴς ὢν ἐν τῇ ἰδίᾳ θεότητι, ὁ ἄνωθεν ἀεὶ ἐκ πατρὸς γεγεννημένος ὑπάρχων, ὁ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν εὐδοκήσας ἀπὸ Μαρίας τῆς παρθένου γενέσθαι ἄνθρωπος, ὡς μαρτυρεῖ Παῦλος ὀ ἅγιος λέγων »γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον«.

ἄρα γε οὔπω ἤκουσας τοῦ ῥητοῦ τοῦ λέγοντος ὅτι »δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρςίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθαναςίαν«; ἢ οὐκ ἔπεισέ σε Ἠσαΐας ὁ προφήτης λέγων »καὶ ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις;«, αὐτὸς δὲ ὁ κύριος λέγων ὅτι »καὶ ἐγερθήσονται μὲν οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς κόλασιν αἰώνιον»;

ἢ οὐ μέμνησαι τοῦ Ἄβελ μετὰ θάνατον τῆς πρὸς θεὸν ὁμιλίας, ὡς οὐ τὴν ψυχὴν λέγει ἐντυγχάνειν καὶ βοᾶν πρὸς τὸν θεόν, ἀλλὰ τὸ αἷμα; αἶμα δὲ οὐ ψυχὴ ὑπάρχει, ἀλλ’ ἐν τῷ αἵματι ἡ ψυχή ἐστιν.

σῶμα γάρ ἐστι τὸ αἇμα ὁρατόν, ἡ δὲ ψυχὴ ἀόρατός τις ὑπάρχουσα ἐν τῷ αἵματι ἔχει τὸν χῶρον. καὶ ἐκ πανταχόθεν ἐλήλεγκταί σου, ὦ Βαρδησιάνη. ἡ κακοπιστία. ἀνατρεπομένη ἐξ αὐτῆς τῆς ἀληθείας.

3. Περὶ δὲ πολλῶν ἀρχῶν ἐπειδήπερ πολλάκις κατὰ τῶν οὕτως λεγόντων πολλὰ εἶπον. ἐνταῦθα οὐ πολλὴν ποιοῦμαι τὴν περὶ τούτου διαλογήν, ἀλλ’ ὡς ἐν <παρεκβάσει> ὑπομνήσομαι τοῦ ἁγίου ἀποστόλου φάσκοντος ὅτι »ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ«.

πῶς οὖν πολυθεΐα ἔσται καὶ πολλαὶ ἀρχαί, εἰ »εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ«; ἄρα οὖν εἷς ἐστιν ὁ ποιητὴς καὶ οὐ πολλοὶ θεοὶ οὔτε πολλοὶ αἰῶνες.

ἔφη γὰρ εἷς »εἴπερ εἰσὶ πολλοὶ θεοὶ λεγόμενοι«. τὸ δέ »λεγόμενοι« ὡς <περὶ> οὐχ ὑπαρχόντων ἀπεφήνατο· διὰ δὲ τοὺς τῶν Ἑλλήνων λεγομένους, οὓς ἐθεοποίησαν, ἥλιόν τε καὶ σελήνην, ἄστρα τε καὶ τὰ τούτοις ὅμοια, ἀποφηνάμενος ἀπέκλεισε πάντων τῶν πεπλανημένων τὴν διάνοιαν.

Τῆς δὲ ὑγιοῦς πίστεως πανταχόθεν σῳζομένης, ἑδραιώμα<τος> οὔσης καὶ σωτηρίας τῶν πιστῶν, ῥᾳδίως ἡ παςῶν τῶν αἱρέσεων ἐπινενοημένη κενολεξία προσανετράπη. ὡς καὶ οὗτος ἀνατραπεὶς καὶ ἐλεεινὸν ἑαυτὸν καταστήσας καὶ ἑαυτὸν ἀποξενώσας τῆς ζωῆς.

φηςὶ γὰρ ὁ προφήτης πρὸς τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ὅτι »θήσομαι ἄνθρακα τὸν λίθον σου καὶ τοὺς θεμελίους σου σάπφειρον καὶ τὰ τείχη σου λίθους ἐκλεκτοὺς καὶ τὰς ἐπάλξεις σου ἴασπιν«. εἶτα ὕστερόν φησι »πᾶσα φωνὴ ἣ ἐπαναστήσεται ἐπὶ σέ. πάντας αὐτοὺς ἡττήσεις, ἐπὶ δὲ σὲ οὐ κατευοδωθήσεται«.

οὐδὲν γὰρ κατισχύσει πρὸς τὴν τῆς ἀληθείας πίστιν. ἐπειδήπερ »ἐπὶ τὴν πέτραν ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς«, ὡς ἐπηγγείλατο αὐτῇ ὁ ἅγιος θεὸς Λόγος, ὁ βασιλεὺς αὐτῆς καὶ νυμφίος καὶ κύριος αὐτῆς καὶ δεσπότης, ᾧ δόξα, τιμὴ καὶ κράτος πατρὶ ἐν υἱῷ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Ταύτης δὲ καὶ αὐτῆς καταπατηθείσης τῆς αἱρέσεως, * ὡς ἀπὸ τομῆς ὄφεως οὖσα κεφαλὴ καὶ ἔτι σκαρίζουσα, τῷ ξύλῳ τῆς ζωῆς παισθεῖσα, αὐτοὶ <δὲ> θεῷ εὐχαριστοῦντες ἐπὶ τὰς ἄλλας πάλιν διασκοποῦντες ἴωμεν, ἀγαπητοί.

Haeresis 57: Κατὰ Νοητιανῶν λݲζݲ, τῆς δὲ ἀκολουθέας νݲςݲ

Ετερος δὲ πάλιν μετὰ τοῦτον Νόητος ὀνόματι ἀνέστη, οὐ πρὸ ἐτῶν πλειόνων, ἀλλ᾿ ὡς ἀπὸ χρόνου ἐτῶν τούτων ἑκατὸν τριάκοντα πλείω ἐλάσσω, Ἀσιανὸς τῆς Ἐφέσου πόλεως ὑπάρχων·

ὃς ἀλλοτρίῳ πνεύματι φερόμενος ἠθέλησεν ἀφ᾿ ἑαυτοῦ ἃ μήτε προφῆται <ἐκήρυξαν> μήτε ἀπόστολοι μήτε ἐξ ὑπαρχῆς κατέσχεν ἡ ἐκκλησία μήτε ἐνενοήθη λέγειν τε καὶ διδάσκειν, αὐτὸς ἀφ᾿ ἑαυτοῦ ἐπάρματι μανίας ἐπαρθεὶς ἐτόλμησε λέγειν, τὸν παρέρα πεπονθέναι·

ἔτι δὲ μείζονί τινι τύφῳ καὶ παραφροσύνῃ ἐνεχθεὶς ἑαυτὸν ἔλεγε Μωυσέα καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀαρών.

ἀλλὰ μεταξὺ τούτων ἀπὸ τῆς περὶ αὐτοῦ ἐνηχήσεως οἱ μακάριοι πρεσβύτεροι τῆς ἐκκλησίας μετακαλεσάμενοι αὐτὸν ἐξήταζον περὶ τούτων ἁπάντων καὶ εἰ ταύτην τὴν βλασφημίαν περὶ πατρὸς προηγάγετο.

ὁ δὲ τὰ πρῶτα μὲν ἠρνεῖτο ἐπὶ τοῦ πρεσβυτερίου ἀγόμενος, διὰ τὸ μηδένα πρὸ αὐτοῦ ἐξεμέσαι ταύτην τὴν δεινὴν καὶ ἀλετήριον πικρίαν.

ὕστερον δέ, ἀφ᾿ ἧς εἶχε λύσσης εἴς τινας ἄλλος ἐμβαλὼν ὡς εἰπεῖν καὶ σὺν αὐτῷ ὥσπερ δέκα ἄνδρας ἐπαγόμενος, εἰς τῦφον μείζονα καὶ θράσος ἐπαρθεὶς τολμηρός <τε> γεγονὼς παρρησίᾳ λοιπὸν τὴν αἵρεσιν ἐδογμάτιζε.

πάλιν δ᾿ αὖ οἱ αὐτοὶ πρεσβύτεροι προσκαλεσάμενοι αὐτόν τε καὶ τοὺς προσφθαρέντας αὐτῷ ἀνθρώπους περὶ τῶν αὐτῶν πάλιν ἠρώτων.

ὁ δὲ ἅμα τοῖς ὑπ᾿ αὐτοῦ πεπλανημένοις ὑποτρίψας τὸ μέτωπον λοιπὸν παρρησίᾳ ἀντέλεγε, φάσκων ὅτι »τί γὰρ κακὸν πεποίηκα ὅτι ἕνα θεὸν δοξάζω; ἕνα θεὸν ἐπίσταμαι καὶ οὐκ ἄλλον πλὴν αὐτοῦ, γεννηθέντα πεπονθότα ἀποθανόντα«.

ὡς οὖν ἐν τούτοις ἔμενεν, ἐξέωσαν αὐτὸν τῆς ἐκκλησίας ἅμα τοῖς ὑπ᾿ αὐτοῦ εἰς τὸ ἴδιον δόγμα μεμαθητευμένοις. ἐτελεύτα δὲ αὐτὸς ἔναγχος ἅμα τῷ ἰδίῳ ἀδελφῷ, oὐχ ὡς Μωυσῆς ἐν δόξῃ οὐδὲ ὁ αὐτοῦ ἀδελφὸς ὡς Ἀαρὼν ἐν τιμῇ ἐτάφη. ἐρρίφησαν γὰρ ὡς παραβάται καὶ οὐδεὶς αὐτοὺς τῶν θεοσεβῶν περιέστειλε.

μετὰ τοῦτο οἱ ὑπ᾿ αὐτοῦ τὸν νοῦν φθαρέντες ἐκράτυναν τουτὶ τὸ δόγμα, τούτος τοῖς ῥητοῖς ὑπαχθέντες οἶς καὶ ὁ αὐτῶν κακοδιδάσκαλος ἐξ ἀρχῆς.

ὄτε γὰρ ἐρωτώμενος ἀπὸ τοῦ πρεσβυτερίου ἔφη ἔνα θεὸν δοξάζειν, ἤκουε παρ᾿ αὐτῶν φιλαλήδως ὄτι ἐνα θεὸν δοξάζομεν καὶ αὐτοί, ἀλλ᾿ ὡς οἴ δαμεν δικαίως δοξάζειν·

καὶ ἔνα Χριστὸν ἔχομεν, ἀλλ᾿ ὡς οἴδαμεν ἔνα Χριστόν, υἱὸν θεοῦ, παθόντα καθὼς ἔπαθεν, ἀποθανόντα καθὼς ἀπέθανεν, ἀναστάντα, ἀνελθόντα εἰς τὸν οὐρανὀν, ὄντα ἐν δεξιᾷ τοῦ πατρός, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. ταῦτα λέγομεν μεμαθηκότες ἀπὸ τῶν θείων γραφῶν, ἄ καὶ ἐπιστάμεθα.

2. Ἐκ τούτου οὖν Νοντιανοὶ ἀπόσπασμα ὄντες αὐτοῦ καὶ οἱ ἐξ αὐτῶν τουτὶ τὸ δόγμα δοξάξουσιν, ἐκ τῶν ῥητῶν τούτων πειρώμενοι συνιστᾶν τὴν κατ᾿ αὐτοὺς ἐμμανῆ διδασκαλίαν. ἀφ᾿ ὦν εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν »ἐγὼ θεὸς τῶν πατέρων ὑμῶμν· ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· οὐκ ἔσονταί σοι θεοὶ ἔτεροι« καὶ τὰ ἑξῆς.

ἔλεγον οὖν· ἡμεῖς τοίνυν αὐτὸν οἴδαμεν μόνον. εἰ τοίνυν ἐλθὼν Χριστὸς ἐγεννήθη, αὐτός ἐστι πατήρ, αὐτὸς υἱός· ἄρα <ὁ> αὐτός ἐστι θεὸς ὁ ἀεὶ <ὤν> καὶ νῦν ἐλθών·

ὡς λέγει ἡ γραφή »οὖτος ὁ θεός σου, οὐ λογισθήσεται ἔτερος πρὸς αὐτόν·ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἴδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾿ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.

ὁρᾷς,φησί, πάλιν πῶς ἡ θεία γραφὴ ἡμᾶς συνετίζει, τοῦ μὴ ἄλλον καὶ ὄλλον θεὸν ἡγεῖσθαι, φάσκοῦσα ὄτι αὐτὸς θεός ἐστι <ὁ> μόνος ὤν καὶ αὐτὸς ὔστερον ὀφθείς;

πάλιν δὲ ἄλλῳ ῥητῷ κέχρηνται τούτῳ, ὡς λέγει »ἐκοπ[΄ιασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιὀπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ δοῦλοι ἔσονται καὶ πορεύσονται ὀπίσω σου δεδμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνἠσουσι καὶ ἐν σοὶ προσεύξονται, ὄτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ«.

ὁρᾷς, φησί, πῶς αἱ θεῖαι γραφαὶ ἔνα θεὸν σημαίνουσι καὶ καταγγέλλουσιν αὐτὸν <γενόμενον> ἐμθανῆ; καὶ ὁμολογουμένως εἶς ἐστιν, ὁ αὐτὸς ἀεὶ ὤν.

καὶ τούτου ἔνεκα οὐ πολλοὺς θεοὺς λέγομεν, ἀλλὰ ἔνα θεόν, τὸν αὐτὸν ἀπαθῆ, αὐτὸν πατέρα τοῦ υἱοῦ, αὐτὸν υἱὸν καὶ πεπονθότα, ἴνα σώσῃ ἡμᾶς ἐν τῷ ἰδίῳ πάθει, καὶ οὐ δυνάμεθα ἄλλον λέγειν· δῆθεν ἀπὸ τοῦ ἐπιστάτου αὐτῶν μεμαθηκότες ταὐτην τὴν ὁμολογίαν καὶ τὴν πονηρὰν ταύτην ὑπόνοιαν καὶ λυμαντικὴν μαρίαν.

Εἶτα ἄλλα ῥητὰ φέρουσιν εἰς σύστασιν ἑαυτῶν, ὡς ὁ αὐτῶν διδάσκαλος ἔλεγεν ὄτι »καὶ ὁ ἀπόστολος τούτοις μαρτυρεῖ τοῖς λόγοις φάσκων· ὦν οἱ πατέρες, ἐξὦν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὤν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν«.

βούλονται δὲ διηγεῖσθαι μονοκώλως, τοῦτον τὸν τρόπον ὡς Θεόδοτος· ἐκεῖνος μὲν φύσει ἀκροτάτως ἄνθρωπον ψιλὸν διηγσάμενος, οὖτος δὲ πάλιν ἄλλην ἀκρότητα μονοτόπως, τὸν αὐτὸν πατέρα θεὸν καὶ υἱὸν καὶ ἄγιον πνεῦμα ἐν σαρκὶ πεπονθότα καὶ γεννηθέντα ἡγησάμενος.

οὔτε οὖν ἐκεῖνοι οἱ ἀπὸ Θεοδότου τι ἐν ἀληθείᾳ ἔφασαν οὔτε οὖτος ὁ Νόητος καὶ οἱ ἀπ᾿ αὐτοῦ, ἀνόητος δὲ μᾶλλον τῇ δυνάμει, καθάπερ αἱ θεῖαι γραφαὶ ἀμφοτέρους καὶ πάντας τοὺς πεπλανημένους διελέγχουσι.

3. Παντὶ δὲ τῷ τὸν νοῦν εἰς θεὸν * κεκτημένῳ καὶ ἐν θείᾳ γραφῇ καὶ ἐν πνεέυματι ἁγίῳ κατηυγασμένῳ εὐθυέλεγκτος ὁ αὐτῶν λόγος καὶ πάσης ἀνοίας ἔμπλεως φανεῖται.

τὀλμης γὰρ τὸ ἔργον καὶ τυφλώσεως * ἡ διάνοια φάσκουσα τὸν αὐτὸν πατέρα ὄντα καὶ τὸν αὐτὸν αὐτὸν υἱὸν καὶ τὸν αὐτὸν πεπονθότα· ὡς καὶ ἀπ᾿ ὀρθοῦ λογισμοῦ καὶ εὐλόγου κριθήσονται οἱ τὰ τοιαῦτα φάσκοντες.

πῶς γὰρ εἴη πατὴρ ὁ αὐτὸς καὶ υἱὸς ὑπάρχων; εἰ γὰρ υἱὸς ὑπάρχει, πάντως που τινὸς υἱὸς εἴη, ἀφ᾿ οὖπερ γεγέννηται.

εἰ δὲ πατήρ ἐστιν, ἑαυτὸν γεννᾶν ἀδύνατον. πάλιν δὲ τὸ καλούμενον υἱὸς ἑαυτὸν οὐκ ἐγέννησεν, ἀλλὰ ἐκ πατρὸς γεγέννηται. καὶ ὦ τῆς τῶν ἀνθρώπων πολλῆς φρενοβλαβείας καὶ ἀκατορθώτου λογισμοῦ.

ἔστι γάρ, ἔστιν τὸ εὔλογον οὐχ ὡς οὖτοι δοξάζουσιν, ἀλλ᾿ ὡς ἡ ἀλήθεια διὰ τῆς θείας γραφῆς ἡμῖν ὑποδείκνυσιν. εὐθὺς γὰρ φάσκει ὁ κύριος λέγων· »ἰδοὐ, συνἠσει ὁ παῖς μου ὁ ἀγαπητός, ὄν ᾐρέτισα, ὄν ἠγάπησεν ἡ ψυχή μου· θήσομαι τὸ πνεῦμά μου ἐπ᾿ αὐτῷ«.

καὶ ὁρᾷς πῶς φωνὴ μὲν πατρὸς δείκνυσι σύσει υἱόν, ἐφ᾿ ᾦ καὶ τὸ πνεῦμα αὐτοῦ τίθησιν.

εἶτα δὲ αὐτὸς ὁ μονογενής φησι »δόξασόν με, πάτερ, ἐν τῇ δόξῃ ᾖ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθει«. ὁ δὲ λέγων »πάτερ, δόξασόν με« οὐχ ἑαυτὸν πατέρα καλεῖ, πατέρα δὲ τὸν αὐτοῦ γινώσκει.

πάλιν δὲ ἐν ἄλλῳ τόπῳ »ἦλθε φωνὴ ἀπ᾿ ούρανοῦ, οὖτός ἐστιν ὁ υἱός μου, αὐτοῦ ἀκούσατε«. καὶ οὐκ εἶπεν »ἐγώ εἰμι ὁ υἱός μου, ἐμοῦ ἀκούσατε«, οὐδὲ πάλιν »γέγονα υἱάς«, ἀλλά » οὖτος ὁ υἱός μου, αὐτοῦ ἀκούσατε«.

καὶ τῷ εἰπεῖν »ἐγὼ καὶ ὁ πατήρ μου ἔν ἐσμεν«, οὐκ εἶπεν »ἐγὼ καὶ ὁ πατήρ μου εἶς εἰμι«, ἀλλά » ἐγὼ καὶ ὁ πατήρ μου ἔν ἐσμεν«. τὸ δὲ »ἐγὼ καὶ ὁ πατήρ«, ὅντος τοῦ ἄρθρου τοῦ »ὁ« καὶ τοῦ »καί« ἀνὰ μέσον, σημαίνει πατέρα φύσει πατέρα καὶ υἱὸν φύσει υἱόν.

4. Καὶ πάλιν περὶ τοῦ ἁγίου πνεύματος »ἐὰν ἀπέλθω, ἐκεῖνος ἔρχεται, τὸ πνεῦμα τῆς ἀληθείας«. πολὺ δὲ σαφέστατόν ἐστι τοῦτο τό »ἐγὼ ὑπάγω καὶ ἐκεῖνος ἔρχεται«. οὐκ εἶπεν »ἐγὼ ὑπάγω καὶ ἐγὼ ἔρχομαι«, ἀλλὰ ἀπὸ τοῦ »ἐγώ« καί »έκείνος« ἐσήμανεν ἐνυπόστατον τὸν υἱόν, ἐνυπόστατον τὸ ἄγιον πνεῦμα.

καὶ πάλιν »τὸ πνεῦμα τῆς ἀληθείας τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ έμοῦ λαμβάνον«, ἴνα δείξῃ ένυπόστατον τὸν πατέρα, ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ ἄγιον πνεῦμα.

καὶ πάλιν δὲ ἐπὶ τοῦ Ἰορδάνου ἄνωθεν ὁ πατὴρ ἐλάλει, υἱὸς δὲ ἐν Ἰορδάνῃ κατήρχετο, τὸ δὲ πνεῦμα μεσαίτατον ἐν εἴδει περιστερᾶς ἐφαίνετο καὶ ἦλθεν ἐπ᾿ αὐτόν, καίτοι γε τοῦ πνεύματος μὴ φορέσαντος σάρκα μήτε ένδυσαμένου μένου σῶμα.

διὰ δὲ τὸ μὴ ηομίζεσθαι συναλοιφὴν εἶναι πρὸς τὸν υἱόνκ, τὸ ἅγιον πνεῦμα σχηματίζεται ἐν εἴδει περιστερᾶς διὰ τὸ ἀπτάνεσθαι φύσει ἐνυπόστεατον τὸ πνεῦμα.

πόθεν δὲ ἀλλαχόθεν οὐκ ἔχομεν δεῖξαι κατὰ τούτων τῶν τὴν φρενοβλάβειαν ἑαυτοῖς ἐγκισσώντων; εἰ μὲν γὰρ ἀληθεύει ἠ αὐτῶν διάνοια καὶ ὁ λόγος ὁ ἕωλος καὶ μὴ ἔχων σύστασιν μήτε δύναμιν μήτε συνέσεως λογισμὸν ἤ ἔμφασιν, ἄρα γοῦν ἐκβλητίαι εἰσὶν αἱ γραφαί, αἱ πάντηῃ μὲν πατέρα πατέρα γινώσκουσαι καὶ υἱὸν υἱὸν καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα.

Ἀλλὰ τί φάσκεις, ὦ οὗτος; μὴ πολυθεΐαν ἡγήσοιντο οἱ τὸ σέβας ἀληθινῶς τῇ τριάδι ποσφέροντες, οἵτινές εἰσιν υἱοὶ τῆς ἀληθείας καὶ τῆς μόνης ἀποστολικῆς καὶ καθολικῆς ἐκκλησίας; καὶ οὐχ οὕτως.

τίς γὰρ οὐκ ἐρεῖ ἕνα θεὸν εἶναι τῆς ἀληθείας, πατέρα παντοκράτορα, ἐξ οὗπερ ὀ μονογενὴς υἱὸς ἐν ἀληθείᾳ θεὸς Λόγος, ἐνυπόστατος Λόγος, γεγεννημέιος ἀηλθινῶς ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόξνως;

διὸ ἕνα θεὸν ἀσφαλῶς κηρύττει ἡ ἐκκλησία, πατέρα καὶ υἱόν· διότι »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν«, τουτέστιν μία θεότης καὶ ἓν θέλημα καὶ μία κυριότης.

ἐξ αὐτοῦ δὲ τοῦ πατρὸς καὶ τὸ πνεῦμα ἐκπορεύεται, ἐνυπόστατον ὂν καὶ ἐν ἀληθείᾳ τέλειον, τὸ πνεῦμα τῆς ἀληθείας, τὸ φωτίζον τὰ πάντα, τὸ ἐκ τοῦ υἱοῦ λαμβάνον, τὸ πνεῦμα τοῦ πατρός. τὸ πενῦμα τοῦ Χριστοῦ.

διὸ μίαν θεότητα οἶδεν ἡ ἐκκλησία· εἷς θεὸς ὁ τῆς ἀηλθείας πατήρ, πατὴρ τελείος ἐνυπόστατος καὶ υἱὸς υἱὸς τέλειος ἐνυπόστατος καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα τέλειον ἐνυπόστατον, μία θεότης καὶ δεσποτεία μία κυριότης.

διὸ πανταχοῦ σαφῶς κεκηρύχασιν αἰ θεῖαι γραφαὶ ἕνα θεόν, τουτέστιν τριάδα ὀμοούσιον, ἀεὶ οὖσαν τῆς αὐτῆς θεότητος, τῆς αὐτῆς κυριότητος.

καὶ διέπεσεν ἐκ πανταχόθεν ὀ τῆς ἀνοησίας σου λόγος, ὦ Νόητε. τοίνυν φωνάς, σκοπῖν ἐξ ὑπαρχῆς χρὴ καὶ οὕτως τὰ αὐτοῦ κεφάλαια ἀνατρέπειν.

5. Πρῶτον μὲν οὖν ἐπιδὴ παρήγαγε τὸ κεφάλαιον ὅτι »εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς χριστός, δι᾿ ὃς τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ«, οὐχ ὁρᾷς ὅτι λέγων »εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν«, πῶς τὴν μίαν ἀρχὴν σημαίνει ἵνα μή εἰς πολλὰς ἀρχὰς τρέψὴ τὴν διάνοιαν καὶ εἰς πολυθεΐαν ἀγάγῃ τῆς πολυθεΐας;

ὁρᾷς γὰρ πῶς ἑνὶ ὀνόματι κέχρηται καἲ μιᾷ ὀνομασίᾳ, οὐκ ἀρνούμενος τὸν μονογενῆ θεόν. οἶδε γὰρ αὐτὸν κύριον καὶ οἶδεν αὐτὸν θεόν· διὸ ἀσφαλιζόμενος λέγει »καὶ εἷς αὐτὸν κύριον καὶ οἶδεν αὐτὸν θεόν· διὸ ἀσφαλιζόμενος λέγει »καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα«.

καὶ ἐπὶ μὲν τοῦ κυρίου τοῦτο λέγων οὐ τοὺ αὐτὸν ἐσήμανεν εἶναι πατέρα καὶ τὸν αὐτὸν, ἀλλὰ ἔσειξε τὸν μὲν πατέρα πατέρα ὄντα, τὸν δὲ υἱὸνυ υἱὸν ἀηξθῶς,

ἐπειδὴ τῷ εἶναι »εἷς θεός« ἐπὶ τῷ πατρὶ οὐχ ὡς ἀρνούμενος ἐπὶ τῷ υἱῷ τὸ εἶναι θεὸς <ἐλεγεν> (εἰ γὰρ μὴ θεός, οὔτε κύριος· ἐπιδὴ δὲ κύριος, καὶ θεός), ἀλλὰ εἰς μίαν ὀνομασίαν ἄγειν ἀναγκαζόμενος ὑπὸ τοῦ ἁγίου πνεύματος ὁ ἅγιος ἀπόστολος ἔφραζεν ἡμῖν τὴν πίστιν, ἐιαργῶς ἔνα κύριον σημαίνων, ἄρα γε καὶ θεόν.

Ἀλλὰ μηδεὶς νομιζέτω, ἐπιδὴ λέγει ἕνα καὶ ἕνα, μὴ ἄρα παρέλιπε τὸν ἀριθμὸν τὴς τριάδος, ἐπειδὴ οὐκ ὠνόμασε τὸ ἅγιον πνεῦμα. ὀιομάσας γὰρ πατέρα καὶ υἱὸν θεὸν καὶ κύριον, ἐν πνεύματι ἁγίῳ ὠνόμασεν. οὐ γὰρ ἐπιδὴ εἶπεν »εἷς θεός«, περὶ πατρός.

»ἐξ οὗ τὰ πάντα«, ἠρνήσατο αὐτὸν [τὸ] εἶναι κύριον· οὐδὲ πάλιν ἐπιδὴ εἶπε »καὶ εἷς κύριος Ἰησοῦς Χριστός«, ἠρνήσατο εἶναι αὐτὸν θεόν,

ἀλλὰ καθάπερ ἐπὶ τῷ πατρὶ ἠρκέσθη ἐπὶ τῇ μιᾷ ὀνομασίᾳ, λέγων »εἷς θεός«, σὺν δὲ τῷ θεὸς δῆλον ὅτι ἔστι καὶ κύριος, οὕτω καὶ ἐπὶ τῷ υἱῷ ἠρκέσθη τῷ »εἷς κύριος«· σὺν δὲ τῷ »[εἷς] κύριος« σύνεστι καὶ τὸ θεός.

λέγων ἐν περὶ πατρὸς καὶ υἱοῦ, οὐ κοῦφος ἦν ἀπὸ πνεύματος ἁγίου, ἀλλὰ ἐν πνεύματι ἁγίῳ, ὠς ἔφην, ἐφθέγγετο. εἴωθε δὲ ἀεὶ τὸ ἅγιον πνεῦμα οὐ σύστασιν ἑαυτοῦ ποιούμενον *, ἵνα μὴ ἡμῖν ὑπογραμμὸν δώσει τοῦ περὶ ἑαυτῶν * καὶ ἡμᾶς τὴν σύστασιν <ἑαυτῶν> ποιήσασθαι.

ἄρα οὖν »εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα [ἢ δι᾿ ὃν τὰ πάντα]», καὶ ἓν τὸ ἅγιον πνεῦμα, οὐκ ἀλλότριον θεοῦ, ἐνυπόστατον δὲ ὄν, διότι πνεῦμα θεοῦ καὶ πνεῦμα ἀληθείας καὶ πνεῦμα πατρὸς καὶ πνεῦμα Χριστοῦ.

6. Εἰ δὲ χρεία εἰπεῖν καὶ περὶ τοῦ »ἐκοπίασεν Αἴγυπτος καὶ ἑμπορία Αίθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ δὲ διαβήσονται [καὶ τό »σὺ εἶ θεός καὶ οὐκ ῃδειμεν«] κὰι σοὶ δοῦλοι ἔσονται, καὶ πορεύσονται ἀπίσω σου δεδεμένοι χεροπέσαις καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ θεός. καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ«, λέξει δέ. »οὐχ ὁρᾷς, φησίν, ὅτι εἷς θεός ἐστιν.

ἐκ τῶν τοσούτων ἡρτῶν, ὧν ὑπεδείξαμεν«, οὐ νοῶν τὰ εἰρημένα, ἀλλὰ πανούργως περικόπτων τὰς γραφάς, λοξὰ μὲν διηγούμενος, ἀνθυπερβάτως δὲ εἰσάγων τοὺς λόγους, οὐκ ἀκολούθως καὶ περι πόδα φθέγγεται οὔτε καθ᾿ εἱρμὸν διηγεὶται ὁ Νόητος ἢ οἱ ἐξ αὐτοῦ Νοητιανοί [νοοῦσιν].

ὥσπερ γὰρ κακῷ κυνὶ ὄνομα Λέων <ἐπιτιθέασιν> καὶ τοὺς μησὲ ὅλως ὁρῶντας καλοῦσι πολὺ βλέποντας καὶ τὰς χολὰς γλυκείας φασὶ καὶ τὸ ὄξος μέλι τινὲς ἐπωνόμασαν καὶ τὰς Ἐρινύας Εὐμενίδας φασὶ και ὠνόμασαν, οὕτωνς καὶ οὗτος καὶ οἱ ἀπ᾿ αὐτοῦ, Νοήτου ἔχων ὄνομα,

ἀνόητος ὑπάρχειι καὶ οἱ ἐξ αὐτοῦ ἀνοητοῦντες, μηδὲ ὅλως τὴν ἀκολούθίαν ὧν τε φάσκει καὶ ὧν προβάλλονται νοοῦντες, ὡς καὶ πληροῦσθαι ἐπ᾿ αὐτοὺς τὸ εἰρημένον ὑπὸ τοῦ ἁγίου ἀποστόλου »μήτε ἃ γέγουσι νοοῦντες μήτε περὶ τίνων διαβεβαιοῦνται«.

7. Ὁρᾶτε γάρ, ὦ ἄνδρες ἀδελφοί, πῶς ἀνώτερον ἄφη ἡ θεία γραφή, μᾶλλον δὲ αὐτὸς ὁ κύριος, ὡς ἔχει Ἠ ἀρχὴ τοῦ κεφαλαίου· ὅθεν καὶ δεικτέον ἐστἲ περὶ τῆς πάσης ἐν αὐτῷ κεφαλαίῳ ἀληθείας τε καὶ ὑποθέσεως ὅτι »ἐρωτήσατε με περὶ τῶν υἰῶν μου καὶ τῶν θυγατέρων μου, κὰι <περὶ> τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. ἐγὼ ἐποήσα, φησί.

τὴν γῆν καὶ ἄνθρωπον ἐπ᾿ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην, ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου κὰι τὴν αἰχμαλωσίαν ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος σαβαώθ«.

εἶτα λοιπόν »ἐκοπίασεν Αἴγυπτος καὶ Ἡ ἐμπορία Αἰθιόπων« καὶ τὰ ἑξῆς »ὅτι ἐν σοὶ ὁ θεός ἐστιν«.

ἐν τίνι δὲ φαίημεν ἀλλ᾿ ἢ ἐν τῇ ἐν τῷ πατρῴῳ Λόγῳ: καὶ γὰρ ἀλθῶς θεὸς Λόγος ὁ υἱὸς κὰι ἐν αὐτῷ Ὁ πατὴρ γινώσκεται, ὡς λέγει »ὁ ἑμρακὼς ἐμὲ ἑύρακεν τὸν πατέρα« καί »ἐγὼ ἐδόξασά σου τὸ ὄνομα ἐπὶ τῆς γὴς«.

εἶτα πάλιν »ἐγὼ ἤγειρα βασιλέα«. οὐχ ὁρᾷς ὅτι φωνή ἐστι πατρὸς ἰδιάζουσα ἡ ἐγείρασα ἐξ αὐτῆς τὸν ἀηθινὸν Λόγον βασιλέα ἐπὶ πάντας, τὸν ἐξ αὐτοῦ ἀληθινῶς γεννηθέντα ἀνάρχως καὶ ἀχρόνως;

ὃν καὶ ἤγειρε πάλιν, αὐτὸν τὸν βασιλέα, ὡς λέγει ὀ ἅγοι ἀπόστολος φάσκων »εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Χριστὸν ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωογονήσει κὰι τὰ θνητὰ σώματα Ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος πνεύματος αὐτοῦ ἐν ὑμῖν«,

ὅπως συνᾴδοι τὰ προφητικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς εὐαγγελικοῖς καὶ τὰ εὐαγγελικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς προφητικοῖς· ἐκεῖ γάρ »<ἐγὼ> ἤγειρα βασιλέα«, καὶ ὧδε· »ὁ ἐγείρων Χριστόν ἐν νεκρῶν«.

τὸ δέ »ἐν σοὶ θεός ἐστιν« <δείκνυσιν>, ὡς μυστηριωδῶς τὰ πάντα κα]θαυμασίως διηγεῖται ἡ θεία γραφή. ὥσπερ γὰρ ἐν ναῷ ἐν σαρκὶ <κατοκιοῦσα> προεωρᾶτο κὰι προκατηγγέλλετο τῇ τῶν ἀνθρώπων ἐλπίδι διὰ τῆς πρὸς τὸν θεὸν ἐπιστροφῆς ἠ θεότης.

ὁ γὰρ υἱὸς τοῦ θεοῦ θεὸς Λόγος, ὡς ἐν πόλει ἀγίᾳ κὰι ἐν ναῷ ἁγίῳ [τουτέστιν] ἐν τῇ ἁγία ἐνανθρωπήσει καὶ ἐνσάρκῳ παρουσίᾳ θεὸς ὢν κατοικῶν, ἐπὶ τῷ ναῷ ἀγίῳ λέγει »λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἠμέραις ἐγερῶ αὐτόν«,

διότι μυστικῶς τὰ πάντα οἰκονομεῖ <ὁ> θεὸς Λόγος ἀποσταλεὶς ἀπὸ πατρὸς ἐν σαρκὶ καὶ σύνδεσμον ἀγάπης πνευματικῆς δεικνὺς ἐφέλκεται σάρκα, σμικρύνας ἑαυτὸν μέγας ὢν θεός, αὐτὸς ὁ Λόγος ἐκ παρθένου διὰ πνεύματος ἁγίου γεννηθείς, υἱὸς θεοῦ εἷς ὤν, ἑαυτὸν σαρκὶ καὶ πνεύματι ἔνα τελέσας, ὠς λε;γει »ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ«.

8. Τϊ οὖν ἐρεῖ Νόητος ἐν τῇ αὐτοῦ ἀνοησίᾳ; μὴ ἐν τῷ οὐρανῷ σὰρξ ἦν; δῆλον ὅτι οὐκ ἦν. πῶς οὖν ὁ καταβὰς ἐξ οὐρανοῦ αὐτός ἐστιν καὶ ὁ ἀναβάς; ἀλλ᾿ ἵνα τὸν ἐλθόντα Λόγον σημάῃ οὐ κάτωθεν ὄντα, ἀλλ᾿ ἄνωθεν κατελθόντα, ἐπειδὴ ἐνηνθρώπησε ἐν σαρκί, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἐκ πνεύματος δὲ καὶ σαρκὸς τελειώσας τὴν αὐτοῦ οἰκονομίαν,

διὰ τοῦτο μίαν ἑνότητα σημαίνων τῆς τοῦ Λόγου συνενώσεως καὶ τῆς ἐνανθρωπήσεως φάσκει τὸν ἄνωθεν ἥκοντα ἄω ἀνιέναι ἐν τελειώσει θεότητος.,

καὶ γὰρ νῦν ὁ μὴ ὤν ποτε σάρξ, ἀλλὰ πνεῦμα, σὰρξ γέγονεν ἐκ πνεύματος καὶ παρθόνου, ὁ προσενεχθεὶς πατρὶ τέλειος Λόγος, ὅς πρὸ τούτου ἐν οὐρανῷ οὐκ ἦν σάρξ.

τί οὖν ἦν ὁ ἐν οὐρανᾦ ἀλλὰ ὁ Λόγος ὁ ἀπ᾿ οὐρανοῦ ἀποσταλείς, ἔχων τὴν εἰς μίαν θεότητα ἕνωσιν κατὰ δύναμιν πατρὸς συνηνωμένην, ἵνα δείξῃ ὅτι ἐπὶ γῆς καὶ <ἐν> οὐρανῷ ὁ αὐτὸς θεὸς Λόγος ὑπῆρχεν, ἄτρεπτος ὤν καὶ ἀναλλοίωτος.

Λόγος γὰρ ἦν, θεὸς ἦν ἄεί, πνεῦμα ἦν, δύναμις ἦν, ὅς τὸ κοινὸν ὄνομα κα]παρὰ ἀνθρώποις χωρητὸν ἀνελάμβανεν εἰς ἑαυτόν, οὕτω καλούμενος υἱὸς ἀνθρώπου, υἱὸς ὤν θεοῦ·

καὶ ἐν προφήταις προωνομάζετο, ὅπερ οὔπω ἐν σαρκὶ ἦν, διὰ τὸ μέλλον ἐν αὐτῷ τελειοῦσθαι, ὡς καὶ Δανιὴλ ἔφη »εἶδον ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν«.

διὸ δικαίως ἐν οὐρανῷ <ὄντα> τῷ ὀνόματι τούτῳ τὸν Λόγον, <ὅν> εἶδε πνεύματι ἁγίῳ, ὁ προφήτης υἱὸν ἀνθρώπου ἐκάλει, τὸ <μέλλον> πρὶν γενέσθαι ἀταθεωρῶν καὶ πρὶν τοῦ ἐν σαρκὶ γενεσθαι υἱὸν ἀνθρώπου ἀποκαλῶν.

διὸ τὰ πρῶτα ὕστερα σημαίνων ὁ μονογενὴς φάσκει »ὁὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν. εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου«· οὐχ ὅτι δὲ ἄνω ἦν σάρξ, ἀλλὰ <ὅτι> ἄνωθεν κατήρχετο, τούτῳ τῷ ὀνόματι μέλλων καλεῖσθαι.

9. Ἀλλὰ τί ἐστιν ὅ ἐρεῖς. ὦ οὗτος, ὅτι »οὗτος, φησίν, ὁ θεος ἡμῶν, καὶ οὐ λογισθήσετα ἄλλος«. καὶ καλῶς πάνυ ἔφη, ὡς καὶ ὁ ἀπόστολος διαβεβαιοῦται λέγων »ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὤν ἐπὶ πάντων θεός«.

θαυμαστῶς [<δὲ> διηγεῖται· οὗτος γὰρ ὁ ὤν ἔστιν ἐπὶ πάντων θεός· ἐπειδὴ γὰρ αὐτὸς διδάσκει ἡμᾶς λέγων »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου«, διὰ τοῦτο ἐπὶ πάντων ἐστὶ θεός.

οὕτω γὰρ καὶ Ἰωάννης μαρτυρεῖ λέγων »ὅ ἦν ἀπ᾿ ἀρχῆς. ὅ ἠκούσαμεν καὶ τοῖς ὀφθαλμοῖς ἑωράκαρεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν«, καὶ πάλιν φησὶν ἐν τῇ Ἀποκαλύψει »ὁ ὤν ἀπ᾿ ἀρχῆς καὶ ἐρχόμενος παντοκράτωρ«.

καλῶς κατὰ πάντα εἶπε· ἐν τῷ γὰρ εἰπεῖν »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου«, καὶ <τὸν παρτέρα> ἀκριβῶς ὑπετίθετο.

ἐπὶ πάντας μὲν οὖν ὤν θεός, ἔχων δὲ δἴδιον αὐτοῦ πατἰρα, * ἐν τῷ λέγειν »ἀπέρχομαι πρὸς τὸν πατέρα«. εἰ δὲ ἦν αὐτὸς πατήρ, πρὸς ποῖον ἄρα πατέρα ἄπεισι, ὦ ἀνόητε;

10. Ἤ γὰρ πάλιν λέγει »ἵνα ὦσιν ἕν, ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν;« ἀεὶ γὰρ ἠ γραφὴ ἀσφαλιζομένη τὰς κατὰ τὸ ἄκρον πτώσεισ τῶν ἀνθρώπων ἐκ πανταχόθεν τὸν νοῦν συνάγει ἐπὶ τὴν μέσην τῆς ἀληθείως ὁδόν.

καὶ πρὸς τούτους μὲν τοὺς νομίζοντας ἀλλότριον εἶται τοῦ πατρὸς τὸν υἱόν, φημὶ δὲ ὡς ὁ Ἄρειος νομέζει καὶ ἄλλαι αἱρέσεις, λέγει »ἐγὼ καὶ ὁ παρτὴρ ἕν ἐσμεν«·

πρὸς δὲ τοὺς νομίζοντας τὸν αὐτὸν εἶναλ πατέρα καὶ τὸν αὐτὸν εἶναι υἱὸν διὰ τὸ εἰρηκέναι »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν«, λέγει »ποίησον αὐτοὺς ἵνα ὦσιν ἕνκαθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν«, ἵνα καταισχύνῃ Νόητον καὶ τὴν αὐτοῦ σχολήν, παραγαγὼν εἰς μέσον τὴν τῶν μαθητῶν ἕνωσιν.

πῶς γὰρ ἠδύνατο Πέρος καὶ Ἰωάννης καὶ οἱ καθεξῆς εἶναι ἕν ὡς κατὰ συναλοιφήν; ἀλλὰ διὰ τὸ εἶναι ἐν μιᾷ ἑνότητι θεότητος καὶ ἐν μιᾷ γνώμῃ καὶ δυνάμει, εἰς τὸ ἀποκρούσασθαι πᾶσαν ὑπόνοιαν κατὰ θάτερον τῆς ἀληθείας ἐπανισταμένην *·

* Φίλιππος [δὲ] ὁ ἅγιος ἀπόστολος φάσκων ὅτι »δεῖξον ἡμῖν τὸν πατέρα σου«. ὁ δὲ εἶπεν »ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα«, καὶ οὐκ εἶπεν »ἐγώ εἰμι ὁ πατήρ«,

ἀλλὰ τῷ »ἐμέ« σημαίνων ἑαυτὸν ἔλεγεν· τῷ δέ »ἑώρακε τὸν πατέρα«, οὐχ ἑαυτὸν ἔλεγεν. ἄλλο γὰρ τό »τὸν πατέρα« καὶ ἄλλο τό »ἐμέ« καὶ ἄλλο <τό> »ἐγώ«, καὶ ἕτερον τό »ἐμέ«.

εἰ γὰρ ἦν αὐτὸς ὁ πατήρ, ἔλεγεν »ἐγώ εἰμι«· ἐπειδὴ δὲ οὐκ αὐτός ἐστιν ὁ πατήρ, ἀλλὰ ὁ υἱός, ἀληθῶς λέγει »ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα«, ἵνα ἀποκρούσηται τὴν τοῦ Ἀρείου βλασφημίαν τὴν τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς ἀπαλλοτριοῦσαν.

Διὸ τῆς πάσης γραφῆς σαφῶς περὶ ἀληθείας ἡμῖν τὴν ὁδὸν ὑποτιθεμένης <ἐνταῦθα> λήξωμεν καὶ τοῦτον τὸν Νόητον καὶ τὴν αὐτοῦ αἴρεσιν, Νοητιανῶν φημι, σὺν ταῖς ἄλλαις αἱρέσεσι παρωσάμενοι, ὥσπερ ὀστρακέτην τὸν καλούμενον δράκοντα, τὸν μὴ δυνάμενον κάμπτεσθαι ἐν τῷ καταδιώκειν ἄνθρωπον, μήτε δεξιὰ μήτε εὐώνυμα, ἐκκλίναντες <τε> ἀπὸ τῆς αὐτοῦ τε καὶ τῆς αὐτοῦ σχολῆς μοχθηρίας,

ἐπὶ τὰς ἑξῆς δυνάμει τοῦ θεοῦ τὸν νοῦν ἀκοντίσωμεν, πρὸς διήγησιν καὶ ἔλεγχον τῶν ἐν αὐταῖς ἐπινενοημένων κατὰ τῆς ἀληθείας ξενολεξιῶν.
Haeresis 58: Κατὰ Οὐαλησίων λݲηݲ. τῆς δὲ ἀκολουθίας νݲηݲ

Περὶ Οὐαλησίων ἀκηκόαμεν πολλάκις, οὐ μέντοι γε ἔγνωμέν που. τίς ἤ πόθεν ὡρμᾶτο ἤ τί λέγων ἤ νουθετῶν ἤ φθεγγόμενος <ὑπῆρχεν> ὁ Οὐἀλης οὗτος.

καὶ τὸ μὲν ὄνομα Ἀραβικὸν ὑπάρχον τινὰ ὐπόνοιαν ἡμῖν φέρεσθαι, ὡς ἐν ὑπονοίᾳ *, καθάπερ ἔφην, τινὰς ὄντας ἐν Βακάθοις τῆς Φιλαδελφηιῆς χώρας πέραν τοῦ Ἰορδάνου.

καὶ οἰ μὲν ἐπιχώριοι τούτους Γνωστικοὺς βούλονται λέγειν, οὐκ εἰσὶ δὲ τῶν Γιωστικῶν· ἕτερα γὰρ τούτων τὰ γρονήματα. τὰ δὲ εἰς ἡμᾶς ἐλθόντα περὶ αὐτῶν τοῦτορ ἔχει τὸν τρόπον.

Ἐν μὲν τῇ ἐκκλησίᾳ οἱ πλείους συνήγοντο ἕως καιροῦ τινος, ἕως εἰς πλάτος ἦλθεν ἡ αὐτῶν ἄνοια καὶ ἀπεβλήθησαν τῆς ἐκκλησίας. εἰσὶ δὲ πάντες ἀπόκοποι πλὴν ὀλίγων, καὶ αὐτοὶ δὲ περὶ ἀρχῶν καὶ ἐξουσιῶν * καὶ ἄλλων οὕτως δοξάζουσι.

καὶ ὅταν λάβωσιν ἄνθρωπον εἰς μαθητείαν, καθ᾿ ὅσον μὲν χρόνον οὔπω τῶν μορίων ἀπετμήθη. ἐμψύχωι τὐ μεταλαμβάιει· ὅταν δὲ πείσωσι τὸν τοιοῦτον ἤ μετὰ ἀνάγκης αὐτὸν ἀποτέμωσι, τότε πᾶν ὁτιοῦ μεταλαμβάνει ὡς ἤδη πεπαυμέιος ἀγῶιος καὶ μηκέτι ἐπικίνδυνος ὤν εἰς τὸ ἐποτρύνεσθαι διὰ τῶν ἐδεσμάτων εἰς ἡδονὴν ἥκειν ἐπιθυμίας.

οὐ μόνον δὲ τοὺς ἰδίους τοῦτον ἀπαρτίζουσι τὸν τρόπον, ἀλλὰ πολλάκις καὶ ξέιους παρερχομένους καὶ παρ᾿ αὐτοῖς ἐπιξενωθέντα ταύτῃ διέθεντο τῇ ἀγωγῇ. ὡς πολὺς περὶ τούτου θρυλεῖται λόγος.

ἀρπάζουσι γὰρ τοὺς τοιούτους ἔνδον καὶ ὀπίσω ἐπὶ συμψελίοις δήσαντες μετὰ ἀνάγκης τὸ χειρότευκτον ἐργάζονται τῆς τῶν μελῶν ἀφαιρέσεως.

καὶ ταῦτά ἐστιν ἅ περὶ τούτων εἰς ἡμᾶς ἧκεν. οὕσπερ γνόντες ἐν ποίῳ τόπῳ τὴν καταμονὴν ἔχουσι καὶ ὡς τὸ ὄνομα τοῦτο πολὺ τυγχάνει ἐν τοῖς μέρεσιν ἐκείνοις. καὶ ὡς τῆς αἱρέσεως ἕτερον ὄνομα οὐ κατειλήφαμεν, ἐιομίσαμεν ταύτην εἶναι.

2. Πολλὴ δὲ φρενοβλάβεια τῶν τοιούτων. εἰ μὲν γὰρ τὸ ἐν τῷ εὐαγγελίῳ βούλονται πληροῦν τό »ἐὰν σκανδαλίζῃ σε ἓν τῶν μελῶν σου, ἀπόκοψον ἀπὸ σοῦ, συμφέρει γάρ σοι εἰσελθεῖν εἰς βασιλείαν οὐρανῶν ἢ χωλὸν ἢ τυφλὸν ἢ κυλλόν«, πῶς δύναται ἐν βασιλείᾳ τινὰ εἶναι ἠκρωτηριασμένον;

εἰ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν τὰ πάντα ἐστὶ τελειοῦσα, οὐδὲν ἀτελὲς ἔχει ἐν ἑαυτῇ. καὶ ὁπότε τοῦ σώματός ἐστιν ἀνάστασις, πάντα τὰ μέλη ἀναστήσεται καὶ οὐδ’ ὁπότερον αὐτῶν καταλειφθήσεται.

καὶ εἰ ὅλως τὶ μέλος οὐκ ἐγείρεται, οὐδὲ τὸ πᾶν σῶμα ἀναστήσεται. καὶ εἰ τὸ ἓν μέλος τὸ σκανδαλίζον αὐτὸ μόνον καταλιμπάνεται, οὐδὲ ὅλως ἀναστήσεται οὐδὲ ὁπότερον τῶν μελῶν· πάντα γὰρ ἡμᾶς ἐσκανδάλισεν.

τίς δὲ ἀναρρήξει αὐτοῦ τὴν καρδίαν τὴν πάντῃ σκανδαλίζουσαν; »ἔσωθεν, γάρ φησιν, ἐκπορεύονται πορνεῖαι μοιχεῖαι ἀσέλγειαι καὶ τὰ τούτοις ὅμοια«. τίς οὖν ῥήξει τὴν ἑαυτοῦ καρδίαν;

εἰ δὲ οὐκ ἐγείρεται τὸ σῶμα κατὰ τὴν τινῶν ἄνοιαν καὶ ἀσέβειαν, πῶς οὖν ἄρα διοίσει ὁ παρὰ τούτων ὁριζόμενος λόγος; τῶν γὰρ ὅλων μελῶν ἁπάντων μὴ εἰσεχομένων εἰς βασιλείαν οὐρανῶν τίς ἔτι χρεία παρὰ ἓν μέλος γίνεσθαι, τῶν ἄλλων μὴ τοῦτο πληρούντων;

εἰ δὲ ἐγείρεται τὸ σῶμα (ἐγείρεται γάρ), πῶς ἐνδέχεται ἔτι ἐν βασιλείᾳ οὐρανῶν ἐν σώματι λώβησις γίνεσθαι; ἢ πῶς οὐκ ἔσται ἀπρεπὴς ἡ βασιλεία τῶν οὐρανῶν ἐπισινῆ σώματα ἔχουσα πρὸς δόξαν ὄντα τῶν ἐν αὐτῇ;

εἰ δὲ ὅλως καὶ τμηθείη τὸ μέλος τὸ σκανδαλίζον, ἄρα τέτμηται καὶ οὐχ ἥμαρτεν· τμηθὲν δὲ καὶ μὴ ἁμαρτῆσαν, αὐτὸ ἔδει πρῶτον πάντων ἀναστῆναι μὴ ἁμαρτῆσαν.

3. Οἱ δὲ εἰς τὸ πρόχειρον τοῦτο ἔργον εὔτολμοι ἀπὸ πάντων ἑαυτοὺς ἠθέτηςάν τε καὶ ἀπηλλοτρίωσαν. οὔτε γὰρ ἔτι ἄνδρες εἰσὶ διὰ τὸ ἀφῃρημένον οὔτε γυναῖκες δύνανται εἶναι διὰ τὸ παρὰ φύσιν.

προὔλαβεν δὲ καὶ ἡ τοῦ στεφάνου τοῦ ἀγῶνος καὶ βραβείου τούτου ἐπωνυμία. οὐδὲ ὁπότεροι γὰρ φανήσονται οὗτοι τῶν τριῶν τάξεων τῶν εὐνούχων τῶν ὑπὸ κυρίου εἰιρημένων. »εἰσί, γάρ φησιν, εὐνοῦχοι, οἳ ἐκ κοιλίας μητρὸς αὐτῶν ἐγεννήθησαν«.

ἐκεῖνοι γὰρ ἀναίτιοί εἰσι τῆς αὐτῶν εὐνουχίας, οὔτε μὴν ἁμαρτίαν ἔχοντες διὰ τὸ οὕτως γεγεννῆσθαι οὔτε πάλιν ἔπαινον. μὴ δυνάμενοι πράττειν <τὶ τῶν τοιούτων>, τῶν ἀφροδισίων φημί, ἐπειδὴ μὴ πέφυκεν αὐτοῖς τὰ παιδοποιὰ ὄργανα τὰ ἐκ θεοῦ κεκτισμένα.

ἀλλ’ οὔτε μισθὸν ἔχουσιν εὐνουχίας βασιλείαν οὐρανῶν, διὰ τὸ ἀγῶνος μὴ μεμυῆσθαι.

εἰ δὲ καὶ ἐπιθυμιῶν μεμύηνται οἱ τοιοῦτοι, μὴ δυνάμενοι πράττειν ὃ μὴ δεῖ πράττειν καὶ μὴ πράττοντες μισθὸν οὐκ ἔχουσιν. οὐ γὰρ διὰ τὸ μὴ βούλεσθαι τὸ ἔργον παρ’ αὐτοῖς οὐ πέπρακται, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι.

καὶ αὕτη μὲν ἡ ἀγωγὴ τῆς πρώτης ὑπὸ κυρίου εἰρημένης εὐνουχίας, τῆς διὰ τῶν μητέρων γεννωμένης ἐν εὐνουχίᾳ, ἐξ ὧν οὐ δύνανται οὗτοι ὑπάρχειν διὰ τὸ χειρότευκτον.

4. »Καὶ εἰσὶν εὐνοῦχοι οἵτινες ὑπὸ τῶν ἀνθρώπων εὐνουχίσθησαν«, φηςὶν ὁ σωτήρ, καὶ οὔτε ἀπὸ τούτων εἰσὶν οἱ προειρημένοι. οὗτοι μὲν γὰρ γίγνονται (οἱ ὑπὶ ἀνθρώπων εὐνουχισθέντες) ἕνεκεν χρήσεως ἢ βασιλικῆς ἢ ἀρχοντικῆς.

βουλόμενοι γάρ τινες τῶν βαρβάρων βασιλεῖς ἢ καὶ τύραννοι, ζηλοτυπίας χάριν καὶ ὑπονοίας τῆς πρὸς τὰς γαμετὰς τὰς ἰδίας, ἔτι κομιδῆ νέους τοὺς παῖδας λαμβάνουσι καὶ εὐνουχίζουσι τούτους πρὸς τὸ ἁδρυνθέντας ἐμπιστεύεσθαι τὰς ἰδίας αὐτῶν ὡς ἔφην γαμετάς.

καὶ οὕτως ἐν τῷ κόσμῳ γέγονεν ἡ περὶ τούτων αἰτία. ὅθεν τάχα οἶμαι <γέγονεν> καὶ τὸ εὐνοῦχον καλεῖσθαι, ἀπὸ τοῦ εὐνοεῖν δύνασθαι ἀφαιρουμένων τῶν μελῶν καὶ τοῦ μὴ ἐπεντρίβεσθαι μίξει τῶν σωμάτων ὡς τῶν ὀργάνων ἀφῃρημένους.

ἑτέρα τοίνυν αὕτη ἡ τάξις ἐκ παιδὸς λαμβανομένη καὶ εὐνουχιζομένη ὑπὸ τῶν ἀνθρώπων, οὐχὶ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.

»Καὶ εἰσίν, φηςίν, εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν«. τίνες τοίνυν εἶεν οὗτοι ἀλλ᾿ ἢ οἱ γενναῖοι ἀπόστολοι καὶ οἱ καθεξῆς παρθένοι καὶ μονάζοντες;

Ἰωάννης μὲν καὶ Ἰάκωβος, υἱοὶ Ζεβεδαίου, μείναντες ἐν τῇ παρθενίᾳ, μήτε μῆν ἰδίαις χερσὶ τὰ μέλη ἀποτεμόντες μήτε συναφθέντες γάμῳ, ἀλλὰ τῇ ἰδίιᾶ καρδίᾳ ἀγωνιςάμενοι καὶ θαυμασίως τὸ κλέος τοῦ στεφάνου τούτου τοῦ ἀγῶνος ἀπενεγκάμενοι.

μετ’ αὐτοὺς δὲ ὅσοι ἐν μυριάδων ἀριθμῷ ἐν τῷ κόσμῳ μονάζοντες καὶ ἀπὸ μοναστηρίων καὶ παρθενώνων τουτὶ τοῦ ἀγῶνος τὸ κλέος ἀπηνέγκαντο, οἵτινες σώμασι γυναικῶν οὐκ ἐμίγησαν, ἀλλὰ ἤθλησαν ἐν ἀγῶνι τελειοτάτῳ·

ὡς καὶ Ἠλίας ἐν παλαιᾷ διαθήκῃ εὑρίσκεται καὶ Παῦλος λέγων »λέγω δὲ τοῖς ἀγάμοις ὅτι καλὸν αὐτοῖς, ἐὰν μείνωσιν οὕτως καθὼς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμηςάτωσαν«. πῶς οὖν αὐτὸς ἔμεινεν;

εἰ μὲν γὰρ ἀποτετμημένος ἦμ καὶ κατ’ αὐτὸν ἔμειναν ὁμοιούμενοι αὐτῷ, ἵνα πληρώσωσι τό »ὡς κἀγώ«. πῶς ἀποτεμνόμενός τις ἠδύνατιο γῆμαι, εἰ μηκέτι ἐνεκρατεύετο, κατὰ τό »γαμηςάτωσαν καὶ μὴ πυρούσθωσαν«; ὁρᾷς ὅτι περὶ ἐγκρατείας φάσκει καὶ οὐχὶ περὶ μελῶν ἀφαιρέσεως.

εἰ δὲ φάσκουσιν οὗτι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἑαυτοὺς εὐνουχικέναι. πῶς ἑαυτοὺς ἀπαλλοτριώσουσι τοῦ ῥήματος τοῦ εἰρημένου ὅτι »εἰσί τινες οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων«;

εἰ γὰρ αὐτὸς ἰδίαις χερσὶν ἑαυτὸν εὐνουχίζει, ἄνθρωπός ἐστι καῖ αἱ χεῖρες αὐτοῦ τὸ ἀθέμιτον τοῦτο εἰργάσαντο· εἰ δὲ καὶ αὐτὸς ἑαυτῷ οὐ δεδύνηται πρᾶξαι. ὑπὸ ἄλλων δὲ εὐνουχίσθη, οὐκέτι ἔσται διὰ βασιλείαν οὐρανῶν, διὰ τὸ ὑπὸ ἀνθρώπων εὐνουχίσθαι, ἤτοι δι’ αὐτοῦ ἤτοι διὰ τῶν τοῦτο πεποιηκότων.

πεσεῖται δὲ καὶ ἀπὸ τοῦ στεφάνου καὶ ἀπὸ τοῦ βρδαβείου, οὐκέτι χάριν ἔχων διὰ τὴν ἀποχὴν τῆς τοιαὐτης χρήσεως, [ἀλλὰ] διὰ τὸ μὴ δύνασθαι χρῆσθαι ἀφῃρημένων τῶν τῆς τοιαύτης ὑποθέσεως μελῶν.

ἓν δὲ καὶ τὸ αὐτὸ κριθήσεται, ὡς ὁ λυμαινόμενος ἑαυτοῦ τὸ μέλος καὶ ὡς ὁ τέμνων ἀλλότριον ἀμπελῶνα. οὐ γὰρ κατὰ θεὸν ἐπολιτεύσατο, ἀλλὰ κατὰ ἐπιβουλὴν τῷ δημιουργῷ κυρίῳ θεῷ ἀντέστη ὁ τοιοῦτος.

ἐπιθυμίᾳ δὲ περισσοτέρᾳ ὁ τοιοῦτος ἐνεχθήσεται. καὶ γὰρ ὁ εὐνοῦχος ᾄδεται παρὰ τῷ σοφῷ οὐκ ἀπεχόμενος τῆς ἐπιθυμίας. ἀλλὰ * μὴ δυνάμενος τὴν ἐπιθυμίαν ἐπιτελέσαι, ὡς λέγει »ἐπιθυμία εὐνούχου ἀποπαρθενεῦσαι ωεάνιδα«.

καὶ ἐκ πανταχόθεν * ὦ τῆς πολλῆς ματαιότητος τῆς ἐν τῷ κόσμῳ πολυτρόπως ἐπινενοημένης.

Καὶ ταῦτά ἐστιν ἃ περὶ τούτων ἔγνωμεν. διὰ καὶ ἐν συντόμῳ περὶ αὐτῶν εἰρηκότες καὶ ὡς ἔφην ὑπονοήσαντες εἶναι τούτους τοὺς προειρημένους,

καταλιπόντες τοὺς αὐτοὺς καὶ καταγελάσαντες <αὐτῶν> ὥσπερ σκορπίου δικέντρου τοῖς μὲν κέρασι καὶ χηλαῖς ἀπὸ τῶν ἀνέκαθεν τῶν πατέρων βίοις ἐναντιωθέντος, ἐν δὲ τῷ κέντρῳ τῷ τύπῳ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀνθισταμένου, ὑποδήματι ἐστηριγμένῳ καταπατήσαντες τούτους [καὶ καταγελάσαντες,] τουτέστιν διὰ τῶν ῥητῶν τοῦ εὐαγγελίου, κατὰ τὸ ἔθος ἐπὶ τὰς μετέπειτα βαίνοντες ἐνταῦθα λήξωμεν τῆς τούτων ἀβελτηρίας.

Haeresis 59: Κατὰ Καθαρῶν τῶν ἀκαθάρτων λݲθݲ τῆς δὲ ἀκολουθίας νݲθݲ

Καθεξῆς δὲ τούτων Καθαροί τινες λεγόμενοι ἐφύησαν, ἀπὸ Ναυάτου τινός, ὡς πολὺς ᾄδεται λόγος. οὗτος δὲ ὁ Ναυάτος ἐπὶ τῆς Ῥωμαίων ὑπῆρχεν, ἐν καιρῷ τοῦ διωγμοῦ τοῦ πρὸ τοῦ Μαξιμι<α>νοῦ γενομένου [πρώτου]· τάχα δὲ οἶμαι Δεκίου τότε ἦμ ἢ Αὐρηλιανοῦ.

ἀπὸ δὲ τῆς προφάσεως τῶν ἐν τῷ διωγμῷ παραπεςόντων ἐπάρματι ἀρθεὶς ἄμα τοῖς αὐτῷ ἑπομένοις μὴ θελήσας κοινωνῆσαι τοῖς μετανοοῦσιν ἀπὸ τοῦ διωγμοῦ, εἰς αἵρεσιν τ<οι>αὐτην τέτραπται, λέγων μὴ εἶναι <αὐτοῖς> σωτηρίαν, ἀλλὰ μίαν μετάνοιαν, μετὰ δὲ τὸ λουτρὸν μηκέτι δύνασθαί τινα ἐλεεῖσθαι παραπεπτωκότα.

Καὶ αὐτοὶ δέ φαμεν εἶναι μετάνοιαν μίαν καὶ διὰ λουτροῦ παλιγγενεσίας ταύτην γίνεσθαι τὴν σωτηρίαν, ἀλλ᾿ οὐ,κ ἀναιροῦμεν τὴν τοῦ θεοῦ φιλανθρωπίαν,

εἰδότες τὸ κήρυγμα τῆς ἀληθείας καὶ τὸν ἔλεον τοῦ δεσπότου καὶ τὸ σύγγνωστον τῆς φύσεως, τὸ εὐρίπιστον τῆς ψυχῆς, τὸ ἀσθενὲς τῆς σαρκός, τὸ πολύβλυστον τῆς τῶν πάντων ἀνθρώπων αἰσθήσεως ἐν παραπτώμασιν, διότι »οὐδεὶς ἀναμάρτητος καὶ καθαρὸς ἀπὸ ῥύπου, οὐδ᾿ ἂν κἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ τῆς γῆς.«

καὶ ἡ μὲν τελεία μετάνοια ἐν τῷ λουτρῷ τυγχάνει· εἰ δέ τις παρέπεσεν, οὐ ἀπόλλει τοῦτον Ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία. δίδωσι γὰρ καὶ ἐπάνοδον καὶ μετὰ τὴν μετάνοιαν τὴν μεταμέλειαν.

τῷ γὰρ Κάϊν εἶπεν ὀ θεός ἥμαρτες, ἡσύχασον«, καὶ τῷ παραλυτικῷ »ἰδού, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε«, καὶ Πέτρον ἀνακαλεῖται ὁ κύριος μετὰ τὸ ἀρνήσασθαι καὶ ἀντὶ τῶν τριῶν ἀρνήσεων τρὶς αὐτὸν προκαλεῖται πρὸς ὁμολογίαν »᾿αγαπᾷς με, Πέτρε; ἀγαπᾷς με, Πέτρε; ἀγαπᾷς με, Πέτρε;« καί φησι »ποίμαινε τὰ προβάτιά μου«,

2. Σφάλλει δὲ αὐτοὺς τὸ ῥητὸν τοῦ ἀποστόλου τὸν εἰρημένον »ἀδύνατον γὰρ τοὺς ἄπαξ φωτισθέντας καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε τοῦ μέλλοντος αἰῶνος καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας.

γῆ γὰρ ἡ πιοῦσα πολλάκις τὸν ἐπ᾿ αὐτῆς ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι᾿ οὓς καὶ καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἦς τὸ τέλος εἰς καῦσιν«.

καὶ γὰρ τῷ μὲν ὄντι τοὺς ἅπαξ ἀνακαινισθέντας καὶ παραπεσόντας ἀνακαινίζειν ἀδύνατον. οὔτε γὰρ ἔτι γεννήσεται Χριστός, ἵνα σταυρωθῇ ὑπὲρ ἡμῶν, οὔτε ἀνασταυροῦ δύναταί τις τὸν υἱὸν τοῦ θεοῦ τὸν μηκέτι σταυρούμενον, οὔτε δύναταί τις λουτρὸν δεύτερον λαμβάνειν·

ἓν γάρ ἐστι τὸ βάπτισμα καὶ εἶς ὁ ἐγκαινισμός, ἀλλὰ εὐθὺς ἐπιφέρει τὴν τούτων ἴασιν ὁ ἅγιος ἀπόστολος, τὴν ἐκκλησίαν ἰατρεύων καὶ τῶν αὐτῆς μελῶν ἐπιμελόμενος, καί φησί »πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν. οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἀγαθοῦ ἔργου ὑμῶν«.

καὶ ὁρᾷς πῶς μὲν τὸν ἐγκαινισμὸν μὴ δύνασθαι δεύτερον γενέσθαι τελείως ἀπεφήνατο, τῆς δὲ σωτηρίας οὐκ ἀπέτεμεν τοὺς ἔτι μετανοοῦντας, ἀλλὰ καὶ σωτηρίας ἐχόμενα καὶ θεὸν ἀντιλήπτορα, τῆς ἀγαθοεργίας αὐτῶν χάριν, τὸν κύριον ἔδειξε τῶν καὶ ἀπὸ παραπτωμάτων τελειότατα μετανοούντων καὶ ἐπιστρεφόντων καὶ μεταμελομένων.

Δέχεται οὖν ὁ ἅγιος λόγος καὶ ἡ ἁγία θεοῦ ἐκκλησία πάντοτε τὴν μετάνοιαν, οὐκ ἐξυδαρευομένη οὐδὲ ῥᾳθύμους τοὺς τὸν δρόμον τελοῦντας παρασκευάζουσα, ἀλλὰ θεοῦ τὴν χάριν καὶ φιλανθρωπίαν μὴ ἀνακόπτουσα, γινώσκουσα δὲ τὸν τρόπον ἑκάστης ὑποθέσεως.

ὡς γὰρ ὁ τὴν παρθενίαν ἀπολέσας ἀδυνάτως ἔχει τάυτην <ἀνα>κτήσασθαι σωματικῶς, μὴ ἐνδεχομένης τῆς φύσεως, οὕτω καὶ ὁ ἀπὸ τοῦ λουτροῦ ἐν μεγάλοις τισὶ παραπτώμασι περιπεσών·

καὶ ὥσπερ ὁ ἀπὸ παρθενίας παραπεσὼν δευτέραν τιμὴν τὴν ἐγκράτειαν ἔχει, οὕτω καὶ ὁ μετὰ τὸ λουτρὸν ἐν παραπτώματι μείζονι γενόμενος ἔχει δευτέραν ἴασιν <τὴν μεταμέλειαν>, οὐ τοιαύτην ε᾿νάρετον κατὰ τὴν πρώτην. οὐκ ἀποβεβλημένην δὲ ζωῆς ἔχει τὴν δευτέραν ἣν κέκτηται. οὐκ ἀθετεῖ τοίνυν ὁ θεῖος λόγος τὸν μισθὸν τῶν ἐν τῇ μετανοίᾳ καμνόντων.

3 Ἔπειτα δὲ οἱ αὺτοὶ πάλιν ἀπὸ τούτου προπηδήσαντες καὶ ἄλλα τινὰ ἐφηύραντο. καὶ γὰρ καὶ αὐτοὶ τὴν αὐτήν, ἣν καὶ ἡμεῖς κεκττήμεθα, πίστιν λέγουσιν ἔχειν· οὖτοι δὲ οὐ βούλονται διγάμοις κοινωνεῖν. εἰ γάρ τις μετὰ τὸ βάπτισμα συμναφθείη γυναικὶ δευτέρᾳ, παρὰ τούτοις οὐκ εἰσδεχθήσεται ἔτι.

καὶ τὸ πᾶν ἐστιν ἠλίθιον, ὡς γὰρ εἴ τις θεάσαιτό τινα νηχόμενον ἐν ὕδατι καὶ ἀγνοῶν τὴν πεῖραν τῆς διανήξεως ἑαυτὸν ἔκδοτον τοῖς ὔδασι δᾠη καὶ ὑποβρύχιος γένηται, μὴ ἔμπειρος ὢν μηδὲ σαφῶς γνοὺς τῶν διὰ χειρῶν τε καὶ ποδῶν τὴν σωτηρίαν ἑαυτοῖς προσπορίζομένων τὴν ἐπιστήμην, νομίζων δὲ ἁπλῶς τὸ ὔδωρ διαβαστάζειν τὸν ἄνθρωπον δίχα των ἰδίων χειρῶν·

ἢ ὡς εἴ τις ἀκούοι τὸν ἡγεμόνα τιμωροῦντα τοὺς δρῶντας φαυλότητος <ἔργα> ἄχρι καὶ ἐλαχίστων καὶ νομίζοι μὲν τὴν δίκην ἴσην διεξιέναι κατὰ πάντων, ὡς ἐπὶ τοῦ φόνου οὕτως καὶ ἐπὶ τοῦ διαβάλλοντος τὸν πέλας ἢ * μαχεσαμένου·

ἢ ὡς ἐὰν ᾖ τις παντάπασιν ἰδιώτης καὶ θεάσηται τὸν εἰληφότα ἄρχοντος τὴν ἐξουσίαν κατὰ ἀλιτηρίων ἀποσπάσαντα μάχαιραν ἢ κατὰ γοήτων καὶ βλασφήμων ἢ ἀκαθοσιώτων, νομίζῃ δὲ τοὺς ἅπαντας ἐξουσίαν ἔχειν τῆς τοιαύτης αἰτίας ποιεῖσθαι τὴν δίκην, θεασάμενός τε δίκην δόντας ἀνθρώπους καὶ αὐτὸς δὲ τὰ ἴσα μιμησάμενος θελήσῃ ἀποκτεῖναί τινας, ὡς δῆθεν τοὺς ἠδικηκότας δικάςων, ἁλοὺς δὲ οὖτος αὐτὸς δίκην δώσει,

μὴ εἰληφὼς παρὰ βασιλέως ἐξουσίαν τῶν τοιούτων καὶ ὅτι τὴν ἴσην ἐνόμιζεν κατὰ πάντων ἐξίέναι ψῆφον ἀπὸ τῆς δίκης τῶν νόμων, ἑαυτὸν [δὲ] ἐν τῇ ἀδικίᾳ τῆς ἰδίας ἀπειρίας καὶ ἀπαρακολουθησίας ἔκδοτον ἀπωλείας παρασκεύάσας, —

οὕτω καὶ οὖτοι τὰ πάντων ὁμοῦ μίξαντες ἐκ πάντων ἐξέπεσαν καὶ μὴ νούσαντες τὰ ἀκριβῆ τῆς τοῦ θεοῦ διδασκαλίας ἐπὶ ἑτέραν τρίβον σφαλέντες ἐτράπησαν, οὐκ εἰδότες ὅτι οὐκ αὐτὴ ἐστὶν Ἠ τῆς θείας γραφῆς παράδοσίς τε καὶ ἀκολουθία.

4 Τὰ γὰρ εἰς τὴν ἱερωσύνην παραδοθέντα διὰ τὸ ἐξοχώτατον τῆς ἱερουργίας εἰς πάντας ἐνόμισαν ἴσως φέρεσθαι. ἀκηκοότες γὰρ ὅτι »δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, ἐγκρατῆ«, »ὡσαύτως καὶ τὸν διάκονον« καὶ τὸν πρεσβύτερον, τὸν ὅρον τῶν ταγμάτων οὐκ ἐνόησαν.

καὶ γὰρ τῷ μὲν ὄντι οὐ δέχεται εἰς ἱερωσύνην τὸ ἅγιον τοῦ θεοῦ κήρυγμα μετὰ τὴν τοῦ Χριστοῦ ἐνδημίαν οὐδὲ τοὺς ἀπὸ πρώτου γάμου τελευτησάσης τῆς αὐτῶν γυναικὸς δευτέρῳ γάμῳ συναφθέντας, διὰ τὸ ὑπερβάλλον τῆς τιμνῆς τῆς ἱερωσύνης· καὶ ταῦτα ἀσφαλῶς ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία μετὰ ἀκριβείας παραφυλάττεται.

ἀλλὰ καὶ τὸν ἔτι <συμ>βιοῦντα καὶ τεκυνογονοπυντα, μιᾶς γυναικὸς ὄντα ἄνδρα, οὐ δέχεται, ἀλλὰ ἀπὸ μιᾶς ἐγκρατευσάμενον ἢ χηρεύσαντα διάκονόν τε καὶ πρεσβύτερον καὶ ἐπίσκοπον καὶ ὑποδιάκονον, μάλιστα ὅπον ἀκριβεῖς κανόνες οἱ ἐκκλησιαστικοί.

Ἀλλὰ πάντως ἐρεῖς μοι, ἔν τισι τόποις ἔτι τεκνογονεῖν πρεσβυτέρους καὶ διακόνους καὶ ὑποδιακόνους. τοῦτο δὲ οὐ παρὰ τὸν κανόνα γίνεται. ἀλλὰ παρὰ τὴν τῶν ἀνθρώπων κατὰ καιρὸν ῥᾳθυμήσασαν διάνοιαν καὶ τῆς τοῦ πλήθους ἕνεκεν μὴ εὙρισκομένης ὑπηρεσίας.

τὸ πρεπωδέστατον γὰρ ἀεὶ ἡ ἐκκλησία <ἐφ>ορῶσα ἁγίῳ πνεύματι εὖ διαταχθεῖσα ἔγνω »ἀπερισπάστως« θεῷ τὰς λατρείας ἐπιτελεῖσθαι σπουδάζειν καὶ τὰ πνευματικὰ τῶν χρειῶν μετὰ πάσης εὐνουστάτης συνειδήσεως τελειοῦσθαι.

φημὶ δὲ ὅτι πρέπον ἐστὶ διὰ τὰ ἐξαπίνης λειτουργίας καὶ χρείας σχολάζειν τὸν πρεσβύτερον καὶ διάκονον καὶ ἐπίσκοπον θεῷ.

εἰ γὰρ καὶ τοῖς ἀπὸ τοῦ λαοῦ προστάσσει ὁ ἅγιος ἀπόστολος λέγων, ἵνα »πρὸς καιρὸν σχολάσωσι τῇ προσευχῇ«, πόσῳ γε μᾶλλον τῷ ἱερεῖ τὸ αὐτὸ προστάσσει; τὸ ἀπερίσπαστον δὲ λέγω εἰς τὸ σσολάξειν τῇ κατὰ θεὸν ἐν ταῖς χρείαις ταῖς πνευματικαῖς τελεσιουργουμένῃ ἱερωσύνῃ.

ἔξεστι δὲ <ἐπὶ> τῷ λαῷ <τοῦτο> δι᾿ ἀσθένειαν διαβαστάζεσθαι καὶ <τοὺς> μὴ δυνηθέντας ἐπὶ τῇ πρώτῃ γαμετῇ στῆναιδευτέρᾳ μετὰ θάνατον τῆς πρώτης συναφθῆναι.

καὶ ὁ μὲν μίαν ἐσχηκὼς ἐν ἐπαίνῳ μείζονι καὶ τιμῇ παρὰ πᾶσιν ἐκκλησιαζομένοις ἐνυπάρχει, τὸν δὲ μὴ δυνηθέντα τῇ μιᾷ ἀρκεσθῆναι τελευτησάσῃ <ἢ> ἕνεκέν τινος προφάσεως, ἢ πορνείας ἢ μοιχείας ἢ ἄλλης αἰτίας, χωρισμοῦ γενομένου συναφθέντα δευτέρᾳ γυναικὶ ἢ γυναῖκα δευτέρῳ ἀνδρί, οὐκ αἰτιᾶται ὁ θεῖος λόγος οὐδὲ ἀπὸ τῆς έκκλησίας καὶ τῆς ζωῆς ἀποκηρύττει, ἀλλὰ διαβαστάζει διὰ τὸ ἀσθενές·

οὐχ ἵνα δύο γυναῖκας ἐπὶ τὸ αὐτὸ σχῇ ἔτι περιούσης μιᾶς, ἀλλ’ <ἵνα> ἀπὸ μιᾶς ἀποσχισθεὶς δευτέρᾳ, εἰ τύχοι, ἐννόμως συναφθῇ, ἐλεεῖ τοῦτον ὁ ἅγιος λόγος καὶ ἡ ἁγία θεοῦ ἐκκλησίας, μάλιστα εἰ τυγχάνει ὁ τοιοῦτος τὰ ἄλλα εὐλαβὴς καὶ κατὰ νόμον θεοῦ πολιτευόμενος.

καὶ γὰρ ἂν ἔλεγεν ὁ ἀπόστολος ταῖς χήραις »γαμείτωσαν τεκνογονείωσαν οἰκοδεσποτείτωσαν«, οὐδὲ πάλιν ἔλεγε τῷ ἀνδρὶ τῷ ἀνδρι τῷ τὴν γυναῖκα τοῦ πατρὸς ἔχοντι καὶ παραδοθέντι »τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυριου« — οὐκ ἔλεγε πάλιν »κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος«.

ἔλεγε γὰρ πάλιν »ᾧ τι χαρίζεσθε, κἀγώ· διότι εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς κεχάρισμαι ἐν προσώπῳ κυριου, ἵνα μὴ πλεονεκτηθῶμεν ὐπὸ τοῦ σατανᾶ. οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν«. καὶ ὅρα πῶς δίδωσι μετάνοιαν καὶ μετὰ παράπτωμα.

5. Πάλιν δὲ ὁ κύριός φησιν »ἄφετε ἀλλήλοις τὰ παραπτώματα, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν οὐρανῷ ἀφήσειν ὑμῖνῷ ἀφήσει ὑμῖν«.

ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ οὕτως φησί »καὶ πενθήσω πολλοὺς τοὺς ἐν ὑμῖν παραπεσόντας καὶ μὴ μετανοήσαντας«, ὡς δεικνὺς ὅτι εἰ καὶ παρέπεσαν καὶ μετενόησαν, εἴσδεκτοι οὗτοι γίνονται καὶ οὐκ ἀποβληθήσονται, τοῦ κυρίου γινώσκοντος τί μεθ’ ἑκπάστου ποιήσειε.

Καὶ ὄτι μὲν ὁ κανὼν τῆς ἀληθείας τοιοῦτον ἔχει τὸν χαρακτῆρα, παντί τῳ σαφές ἐστι. μετὰ γὰρ τὴν πρώτην μετάνοιαν τὴν διὰ λουτροῦ τῆς παλιγγενεσίας, ἐν ᾗ μετανοίΠα ἀνεκαινίσθη πᾶς ἄνθρωπος Δευτέρα τις τοιαύτη οὐχ ὑπάρχει.

οὔτε γὰρ δύο εἰσὶ βαπτίσματα, ἀλλ’ ἕν, οὔτε δὶς ἐσταυρώθη Χριστός, ἀλλ’ ἅπαξ, οὔτε δὶς ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη. καὶ τούτου χάρινἐπασφαλίσασθαι δεῖ, ἵνα μὴ παραπεσόντες τὸν στέφανον τοῦ ἀνακαινισμοῦ ἀπολέσωμεν.

ἀλλὰ ἐάν τις παραπέςῃ καὶ »προληφθῇ ἔν τινι παραπτώματι«, ὡς λέγει ὁ ἀπόστολος, »ὑμεῖς οἱ πνευματικοὶ καταρίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν ἑαυτὸν, μὴ καὶ σὺ π ειρασθῇς«. ἐάν τις οὖν προληφθῇ <ἐν> παραπτώματι ἐν οἴη, μετανοείτω.

δέχεται γὰρ ὁ θεὸς τὴν με τάνοιαν καὶ μετὰ τὸ βάπτισμα ἐάν τις παραπέςῃ. πῶς δὲ μετὰ τῦ τοιούτου ποιεῖ, αὐτὸς μόνος γινώσκει· »ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ καὶ ἀνεκδιήγητοι αἱ ὁδοὶ αὐτοῦ«.

καὶ πρὸ τῆς παρουσίας οὐδεῖ κρίνειν »ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ ἀποκαλύψει τὰ κρυπτὰ τῆς καρδίας· καὶ τότε ὁ ἄπεινος ἑκάστου φανερὸς γενήσεται«. »ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκλύπτεται«.

6. Οὔτε οὖν ἐπαγγελλόμεθα ἐλευθερίαν παντάπασι τοῖς μετὰ τὸ βάπτισμα παραπεπτωκόσιν οὔτε ἀπαγορεύομεν τὴν αὐτῶν ζωήν· θεὸς γὰρ »ἐλεήμων ἐστὶν καὶ πρῶτόν ἐστι σαφές,

τὸ δὲ δεύτερον οἵδαμεν ὅτι ἐλεήμων ἐστὶν θεός, ἐὰν ἐξ ὅλης ψυχῆς μετανοήσωμεν ἀπὸ παραπτωμάτων. ἔχει γὰρ ἐν χειρὶ ζωὴν καὶ σωτηρίαν καὶ φιλανθρωπίαν. καὶ τί μὲν αὐτὸν ποιεὶ αὐτῷ μόνῳ ἔγνωσται, πλὴν ὅτι ζημίας οὐκ ἔνι ἀπὸ τῆς μετανοίας οὐδὲ ἀπηγόρευται ὁ μετανοῶν ἀπὸ πάντων σφαλμέων.

πόςῳ γε μᾶλλον ὁ κατὰ νόμον συναφθεὶς δυτέρᾳ γυναικί; καὶ ἡ μὲν πρώτη γυνὴ ἐκ θεοῦ τεταγμένη,ἡ δὲ Δευτέρα ἐξ άσθενείας ἀνθρώπων, καὶ ἔτι περισσοτέρᾳ εἰ συναφθείη, τὸ ἀσθενὲς ἀεὶ δια βαστάζεται. φησὶ γάρ »γυνὴ δέδεται νόμῳ ἐφ᾿ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. εὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, <μόνον ἐν κυρίῳ>«. ἀποφηνάμενος μετὰ τελευτὴν ἀνδρὸς τὸ έλεύθερον ἀπὸ ἁμαρτίαςς χωρὶς πάσης ἀντιλογίας, διὰ τῆς προσθ ήκης σημαίνει * τῷ »ἐν κυρίῳ«·

ὡς οὐκ εἶναι αὐτὴν ἀλλοτρίαν κυρίου τὴν μετὰ τελευτὴν ἀνδρὸς συναπτομένην ἄλλ}ω ἀνδρὶ ὴ τὸν μετὰ τελευτὴν γυναικὸς συναπτόμενον δυτέρᾳ γυναικί »μόνον ἐν κυρίῳ«, ὡς λέγει ὁ ἀπόστολος.καὶ φησι <μέν> »μακαριωτέρα δέ ἐστιν,

ἐὰν μείνῃ οὕτως«, * τὸ δέ »ἐν κυρίῳ« τουτέστιν τὸ μὴ ἐν πορνείᾳ μὴ ἐν μοιχείᾶ μὴ ἐν κλεψιγαμία, ἀλλ’ ἐν εὐνομίᾳ ἐν παρρησίᾳ ἐν σεμνῷ γάμῳ, ἐπιμένοντα ἐν τῇ πίστει ἐν ταῖς ἐντολαῖς ἐν εὐποιίαις ἐν εὐλαβείᾳ ἐν νηστείαις ἐν εὐνομίᾳ ἐν ἐλεημοσύναις ἐν σπουσῇ ἐν ἀγαθοεργίᾳ.

ταῦτα γὰρ συνόντα καὶ παραμένοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρους καθίστησιν εἰς τὴν τοπυ κυρίου παρουσίαν.

Καὶ τῇ μὲν ἱερωσύνῃ τὸ πρῶτον τάγμα καὶ ἡ περὶ πάντων ἀκριβολογία τῷ δὲ λαῷ τὸ σύμμετρον καὶ τὸ σύγγνωστον, ἵνα πάντες διδάσκωνται καὶ κατελεῶνται.

ἐλεήμων γάρ ἐστιν ὁ δεσπότης καὶ δυνατὸς πάντας σῲζειν τῇ ἰδίαᾳ αὐτῶν εὐνομίᾳ τε καὶ ἀληθινῇ πίστει τῆς τοῦ κηρύγματος καθαρότητος. αὐτὸς γὰρ μόνος ἐστὶ καθαρός.

οὗτοι δὲ ἑαυτοὺς φήσαντες Καθαροὺς ἀπ’ αὐτῆς τῆς ὑποθέσεως ἀκαθάρτους ἑαυτοὺς ἀποτελοῦσι· πᾶς γὰρ ὁ καθαρὸν ἑαυτὸν ἀποφήνας ἀκάθαρτον ἑαυτὸν τελείως κατέκρινε.

7. Πολλὴ δὲ ἄνοια τῶν τοιούτων νομιζόντων διὰ ἕν΄τι, εἰ καὶ ἦν ἀληθές, περὶ παντὸς τοῦ λαοῦ τὸ κρίμα οὕτως φέρειν. ἔδει δὲ γνῶναι ὅτι οὐ περὶ τῆς ὑποθέσεως ταύτης μόνον τὸ ἔγκλημα ὁπάρχει πάςῃ ψυχῇ

ἢ [τὸ] διὰ τούτου ἐνάρετον γενέσθαι <ἔστι> μόνον, ἀλλὰ καὶ τῷ μὴ λοιδορεῖν, μη ὀμνύναι ὅρκον μήτε ἐν ἀληθείᾳ μήτε ἐν ψεύδει, ἀλλὰ »ναὶ ναί«καὶ »οὒ οὒ« λέγειν, μὴ δολιεύεσθαι μὴ διαβάλλειν μὴ κλέπτειν μὴ ἐμπορεύεσθαι.

ἐκ τούτων γὰρ πάντων συνάγεται ἡμῖν τὰ ῥύπη τῶν ἁμαρτημάτων· »ὡς, γάρ φησίν, ὁ πάσσαλος ἀνὰ μέσον δύο λίθων συντριβήσεται, οὕτως ἡ ἁμαρτία ἀνὰ μέσον ἀγοράζοντος καὶ πωλοῦντος«.

καὶ ὅτι ἐκ τοῦ πλήθους πάντὸς <τινὲς> καὶ μέθυσοι καὶ ἔμποροι καὶ πλενεέκται καὶ τοκισταὶ *, καὶ πάντως ὅτι <καὶ αὐτοὶ> τὰ τοιαῦτα ἔχουσι καὶ τὰ τούτοις ὅμοις, <καὶ> ὅτι καὶ ψεύσματα ἑκάστῳ αὐτῶν παρακολουθεῖ.

πῶς οὖν δύνανται ἑαυτοὺς Καθαροὺς ἀποκαλεῖν, <ὡς> διὰ τῆς μιᾶς ὑποθέσεως τῆς πάσης κατὰ θεὸν πραγματείας περὶ πάντων τῶν σφαλμάτων ἀσφαλιζομένης; οὐκ ἔγνωσαν δὲ οὗτοι τὰ ἀκριβῆ τοῦ κηρύγματος αὐδὲ τίνι ἀφώρισε τὸ ἀκρίβασμα τοῦτο τῆς διγαμίας.

Ἀλλὰ καὶ οἱ ἀπὸ τοῦ διωγμοῦ παραπεπτωκότες καὶ αὐτοὶ ἐὰν ἐνδείζωνται τε λείαν τὴν μετάνοιαν, ἐν σάκκῳ καὶ σποδῷ καθεσθέντες καὶ κλαύσαντες ἐνώπιον κυρίου, δυνατός ἐστιν ὁ εὐεργέτης καὶ αὐτοὺς ἐλεῆσαι· οὐ γάρ τι φαῦλον γίνεται ἀπὸ μετανοίας.

δέχεται μὲν οὖν τοὺς μετανοοῦντας ὁ κύριος καὶ ἡ αὐτοῦ ἐκκλησία, ὡς ἐπέστρεψε Μανασσῆς ὁ υἱὸς Ἐζεκίου καὶ ἐδέχθη ὑπὸ κυρίου, καὶ ὁ ἀρνησάμενος πρὸς ὥραν ἅγιος Πέρτος καὶ κορυφαίοτατος τῶν ἀποστόλων,

ὃς γέγονεν ἡμῖν ἀληθῶς στερεὰ πέτρα θεμελιοῦσα τὴν΄πίστιν τοῦ κυρίου, ἐφ’ ᾗ ῲκοδόμηται ἡ ἐκκλησία κατὰ πάντα τρόπον·

πρῶτον μὲν ὅτι ὡμολόγησε »Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος«, καὶ ἤκουσεν ὅτι »ἐπὶ τῇ πέτρᾳ ταύτῃ τῆς ἀσφαλοῦς πίστεως οἰκοδομήσω ὅτι ἐκκλησίαν«, ἐπειδὴ σαφῶς αὐτὸν ὡμολόγησεν υἱὸν ἀληθινόν. τῷ γὰρ εἰπεῖν υἱὸν θεοῦ ζῶντος μετὰ προσθήκης »τοῦ ζῶντος« ἔδειξεν υἱὸν γνήσιον εἶναι, ὡς ἑν πάςῃ μοι σχεδὸν αἱρέσει περὶ τούτου εἴρηται.

8. ἀλλὰ καὶ περὶ τοῦ ἁγίου πνεύματος ὁ αὐτὸς ἀσφαλίζεται ἡμᾶς, λέγων τοῖς περὶ Ἀνανίαν· »τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τὸ ἅγιον πνεῦμα; οὐκ ἀνθρώπῳ ἐψεύσασθε, ἀλλὰ θεῷ«, διότι ἐκ θεοῦ τὸ πνεῦμα καὶ οὐκ ἀλλότριον θεοῦ.

ἀλλὰ καὶ ἐνταῦθα στερεὰ πέτρα οἰκοδομὴς καὶ θεμέλις οἴκου θεοῦ γεγένηται, ἐν τῷ ἀρνησάμενον αὐτὸν καὶ πάλιν ἐπιστρέψαντα εὑρεθέντα τε ὑπὸ κυρίου καταξιωθῆναι πάλιν ἀκοῦσαι »ποίμαινε τὰ ἀρνία μου καὶ ποίμαινε τὰ πρόβατά μου«.

ὁ γὰρ Χριστὸς ταῦτα λέγων εἰς ἐπιστροφὴν ἡμᾶς ἤγαγε μετανοίας, ἵνα ἐν αὐτῷ πάλιν οἰκοδομηθείη ἡ ευθεμελίωτος πίστις, ἡ μὴ ἀπαγορεύουσα ζωὴν τῶν ἀνθρώπων, ὅσοι ἐμπνέουσι τῷ βίῳ καὶ μετανοοῦσιν ἐν ἀληθείᾳ καὶ διορθοῦνται τὰ ἑαυτῶν σφάλματα ἐν τῷ αἰῶνι τούτῳ.

9. Ὡς καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ἔφη αὐτὴ ἡ νύμφη πρὸς τὸν νυμφίον λέγουσα »ἀποκρίνεται ὁ ἀδελφιδοῦς μου καὶ λέγει μοι· ἀάσταἐλθέ, [ἡ] πληρίον μου, μαλή μου, περιστερά μου, ὅτι ὁ χειμὼν παρῆλθεν«, τὰ στυγερά τε καὶ ζοφώδη τῆς συννεφίας καὶ φοβερώτατα * ὡς εἰπεῖν * παρῆλθεν, »»ο ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ.

τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν, καιρὸς τῆς τομῆς ἔφθακε, φωὴν τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. ἡ συκῆ ἐξήνεγκε τοῦς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν«·

ἵνα δείξῃ πάντα τὰ παρωχημένα παρε;θόντα, ἔαρος δὲ ἄρτι ἀνθοῦντος καὶ θαλάσσης γαληνιώσης τε καὶ φόβου τοῦ ὑετοῦ διεθόντος καὶ τῶν παλαιῶν τῆς ἀμπέλου* τετμημένων καὶ τὴς πόας μηκέτι ποαξούσης μόνον,

ἀλλὰ καὶ ἄνθη ἐχβαλλοίσης καὶ τοῦ κηρύγματος τῆς φωνπης ἐν τῇ ἐρήμῳ βοώσης τουτέστιν ἐν τῇ γῇ ἡμῶν καὶ συκῆς τῆς ποτε καταραθείσης ἐκβαλλούσης τοὺς ὀλύνθουσ, τοὺς καρποὺς τὴς μετανοίας ἥδη ἐπὶ τοῖς κλώνεσι καὶ δένδρεσι φαινομένους, ἀμπέλουσ δὲ ἥδη κυπριζοίσας τὸ εουδμον τῆς τοῦ εὐαγγελίου πίστεως κήρυγμα.

ἐπειδὴ δὲ εὐθὺς κέκληκε τὴν τοιαύτην καὶ εἶπεν »ἀνάστα ἐλθέ«, * ἀνάστα ἀπὸ νεκρότητος ἁμαρτημάτων καὶ ἐλθὲ ἐν δικαιοσύνῃ, ἀνάστα ἀπὰ παραπτώματος καὶ ἐλθὲ ἐν παρρησίᾳ, ἀνάστα ἀπὸ ἁμαρτιῶν καὶ ἐλθὲ ἐν μετανοίᾳ, ἀνάστα ἀπὸ παραλύσεως καὶ ἐλθὲ ἐν τελειότητι, ἀνάστα ἀπὸ λωβήσεως καὶ ἐλθὲ ἐν ὑγείᾳ, ἀνάστα ἀπὸ ἀπιστίας καὶ ἐλθὲ ἐν μετανοίᾳ, ἀνάστα ἀπὸ ἀπωλείας καὶ ἐλθὲ ἐν εὑρέσει.

ἐπειδὴ δὲ ἥδει τὸ θεῖον λόγιον ὅτι μετὰ πρώτην μετάνοιαν καὶ μετὰ τὴν πρώτην κλπησιν καὶ ἴασιν, ὡς εἰπεῖν, συμβαίνει τῇ ἀνθρωπότητι πολλὰ παραπτώματα, πάλιν λέγει »ἀνάστα ἐλθέν, ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθέ, σὺ περιστερά μου«.

δεύτερον ταύτην καλεῖ καὶ οὐχ ἅπαξ. τὸ δὲ δεύτερον οὐκ ἴσον τῷ πρώτῳ. φησὶ γὰρ ἐν τῇ προτέρᾳ κλήσει οὕτως »ἀνάστα ἐλθέ, [ἡ] πλησίον μου, καλή μου, περιστερά μου«. τὸ μὲν πρῶτον »ἀνάστα ἐλθέ«, καὶ οὐκ εἶπεν »ἐλθὲ σύ«.

καὶ τὸ δεύτερον προστίθησι τὸ ἄρθρον, ἴνα δείξῃ κλῆσιν οὐ δευτέραν, παρηλλαγμένην μετὰ τὴν πρώτην, ἀλλὰ ἐν τῇ πρώτῃ ἀπὸ παραπτωματων πάλιν ὀρεγομένην χεῖρα ἐπιδέξειον καὶ ἐπουράνοιν φιλονθρωπίας.

»καὶ ἐλθέ« φησί »<σὺ> περιστερά μου ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ· προτειχίσματος«· »ἐν δκέπῃ πέ- τρας« <τουτέστιν< ἐν φιλανθρωπίᾳ Χριστοῦ καὶ ἐν ἐλέει κυρίου· τοῦτο γάρ ἐστιν σκέπη πέτρας, σκέπη ἐλπίδος καὶ πίστεως καὶ ἀληθείας.

»ἐχόμενα τοῦ προτειχίσματος«, τουτέστιν πρὶν ἢ κλεισθῆναι τὴν πύλην, πρὶν ἢ εἴσω περιβόλων γενόμενος ὁ βασιλεὺς μηκέτι εἰσδέξηται, τουτέστιν μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν τε καὶ θάνατον, ὅτε οὐκέτι »ἐχόμενα τοῦ προτεισχίσματος«, ἀλλὰ ἀπεκλείσθησαν αἱ πύλαι καὶ οὐκέτι ἔνι διορθώσασθαι.

10. Ἐν γὰρ τῷ μέλλοντι αἰῶνι, μετὰ τὴν τοῦ ἀνθρώπου ἐντεῦθεν ἀπαλλαγὴν οὐ νηστείας πορισμὸς οὐ μετανοίας κλήσις οὐκ ἐλεημοσύνης ἐπίσοσις, ἀλλ’ οὕτε ἐγκλημάτων ἔργα οὐ όλεμος οὐ μοιχεία οὐκ ἀσέλγεια, ἀλλ᾿ οὔτε δικαιοσύνη καὶ μετάνοια.

ὡς γὰρ μετὰ θερισμὸν τοῦ στάχυος οὐκ ἔνι παχυνθῆναι τὸν κόκκον, οὐκ ἀνεμόξθορον γενέσθαι * οὐκ ἕνι εὐπάθειά τις ἑτέρα.

ἀλλὰ μὴ λέγε μοι τῆς ἀποθήκης τὰ φθάρματα, τουτέστι καὶ σκώσηκας καὶ σῆτας· ταῦτα γὰρ διὰ τὰ ἐν τῷ αἰῶνι γινόμενα εἴρηται, τὸ δὲ ἀπεικονισμένον καὶ ἐν πύλαις ἡμῖν εἰργμένον καὶ ἀποθήκῃ ἠσφαλισμένον πίστεώς ἐστιν ὑπόδειγμα καὶ ὑπογραμμός, »ἕνθα οὕτε λῃσταὶ διορύττουσιν οὔτε σῆτες ἀφανίζουσιν«, ὡς ἕχει ὁ θεῖος λόλος. * οὔτε ὁ μὴν πορισμὸς ευσεβείας, οὔτε μετανοίας <κλῆσις> ὡς ἔφην, μετὰ θάνατον.

οὔτε γὰρ Λάζαρος ἄπέρχεται πρὸς τὸν πλούσιον ἐκεῖ οὔτε ὁ πλούσιος πρὸς τὸν Λάξαρον, οὕτε Ἁβραὰμ ἀποστέλλει σκύλλων τὸν πένητα πλουτήσοντα ἐς ὕστερον, οὔτε ὁ πλούσιος πένης γενόμενος ὧν αἰτεῖται <μετα>λαμβάνει, καίπερ μετὰ ἱκεσίας τὸν ἐλεήμονα Ἀβραὰμ παρακαλέσας.

ἐσφράγισται γὰρ τὰ ταμιεῖα καὶ πεπλήρωται ὁ χρόνος καὶ ὁ ἀγὼν ἐτελέσθη καὶ ἐκενώθη τὸ σκάμμα καὶ οἱ στέφανοι ἐδόθησαν καὶ οἱ ἀγωνισάμενοι ἀνεπάσαν καὶ οἱ μὴ φθάσαντες ἐξῆκαν καὶ οἱ μὴ ἀγωνισάμενοι οὐκέτι εὐποροῦσι καὶ οἱ ἐν τῷ σκάμματι ἡττηθέντες ἐξεβλήθησαν καὶ τὰ πάντα σαφῶς τετελείωται μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν.

ἕτι δὲ ὄντων ἐν τῷ αἰῶνι πάντων, καὶ μετὰ πτῶσιν ἔνι ἀνάστασις, ἔτι ἐλπὶς ἔτι θεραπεία ἔτι ὁμολογία, κἂν εἰ μὴ τελειότατα, * ἀλλ’ οὖν γε <καὶ>· τῶν ἄλλων οὐκ ἀπηγόρευται ἡ σωτηρία.

11. Πᾶσα δὲ αἵρεσις ἀπὸ τῆς ἀληθείας ἐξοκείλασα ἐν σκότῳ τυφλώττει καὶ μυωπάζει, ἕτερα ἀνθ’ ἑτέρων διανοουμένη. ἔοικαν γὰρ οὖτοί τισιν ἀτέχνοις καὶ μὴ γινώσκουσι τὰ <περὶ> ἑκάστης ποιότητος καὶ χρήσεως καὶ κόσμου ἑκάστου μέλους καὶ ὡς ἔπος εἰπεῖν (γελοιῶδές τι ὃ προβάλλομαι λέγειν, ὅμοιον <δὲ> τῆς αὐτῶν ἀνοησίας) ὡς περιτιθέασι τὰ ὑποδήματα τῇ κεφαλῇ, τὸν δὲ στέφανον τοῖς ποσὶ καὶ κλοιὸν χρυσοῦν περὶ τὴν γαστέρα·

τὰ δὲ ἄλλα πέδιλα ὡς εἰπεῖν, τὰ ἐξ ἱματίων γεγενἢμένα, ἅ παρά τισιν ὀδώνια κέκληται ἢ βράκαι, χερσὶ περιτιθέασι, δακτθλίους δὲ τοὶς ποσίν.

οὕτω γὰρ ἡ τῶν τὴν ἄγνοιαν κεκτημένων σφαλερὰ καὶ ἄτακτος εὑρίσκεται διαταγή. τὰ γὰρ ἐπὶ τῆς ἱερωσύνης ἠσφαλισμένα περὶ δευτέρου γάμου καὶ τῶν ἄλλων οὗτοι εἰς ἅπαντα τὸν λαὸν * νενομίκασι καὶ τὰ δι’ ὑπερβολὴν στρυφνότητος ὑπὸ θεοῦ κεκηρυγμένα, ἵνα μὴ ῥᾳθυμήσαντές τινες παραπέσωσιν, αὐτοὶ εἰς ἀπανθρωπίαν θεῷ προσῆψαν.

καὶ ὡς ἐὰν εἴ τις ἀπὸ ἱματίου χειρίδα κατασχὼν [καὶ] ἕως μότον ἀγκῶνος ἀπὸ καρποῦ χειρὸς τοῦ καλουμένου σκεάζοι ἑαυτόν, προφέροι δὲ πρὸ ὀφθαλμῶν καθ’ ἑκάστην ὥραν τὴν χειρίδα καὶ ἐπιτωθάζοι τοῖς ἄλλοις, ἐπιλησθεὶς ὅτι ὅλον τὸ σῶμα αὐτοῦ γυμνητεύει,

Οὕτω καὶ οὗτοι σεμνυνόμενοι μὴ δέχεσθαι διγάμους τὰς πάσας ἐντολάς.

τὰς ὁμοίας ταύτῃ καὶ ἔτι ὑπερβολῆ καλλίονας τῷ φυλάττειν, ἐπι θανατίους δὲ ἐν τῷ μὴ φυλάττεσθαι, * τὴν μίαν ἀπαγορεύουσι, τὰς δὲ ἄλλας καταλε λοίπασι. καὶ ἐπιλαθόμενοι ὅλον μὲν τὸ σῶμα γυμνητεύουσιν, ἀπὸ ὅλων τῶν ἐνταλμάτων ἀργήσαντες καὶ τὴν μίαν ἐντολὴν οὐχ ἁγνῶς κατασχόντες.

Καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων ματαιοφροσύνης. πᾶσα δὲ πρόφασις ἑκάστην αἵρεσιν, κἄν τε βραχεῖά τις ὑπῆρξεν, ἀπὸ τῆς ἀληθείας παρείλκυσε καὶ εἰς πολλὴν φορὰν κακῶν κατήγαγεν.

ὥσπερ γὰρ εἴ τις διασφαγὴν εὑρὼν ἐν φραγμῷ παρὰ λεωφόρῳ [καὶ] νομίσῃ διὰ ταύτης βαδίζειν καὶ καταλιπὼν τὴν ὁδὸν ἐκεῖσε τρέπηται, νομίσας ἐγγύτατον ἔχειν ὅθεν διακάμψας πάλιν τῆς ὁδοῦ ἐπιλάβοιτο, ἀγνοήσῃ δὲ ὅτι τεῖχός ἐστιν ὑπέρτατον καὶ μακρῷ διαστήματι ᾠκοδομημένον,

ἐπιτρέχοι δὲ μὴ εὑρίσκων διὰ ποίας τὴν διέξοδον ποιήσηται, ἀντὶ ἑνὸς σημείου ἤτοι μιλίου προκόπτων κατὰ χεῖρα ἔτι πλέον, μὴ εὑρὼν τὴν ὁδόν, καὶ οὕτως τρέπηται ἐπὶ τὰ πλείω, κάμνων δὲ οὕτω καὶ μὴ εὐπορῶν διὰ ποίας ἐπὶ τὴν ὁδοιπορίαν ἑαυτὸν ἀγάγοι, τάχα γε μήτε εὑρεῖν δυνηθείη, εἰ μή τι ἂν ἀνακάμψῃ δι᾽ ἧς καὶ εἰσῆλθεν, —

οὕτω καὶ ἑκάστη αἵρεσις, ὡς συντομίαν τινὰ ἐφευρεῖν διανοηθεῖσα, παρεξώκειλε μὲν διὰ τῆς μακροδίας, ηὑρέθη δὲ αὐτῇ τεῖχος ἀρραγὲς ἡ τῆς ἀνοίας καὶ ἀγνωσίας παρεμπλοκή·

καὶ οὐκ ἂν εὕροι ἡ τοιαύτη ἐπὶ τὴν ἀληθινὴν ἥκειν ὁδόν, εἰ μή τι ἂν ἑκάστη ἀνακάμψῃ εἰς τὸ ἀρχέτυπον τῆς ὁδοῦ, τουτέστιν τὴν βασιλικήν·

ὡς καὶ ὁ νόμος διαρρήδην ἐβόα, τοῦ ἁγίου Μωυσέως λέγοντος τῷ βασιλεῖ Ἐδώμ, ὅτι "τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· παρὰ τὰ ὅριά σου διελεύσομαι εἰς γῆν ἣν ὤμοσε κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι, γῆν ῥέουσαν γάλα καὶ μέλι, τὴν γῆν τῶν Ἀμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων καὶ Εὐαίων καὶ Χαναναίων καὶ Χετταέων, [γῆν ῥέουσαν γάλα καὶ μέλι].

οὐκ ἐκκλινοῦμεν δεφιὰ ἢ ἀριστερά, ὕδωρ ἐν ἀργυρίῳ πιόμεθα καὶ βρώματα ἀργυρίου φαγόμεθα· οὐκ ἐκκλινοῦμεν ἐνιεῦθεν ἢ ἐντεῦθεν, ὁδῷ βασιλικῇ βαδιοῦμεν«.

ἕστι γὰρ ὁδὸς βασιλική, ἥτις ἐντὶν ἡ τοῦ θεοῦ ἐκκλησία καὶ ἡ ὁδοιπορία τῆς ἀληθείας. ἑκάστη δὲ τούτων τὴν βασιλικὴν καταλείψασα, κλίνασα δὲ ἐπὶ τὰ δεξιὰ ἢ ἐπὶ τὰ ἀριστερά, ἐπὶ πολὺ λοιπὸν ἑαυτὴν ἐπιδιδοῦσα εἰς πλάνην παρελκυσθήσεται καὶ οὐκέτι μέτρον ἕχει παρ’ ἑκάστῃ αἱρέσει ἡ τῆς πλάνης ἀνοδία.

13. Ἄγε τοίτυν, θεοῦ δοῦλοι, υἱοί τε τῆς ἁγίας θεοῦ ἐκκλησίας, οἱ τὸν κανόνα ἀσφαλῆ γινώσκντες καὶ τὴν ὁδὸν τῆς ἀληθείας βαδίζοντες, μὴ φωναῖς ἀνθελκυσθῶμεν καὶ φωνῇ ἑκάστης παραπεποιημένης ἐπιτηδεύσεως ἀχθῶμεν.

σφαλεραὶ γὰρ αἱ τούτων ὁδοὶ καὶ ἀνάντης ἡ τρίβος τῆς αὐτῶν παραπεποιημένης ἐννοίας· μεγαλαυχοῦσι καὶ οὐδὲ τὰ μεκρὰ ἴσασιν· ἐλευθερίαν ἐπαγγέλλονται, αὐτοὶ δοῦλοι ὅντες τῆς ἁμαρτίας· τὰ μείζονα αὐχοῦσι καὶ τῶν μικρῶν οὐδ’ ὅλως ἐπελάβοντο.

Ἀλλὰ καὶ περὶ τούτων τῶν δὴ Καθαρῶν λεγομένων, ἀκαθάρτων δὲ εἰ δεῖ τᾶληθῆ λέγειν. ἀρκετὸν ἡγοῦμαι ἕως ἐνταῦθα ἱκανῶς εἰρῆσθαι.

ταύτην δὲ παραρρίψαντες ὡς βασιλίσκου πρόσωπον, τῷ μὲν προδχήματι τοῦ ὀνόματος ἐξοχωτάτην τινὰ ἐπωνυμίαν κεκτημένου, τῇ δὲ δυντυχίᾳ θάνατον ἐμποιοῦντος. ἡμεῖς δὲ τῇ τοῦ ξύλου τοῦ σταυροῦ δυνάμει τοῦτον παίσαντες ἐπὶ τὰς ἐτέρας πάλιν ὁρμήσωμεν, αὐτὴν ἐπαγόμενοι τὴν τοῦ θεοῦ καθικιτείαν,

εἰς τὸ συνοδεῦσαι συμπαραμεῖναι συνεῖναι συνεργῆσαι διαδῶσαι παιδεῦδαι καταξιῶσαι ἡμᾶς τἀληθῆ λέγειν, ἵνα μήτε αὐτοὶ ψευδῶς τι λέγοντες τοῖς αὐτοῖς ὑποπέσωμεν, ὁποίοις αἱ μὴ τἀληθῆ τὸν κόσμον διδάξασαι αἱρέδεις.

Ἔτι δὲ καὶ οἱ ἐν τῇ Ἀφρικῇ τε καὶ Βθζικανίᾳ, οἱ ἀπὸ Δωνάτου τινὸς Δωνατιανοὶ οὅτω καλούμενοι. τὰ ὅμοια τούτοις φρονοῦντες [εἰσιν], ἀφηνιασταὶ καὶ αὐτοὶ δῆθεν διὰ τὸ μὴ συγκοινωνεῖν τοῖς ἐν τῷ διωγμῷ παραπεσοῦσι, τοῖς αὐτοῖς ἀνατραπήσονται καθάπερ κὰι οἱ ἑτεροζυγοῦντες αὐτοῖς Ναυατιανοὶ εἴτ᾿ οὖν Καθαροὶ οὕτω καλούμενοι.

διὸ οὐ χρείαν ἐσχήκαμεν περὶ τούτων τι ἐπεργάσασθαι, ἀλλ᾿ ὁμοῦ αὐτοὺς τοῖς ὁμοίοις αὐτοῖς συνήψαμεν.

περιττότερον δὲ οὗτοι πάλιν καὶ χεῖρον ἐξέπεσον. τὴν γὰρ πίστιν κατὰ τὸν Ἄρειον φρονοῦσιν· ἀνατραπήσονται δὲ ὡσαύτως περὶ πίστεως ἧς κακῶς φρονοῦσιν, ὡς καὶ ὁ Ἄρειος ἀνετράπη διὰ λόγων ἀληθείας, τὰ αὐτὰ τούτοις φρονῶν καὶ οὗτοι ἐκείνῳ. καὶ ταύτην δὲ πάλιν παρελευσόμενοι 9 ἐπὶ τὰς ἐξῆς βαδιοῦμεν, ὥσπερ ἑρπετὰ δεινὰ καταπεπατηκότες ἐν κυρίῳ

Haeresis 60: Κατὰ Ἀγγελικῶν μݲ, τῆς δὲ ἀκολουθίας ξݲ

Ἀγγελικῶν αἵρεσιν * ἀκηκόαμεν καὶ τὸ ὄνομα μόνον ἐνηχήθημεν, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίς ἡ τοιαύτη αἵρεσις, διὰ τὸ τάχα ποτὲ καιρῷ αὐτὴν ἐνστᾶσαν ὕστερον λῆξαι καὶ καταλυθῆναι εἰς τέλος. τὸ δὲ ὄνομα διὰ ποίαν αἰτίαν ἔσχεν οὐκ ἴσμεν.

ἤτοι γὰρ παρὰ τὸ τινὰς ὐπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι φάσκειν (καὶ εἰ αὐτὴ τοῦτο φάσκουσα τῷ ὀνόματι τούτῳ κέκληται, οὐκ ἔχω λέγειν) ἤτοι διὰ τὸ ἐν τάξει ἀγγέλων ἑαυτοὺς σεμνύνειν καὶ βίῳ ἐξοχωτάτῳ ἄγεσθαι (οὐδὲ τοῦτο διαβεβαιοῦμαι), ἢ καὶ ἀπὸ τόπου τινὸς εἰληφότες τοὔνομα, ἐπειδὴ χῶρός τίς ἐστιν Ἀγγελινὴ ἐπέκεινα τῆς Μεσοποταμίας χώρας κείμενος.

2 Ἤδη δὲ ἐν ὑπομνήσει σου γινομένου τοῦ ἀκροατοῦ οὐκ εἰς κατάγνωσιν <ἡμῶν> ἐν ὑπονοίαις γενήσῃ. ἐπηγγειλάμεθα γὰρ τῶν μὲν τὰς ῥίζας καὶ τὰς τροφὰς ἤ τι τῶν [ἐν τοῖς] παρ᾿ αὐτοῖς γινομένων δηλῶσαι, ἄλλων δὲ μόνον τῷ ὀνόματι ἐπιμνημονεῦσαι·

ὡς δὲ ἡ θεία δύναμις παρεσκεύασε καὶ ἐβοήθησεν, ἕως ταύτης τῆς αἱρέσεως τὰς πάσας διεξελθόντες οὐδεμίαν ἐάσαμεν ἀνερμήνευτον, πλὴν μιᾶς ταύτης.

τάχα δὲ διὰ τὸ ἐπαρθεῖσαν τῷ τύφῳ ἀλίγον καιρὸν [καὶ] ὕστερον λῆξαι τὴν ταύτης κατάληψιν οὐ πάνυ σαφῶς ἔγνωμεν.

ταύτης δὲ μόνου ἐπιμνησθέντες τῆς ὀνομασίας ἐν τάχει ὥσπερ ἐκτρώματι τῷ ταύτης ὀνόματι χρησάμενοι παρελευσόμεθα τὸν τόπον.

ἐπὶ τὰς ἑτέρας δὴ διασκοποῦντες τὴν ὁρμὴν ποιεῖσθαι καὶ αἰτούμενοι τὸν τῶν ὅλων δεσπότην παραφανῆναι ἡμῖν καὶ τὰ ἀκριβῆ τῶν παρ᾿ αὐτοῖς γινομένων ἐπιδείξαντα τῷ σμικρῷ ἠμῶν νῷ πάντα κατὰ ἀκρίβειαν σημᾶναι,

ἵν᾿ ἑαυτοῖς τε καὶ τοῖς πέλας τὴν διόρθωσιν ποιησώμεθα τοῦ φεύγειν τὰ φαῦλα, ἐν δὲ τοῖς ἀγαθοῖς κὰι ἀληθεστάτιος τὸ ἑδραῖον ἑαυτοῖς ἐν θεῷ προσπορίσασθαι.

Haeresis 61: Κατὰ Ἀποστολικῶν μݲαݲ, τῆς δὲ ἀκολουθίας ξݲαݲ

Μετὰ δὲ τούτους ἄλλοι ἑαυτοὺς Ἀποστολικοὺς ὠνόμασαν, βούλονται δὲ καὶ Ἀποτακτικοὺς ἑαυτοὺς λέγειν· φυλάττεται γὰρ παρ᾿ αὐτοῖς τὸ μηδὲν κεκτὴσθαι.

εἰσὶ δὲ καἲ οὗτοι ἀπόσπασμα τῶν Τατιανοῦ δογμάτνω, Ἐγκρατιτῶν τε καὶ Τατιανῶν καὶ Καθαρῶν, οἵτινες φύσει γάμον οὐ παραδέχονται· παρήλλακται δὲ παρ᾿ αὐτοῖς καὶ τὰ μυστήρια.

σμενύνονται δὲ δῆθεν ἀκτημοσύνην, σχίζουσι δὲ μάτην οὗτοι καὶ βλάπτουσι τῆν ἁγίαν θεοῦ ἐκκλησίαν, διὰ τοῦ ἐθελοθρῃσκεύειν ἐκπεσόντες τῆς τοῦ θεοῦ φιλανθρωπίας.

οὔτε γὰρ <παρ᾿> αὐτοῖς παραπεπτωκότος τινὸς εἴσδεξις ἔτι γίνεται, τὰ ὅμοια δὲ τοῖς ἀνωτέρω λελεγμένοις φρονοῦσι περί τε τοῦ γάμου καὶ τῶν ἄλλων πραγμάτων.

καὶ οἱ μὲν Καθαροὶ ταῖς ῥηταῖς μόνον γραφαῖς κέχρηνται, οὗτοι δὲ ταὶς λεγομέναις Πράξεσιν Ἀνδρέου τε καὶ Θωμᾶ τὸ πλεῖστον ἐπερενδονται, παντάπασιν ἀλλότριοι τοῦ κανόνος τοῦ ἐκκλησιαστικοῦ ὑπάρχοντες.

Εἰ γὰρ βδελυρός ἐστιν ὁ γάμος, ἄρα ὅλοι ἀκάθαρτοι ὑπάρχουσι <οἱ> διὰ γάμου γεγεννημένοι.καὶ εἰ μόνον τυγχάνει ἡ ἁγία θεοῦ ἐκκλησία τῶν τῷ γάμῳ ἀποταξαμένων, οὐκέτι ὁ γάμος ἐκ θεοῦ ὑπάρχει.

καὶ εἰ οὐχ ὑπάρχει, ἡ πᾶσα παιδοποιουμένη ὑπόθεσις ἀλλοτρία ὑπάρχει θεοῦ, καὶ εἰ ἀλλοτρία ὑπάρχει θεοῦ ἡ παιδοποιουμένη ὑπόθεσις. ἄρα καὶ αὐτοὶ ἀλλότριοι θεοῦ ὑπάρχουσιν ἀπὸ τοιούτων γεγεννημένοι.

ποῦ τοίνυν τὸ εἰρημένον ὅτι »ἃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω;« τὸ μὲν γὰρ ἐπάναγκες † χωρίζειν [ἀπὸ] D 565 ἀνθρώπου ὑπάρχει, τὸ δὲ μετὰ προαιρέσεως ἐγκρατεύεσθαι οὐκ ἀνθρώπου ἔδειξεν, ἀλλὰ θεοῦ τὸ ἔργον.

καὶ ἔχει μὲν ἡ κατὰ φύσιν ἀνάγκη πολλάκις μέμψιν, ὅτι οὐ μετὰ εὐλογίας τὸ ἐπάναγκες ἐπιτελεῖται, ἀλλὰ ἐκτὸς τοῦ κανόνος βέβηκεν· οὐ γὰρ ἐπάναγκες ἡ θεοσέβεια, ἀλλὰ ἐκ προσιρέσεως ἡ δικαιοσύνη.

τὰ δὲ φύσει εἰς θεοσέβειαν ἐπάναγκες * φανερά ἐστιν, ἅ τῇ φύσει ἐπιμεμέτρηται, οἷον τὸ μή πορνεύειν τὸ μὴ μοιχεύειν τὸ μὴ ἀσελγαίνειν τὸ μὴ ἐν ταὐτῷ δευτερογαμεῖν τὸ μὴ ἁρπάζειν τὸ μὴ ἀδικεῖν τὸ μὴ μεθύσειν τὸ μὴ ἀδηφαγεῖν τὸ μὴ εἰδωλολατρεῖν τὸ μὴ φονεύειν τὸ μὴ μεθμακεύειν τὸ μὴ καταρᾶσθαι τὸ μὴ λοιδορεῖν τὸ μὴ ὀμνύναι, ἀγανακετεὶν τε καὶ ταχὺ καταπραΰνεσθαι, ὀργίζεσθαι καὶ μὴ ἁμαρτάνειν, μὴ ἐπιδύνειν ἥλιον ἐπὶ τῷ παροργισμῷ·

τὸ δὲ γάμῳ συναφθῆναι μετὰ εὐνομίας * ἡ φύσις δηλώσει ἐκ θεοῦ κεκτισμένη καὶ ἐπιτραπεῖσα καὶ τὰ ἄλλα ὅσα ἐστὶ τοιαῦτα θατέρως ἔχει τῆς ἐπιτροῆς τὸ μέτρον.

2. Ἀλλ᾿ ὡς περὶ τούτων εἰπεῖν προειλήφαμεν, ἐν ὀλίγῳ χώρῳ οὗτοι ὑπάρχουσι, περὶ τὴν Φρυγίαν τε καὶ Κιλικίαν καὶ Παμφυλίαν.

τί οὖν; ἆρα ἐκκόπτεται ἡ ἐκκλησία ἡ ἀπὸ γῆς περάτων ἄρχι γῆς περάτων; καὶ οὐκέτι <στήσεται ὅτι> »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν«; οὐδὲ οὐκέτι τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον στήσεται τό »ἔσεσθέ μοι μάρτυρες ἄχρι ἐσχάτου τῆς γῆς;«

εἰ μὲν γὰρ οὐκ ἔστιν ἐν σεμνότητι ὁ γάμος καὶ κατὰ θεὸν ὁ γάμος καὶ ζωὴν ἔχων ὀ γάμος, * γεννηθῶσιν ἄνευ γάμου· εἰ δὲ ἀπὸ γάμου γεννῶνται, ἄρα βέβηλοί εἰσι διὰ τὸν γάμον. εἰ δὲ αὐτοὶ μόνοι οὐκ εἰσὶ βέβηλοι.

καίτοι γε ὄντες ἀπὸ γάμον. οὐ βέβηλος ὁ γάμος, διότι ἄνευ αὐτοῦ οὐδεὶς γεννηθήσεταί ποτε ἐν κόσμῳ.

καὶ πολλή τίς ἐστιν ἡ τῶν ἀνθρώπων πλάνη, διὰ ποικιλίας καὶ διὰ πολλῶν προφάσεων ἐργασαμένη τὸ φαῦλον τῇ ἀνθρωπείᾳ φύσει καὶ πλανήσασα ἕκαστον διὰ προφάσεως ἀπὸ τῆς ἀληθείας.

3. Καὶ ἔχει μὲν οὖν ἀποταξίαν ἡ ἐκκλησία, ἀλλὰ οὐ βδελύττεται τὸν γάμον, καὶ ἔχει ἀκτημοσύνην, ἀλλ᾿ οὐ κατεπαίρεται τῶν ἐν κτήσει δικαιοσύνης ὑπαρχόντων καὶ ἐκ τῶν ἰδίων γονέων ἐχόντων. ὅπερ ἑαυτοῖς τε καὶ τοῖς ἐπιδεομένοις ἐπαρκέσειεν.

καὶ ἀπέχονται μὲν βρωμάτων πολλοί, ἀλλὰ οὐ φυσιοῦνται κατὰ τῶν μὴ ἀπεχομένων »ὁ γὰρ ἐσθίων τὸν μή ἐσθίοντα μὴ ἐξουθενείτων, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· κυρίῳ γὰρ ἐσθίει καὶ πίνει, καὶ κυρίῳ οὐκ ἐσθίει καὶ οὐ πίνει«.

καὶ ὁρᾷς μίαν ὁμόνοιαν καὶ μίαν ἐλπίδα καὶ μίαν πίστιν ἐν τῇ ἐκκλησίᾳ, ἑκάστῳ χαριζομένην κατὰ τὴν ἰδίαν δύναμιν καὶ κατὰ τὸν ἴδιον ἀγὼνα τοῦ καμάτου.

ἔοικε δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία νηΐ. ναῦς δὲ οὐκ ἀπὸ ἑνὸς ξύλου σκευάζεται, ἀλλ᾿ ἐκ διαφόρων, καὶ τὴν μὲν τρόπιν ἀπὸ ἑνὸς ξύλου κέκτηται, ἀλλὰ οὐ μονοβόλως, τὰς δὲ ἀγκύρας <ἐξ> ἑτέρου· περιτόναιά τε καὶ σανίδες καὶ τὰ ἐγκοίλαι, στάματά τε κὰι μέρη πρύμνης καὶ τοίχων καὶ ζυγμάτων, ἱστίου τε καὶ πηδαλίων, ἵκνων τε καὶ αὐτχενίων, οἰάκων τε καὶ τῶν ἄλλων πάντων, ἐκ διαφόρων ξύλων ἔχει τὴν συναγωγήν.

ἑκάστη δὲ τούτων τῶν αἱρέσεων μονόξυλός τις οὖσα οὐ τὸν χαρακτῆρα τῆς ἐκκλησίας ὑποφαίνει· ἡ δὲ ἁγία τοῦ θεοῦ ἐκκλησία ἔχει μὲν γάμον σεμνὸν και τιμᾷ τὸν τοιοῦτον, ἐπειδὴ »τίμοις ὁ γάμος κὰι Ἡ κοίτη ἀμίαντος«,

ἔχει <δὲ> ἐγκράτειαν θαυμασιωτάτην καὶ ἐπαινεῖ τὴν τοιαύτην, ἐπειδὴ ἀγῶνα ἀγωνίζεται καὶ κατεφρόνησε τοῦ βίου, ὡς ἔτι δυνατωτέρα, ἔχει δὲ παρθενίαν καὶ ὑπερδοξάζει τὴν τοιαύτην ἐνάρετόν τινα οὖσαν καὶ πτερῷ κουφοτάτῳ κεκοσμημένην, ἔχει ἀποταξαμένους τῷ κόσμῳ καὶ μὴ πεφυσιωμένους κατὰ τῶν ἔτι ἐν κόσμῶ ὑπαρχόντων.

ἀλλὰ χαίροντας τοῖς τοιούτοις εὐλαβεστάτιοις οὖσι, καθάπερ καὶ οἱ ἀπόστολοι, αὐτοὶ μὲν ἀκλτήμονες ὑπάρχοντες, * καὶ αὐτὸς ὁ σωτήρ, πάντων δεσπότης ὤν,

ἐν σαρκὶ γενόμενος οὐδὲν ἀπὸ τῆς γὴς ἐκτήσατο, ἀλλὰ οὐκ ἀπεβάλετο τὰς αὐτῷ τε καὶ τοῖς αὐτοῦ μαθηταῖς διακονούσας γυνῖκας· λέγει γὰρ »αἴτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ καὶ τοῖς μετ᾿ αὐτοῦ ἀπὸ τῶν ἰδίων ὑπαρχόντων«.

4. Ἐπεὶ πῶς ἄρα πληρωθήσεται τὸ εἰρημένον »δεῦτε ἐκ δεξιῶν μου οἱ εὐλογημένοι, οἷς ὁ πατήρ μου ὁ ἐπουράνιος ἔθετο τὴν βασιλείαν πρὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, γυμνὸς ἤμην καὶ περισβάλετέ με«;

πόθεν δὲ ταῦτα οὗτοι εἶχον πράττειν, εἰ μὴ ἀπὸ δικαίων πόνων <ὧ ν> ἐπετέλουν καὶ ἀπὸ τῶν ἰδίων ὑπάρξεων ἐν δικαιοςύνῃ;

καὶ εἰ μὲν αὐτοὶ <οἱ> ἀποταξάμενοι καὶ ἀποστολικὸν βίον βιοῦντες μετὰ τῶν ἄλλων ἦσαν μεμιγμένοι, οὐκ ἀλλότριος ἦν ὁ χαρακτὴρ οὔτε ἀπὸ τῆς τοῦ θεοῦ διατάξεως ἀπεξενωμένος·

καὶ εἰ γυναιφὶν ἀπετάξαντο δἰ ἐγκράτειαν, ἐπαινετὴ ἦν ἡ προαίρεσις, εἴπερ τὸν γάμον οὐκ ἐβδελύξαντο, ἀλλὰ τοῖς ἔτι ἐν γάμῳ <οὖσιν> κοινωνοῖς ἐχρήσαντο [ἄν], εἰδότες ἑκάστου τὸ μέτρον καὶ τὴν τάξιν.

ἡ γὰρ τοῦ θεοῦ ναῦς πάντα ἐπιβάτην δέχεται, δίχα λῃστοῦ· γνοῦσα γὰρ λῃστὴν καὶ πειρατὴν τοῦτον οὐκ εἰσδέχεται οὐδὲ φυγάδα καὶ ἀπὸ τῶν ἰδίων δεσποτῶν ἀφηνιάζοντα.

οὕτω καὶ ἡ ἁγία τοῦ θεοῦ ἐκκληςία οὐ δέχεται πορνείαν, οὐ δέχεται μοιχείαν, οὐ δέχεται ἐπαρνησιθεΐαν, οὐ δέχεται τοὺς ἀθετοῦντας τὴν δεσποτείαν τῆς τοῦ θεοῦ διατάξεως καὶ τῶν αὐτοῦ ἀποστόλων,

δέχεται δὲ τὸν μὲν μεγάλῃ πραγματείᾳ, τὸν δὲ ἐν ἐμπειρίᾳ ναυτικῶν, τὸν δὲ κυβερνήτην καὶ * ἐπιστήμονα, τὸν δὲ ἐν πρῳρικῇ, τὸν δὲ ἐν πρυμνικῇ , ἔχοντα τὸ ἐμπειρότατον τῆς ἐπισκοπῆς. τὸν δὲ καὶ ἐν μέτρῳ τινὶ ὑποστάσεως καὶ ἐνθήκης ὄντα, τὸν δὲ καὶ ἕως τοῦ διαπερᾶσαι μόνον καὶ μὴ ἐν θαλάσςῃ καταποντωθῆναι.

καὶ οὐ πάντως ὅτι τῷ μὴ τοσαῦτα κεκτημένῳ τὴν σωτηρίαν οὐ παρέχει, ἀλλὰ οἶδε μὲν πάντας σῴζειν, ἕκαστον δὲ κατὰ τὴν ἰδίαν πραγματείαν. καὶ πόθεν οἱ ἐξ οἰκίας τοῦ Καίσαρος ἀσπάζονται παρὰ τῷ ἀποστόλῳ;

πόθεν δὲ τῷ ἀποστόλῳ τὸ εἰρημένον τό »ἐὰν νομίζῃ ἀσχημονεῖν ἐπὶ τὴν ἰδίαν παρθένον καὶ οὕτως ὀφείλει ποιῆσαι, γαμείτω· οὐχ ἁμαρτάνει«.

οὐκ ἐκτὸς δὲ λουτροῦ δύναται πληροῦν τὸ οὐκ ἁμαρτάνειν. εἰ γὰρ »πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, δικαιούμενοι δωρεὰν τῇ χάριτι«, δηλον <ὅτι> διὰ λουτροῦ παλιγγενεδίας. τὸ γὰρ λουτρὸν ἐκόσμησε τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀπολοῦσαν πᾶν ἁμάρτημα διὰ μετανοίας.

ἄρα γε καὶ ἐπὶ τὴν οὖσαν παρθένον τὸ χάρισμα ἐξήπλωται τοῦ βαπτίσματος καὶ ἐπὶ τὴν οὐκ οὖδαν παρθένον σφραγίζεσθαι ἐπείγεται διὰ τὸ ἁμαρτές.

5. Ἀλλὰ μή τινες πάλιν ὑδαρευόμενοι νομίσωσιν, ἐὰν εἴπωμεν περὶ παρθένου διατάξασθαι τὸν ἀπόστολον τὸ γῆμαι, μὴ τὴν ἅπαξ ὁρίσασαν παρθενίαν θεῷ κατασπάσαι τοῦ ἰδίου δρόμου βουλόμενος ὁ ἀπόστολος ταῦτα διετάξατο.

οὐ γὰρ περὶ τούτων ὁ λόγος, ἀλλὰ περὶ παρθένων ὑπεράκμων τῶν οὐ διὰ παρθενίαν ἐν τῇ ἀκμῇ παραμειναςῶν, ἀλλὰ διὰ τὸ ἠπορηκέναι ἀνδρῶν πρὸς γάμον.

ἐξ Ἰουδαίων γὰρ ὁρμώμενοι οἱ ἀπόστολοι καὶ κατὰ τὸν νόμον πολιτευςάμενοι τὴν ἀρχὴν τοῦ κηρύγματος ἐποιήσαντο, θεσμοῖς ἔτι κατεχόμενοι τοῖς ἐν τῷ νόμῳ, οὐ κατά τινα σαρκὸς δικαίωσιν, ἀλλὰ κατὰ τὴν ἐμμελῆ τοῦ νόμου ἀσφάλειαν καὶ ἀκριβολογίαν.

θαυμαστῶς γὰρ ἐκήρυττεν ὁ νόμος μὴ δοῦναι τὰς θυγατέρας τοὺς Ἰσραγλίτας τοῖς ἀλλοφύλοις, ἵνα μὴ ἀποπλανῶσιν αὐτὰς ἐπὶ τὰ εἴδωλα. ἕκαστος τοίνυν τῶν πιστευςάντων τότε προσετάσσετο οὐκέτι Ἰουδαίοις ἐκδίδοσθαι τὴν ἑαυτοῦ παρθένον, ἀλλὰ Χριστιανοῖς ὁμοδόξοις καὶ ὁμογνώμοσι.

νέου δὲ ὄντος τοῦ κηρύγματος οὔπω πλῆθος κατὰ τόπον καὶ τόπον Χριστιανῶν ὑπῆρχε καὶ Χριστιανικῆς διδασκαλίας. οἵτινες οὖν τότε ἔσχον θυγατέρας παρθένους, μὴ εὐποροῦντες ἐκδίδοσθαι Χριστιανοῖς, ἐφύλαττον τὰς ἑαυτῶν παρθένους ἄχρι πολλοῦ τοῦ χρόνου, ἐκεῖναι δὲ ὑπερακμάζουσαι περιέπιπτον πορνείᾳ διὰ τὴν κατὰ φύσιν ἀνάγκην.

ὁ γοῦν ἀπόστολος ὁρῶν τὸ ἐπιζήμιον <τὸ> διὰ τῆς ἀκριβολογίας συμβαῖνον ἐπέτρεψε λέγων »εἰ δέ τις βούλεται <ἐκδοῦναι> τὴν ἑαυτοῦ παρθένον«, καὶ οὐκ εἶπε »τὴν ἰδίαν παρθενίαν« οὐ γὰρ περὶ τοῦ ἰδίου σώματος ἔλεγεν,

ἀλλὰ περὶ τοῦ πατρὸς φυλάσσοντος παρθένον· εἰ δὲ καὶ τὴν ἑαυτοῦ παρθένον τὸ ἴδιον σῶμα λέγει, οὐδὲν κωλύσει.

φηςὶν οὖν »<ὅς> ἕστηκεν ἑδραῖος ἐν τῷ ἰδίῳ νῷ καὶ τοῦτο ὀφείλει ποιῆσαι, γαμείτω, φηςίν, οὐχ ἁμαρτάνει. γαμείτω, ᾧ δ᾽ ἂν εὐποροίη, οὐχ ἁμαρτάνει". καὶ διὰ τοῦτό φησιν· "δέδεσαι γυναικί, μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός, μὴ ζήτει γυναῖκα". ὁ λέγων "θέλω πάντας εἶναι ὡς ἐμαυτόν" ἔλεγεν καί "εἰ οὐκ ἐγκρατεύονται, γαμείτωσαν".

Πάλιν δὲ προτρεπόμενος τοὺς ἀγγάμους ἔλεγε "λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ".

πῶς οὖν πάλιν ἔλεγε "δέδεσαι γυναικί, μὴ ζήτει λύσιν"; ἢ πῶς οὐκ ἀντινομοθετῶν εὑρεθήσεται τῷ ἰδίῳ κυρίῳ τῷ λέγοντι "ὃς μὴ καταλίπῃ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα καὶ θυγατέρας, οὐκ ἔστι μου μαθητής";

πῶς δὲ ὁ λέγων ὅτι δεῖ καταλιπεῖν γυναῖκα σεμνὴν καὶ πατέρα αὐτὸς πάλιν λέγει "ὁ τιμῶν πατέρα καὶ μητέρα· αὕτη γάρ ἐστιν ἐν ἐπαγγελίαις πρώτη ἐντολὴ ὑπάρχουσα" καί "ὃ ὁ θεὸς συνέζευξεν,

ἄνθρωπος μὴ χωριζέτω"; ἀλλὰ πάντα τὰ θεῖα ῥήματα οὐκ ἀλληγορίας δεῖται ὡς ἔχει δυνάμεως, θεωρίας δὲ δεῖται καὶ αἰσθήσεως εἰς τὸ εἰδέναι ἑκάστης ὑποθέσεως τὴν δύναμιν.

δεῖ δὲ καὶ παραδόσει κεχρῆσθαι· οὐ γὰρ πάντα ἀπὸ τῆς θείας γραφῆς δύναται λαμβάνεσθαι. διὸ τὰ μὲν ἐν γραφαῖς, τὰ δὲ ἐν παραδόσεσιν παρέδωκαν οἱ ἅγιοι ἀπόστολοι, ὥς φησιν ὁ ἅγιος ἀπόστολος" ὡς παρέδωκα ὑμῖν" καὶ ἄλλοτε "οὕτως διδάσκω, καὶ οὕτως παρέδωκα ἐν ταῖς ἐκκλησίαις", καί "εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε".

Παρέδωκαν τοίνυν οἱ ἅγιοι θεοῦ ἀπόστολοι τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ ἁμαρτὲς εἶναι τὸ μετὰ τὸ ὁρίσαι παρθενίαν εἰς γάμον τρέπεσθαι, καὶ ἔγραψεν ὁ ἀπόστολος "ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε"· πῶς οὖν συνᾴδει τοῦτο τούτῳ;

ἀλλὰ ἐκείνην τὴν παρθένον λέγει τὴν μὴ ὁρίσασαν θεῷ, ἀλλὰ αστ; διὰ τὴν ἀπορίαν τῆς κατὰ τὸν καιρὸν ἐκεῖνον σπάνης τῶν εἰς Χριστὸν πεπιστευκότων κατ᾽ ἀνάγκην οὕτως ἐπετελεῖτο.

καὶ ὅτι μὲν ταῦθ᾿ οὕτως ἔχει διδάξει ἡμᾶς ὁ αὐτὸς ἀπόστολος λέγων »νεωτέρας χήρας παραιτοῦ. μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν«.

εἰ τοίνυν καὶ ἡ μετὰ πεῖραν κόσμου χηρεύσασα, διὰ τὸ τετάχθαι θεῷ γήμασα κρίμα ἕξει, ἀθετήσασα τὴν πρώτην πίστιν, πόσῳ γε γᾶλλον ἡ καὶ ἑαυτὴν ἄνευ πείρας κόσμου ἀναθεῖσα παρθένος θεῷ γαμήσασα;

πῶς <γὰρ> οὐχὶ μᾶλλον αὕτη ὑπερεκπερισσοῦ κατεστρηνίασε Χριστοῦ καὶ τὴν μείζονα πίστιν ἠθέτησε καὶ ἕξει κρίμα, ὡς ἀναχαλασθεῖσα τῆς ἰδίας κατὰ θεὸν προθέσεως;

7. »Γαμείτωσαν, τοίνυν, τεκνοποιείτωσαν, οἰκοδεσποτείτωσαν«, σύντομος καὶ μέσος λόγος κατὰ τῶν τὰ φαῦλα διανοουμένων περὶ ἑκάστης ἐκκλησιαστικῆς τοῦ κηρύγματος ὑποθέσεως, παρεκβάλλων μὲν τοὺς λέγοντας ἑαυτοὺς Ἀποστολικοὺς καὶ Ἀποτακτικοὺς καὶ Ἐγκρα τίτας καὶ παρεκβάλλων τοὺς ὑδαρευομένους ἐν τῇ ἐκκλησίᾳ καὶ ἀναπείθοντας γύναια ἀπὸ τελείου δρόμου ἀναχαλασθέντα ἀθετεῖν τὴν τοσαύτην τοῦ δρόμου τελειότητα.

καὶ ἔχει μὲν ἁμαρτίαν καὶ κρίμα ὁ ἀθετήσας θεοῦ τὴν παρθενίαν καὶ καταισχύνας τὸν ἀγῶνα. παραφθείρας φθείρας γὰρ ἀγῶνα ἀθλητὴς μαστιχθεὶς ἐκβάλλεται τοῦ ἀγῶνος καὶ παραφθείρας τις παρθενίαν ἐκβάλλεται τοῦ τοιούτου δρόμου καὶ στεφάνου καὶ βραβείου ἀλλὰ κρεῖττόν ἐστι κρίμα, καὶ μὴ κατάκριμα.

οἱ γὰρ μὴ <φανερῶς> διὰ τὸ αἰσχυνθῆναι <ἐπὶ> τοῖς ἀνθρώποις, κρυφῆ <δὲ> πορνεύοντες * ποιοῦσι παρθενίας ἢ μονότητος ἢ ἐγκρατείας.

οὐ <γὰρ> πρὸς ἀνθρώπους ἔχουσι τὴν ὁμολογίαν, ἀλλὰ πρὸς θεὸν τὸν εἰδότα τὰ κρύφια καὶ ἐξελέγχοντα πᾶσαν σάρκα ἐν τῇ αὐτοῦ παρουσίᾳ περὶ ὧν ἕκαστος ἥμαρτε.

κρεῖττον τοίνυν ἔχειν μίαν ἁμαρτίαν καὶ μὴ περισσοτίρας· κρεῖττον τὸν πεςόντα ἀπὸ δρόμου φανερῶς λαβεῖν ἑαυτῷ γυναῖκα κατὰ νόμον καὶ ἀπὸ παρθενίας πολλῷ χρόνῳ μετανοήσαντα εἰσαχθῆναι πάλιν εἰς τὴν ἐκκλησίαν, ὡς παραπεσόντα καὶ κλασθέντα καὶ χρείαν ἔχοντα ἐπιδέματος, καὶ μὴ καθ᾿ ἑκάστην ἡμέραν βέλεσι κρυφίοις κατατιτρώσκεσθαι [καὶ] πονηρίας ὑπὸ διαβόλου αὐτῷ ἐπιφερομένοις.

8. Οὕτως οἶδεν ἡ ἐκκλησία κηρύττειν, ταῦτα τὰ φάρμακα τῆς ἰάσεως, ταῦτα τὰ εἴδη τῆς μυρεψικῆς ἐργασίας, αὕτη ἡ κατασκευὴ τοῦ ἁγίου ἐλαίου ἐν τῷ νόμῳ, αὕτη ἡ ἀρωματίζουσα καλὴ πίστις, ἐπισφίγγουσα μὲν τὸν ἀθλοῦντα εἰς ἀγῶνα, ἐπικηρυκευομένη δὲ αὐτῷ διατεῖναι τὸν δρόμον, ὅπως δυνηθῇ στεφανωθῆναι·

αὕτη ἡ τοῦ θεοῦ πραγματεία, πάντα συνάγουσα εἰς τὴν βασιλικὴν διάταξιν, καὶ πορφύραν μὲν ἀπὸ θαλάσσης καὶ ἔριον ἀπὸ προβάτου καὶ λίνον ἐκ γῆς καὶ βύσσον καὶ σηρικὸν καὶ δέρματα ἠρυθροδανωμένα καὶ λίθον τίμιον, τὸν σμάραγδον τὸν μαργαρίτην τὸν ἀχάτην, τοῖς μὲν χρώμασι διαλλάττοντας λίθους, τῇ δὲ τιμῇ

ὁμοτίμους ὄντας, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον καὶ ξύλα ἄσηπτα καὶ χαλκὸν καὶ σίδηρον, ἀλλὰ καὶ τρίχας αἰγείας μὴ ἀποβαλλομένη.

και αὕτη μὲν ἦν τότε ἡ σκηνή, νῦν δὲ <ἀντὶ> τῆς σκηνῆς ὁ οἶκος ἡδραιωμένος ἐν θεῷ, θεμελιούμενος δὲ ἐν δυνάμιε *. καὶ παυσάσθω πᾶσα αἵρεσις κατὰ τῆς ἀληθείας ἐπεγειρομένη, μᾶλλον δὲ ἑαυτὴν ἀπὸ ἀληθείας διώκουσα.

Καὶ ἕως ὧδε ταῦτα ἐχέτω. τὴν γαῦρον δὲ ταύτην ἔχιδναν, δίκην ἀκοντίου τοῦ καλουμένου ἢ τύφλωπος ἢ μυάγρου, ξύλῳ τῷ σταυροῦ πεπαικότες καὶ καταλείψαντες, ἰὸν μὲν οὐ τοσοῦτον ἔχοντα τὰ ἑρπρτώδη ταῦτα, πλὴν καὶ τῷ δρόμῳ καὶ τῷ γαυράματι καὶ τῇ ἀκοντιάσει διὰ τὴν αὐτῶν ἐπεντριβὴν τούτοις καλῶς ἀπεικασθέντα, περιφρονήσαντες τῶν αὐτῶν ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὤ ἀγαπητοί.
Haeresis 62: Κατὰ Σαβελλιανῶν μݲβݲ, τῆς δὲ ἀκολουθίας ξݲβݲ

Σαβέλλιός τις έν χρόνοις ἀνέστη οὐ πολλῷ πρότερον παλαιοτάτοις (πρόσφατος γὰρ οὖτος), ἀφ᾿ οὖπερ οἱ Σαβελλιανοὶ καλούμενοι.

καὶ οὖτος δὲ παραπλησίως τῶν Νοητιανῶν <ἐδίδασκε> πλὴν ὀλίγων τινῶν ὦν ἐπεδογμάτισε.

πολλοὶ δὲ ἐν τῇ μέσῃ τῶν ποταμῶν μῶν καὶ ἐπὶ τὰ μέρη τῆς ῾Ρώμης τοῦ αὐτοῦ δόγματος ὑπόρχουσιν, ἀνοίᾳ τινὶ φερόμενοι.

Δογματίζει γὰρ οὖτος καὶ οἱ ἀπ᾿ αὐτοῦ Σαβελλιανοὶ τὸν αὐτὸν εἶναι πατέρα, τὸν αὐτὸν εἶναι υἱὸν, τὸν αὐτὸν εἶναι ἄγιον πνεῦμα, ὡς εἶναι ἐν μιᾷ ὑποστάσει τρεῖς ὀνομασίας,

ἢ ὡς ἐν ἀνθρώπῳ σῶμα καὶ ψυχὴν καὶ πνεῦμα, καὶ εἶναι μὲν τὸ σῶμα ὡς εἰπεῖν τὸν πατέρα, ψυχὴν δὲ ὡς εἰπεῖν τὸν υἱόν, τὸ πνεῦμα δὲ ὡς ἀνθρώπου, οὔτως καὶ τὸ ἄγιον πνεῦμα ἐν τῇ θεὀτητι.

ἢ ὡς ἐὰν ᾖ ἐν ἡλίῳ, ὄντι μὲν ἐν μιᾷ ὑποστάσει, τρεῖς δὲ ἔχοντι τὰς ἐνεργείας, φημὶ δὲ τὸ φωτιστικὸν καὶ τὸ θάλπον καὶ αὐτὸ τὸ τῆς περιφερείας σχῆμα.

καὶ εἶναι μὲν τὸ θάλπον εἴπ᾿ οὖν θερμὸν καὶ ζέον τὸ πνεπυμα, τὸ δὲ φωτιστικὸν τὸν υἱόν, τὸν δὲ πατέρα αὐτὸ εἶναι τὸ εἶδος τῆς πάσης ὑποστάσεως.

πεμφθέντα δὲ τὸν υἱὸν καιρῷ ποτε ὥσπερ ἀκτῖνα καὶ ἐργασάμενον τὰ πάντα ἐν τῷ κόσμῳ τὰ τῆς εὐαγγελικῆς οἰκονομίας καὶ σωτηρίας τῶν ἀνθρώπων ἀναληφθῆναι αὖθις εἰς οὐρανόν, ὤσπερ ὑπὸ ἡλίου πεμφθείσης ἀκτῖνος καὶ πάλιν εἰς τὸν ἤλιον ἀνασραμούσης.

τὸ δὲ ἄγιον πνεῦμα πέμπεσθαι εἰς τὸν κόσμον, καὶ καθάπαξ καὶ καθ᾿ ἔκαστα εἰς ἔκαστον τῶν καταξιουμένων· ἀναζωογονεῖν δὲ τὸν τοιοῦτον καὶ ἀναζέειν, θάλπειν τε καὶ θερμαίνειν ὡς εἰπεῖν διὰ τῆς τοῦ πνεύματος δυνάμεώς τε καὶ συμβάσεως. καὶ ταῦτά ἐστιν ἄ δογματίζουσι.

2. Κέχρηνται δὲ ταῖς πάσαις γραφαῖς παλαιᾶς τε καὶ καινῆς διαθήκης, λέξεσι δέ τισιν αἶς αὐτοὶ ἐκλέγονται κατὰ τὴν ἰδίαυ αὐτῶν παραπεποιημένην φρενοβλάβειάν τε καὶ ἄνοιαν.

πρῶτον μὲν τῷ ῥητῷ ᾦ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν ὄτι »ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἶς ἐστιν«, »οὐ ποιήσεις σεαυτῷ θεοὺς ἑτέρους«, »οὐκ ἔσονταί σοι θεοὶ πρόσφατοι«, ὄτι »ἐγὼ θεὸς πρῶτος καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἐστιν ἕτερος«·

καὶ ὅσα τοιαῦτα *, κατὰ τὸν ἴδιον αὐτῶν νοῦν * εἰς τούτων [δὲ] παράστασιν φέρουσι. πάλιν ἀπὸ τοῦ εὐαγγελίου, ὅτι »ἐγὼ ἐν τῷ πατρὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἔν ἐσμεν«.

Τὴν δὲ πᾶσαν αὐτῶν πλάνην καὶ τὴν τῆς πλάνης αὐτῶν δύναμιν ἔχουσιν ἐξ ἀποκρύφων τινῶν, μάλιστα ἀπὸ τοῦ καλουμένου Αἰγυπτίου εὐαγγελίου, ὥς τινες τούτῳ ὄνομα ἐπέθεντο.

ἐν αὐτῷ γὰρ πολλὰ τοιαῦτα ὡς ἐν παραβύστῳ μυστηριωδῶς ἐκ προσώπου τοῦ σωτῆρος ἀναφέρεται, ὡς αὐτοῦ δηλοῦντος τοῖς μαθηταῖς τὸν αὐτὸν εἶναι πατέρα, τὸν αὐτὸν εἶοναι υἱόν, τὸν αὐτὸν εἶναι ὅγιον πνεῦμα.

εἶτα ὅταν συναντήσωσί τισι τῶν ἀφελεστέρων ἢ ἀκεραίων, τῶν μὴ τὰ σαφῆ τῶν θείων γραφῶν γινωσκόντων, τὴν πρώτην πτύρσιν αὐτοῖς ὑφηγοῦνται ταύτην· τί ἄν εἴπωμεν, ὦ οὖτοι, ἕνα θεὸν ἔχομεν ἢ τρεῖς θεούς;

ὅταν δὲ ἀκούσῃ ὁ ἐν εὐλαβείᾳ ὢν καὶ μὴ τὰ τέλεια τῆς ἀληθείας ἐπιστάμενος, εὐθὺς τὸν νοῦν ταραχθεὶς συγκατατίθεται τῇ ἐκείνων πλάνῃ [καὶ εὑρίσκεται ἀρνούμενος τὸν θεὸν] καὶ εὑρίσκεται ἀρνούμενος τὸ εἶναι υἱὸν καὶ [τὸ] ἅγιον πνεῦμα.

3. Ἐν πᾶσι δὲ τούτοις ἐνέπνευσεν ὁ τῶν ἀνθρώπων ἀντίπαλος ἀπ᾿ αἰῶνος, ἵνα τὸν μὲν οὕτως, τὸν δὲ οὕτως, τοὺς πλείους δὲ ὁμοῦ ἀπατήσῃ καὶ πλανήσῃ ἀνθρώπους ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας.

καὶ ὅτι μὲν ἀληθῶς εἶς ἐστι θεὸς καὶ οὐκ ἔστιν ἔτερος, σαφῶς ἐν τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ ὡμολόγηται, καὶ συμπεφώνηται ὅτι οὐ πολυθεΐαν εἰσηγούμεθα, ἀλλὰ μοναρχίαν κηρύττομεν.

μοναρχίαν δὲ κηρύττοντες οὐ σφαλλόμεθα, ἀλλά ὁμολογοῦμεν τὴν τριάδα, μονάδα ἐν τριάδι καὶ τριάδα ἐν μονάδι, καὶ μίαν θεότητα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.

οὐ γὰρ ὁ υἱὸς ἑαυτὸν ἐγέννησεν οὐδὲ ὁ πατὴρ μεταβέβληται ἀπὸ τοῦ πατὴρ εἶναι <εἰς τὸ εἶναι> υἱὸς οὐδὲ τὸ ἅγιον πνεῦμα Χριστὸν ἑαυτό ποτε ὠνόμασεν, ἀλλὰ πνεῦμα Χριστοῦ καὶ διὰ Χριστοῦ διδόμενον, ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον.

ἐνυπόστατος ὁ πατήρ, ἐνυπόστατος ὁ υἱός, ἐνυπόστατον τὸ ἄγιον πνεπυμα. ἀλλὰ οὐ συναλοιφὴ ἡ τριάς, ὡς ὁ Σαβέλλιος ἐνόμισεν, οὔτε ἠλλοιωμένη τῆς ἰδίας ἀιδιότητός τε καὶ δόξης, ὡς ὁ Ἅρειος κενοφωνῶν ἐδογμάτισεν,

ἀλλ᾿ ἀεὶ μὲν ἦν ἡ τριὰς τριὰς καὶ οὐδέποτε ἡ τριὰς προσθήκην λαμβάνει, μία οὖσα θεότης μία κυριότης μία οὖσα δοξολογία, ἀλλὰ τριὰς ἀριθμουμένη, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐχ ὡς ἕν τι τρισὶν ὀνόμασι κεκλημένον, ἀλλὰ ἀληθῶς τέλεια τὰ ὀνόματα, τέλειαι αἱ ὑποστάσεις·

οὐδὲν δὲ παρηλλαγμένον, πατὴρ δὲ ἀεὶ πατὴρ καὶ οὐκ ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ πατὴρ πατήρ, τέλειος ὤν ἀεὶ πατὴρ ἐνυπόστατος καὶ υἱὸς ἀεὶ τέλειος ὤν, ἀεὶ ἐνυπόστατος, ἐκ πατρὸς ἐν ἀληθείᾳ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως καὶ ἀνεκδιηγήτως, ὤν πατρί,

οὐκ ἀρξάμενος τοῦ εἶναι οὐδὲ διαλείπων ποτέ, ἀεὶ δὲ υἱὸς γνήσιος πατρὶ συνυπάρχων, ἐκ πατρὸς ἀχρόνως γεγεννημένος, ἴσος ὤν, θεὸς ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, γεννηθεὶς οὐ κτισθείς, ἀλλὰ οὐκ αὐτὸς πατὴρ οὐδὲ ὁ πατὴρ αὐτὸς υἱός, εἶς δὲ θεὸς πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα.

4 Ἀεὶ γὰρ τὸ πνεῦμα σὺν πατρὶ καὶ υἱῷ, οὐ συνάδελφον πατρὶ οὐ γεννητὸν οὐ κατιστὸν οὐκ ἀδελφὸν υἱοῦ, οὐκ ἔκγονον πατρός, ἐκ πατρὸς δὲ ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλὰ ἐκ τῆς αὐτῆς οὐσίας, [ἐκ] τῆς αὐτῆς θεότητος,

ἐκ πατρὸς καὶ υἱοῦ, σὺν πατρὶ καὶ υἱῷ, ἐνυπόστατον ἀεὶ πνεῦμα ἅγιον, πνεῦμα θεῖον πνεῦμα δόξης πνεῦμα Χριστοῦ πνεῦμα πατρός, (»πὸ γὰρ πνεῦμα τοῦ πατρός, <φησί,> τὸ λαλοῦν ἐν ὑμῖν« καί »τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν«), τρίτον τῇ ὀνομασίᾳ ἴσον τῇ θεότητι, οὐκ ἠλλοιωμένον παρὰ πατέρα καὶ υἱόν, σύνδεσμος τῆς τριάδος, ἐπισφραγὶς τῆςν ὀμολογίας.

ὁ γὰρ υἱός φησιν »ἐγὼ καὶ ὁ πατήρ, <οἱ δύο> ἕν ἐσμεν«· καὶ οὐκ εἶπεν »εἶς εἰμι«, ἀλλὰ τῷ »ἐγώ« καὶ τῷ »ὁ πατήρ« σγμαίνει ἐνυπόστατον τὸν πατέρα καὶ ἐνυπόστατον τὸν υἱόν· καί »οἱ δύο« εἶπε, καὶ οὐκ εἶπεν »ὁ εἶς«· καὶ πάλιν »ἔν ἐσμεν«, καὶ οὐκ εἶπεν »εἶς εἰμι«.

ὡσαύτως δὲ »ἀπελθόντες, <φησί>, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«. μέσων δὲ τιθεμένων τῶν συνδέσμων, τουτέστιν τῆς συλλαβῆς τοῦ »καί« ἐλἐγχει τὸν Σαβέλλιον ματαίως τὴν συναλοιφὴν παρεισφέροντα ·

ὅπου γὰρ »καί« <τίθεται>, σημαίνει ἀληθῶς πατέρα, ἀληθῶς υἱόν, ἀληθῶς ἄγιον πνεῦμα· ὁπότε δὲ ὁμόστοιχος ἡ τριὰς καὶ ἐν ἑνὶ ὀνόματι τριὰς καλουμένη, ἐλἐγχει τὸν Ἄρειον, ὑπόβασίν τινα διανοούμενον ἐν τῇ τριάδι ἢ ἀλλοἰωσιν ἢ παραλλαγήν.

κἂν τε γὰρ ὁ πατὴρ μέζων παρὰ υἱοῦ δοξάζοντος αὐτὸν ἀπαγγέλλεται, πρεπωδεστάτως τῷ υἱῷ τὴν <ἴσην> δόξαν περιποιεῖται. τίνι γὰρ ἔπρεπε δοξάζειν <τὸν> ἴδιον πατέρα ἀλλὰ τῷ γνησίῳ υἱῷ;

ὅταν δὲ πάλιν τὴν ἰσότητα βούλεται λέγειν, ἴνα μὴ ἐκπέσωσί τινες ἦσσόν πως περὶ υἱοῦ διανοούμενοι, οὕτως φησίν »ὁ μὴ τιμῶν τὸν υἱόν, ὡς τιμᾷ τὸν πατέρα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ« καί »πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι«. τί δέ ἐστι »τὰ τοῦ πατρός« ἀλλά· »θεὸς ὁ πατήρ, θεός εἰμι· ζωὴ ὁ πατήρ, ζωή εἰμι· ἀεὶ ὁ πατήρ, ἀεί εἰμι· πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστιν«;

5. Ὅρα δέ ὦ Σαβέλλιε, καὶ κατανόει· διάνοιξον τὰ ὄμματα τῆς καρδίας σου καὶ μὴ ἀβλέπτει. συνελθέτω ἡ διάνοιά σου καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων Ἰωάννῃ τῷ ἁγίῳ εἰς τὸν Ἰορδάνην.

ἄνοιγε τὰ ὦτά σου καὶ ἄκουε τῆς φωνῆς τοῦ προφήτου λέγοντος »ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«, ἄκουε τοῦ προδρόμου κυρίου, τοῦ ἀγγέλου καταξιωθέντος ὀνομασθῆναι, τοῦ ἀπὶ κοιλίας μητρὸς λαβόντος πνεῦμα ἅγιον καὶ σκιρτήσαντος τῇ πρὸς Ἐλισάβετ εἰσόδῳ τῆς Μαρίας·

ὅς ἔγνω ἔτι ἐν κοιλίᾳ ὑπάρχων εἴσοδον τοῦ ἰδίου δεσπότου καὶ ἐσκίρτα· ᾦ ἐδόθη τὸ μήνυμα τοῦ προκηρύγματος καὶ ἡ ἑτοιμασία τῆς ὁδοῦ τοῦ κυρίου· πείσθητι αὐτῷ, καὶ οὐ διαπέσοις ἀπὸ τοῦ σκοποῦ τῆς ἀληθείας.

ἰδοὺ γὰρ αὐτὸς μαρτυρεῖ λέγων πρῶτον μέν, τὸν δεσπότην ἑαυτοῦ ἐπιγνούς, ὅτι »ἐγὼ σοῦ χρείαν ἔχω καὶ σὺ ἔρχῃ πρός με«, καὶ τοῦ σωτῆρος λέγοντος »ἄφες ἄρτι, ὅπως πληρωθῇ πᾶσα δικαιοσύνη«, καὶ αὐτοῦ βαπτισθέντος ὑπ᾿ αὐτοῦ, ὥς φησι τὸ θεῖον εὐαγγέλιον,

[ὅτι] »ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι ἠνοίχθησαν οἱ οὐρανοί, καὶ τεθέαμαι τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν. καὶ φωνὴ ἐκ τοῦ οὐρανοῦ, οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ᾿ ὃν ηὐδόκησα«.

ἄνω ἦν ὁ πατήρ, ὦ φιλόνεικε, ἄνωθεν ἡ φωνὴ ἤρχετο. εἰ τοίνυν ἄνωθεν ἡ φωνή, διάκρινόν μοι τὴν παραπεποιημένην σου διάνοιαν. τίνι ὁ πατὴρ ἔλεγεν »οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ᾿ ὃν ηὐδόκησα«; καὶ τίς ἦν οὖτος;

διὰ τί δὲ ἐν εἴδει περιστερᾶς κατελήλυθε, καίτοι γε σῶμα μὴ φορέσαν, τὸ πνεῦμα; ὁ γὰρ μονογενὴς μόνος <σῶμα> ἐνεδύσατο καὶ τελείως ἐνηνθρώπησεν ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου,

οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ ἑαυτῷ ἀναπλασάμενος Ὁ ἀρχιτέχνας λόγος σῶμα ἀπὸ Μαρίας καὶ ψυχὴν τὴν ἀνθρωπείλαν καὶ νοῦ καὶ εἴ τί ἐστιν ἄνθρωπος, πάντα τελείως ἀναδεξάμενος καὶ συνενώσας τῇ ἑαυτοῦ θεότητι, οὐχ ὡς ἐν ἀνθρώπῳ οἰκήσας, (μὴ γένοιτο), αὐτὸς δὲ ὁ ἅγιος Λόγος, θεὸς Λόγος ἐνανθρωπήσας.

6.΄Τὸ δὲ πνεῦμα τίνι τῷ λόγῳ ἐν εἴδει περιστερπᾶς φαίνεται; ἀλλ' ὅπως πείσῃ σε μὴ βλασφημεῖν, ὦ ἐθελόσοφε καὶ μηδὲν ὁρθὸν διανοούμενε, ἵνα μὴ νομίσῃς τὸ πνεῦμα συναλοιφὴν εἶναι πατρὶ ἢ υἱῷ.

διὰ τοῦτο, καίπερ αὐτοῦ τοῦ ἁγίου πνεύμνατος σῶμα μ}Η φορέσαντος, ἐν εἴδει περιστερᾶς σχηματίζεται, ὅπως δείξῃ σου καὶ ἐλέγξῃ σου τὴν πλάνην, ὅτι ἐνυπόστατόν ἐστι τὸ πνεῦμα καθ᾿ ἑαυτὸ καὶ ἐνυπόστατος ὁ πατὴρ καὶ ἐνυπόστατος ὁ μονογενης, ἀλλ᾿ οὐ διαιρουμέης τῆς θεότητος οὔτε ὑποβεβηκυίας τῆς ἑαυτῆς δόξης.

καὶ ὁρᾷς πῶς ἡ τριὰς ἀριθμεῖται, πατρὸς ἄνωθεν βοῶντος, υἱοῦ δὲ ἐν Ἰορδάνῃ βαπτιζομέ.

νου, πνεύματος δὲ ἁγίου ἐν εἴδει περιστερᾶς ἐπιφοιτῶντος; λέγε δέ μοι τίς ἐστιν ὁ εἰρηκώς »ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ᾿ ὃν ηύδόκησαα, ὃν ᾑρέτισεν ἡ ψυχή μου· θήσομαι τὸ πνεπῦμά μου ἐπ᾿ αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκουσθήσεται ἐν πλατείαις ἡ φωνὴ αὐτοῦ· κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν« καὶ τὰ ἑξῆς.

μὴ δὴ ταῦτα δυνατὰ ἔχειν ἔμφασιν τριάδος, ὦ φιλόνεικε; ἆρα περὶ ἑαυτοῦ ὁ πατὴρ τὰ τοσαῦτα ἐν τῷ προφήτῃ διεξῆλθε;

τίς δέ ἐστι περὶ οὖ γέγραπται »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου«; καὶ οὐκ εἶπεν »εἴσελθε εἰς ἐμέ«.

ἢ πάλιν πῶς λέγει τὸ εὐαγγέλιον »καὶ ἀνῆλθεν εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρὸς καὶ ἔρχεται κρῖναι ζῶντας.

καὶ νεκρούς«; ἢ πάλιν πῶς οὐκ ἔπεισάν σε οἱ δύο ἄνδρες οἱ ἐν ἐσθήσει λευκαῖς πεφηνότες, πρὸς τοὺς μαθητὰς εἰπόντες »ἄνδρες Γαλιγαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; οὖτος ὁ Ἰησοῦς ὁ ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανὸν ἀνληφθεὶς οὕτως ἐλεύσεται ὡς αὐτὸν εἴδετε ἀναλαμβανόμενον«;

τίνα δὲ ἔβλεπεν ὁ μακάριος Στέφανος, ὅτε ἔλεγεν »ἰδού, ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ;« σὺ δέ, ὦ κατὰ πάντα ἰδιῶτα, μὴ νοήσας τὴν φωνὴν τῶν ἁγίων γραφῶν σεαυτὸν μᾶλλον ἔβλαψας καὶ τοὺς σοὶ ὑπακούσαντας, ἐκπεσὼν τῆς ἁγίας πίστεως τῆς τοῦ θεοῦ ἀληθείας.

7. Ἔφφη γὰρ ως ἀληθῶς »ἐγώ εἰμι ὁ πρῶτος καὶ ἐγώ εἰμι ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος«.

ὡς ἀληθῶς γὰρ οὔκ εἰσὶ πολλοὶ θεοί, ἀλλὰ εἶς θεὸς ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦημα, οὐ συναλοιφὴ οὖσα ἡ τριὰς οὐδὲ διῃρημένη τῆς ἑαυτῆς ταυτότητος, ἀλλὰ πατὴρ γεννήσας ἀληθῶς υἱὸν καὶ υἱὸς ἀληθῶς γεννηθεὶς ἐκ πατρὸς ἐνυπόστατος ἀνάρχως καὶ ἀχρόνως καὶ πνεῦμα ἅγιον ἀληθῶς ἐκ πατρὸς καὶ υἱοῦ, τῆς αὐτῆς θεότητος, ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, <ἐνυπόστατον> ἀεί, »εἶς θεὸς ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα«.

ἄλλης δὲ πάλιν ἕνεκα οἰκονομίας καὶ ἀπὸ προσώπου αὐτοῦ τοῦ Χριστοῦ ᾄδεται οὕτως, ἐπειδὴ πάλαι πολλάκις ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πέφηνεν ἐν τοῖς προφήταις καὶ κατήγγειλε τὴν ἑαυτοῦ παρουσίαν ἔσεσθαι, τινὲς δὲ αὐτὸν οὐκ ἐδέξαντο, προσδοκῶντες ἕτερον ἀντ᾿ αὐτοῦ·

καὶ πρὸς μὲν τοὺς δειλσιδαίμονας τῶν εἰδώλων καὶ πολυθεΐαν τῷ κόσμῳ εἰσαγηοχότας, ἵνα μὴ ἐκπλαγέντες οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐκτραπέντες τὰ εἴδωλα τῶν Ἀμορραίων καὶ Χετταίων καὶ Χαναναίων καὶ Φερεζαίων καὶ Εὐαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων καὶ Ἀρουκαίων καὶ Ἀσαναίων προσκυνήσωσιν, ὡς καὶ αὐτοῖς προεφητεύετο.

προσεκύνησαν γὰρ τῷ Βεελφεγὼρ καὶ τῷ Χαμῶς καὶ τῇ Ἀστάρτῃ καὶ τοῖς Μαζουρὼθ καὶ τοῖς νεασθὼ καὶ τῷ Βααλζεβὰθ καὶ τοῖς λοιποῖς εἰδώλοις τῶν ἐθνῶν. διὸ καὶ ἔλεγεν αὐτοῖς ὁ κύριος »ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα«, ἵνα αὐτοὺς ἀποστρέψῃ τῆς τῶν ἐθνομύθων πλάνης τῶν προσκυνούντων τὴν πολυθεΐαν.

καὶ ἐπειδὴ ἔμελλον τὴν παρουσίαν αὐτοῦ τοῦ υἱοῦ ἀπωθεῖσθαι, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔφη πρὸς τοὺς Ἰουδαίους »ἐγώ εἰμι ὁ πρῶτος καὶ Ὁ μετὰ ταῦτα«, ὁ πρῶτος ἐν σαρκὶ ἐπιδημήσας καὶ ὁ μετὰ ταῦτα ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς, ἐπὶ τῷ σταυρῷ πεπονθὼς καὶ ταφεὶς καὶ ἀναστάς, ἐν δόξῃ μὲν ἐν αὐτῷ τῷ σώματι ἀναληφθείς, τῇ αὐτοῦ θεότητι εἰς δόξαν δὲ ἑνωθέντι καὶ φαιδρυνθέντι, μηκέτι ὑπὸ ἁφὴν ἐμπίπτοντι νυνί, μηκέτι θανάτου μετέχοντι· »ἀνέστη γὰρ Χριστός«, ὥς φησιν ἡ γραφή· »θάνατος <γὰρ> αὐτοῦ οὐκέτι κυριεύει«, φησὶν Ὁ ἀπόστολος.

καὶ ὅρα πῶς ἡ ἀκρίβεια ὁδηγεῖ τὸν ἄνθρωπον, ἵνα μὴ ἐκπέσῃ κατὰ θάτερον τῶν τῆς ἀληθείας μερῶν, ἵνα, ὅταν μὲν βουληθείη ὁ νοῦς πολυθείαν ἐξεργάσασθαι, ἀκούσῃ ὅτι »κύριος ὁ θεός σου κύριος εἶς ἐστιν«·

ὅταν δὲ Χριστὸν ἕτερον παρὰ τὸν ἐλθόντα οἱ υἱοὶ Ἰσραὴλ προσδοκήσωσιν, ἀκούσωσιν »ἐγὼ ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα« καί »ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ«, τὸ ἄλφα τὸ κάτω βλέπον καὶ τὸ ὦ τὸ ἄνω βλέπον, ἵνα πληρωθῇ τὸ εἰρημένον »ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου«.

καὶ ἵνα ὅταν <τὶς> νοιμίσῃ διὰ τὸ εἰρηκέναι »ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα« καί »ἐγώ εἰμι τὸ ἄλφα καὶ ἐγώ εἰμι τὸ ὦ« καί »κύριος ὁ θεός σου κύριος εἶς ἐστι« καὶ ὅτι »ἐγώ εἰμι ὁ ὤν« *, ἵνα μή τις ἀρνήσηται τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα,

διὰ τοῦτό φησιν »ὁ πατήρ μου μείζων μου ἐστί« καί »ἵνα σὲ γινώσκωσι τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν εἀπέστειλας Ιησοῦν Χριστόν«· οὐχ ὅτι οὐκ ἔστιν ὁ υἱὸς ἀληθινὸς θεός, ἀλλ᾿ ἵνα εἰς μίαν ἑνότητα ἀγάγῃ τὴν τῆς τριάδος ὀνομασίαν καὶ ἐκκλείσῃ τὴν διάνοιαν τῶν ἀθρώπων ἀπὸ πολυθεΐας εἰς μίαν θεότητα.

8. Ἐὰν δὲ νομίσῃ ὁ πλανηθεὶς τὴν διάνοιαν Ἄρειος τὸν ἕνα μόνον λέγεσθαι ἀληθινὸν θεὸν τουτέστι τὸν πατέρα, τὸν δὲ υἱὸν θεὸν μὲν εἶναι, οὐκ ἀληθινὸν δέ, πάλιν ἑτέρως τὸν τοιοῦτον διελέγχει, λέγων »ἐγώ εἰμι τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«, περὶ δὲ τοῦ πατρὸς ὄτι »φῶς ὁ θεός«·

καὶ οὐκ εἶπε »φῶς ἀληθινόν«, ἵνα ἐκ τοῦ »θεὸν ἀληθινόν« καὶ »φῶς ἀληθινόν« τὴν ἴσην θεότητα πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα νοήσωμεν καὶ * ἀπὸ τοῦ τὸν πατέρα φῶς εἶναι καὶ τὸν υἱὸν θεὸν εἶναι, μὴ ἐπικεῖσθαι δὲ ἐνταῦθα ἀληθινόν.

οὐ γὰρ ἦν χρεία εἰπεῖν, μηδεμιᾶς ἀμφιλογίας οὔσης· ἀπὸ γὰρ τοῦ »θεός« καὶ »φῶς« ἡ μία τελειότης τῆς αὐτῆς γνησιότητος, πατρὸς πρὸς τὸν υἱὸν καὶ υἱοῦ πρὸς τὸν πατέρα, σαφῶς ἀπεφάνθη·

καὶ διαλέλυταί σου ἡ πᾶσα τῆς πλάνης φρενοβλάβεια. ἔστι γὰρ πατὴρ πατήρ, ἔστιν υἱὸς υἱός, ἔστιν ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τριὰς οὖσα, μία θεότης μία δοξαλογία μία κυριότης <εἶς θεός>, ᾦ δόξα, τιμὴ καὶ κράτος πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰνας αἰώνων, ἀμήν.

Ταύτην δὲ πάλιν τὴν αἵρεσιν ὡσπερεὶ λίβυν ἢ μόλουρον ἢ ἔλοπα ἢ ἕν τι τῶν ἑρπετῶν τῶν φοβερωωτάτων, οὐ μὴν δὲ δυναμένων διὰ δηγμάτων βλάπτειν ἀποσεισάμενοι καὶ δυνάμει τῆς ἁγίας τριάδος καταπεπατκότες, ἐπὶ τὰς ἑξῆς πάλιν προβαίνοντες αὐτὸν ἐπικαλεσώμεθα ἀρωγὸν τῆς ἡμετέρας πενίας τε καὶ βραχύτητος, <ὅπως > εἰς τὸ ἀξίως τὰ παῤ ἑκάστῃ λεγόμενά τε καὶ γινόμενα * καὶ τὴν τούτων ἀντίρρησιν ποιήσασθαι βοηθηθῶμεν.
Haeresis 63: Κατὰ Ὠριγενιανῶν τῶν πρώτων τῶν καὶ αἰσχρῶν μݲγݲ, τῆς δὲ ἀκολουθίας ξݲγݲ

Ὠριγένιοί τινες καλοῦνται, οὐ πανταχοῦ δὲ τοῦτο γένος ὑπάρχει, καθεξῆς δὲ οἶμαι τούτων τῶν αἱρέσεων καὶ αὕτη ἡ δηλουμένη <ἀνεφύη>.

καλοῦνται δὲ Ὠριγένιοι, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίνος ἕνεκα· εἰ ἀπὸ Ὠριγένους τοῦ Ἀδαμαντίου καλουμένου τοῦ συντάκτου ἢ ἄλλου τινὸς <ἔλαχον τὸ> εἶναι, ἀγνοῶ. ὅμως τοῦτο τὸ ὄνομα κατειλήφαμεν.

Ἡ αἵρεσις δέ, <ἢ> παῤ αὐτοῖς νομι[σ]τεύεται, ὥσπερ ἀπεικαζομένη μένη τῇ τοῦ Ἐπιφάνους <τοῦ> ἄνω μοι προδεδηλωμένου ἐν ταῖς κατὰ τοὺς Γνωστικοὺς αἱρέσεσι. γραφὰς δὲ οὖτοι ἀναγινώσκουσι διαφόρους καινῆς καὶ παλαιᾶς διαθήκης. ἀθετοῦσι δὲ γάμον καὶ οὐ παύεται ἀπ᾿ αὐτῶν ἡ λαγνεία. τινὲς δὲ ἔφασαν αὐτὴν περὶ Ῥώωμην καὶ Ἀφρικὴν γεγενῆσθαι.

μολύνουσι δὲ ἑαυτῶν τὸ σῶμα καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν ἐν ἀσελγείᾳ. οἱ μὲν γάρ εἰσι προσχήματι μοναζόντων, αἱ δὲ σὺν αὐτοῖς οὖσαι προσχήματι μοναζουςῶν. ἐφθαρμένοι δέ εἰσι τοῖς σώμασι, τὴν μὲν ἐπιθυμίαν αὐτῶν ἐκτελοῦντες, τῷ δὲ ἔργῳ κεχρημένοι (ἵνα σεμνότερον εἴπω) τοῦ υἱοῦ τοῦ Ἱούδα τοῦ Αὐνᾶν καλουμένου.

ὡς γὰρ ἐκεῖνος τῷ σώματι μὲν τῇ Θάμαρ συνήπτετο καὶ τὴν ἐπιθυμίαν ἐξετέλει, εἰς καταβολὴν δὲ σπέρματος κατὰ τὴν ὑπὸ θεοῦ δοθεῖσαν παιδοπούαν οὐκ ἐτελεσιούργει, ἀλλὰ ἑαυτὸν ἠδίκει, ᾧ τρόπῳ <αὐτὸς> τὸ πονηρὸν εἰργάζετο, οὕτω καὶ οὗτοι κέχρηνται μὲν ταῖς νομιζομέναις *, τελοῦντες ταύτην τὴν ἀθέμιτον ἐργαςίαν.

πεφιλοτίμηται γὰρ παῤ αὐτοῖς οὐχ ἡ ἁγνεία, ἀλλ᾿ ὑποκριτικὴ μὲν ἁγνεία τῷ ὀνόματι καλουμένη, φιλοτίμησις δὲ ἕως τοῦ μὴ ἐγκυμονῆσαι τὴν ὑπὸ τοῦ δοκοῦντος * ἐφθαρμένην γυναῖκα, ἢ κατὰ τὸ μὴ παραστῆσαι τεκνογονίαν ἐν τῷ κόσμῳ ἢ ἵνα μὴ φωραθῶσιν ὑπὸ ἀνθρώπων, βουλόμενοι ἐν τιμῇ εἶναι διὰ τὴν νομιζομένην παῤ αὐτοῖς τῆς ἁγνείας ἄσκησιν·

ὅμως τοῦτο αὐτῶν ἐστι τὸ ἔργον, ἕτεροι δὲ αὐτὸ τοῦτο φιλοτιμοῦνται τὸ μυσαρὸν ἐπιτελεῖν οὐχὶ διὰ γυναικῶν, ἀλλὰ καὶ ἑτέροις τρόποις, ἰδίαις χερςὶ μολυνόμενοι.

καὶ ὡσαύτως μιμοῦνται τὸν προειρημένον υἱὸν τοῦ Ἰούδα, τὴν γῆν ταῖς ἀθεμίτοις αὐτῶν ἐργαςίαις καὶ μυσαραῖς σταγόσιν ἐπιμολύνοντες καὶ ποσὶν ἑαυτῶν τὰς ῥύσεις ἑαυτῶν ἀνατρίβοντες ἐν τῇ γῇ, ἵνα μὴ δῆθεν ἁρπαγῶσι τὰ αὐτῶν σπέρματα ὑπὸ ἀκαθάρτων πνευμάτων εἰς ὑποδοχὴν ἐγκυμονήσεως δαιμόνων.

2. Κέχρηνται δέ, ὡς ἔφην, διαφόροις γραφαῖς παλαιᾶς καὶ καινῆς διαθήκης καὶ ἀποκρύφοις τισί, μάλιστα ταῖς λεγομέναις Πράξεσιν Ἀνδρέου καὶ τῶν ἄλλων. ἤδη δὲ κἀκεῖνοι αὐτοὶ ἐκαυχήσαντο πολλάκις πεπαρρησιασμένως τοῦτο ἐπιτελεῖν.

κατηγοροῦσι δὲ δῆθεν τῶν ἐν τῇ ἐκκλησίᾳ τὰς ἀγαπητὰς λεγομένας συνεισάκτους γυναῖκας κεκτημένων, ὡς καὶ αὐτῶν τοῦτο ἐπιτελούντων, κρυφῆ <δὲ> διὰ τὴν τῶν ἀνθρώπων αἰδῶ, ἵνα * μὲν τῇ πονηρίᾳ συνάπτωνται, τῷ δὲ προσχήματι τῶν ἀνθρώπων ἕνεκα τὸ ὅνομα σεμνύνωνται.

διελέχθησαν δὲ ἡμῖν καί τινες περί τινων προτελευτησίντων καὶ δῆθεν ὡς καὶ αὐτῶν τοῦτο ἐπιτελούντων, ὡς ἀπὸ τῶν βεβιασμένων ὑπ᾿ αὐτῶν γυναικῶν ἀκηκοότες.

ἐν οἶς καὶ ὄνομα ἐπισκόπου εἰς μέσον ἔφερον, ἐν πόλει μικρῇ τῆς Παλαιστίνης τὸν τοῦ ἐπισκόπου κλῆρον ἐπὶ ἰκανοῖς ἔτεσι διοικήσαντος, ἐσχηκότος δὲ τοιαύτας γυναῖκας ἐξυπηρετουμένας αὐτῷ, φημὶ δὲ συνεισάκτους. ἀλλὰ καὶ ἐξ ὁμολογητῶν αὐτὸν τὸν τοιοῦτον ὄντα οἵδαμεν.

ὅμως τοῖς εἰρηκόσι τοῦτο καὶ ἀπὸ τῶν γυναικῶν ἀκηκοέναι φάσκουσιν οὐ πεπιστεύκαμεν· ἡ γὰρ ἀνάγκη τῆς τῶν εἰρηκότων κακοτρπίας ὑπέβαλλεν ἡμῖν ποτὲ μὲν πιστεύειν, ποτὲ δὲ μὴ πιστεύειν ἐπὶ τῇ τοῦ προειρημένου γέροντος ἐπισκόπου μετὰ τὴν αὐτοῦ τελευτὴν κακοφημίᾳ.

ἡ γὰρ αἰτία ἠ εἰς αὐτὸν φθάσασα τοιαύτη τις γέγονεν. ἑάλω τις τοιοῦτος ἐπὶ ἁμαρτίᾳ γυναικὸς καὶ ὡς ἠλέγχετο ὑφ᾿ ἡμῶν, ἀπολογίαν ταύτην ἔφερεν, ὡς τῆς συμφθαρείσης αὐῷ γυναικόςλ (καίτοι γε ἤδη πεπαλαιωμένης τὸν χρόνον καὶ ἐν ἡλικίᾳ γηραλέᾳ ὑπαρχούσης) εἰπάσης αὐτῷ τὴν τῆς κακοτροπίας ἐργασίαν, ὡς χρῆσθαι μὲν αὐτὸν ἐδίδασκεν, ἔξωθεν δὲ τὰς μυσαρὰς αὐτοῦ ῥοιὰς ἐπὶ γῆς διασκεδάζειν.

3. Καὶ αὕτη μὲν ἡ τούτων μυσαρά ἐστιν ἐργασία τὸν νοῦν αὐτῶν ἀπατῶσα καὶ ἐκ διαβόλου τετυφλωμένη.

ὧν τὰς μαρτυρίας δἰ ὧν πίπτουσιν εἰς μέσον φέρειν οὐκ ἀναγκαῖον ἥγημαι, ἵνα μὴ δόξωμεν δἰ ὦν βουλόμεθα ἀκριβολογεῖν εἰς ἀποτροπίαν τῆς ἀθεμίτου ἐργασίας ἑκάστης αἱρέσεως, εἰς τὸ κακὸν μᾶλλον προτρέπεσθαι τῶν ἀστηρίκτων καὶ χαυνουμένων ἀεὶ τὴν διάνοιαν, τῶν τὸ πονηρὸν ἑαυτοῖς θηρᾶσθαι ὑπὲρ τὴν ἀγαθότητα ἐπιθυμούντων.

εἰς ἀλέξησιν δὲ μᾶλλον τῆς δεινῆς ταύτης καὶ ἐρπετώδους αἱρέσεως ὁλίγα ἀπὸ πολλῶν παραθήσομαι.

Πόθεν εἰλήφατε, ὦ οὗτοι, τὴν τῆς ἀθεμίτου ἐργασίας ὑμῶν ἐπίνοιαν; πρῶτον μὲν γάρ, ὅτι τὸ πᾶν, τίνι οὐ δῆλον ἔσται ὅτι δαιμόνων ἐστὶν ἡ ὑμετέρα διδασκαλία, ἠπατημένων δὲ τὸν νοῦν καὶ ἐφθαρμένων ἡ ἐπινενοημένη κακομηχανία;

εἰ γὰρ ὅλως πονηρὸν τὸ κυΐσκειν, οὐκ ἄρα διὰ τὸ τεκνογονεῖν ἀλλὰ διὰ τὸ συνάπτεσθαι σωματι.

πῶς οὖν ἡττημένοι ἡδονῇ συνάπτεσθε σώματι; καὶ εἰ οὐ πονηρὸν τὸ συναφθῆναι σώματι, οὑδὲ πονηρὸν τὸ συναφθέντα τελεσιουργεῖν τὸ γεγενημένον. ἢ γὰρ ἀποταξάμενον <δεῖ> ἄνθρωπον μὴ γεωργεῖν τὰ ἐπὶ τῆς γῆς. ὡς »ὁ Ἄβελ ἦν ποιμὴν προβάτων, Κάϊν δὲ ἐργαζόμενος τὴν γῆν«.

εἰ δὲ γεωργεῖ τις τὴν γῆν, ὡς ὁ Νῶς, ὃς »ἐγένετο ἀνὴρ γεωργὸς καὶ ἐφύτευσεν ἀμπελῶνα«, οὐκ ἐφύτεθσεν, ἵνα βότρυν μὴ ἐνέγκῃ, ἀλλ᾿ ἐφύτευσε »καὶ ἔπιεν ἐκ τοῦ καρποῦ αὐτοῦ καὶ ἐμεθύσθη«, ὡς γέγραπται.

<ἐξ>ῆν δὲ συγγνώμην τῷ γλεριβτθ ἀπονεῖμαι. εὐάρεστος γὰρ τῷ θεῷ ὑπάρχων οὐ διὰ ἀσωτίαν τὴν μέθην ὑπέστη, ἀλλὰ λύπῃ φερόμενος τάχα ἐκεκάρωτο καὶ μὴ φέρων ἐξ ἀμφοτέρων διὰ τὸ ἀσθενὲς καὶ γηραλέον ἀσθενείᾳ ὑπέπεσεν, οὑχ

ἵνα χλευασθῇ ὑπὸ τοῦ τέκνου. ὁ δὲ καταγελάσας ἑαυτῷ εἴληφε τὴν κατάραν, ἵνα κολάζωνται οἱ ἐνσκήπτοντες τοῖς πατράσιν αὐτῶν ὅβριν καὶ οἱ ἐν ἡμῖν διαλογισμοὶ ἐπεγειρόμενοι κατὰ τῆς τοῦ θεοῦ γνώσεως καὶ καλῶς τεταγμένης διατάξεως.

4. Εἰ γὰρ καξὶ οὐ δεδόξασται ὁ γάμος ὡς ἡ παρθενία, ὑπὲρ αὐτὸν δὲ ὑπάρχει ἠ παρθενία (παρθενία δὲ ἀληθεύουσα ἔνδοξος καὶ ἐνάρετος κέκληται, οὐ μεμολυσμένη), καὶ ὁ γάμος δὲ σεμνός, <εἴ τις> εἰς παιδοποιίαν, οὐκ εἰς αἰσχύνην τὰ ἐκ θεοῦ καλῶς κεκτισμένα † ἀπαγορεύει, ἀλλ᾿ οὔτε ἄλλως μεταχειρίζεται τῆς τοῦ γάμου κοινωνίας τὴν ἐκ θεοῦ τεταγμένην ἀγωγήν.

παρθενία γάρ ἐστιν ἠλθῶς [ὡς] ἐκείνη ἡ ὑπὸ τοῦ ἀγίου ἀποστόλου ἐπαινουμένη, ὅτι »ἡ παρθένος καὶ ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ, ἵνα ᾖ ἁγία τῷ σώματι καὶ τῇ ψυχῇ«, ἵνα δείξῃ ὅτι οὑδεμίαν αἱτίαν ἀμπλακημάτων κἂν ὐπονοηθῆναι ἡ μονότης ἐνδέχεται.

ἀλλὰ καὶ * τὸν Ἀρραὰρ οἴδαμεν παιδοποιοῦντα, φίλον δὲ ὄντα τῷ κυρίῳ, Ἰσαὰκ δὲ καὶ Ἰακὼβ καὶ τοὺς καθεξῆς· καὶ οὔτε ἑαυτοὺς ἐμόλυναν ἀθεμίτοις πράξεσι, παραπτόμενοι μυσαρῶν καὶ* οὔτε ἀντιθέτως ἔσχον πρὸς τὴν ἐκ θεοῦ καλῶς τεταγμένην διὰ σεμνοῦ γάμου παιδοποιίαν

οὔτε οἱ ἐν αὐτοῖς ἁγνείαν τε καὶ παρθενίαν ἀσκήσαντες παρέφθειραν τὸν ἀγῶνα καὶ ἑτέρως μετεποιήσαντο, ὡς διὰ κυβείας τὸν ἐνάρετον τῆς ἀθλήσεως τρόπον ὐποδύντες.

καὶ Ἠλίας μὲν παντελπῶς ἐν πόλεσι τάχιον οὐκ εἰσᾐει οὐδὲ μετὰ γυναικῶν συνόμιλος ἐγίνετο, ἐν δὲ ἐρημίαις διατελῶν ὑπῆρχε καὶ Ἐλισσαῖος καὶ Ἰωάννης καὶ πάντες οἱ τὸν μέγαν τουτονὶ χαρακτῆρα τῆς τῶν ἀγγέλων μιμήσεως <ἐνδείξαντες> καλῶς κατὰ τὴν εὐαγγελικὴν διάταξιν τοῦ κυρίου ἑαυτοὺς διὰ βασιλείαν οὐρανῶν εὐνούχισαν.

Καὶ πολλὰ μὲν οὖν ἔχοντες περὶ τούτων λέγειν καὶ ἐκ πολλῶν συστάσεων τῆς θείας γραφῆς τὴν αὐτῶν δυνάμενοι διελέγξαι διάνοιαν ὑπὸδιαβόλου ἐμπαιζομένην, ἀρκούμεθα τοῖς ὀλίγοις τούτοις.

ἐπειδὴ γὰρ παντὶ σαφές ἐστιν ὅτι οὐ συνέσεως παῤ αὐτοῖς ἡ ἐργασίακ οὐδὲ ἐκ θεοῦ ἡ τοιαύτη γνῶσις, ἀλλὰ <ἐκ> δαιμόνων ἐνεργείας ἡ χλεύη καὶ ἡ μτῶσις αὐτῶν τῆς ἀθεμίτου ἐργασίας γίνεται.

καὶ αὐτὴν δὲ παρωσάμενοι, ὥσπερ τὴν δεινὴν σκυτάλην τὴν ἔχιδναν καλουμένην, οὖσαν μὲν τῷ σώματι βραχεῖαν, τῇ δὲ ἰοβολίᾳ δεινὸν ἆσθμα ἐμπνέουσαν καὶ εἰς τοὺς πλησιάζοντας τὴν λύμην ἐμφυσῶσαν, ταύτην συντρίψαντες ἐπὶ τὰς ἐξῆς ἴωμεν, θεὸν ἀρωγὸν ἐπικαλεσάμενοι εἰς τὴν τῆς πάσης πραγματείας ἡμῶν ἐν θεῷ ἐπαγγελίαν.

Haeresis 64: Κατὰ Ὡριγένους τοῦ καὶ Ἀδαμαντίου μݲδݲ, τῆς δὲ ἀκολουθίας ξݲδݲ

Ὠριγένης, ὁ καὶ Ἀδαμάντιος ἐπικληθείς, καθεξῆς τούτοις ἀκολουθεῖ. οὗτος παῖς μὲν ἦν Λεωνίδου τοῦ ἀγίου καὶ μακαρίτου μάρτυρος, καὶ αὐτὸς δὲ τὰ πλεῖστα διωχθεὶς ἐν τῇ νέᾳ αὐτοῦ ἡλικίᾳ, ἀνὴρ ὢν κατὰ τὴν τῶν Ἑλλήνων παιδείαν λόγιος καὶ ἐν ἐκκλησίᾳ ἀνατεθραμμένος, ἐν χρόνοις Δεκίου τοῦ βασιλέως ἐγνρίζετο ἐπὶ τῆς Ἀλεξανδρέων.

ἦν γὰρ τῷ γένει μὲν Αἰγύτιος, ἐν Ἀλεξανδρείᾳ δὲ ἐνχηκὼς τὴν οἴκησιν καὶ ἀνατροφήν, τάχα δὲ καὶ ἐν Ἀθήναις φοιτήσας ἐν τοῖς παιδευτηρίοις χρόνῳ τινί.

πολλὰ δὲ λέγεται πεπονθέναι ὑπὲρ τοῦ ἁγίου λόγου τῆς πίστεως καὶ ὀνόματος Χριστοῦ, τοῦτο μὲν ἐν τῇ πόλει πολλάκις συρόμενος, ὀνειδιζόμενος, βασάνοις ἀνηκέστοις ὑποβαλλόμενος.

καὶ γὰρ καὶ καιρῷ ποτε, ὡς λόγος, ξυρήσαντες αὐτὸν οἱ Ἕλληνες πρὸς τῇ ἀναβάσει τοῦ Σαραπείου καλουμένου τεμένους τοῦ αὐτῶν εἰδώλου καθίσαντες αὐτὸν προσέταξαν θαλλοὺς φοινίκων ἐπιδιδόναι τοῖς ἐπὶ τὸ ἀθεμιτουργεῖν καὶ προσκυνεῖν τῷ εἰδώλῳ ἀνιοῦσι· τοιοῦτον γὰρ σχῆμα ἐπέχουσιν οἱ τῶν εἰδώλων αὐτῶν ἱερεῖς.

ὁ δὲ λαβὼν μεγάλῃ τῇ φωνῇ κξξαὶ καὶ πεπαρρησιασμένῃ τῇ διανοίᾳ, οὐ δείσας οὐδὲ διστάσας ἐβόα λέγων »δεῦτε λάβετε οὐ τὸν θαλλὸν τοῦ εἰδώλου. ἀλλὰ τὸν θαλλὸν Χριστοῦ«. καὶ πολλὰ ἔστιν ἅ περὶ αὐτὸν ἀνδραγαθήματα ἀναφέρουσιν οἱ παλαιοὶ κατὰ παράδοσιν.

2. Ἀλλ᾿ οὐκ ἔμεινεν αὐτῷ τὰ τοῦ βραβείου εἰς τέλος. διὰ γὰρ τὸ ἐξοχώτατον τῆς λογιότητος αὐτοῦ καὶ τῆς προπαιδείας ἐπὶ πλείστῳ φθόνῳ διεβέβλητο καὶ μᾶλλον τοῦτο παρώξυνε τοὺς κατὰ καιρὸν τότε τὴν ἐξουσιαστικὴν ἀρχὴν διέποντας.

κακομηχανίᾳ γὰρ διαβολικῇ ἐπενόησαν οἱ τῆς κακίας ἐργάται αἰσχρότητα τῷ ἀνδρὶ ἐμποιῆσαι καὶ τιμωρίαν τοιαύτην ὁρίσαι, εἰς παράχρησιν δὴ τοῦ αὐτοῦ σώματος Αἰιθίοπα αὐτῷ παρασκευάσαντες.

ὁ δὲ μὴ φέρων τὴν τοσαύτην τῆς διαβολικῆς ἐνεργείας ἐπίνοιαν ἔρρηξε φωνήν, τῶν ἀμφοτέρων προτεθέντων αὐτῷ πραγμάτων θῦσαι μᾶλλο ἑλόμενος.

οὐ μὴν δὲ ἑκουσίᾳ γνώμῃ τοῦτο ἐπετέλεσεν, ὡε πολὺς ᾂδεται λόγος· ἀλλ᾿ ἐπειδὴ ὅλως καθωμολόγησε τοῦτο πρᾶξαι, βαλόντες ἐπὶ χεῖρας αὐτοῦ λίβανον εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκαν.

καὶ οὕτως τοῦ αρτυρίου ἀπὸ τῶν κριβάντων ὁμολογητῶν τε καὶ μαρτύρων ἀπεβλήθη τότε καὶ ἀπὸ τῆς ἐκκλησίας ἐξεώθη.

ἐν Ἀλεξανδρείᾳ δὲ τοῦτο ὑποστὰς καὶ μὴ δυνάμενος τὴν τῶν ὀνειδιζόντων χλεύην φέρειν ἀνεχώρησε καὶ τὴν Παλαιστινῶν, τούτεστι τῆς Ἰουδαίας κατοικεῖν γῆν εἵλατς.

ἀνελθὼν γοῦν εἰς τὰ Ἱεροσόλυμα καὶ ὡς τοιοῦτος ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· φαςὶ γὰρ αὐτὸν καὶ πρεσβυτερίου κατηξιῶσθαι τὸ πρίν, πρὶν ἢ τοῦ θῶσαι.

προτρεπομένων οὖν, ὡς ἔφην, αὐτὸν ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν καὶ πολλὰ καταναγκασάντων τῶν τὸ τηνικαῦτα ἐν Ἱεροσολύοις τὴν ἱερωσύνην τῆς ἁγίας ἐκκλησίας διεπόντων, ἀναστὰς ἐπὶ πόδας τὸ ῥητὸν μόνον τὸν τοῦ ψαλμοῦ τοῦ τεσσαρακοστοῦ ἐνάτου ἐπειπών, τὴν πᾶσαν διαστολὴν παρελθών, ὡς λέγει ὁ ψαλμός,

»τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ ἐκδγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου«; πτύξας τὸ βιβλίο ἐπέδωκε καὶ ἐκάθισε μετὰ κλαθμοῦ καὶ δακρύων, τῶν πάντων ὁμοῦ σὺν αὐτῷ κλαιόντων.

3. Μετὰ χρόνον ἀπ’ ἐντεῦθεν προτρεπομένων αὐτὸν πολλῶν καὶ ἀναγκαζόντων, Ἀμβροσίῳ τινὶ συντυχὼν τῶν διαφανῶν ἐν αὐλαῖς βασιλικαῖς (τινὲς δὲ τοῦτον τὸν Ἀμβρόσιον ἔφασαν οἱ μὲν Μαρκιωνιστήν, οἱ δὲ Σαβελλιανόν) κατήχησε γοῦν τὸν αὐτὸν ἀπὸ τῆς αἱρέσεως ἐκκλῖναι καὶ ἀναθεματίσαι καὶ τὴν πίστιν ἀναδέξασθαι τῆς ἀγίας θεοῦ ἐκκλησίας· ἦν γὰρ τότε ὁ αὐτὸς Ὠριγένης τῆς ὀρθῆς καὶ καθολικῆς πίστεως.

ὁ δὲ προειρημένος Ἀμβρόσιος ἐπειδὴ ἀπὸ ἄλλης αἱρέσεως

8 Psal. 49, 16; vgl. Origenes selbst zu dieser Stelle Sel. in psalmos XII 348 Lommatzsch ὅτι οὐ δεῖ ἁμαρτάνοντα ἐν διδασκάλου προκαθέζεσθαι τάζει — 15 anders Eusebius h. e. VI 18, 1; S. 556, 9 Schwartz Ἀμβρόσιος τὰ τῆς Οὐαλεντίνου φρονῶν αἱρέσεως πρὸς τῆς ὑπὸ Ὠριγένους πρεσβευομένης ἀληθείας ἀλεγχθείς, dagegen üvereinstimmen (viell. weil aus Epiph. schöpfend) Hieronymus de vir ill. 56 Ambrosius primum Marcionites, dein ab Origene correctus; beides verbunden bei Suidas s. v. Ὠριγένης ΙΙ, 1; 1277, 20f Bernhardy Ἀμβρόσιος .., ὃς. . . ἀπέστη τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος αἱρέσεως — 19 vgl. Eusebius h. e. VI 23, 1f; S. 568, 22ff Schwartz ἐξ ἐκείνουδὲ καὶ Ὠριγένει τῶν εἰς τὰς θείας γραφὰς ὑπομνημάτων ἐγίνετο ἀρχή, Ἀμβροσίου παρορμῶντος αὐτὸν μυρίαις ἅσαις οὐ προτροπαῖς ταῖς διὰ λόγων καὶ παρακλήσεσιν αὐνον, ἀλλὰ καὶ ἀφθονωτάταις τῶν ἐπιτηδείων χορηγίαις. ταχυγράφοι τε γὰρ αὐτῷ πλείους ἢ ἑπτὰ τὸν ἀριθμὴν παρῆσαν ὑπαγορεύοντι, χρόνοις τεταγμένοις ἀλλήλους ἀμείβοντες, βιβλιογράφοι τε οὐχ ἥττους

ὑπῆρχε καὶ <οἶα> ἀνὴρ λόγιος καὶ σπουδαῖος περὶ τὰς [θείας] ἀναγνώσεις τῶν θείων γραφῶν, γραφῶν, διὰ τὴν ἐν ταῖς θείαις βίβλοις βαθύτητα τῶν νοημάτων ἠξίωσε τὸν αὐτὸν Ὠριγένην φράσαι αὐτῷ.

ὁ δὲ βουλόμενος εἰς ἐκείνου καθῆκον καὶ προτροπὴν πάσης γραφῆς ὡς εἰπεῖν ἑρμηνεὺς γενέσθαι [καὶ] ἐξηγήσασθαι ἐπετήδευσε καὶ ἐν τῇ Τύρῳ τῆς Φοινίκης, ὡς λόγος ἔχει, εἴκοσι ὀκτὼ ἔτη *,

πολιτείᾳ μὲν ὑπερβαλλούςῃ καὶ σχολῇ καὶ καμάτῳ *, τοῦ μὲν Ἀμβροσίου τὰ πρὸς τροφὰς αὐτῷ τε καὶ τοῖς ὀξυγράφοις [καὶ] τοῖς ὑπηρετοῦσιν αὐτῷ ἐπα-

ἅμα καὶ κόραις ἐπὶ τὸ καλλιγραφεῖν ἠσκημέναις· ὧν ἁπάντων τὴν δέουσαν τῶν ἐπιτηδείων ἄφθονον περιουσίαν ὁ Ἀμβρόσιος παρεστήσατο· ναὶ μὴν καὶ ἐν τῇ καὶ μάλιστα αὐτὸν προὔτρεπεν ἐπὶ τὴν τῶν ὑπομνημάτων σὐνταξιν

5 vgl. de mens. ac pond. 18, 21; S. 171 2ff Lagarde ἐλθὼν δὲ εἰς Καισάρειαν τὴν Στράτωνος καὶ διατρίψας εἰς Ἱεροσόλυμα χρόνον ὀλίγον, εἶτα ἐλθὼν εἰς Τύρον ἐπὶ ἔτη κݲηݲ ὡς ὁ λόγος ἔχει, τὴν μὲν πολιτείαν ἐνησκεῖτο, τὰς δὲ γραφὰς ἡρμήνευσεν; darnach Suidas s. v. Ὠριγένηε ΙΙ 1; 1279, 14 Bernhardy πᾶσαν δὲ θείαν γραφῆν ἡρμήνευσεν ἐπὶ ἔτη ιݲηݲ (liew wohl κݲηݲ). — Die 28 Jahre als Zeit, über die sich die Auslegungstätigkeit des Origenes erstrechte, enthalten wohl gute geschichtliche Erinnerung. Denn nach dem Ausbruch der decianischen Verfolgung hat Origenes keine Schriften mehr verfaßt; andrerseits untrliegt es keinem Anstand, den Johanneskommentar, mit deme er began, auf etwa 221 anzusetzen. Der Irrtum des Epiph. liegt freilich darin, daß er den Origenes diese ganze Zeit in Tyrus zubringen läßt. — Der Tod in Tyrus ist außerdem bezeugt durch Hieronymus vir. ill. 54 mortuus est Tyri, in qua urbe et sepultus est u. ep. 84, 7, 6; S. 130, 3f Hiberg centum et quinquaginta prope anni sunt, ex quo origenes dorminit Tyri, sowie durch eine Überlieferung bei Photius cod. 118 φαςὶ δὲ αὐτὸν ὅ τε Πάμφιλος μάρτυς καὶ ἕτεροι πλεῖστοι, οἵτινες ἀπ᾿ αὐτῶν τῶν ἑωρακότων Ὠριγένην τὰ περὶ τοῦ ἀνδρὸς ἠκριβώσαντο διαβοήτῳ μαρτυρίῳ τοῦ βίου ἐξεληλυθέναο ἐπ᾿ αὐτῆς τῆς Καισαρείας, Δεκίου τὴν κατὰ τῶν Χριστιανῶν ὠμότητα πνέοντος. οἱ δέ φασιν αὐτὸν ἕως Γάλλο καὶ Βολουσιανοῦ διαρκέσαντα καὶ ἑξηκοστὸν ἔνατον ἔτος τῆς ἡλικίας ἄγοντα ἐν Τύρῳ καὶ τελευτῆσαι καὶ ταφῇ παραδοθῆναι, vgl. Suidas s. v. Ὠριγένης ΙΙ 1; 1277 12 Bernhardy ἔζησε δὲ ἕως Γάλλου καὶ βολουσιανοῦ τουτέστιν ἕως θݲ καὶ ξݲ ἐτῶν τῆς ἡλικίας αὐτοῦ καὶ ἐκοιμήθη ἐν Τύρῳ ἐ ᾗ καὶ ἐτάφη. Die mittelalterlichen Zeugnise dafür bei Piper ZKG I 207ff

κοῦντος, χάρτην τε καὶ τὰ ἄλλα τῶν ἀναλωμάτων, καὶ τοῦ Ὠριγένους ἔν τε ἀγρυπνίαις καὶ ἐν σχολῇ μεγίστῃ τὸν κάματον τὸν περὶ τῆς γραφὴς διανύοντος.

ὅθεν τὸ πρῶτον αὐτοῦ ἐπιμελῶς φιλοτιμη-

3ff Klarer u. richtiger als unsere Stelle, in der der Name Ἑξαπλᾶ (vgl. S. 408, 7ff) auf die 6 griechischen Übersetzungen bezogen scheint, sind die anderweitigen Angaben des Epiph. de mens. ac pond. 7, 3; S. 159, 6ff Lagarde τὰς γὰρ ἔξ ἑρμηνείας καὶ τὴν Ἑρβαϊκὴν γραφὴν ἑβραϊκοῖς στοιχείοις καὶ ἡήμασιν αὐτοῖς ἐν σελίδι μιᾷ συντεθεικὼς ἄλλην σελίδα ἀντιπαρέθετο δἰ Ἑλληνικῶν μὲν γραμμάτων, Ἐβραϊκῶν δὲ λέξεων πρὸς κατὰλήψιν τῶν μὴ εἰδότων Ἑβραϊκὰ στοιχεῖα εἰς τὸ διὰ τῶν Ἐλληνικῶν εἰδέναι τῶν Ἐβραϊκῶν λογίων τὴν δύναμιν καὶ οὕτω τοῖς γενομένοις ὑπ᾿ αὐτοῦ Ἐξαπλοῖς ἢ Ὀκταπλοῖς τὰς μὲν δύο Ἐβραϊκὰς σελίδας καὶ τὰς ἕξ τῶν ἑρμηνευτῶν ἐκ παραλλήλου ἀντιπαραθεὶς μεγάλην ὠφέλειαν γνώσεως τἔδωκε τοῖς φιλοκάλοις 18,21ff; S. 171, 5ff τὰ Ἐξαπλᾶ καὶ τὰς δύο τῶν Ἐβραϊκῶν σελίδας ἄντικρυ ἐκ παραλλήλου μιᾶς ἑρμηνείας πρὸς τὴν ἑτέραν συνέθηκεν, Ἐαπλπα τὰς βίβλους ὀνομάσας . . . . εὑρὼν δὲ τῆς πέμκτης καὶ ἕκτης ἐκδόσεως τὰς βίβλους . . .ταῖς πρὸ αὐτῶν τέσσαρσιν ἀκολούθως τῇ παραθέσει συννφήνας τὴν μίαν πέμπτην ὡνόμασεν, ἐπιγράψας διὰ τοῦ πέμπτου στοιχείου τῆς πέμπτης τὸν ἀριθμὸν καὶ δηλώσας τὸ ὄνομα· ὡσαύτως δὲ καὶ τῇ μετ᾿ αὐτὴν τὸ ἐπίσημον ἐπιγράψας τὸ τῆς ἕκτῆς ἑρμηνείας ὅνομα ἐδήλωσαν . . . Τετραπλᾶ γάρ εἰσι τὰ Ἐλληνικά, ὅταν αἰ τοῦ Ἀκύλα καὶ Συμμάχου καὶ τῶ ἑβδομήκοντα δύο καὶ Θεοδοτίωνος ἑρμηνεῖαι συντεταγμέναι ὦσι· τῶν τεσσάρων δὲ τούτων σελίδων ταῖς δυςὶ ταῖς Ἐβραϊκαῖς συναφθεςῶν Ἐξαπλᾶ καλεῖται· ἐὰν δὲ καὶ ἡ έμπτη καὶ ἡ ἕκτη ἑρμηνεία συναφθῶσιν ἀκολούθως τούτοις Ὀκταπλᾶ καλεῖται., . . τὰς δύο Ἐβραϊκὰς πρώτας κειμένας, μετὰ ταύτας δὲ πρώτην τὴν τοῦ Ἀκύλα τεταγμένην, μεθ᾿ ἣν καὶ τῆν τοῦ Συμμάχου, ἔπειτα τὴν τῶν ἑβδομήκοντα δύο, μεθ᾿ ἃς ἡ τοῦ Θεοδοτίωνος συντέτακται καὶ ἑξῆς ἡ Πέμπτη τε καὶ ἕκτη . . . Ὠριγένης πυθόμενος τὴν τῶν ἑβδομήκοντα δύο ἔκδοσιν ἀκρβῆ εὢαι μέσην ταύτην συνέθηκεν, ὅπως τὰς ἐντεῦθεν καὶ ἐντεῦθεν ἑρμηνείας διελέγχῃ; beachte auch Panarin haer. 65, 4, 5ff zu Psal. 109,3 ὡς οἱ ἑβδομήκοντα ἡραμήνευσαν· ὡς δὲ οἱ ἄλλοι ἐκδόται, Ἀκύλας μὲν. . . Σύμμαχος δέ. . . Θεοδοτίων δὲ . . . Πέμπτη δὲ ἔκδοσις . . . ἡ δὲ ἕκτη ἔκδοσις . . .ἐν δὲ τῷ Ἐβραϊκ«ῷ .. .(doch beweist diese Stelle nicht sicher, daß epiph. die Haxapla gesehen hat; Epiph. kann die Angaben auch aus dem Psalmenkommentar geschöpft haben). — Damit in der hauptsafche übereinstinmend Eusebius h. e. IV 16,4;

σαμένου συναγαγεὶν τῶν ἕξ ἑρμηνειῶν, Ἀκύλα Συμμάχου τῶν τε ἑβδομήκοντα δύο καὶ Θεοδοτίωνος,

πέμπτης τε καὶ ἕκτης ἐκδόσεως <τὰς βίβλους ἐξέδωκεν>, μετὰ παραθέσεως ἑκάστης λέξεως Ἑβραϊκῆς καὶ αὐτῶν ὁμοῦ τῶν <Ἑβραϊκῶν> στοιχείων· ἐκ παραλλήλου δὲ ἄντικρυς, δευτέρᾳ σελίδι χρώμενος κατὰ σύνθεσιν Ἑβραϊκῆς μὲν τῆς λέξεως, δἰ Ἑλληνικῶν δὲ [τῶν] γραμμάτων ἑτέραν πάλιν πεποίηκε σύνθεσιν· ὡς εἶναι μὲν ταῦτα καὶ καλεῖσθαι Ἑξαπλᾶ, ἐπὶ <δὲ>

τὰς Ἐλληνικὰς ἑρμηνείας <γενέσθαι> δύο ὁμοῦ παραθέσεις, Ἑβραϊκῆς φύσει δἰ <Ἐβραϊκῶν> στοιχείων καὶ Ἑβραϊκῆς δἰ Ἑλληνικῶν στοιχείων, ὥστε εἶναι τὴν πᾶσαν παλαιὰν διαθήκην δἰ Ἑξαπλῶν καλουμένων καὶ διὰ τῶν δύο τῶν Ἑβραϊκῶν ῥημάτων.

Ταύτην ὁμοῦ πᾶσαν τὴν πραγματείαν ὁ ἀνὴρ μετὰ καμάτου πεφιλοτίμητο· ἀλλὰ οὐκ εἰς τέλος τὸ κλέος αὐτοῦ ἄσβεστον διήνυσε.

συμβέβηκε γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας εἰς μέγα πτῶμα. ἐξ αὐτοῦ γὰρ τοῦ σκποῦ, βουλόμενος μηδὲν τῶν θείων γραφῶν ἐᾶσιν ἀνερμένευτον, εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα, ἐξ οὗπερ οἱ Ὠριγενιασταὶ καλούμενοι, οὐχ

οἱ πρῶτοι οἱ τὴν αἰσχρουργίαν *· οὐ γὰρ ἔχω περὶ ἐκείνων λέγειν, ὡς καὶ ἤδη προιεῖπον, εἰ ἐκ τούτου τοῦ Ὠριγένους, τοῦ καὶ Ἀδαμαντίου, ἐσχήκασι τὴν ἀρχὴν ἢ ἕτερόν τινα ἀρχηγὸν ἐσχήκασιν, <καὶ αὐτὸν>

Ὠριγένηνα λεγόμενον. φαςὶ δὲ καὶ τοῦτον τὸν Ὠριγένην ἐπινενοηκέναι <τι> ἑαυτῷ κατὰ τὸ σωμάτιον, οἱ μὲν <γὰρ> λέγουσιν αὐτὸν νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ ὀχλεῖσθαι μηδὲ ὲν ταῖς κινήσεσι ταῖς σωματικαῖς φλέγηεσθαί τε καὶ πυρπολεῖσθαι.

ἄλλοι δὲ οὐχί φασιν, ἀλλ᾿ ἐπενόησέ τι φάρμακον ἐπιθεῖναι τοῖς μορίοις καὶ ἀποξηρᾶναι. ἕτεροι δὲ καὶ ἄλλα εἰς αὐτὸν ἀναφέρειν τολμῶσιν, ὡς ὅτι καὶ βοτάνην τινὰ ηὗρεν ἰατρικὴν μνήμης ἕνεκα.

καὶ τὰ μὲν ὑπέρογκα περὶ αὐτοῦ λεγόμενα οὐ πάνυ πεπιστεύκαμεν, ὅμως τὰ λεγόμενα ἐξειπεῖν οὐ παρελίπομεν.

4. Ἡ δὲ ἐξ αὐτοῦ φῦσα αἵρεσις πρῶτον μὲν ἐν τῇ τῶν Αὐγυπτίων χώρᾳ ὑπάρχουσα, τὸ νῦν δὲ παρ᾿ αὐτοῖς τοῖς ἐξοχωτάτοις καὶ δοκοῦσι τὸν μονήρη βίον ἀναδεδέχθαι <εὑρτίσκεται>, παρὰ τοῖς φύσει

10 ff vgl. Eusebius h. e. VI 8, 1 ff; S. 534, 14 ff Schwartz, auch Hieronymus ep. 84. 8. 1: S. 130. 21 Hilberg voluptates in tantum fugiit, ut zelo dei, sed non secundum scientiam ferro truncaret genitalia – 19 ff vgl. Panarion haer. 67, 1, 6 u. 2, 8

κατὰ τὰς ἐρημίας ἀναχωροῦσί τε καὶ τὴν ἀκτημοςύνηγ ἑλομένοις· δεινὴ δὲ καὶ αὕτη καὶ παςῶν τῶν παλαιῶν μοχθηροτέρα, ἡ καὶ σὺν ἐκείνοις τὰ ὅμοια φρονοῦσα.

κἄν τε γὰρ αἰσχρότητα ἐπιτελεῖν οὐ παρασκευάζῃ τοὺς αὐτῇ μαθητευομένους, ἀλλ᾿ οὖν γε δεινοτέραν αἰσχρότητος † δεινὴν ὑπόνοιαν εἰς αὐτὸ τὸ θεῖον ἐνσκήπτει. ἐκ τούτου γὰρ καὶ Ἄρειος τὰς προφάσεις εἴληφε καὶ οἱ καθεξῆς Ἀνόμοιοί τε καὶ οἱ ἄλλοι.

Φάσκει γὰρ οὗτος, τολμήσας δῆθεν περὶ τῶν ἀρχῶν λέγειν, πρῶτον μὲν ὅτι ὁ υἱὸς ὁ μονογενὴς ὁρᾶν τὸν πατέρα οὐ δύναται, ἀλλ᾿ οὔτε τὸ πενεῦμα τὸν υἱὸν δύναται θεάσασθαι, οὔτε μὴν ἄγγελοι τὸ πενῦμα οὐτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους.

καὶ αὕτη πρώτη αὐτοῦ πτῶσις. ἐκ γὰρ τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ παντάπασιν ἀλλότριον πατρὸς τοῦτον εἰσηγεῖται, κτιστόν τε ἅμα. βούλεται δὲ ὡς κατὰ χάριν τὸ υἱὸν αὐτὸν καλεῖσθαι λέγειν.

5 vgl. haer. 76, 3, 5 u. ep. ad Joh. episc. Hieros. = Hieronymus ep. 51, 3, 3 S. 400, 9 Hilberg Arrii patrem et aliarum hereseon radicem et parentem laudare non debetis — 8ff vgl. Origenes περὶ ἀρχῶν I 1, 8; S. 25, 16 ff Koetschau; dazu Epiphanius Ancoratus, 63, 2 ff; I 75, 23ff u. ep. ad Joh. episc. Hieros. = Hieronymus ep. 51, 4, 2; S. 401, 5ff sicut enim incongruum est dicere, quod possit filius vider patrem, sic inconsequens est opinari, quod spiritus sanctus possit videre filium; wiederholt von Hieronymus c. Joh. Hieros. 7; Migne 23, Justinian ep. ad. Mennam; Mansi IX προστέθειται δὲ καὶ τοῦτο τῇ ἑαυτοῦ ἀσεβείᾶ εἰπῶν μηδὲ τὸν υἱὸν δύνασθαι τὸν πατέρα ἰδεῖν μηδὲ τὸ ἅγιον πενῦμα τὸν υἱόν; aus Epiph. schöpft Georgius Presb. Byz. Zeitschr. IX 16, 18 ff – 12 ff vgl. Justinian ep. ad Mennam; Mansi IX ὅτι ὁ υἱὸς καὶ τὸ ἄγιον πνεῦμα κτίσματά εἰσιν ebenda 528A ὅτι μετὰ τοῦ υἱοῦ καὶ τὸ ἅγιον πνεῦμα κτίσμα εἰπὼν συνηρίθμησε τοῖς ἄλλοις κτίσμασιν

εἰσὶ δὲ καὶ ἄλλαι αὐτοῦ πτώσεις μείζους. τὴν ψυχὴν γὰρ τὴν ἐνθρωπείαν λέγει προὕπάρχειν, ἀγγέλους δὲ ταύτας εἶναι καὶ δυνάμεις ἄνω, ἐν ἁμαρτίαις δὲ ἀμπλακηςάσας καὶ τούτου ἕνεκεν εἰς τιμωρίαν εἰς τοῦτο τὸ σῶμα κατακεκλεισμένας.

πέμπεσθαι δὲ ἀπὸ θεοῦ <κάτω> πρὸς τιμωρίαν, ὅπως ἐνταῦθα πρώτην κρίσιν ὑποδέξωνται. διόπερ, φηςί, καὶ δέμας κέκληται τὸ σῶμα, διὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν

4 ff vgl. ep. ad Joh. episc. Hieros. = Hieronymus ep. 51, 4, 3ff; S. 401, 7ff Hilberg illud quoque quis Origene dicente patiatur, quod animae angeli fuerint in caelis et postquam peccaverint in supernis deiectas esse in istum mundum et quasi in tumulοs et sepulchral sic in corpora ista relegates poenas antiquorum luere peccatorumt et corpora credentium non temple Christi esse, sed careeres damnatorum? exin veritatem historiae allegoriae depravans mendacio infinita verba multiplicat et simplices quosque varia persuasion subplantans nunc adserit animas iuxta Graecam ἐτυμολογίαν idcirco vocutas, quia de caelestibus ad inferior venientes calorem pristinum amiserint, nunc corpus hoc od id iuxta Graecos δέμας i. e. vinculum sive iuxta aliam proprietatem cadaver dici quia animae de caelo ruerint; a plerisque autem secundum variam Graeci sermonis supellectilem corpus σῆμα, hoc est memoriam interpretari, eo quod ita animam in se clausam habeat, quomodo sepulchral et tumuli cadavera mortuorum (darnach Hieronymus c. Joh. Hieros. 7; Migne 23, 360Β); dazu Justinian ep. ad Mennam; Mansi IX ὅθεν ὁ Πλάτων δέμας τὸ σῶμα καὶ σῆμα ἐκάλεσεν, ὡς οἱονεὶ τῆς ψυχῆς ἐν τούτῳ δεδεμένης καὶ τεθαμμένης Origenes de princ. II 8, 3; S. 157, 14ff Koetschau requirendum est, ne forte et nomen animae, quod graece dicitur ψυχή, α refrigiscendo de statu diviniore ac meliore dictum sit et translatum inde, quod ex calore illo naturali et divino refrixisse videatur et ideo in hoc quo nunc est et statu et vocabulo sita sit; auch Theophilus ep. pasch. von 401 = Hieronymus ep. 96, 15, 1; S. 174, 9 f Hilberg de caelorum mansionibus animae ad inferior delapsae ebenda 18, 1; S. 178, 1 negans subsistere corpora, nisi prius animae in caelo peccarerint et inde praecipitatae quasi quibusdam ergastulis corporum vinctae fuerint ep. pasch. von 402 = Hieronymus ep. 98, 10, 1 ; S. 194, 6 Hilberg ebenda 15, 1; S. 199, 15 animam hominis . . . sic vocatam . . . ex eo quod quae prius mens et sensus erat frigus neglegentiae et infidelitatis adsumpserit ep. pasch. von 404 = Hieronymus ep. 100, 12, 1 ff; S. 225, 6 ff

τῷ σώματι· τὴν πάλαι Ἐλλήνων μυθώδη ὐπόνοιαν φανταζόμενος. εἰς ταῦτα δὲ καὶ <ἄλλους> μύθους ἐκτίθεται. ψυχὴν γάρ φησι διὰ τοῦτο καλοῦμεν, διὰ τὸ ἄνωθεν ἐψύχθαι.

μαρτυρίας δὲ κατὰ τὸν ἴδιον νοῦν ἐπιπλάσσεται ἀπὸ τῶν θείων γραφῶν, οὐχ οὕτως ἐχούσας οὐδὲ οὕτως ἐκδεδομένας. τὸ γὰρ εἰπεῖν, φησί, τὸν προφήτην »πρὶν ἢ ταπεινωθῆναί με ἐγὼ ἐπλημμέλησα«, [ἐξ] αὐτῆς, φησί, τῆς ψυχῆς ὁ λόγος, ὡς ἄνω ἐν οὐρανῷ πλημμεληςάσης, πρὶν ἢ ἐν τῷ σώματι τεταπεινῶσθαι·

καὶ τὸ εἰπεῖν »ἐπίστρεψον ἡ ψυχή μου εἰς τὴν ἀνάπαυςίν σου«, ὡς τοῦ ἀνδραγαθήσαντος ἐνταῦθα ἐν ἀγαθοεργίᾳ, ἐπιστρέφοντος εἰς τὴν ἄνω ἀνάπαυσιν διὰ τὴν αὐτοῦ τῆς ἐργαςίας δικαιοπραγίαν.

καὶ πολλὰ ἔστιν ἄλλα τοιαῦτα λέγειν. τὸ κατ᾿ εἰκόνα δέ φησιν ἀπολωλεκέναι τὸν Ἀδάμ. ἐντεῦθεν φησὶ καὶ τοὺς χιτῶνας τοὺς δερματίνους ἐπισημάνασθαι τὴν γραφήν· ὅτι, φησίν, <τό> »ἐποίησεν αὐτοῖς χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς« τὸ σῶμα, φηςίν, ἐστί. καὶ πολλή τίς ἐστι παρ᾿ αὐτῷ ῇ ᾀδομένη χλεύη.

τὴν δὲ τῶν νεκρῶν ἀνάστασιν ἐλλιπῆ ποιεῖται, πῆ μὲν λόγῳ συνιστῶν ταύτην,

3 ff vgl. ep. ad Joh. episc. Hieros. = Hieronymus ep. 51, 4, 7; S. 402, 16 ff Hilberg quamquam istiusmodi nugas et deliramenta soleat ille scripturarum interpretatiane perversa et aliud significante quam verum est adfirmare dicens: »priusquam a militia humiliarer, ego deliquis«et illud »revertere anima men in requiem tuam« nec non et illud »educ de carcere animam meam « et in alio loco » confitebor domino in regione vivorum«; darnach Hieronymus c. Joh. Hieros. 7; Migne 23, vgl. Justinian ep. ad Mennam Mansi IX 529 Ε — 5 Psal. 118, 67 — 8 Psal. 114, 7 — 11 vgl. ep. ad Joh. episc. Hieros. = Hieronymus ep. 51, 6, 5; S. 407, 1 ff Hilberg inter multa enim mala etiam illud ausus est dicere perdidisse imaginem dei Adam, cum hoc in nullo penitus loco scriptura significet; auch Panarion h. 70, 3, 4 — 12 vgl. unten c. 63, 5ff; dazu Ancoratus c. 62, 1f; I 74, 5ff u. ep. ad Joh. episc. Hieros. = Hieronymus ep. 51, 5, 2; S. 403, 11ff Hilberg praetereo frivolam eius expositionem super tunicis pelliciis, quanto conatu quantisque egerit argumentis, ut tunicas pellicias humana esse corpore crederemus. qui inter multa ait: »numquid coriarius aut scortiarius erat deus ut conficeret pelles animalium et consueret ex eis tunicas pellicias Adam et Evae? manifestum est ergo, inquit, quod de corporibus nostris loquatur«. (darnach Hieronymus c. Joh. Hieros. 7; Migne 23, 360 BC) – 13 Gen. 3, 21 –15 vgl. Ancoratus c. 87, 2; I 107, 19 ff u. ep. ad Joh. episc. Hieros. = Hieronymus ep. 51, 5, 4; S. 404, 2 ff Hilberg quis autem patienter ferat Origenem lubricis argu-

πῆ δὲ ἐξαρνούμενος τελειότατα, ἄλλοτε δὲ καὶ μέρος ἐξ αὐτῆς ἀνίστασθαι <λέγων>.

ἀλληγορεῖ δὲ λοιπὸν ὅσαπερ δύναται, τόν τε παράδεσιον τά τε τούτου ὕδατα καὶ τὰ ἐπάνω τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑποκάτω τῆς γῆς. ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια φλυαρῶν οὐ διαλείπει. ἤδη δὲ καὶ ἐν ἄλλοις τισὶ τόποις τὰ τοιαῦτα περὶ αὐτοῦ μηνσθέντες διεξεληλύθαμεν.

5. Οὐδὲν δὲ καὶ νῦν λυπήσει αὖθις ἐν τῇ κατ᾿ αὐτὸν αἱρέσει περὶ τῆς αὐτῆς αἰτίας τε καὶ ὑποθέσεως διηγήσασθαι καὶ ἐξ αὐτῶν τῶν ὑπ᾿ αὐτῦ ὑποβαλλομένων τὴν ἀνατροπὴν ποιήσασθαι.

πλλὴ γὰρ ἡ τούτου εἰς ὕστερον γενομένη ἀτοπία καὶ ἐπιτήδευσις παραπεποιημενης ἐννοίας καὶ ἔξω βεβηκυίας τῆς ἀληθείας.

ἔδοξε γὰρ κατὰ αἱρέσεων πασῶν τῶν πρὸ αὐτοῦ λέγειν καὶ ἀνατρέπειν ἑκάστην, ὕστερον δὲ καὶ αὐτὸς αἵρεσιν οὐ τὰ ὑπ αὐτοῦ ῥηθέντα εἰς ἔλεγχον τῆς αὐτοῦ παραπεποιημένης ἐπιπλάστου ἐννοίας παραθήσομαι, ἔπειτα δὲ καὶ τὰ κατ᾿ αὐτοῦ ῥηθηςόμενα παρὰ τῆς ἡμῶν μετριότητος ὑπο-

mentationibus resurrectionem carnis huius negantem, sicut declarat manifestissime in volumine explanationum primi psalmi et in aliis multis locis (darnach Hieronymus c. Joh. Hieros. 7; Migne 23, 360 C) Theophilus ep. pasch. von 401 = Hieronymus ep. 96, 13, 1; S. 172, 8ff Hilberg nam inter cetera etiam resurrectionem a mortuis, quae spes salutis nostrae est, ita corrumpit et violat, ut audeat dicere corpora nostra rursum corruption et morti subiacentia suscitari ebenda 15, 1; S. 174, 8 Hilberg

2 vgl. Ancoratus c. 54, 2ff; I 63, 10 ff u. ep. ad Joh. episc. Hieros. = Hieronobis ep. 51, 5, 1; S. 404, 5ff Hilberg aut quis audiat in tertio eaelo donantem nobis Origenem paradisum et illum quem scriptura commemorate, de terra ad caelestia transferentem et omnes arbores, quae scribuntur in Genesi allegorice intelligentem, scilicet quod arbores angelieae fortitudines sint? ebenda 7; S. 405, 12ff. il’as vero praestigias quis non statim abiciat atque contemnat dicente Origene de aquis, quae super firmamentum sunt, non esse aquas, sed fortitudines quasdam angelicae potestatis et rursum aquas, quae super terram sunt, hoc est sub firmamento, esse virtutes contrarias i. e. daemones (darnach Hieronymus c. Joh. Hieros. 7; Migne 23, 360 C) — 5 vgl. Ancoratus c. 54, 2ff c. 62, 1ff c. 87, 2ff; I 63, 10ff 74, 5ff 107, 19ff

δείξω. καὶ ἔστι τάδε, ὅσαπερ ἐν τῷ πρώτῳ ψαλμῷ εἰσηγήσατο τῷ βίῳ — ἐν πάσῃ γὰρ ργαφῇ

ἀεὶ ὀλισθαίνων κατὰ λέξιν ἐν τοῖς ἀναγκαίοις παρέπεσεν. ἐπιδὴ δὲ ὄγκος πολύς ἐστι (λέγεται γὰρ πολλὴν πεποιηκέναι σύνταξιν εἰς ἑκάστην γραφήν, ὡς ἔφην), * οὐ παρῃτήσατο εἰπεῖ ἃ αὐτῷ ἔδοξε.

καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ τῶν προοιμίων εἰς ἤθη τε καὶ εἰς φύσεις ζῴων τε καὶ τῶν ἄλλων παῤ αὐτοῦ εἴρηται, μέσος φερόμενος πολλάκις χαρίεντα διηγήσατο·

ὅσα δὲ εἰς δόγματα ἐδογμάτισε καὶ περὶ πίστεως καὶ μείζονος θεωρίας, τῶν πάντων ἀτοπώτατος τῶν πρὸ αὐτοῦ καὶ μετ᾿ αὐτὸν εὑρίσκται, πλὴν τῶν ἐν ταῖς αἱρέσεσιν αἰσχρουργιῶν.

ἔδοξε γὰρ αὐτὸς καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι, ὡς καὶ ἄνω μοι προδεδήλωται· διὸ καὶ τὸν θώρακα αὐτοῦ φαςί τινες ἀπὸ ὑπερβολῆς πολιτείας, ἀσιτίας τε καὶ ἀποχῆς ἐμψύχων πεπτωκέναι.

φέρε δὴ οὖν αὐτὰς τὰς αὐτοῦ λέξεις παραθηςόμεθα ἐκ τοῦ πρώτου ψαλμοῦ μετὰ καὶ τῶν ἐν αὐτῷ θεωριῶν, [καὶ] ὧν ἐδογμάτισεν, αὐτοῖς τοῖς λόγοις, ἵνα μή τινες εἴπωσι τὰ κατ᾿ αὐτοῦ ὑφ᾿ ἡμῶν λεγόμενα σεσυκοφαντῆσθαι.

καὶ οὐχ ὅτι πάντως μόνον ἐν τῷ πρώτῳ ψαλμῷ ἐξέπεσε τῆς ἀληθείας, ἀλλὰ ὡς πολλάκις εἶπον, καὶ ἐν ἑκάστῃ ἐξηγήσει. διὰ δὲ τὸν ὄγκον τῆς αὐτοῦ πραγματείας ἀπὸ τοῦ προειρημένου ψαλμοῦ συλλέξαντες ἐνταυθοῖ, ἀπὸ [τῆς] μιᾶς ἢ δύο ἢ τριῶν λέξεων τὸ πᾶν τῆς

3f vgl. S. 409, 3f – 11 vgl. S. 406, 3 ff – 12 f vgl. Suidas s. v. Ὠριγένης ΙΙ 1; 1278, 17 ἐν τούτοις ἐπεκτεινόμενος ἐπί τε ἀγρυπνίᾳ καὶ ἀστίᾳ καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοσοῦτον κατεδάμασε τὴν ἀκμὴν τοῦ σώματος ὡς ὁρᾶσθαι παντελῶς αὐτὸν ἀπεσκληκέναι· οἴνου γὰρ καὶ ἐλαίυ καὶ τῶν λοιπῶν ἀπεχόμενος ἀντροπὴν τοῦ θώρακος μεγίστην ὑπέμεινεν

περὶ τὴν πίστιν μοχθηρίας αὐτοῦ ἀποκαλύψωμεν κατ᾿ αὐτῶν τε εἰπεῖν ἀναγκαίως ἐπιμεληςώμεθα.

καὶ ἔστιν εὐθὺς ἑκάστης λέξεως τὸ ἐδάφιον οὕτως, ὅπως γνῴης, ὦ φιλόκαλε ἀκροατά, ὅτι φανερώτατα τὸν υἱὸν τοῦ θεοῦ κτίσμα ἐδογμάτισε, καὶ ἀπὸ τῆς περὶ τοῦ υἱοῦ τόλμης γνῷς ὅτι τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος εἰσηγήσατο.
ἐπ᾿ ἀρχῆς οὖν ἀναλέξωμεν τὸν ψαλμόν, ἕως αὐτῆς τῆς λέξεως, ὡς αὐτὸς Ὠριγένης ἔφη·
Τῶν Ὠριγένους εἰς τὸν α ψαλμὸν ἀρχή.

6. Κεκλεῖσθαι καὶ ἐσφραγίσθαι τὰς θείας γραφὰς οἱ θεῖοί φασι λόγοι τῇ »κλειδὶ τοῦ Δαυίδ«, τάχα δὲ καὶ σφραγῖδι, περὶ ἦς εἴρηται τό »ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ«, τουτέστι τῇδυνάμει τοῦ δεδωκότος αὐτὰς δεοῦ τῇ ἀπὸ τῆς σφργῖδος δηλουμένῃ.

περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ Ἀποκαλύψει λέγων »καὶ τῷ ἀγγέλῶ τῆς ἐν Φιλαδελφίᾳ ἐκκληςίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδες κλείσει καὶ κλείων καὶ οὐδὲς ἀνοίξει· οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα θύραν ἐνώπιόν σου ἀνεῳγμένην, ἥν οὐδεῖς δύναται κλεῖσαι αὐτήν«.

καὶ μετ᾿ ὀλίγα »καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὸ τὸν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;

καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὕτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ ἔκλαιον, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίο, οὔτε βλέπειν αὐτό.

καὶ εἶς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε, ἰδού, ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ξίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦς«.

περὶ δὲ τοῦ ἐσφραγίσθαι μόνον ὁ Ἠσαΐας οὕτως »καὶ ἔσται ὑμῖν τὰ ῥήματα πάντα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τούτου τοῦ ἐσφραγισμένου, ὅ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ ργάμματα, λέγοντες· ἀνάγνωθε ταῦτα, καὶ ἐρεῖ· οῦ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· ἀνάγωνθι τοῦτο. καὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα«.

ταῦτα γὰρ οὐ μόνον περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου καὶ τοῦ Ἠσαΐου νομιστέον λέγεσθαι, ἀλλὰ καὶ περὶ πάσης θείας γραφῆς, ὁμολογομένως κἂν παρὰ τοῖς μετρίως ἐπαΐειν λόγων θείων δυναμένοις πεπληρωμένης αἰνιγμάτων καὶ παραβολῶν, σκοτεινῶν τε λόγων καὶ ἄλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀνθρωπίνῃ φύσει.

ὅπερ διδάξαι βουλόμενος καὶ ὀ σωτήρ φρσιν, ὠς τῆς κλειδὸς οὕσης παρὰ τοῖς γραμματεῦσι καὶ Φαριςαίοις οὐκ ἀγωνιζομένοις τὴν ὀδὸν εὑρεῖν τοῦ ἀνοῖξαι, τό »οὐαὶ ὑιμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν«.

7. Ταῦτα δὲ ἠμῖν ἐν προοιμίῶ λέλεκται, εἰς μέγιστον ἀγῶνα καὶ ὁμολογουμένως ὑπὲρ ἠμᾶς καὶ τὴν ἔξιν ἠμῶν ἀναγκαζομένοις ὑπὸ τῆς πολλῆς σου φιλομαθείας καὶ δυσωπουμένοις ὑπὸ τῆς χρηστότητός σου καὶ τῆς μετριότητος, ἱερὶ Ἀμβρόσιε, κατελθεῖν.

καὶ ὅτι γε ἐπὶ πολὺ ἀναδυόμενόν με, διὰ τὸ εἰδέναι τὸν κίνδυνον οὐ μόνον τοῦ λέγειν περὶ τῶν ἁγίων, ἀλλὰ πολλῷ πλέον τοῦ γράφειν καὶ κατὰ προτροπὴν θεότητος εἰς τοῦτο ἤγαγές [με], μάτρυς ἔσῃ μοι πρὸς θεὸν μεθ᾿ ὅλου τοῦ βίου καὶ περὶ τῶν ὐπηγορευμένων ἐξεταζομένῳ, ποίᾳ τε προθέσει τοῦτο γεγένηται.

καὶ πῆ μὲν ἐπιτυγδχάνομεν, πῆ δὲ ἢτοι βιαζόμεθα βιαιότερο, ἢ * δοκοῦμεν * τι λέγειν. ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ καταρονοῦντες τοῦ »ὅτε λέγεις περὶ θεοῦ, κρίνῃ ὑπὸ θεοῦ« καλῶς εἰρημένου, καὶ τοῦ »περὶ θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός«.
ἀξιοῦμοεν τοίνυν, ἐπεὶ μηδὲν χωρὶς θεοῦκαλὸν εἷναι δύναται καὶ μάλιστα νόησις γραφῶν θεοπνεύστων, ὅπως τῷ θεῷ καὶ πατρὶ τῶν ὅλων διὰ τοῦ σωτῆρος ἡμῶν καὶ ἀρχιερέως γενητοῦ θεοῦ προσιὼν αἰτήσῃς δοθῆναι ἡμῖν πρῶτονκαλῶς ζητεῖν, ἐπεὶ κεῖται τοῖς ζητοῦσιν ἐπαγγελία τοῦ εὑρίσκειν· τάχα οὐδὲ τὴν ἀρχὴν εἰς ζητοῦντας λογιζομένων παρὰ θεῷ τῶν οὐχ ὁδῷ ἐπὶ τοῦτο προϊόντων.
Ἕως ὧδε τὰ ἀπὸ απὸ Ὠριγένους.

8. Ἀρχὴ δέ μοι λέγειν πρὸς τὸν κομπώδη καὶ δοκήσει σοφὸν καὶ ἐρευνητὴν τῶν ἀνερευήτων καὶ ἐκβιβαστὴν τῶν ἐπουρανίων τουτονί, τὸν φλυαρίς ἐμπλήσαντα τὸν βίον, ὡς καὶ ὁ κρείττων ἡμῶν κατ᾿ αὐτοῦ εἴρηκε, πρῶτον περὶ γενητοῦ θεοῦ.

καὶ ὅτι μὲν ὁμολεξίαι τε καὶ ὁμωνυμίαι πολλαὶ ἐν τῷ βίω εἰσίν, παντί τῳ δῆλόν ἐστιν.

καὶ εἰ μὲν ὑπὸ ἄλλου ἡ λέξις ἐλέγετο, ἦν εἰπεῖν ὅτι κατὰ ὀρθὴν διάνοιαν καὶ τοῦτο εἴρηται· ὁπότε δὲ ἐν πολλοῖς τόποις εὕραμεν αὐτὸν κακῶς τὸν μονογενῆ θεὸν ἀπαλλοτριοῦντα τῆς τοῦ πατρὸς θεότητός τε καὶ οὐσίας, ὁμοῦ δὲ καὶ τὸ ἅγιον πνεῦμα, τούτου χάριν τῷ γενητὸν θεὸν εἰρηκέναι αὐτὸν σαφές ἐστιν ὅτι κτιστὸν ὁρίζεται.

Ὠς γάρ τινες ἡμᾶς βούλονται σοφίζεσθαι καὶ λέγειν ἴσον τὸ γενητὸν εἶναι τῷ γεννητῷ, οὐ παραδεκτέον <τοῦτο>· * [δὲ] ἐπὶ θεοῦ λέγειν ἀλλ᾿ ἢ ἐπὶ τὰ κτίσματα μόνον. ἕτερον γάρ ἐστι γενητὸν καὶ ἕτερόν ἐστι γεννητόν.

εἰς τὸ γοῦν παρ᾿ αὐτῷ ῥηθὲν κτιστὸν ἥτοι γενητὸν θεόν, πρῶτον ἐρωτῶμεν· ποίοις τρόποις ἔκτισται ὁ παρὰ σοῦ διὰ τῆς λέξεως ταύτης τιμώμενος θεός, πῶς δέ ἐστι προσκυνητός, εἰ ἔστι ποιητός;

ἄφελε γὰρ τὴν μέμψιν τὴν παρὰ τῷ ἁγίῳ ἀποστόλῳ ἐπὶ τοῖς τὴν κτίσιν θεολογοῦσι καὶ ἐπίδος μοι θεὸν προσκυνούμενον κτιστὸν κατὰ τὴν εὐσεβῆ πίστιν, τὴν μὴ τῇ κτίσει προςκυνοῦσαν ἀλλὰ τῷ κτίσαντι, καὶ ἔσται παρὰ σοὶ εὔλογος ἡ τοῦ πεπλανημένου σου λόγου ἀπὸ τῆς τῶν πατέρων εὐσεβείας ἀκολουία.

ἀλλὰ οὐ μὴν δύνασαι τοῦτο παραστῆσαι. εἰ δὲ καὶ ἐτόλμας ἀποσυλῆσί ποθεν καὶ βιάσασθαι, οὐδὲ ἐν τούτῳ τὸν εὔλογον λογισμὸν τῶν θεοσβῶν παρεκτρέπειν εἰς τοσαύτην φαυλότητα δυνήσῃ, ὦ θεήλατε.

ἀντιμάχεται γάρ σοι καὶ τὸ φρόνημα καὶ ὁ λόγος. πᾶν γὰρ τὸ κτιστὸν οὐ προσκυνητόν, ὡς ἔφην. εἰ δὲ ὄλως προσκυνητόν, πολλῶν ἄλλων ὑπαρχόντων κτιστῶν οὐδὲν ἂν διοίσει τὸ καὶ ἡμᾶς μετὰ τοῦ ἑνὸς κτιστοῦ τὰ ὅλα προσκυνεῖν, σύνδουλα ὄντα καὶ τῇ αὐτῇ ἀγωγῇ τῆς ὀνομαςίας ὑποπεπτωκότα.

9. Ἴδωμεν δὲ διὰ τῶν τεσςάρων εὐαγγελών, δι᾿ ὧν τὴν πᾶσαν ἡμῶς ζωὴν ᾠκονόμησεν ἐλθὼν ὀ θεὸς Λόγος, εἴρηκεν ὁ Χριστός »ὁ θεός με ἔκτισεν« ἢ »ὁ πατήρ μου ἔκτιςέ με«. ἔδωμεν δὲ εἰ καὶ ὁ πατὴρ ἀπεφήνατο ἐν ἑνὶ τῶν εὐαγγελίων ὅτι »ἔκτισα τὸν υἱὸν καὶ ἀπέσταλκα ὑμῖν«. ἀλλὰ περὶ τούτου ἕως ὧδε τὰ νῦν ἐχέτω.

περὶ γὰρ μαρτυριῶν πολλάδις κατὰ τῶν τὸ κτίσμα παρεισαγόντων πολλὰ ἐξεθέμεθα.

οὐδὲν δὲ λυπήσει καὶ ἐν τῷ παρόντι δεῖξαι τὸ εὔληπτον τοῦ λόγου καὶ εἰπεῖν πρὸς τοῦτον τὸν ἐθελόσοφον· πῶς δύναται κτιστὸς εἶναι, ὦ οὗτος, ὁ λέγων »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕυ ἐσμεν;«

πῶς δὲ δύναται ἀλλοῖος εἶναι ὁ τὴν ἔσην τιμὴν πρὸς τὸν πατέρα ἔχων; »οὐδεὶς γὰρ οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱός« καί »ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα«.

Πάλιν δὲ ὡσαύτως, ὅσα αὐτῷ περὶ ἀναστάσεως ἀμφιβάλλεται, ἐπιλαβόμενοι τῆς ἀκολουθία αἦθις ἐροῦμεν ἐκ τῶν αὐτοῦ ῥητῶν. ἀπὸ μιᾶς δὲ λέξεως τὸ πᾶν τῆς γνύμης αὐτοῦ ἀποδείξωμεν καὶ τὸ ἄπιστον τῆς δόξης τοῦ αὐτοῦ δόγματος ἀποκαλύψωμεν.

εἰ <γὰρ> καὶ διὰ πλάτους αὐτῷ εἴρηται πολλάκις περὶ τούτου καὶ ἐν πολλαῖς βίβλοις πεφλυάρηται, ὅμως τὴν ἔλεγξιν παραθήσομαι ἀφ᾿ ὧν ἐν τῷ πρώτῳ ψαλμῷ ἐξηγάσατο κατὰ τῶν τὴν ἀν;στασιν τῆς βεβαίας ἐλπίδος ἡμῶν πεπιστευκότων.

10. Καὶ ἔστιν οὕτως. λέγει »διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει«. εἶτα (ὡς ἔθος ἐστὶν αὐτῷ ἀπὸ τῶν ἐκδόσεων φαντάζειν). ὁμοίως, φησί, Θεοδοτίων Ἀκύλας Σύμμαχος. εἶτα ἐπιφέρει κατὰ τῶν υἱῶν τῆς ἀληθείας σκωπτωδῶς·

Ἐντεῦθεν, φησίν, οἱ ἀναστάσεως τῶν πεπιστευκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι καὶ τῆς θείας κρίσεως μὴ καταξιοῦσθαι· τί νοοῦντες τῆν ἀνάστασιν καὶ ποταπὴν τὴν κρίσιν φανταζόμενοι, οὐ πάνυ σαφηνίζοντες.

κἄν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει τὸ ἐξῆς ἀκόλουθον σᾠζειν οὐ δυναμένους, μὴ κεκρατηκότας τὸν περὶ ἀναστάσεως καὶ κρίσεως τρόπον.

ἐὰν οὖν πυνθανώμεθα αὐτῶν, τίνος ἡ ἀνάστασις γίνεται, ἀποκρίνονται, φησίν, ὄτι τῶν σωμάτων ἅ νῦν περικείμεθα. εἶτα προσεπερωτησάντων ἡμῶν·

πότερον τῆς οὐσίας ὅλης ἢ οὐχί, πρὶν βασανίσαι λέγουσι, ὅτι ὅλης. ἐὰν δὲ προσαπορήσωμεν, συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν καὶ οὐδὲν περὶ τοῦ ῥευστῆν *, ἐξετάζοντες. εἰ συναναστήσονται τὰ ἀπορρεύσαντα ἐν φλεβοτομίαις αἴματα καὶ τἁ ἐκτακεῖσαι ἐν νόσοις σάρκες καὶ τρίχες πᾶσαι αἱ πώποτε γενόμεναι ἡμῶν ἤ μόναι αἰ ἐπὶ τῷ τέλει πρὸς τῇ ἐξόδῳ, θλιβόμενοι ὁτὲ μὲν προσκόπτουσι [καὶ] τῇ

γινομένῃ ἐξετάσει, οὶόμενοι δεῖν ἐπιτρέπειν τῷ θεῷ ὃ βούλεται περὶ τούτων ποιεῖν, ὁτὲ δὲ δοκοῦντες συγκαταβαίνειν τὰς ἐπὶ τέλει ταύτης τῆς ζωῆς τρίχας φασὶν ἡμῖν συναναστήσεσθαι.

οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνατι τὰ αἴματα αὐτῶν συνάγειν τῷ λόγῳ τὰ πολλάκις ἀπεκκριθέντα τῶν σωμάτων ἡμῶν καὶ τὰς μεταβαλλούσας σάρκας ἐν νόσοις <εἰς> ἰδρῶτας ἢ οἵαν δήποτε ὕλην, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀνίστασθαι σῶμα.

11. Ταῦτά ἐστι τά τοῦ προειρημένου ἐθελοσόφου ἐπαπορητικὰ πρὸς τὴν ἀλήθειαν λεξίδια, ἃ ἀναγκαίως παρεθέμην εἰς παράστσιν τοῖς βουλομένοις εἰδέναι τὸν πάντα νοῦν αὐτοῦ τῆς περὶ ἀναστάσεως ἀπιστίας. καὶ γὰρ καὶ ἄλλα ἔχει μεθ᾿ ἕτερα * πολλὰ ἐν ταύτῃ τῇ τοῦ ψαλμοῦ ἀκολουθίᾳ.

φάσκει γάρ »διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει«· ἐντεῦθεν δὲ ἐπιλαμβάνεται καὶ ἐπέκεινα <κατὰ> τῶν τὴν ἀσφαλῆ ἀνάστασιν ὁριζόντων καὶ τὴν βεβαίαν ἐλπίδα τῆς τῶν τὴν ἀσφαλῆ ἀνάστασιν ὁριζόντων, ὡς ἀκεραίων ὅντων, πολλὰ μοχθηρὰ ἐπειπὼν καὶ σοφιστικήν τινα ὑπόνοιαν ὑφηγησάμενος,
οὕτι πιστικόν, ἀλλὰ συλλογιστικὸν πᾶν ὁτιοῦν εἰς καταστροφὴν τῶν αὐτῷ πεισθέντων *, ἐν τῶν κατὰ φύσιν ἡμῖν συμβαινόντων ἀνατρέψαι ἐπειράθη τῆς αὐτῆς ἀναστάσεως ἡμῶν ἐν ἀληθείᾳ ἐλπίδος τὴν ὁμολογίαν.
Ἐγὼ δὲ τῶν καλῶς ἤδη κεκμηκότων καὶ δικαιότατα ἀνατρεφάντων τὴν πᾶσαν αὐτοῦ ἐπιενομημένην ῥητορικὴν κακουρίαν μὴ ἐν τόλμῃ καλλίων βουλόμενος εἶναι. οἷα δὴ βραχὺς ὑπάρχων, ἀρκεσθῆναι ἐνόμισα καλῶς ἔχειν τοῖς ὑπὸ τοῦ μακαρίτου Μεθοδίου εἰς τὸν περὶ τῆς ἀναστάσεως λόγον κατὰ τοῦ αὐτοῦ Ὠργένους εἰρημένοις, ἅτινα ἐνταῦθα κατὰ λέξιν παραθήσομαι. καὶ ἔστι τὰ ὑπὸ Μεθοδίου οὕτως, ὡς καὶ αὐτὸς ἐτάξατο·
Τῶν Ὠριγένους ἐπιτομὴ ἐκ τῶν Μεθοδίου.

12. Ἐντεῦρεν οἱ ἁπλούτεροι τῶν πεπιστερυκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι *, τί νοοῦντες τὴν ἀνάστασιν *.

κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει, τὰ ἑξῆς ἀκολούθως σᾠξειν μὴ δυναμένους, *.

ἐὰν οὖν πυνθανώμεθα αὐτῶν, τῶν, τίνος ἡ ἀ(??)άστασις γίνεται, ἀποκρίνοννται ὅτι τῶν σωμάτων ἃ νῦν περικείμεθα. εἶτα προσεπερωτησάντων ἡμῶν· πότερον τῆς οὐσίας ὅλης ἢ οὐχί, πρὶν βασανίσαι λέγουσιν ὅτι ὅης.

ἐὰν δὲ προσαπορήσωμεν, συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν *, εἰ συναναστήσεται τὰ ἀπορρεύσαντα ἐν φλεβοτομίαις αἵματα καὶ σάρκες καὶ τρίχες αἰ πώποτε γενόμεναι ἢ μόναι αἱ πρὸς τῇ

ἐξόδῳ, θλιβόμενοι εἰς τὸ τῷ θεῷ <ἐξεῖναι> ποιεῖν ἂ βούλεται προστρέχουσιν· οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αὐτὰ αἵματα συνάγειν τῷ λόγῳ, ἃ πολλάκις ἀπεκκριθῆναι τῶν σωμάτων ἡμῶν συνέβη *, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀναστήσεσθαι σῶμα.

προσηπορήσαμεν δέ, διὰ τὸ τρεπτὴν εἶναι τὴν σωματικὴν φύσιν καὶ τοιαῦτα. ὥσπερ εἰς τὸ ἡμέτερον σῶμκ αἱ τροφαὶ κατατάττονται καὶ μεταβάλλουσι τὰς ὁμοιότητας,

οὕτως καὶ τὰ ἡμέτερα σώματα μεταβάλλονται ἐν τοῖς σαρκοβόροις οἰωνοῖς καὶ θηρίοις καὶ γίγνεται μέρη ζᾠων ἐσθιόμενα ἀντιμεταβάλλεται καὶ γίγνεται ἀνθρώπων ἢ ἑτέρων ζᾠων σώματα.

καὶ τούτου ἐπὶ πολὺ γιγνομένου ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γίγνεσθαι μέρος. τίνος οὖν ἔσται σῶμα ἐν τῇ ἀναστάσει; καὶ οὕτως εἰς βυθὸν ἡμᾶς φλυαρίας ἀλόγου συμβήσεται ἐμπίπτειν.

13. Kαὶ μετὰ ταύτας τὰς ἀπορίας ἐπὶ τὸ πάντα εἶναι δυνατὰ τῷ θεῷ καταφεύγουσι καὶ λέξεις τῶν γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκδοχὴν ὑποβάλλειν τὸ νοούμενον αὐτοῖς προφέρονται·

οἷον ἐν τῷ Ἰεζεκιήλ »καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέ με ἐν πνεύματι καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων. καὶ περιήγαγέ με ἐπ᾿ αὐτὰ κυκλόθεν κύκλῳ. καὶ ἱδού, πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἱδού, αὐτὰ ξηρὰ λίαν. καὶ εἶπεν πρός με.

υἰὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὁστᾶ ταῦτα; καὶ εἶπον. κύριε ὁ θεός, σὺ ἐπίστασαι ταῦτα. καὶ εἶπε πρός με. προφήτευσον, υἱὲ ἀνθρώπου.

καὶ ἐρεῖς πρὸς αὐτά· τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον κυρίου. τάδε λέγει Ἀδωαΐ κύριος τοῖς ὀστέοις τούτοις· ἰδού, ἐγὼ εἰσάγω εἰς ὐμᾶς πνεῦμα ζωῆς καὶ δώσω ἐφ᾿ ὑμᾶς νεῦρα καὶ ἐπάξω ἐφ᾿ ὑμᾶς σάρακας καὶ ἐκτενῶ ἐφ᾿ ὑμᾶς δέρμα καὶ δώσω τὸ πνεῦμά μου ἐφ᾿ ὑμᾶς καὶ ζήσεσθαε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος«.

τούτῳ μὲν οὖν <ὡς> πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ. καὶ ἄλλα δὲ <συλ>λέγουσιν εὐαγγελικά, οἶον [ὡς] τό »ἐκεὶ ἔσται ὁ κλαυρμὸς καὶ ὁ βρυγμὸς τῶν ὁδόντων« καὶ τό »φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεεννῃ« καὶ τὸ ἐν τῷ Παὐλῳ »ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν«.

14.Χρὴ δὲ πάντα τὸν φιλαλήθη κατὰ ταὐτὸν τούτοις τὸν νοῦν ἐπιστήσαντα περὶ τῆς ἀναστάσεως ἀγωνίσασθαι, σῶσαί τε καὶ τὴν τῶν ἀρχρίων παράδοσιν καὶ φυλάξασθαι μὴ ἐμπεσεῖν εἰς φλυαρίαν πτωχῶν νοημάτων, παδυνάτων τε ἅμα καὶ θεοῦ ἀναξίων.

τοῦτο οὖν εἰς τὸν τόπον τοῦτον διαληπτέον, ὅτι πᾶν σῶμα ὑπὸ φύσεως συνεχόμενον τῆς καταταττούσης ἔξωθέν τινα δίκην τροφῆς εἰς αὐτὸ καὶ ἀπεκκρινούσης ἀντὶ τῶν ἐπεισαγομένων ἕτερα, ὤςπερ τὰ τῶν ζᾠων, τὸ ὑλικὸν ὑποκείμενον οὑδέποτε ἔχει ταυτόν.

διάπερ οὐ κακῶς ποταμὸς ὡνόμασται τὸ σῶμα, διότι ὡς πρὸς τὸ ἀκριβὲς τάχα οὐδὲ δύο ἠμερῶν τὸ πρῶτον ὑποκείμενον ταὐτόν ἐστιν ἐν τῷ σώματι ἡμῶν, καίτοι γε τοῦ οἱονεὶ Παύλου ἣ Πέτρου ἀεὶ τοῦ αὐτοῦ ὅντος, (οὐ[τοῦ] κατὰ ψυχὴν μόνον, ἦς ἡ οὐσία οὔτε ῥεῖ καθ᾿ ἡμᾶς οὕτ᾿ ἐπεισαγόμενόν τι ἔχει ποτέ), κἂν ῥευστὴ ᾖ ἡ φύσθς τοῦ σώματος, τῷ τὸ εἶδος τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταὐτὸν εἶνα,

ὡς καὶ τοὺς τύπους μένειν τοὺς αὐτοὺς τοὺς τὴν ποιότητα Πέτρου καὶ Παύλου τὴν σωματικὴν παριστήνοντας, καθ᾿ ἣν ποτότητα καὶ οὐλαὶ ἐκ παίδων παραμένουσι τοῖς σὡμασι καὶ ἄλλα τινὰ ἰδιώματα, <ὡς> φακοὶ καὶ ἑπὶ τούτοις εἴ τί ἐστιν ὅμοιον·

τοῦτο τὸ εἶδος, καθ᾿ ὃ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικόν, [ὃ]ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ πρεῖττον μεταβάλλον, οὐ πάντως τόδε τὸ ἐκτεταγμένον τὸ κατὰ τὴν πρώτην ὑποκείμενον.

ὥσπερ δὲ τὸ εἶδος <ταὐτόν> ἐστιν ἐκ βρέφους μέχρτ τοῦ πρεσβυτέρου, κἂν οἱ χαρακτῆρες δοκῶσι πολλὴν ἔχειν παραλλαγήν, οὕτως νοητέον καὶ τὸ ἐπὶ τοῦ παρόντος εἶδος ταὐτὸν εἶναι τῷ μέλλοντι, πλείστης ὅσης ἐσομένης τῆς ἐπὶ κάλλιον μεταβολῆς.

ἀναγκαῖον γὰρ τὴν ψυχὴν ἐν τόποις σωματικοῖς ὑπάρχουσαν κεχρῆσθαι σώμασι καταλλήλοις τοῖς τόποις.

καὶ ὥσπερ ἐν θαλάσσῃ ζῆν ἡμᾶς ἐνύδρους γενομένους εἰ ἐχρῆν, πάντως ἂν ἡμᾶς ἔδει βράγχια ἔχειν καὶ τὴν ἄλλην ἰχθύων κατάστασιν, οὕτως μέλλοντας κληρονομεῖν βασιλείαν οὐρανῶν καὶ ἐν τόποις διαφέρουσιν ἔσεσθαι ἀναγκαῖον χρῆσθαι σώμασι πνευματικοῖς·

οὐχὶ τοῦ εἴδους τοῦ προτέρου ἀφανιζομένου, κἂν ἐπὶ τὸ ἐνδοξότερον γένηται αὐτοῦ ἡ τροπή, ὥσπερ ἦν τὸ Ἰησοῦ εἶδος καὶ Μωυσέως καὶ Ἠλίου οὐχ ἕτερον ἐν τῇ μεταμορφώσει παρ᾿ ὃ ἦν.

15. Μὴ πρόσκοπτε τοίνυν, εἰ τὸ πρῶντον ὑποκείμενον ἄν τις λέγοι μὴ ἔσεσθαι ταὐτὸν τότε, ὅπου ὁ λόγος τοῖς ἐφιστάνειν δυναμένοις δείκνυσιν ὅτι οὐδὲ νῦν δύναται δύο ἡμερῶν ταὐτὸν εἶναι τὸ πρῶτον ὑποκείμενον.

ἄξιον δὲ ἐπιστῆσαι καῖ τὸ ἑτεροῖον μὲν σπεέρεσθαι, ἑτεροῖον δὲ ἀνίστασθαι·

» σπείρεται γὰρ σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν«, καὶ ἐπιφέρει πάλιν ὁ ἀπόστολος, σχεδὸν τὴν γηΐνην ποιότητα <πᾶσαν> διδάσκων ἀποτίθεσθαι μέλλειν ἡμᾶς τοῦ εἴδους σῳζομένου κατὰ τὴν ἀνάστασιν· »τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αμα. βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται οὐδὲ ἡ φθαρὰ τὴν ἀφθαρσίαν«.

ἵσως μὲν γὰρ ἔσται περὶ τὸν ἅγιον <σῶμα> διακρατούμενον ὑπὸ τοῦ εἰδοποιοῦντός ποτε τὴν σάρκα, σὰρξ δὲ οὐκέτι, ἀλλ’ ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκί, τοῦτο χαρακτηρισθήσεται ἐν τῷ πνευματικῷ σώματι.

Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν γραφῶν, ἂ παρατέθενται οἱ ἀδελφο ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν, καὶ πρῶτόν γε <πρὸς> τὰ ἐν τῷ Ἰεζεκιήλ, ἐφ᾿ ὅσον ἐπὶ τούτοις βούλονται * οἱ ἁπλούστεροι. κατὰ τὰς λέξεις ταύτας οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μόνον καὶ δερμάτων καὶ νεύρων.

ἅμα δὲ καὶ ὐποδεικτέον αὐτοῖς ὅτι συναρπάζονται ὡς μὴ νενοηκότες τὸ γεγραμμένον. οὐ γὰρ εἰ ὁστᾶ ὀνομάζεται, πάντως τὰ ὁστᾶ ταῦτα νοητέον, ὥσπερ οὐδὲ ἐν τῷ »ἐσκορπίσθη τὰ ὁστᾶ ἡμῶνπαρὰ τὸν Ἅιδην«, καί »ἐσκορπίσθη πάντα τὰ ὀστᾶ μου« καί »ἴασαί με, ὅτι ἐταράχθ « p.η τὰ ὀστᾶ μου«, φανεροῦ ὅντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν.

ἐπιφέρεται γοῦν τῷ λόγῳ ὅτι »αὐτο᾿ λέγουσιν ὅτι ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν«. ἆρά γε λέγουσι »ξηρὰ γέγονε τὰ ὁστέα ἡμῶν«, θέλοντες ἀνίστασθαι συναχθέντα; ἀλλὰ τοῦτο ἀμήχανον. λέγοιεν δ᾿ ἄν.

»ξηρὰ γέγονε τὰ ὁστᾶ ἡμῶν«, ἐν αἰχμαλωσίαις γενόμενοι καὶ πᾶσαν ζωτικὴν νοτίδα ἀποβεβληκότες. ἐπιφέρουσι γοῦν τό »ἀπόλωλεν ἡ ἐλπ᾿ς ἡμῶν, διαπεφωνήκαμεν«. οὐκοῦν ἡ ἐπαγγελία τῆς ἀναστάσεως τοῦ λαοῦ ἐστιν ἀπὸ τοῦ πτώματος καὶ τῆς οἱονεὶ νεκρότητος ἥν νενέκρωνται διὰ τὰ ἀμαρτήματα τοῖς ἐχθροῖς παραδοθέντες.

καὶ οἱ ἁμκρτωλοὶ δὲ ὑπὸ τοῦ σωτῆρος λέγονται εἶναι »τάφοι γέμοντες ὀστέων νεκρῶν καὶ κπάσης ἀκαθαρσίας«. πρέπει δὲ τῷ θεῷ ἀνοίγειν τὰ μνημεῖα ἑκάστου καὶ ἐξάγειν ἐκ τῶν μνημείων ἡμᾶς ἐξωοποιημένους, ὥσπερ ὀ σωτὴρ τὸν Λάζαρον εἵλκυσεν ἔξω.

16. Τὸ δέ »ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὁδόντων« πρὸς αὐτοὺς ἀπορητέον ὅτι ὡς ἐν τούτῳ τῷ βίῳ πᾶν μέλος εἴς τινα χρείαν ὁ δημιουργὸς κατεσκεύασεν, οὕτως καὶ τοὺς ὀδόντας εἰς τὸ διακόπτεσθαι τὴν στερεὰν τροφήν. τίς οὖν χρεία τοῖς κολζομένοις ὀδόντων; οὐ γὰρ εἰς τὴν Γέενναν ὂντες κατ᾿ αὐτοὺς φάγονται.

καὶ δεικτέον ὅτι οὐ πάντα παραλαμβάνεσθαι δεῖ κατὰ τὸ κείμενον. »ὀδόντας γοῦν ἁμαρτωλῶν«, φησίν, »συνέτριψας« τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος«. τίς δὲ οὕτως ἠλίθιος ὡς ὑπολαμβάνειν ὅτι πηρῶν τὰ σώματα τῶν ἁμαρτωλῶν ὁ θεὸς τοὺς ὀδόντας αὐτῶν μόνον συντρίβει;

ὥσπερ οὖν εἴ τις θέλων ταῦθ᾿ οὕτως ἔχειν θλιβόμενος εἴλκετο ἐπ᾿ ἀλληγορίαν, οὕτως ζητητέον τῶν κολαζομένων τὸν βρυγμὸν τῶν ὀδόντων, τῆς ψυχῆς δύναμιν μασητικὴν ἐχούσης, ἥτις ἐν καιρῷ τοῦ ἐλέγχου περὶ τῶν ἁμαρτημάτων κατὰ τὸν συγκρουσμὸν τῶν † ὀδόντων ὧν ἐφρόνησε βρύζει τοὺς ὀδόντας.

τὸ δὲ »φοβήθητε τὸν δυνάμενον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν Γεέννῃ« τάχα μὲν διδάσκει ὅτι ἀσώματος ἡ ψυχή, τάχα δὲ καὶ δηλοῖ ὅτι χωρὶς σώματος οὐ κολασθήσεται· περὶ οὗ φυσιολογοῦντες τὰ περὶ τοῦ εἴδους καὶ τοῦ πρώτου ὑποκειμένου εἰρήκαμεν.

καὶ τὸ παρὰ τῷ ἀπ[οστόλῳ δέ »ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα«, θνητοῦ ὄντος τοῦ σώματος καὶ οὐ μετέχοντος τῆς ἀληθινῆς ζωῆς, δύναται παριστάνειν ὅτι τὸ σωματικὸν εἶδος περὶ οὗ εἰρήκαμεν, τῇ φύσει θνητὸν ὄν, »ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν«, καὶ αὐτὸ μεταβάλλει ἀπὸ τοῦ εἶναι »σῶμα θανάτου«, ζωοποιηθὲν διὰ τοῦ πνεύματος τοῦ ζωοποιοπυντος, ἐκ τοῦ <σαρκικοῦ> πνευματικὸν γεγονός.

καὶ τό »ἐρεῖ δέ τις, πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται;« γυμνῶς παρίστηυσιν ὅτι τὸ πρῶτον ὑποκείμενον οὐκ ἀναστήσεται.

εἰ γὰρ καλῶς ἐλάβομεν τὸ παράδειγμα, τηρητέον ὄτι ὁ σπερματικὸς λόγος ἐν τῷ κόκκῳ τοῦ σίτου δραξάμενος τῆς παρακειμένης ὕλης καὶ δι᾿ ὅλης αὐτῆς χωρήσας, περιδραξάμενός <τε< αὐτῆς τοῦ αὐτοῦ εἴδους, ὧν ἔχει δυνάμεων ἐπιτίθησι τῇ ποτε γῇ καὶ ὕδατι καὶ ἀέρι καὶ πυρί, καὶ νικήσας τὰς ἐκείνων ποιότητας μεταβάλλει ἐπὶ ταύτην ἧς ἐστιν αὐτὸς δημιουργός· καὶ οὕτως συμπληροῦται ὁ στάχυς, εἰς ὑπερβολὴν διαφέρων τοῦ ἐξ ἀρχῆς κόκκου μεγέθει καὶ σχήματι καὶ ποικιλίᾳ.

Πρόκλου τοῦ αὐτοῦ.

17. Ἅ μὲν οὖν Ὠριγένης εἰς τὴν περὶ τῆς ἀναστάσεως ἐγχειρῶν πραγματείαν ἐσπούδασε, ποικιλωτάτην ἐπιδεικνύμενος θεωρίαν, τοσαῦτα ὡς ἐν ἐπιτομῇ· ἐνθυμοῦ δὲ καὶ τὰ τούτοις ἀκόλουθα ἐφεξῆς.

λείπεται γὰρ τὰς ἀπὸ τῶν γραφῶν ἔτι πρὸς τοῖς εἰρημένοις μαρτυρίας παραλαβεῖν, ἵν᾿ ὥσπερ ἀνδριὰς πάντα τὰ μέρη συμμέτρως < ἔχουσα, οὕτως > ὁ λόγος οὗ- τος <συμμετρίαν > λαβὼν ὅλος ἐκ πλήρους ᾖ κατεσκευασμένος, ἀλλὰ] μηδὲν ἔχων ἐνδεὲς τῶν εἰς σχῆμα καὶ κάλλος συναγομένων.

τί οὖν αἱ γραφαὶ συνᾴδουσι τούτοις, ἐπικρατύνουσαι πρὸς συμπλήρωσιν διαγωγῆς κρείττονος τὸν ἄνθρωπον, φραστέον. ταῦτα γὰρ ἐάν τις οἷός τε ᾖ, μὴ παρακόπτων τοῦ δέοντος, ἀκριβῶς νοεῖν, εἴσεται τὴν ἀνάστασιν ἐπὶ τούτου μὴ χρῆναι παραλαμβάνεσθαι τοῦ σώματος, ἄτε ἀδυνατοῦντος ἀτρέπτου δι᾿ αἰῶνος μένειν, ἀλλὰ ἐπὶ τοῦ πνευματικοῦ, ἐν ᾧ αὐτὸς ὁ καὶ νῦν ἐν τούτῳ διασῳζό- μενος χαρακτὴρ τηρηθήσεται, ἵν᾿ ἕκαστος ἡμῶν καὶ κατὰ τὴν μορφὴν ὁ αὐτὸς ᾗ, παθάπερ ἐλέχθη καὶ Ὠριγένει.

οὕτω γὰρ ἐκεῖνος ἔσεσθαι τίθεται τὴν ἀνάστασιν. ῥευστοῦ γὰρ ὄντος τοῦ σώματος τοῦ ὑλικοῦ καὶ μηδέποτε μένοντος ἐφ᾿ ἑαυτῷ κἂν τὸ βραχύ, ἀλλὰ προσγι<γ> νομένου καὶ νομένου περὶ τὸ εἶδος τὸ χαρακτηρίζον τὸν ἄνθρωπον, ὑφ᾿ οὗ καὶ συγκρατεῖται τὸ σχῆμα, ἀνάγκή, φησί, τὴν ἀναστασιν ἐπὶ μόνου τοῦ εἴδους φῴζεσθαι δεῖν προσδοκᾶν.

καὶ ἵνα μὴ εἴπῃς ὅτι οὐ μανθάνω· σκοτεινῶς ἐκεῖνος γὰρ τοῦτο διέλαβεν, ἐγὼ δέ σοι σαφέστερον ὧδε τὸν νοῦν τούτων ἐξηγήσομαι.

ἤδη γὰρ πάντως ἑώρακας δέρμα αῴου η ἄλλο τι τοιοῦτο γεμισθὲν ὕδατος, ὅπως ἐὰν πρὸς ὀλίγον κενούμενον πρὸς ὀλίγον πληροῖτο, ἀεὶ τὸ εἶδος τὸ αὐτὸ δείκνυσιν. οὗον γὰρ ἂν ᾖ τὸ περιέχον, ἀνάγκη πρὸς κὐτὸ καὶ τὸ ἐντὸς σχηματίζεσθαι.

φέρε γὰρ ὑπεκρέοντος τοῦ ὕδατος, εἴ τις προσβάλλοι τοσοῦτον ὅσον ἐκχεῖται, μὴ ἐῶν τὸν ἀσκὸν ἀθρόως κενωθῆναι τοῦ ὕδατος, εἰ μὴ τοιοῦτο ἀνάγκη φαίνεσθαι τὸ προστιθέμενον οἷον καὶ τὸ πρότερον, διὰ τὸ εἶναι καὶ τὸ περιέχον τὸ αὐτὸ περὶ ὅ εἰσρεῖ καὶ ἀπορρεὶ τὸ ὕδωρ.

καὶ δὴ καὶ τὸ σῶμα τούτοις ὁ ἐθέλων ἀπεικάζειν οὐκ αἰδεσθήσεται. ὡσαύτως γὰρ καὶ τὰ ἀπὸ τῆς τροφῆς ἀντεισαγόμενα ἀντὶ τῶν ὑπεξεωθεισῶν σαρκῶν εἰς τὸ σχῆμα τοῦ περιέχοντος εἴδους μεταβαλοῦνται, καὶ ὁπόσον μὲν ἂν κατὰ τοὺς ὀφθαλμοὺς διαχυθῆ, τοῖς ἐφθαλμοῖς ἔοικεν, ὁπόσον δὲ κατὰ τὸ πρόσωτον, τῷ προσώπῳ, ὁπόσον δὲ κατὰ τὰ ἕτερα, τούτοις· ὥστε τὸν αὐτὸν ἕκαστον φαίνεσθαι, οὐκ οὐσῶν τῶν σαρκῶν ἐν αὐτῷ τῶν πρῶτον ὑποκειμένων, ἀλλὰ τοῦ εἴδους, καθ’ ὃ εἰδοποιοῦνται τὰ προσγιγνόμενα.
καὶ τοίνυν εἰ μή ἐσμεν οἱ αὐτοὶ κἂν ἐπ᾿ ὀλίγας ἡμέρας τῷ σώματι, ἀλλὰ τῷ εἴδει τῷ ἐν τῷ σώματι τοῦτο γὰρ μόνον ἕστηκεν ἀπὸ γενέσεως), πολλῷ μᾶλλον οὐδὲ τότε οἱ αὐτοὶ κατὰ τὴν αὐτὴν σάρκα ἐσόμεθα, ἀλλὰ κατὰ τὸ εἶδος τὸ καὶ νῦν > ἀεὶ δικσῳζόμενον ἐν ἡμῖν καὶ μένον. ὃ γὰρ ἐκεῖ τὸ δέρμα, τοῦτο τὸ εἶδος ἐνθάδε· ὃ δὲ ἐκεῖ τὸ ὑδωρ ἐπὶ τῆς εἰκόνς, τοῦτο ἐνταῦθα τὸ προσγιγνόμενον καὶ ἀπογιγνόμενον.

ὥσπερ οὖν νῦν τοῦ σώματος οὐκ ὄντος τοῦ καὶ τότε οὐκ ὄντος τοῦ σώματος τοῦ αὐτοῦ εἰς τὸ ἐνδοξότερον τὸ εἶδος αὐξηθὲν οὐκέτι ἐν φθαρτῷ, ἀλλ᾿ ἐν ἀπαθεῖ καὶ πνευματικῷ δειχθήσεται σώματι, ὥσπερ οἷον τὸ Ἰησοῦ κατὰ τὴν μεταμόρφωσιν ἦν, ὅτε εἰς τὸ ὄρος ἀνέβη μετὰ Πέτρου, καὶ τὸ Μωυσέως καὶ τὸ Ἠλίου τῶν ὀφθέντων αυτω.

18. Καὶ ταῦτα μὲν οῦν μέχρι τοσούτου διεσκέφθω· οὗτος γὰρ ὡς ἐν κεφαλαίῳ τῶν Ὠριγένους δογματισμῶν ὁ νοκῦς.

ἐὰν δέ τις τῶν ἀμφισβητούντων προβαλλόμενος τὸ σῶμα τοῦ Χριστοῦ, διὰ τὸ »πρωτότοκον τῶν νεκρῶν« καὶ »ἀπαρχὴν« αὐτὸν εἰρῆσθαι »τῶν κεκοιμημένων«, λέγοι ὅτι καθάπερ ἐκεῖνος ἀνέστη, καὶ τὰ πάντων > ὡσαύτως ἐκείνῳ δεῖν προσδοκᾶν ἀναστήσεσθαι, ἵνα ὥσπερ Χριστὸς ἐγήγερται, »οὕτως ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ«, ἐγήγερται δὲ τὸ τοῦ Ἰησοῦ >, καὶ τὰς σάρκας ἔχον ἃς εἶχε καὶ τὰ ὀστᾶ, καθάπερ ἐπείσθη καὶ Θωμᾶς, λέξομεν·

ἀλλὰ τὸ τοῦ Χριστοῦ σῶμα οὐκ ἦν »ἐκ θελήματο ἀνδρός«, »ἡδονῆς ὕπνῳ συνελθούσης«, »ἐν ἀνομίαις συλληφθὲν καἰ κισσηθὲν ἐν ἁμαρτίας«, ἀλλὰ »ἐκ πνεύματος ἁγίου καὶ δυνάμεως ὑψίστου καἰ παρθένου«, τὸ δὲ σὸν ὕπνος ἐστὶ καὶ ἡδονὴ καὶ ῥύπος.

καὶ διὰ τοῦτο καὶ ὁ σοφὸς Σειράχ »ἐν γὰρ τῷ ἀποθνῄσκειν ἄνθρωπον< κληρονομήσει ἑρπετὰ καἰ κηρία καὶ σκώληκας«, καὶ <Δαυ'δ > ἐν ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ »μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολγήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῇ;«

καὶ ἕτερα δὲ ῥήματα τοιαῦτα τῷ βουλομένῳ συνάγειν ἐκ τῶν γραφῶν πάρεστιν ἃ * ἵνα μὴ πάντων ἡμεῖς εἰς πλῆθος μνημονεύοντες πολυπλασίονα τῶν εἰρημένων αὐζήσωμεν τὸν λόγον.

Λοιπὸν Μεθοδίου·

Ὡς πὖν ἐπαύσατο μόγις ὁ Πρόκλος καὶ σιγὴ τῶν παρόντων ἦν ἐπὶ πολύ, καταβληθέντων ἱκανῶς πρὸς ἀπιστίαν, καὶ ἐγὼ ᾐσθόμην ὅτι τῷ ὄντι πεπαυμένος εἴη, ἠρέμα τὴν κεφαλὴν ἐπάρας καὶ ἀναπνεύσας ὥσπερ οἱ πλέοντες τοῦ κύματος ἤδη λωφῶντος, ὑποτρέμων ἔτι καὶ σκοτιζόμενος ἐβεβλήμην γάρ, ὡς πρὸς ὑμᾶς εἰρήσθω, τῇ δεινότητι κατηντλημένος τῶν λόγων) τρέπομαι πρὸς τὸν Αὐξέντιον καὶ καλέσας αὐτόν·

ὦ Αὐξέντιε, νομίζω, ἔφην, μὴ μάτην λελέχθαι τὸ ποιητικόν »σύν τε σύ᾿ ἐρχομένων«. καὶ γὰρ οἱ ἀνταγωνισταὶ δύο. »διὸ σθένος ἀμφότεροι ἀμφοτέρων περ σχῶμεν«.

συναντιλήπτορα γὰρ καὶ συναγωνιστὴν αἱροῦμαί σε τῆς πρὸς αὐτοὺς μάχης, μὴ ἡμῖν ὁ Ἀγλαοφῶν μετὰ Πρόκλου καὶ Ὠριγένους τοῖς ἀνατρεπτικοῖς καθ᾿ ἡμῶν ὡπλισμένος λογοις ἐκπέρσῃ τὴν ἀνάστασιν.

ἄγε οὖν ἀντιπαραταξώμεθα τοῖς σοφίσμασιν αὐτῶν, μηδὲν τῶν ἀντιλογικῶν, οἷς οἱ δειλοὶ βάλλονται, φοβηθέντες· καὶ γὰρ οὐδὲν ἐν αὐτοῖς ὑγιὲς ὅλως οὐδὲ πάγιον, ἀλλὰ φαντασία μόνον εὐπρεπὴς ῥημάτων πρὸς κατάπληξιν τῶν ἀκουόντων καὶ πειθὼ κατεσκευασμένη, οὐ τῆς ἀληθείας καὶ τοῦ συμφέροντος χάριν, ἀλλὰ τοῦ δόξαι τοῖς παροῦσι σοφοὺς τοὺς λόγους.

ἐντεῦθεν γοῦν τοῖς πολλοῖς οἱ ἐκ τῶν εἰκότων ἔσθ᾿ ὁτε λόγοι πρὸς κάλλος καὶ ἡδονὴν πεποικιλμένοι μᾶλλον τῶν εἰς ἀκρίβειαν ἐξητασμένων νομίζονται σπουδαιότεροι, τῶν διδασκάλων οὐ πρὸς τὸ βέλτιον ἁμιλλωμένων ἕτι καὶ σεμνον, ἀλλὰ πρὸς τὸ ἀρέσαι καὶ εὐημερῆσαι, καθάπερ οἱ σοφισταί, οἵ μισθὸν αἱροῦνται τῶν λόγων, ἐπευωνιζόμενοι τὴν σοφίαν ἐπαίνοις.

τὸ μὲν οὖν παλαιὸν βραχὺ παντελῶς τὸ περὶ τὴν ἐξήγησιν ἦν, φιλοτιμουμένων μὴ τέρπειν, ἀλλὰ ὠφελεῖν τοὺς παρόντας τῶν τότε· ἀφ᾿ οὗ δὲ λοιπὸν εἰς ῥᾳστώνην ἐπετράπη πᾶσιν ἑρμηνεύειν ἐξεῖναι τὰς γραφάς, [καἰ] πάντες εἰς ποιῆσαι μὲν τὸ καλὸν ἠμβλύνθησαν πλησθέντες οἰήματος, περὶ τὸ λογικεύεσθαι δὲ προέκοψαν καλλωπιζόμενοι, ὡς πάντα γινώσκειν ὑπάρχοντες δεινοί, διδάσκεσθαι μὲν ὁμολογεῖν χρῄζειν αἰδεσθέντες, φιλονεικεῖν δὲ μᾶλλον καὶ προπηδᾶν, ὡς οἱ διδάσκαλοι *.

θρασυνθέντες γοῦν ἐντεῦθεν τοῦ μὲν εὐλαβοῦς καὶ πρᾴου καὶ πάντα δύνασθαι ποιεῖν τὸν θεὸν ὡς ἐπηγγείλατο πιστεύειν ὠλίσθησαν, εἰς δὲ ζητήσεις κενὰς καὶ βλασφημίας ἥκασι, μὴ νοήσαντες ὡς οὐ τὰ ἔργα τῶν λόγων ἐπετηδεύθη χάριν, ἀλλὰ τῶν ἔργων οἱ λόγοι, ὥσπερ <ἐπ᾿ > ἰατρικῆς, δι᾿ ἧς τοὺς κάμονοντας σῴζεσθαι δεῖ τῶν λόγων ἔργοις κυρουμένων, ἵν᾿ ἡρμοσμένων ἡμῶν πάντα σύμφωνος ὁ νοῦς εἴη τοῖς ἀρίστοις λόγοις, τὰ ἤθη τῇ γλώσσῃ συνῳδὰ παρέχων δίκην λύρας, ἀλλὰ μὴ ἄμουσα καὶ ἀσύμφωνα.

ἐπὶ γὰρ τῷ κτήσασθαι κατὰ ἀλήθειαν ἀγωνίζεσθαι δεῖ τὸ δίκαιον ἀσκεῖν καὶ οὐκ ἐπὶ τῷ δοκεῖν, χωλῶς ἐπιβαίνοντα σοφίας καὶ πρὸς δόξαν μᾶλλον ἢ πρὸς ἀλήθειαν ἁμιλ- λώμενον, πρόθυρα καὶ προσχήματα καὶ πᾶσαν ὑποδυσάμενον τῆς ὑποκρίσεως τὴν σκευήν.

20. Εἰσὶ γάρ, εἰσὶν οἵ λόγων τραγικῶς κεκοσμημένων προσβολαῖς, καθάπερ γυναῖκες ἔξωθεν ὡραϊζόμεναι πρὸς ἀπάτην ἐντέχνως, * ἐὰν μὴ τις πεφυλαγμένως αὐτοῖς τῶι ἔτι νεωτέρων προσβλέψῃ τῇ πίστει καὶ νηπτικῶνς.

ὅθεν εὐλαβητέον πρὸ τοῦ καταμαθεῖν ἀσφαλῶς εἰς τὴν δαρδίαν εἰσδέξασθαι τὸν τοιοῦτον λόγον· καὶ γὰρ φθάνουσιν οἱ ἐξαπατῶντες πολλάκις τοὺς διστάζοντας, καθάπερ δὴ καὶ αἱ Σειρῆνες τοὺς φεύγοντας αὐτάς, μακρόθεν τὸ μισάνθρωπον τῇ καλλιφωνίᾳ.

ἢ πῶς, ὦ Αὐξέντιε, ἔφην ἐγώ, <δοκεῖ > σοὶ ταῦτα τίθεσθαι;

καὶ ὃς ἀπεκρίνατο· Οὕτως καθάπερ καὶ σοί.

Οὐκοῦν πάντως τῶν ἑτεροδόξων τοὺς σοφιστὰς μιμητὰς εἰδώλων ἀληθείας εἶναι λέγωμεν, ἀλήθειαν μὴ γινώσκοντας, καθάπερ ζωγράφους; καὶ γὰρ οὗτοι μιμεῖσθαι μὲ ναυπηγοὺς καὶ πλοῖα καὶ κυβερνήτας ἐπιειροῦσι, ναυπηγεῖν καὶ κυβερνᾶν οὐ γινώσκοντες.

οὐκοῦν ἀποξένοτες <εἱ > θέλεις τὰ χρώματα πείθωμεν αὐτῶν τὰ θαυμάζοντα τὰς τοιαύτας γραφὰς παιδία, ὅτι οὔτε τὸ πλοῖον τοῦτο πλοῖόν ἐστιν οὔτε ὁ κυβερνήτης κυβερνήτης, ἀλλὰ τοῖχος ἔξωθεν πρὸς τέρψιν χρώμασι κα γραφαῖς κεκοσμημένος καὶ ὅτι μιμηταὶ μὲν εἰδώλου πλοίου καὶ κυβερνήτου οἱ δημιουργήσαντές εἰσιν ἀπὸ τῶν χρωμάτων ταῦτα, καὶ οὐ πλοίου;

Μακρὸν τῷ ἀκοῦσαι ποθοῦντι τὸ προοίμιον.

Ἀλλ’ ὠφέλιμον. ἔφην, ὦ ἄριστε. τὰ γὰρ ἀπὸ τῶν θεοπνεύστωνν γραμμάτων ῥήματα, οἷς ἐπιχρωματίζοντες ποικίλλουσιν ἑαυτῶν πρὸς ἀπάτην οὗτοι τὴν δόξαν, δικαιοσύνην αὐθαδῶς καὶ ἀλήθειαν ὀνομάζοντες, οὐ γινώσκοντες ὅλως δικαιοσύνην, εἴ τις ἀφέλοιτο, πόσον οἴει γυμνωθέντας αὐτοὺς τῶν τοιούτων ὀνομάτων χλευασθήσεσθαι;

Πάνυ πολύ, ἔφη.

Πότερον οὖν, ὦ Αὐξέντιε, ἦν δὲ ἐγώ, σὺ βούλει ταύτης ἡγεμονεύειν Δίκαιος, ἔφη, σὺ ἡγεῖσθαι· σὺ γὰρ καὶ κτάρχεις τοῦ λόγου.

21. Οὐκοῦν ἐλέγετο — φέρε γὰρ πρὸς μέρος ἐξ ἀρχῆς ἀκολούθως τὸν Ἀγλαοφῶντος ἐξετάσωμεν νοῦν — ἡ Μὴ τὸ σῶμα διὰ τὴν παράβασιν ὃ περικείμεθα τοῦτο ἀνειληφέναι, χρόνοις τοῖς ἄνω χωρὶς αὐτοῦ μακαρίως διάξασα.

τοὺς γὰρ δερματνους εἶναι χιτῶνας σώματα <ἔφη > εἰς ἃ ἐνεῖρχθαι συνέβη τὰς δυχάς, δικην ὅπως ὧν ἔδρασαν νεκροφοροῦσαι παρασχωσιν ἢ οὐ ταῦτα πρῶτον ἦν ἐν ἀρχῇ τὰ λεχθέντα ὑπὸ σοῦ ἰατρέ; ἀλλ’ ἴθι, ὑπόμνησον, ἐάν τί σοι μὴ φαίνωμαι μεμνημένος.

Οὐδὲν νῦν ὑπομνήσεως εἰς τοῦτο δέῃ· αὐτὰ ταῦτα γὰρ ἦν ἐν πρώτοις ημιν τὰ ειρημενα.

Τί δέ; οὐχὶ καὶ τοῦτο ἐν τοῖς ἑξῆς ἐλέγετο πολλαχῶς ὑπὸ σοῦ ὡς ἐμποδών πρὸς τὴν κατάληψιν ἡμῖν τὸ σῶμα τῶν ὅντως ὅντων καὶ γνῶσιν διὰ τὰς πρὸς τὸ κοσμεῖν ἀσχολίας αὐτὸ καὶ θεραπεύειν γίγνεται κα τὰς ἄλλας τὰς περὶ τὴν ἐιθυμίαν τῆς γαστρὸς προσβολίας, ἔτι τε βαλσφημιῶν καὶ παντοίων αἴτιον ἁμαρτημάτων διὰ τὸ μὴ δύνασθαι καθ’ ἑαυτὴν δίχα ]5 σώμυτος ὅλως ἁμαρτῆσαι ψυχήν·

καὶ διὰ τοῦτο, μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκτὸς ἁμαρτήματος ὅπως ἔσοιτο καὶ παρακοῆς ἐν τοῖς οὐρανοῖς, ἔνθα καὶ τὰς διατριβὰς ἔζει μετὰ τῶν ἀγγέλων, ἐλευθέραν αὐτὴν καὶ γυμνὴν χρῆναι δαμεῖσα σώματος, ἐπειδήπερ τὸ σῶμα τοῦ χραίνεσθαι τοῦτο καὶ ἁμαρτάνειν παραίτιον αὐτῇ καὶ συνεργὸν γέγνεται;

ἄνευ γὰρ δώματος ἀμήχανον ἁμαρτῆσαι Ψυχήν. ὅθεν ἵνα τὸν ἄπειρον ἀναμάρτητος αἰῶνα τηρηθῇ, οὐκέτι τὸ ταλανττεῦον αὐτὴν εἰς τὴν φθορὰν κάτω καὶ τὴν ἀνικίαν σῶμα λήψεσθαι.

Ἀλλ’ ἐλέχθη κα τοῦτο.

Τί δέ; καὶ κ(??)λῶς σοι τοῦτο καὶ ὀρθῶς, ἔφην, ἥγησαι λελέχθαι;

Καὶ τί σοι, ἔφη, τοῦτο διαφέρει; ἀλλὰ οὐκ ἐξελέγχεις τὸν λόγον.

Οὐδέν, ἦν δὲ εγώ, ἀλλὰ δι’ ἃ εἴρηκας ὅπως ἐξετάζηται ὁ λόγος.

Καλῶς καὶ ὀρθῶς, ἔφη.

Καλῶς δὲ σοι δοκεῖ τίθεσθαι καὶ ὀρθῶς ὁ ἑαυτῷ τἀναντία λέγων καὶ ἀσύμφωνα;

Οὐδ’ ὁπωστιοῦν.

Ἀμούσως γὰρ οὗτός σοι φαίνεται τὴν ἀλήθειαν ὑποκρίνεσθαι;

Πάντων μάλιστα, ἔφη.

Οὐκ ἄρα ἀποδέχῃ τὸν τὰς ἁρμονίας ἐντείνοντα πρὸς τὸ ψευδὲς μέλος τῶν λόγων;

Οὐδ᾿ ὁπωστιοῦν.

Οὐκοῦν οὐδὲ σεαυτοῦ λέγοντος ἀμούσως οὐδ᾿ ὁτιοῦν ἀποδέξῃ. δοὺς γὰρ ἀσωμάτως ἡμαρτηκέναι τὰς ψυχὰς ἀποσφαλείσας τῆς ἐντολῆς καὶ φράσας διὰ τὴν ἀνομίαν τοὺς χιτῶνας αὐταῖς ὕστερον τοὺς δερματίνους δεδωκέναι τὸν θεόν, ἵνα δίκην νεκροφοροῦσαι παράσχωσι, χιτῶνας τὰ σώματα φράσας, προϊόντος τοῦ λόγου ἐπιλαθόμενος ἃ τὸ πρῶτον ὑπέθου μὴ δύνασθαι καθ᾿ ἑαυτὴν τὴν ψυχὴν ἁμαρτῆσαι λέγεις.

οὐ πεφυκέναι γὰρ ὅλως πρὸς τοῦτο, ἀλλὰ παραίτιον αὐτῇ παντοίων κακῶν τὸ σῶμα γεγονέναι. ὅθεν πρὸς τὸ μὴ παρορμηθῆναι πρὸς ἀδικίαν αὐτὴν αὖθις, καθάπερ συνέβη καὶ πρόσθεν ὑπὸ τοῦ σώματος, οὕτως εἰς τοὺς αἰῶνας αὐτὴν ἔσεσθαι χωρὶς αὐτοῦ,

καίτοι πρῶτον εἰπὼν ἐν τῷ παραδείσῳ πρὸ τοῦ σώματοςτὴν ψυχήν, ὁπότε ἔτι μακαρία καὶ ἀναλγὴς ἦν, ἡμαρτηκέναι· παραβάσῃ γὰρ τὴν ἐντολήν, κεκρατυμμένης ἤδη διὰ τὴν πρὸς τὸν ὄφιν πειθὼ τῆς ἁμαρτίας, δεσμὸν αὐτῇ τὸ σῶμα δεδόσθαι τιμωρόν.

ὥστε ἢ τὸ πρότερον ἢ τὸ ὕστερον οὐκ ὀρθῶς ἔχει. ἤτοι γὰρ πρὸ σώματος ἥμαρτε καὶ οὐδέν τι μᾶλλον κἂν μὴ λάβῃ σῶμα ἁμαρτήσεται, καὶ μάταιος ἡ περὶ τοῦ μὴ ἀνίστασθαι τὸ σῶμα περισσολογία· ἢ μετὰ σώματος, καὶ οὐ δύνανται σῶμα οἱ χιτῶνες νομίζεσθαι εἶναι οἱ δερμάτινοι.

εὑρίσκεται γὰρ πρὸ τῆς κατασκευῆς αὐτῶν ἀθετήσας ὁ ἄνθρωπος τὴν θείαν ἐντολήν· οὗ καὶ χάριν οἱ χιτῶνες κατασκευάζονται, τὴν γύμνωσιν τὴν ἀπὸ τῆς ἁμαρτίας αὐτῶν προσγενομένην καλύψοντες.

ἀλλὰ πότερον πείθω σε καὶ ὁρᾷς ὡς ἑαυτῷ μαχόμενα ὑπέθου καὶ σοὶ τοῦτο γεγένηται σαφὲς ἢ οὐδέπω μανθάνεις, ὦ Ἀγλαοφῶν, ἔφην, ὃ λέγω;

Μανθάνω, ἔφη, καὶ οὐδέν τι δέομαι δεύτερον ἀκοῦσαι, ἀλλὰ ἔλαθον ἐμαυτὸν οὐκ ὀρθῶς εἰπών. ἀνάκη γὰρ μοι δεδωκότι τοὺς δερματίνου χιτῶνας εἶναι τὰ σώματα ὁμολογεῖν, καὶ πρὶν εἰς τὸ σῶμα τὴν ψυχὴν ἐληλυθέναι ἡμαρτηκέναι,

ἐνθ’ ὧν πρὸ τῆς κατασκευῆς αὐτῶν ἡ παράβαοις ἐγένετο, — διὰ τὴν παράβασιν γὰρ οἱ χιτῶνες αὐτοῖς κατγασκευάζονται καὶ οὐχ ἡ παράβασις διὰ τοὺς χιτῶνας γίγνεται — καὶ ταύτης ταύτης τῆς ὁμολογίας συγκαταίθεσθαι ὡς οὐ τὸ σῶμα τοῦτο παραίτιον κακίας εστίν, ἀλλ’ αὐτὴ ἡ ψυχὴ ἐν ἑαυτῇ

διὸ κἂκ μὴ λάβῃ τὸ σῶμα, ἁμαρτψεται, ἐπειδήπερ καὶ πρόσθεν ἥμαρτεν χωρὶς σώματος. καὶ ἀνόντηον τὸ λέγειν ἀναβιῶναι μὴ δύνασθαι τὸ σῶμα διὰ τοῦτο, ἵνα μὴ παραίτιον τῇ

ψυχῇ τοῦ ἁμαρτῆσαι γενηθῇ. ἁμαρτήσεται γάρ, ὥσπερ καὶ πρὸ τοῦ σώματος ἥμαρτε, οὕτως καὶ μετὰ τὴν τοῦ σώματος ἀπόθεσιν, κἂν μὴ αὖθις τὸ σῶμα ἀπολάβῃ. ὅθεν ἀνάγκη μοι διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου ἀποξέεσθαι λέγοντος Ι τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σὠματα. εἰ δὲ ἀποδεξαίμην, ὁμολογεῖν χρή με καὶ τὰ εἰρημένα.

22. Τί δὲ, οὑχὶ κἀκεῖνο, ἔφην, ὦ Ἀγλαοφῶν, δοκεῖ σοι μὴ ὀρθῶς ἔχειν;

Τὸ ποῖον;

Τὸ λέγειν, ἦν δὲ ἐγώ, δεσμὸν καὶ πέδας τὸ σῶμα μεμηχανῆσθαι κατὰ κατὰ τῆς ψυχῆς, καὶ ὅτι καὶ ὁ τροφήτης »δεσμίους γῆς« ἔφη ἡμᾶς διὰ τοῦτο καὶ ὁ Δαυίδ »πεπεδημένους«.

Καὶ ὅς· οὐκ ἔχω σοι προχείρως ἀποκρίνασθαι, ἔφη. ἀλλὰ τί ἄλλῳ οὐ διαλέγῃ;

Καὶ ἐγὠ — ᾐσθόμην γὰρ ἐρυθριᾶν αὐτόν, φεύγοντα ἐλεγχθῆναι τῷ λόγῳ — γάρ με κατὰ φθόνον ἐπιχειρεῖν σε ἐλέγξαι, ἔφην, καὶ μὴ τὸ προκείμενον καταφανὲς φιλονεικεῖν ποιῆσαι; ἀλλ’, ὦ ἀγαθέ, μὴ ἀποκάμῃς κάμῃς ἀνερωτώμενος.

ὁρῇς γὰρ ὡς οὐ περὶ μικρῶν ἡμῖν εἰσιν οἱ λόγοι, ἀλλ’ οὖν τίνα τρόπον χρὴ πεπιστευκέναι· καὶ γὰρ οὐδὲν οἶμαι τοσοῦτον κακὸν ἀνθρώπῳ γενέσθαι ὅσον ἀπὸ τῶν ἀναγκαίων, ὁπόταν ψευδῆ περὶ αὐτῶν δοξάζοι.

ἴθι οὖν προθύμως πρὸς τὰ ἐρωτώμενα· ἀποσάφει καὶ ἐάν τί σοι λέγειν ἀληθὲς μὴ δοκῶ, μῆλλον τῆς ἀληθείας φροντίσας ἢ ἐμοῦ, ἔλεγξον. μεῖζον γὰρ ἀγαθὸν τὸ ἐλεγχθῆναι τοῦ ἐλέγξαι νομί ω, ὅσῳ μεῖζόν ἐστι τὸ αὐτὸν ἀπαλλαγῆναι κακοῦ τοῦ ἄλλον ἀπαλλάξαι.

φέρε οὖν παραλλήλους παραβάλλοντες τοὺς λόγους σκεπτώμεθα εἴ τι διοίσουσιν ἀλλήλων. καὶ γὰρ τυγχάνει περὶ ὧν ἀμφισβητοῦμεν οὐ πάνυ σμικρὰ ὅντα, ἀλλὰ περὶ ὧν εἰδέναι τε κάλλιον, μὴ εἰδέναι τε αἰσχρόν. οὐκοῦν σὺ μὲν οὐ νομίζεις ἀναβιῶναι τὸ σῶμα, νομίζω δὲ ἐγώ.

Πάνυ μὲν οὖν, ἔφη, καὶ δι’ ἅ εἴρηκα.

Καὶ σὺ δὲ ἦν δὲ ἐγώ, δεσμὸν αὐτὸ καὶ φυλακὴν καὶ σῆμα καὶ ἄχθος καὶ πέδας εἶναι ἔφης, ἐγὼ δὲ οὐ φημί.

Ἀληθῆ, ἔφη, μοι λέγεις.

Καὶ μὴν καὶ ἀκολασίας καὶ πλάδης καὶ λύπης κα θυμοῦ καὶ συλλήβδην τῶν ἄλλων ἁπάντων εἶναι παραίτιον αὐτὸ κακῶν ἔφης, ἄ ἐμποδίζουσιν ἡμῶν τὴν πρὸς τὸ κάλλιον ὁρμὴν τῆς χυχῆς, μὴ ἐῶντα τῶν ὅντως ὅιντων εἰς κατάληψιν ἡμὰς καὶ γνῶσιν παρελθεῖν.

κἂν γὰρ ἐπιχειρήσωμεν θηρεῦσαί τι τῶν ὄντων, ἀεὶ παρεμπίπτων ζόφος ζοφοῖ τὸ λογισμόν, μὴ ἐπιτρέπων ἡμᾶς ἐπισκοπῆσαι τὸ ἀληθὲς τρανῶς. ἀπάτης μὲν γὰρ ἡ διὰ τῶν ὤτων ἡμῶν πεπλήρωται σκέψις, ὡς ἔφης, ἀΠάτης δὲ καὶ ἡ διὰ τῆς ὅψεως, ἀπάτης καὶ ἡ διὰ τῶν ἄλλων αἰσθήσεων.

Ὀρᾷς, ἔφη, ὦ Εὐβούλιε, ὡς ἐγὼ ἕτοιμός εἰμί σε ἐπαινεῖν, ὁπόταν ὁρθῶς διασαφῇς τοὺς λόγους;

23. Ἄρα οὖν, ἵνα δὴ με κα μᾶλλον ἐπαινεσῃς, εἶ δεσμὸς τὸ σῶμα καθ’ ὁμᾶς δοκεῖ, οὐ δὐναται κακίας υπαίτιον εἶναι νομίζεσθαι τῇ ψυχῇ, καὶ ἀδικίας ἔτι, ἀλλὰ σωφροσύνης ἀντιστρόφως καὶ παιδείας.

ὧδε δὲ σκόπει· οὔτω γὰρ ἂν μᾶλλον ἀκολουθήσειας. ποῖ ἄγομεν τοὺς τὰ κάμνοντας; οὐ παρὰ τοὺς ἰατρούς; Δῆλον, ἔφη.

Ποῖ δὲ τοὺς ἁμαρτάνοντας; οὐ παρὰ τοὺς δικαστάς;

Ἀνάγκη.

Οὐκοῦν δίκην ὧν ἔδρασαν δώσοντας, ἔφην, δικαίως;

Ναί.

Τὸ δὲ δίκαιον πάγκαλον;

Ὡμολόγει.

Ὁ δὲ δικαίως κρίνων καλῶς ποιεῖ· δικαίως γὰρ κρίνει;

Συνέφη.

Τὸ Τε καλὸν ὠφέλιμον;

Φαίνεται.

Ὠφελοῦνται ἄρα οἶ κρινόμενοι. ἀναιρεῖται γὰρ αὐτῶν ταῖς βασάνοις ἡ πονηρία κωλυομένη, καθάπερ καὶ πρὸς τῶν ἰατρῶν τομαῖς καὶ φαρμάκοις αἱ νόσοι. τὸ γὰρ ἀδικοῦντα διδόναι δίκην ἐπανορθοῦσθαι τὴν ψυχήν ἐστι, τὴν μεγάλην νὀσον ἀδικίαν ἀποβάλλοντα.

Ὡμολόγει.

Τί δὲ ; οὐ κατὰ ἀναλογίαν τῶν ἀμαρτηθέντων τὰς κολάσεις τοῖς κολαζομένοις ζομένοις δικαίως προσφέρεσθαι ψῂς, καθάπερ καὶ τοῖς ἰατρευομένοις κατὰ ἀναλογίαν τῶν τραυμάτων τὰς χειρουργίας;

Ἐπένευσεν.

Οὐκοῦν ὁ μὲν δράσας ἄξια θανάτου τιμᾶται θανάτῳ τὴν δίκην, ὁ δὲ πληγῶν πληγαῖς, ὁ δὲ δεσμῶν δεμοῖς;

Ὠμολόγει.

Ζημιοῦται δὲ ὁ ὀφλήσας, ἔφην, δεσμοῖς ἢ πληγαῖς ἢ ἄλλῃ τινὶ τοιαύτῃ τιμωρίᾳ, ὅπως παύσηται μεταγνοὺς τοῦ ἀδικεῖν, ξύλον καθάπερ διεστραμμένον βασάνοις εὐθυνόμενος;

Ἀληθέστατα, ἔφη, λέγεις.

Τιμωρεῖται γὰρ αὐτὸν οὐ τοῦ παρεληλυθότος ἐγκλήματος ἕνεκα ὁ δικαστής, ἀλλὰ τοῦ μέλλοντος, ὅπως μὴ καὶ αὖθις ποιήσῃ τοῦτο.

Δῆλον, ἔφη.

Ὁ γὰρ δεσμὸς αὐτῷ δῆλον ὡς τὴν πρὸς τὸ ἀδικεῖν ὁρμὴν ἀναιρεῖ, μὴ ἐπιτρέπων ποιεῖν ἃ θέλει.

Αληθές.

Οὐκοῦν εἴργεται τοῦ ἁμαρτάνειν, τῶν δεσμῶν μὴ ἐώντων ἐλευθεριάζοντα χρῆσθαι ταῖς ἡδοναῖς, ἀλλὰ συστελλόντων καὶ τὸ δίκαιον διδασκόντων τιμᾶν ἔστ’ ἂν αὐτὸς μάθῃ νουθετούμενος σωφρονεῖν.

Φαίνεται, ἔλη.

Οὐδὲ τοίνυν παραίτιος ὁ δεσμὸς γίγνεται τοῦ πλημμελεῖν.

Ἔιοκε.

Σωφρονίζει γὰρ καὶ ποιεῖ δικαιοτέρους ἀλεξιφάρμακον ὢν Ι ψυχῆς, αὐστρὸν μὲν καὶ δηκτικόν, ἀλλ’ ἰατικόν.

Δῆλον, ἔλη.

Τί γάρ; φέρε, ἐξετάζωμεν πάλιν τὰ ἔμπροσθε. οὐ δεσμὸν τὸ σῶμα διὰ τὴν παράβασιν δέδωκας εἶvαι τῆς ψυχῆς;

Καὶ δίδωμι, ἔφη.

Ἀμαρτάωειν δὲ ψυχὴν μετὰ μετὰ σώματος, εἴπερ τὸ μοιχᾶσθαι. φονεύειν τε καὶ ἀσεβεῖν ἁμαρτία σοι δοκεῖ, ἃ μετὰ τοῦ σώμᾳτος ἡ ψυχὴ ποιεῖ;

Ἐπένευσεν.

Ἀλλὰ τὸν δεσμώτην ὡμολογήσαμεν μὴ δύνασθαι ἀδικεῖν;

Ὠμολογήσαμεν, ἔφη.

Κωλύεσθαι δὲ ἀλγμνόμενον ὑπὸ τῶν δεσμῶν;

Ναί.

Ἐπένευσεν.

Ἀλλὰ ἁμαρτάνομεν ὄντες ἐν σαρκί, ὁμοδοξούσης ἡμῖν εἰς τοῦτο τῆς σαρκός;

Ἀμαρτάνομεν, ἔφη.

Ὀ δὲ οὐ δύναται ἁμαρτάνειν;

Καὶ ἐνταῦθα ἐπένευσεν.

Ἄγχεται γάρ;

Μὴ ἐώμενος ὑπὸ τοῦ δεσμοῦ;

Ἀλλὰ τὸ μὲν σῶμα πρὸς τὸ ἁμαρτῆσαι συνεργόν;

Ναί.

Εἴργει δὲ ὁ δεσμός;

Οὐκ ἄρα τὸ σῶμα δεσμός, οὔτε κατὰ σὲ οὔτε κατὰ κατὰ ἄλλον, ἔφην, ὦ Ἀλγαοφῶν,ἀλλὰ πρὸς ἑκάτερον τῇ ψυχῇ συνεργόν, εἴτε πρὸς τὸ ἀγαθὸν εἴτε πρὸς τὸ κακόν.

Συνεχώρει.

24. Οὐκοῦν οὕτω δὴ τούτων ἐχόντων ἀπολόγησαι, ὦ ’Αγλαοξῶν, πρὸς ἃ πρῶτον ὑπέθου. ἔφης γὰρ δεσμὸν καὶ εἰρκτὴν καὶ πέδας τὸ σῶμα τῆς ψυχῆς ἐν τοῖς ἔμπροσθεν. καὶ ὁρᾷς ὡς οὐ συνᾴδουσι τούτοις ἃ ἔρης;

πῶς γὰρ συᾴδοιεν, εἴπερ γε ἀνάγκη, ὦ ἄριστε, δεσμὸν μὲν τὴν σάρκα νομίζεσθαι, τὴν δὲ ψυχὴν συνεργῷ πρὸς ἀδικίαν χρῆσθαι καὶ συμπράκτορι τῷ δεσμῷ, δπερ ἀδόνατον;

εἰ γὰρ διὰ τὴν ἀμαρτίαν βασανιστήριον ἐδόθη, πρὸς τὸ ἀλγυνθεῖαν εἰς τὸ τιμᾶν τὸν θεὸν παιδευθῆναι τὴν ψυχήν, πῶς συνεργεῖ καὶ συναγωνίζεται τὸ σῶμα αὐτῇ πρὸς τὸ ἀδικεῖν; δεσμοὶ γὰρ καὶ φυλακαὶ καὶ πέδαι καὶ συλλήβδην αἱ τοιαῦται πάσαι πρὸς ἀπανόρθωδιν τιμωροὶ μηχαναὶ ἐφεκτικαὶ τοῦ ἀδικεῖν καὶ ἁμαρτάνειν τοῖς κολαζομένοις γίγνονται, οὐ γὰρ ὅπως ὁ ἀδικήσας ἀδικήσῃ πλέον,

συνεργὸς αὐτῷ πρὸς τὸ ἀδικεῖν ὁ δεσμὸς δίδοται, ἀλλ᾿ ὅπως λήξῃ τοῦ ἀδικεῖν, βασανιζόμενος διὰ τῶν δεσμὼν. καὶ γὰρ οἱ δικασταὶ ταύτῃ πεδοῦσι τοὺς φαύλους.

κωλύονται γάρ, κἂν μὴ βούλωνται, κακοποιεῖν ὑπὸ τῶν δεσμῶν· ἐλευθεριαζόντων δὲ κακουργεῖν ἐστι καὶ ζώντων ἀφυσάκτως, ἀλλ᾿ οὐ πεπεδημένων.

ὁ δὲ ἄνθρωπος πρῶτον μὲν ἐφόνευσε κατὰ τὸν Κάϊν, ηἠξήθη πρὸς ἀπιστίαν, εἰδώλοις προσέσχεν, ἀπεστάτησε θεοῦ. καὶ πῶς αὐτῷ δεσμὸς τὸ σῶμα ἐδόθη; ἢ πῶς ὁ θεὸς μετὰ τὸ πρὸ σώματος ἀνομῆσαι τὸν ἄνθρωπον συνεργὸν πρὸς ἀδικίαν αὐτῷ μείζονα τὸ σῶμα ἔδοτο;

πῶς δὲ καὶ μετὰ τὴν κατασκευὴν τοῦ δεσμοῦ τό »ιδού, πρὸ προσώπου σου« λέγεται »τέρεικα τὴν ζωὴν καὶ τὸν θάνατον, ἔκγεξαι τὴν ζωήν, τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, ἔκλεξαι τὸ ἀγαθόν« καί »ἐὰν θέλητε καὶ εἰσακούσητέ μου«. ταῦτα γὰρ ὡς αὐτεξουσιάζοντι καὶ οὐχ ὡς ὑπὸ δεσμὰ καὶ ἀνάγκην ἀγομένῳ ἐρρήθη.

ὥδτε ἐκ παντὸς συνίστασθαι μήτε πέδας ἢ φυλακὴν ἢ δεσμοὺς <δεῖν> νουίζειν τὸ σῶμα μήτε δεσμώτιδας γῆς διὰ ταῦτα ψυχάς, χοïκαῖς κατακρίνοντος αὐτὰς τοῦ θεοῦ δεθῆναι πέδαις.

πῶς γάρ, ὁπότε μὴ δύναται ἀποδειχθῆνκι τοῦτο; ἄτοπον δὲ κἀκεῖνο προφανῶς τὸ οἴεσθαι τὸ σῶμα ἐν τῇ κατὰ τοὺς αἰῶνας διαγωγῇ μὴ συνέσεσθαι τῇ ψυχῇ διὰ δεσμὸν αὐτὸ καὶ καὶ πέδας εῖναι, ἵνα μὴ αἰώνιοι Πιώμεθα κατάκριτοι δεσμῶται κατ6 αὐτοὺς φθορᾶς, ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς ἐσόμενοτ.

λελυμένου γὰρ ἱκανῶς καὶ ἐξελεγχθέντος τοῦ λόγου, ἐν ᾦ »δεσμὸν τῆς ψυχῆς« ὡρίσαντο εἰναι τὶν σάρκα, λέλυται καὶ τό· »ἵνα μὴ δεσμῶται δε’ αὐτὴν ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς — ἢν ἀπολαμβάνωμεν — ἐσόμεθα, διὰ τοῦτο οὐκ ἀναστήδεται«.

Ποταπὸν γὰρ λοιπὸν εἰς πειθὼ τοῖς δυσχεραίνουσιν ἔτερον ἀλή- θευμα χρὴ δεικνύναι τῶν εἰρημένων ἀναρέστερον, οὖ ἀνέξονται; ἀλλὰ ταύτην μὲν αὐτῶν τὴν φιλονεικίαν καὶ ἐκ τούτων ἄν τις καἰ ἐξ ἐτέρων ἐλέγχοι πλειόνων.

ἀποδείξομεν γὰρ ἐν τοὶς ἐξῆς προβαίνοντος τοῦ λόγου φύσεως ἀληθεύμασι καὶ οὐκ εἰκασίαις μήτε τὸν ’Ιερεμίαν »δεσμίους« ἠμᾶς »γῆς« διὰ τὴν πρὸν τὸ σῶμα κοινωνίαν εἰρηκέναι μήτε τὸν Δαυ δ κατὰ τοῦτο »πεπεδημένους«. ἄξιον γὰρ καὶ ταῦτα προφέρειν ἐν οῖς μάλιστα φαίνονται διαπίπτοντες.

περὶ μὲν οὖν τῶν δερματίνων χιτώνων καὶ ὄτι πρὸ τῆς κατασκευῆς αὐτῶν οἰ πρωτόπλαστοι διῆγον μετὰ σώματος, ἀθανασίας ἀπολαύοντες, ἔτι τε καὶ ὡς οὐ δύναται τὸ σῶμα δεσμὸς καὶ εἱρκτὴ νομίζεσθαι, τὰ προσήκοντα εἰπών, ὦ ἄνδρες δικασταί (δικαστὰς ὁμᾶς τῶν λόγων, ὦ κράτιστε Θεόφιλε, καλῶ), τρέψομαι λοιπόν ἐπὶ τὰ ἀκόλουθα, καθάπερ ὑπεσχόμην, τῶν προκειμένων, ἵν’ εὐκρινέστερον ιδωμεν ὃ βουσόμεθα.

26.Ὀ τῶν ὅλων δημιουργὸς θεός, ἐπειδὴ τὸ πᾶν εὐτάκτως συνεστή σατο καθάπερ μεγάλην πόλιν καὶ διεκόσμησε προστάσσων τῷ λόγῳ, ἕκαστόν τε αὐτῷ συμφώνως ἥρμοστο στοιχεῖον καὶ πάντα ζῴων πεπλήρωτο διαφοραῖς, ἴνα τελείως ὁ κόσμος εἰς κάλλος αὐξηθῇ, παντοίας φύσεως ζωοτοκήσας μορφάς, ἄστρα μὲν κατὰ τὸν οὐρανὸν καὶ πτηνὰ κατὰ τὸν ἀέρα, τετράποδα δὲ κατὰ τὴν γῆν καὶ νηκτὰ κατὰ τὸ ὕδωρ, τελευταῖον τὸν ἄνθρωπον, προετοιμάσας ὡς οἰκίαν αὐτῷ καλλίστην τὸ πᾶν, πᾶν,

τῆς ἰδίας εἰκόνος ἐμφερὲς εἰς τὸν κόσμον εἰσήγαγεν, ἄγαλμα ὡς ἐν ναῷ καλῷ φαιδρὸν ταῖς ἑαυτοῦ χερσὶ κατασκευάσας.

ἠπέστατο γὰρ ὅτι πάντως ὄπερ ἄν τῇ τεχνήσηται χειρί, ἐξ ἀνάγκης ἔσται ἀθάνατον, ἅτε ἀθανασίας ἔργον ὄν.

ἀθανασᾳ γὰρ ἀθάνατα τὰ ἀθάνατα γέγνεται, καθάπερ καὶ τὰ κακὰ κακίᾳ κακὰ καὶ τὰ ἄδικα ἀδικίᾳ δικα. οὐ γὰρ δικαιοπραγεῖν ἔργον τὸ ἀδικεῖν ἀλλὰ ἀδικίας, οὐδ’ αὖ ἀδικίας ἀντιστρόφως τὸ δικαιοπραγεῖν ἔργον ἀλλὰ δικαιοσύνης, ὥσπερ οὐδὲ ἀφθαρσίας τὸ φθείρεσθαι ποιεῖν ἀλλὰ φθορᾶς, οὐδὲ φθορᾶς τὸ ἀθανατίζειν ἀλλ’ ἀφθαρσίας.

σίας. καὶ συλλήβδην οἶον ἂν ᾖ τὸ ποιοῦν, κατὰ τὸν αὐτὸν οὕτως λόγον τοιοῦτο καὶ τὸ ποιούμενον ἐξ ἀνάγκης ἀπεργάζεσθαι συμβαίνει.

ὁ Τε δεὸς ἀθανασία καὶ ζωὴ καὶ ἀφθαρσία, ἔργον δὲ ἄνθρωπος θεοῦ. πᾶν δὲ τὸ ὑπὸ ἀθανασίας ἐργασθὲν ἀθάνατον· ἀθάνατος ἄρα ὁ ἄνθρωπος. διὸ δὴ τὸν μὲν ἄνθρωπον αὐτούργησεν αὐτός, τὰ δὲ λοιπὰ γένη τῶν ζῴων ἀέρι καὶ γῇ καὶ ὔδατι προσέταξε φέρειν.

ἄνθρωπος δὲ ἀληθέστατα λέγεται κατὰ φύσιν οὔτε ψυχὴ χωρἰς σώμακτος οὔτ’ αὖ σῶμα χωρ’ς ψυχῆς, ἀλλὰ τὸ ἐκ συστάσεως ψυχῆς καὶ σώματος εἰς μίαν τὴν τοῦ καλοῦ μορφὴν συντεθέν. ὅθεν ἐντεῦθεν ἀθάνατον δὴ τὸν ἄνθρωπον γεγονέναι φαίνεται, φθαρᾶς τε ἁπάσης καἰ νόσων ἐκτός.

μάθοι δ’ ἄν τις τοῦτο καὶ ἀπὸ τῆς γραφῆς ἱκανῶς. ἐπὶ μὲν γὰρ τῶν ἄλλων, ὁπόσα χρόνων μετακοσμοῦνται διαστολαῖς ἡβῶνατα καὶ γηράσκοντα, »ἐξαγαγέτω« λέγεται» τὰ ὕδατα ἐρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ« καί »ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἐπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος«·

ἐπὶ δὲ τοῦ ἀνθρώπου ὠσαύτως ἐκείνοις οὐκέτι, ἐξαγαγέτω ἡ γῆ ἢ ἐξαγαγέτω τὰ ὕδατα ἢ φωστῆρες, ἀλλὰ »ποιήσωμεν ἄνθρωπον κκτ’ ἐἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν ἐχθύων τῆς θαλάσσης καὶ τῶν πετει τῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν« καῖ »ἔλαβεν ὁ θεὸς χοῦν ἄπὸ τῆς τῆς καὶ ἔπλασε τὸν ἄνθρωπον«.

27. Καὶ ἵνα δὴ μᾶλλον καὶ ὑμεῖς τὴν διαφορὰν αἴσθησθε, ὡς <ἐν> ὅλῳ καὶ παντὶ τῶν ἄλλων διαρέρων καὶ ἐν δευτέρᾳ τιμῇ τῶν ἀγγέλων ἐγκαταλεχθεὶς ὁ ἄνθρωπος εὐρίσκεται ἀθάνατος ὤν, φέρε κατὰ τὸν ἀληθῆ πάλιν καὶ ὀρθόδοφον καὶ τοῦτο διαλάβωμεν λογισμόν.

τοῖς μέν γὰρ ἀπὸ τῆς εἰσπνοῆς τοῦ κατὰ ἀέρα ἀέρα πνεύματος <τὸ> ἐμψυχῶσθαι καὶ ζῆν, τῷ δὲ ἐξ αὐτ τῆς ἀθανάτου καὶ διαφερουσης οὐσίας. »ἐνεφύσησε γὰρ ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος θρωπος εἰς ψυχὴν ζῶσαν«.

καὶ τοῖς μὲν καὶ δουλεύειν καὶἄρχεσθαι προσε- τάγη, τῷ δὲ ἄρχειν δεστπόζειν. καὶ τοῖς μὲν μὲν διάφορα σχήματα φύσεως δίδονται καὶ μορφαί, ὀπόσας ἡ στερέμνιος καὶ ὁρατὴ φύσις κελεύσντος O-eoO ἐγέννηδε·

τῷ 03 τὸ Θεοειδὲς καὶ θεοείκελον καὶ πάντα πρὸς ἐκείνην ἀπη- κριβωμένον τὴν πρωτότθπον τοῦ πατρὸς καὶ μονογενοῦς εἰκόνα. ἐποίησε γὰρ ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν«·

διὸ καὶ ἐμέλησεν αὐτῷ τῆς τοῦ σφετρου ἀγάλματος διαμονῆς, ἕνα μὴ εὐάλωτον ᾖ πρὸς διαφθοράν, καθάπερ καὶ τῶν ἀνδριάντων τοῖς δησμιουργοῖς.

οὐ γὰρ μόνον <τοῦ> τῶν ἀγαλμάτων αὐτοῖς καὶ τῆς εὐπρεπείας πεφρόντισται, ὄπως ὦσι περικαλλῆ μεγαλοπρεπῶς, ἀλλὰ καὶ τῆς εἰς τὸ δυνατὸν σφίσιν ἀθανασίας τῶν δημιουργημάτων πρόνοιαν ποιοῦνται, εἰς τὸ #x003E; μακραίωνα χρόνον διασᾴςεσθαι μὴ λυόμενα, καθάπερ καὶ Φειδίας.

οὖτος γὰρ μετὰ τὸ κατασκευάσαι τὸ Πισαῖον εἴσωλον ἐξ ἐλέ φαντος δὲ τοῦτο ἦν) ἔλαιον ἐκχεῖσθαι προσέταξεν ἀμφὶ τοὺς πόδας ἔμπροσθεν τοῦ ἀγάλματος, ἀθάνατον εἰς δύναμιν φυλάσσων αὐτό.

κα τοίνυν εἰ τῶν χειροκμήτων οὕτως οἱ δημιουργοί, θεὸς ὁ ἀριστοτέχνας, ὃς πάντα δύναται καὶ ἐξ οὐκ ὄντων ποιεῖν, οὐ μᾶλλον τὸ ἄγαλμα τὸ λογικὸν ἑαυτοῦ, τὸν ἄνθρωπον, ἀνώλεθρον καὶ ἀθάνατον εἶναι τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης ἐμηχανήσατο, ἀλλ’ εἰασεν οὔτως ἀτιμότατα ἀτιμότατα λυόμενον ὁλέθρῳ ποραδίδοσθαι καὶ Ι φθορᾷ, ὃ διαφερόντως ἠξίωσε ταῖς ἑαυτοῦ D620 ποιῆσαι χερσίν, κατ’ εἰκόνα μορφοποιήσας αὐτὸ αὐτὸ καθ’ ὁμοίωσιν τὴν ἑαυτοῦ, τὸν κόσμον τοῦ κόσμου, δι’ ὃ καἰ ὁ κόσμος ἐγένετο; ὐκ ἔστιν εἰπεῖν. ἀπῄει γὰρ εἰς ἀφροσύνην ἐπαρφέντα φρονῆσαι τοῦτο.

28. Ἀλλ’ ἴσως μὴ ἐπιστήσαντες ἑαυτοὺς πρὸς τὰ λεχθέντα νῦν ὦ ’Αγλαοφῶν, λέξετε· καὶ πῶς, εἰ ἀθάνατον ἦν ἐκ γενέσεως καθ’ ὁμᾶς τὸ ζῷον, γεγένηται θνητόν, ὁπότε τὸ ἀθάνατον ἀμεταστρόφως τοῦτο ὅ ἐστιν εἶναι χρή, μὴ νεταπῖπτον ἢ ἐξιστανόμενον εἰς τὴν αἰσχίονα κα θνητὴν φύσιν; ἀμήχανον γάρ, ἐπεὶ οὐκ ἔστιν * ἀθάνατον.

ἐπειδή, λέξω, γενό- μενον αὐτεξούσιον πρὸς τὴν αἵρεσιν τοῦ καλοῦ καὶ τοῦτον τὸν θεσμὸν εἰληφὸς ὁ μισόκαλος ἐπιστὰς ἐβάσκανε φθονῶν.

»ὁ γὰρ θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτό«. καὶ γὰρ »ὁ θεὸς θάνατον οὑκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων«· »φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν λ;πσμον« , καθάπερ καὶ ἡ σοφία διὰ Σολομῶνος μαρτυρεῖ. πόθεν οὖν ὁ θάνατος;

πάλιν δὴ λέγεσθαι ἀνάγκη, εἰ μὴ θάνατον ἐποίησεν ὁ θεός. εἰ ἀπὸ τοῦ φθόνου, καὶ πῶς ὁ φθόνος τῆς βουλήσεως μᾶλλον ἴσχυσε τοῦ θεοῦ; ἀλλὰ τοῦτο λέξομεν. πόθεν πόθεν οὖν ὁ φθόνος; 6 ἀντιλέγων ἐρεῖ.

εἰ γὰρ ἀπὸ τοῦ διαβόλου, καὶ διὰ τί διάβολος ἐγένετο; εἰ ἐγένετο, καὶ ὁ ποιήσας αὐτόν ἐστιν αἴτιος τοῦ εἶναι κακόν;

ἀλλὰ ἀναίτιος παντάπασι κακῶν πᾶσιν ὁ θεός· ἀγένητος ἄρα ὁ διάβολος, καὶ εἰ ἀγένητος, καὶ ἀπαθὴς καὶ ἀνώλεθρος καὶ ἀνενδεής τῷ γὰρ ἀγενήτῳ ἐξ ἀνάγκης ἅπαντα ταῦτα ὑπάρχειν δεῖ, ὁ δὲ διάβολος καταργείται καὶ κολάζεται. τὸ δὲ κολαξόμενον ἀλλοι ὁ διάβολος.

εἰ δὲ γενητὸς καὶ πᾶι τὸ γεγενημένον ἀπό τινος ἀρχῆς ἐγένετο καὶ ἔστιν αὐτοῦ δημιουργός, ἔστιν ἄρα τις δημιουργὸς τοῦ διαβόλου. καὶ πότερον κἀκεῖνος ἀγένητός ἐστιν ἢ γενητός; Μὰ τὸ ἀγένητον ἓν εῖναι μόνον νοείσθσαι χρὴ τὸν θεόν· οὐδὲ γὰρ εἶναι τὸ σύνολον ὅλως ἐκ παντὸς τὸ παράπαν ἔτερος δημιουργὸς δύναται πλὴν αὐτοῦ· »ἐγώ«, γάρ φησιν, »πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος θεὸς οὐκ ἔστιν«.

οὐδὲ μετασκευάζεσθαί τι ἢ κτίζεσθαι παρὰ τὴν αὐτοῦ δύναται βουλήν. καὶ γὰρ ὁ υἰὸς »οὐδὲν ἀφ’ ἑαυτοῦ δύναδθαι ποιεῖν« ὁμολογεῖ, »ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα«· »ἅ γὰρ ἄν«, φησίν, »ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ«.

οὐδὲ μὴν πολέμεόν τι ἢ ἀντίξουν ἀὐτῷ ἢ ἀν- τίθεόν ἐστιν· ἐπεὶ κἂν εἰ ἀντέπρασσέν τι τῷ θεῷ, ἐπαύσατο ἂν τοῦ εἶναι, λυθείσης αὐτοῦ τῇ τοῦ θεοῦ δυνάμει κα καὶ ἰσχύï συστάσεως. τῷ γὰρ ποιήσαντι λῦσαι μόνῳ καὶ τὰ ἀθάνατα δυνατόν.

29. Τί οὖν ὁ διάβολος, λέφετε. πνεῦμα περὶ τὴν ὔλην ἔχον καφάπερ ἐλέχθη καὶ ’Αθηνγόρᾳ, γεόμενον ὑπὸ τοῦ θεοῦ, ὥσπερ δὴ καὶ οἱ λοιποὶ γεγόνασιν ὑπ’ αὐτοῦ ἄγγελοι, καὶ τὴν ἐπὶ τῇ ὕλῆ καὶ τοῖς τῆς ὕλης εἴδεσι πεπιστευμένον διοίκησιν.

τοῦτο γὰρ ἦν ἡ τῶν ἀγγέλων σύστασις, τῷ θεῷ ἐπὶ προνίᾳ γεγονέναι τοῖς ὑπ’ αὐτοῦ διακεκοσμημένοις, ἵνα τὴν μέν παν τελικὴν καὶ γενικὴν ὁ θεὸς ἔχων τῶι ὄλων πρόνοιαν ᾖ, τὸ κῦρος καὶ τὸ κράτος ἁπάντων αὐτὸς ἀνηρτημένος, καὶ ὥσπερ σκάφος τῷ τῆς σοφίας οἴακι διευθύνων ἀκλινῶς τὸ πᾶν, τὴν δὲ διὰ μέρους οἱ ἐΠὶ τούτῳ ταχθέντες ἄγγελοι.

ἀλλ’ οἱ μὲν λοιποὶ ἐφ’ οἶς αὐτοὺς ἐποίησε καὶ διέταξεν ὁ θεὸς ἔμειναν, ὁ δὲ ἐνύβρισε καὶ πονηρὸς περὶ τὴν τῶν πεπιστευμένων ἐγένετο διοίκησιν, φθόνου ἐγκισσήσας καθ’ ἡμῶν, ὤσπερ καὶ οἱ μετὰ ταῦτα σαρ- κῶν ἐρασθέντες καὶ τῶν τῶι ἀνθρώπων εἰς φιληδονίαν ἐνομιλήσαντες θυγατράσιν.

αὐθαίρετον γὰρ καὶ αὐτοῖς ἔχειν πρὸς ἑκάτερα διετάξατο βούλησιν ὁ θεός, οἶα καὶ ἐπὶ τῶν ἀνθρώπων, ἵν’ ἢ πειθόμενοι τῷ λόγῳ συγῶσιν αὐτῷ κα ἀπολαύωσι μακαριότητος ἢ μὴ πειθόμενοι κρίνωνται.

ἦι δὲ καὶ ὁ διάβολος ἀστὴρ ἑωσφόρος »πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωὶ ἀνατέλλων«), ἦν μετὰ τῶν ἀγγέλων ἀνατέλλων τοῦ φωτός, ἦι ἄστρο πρωïνόν, ἀλλ’ ἐξέπεσε κα εἰς εἰς τὴν συνετρίβη, ἐπι τροπεύσας τῷ ἀνθρώπῳ τἀναντία. τὸ γὰρ θεῖον νεμεσᾷ τοῖς ὐπερηφάνοις καὶ τὰ αὐθάδη φρονήματα κολούει.

ἐπέρχεται δέ μοι καὶ ἐμμέτρως εἰπεῖν·
ὦ πάσιν ἀρχὴ καὶ πέφας κακῶν, ὄξις,
σὺ τ’ ὦ βαρὺν τίκτκουσα θησαυπὸν κακῶν
πλάνη τυφλοῦ ποδηγὲ ἀγνοίας βέου,
χαίρουσα θρήνοις καὶ στενάγμασι βροτῶν,
ὑμεῖς ὑμεῖς εἰς ὔβρεις ὁμοσπόφων
τὰς μισαδέλφους ὁπλίσαντες ἀλένας
Κάïν μολῆναι φοινίῳ πρῶτον λύθρῳ
ἐπείσατον γῆν καὶ τὸν ἐξ ἀκηράτων πεσεῖν αἰώνων πρωτόπλαστον εἰς χθόνα ὑμεῖς ἐτεκτήνασθε.

Καὶ ὁ μὲv διάβολος οὕτως· ὁ δὲ θάναταος πρὸς ἐπισπροξὴν ηὑπέθη, καθάπερ καὶ τοῖς ἀρτιμαθέδι γραμμάτων παιδίοις πρὸς ἐπανόρωσιν αἱ πληγαί. οὐδὲν γὰρ ἄλλο ὁ θάνατος ἢ διάκρισις κα διαχωρισμὸς ψυχῆς ἀπὸ σώματος. τί οὖν; παραίτιος ὁ θεὸς θανάτου; λέξετε.

πάλιν γὰρ ὁ αὐτὸς ἡμῖν ἥκει λόγος. μὴ γένοιτο, ἐπεὶ μηδὲ οἱ διδάσκαλοι προκαθηγουμένως τοῦ ἀλγύνεσθαι ταὶς πληγαῖς τοὺς παῖδας αἴτιοι.

καλὸν οὖν ὁ θάνατος, εἰ καθάπερ παισὶ πρὸς ἐπιστροφὴν δίκην πληγῶν ηὑρέθη, οὐχ ὁ τῆς ἀμαρτίας, ὦ σοφώτατοι, ἀλλ’ ὁ τῆς διαζεύξεως τῆς σαρκὸς κα1 τοῦ χωρισμοῦ.

αὐτεξούσιος γὰρ ὢν καὶ αὐτοκράτωρ ὁ ἄνθρωπος καὶ αὐτοδέσπο- τοι βούλησιν καὶ αὐτοπροαίρετον πρὸς τὴν αἴρεσιν, ὡςἔφην, τοῦ καλοῦ λαβών, ἀκούσας τε »ἀπὸ παντὸς ξύλου τοῦ ἐν ῷ παραδεῳ φάγεσθε, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε»,

ἐνδοὺς εἰς τὸ φαγεῖν ἀέ aOxGU τῷ διαβόλῳ δεδελεασμένῃ σοφίᾳ ποικίλως πρὸς παρακοὴν πείθοντι, ἠθέτησε τησε τὴν ἐντολὴν τοῦ καὶ ἐγένετο τοῦτο αὐτῷ εἰς σκάνδαλον καὶ παγίδα καὶ σκῶλον.

οὐ γὰρ ἐποίησεν ὁ θεὸς κακὸς οὐδ’ ἔστι τὸ σύνολον ὄλως ἐκ παντὸς τὸ παράπαν αοτιος κακοῦ· ἀλλὰ πᾶν ὄπερ ἂν αὐτεξούσιον οὕτως ὑπ᾿ αὐτοῦ γεγονὸς ᾖ πρὸς τὸ φυλάξασθαι καὶ τηρῆσαι νόμον, ὃν αὐτὸς δικαίως διεστείλατο, μὴ τηρῆσαν λέγεται κακόν. βαρυτάτη δὲ βλάβη τὸ παρακοῦσαι θεοῦ τοὺς ὅρους τῆς κατὰ τὸ αὐτεξούσιον ὑπερβάντα δικαιοσύνης.

ὅθεν ἐπειδὴ κατερρυπώθη καὶ κατεμιάνθη τῆς ἀποφάσεως ἀποστατήσας ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ κηλῖδας ἐναπεμάξατο κακίας πολλῆς, ἃς ὁ ἄρχων τοῦ σκότους ἀπεκύησε καὶ πατὴρ τῆς πλάνης, πόνον κατὰ τὴν γραφὴν συλλαβών, ἵνα τὸν ἄνθρωπον φαντάζειν ἀεὶ πρὸς ἀδικίαν ἔχῃ καὶ κινεῖν, ὁ θεὸς ὁ παντοκράτωρ ἀθάνατον κακὸν ἐξ ἐπιβουλῆς τοῦ διαβόλου ἰδὼν αὐτὸν γεγενημένον, καθάπερ καὶ ὁ διάβολος πλάνος ἦν,

τοὺς δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκρότητι περιβαλὼν αὐτόν ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γενηθὲν κακὸν ἀποθάνῃ.

31. Προηπόρηται δὲ ἤδη καὶ ἀπεδείχθη τοὺς δερματίνους χιτῶνας μὴ εἶναι τὰ σώματα. ὅμως δὲ καὶ πάλιν (οὐ γὰρ ἅπαξ ῥητέον) φράζωμεν.

αὐτὸς πρὸ τῆς κατασκευῆς αὐτῶν ὁ πρωτόπλαστος ὁμολογεῖ καὶ ὀστᾶ ἔχειν καὶ σάρκας, ὁπότε δὴ τὴν γυναῖκα προσενεχθεῖσαν αὐτῷ θεασάμενος »τοῦτο νῦν ὀστοῦν« ἐφώνησεν »ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. ἕνεκεν τούτου καταλείψε ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«.

οὐ γὰρ δὴ ἀνέξομαι φληναφώντων τινῶν καὶ βιαζομένων ἀπηρυ- θριασμένως τὴν γραφήν, ἴνα αὐτοῖς δὴ σαρκὸς μὴ εἶναι προχωρήσῃ ἡ ἀνάστασις, ἀστᾶ νοητὰ καὶ σάρκας νοητὰς ὑποτιθεμένων καὶ ἄλλοτε ἄλλως ἄνω καὶ κάτω μεταβαλλομένων ἀλληγορίαις·

καὶ ταῦτα οὔτως ὡς γέγρα- πται παραλαμβάνεσθαι καρτύνοντος τοῦ Χριστοῦ τὴς γραήν, ἔνθα πυνθανομένοις τοῖς Φαρισαίοις περὶ χωρισμοῦ γυναικὸς ἀποκρίνεται »οὐκ ἀνέγνωτε ὅτι ἀπ’ ἀρκῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησε καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα» καὶ τὰ ἐξῆς.

πῶς γὰρ ἐπὶ ψυχῶν μόνον τό »αὐξάνεσθε καὶ πληρώσατε τὴν γῆν« παραληπτέον: ἢ τό »ἔλαβε χοῦν ἀπὸ τῆς γῆς ὁ θεὸς καὶ ἔπλασε τὸν ἄνθρωπον«, ὄκυπέως ἐπὶ τοῦ σώματος λελέχθαι φαίνεται· φαίνεται· οὐ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῶν βαρυτέρων τὴν οὐσίαν ἐκτήσατο ἡ ψυχή.

ὤστε συν- έστηκεν ἐκ παντὸς ἀληθέστατα πρὸ τῶν δερματένων σεσωματοποιῆσθαι χιτώνων τὸν ἄνθρωπον. ταῦτα γὰρ πρὸ τοῦ ἐκπεσεῖν αὐτὸν ἅπαντα εἴρηται, τὰ δὲ κατὰ τοὺς κιτῶνας μετὰ τὸ ἐκπεσεῖν.

Ὅθεν ἴωμεν πάλιν ἐπισκεψόμενοι τὰ ἐν χερσίν, ἰκανῶς ἀποδείξαντες μὴ εῖναι τοὺς δερματίνους χιτῶνας τὰ σώματα, ἀλλὰ τὴν ἀπὸ τοὺ ἀλόγου τῶν ζῴων ωεκρότητα κατεσκευασμένην· τοῦτο γὰρ λείπεται. ἀμέλει τῶν ὅρων ἔξω τοῦ παραδείσου κατὰ ταύτην ἐξοικίξεται τὴν αἰτίαν. οὐ γὰρ ὅτι μὴ θέλων ὁ θεὸς ἀπὸ τοῦ ξύλου δρέψασθαι τῆς ζωῆς αὐτὸν καὶ φαγεῖν ἐξέβαλεν (ἐδύνατο γὰρ εἰς τὸν αἰῶνα ζῆν, αὖθις φαγὼν ἀπὸ ζωῆς) ἀλλ’ μὴ μὴ ἀθάνατον, ὡς ὑπεθέμεθα, γενηθῇ τὸ κακόν.

ἐπεὶ διὰ τί τὸv Χριστὸν ἀπὸ τῶν οὐρανῶν ἀπέστελλεν εἰς τὴν γῆν, εἰ ὅλως ἤθελε ζωῆς τὸν ἄνθρωπον ἀγευστήσαντα ἀποθανεῖν εἰς τὸ παντελές;

εἰ δὲ ἐκ μεταμέλου φαίη τοῦτο πεποιηκέναι τὸν θεὸν ὁ ἀντιλέγων, ἀσθενὴς αὐτῷ ὁ λόγος, μεταγινώσκοντα τὸν θεὸν εἰσάγων. ἀλλ’ οὔτε οὔτε τοῦ μέλλοντος ὁ θεὸς οὔτε κακοποιός, ἀλλὰ καὶ ἄκρως ἀγαθὸς καὶ προγινώ σκων τὰ μέλλοντα.

ὥστε οὐκ ἄρα διὰ τὸ μὴ σῴζεσθαι εἰς τὸν αἰῶνα φαγόντα αὐτὸν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς ἐξέβαλεν, ἀλλὰ διὰ τὸ νεκρωθῆναι πρῶτον θανάτῳ τὴν ἀμαρτίαν, ἴν’ οὕτως μετὰ τὸ ἀποθανεῖν ἐκτακείσης τῆς ἁμαρτίας ἐγερθεὶς ὁ ἄνθρωπος καθαρὸς γεύσηται τῆς ζωῆς.

32. Μηδεὶς δὲ ἀβέλτερος ὢν παρακινδυνευέτω ὡς τούτων ἐτέρως λεχθέντων. ὁ γὰρ ὅλως ὁριζόμενος τὴν σάρκα μὴ εἶναι ταύτην ἀθανασίας δεκτικὴν ὄντως ἀνοίας ὑπεύθυνος ὢν νόσῳ βλασθημεῖ.

διὰ τί γὰρ μετὰ τῆν τῶν χιτώνων τῶν δερματίνων ὁ Ἀδὰμ κατασκευὴν ἐκβάλλεται, κωλυόμενος μενος φαγεῖν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καἰ ζῆσαι, εἰ ὅλως ἀδύνατον ἦι μετὰ σώματος εἰς τὸ τὸν αἰῶνα ζῆσαι τὸν ἄνθρωπον;

ὡς δυναμένου γὰρ αὐτοῦ τοῦ μὴ ἀποθανεῖν, ἐὰν ἀπὸ τῆς ζωῆς γεύσηται λαβών, ἡ κώλυσις γίγνεται. φησὶ γάρ »καὶ ἀποίησε κύριος ὁ θεὸς τῷ ’Αδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς· καὶ εἶπεν ὁ θεός· ἰδού, γέγονεν Ἀδὰμ ὡς εἶς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ ταὶ μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λαβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήδεται εἰς τὸν αἰῶνα. καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ δεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἀργάξεσθι τῆν γῆν, ἐξ ἧς ἐλήφθη, καὶ ἐξέβαλε τὸν ’Αδάμ«.

οὐκοῦ ἐδύνατο ζῆν εἰς τὸν αἰῶνα τὸ σῶμα καὶ ἀθάνατον ἔσεσθαι, εἶ μὴ κεκώλυτο γεύσασθαι τῆς ζωῆς. ἐκωλύθη δέ, ὅπως ἡ μὲν ἀμαρτία συναποκτανθεῖσα τῷ σώματι θάνῃ, τὸ δὲ σῶμα ἀναστῇ τῆς ἁμαρτίας ἀπολουμένης.

ἴνα τοίνυν μὴ κακὸν ἀθάνατον ὁ ἀθάνατον ὡς ἄνθρωπος, ᾖ, ἀείξωον ἔχων ἐν ἑαυτῷ τὴν ἀμαρτίαν κρατιστεύουσαν, ἄτε ἐν ἀθανατῳ βλαστήσασαν σώματι καὶ ἀθάνατον ἔχουσαν τροφήν, ὁ δεὸς αὐτὸν διὰ τοῦτο θνητὸν ἀπεφήνατο νεκρότητι πεφιβαλών.

τοῦτο γὰρ οἱ δερμάτινοι χιτῶνες ἐβούλντο, ἴνα δὴ διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς διαιπέσεως ἡ ἀμαρτία κάτωθεν αὐτόπεμνος πᾶσα διαφθαρῇ, ὠς μηδὲ κἂν βραχύτατον ῥίζης ἐαθήναι μέρος, ἀφ’ οὖ νέαι βλάσται πάλιν ἁμαρτημάτων βήσονται.

33. Καθάπερ γὰρ ὀόταν ἐν οἰκοδομήμασι ναῶν καλοῖς συκῆ > γεν- νηθεῖσα καὶ εἰς ἔκτασιν καὶ μέγεθος εὐτροξήσασα καὶ περὶ πάσας τὰς ἁρμογὰς πολυκλημάτοις ρίζαις τῶν λίθων κεχυμένη, οὐ πρότερον τοῦ φύειν στέλλεται, ἴστ’ ἂν πᾶσα ἀποσπασθῇ, λυθέντων Μ’ καθ’ οὓς τόπους τῶν λίθων

(δυνατὸν γὰρ πάλιν εἰς τοὺς αὐτοὺς αὐτοὺς τόπους τοὺς λίθους, τῆς συκῆς ἀφῃρημένης, ὅπως ὁ μὲν ναὸς σῴζηται, μηδὲν τῶν ἀφανιζόντων αὐτὸν κακῶν ἐν ἑαυτῷ μηκέτι φέρων, ἡ δὲ συκῆ πᾶσα προθέλυμνος ἀποσπασθεῖσα ἀποθάνῃ),

κατὰ ταῦτα καὶ ὁ καὶ ὁ θεὸς τεχνίτης ἐαυτοῦ ναὸν τὸν ἄνθρωπον, δίκην ἀγρίας συκῆς τὴν ἀμαρτίαν βλαστήσαντα, σαντα, διέλυσε θανάτου προσκαίροις προσβολαίς »ἀποκτέννων« κατὰ τὸ γεγραμμένον »καὶ ζωοποιῶν«, ἵνα πάλιν ἀπὸ τῶν αὐτῶν ἡ σὰρξ μερῶν μετὰ τὸ ξηρανθῆναι καὶ ἀποθανεῖν τὸ ἁμάρτημα δίκην ἀνακαινοποιηθέντος ναοῦ ἀθάνατος καὶ ἀπήμων ἐγερθῇ, τελέως ἐκ βάθρων ἀπο λομένης τῆς ἀμαρτίας.

ζῶντος γὰρ ἔτι τοῦ σώματος πρὸ τοῦ τεθνήξεσθαι συζῆν ἀνάγκη καὶ τὴν ἁμαρτίαν, ἔνδον τὰς ῥίζας αὐτῆς ἐν ἡμῖν ἀποκρύπτουσαν, κἂν ἔξωθεν τομαῖς ταῖς ἀπὸ τῶν σωφρονισμῶν καὶ τῶν νουθετήσεων ἀνεστέλλετο, ἐπεὶ οὐκ ἂν ἔτι μετὰ τὸ φωτισθῆναι συνέβαινεν ἀδικεῖν, [ἅτε] παντάπασιν εἰλικρινῶς ἀφῃρημένης ἀφ᾿ ἡμῶν τῆς ἁμαρτίας.

νῦν καὶ μετὰ τὸ πιστεῦσαι καὶ ἐπὶ τὸ ὕδωρ ἐλθεῖν τοῦ ἁγνισμοῦ πολλάκις ἐν ἁμαρτίαις ὄντες εὑρισκόμεθα. οὐδεὶς γὰρ οὕτως ἁμαρτίας ἐκτὸς εἶναι ἑαυτὸν καυχήσεται ὡς μηδὲ κἂν ἐνθυμηθῆναι τὸ σύνολον ὅλως τὴν ἀδικίαν.

ὥστε συμβέβηκε συστέλλεσθαι μὲν καὶ κατευνάζεσθαι τῇ πίστει νῦν τὴν ἁμαρτίαν, εἰς τὸ μὴ οἶσαι καρποὺς βλαβοποιούς, οὐ μὴν ἀνῃρῆσθαι καὶ τῶν ῥιζῶν ἄχρις.

νῦν μὲν γὰρ ἐνταῦθα τὰς βλάστας αὐτῆς, οἷον τὰς ἐνθυμήσεις τὰς πονηράς, συστέλλομεν, »μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλήσῃ«, μὴ ἐῶντες ἀναμύειν καὶ διοίγνυσθαι τὰ μεμυκότα στόμια πρὸς τὰς ἐκφύσεις, τοῦ λόγου δίκην ἀξίνης πρὸς τὰς ῥίζας αὐτῆς τὰς κάτω φυομένας τέμνοντος. τότε δὲ καὶ τὸ ὅλως ἐνθυμηθήσεσθαι περὶ κακίας ἀφανισθήσεται.

34. Οὐδὲ γὰρ ἀμάρτυρος ὁ λόγος γραφῶν τοῖς βουλομένοις εἰλικρινῶς τὸ ἀληθὲς ἀκούειν, ἐπεὶ οἶδεν ὁ ἀπόστολος μηδέπω τὴν ῥίζαν ἐξ ἀνθρώπων τῆς ἁμαρτίας ὁλοσχερῶς ἀνῃρημένην, ὁτὲ μέν »οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ τουτέστιν ἐν τῇ σαρκί μου, φράζων, τὸ ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ· οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ᾿ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἀμαρτία»·

ὁτὲ δέ »συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἔτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτέας τῷ ὅντι ἐν τοῖς μέλεσί μου«.

οὕτως οὐδέπω τὴν ἀμαρτέαν αὐτόπρεμνον ἐκ ῥιζῶν διακοπήναι συνέβη, ἀλλὰ ζῆν (οὐ γὰρ εἰς τέλος ἀπέθανεν· πῶς γὰρ τοῦ περιβεβλῆσθαι θανάτῳ τὸν ἄνθρωπον;), ἵνα αὐτῷ συμμαρανθεῖσα καὶ συμφθινήσασα αὐτὴ μὲν εἰς ἄρδην ἀπόληται καὶ διαφθαρῇ, καθάπερ καθάπερ φυτόν, λυθέντος <τοῦ λίθου> ἐν ᾦ κρύπτουσα τὰς ῥίζας ὡς ἔφην ἑαυτῆς διεσῴζετο <τόπῳ>, ὁ δὲ ἄνθρωπος αὖθις μηκέτι »ῥίζαν« »πικρίας« ἔχων ἐξεγερθῇ.

ὡσπεροῦν ἀλεξιφαρμάκου γὰρ τρόπον ὑπὸ τοῦ ἀλεξητῆρος ἡμῶν ἀληθῶς καὶ ὶατροῦ θεοῦ πρὸς ἐκρίξωσιν τῆς ἁμαρτίας παρελήφθη ὁ θάνατος καὶ ἀφανισμόν, ἵνα μὴ διαιωνίζον ἐν ἡμῖν εἴη τὸ κακόν, ἀθάνατον ἄτε ἐν ἀθανάτοις ἀνατεῖλαν, αὐτοὶ δὲ λελωβημένοι καὶ ἐκστάντες νοσούντων τρόπον τῆς οἰκείας ἀριτῆς ἐπὶ πολὺ διατίβωμεν, ἅτε ἐν ὐφεστηκόσιν ἀεὶ καὶ ἀθανάτοις σώμασι τὴν κατὰ τὸ ἁμάρτημα μεγάλην τρέοντες νόσον.

διὸ δὴ καλῶς καλῶς ταύτην πρὸς σωτηρίαν καὶ ψυχῆς καὶ σώματος φαρμακευτικῆς τρόπον καθάρσεως τὸν θάνατον ὁ θεὸς ηὔρατο, ἴνα πανάμωμοι καὶ ἀσινεῖς οὔτως ἐξεργασθῶμεν.

35. Φέρε γάρ, ἐπειδὴ πολλῶν δεῖ τῶν περὶ τὰ τοιαῦτα παραδειγμά- τωι, ἐντεῦθεν αὐτὰ νάλιστα σκετώμεθα, μὴ ἀφιστάμενοι, πρὶν ἄν πρῶτον εἰς εὐδηλοτέραν ἐρμηνείαν ἀποτελευτήσῃ καὶ ἀπόδειξιν ὁ λόγος.

φαίνεται τοίνυν ὡσπερεί τις δημιουργὸς ἄκρος ἄγαλμα καλὸν ἀπὸ χρυσοῦ κατεσκευασμένον ἢ ὕλης ἑτέρας αὐτῷ καὶ πάωτα τὰ μέλη συμμέτρως εἰς κάλλος διακεκοσμημένον πάλιν χωνεύοι, λελωβημένον ἄφνω θεασάμενος 1)710 τινος ἀνθρώπου πονηροτάτου, ὂς οὐκ ἐνεγκὼν ὐτὸ βασκανίας εὐπρε- P550 Tzkc, εῖναι τὸ ἄγαλμα ἐσίνατο, ματαίαν ἡδονὴν καρπιζόμενος τοῦ φθόνου. πρόσσσχες γάρ, ὦ σοφώτατε ’Αγλαοξῶν, ὅτι, εἰ βούλοιτο μὴ μὴ εῖναι μένον ὅλως ὁ δημιουργὸς καὶ ψεκτὸν τὸ μετὰ τοσαύτης αὐτῷ δπουδῆς τε καὶ φροντίδος πεπονημένον, πάλιν προτραπήσεται συγχωνεήσας αὐτὸ τοιοῦτο ποιεῖν οἶον καὶ πρόσθεν ἦν.

εἰ Τε μὴ ἀναχωνεύοι μηδὲ ἀνασκευάζοι, ἐῴη δὲ οὔτως μένειν, <μόνον> θεραπεύων αὐτὸ καὶ ἐπανοπθούμενος, δὴ πυρακτούμενον καὶ χαλκευόμενον τὸ ἄγαλμα μηκέτι δύνασθαι διατηρη- θῆναι τὸ αὐτὸν, ἀλλὰ διηλλαγμένον ἔσεσθαι καὶ ὑπεσπασμένον.

διὰ τοῦτο εἰ βούλοιτο ὄλον καλὸν αὐτὸ καὶ ἄμωμον εἶναι τὸ ἔργον, ἀναθλᾶθαι αὐτὸ καὶ ἀναχωνεύεσθαι δεῖ, ὄπως τὰ μὲν αἴσχη καὶ τὰ ἀλλοιώματα πάντα τὰ ἐξ ἐξπιβουλῆς αὐτῷ καὶ φθόνου ὑπάρξαντα αὐτὰ μὲν διὰ τῆς ἀνασκυῆς καὶ ἀναχωνεύσεως ἀπόληται, τὸ δὲ εἰς τὸ ἑαυτοῦ εἶδος ἀσινὲς καὶ ἀκίβδη λον αὖθις ἄγαλμα ὁμοιότατον ἑαυτῷ κατασταθῇ.

τῷ μὲν γὰρ ἁγάλματι ἀπολέσθαι οὐκ ἔστιν ὑπὸ τῷ αὐτῷ τεχνίτῃ ὅντι, κἂν πάλιν εὶς ὕλην λυθῇ, ἀποκατασταθῦναι δὲ ἔστι· τοῖς δὲ αἴσχεσι καὶ λωβήμασιν ἀπολέσθαι μὲ ἔστιν τήκονται γάρ), ἀποκατασταθῦναι δὲ οὐκ ἔστι, διὰ τὸ ἐν πάσῃ τέχνῃ τὸν ἄριστον δημιουργὸν μὴ πρὸς τὸ αἴσχιον ἢ ἐπιτευχθησόμενον ὁρᾶν, ἀλλὰ πρὸς τὸ σύμμετρον καὶ εὐρὲς τοῦ δημιουργουμένου.

ταὐτὸν γὰρ φαίνεται δή μοι καὶ ἐφ· ἡμῶν ὁ θεὸς διῳκονομηκέναι. τὸν γὰρ ἄσνθρωπον, τὸ εὐπρεπέστατον ἑαυτοῦ τέχνημαι, βασκάνοις ἑπιβουλαῖς φθόνου κεκακωμένον ἰδὼν οὐκ ἠνέσχετο τοιοῦτον καταλεῖψαι φιλάνθρωπος ὤν, — ὅπως μὴ δι’ αἰῶνος εἴη μεμωμημένος, ἀθάνατον ἔχων ἐν ἑαυτῷ τὸν ψίγον, ἀλλὰ διέλυσεν εἰς ὔλην πάλιν, ἵνα διὰ τῆς ἀναπλάσεως ἐκτκῶαι καὶ ἐξαρφανισθῶσι πάντα τὰ ἐν αὐτῷ μωμήματα.

τὸ γὰρ ἐκεῖ ἀναχωνευθῆ- ναι τὸν ἀνδριάντα, τοῦτο ἐνταῆθα τὸ ἀποθανεῖν καὶ διαλθῆναι τὸ σῶμα, τὸ δὲ ἐκεῖ ἀναμορφοποιηθῆναι τὴν ὔλην ἢ ἀνακοσμηθῆναι, τοῦτο ἐνταῦθα τὸ ἀναστῆναι,

ὥσπερ καὶ ὁ προφήτης ’Ιερεμίας τούτοις γὰρ] ἤδη καὶ αὐτὸς ὦδε τὰ αὐτὰ παρεγγυᾷ »καὶ κατίβην« λέγων ·εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδού, αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι. καὶ ἐγένετο λόγος κυπίου Ι πρός με λέγων· εἰ καθὼς ὁ κεραμεὺς οὖτος οὐ δυνήσομαι P551 τοῦτο ποιῆσαι ὁμᾶς, οῖκος τοῦ ’Ισραήλ; ἰδού, ὡς ὁ πηλὸς τοῦ κεραμέως υμεις εστε εν ταις χερσι μου«.

36. Πρόσσχες γὰρ ὅπως, ὡς ἔφην, μετὰ τὸ παραβῆναι τὸν ἀνθρωπον ἡ μεγάλη χεὶρ εἰς νῖκος καταλεῖψαι τὸ ἑαυτῆς ἔργον οὑκ ηὐδόκησεν ὡς κίβδηλον τῷ πονηρῷ ἀδίκως αὐτὸ λυμηναμένῳ βασκάνοις αἰτίαις, ἀλλὰ πρὸς τὸ ἀφανισθῆναι μὲν διὰ τῆς ἀναπλάσεως πάντα ἐν ἐν αὐτῷ αἴσχη καὶ θλάσματα, γενηθῆναι δὲ τὸ πᾶν ἄνωθεν ἀμέμπτως ἀρεστόν.

»ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι σκεῦος, ὃ μὲν εἰς τιμὴν ὂ δὲ εἰς ἀτιμίαν«; 6 δή ἐστι (τοῦτο γὰρ πασιν ὁ ἀπόστολός μοι δηλοῦν φαίνεται)· μή μή τι ἐξουσίαν οὐκ ἔχει ὁ θεὸς ἀπὸ τῆς ὔλης ἑκάστου τῆς αὐτῆς ἀναπλάσας καὶ ἀνακοσμήσας ἰδίως ἔκα στον ἢ εἰς τιμὴν ἡμῶν ἀνκστῆσαι καὶ δόξαν ἢ εἰς ἀτιμίαν καὶ κατάκρισιν; εἰς ἀτιμίαν μὲν τῶν ἐν ἁμαρτίαις φαύλως βιωσάντων, εἰς τιμὴν τιμὴν τῶι ἐν δικαιοσύνῃ.

καθάπερ ἐδηλώθη καὶ τῷ Δανιήλ »καὶ πολλοὶ τῶν καθευ- δόντων ἐν γῆς χώματι« λέγοντι »ἐξεγερθήσονται, οὖτοι εἰς ζωὴν αὶώνιον καὶ οὖτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον, καὶ οἱ συνιέντες εκγάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος«.

ἐφ’ ἡμῖν γὰρ οὐ τὸ ἀφανέσαι τὴν ῥίζαν τελείως τῆς πονηρίας, ἀλλὰ τὸ μὴ πρὸς ἔκτασιν αὐτὴν ἐᾶσα φῦναι καὶ καρποφορεῖν. ἡ μὲν γὰρ καθόλου καὶ καὶ παντελικὴ αὐταῖς αὐτῆς ἀναίρεσίς τε καὶ ἀπώλεια ὑπὸ τοῦ θεοῦ κατὰ τὴν τοῦ σώματος ὡς εἴρηται διάλυσιν γίγνεται, ἡ δὲ ἐκ μέρους πρὸς τὸ μὴ οῖσαι βλαστὸν ὑφ’ ἡμῶν.

καὶ διὰ τοῦτο τὸν ἐκθρέψαντα πρὸς αὔξησιν αὐτὴν μᾶλλον καὶ μέγεθος, ἀλλὰ μὴ στειρώσαντα τὸ ὅσον ἐπ’ αὐτῷ καὶ συμπισήσαντα ἀνάγκη διδόναι δίκην, ὄτι δυνάμενος· καὶ ἔχων πρὸς τοῦτο τὴν ἐξουσίαν εἴλατο τὸ βλάπτον πρὸ τοῦ συμφέροντος μᾶλλον τιμῆσαι.

37. Ὥστε μηδείς, αὐτός αἴτιος ὤν, ἀκολάστῳ γλώσσῃ μεμφέσθω τὴν θείαν φύσιν, ὡς οὐκ ἐν δίκῃ διανέμουσαν ἑκάστῳ κακίας ἢ ἀρετῆς τὰ ἀμοιβαῖα. »τίς γὰρ εἶ, ὦ ἄνθρωπε, ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως«; πῶς γάρ; γάρ;

αὐτοδεσπότῳ βουλῇ κακίαν εἵλατο. διὸ καὶ οὐ λέξει <ἐν> δόγμασιν ἀπαραλλάκτοις κρίνοντι τῷ θεῷ, τί με ἐποίησας οὕτως κατα κριθέντα εἰς τὸ ἀλγύνεσθαι; ;

πρόσσχες γὰρ ὄπως ὤσπερ ἀκοντιστὴς ὁ ἀπόστολος δεινῶς συνεστραμμένα ῥήματα τῶν λόγων εἰς μέσον ἐμβαλὼν ἀσαφῆ μὲν καὶ ἐπικεκαλυμμένην ποιεῖται εἰς βάθος τῶν ἀναγνωσμάτων τὴν ἐξεργασίαν, ἀληθεστάτην δὲ καὶ ὀρθόδοξον καὶ μηδὲν ἔχουσαν ἀπημελημένον ἢ δύσφημον.

τοῖς μὲν γὰρ μὴ μετὰ σπουδῆς, ἀλλὰ ἀγεννῶς ἐγκύπτουσι τοῖς λόγοις ἀσυνάτρητα ἔσθ’ ὅτε καὶ ἀσύμφωνα λέγειν, τοῖς δ’ αὖ σπουδαίνως καὶ λογισμῷ νήφοντι ὁπόσης τάξεως ἔμπλεα καὶ ἀληθείας.

Δι’ ἀκπτβείας μὲν οὖν περὶ τούτων διεξείναι τὰ νῦν ἱκανὸν ἄν γένοιτο αὐτὸ καθ’ ἑαυτὸ μόνον ἔργον. καὶ γὰρ γελοῖον καταλείψαντάς σου τὴν σκέψιν, ἦς ἔνεκα ταύτην ἐστειλάμεθα, εἰς ἄλλα μετιίναι.

ταῦτα γὰρ ἡμῖν εἴρηται διὰ τὴν ἐθελοκακούντων τιμωρὸν τιμωρὸν δίκην. ἀποδειχθέντος τοίνυν ἐνδηλότατα τὸν θάνατον τῷ ἀνθρώπῳ μεμηχανῆσθαι μὴ ἐπὶ κακῷ τινι ἀλλὰ *, χρὴ λοιπὸν τὸν μὴ φαύλως τούτοις ἐγκύπτοντα περὶ τῆς ἀναστάσεως νοεῖν τοῦ σώματος.

πῶς γὰρ οὐκ ὠφέλιμος ὁ θάνατος, διαφθείρων ἡμῶν τὰ ληΐζοντα τὴν φύσιν; εἰ καὶ παρὰ τὸν καιρὸν ἐπαχθής, καθ’ ὃν προσφέρεται, <εἶναι> δοκεῖ καθάπερ αὐδτηρότατον τοῷ νοσοῦντι φάρμακον.

καὶ ἵνα μὴ πολλάκις τὰ αὐτὰ περὶ τῶν αὐτῶν διαλεγώμεθα, φέρε καὶ ἀπὸ ἀπὸ τῆς ᾠδῆς ἔτι τοῦ Δευτερονομίου βεβαιώσαντες τὸν λόγον ἴωμεν τὰ ἑξῆς δια ληψόμενοι.

38. Τὸ γάρ »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάγὼ ἐάσο- μαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου« λεγόμενον ὑπὸ τοῦ θεοῦ τί ἄλλο διδάσκειν βούλεται ἢ ὅτι διὰ τοῦτο τὸ σῶμα πρῶτον ἀποκτέννυται καὶ θνῄσκει, ἴνα αὖθις ἀνασταθῇ καὶ ζήσῃ;

πατάσσεται πρῶτον καὶ θραύεται, ἴνα σῷον αῦθις πλασθῇ καὶ ὑγιές.

καὶ οὐδὲν ἐξελέσθαι ὅλως τὸ σύνολον τῆς μεγάλης καὶ κραταιᾶς αὐτοῦ κειρὸς πρὸς ἀπώλειαν καὶ ὄλεθρον σθένει, οὐ πῦρ, οὐ δάνατος, οὐ σκότος, οὐ χάος, χάος, οὐ φθορά.

»τίς γὰρ ἡμᾶς« φησίν »χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ« Ι (ὃς ἐρμηνεύεται χεὶρ τοῦ πατρὸς καὶ λόγος), »θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λι μὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καθὼς γέγραπται· ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς«.

ἀληθέστατα· ἵνα πληρωθῇ, καθὼς ἔφην, τό »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἐάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται« »ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ« πρὸς ἀπώλειαν. διὸ καὶ »ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς«, ἵνα »ἀποθανόντες τῇ ἁμαρτίᾳ ζήσωμεν τῷ θεῷ«.

καὶ ταῦτα μὲν μέχρι τοσούτου διεσκέφθω· τὰ δὲ συνεχῆ τούτοις ὦδε πάλιν προχει- D633 ριστεον.

39. εἰ πᾶν τὸ γεννώμενον νοδεῖ προτείνει γὰρ οὔτως ὁ ἐξ ἐναντίας)καὶ κατὰ τὴν γένεσιν καὶ κατὰ τὴν τορφήν (ἀπὸ τῶν προσιόντων φησίν, αὔζεται καὶ ἀπὸ τῶν ἀπιόντων ἐλαττοῦται), τὰ δὲ μὴ γεννώμενα ὑγιαίνει, ὅτι μὴ νοσεῖ, μηδὲ προσδεῖται ἢ ἐπιθυμεῖ, ἐπιθμυεῖ δὲ τὰ γεννώμενα καὶ συνουσίας καὶ τροξῆς, τὸ δὲ ἐπιθυμεῖν βισεῖν ἐστι, τὸ δὲ μὴ δεῖσθαι Με ἐπιθυμεῖν ὑγιαίνειν, νοδεῖ δὲ τὰ γεννώμενα ὄτι ἔπιθυμεῖ, τὰ δὲ μὴ γεννώμενα μενα οὐ νοσεῖ, πάσχει δὲ τὰ νοσοῦντα ἢ κατὰ πλῆθος ἢ ἔνδειαν τῶν προσγιγνομένων καὶ ἀπογιγνομένων, τὸ δὲ πάσχον καὶ φθίνει καὶ ἀπόλλυται, ται, διόπερ καὶ γεννᾶται, γεννᾶται δὲ ὁ ἄνθρωπος, — οὐ δύναται ἄρα ἀπαθὴς εῖναι ὁ ἄνθρωπος καὶ ἀθάνατος.

καταπίπτει μὲν οὖν καὶ ἐπὶ τούτοις αὐτοῖς ὁ λόγος. εἰ γὰρ πᾶν τὸ γιγνόμενον ἢ γεννώμενον ἀπόλλυ ται (διαφέρει γὰρ οὐδὲν οὔτως εἰπεῖν, ἐπειδὴ καὶ οἱ πρωτόπλαστοι ἐγεννήθησαν, ἀλλ’ ἑγενήθησαν), γενητοὶ δὲ καὶ οἱ ἄγγελοι καὶ αἰ ψυχαὶ »ὁ ποιῶν, γὰρ φησιν, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα«), ἀπόλλυνται ἄρα οἱ ἄγγελοι κατ’ αὐτοὺς καὶ αἰ ψυχαί.

ἀλλ’ οὔτε οἱ ἄγγελοι οὔτε αἱ ψυχαὶ ἀπόλλυνται. αθάνατα γὰρ ταῦτα καὶ ἀδάμαστα, καθὼς ὁ ποιήσας εἶναι βεβούλευται. ἀθάνατος ἄρα καὶ ὁ ἄνθρωπος.

οὐκ ἀρεστὸν δὲ <οὐδ'> ἐκεῖνο, τὸ λέγειν εἰς ἄρδην ἁπολεῖσθαι τὸ πᾶν, καὶ γῆν καὶ ἀέρα καὶ οὐρανὸν μὴ ἔσεσθαι. ἐκπυρωθήσεται μὲν γὰρ πρὸς κάθαρσιν καὶ ἀνακαινισμὸν καταβασίῳ πᾶς ὁ κόσμος κατακλυζόμενος πυρί, οὐ μὴv εἰς ἀπώλειαν ἐλεύσεται παντελῆ καὶ φθοράν.

εἰ γὰρ κρεῖττον τὸ μὴ εὶναι τοῦ εἰναι τὸν κόσμον, διὰ τί τὸ χεῖρον ᾑρεῖτο ποιήσας σας τὸν κόσμον ὁ θεός; ἀλλ’ οὐδὲν ὁ θεὸς ματαίως ἢ χεῖρον ἐποίει. οὐκοῦν εἰς τὸ καὶ καὶ μένειν τὴν κτίσιν ὁ θεὸς διεκοσμήσατο,

καθάπερ καὶ ἡ σοφία συνίστησιν »ἔκτισε γὰρ εἰς τὸ εἶναι« λέγουσα »τὰ πάντα ὁ θεὸς καὶ σωτήριοι οἱ γεννέσεις τοῦ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρ μακον ὀλέθρου«.

καὶ ὁ Παῦλος δὲ σαφπωςμαρτυρεῖ μαρτυρεῖ λέγων »ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάζαντα ἐπ’ ἐλπίδι, ὄτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήδεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«.

»τῇ γὰρ ματαιότητι, φησίν, ἡ κατίσις ὑπετάγη«, ἑλευθερωθήσεσθαι δὲ τῆς τοιαύτης δουλείας προσδοκᾷ, κτίσιν τὸν κόσμον τοῦτον βουλόμενος νῦν καλεῖν· οὐ γὰρ τὰ μὴ βλεπόμενα τῇ φθορᾷ δουλεύει, ἀλλὰ ταῦτα δὴ τὰ βλεπόμενα.

μενα. μένει ἄρα ἡ κτισις τὸ ἄμεινον ἀνακαινοποιηθεῖσα καὶ εὐπρεπέ στερον, ἀγαλλομένη καὶ χαίρουσα ἐπὶ τοὶς τέκνοις τοῦ θεοῦ > τῇ ἀνα- στάσει, δἰ’ οὓς στενάζει καὶ συνωδίνει νῦν, τὴν ἀπολύτρωσιν ἡμῶν ἀπὸ τῆς φθορᾶς καὶ καὶ τοῦ σώμαος ἐκδεχομμένη,

ὄπως ἡμῶν ἐγερθέντων καὶ ἀποτιναξαμένων τὴν νεκρότητα τῆς σαπκὸς κατὰ τὸ γεγραμμένον »ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι καὶ κάθσον, ’Ιερουσαλήμ«, ἐλευθερωθέντων τε τῆς ἁμαρτίας ἐλευθερωθήσεται καὶ αὐτὴ τῆς φθορᾶς, μηκέτι τῇ ματαιότητι δουλεύουσα, ἀλλὰ τῇ

δικαιοσύνῃ »οἴδαμεν γάρ, φησίν, ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοί, τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν τὴν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν«.

καὶ ὁ ’Ησαΐας δέ· »ὅν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ (φησί) ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως τὸ σπέρμα ὑπῶν καὶ τὸ ὄνομα ὑμῶν«. καὶ πάλιν »οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὖτος θεὸς ὁ κατασκευάσας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐτήν, εἰς κενὸν ἐποίησεν αὐτήν, Μὰ κατοικεῖσθαι«.

ὄντως γὰρ οὐκ εἰς κενὸν οὐδὲ εἰς μάτην πρὸς ἀπώγειαν ἄκτισε κατὰ τοὺς φρονοῦντας μάταια τὸ πᾶν ὁ θεός, ἀλλὰ εἰς τὸ εἶναί τε καὶ οἰκεὶσθαι καὶ διαμένειν. διὶ ἀνάγκη δὴ καὶ τὴν γῆν αὖθις καὶ τὸν οὐρανὸν μετὰ τὴν ἐκθλόγωσιν ἔσεσθαι πάντων καὶ τὸν βρασμόν.

διὰ τί δὲ τοῦτο ἀνάγκη, λόγος ἂν ἐτι πλείων τῶν εἰρημμένων γίγνοιτο. οὔτε γὰρ εἰς ὕλην ἀργὴν καἰ τοιαύτην ἔτι κατάστασιν, οἵα καὶ πρὸ τῆς διακοσμήσεως ἦν, διαλυθὲν ἀναστοιχειωθήσεται τὸ πᾶν οὔτ’ αὖ εἰς ἀπώλειαν παντελῆ καὶ φθοράν.

Ἐὰν δέ· πῶς οὖν, ἐὰν μὴ ἀπόλλυται τὸ πᾶν, οἱ ἐξ ἐναντίας εἴπωσιν, ὁ μὲν κύριος τὸν οὐρανὸν παρελεύσεσθαι ἔφη καὶ τὴν γῆν, ὁ δὲ προφήτης ἀπολείσθαι μὲν τὸν οὐρανὸν ὡς καπνόν, τὴν δὲ γῆν ὡς ἑμάτιον παλαιωθήσεσθαι;

ἐπεισήπερ ἔθος ταῖς γραθαῖς, λέξομεν, τὴν εἰς τὸ κρεῖττον καὶ ἐνδοξότερον ἀΠὸ ταύτης τῆς καταστάσεως τοῦ κόσμου μεταβολὴν ἄπώλειαν λέγειν, οἶον τοῦ πρόσθεν σχήματος ἄπολλυμένου κατὰ τὴν εἰς τὸ φαιδρότερον ἁπάντων ἐξαλλαγήν· ὄτι μηδεμία ὑπεναντέωσις ἢ ἀτοπία ἐνxgc; θείοις λόγοις.

»παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου« καὶ οὐχ ὁ κόσμος εἴρηται. οὔτως ἔθος ἀπώλειαν καλεῖν τὰς γραφὰς τὴν πρὸς τὸ ἄμεινον ἔσθ’ ὅτε καὶ εὐμοθφότερον τροπὴν τοῦ πρόσθεν σχήματος, οἶον ὤσπερ ὁπόταν τις ἀπώλειαν λέγοι τοῦ κατὰ τὸ νήποιν σχήματος τὴν εἰς τὸν ἄνδρα τὸν τέλειονμεταλλαγήν, τρεπομένης εἰς μέγεθος καὶ κάλλος τῆς ἡλικίας τοῦ νηπίου.

»ὅτε γὰρ ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην, ὄτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου«.

ταραχθήσεσθαι μὲν γὰρ τὴν κτίσιν ὤσπερ τεθνηζομένην κατὰ τὴν ἐκπύρωσιν, ἴνα καὶ ἀνακτισθῇ, οὐ μὴν ἀπολεῖσθαι προσδοκητέον, ὅπως οἶ ἀνακαινοποιηθέντες ἐν ἀνακαινοποιηθέντι τῷ κόσμῳ ἄγευστοι λύπης κατοικήσωμεν, κατὰ τὸ λεχθέν »ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κατισθήσονται« ἐν ἑκατοστῷ τρίτῳ ψαλμῷ »καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς«, τοῦ περιέχοντος τῆς εὐκρασίας ἐπιτροπεύοπντος λοιπὸν λοιπὸν τοῦ θεοῦ.

ἐσομένης γὰρ καὶ μετὰ τπῦτον τὸν αἰῶνα γῆς ἀνάγκη πᾶσα ἔσσθαι καὶ τοὺς οἰκήσοντας, οὐκέτι τεθνηξομένους ἢ γαμήσντας καὶ γεννησομένους, ἀλλ’ ὡς ἀγγέλους ἀμεταστρόθως ἐν ἀφθαρσίᾳ τὰ ἄριστα πράφοντας.

διὸ ληρῶδες τὸ ἐν ποίᾳ διαγωγῇ τότε δὴ τὰ σώματα ἔσονται λέγεσθαι, μήτε ἀέρος μήτε μήτε μήτε τῶν ἄλλων ἐσομένων.

41. Ἅξιον Τε κἀκεῖνο πρὸς τοῖς εἰρημένοις ἐπισκοπεῖν, ὡς ἔχει πολ- λὴν διάπτωσιν, εἰ δεῖ παρρησίαν ἄγειν περὶ τηλικούτων, ὦ ’Αγλαοφῶν, διαλεγομένους πραγμάτων.

φράσας γὰρ ἀποφήνασθαι τὸν κύριον ὡς οἱ τῆς ἀναστάσεως τευξόμενοι ἔσονται τότε ὡς ἄγγελοι, ἔνθα πειράζουσιν αὐτὸν οἱ Σαδδουκαῖοι, ἐπέφερες »οἱ δὲ ἄγγελοι ἐκτὸς ὄντες σαρκὸς ἐν μακαριότητος ἀκρότητι, διὰ τοῦτο καὶ δόξης εἰσί, καὶ ἡμᾶς δὲ ἄρα ἐξισάζεσθαι μέλλοντας ἀγγέλοις ἀνάγκη δὴ σαρκῶν ὡσαύτως ἐκείνοις γυμνοὺς ἔσεσθαι δεῖν«, οὐκ ἐπιστήσας, ὦ ἄριστε,

ὡς ὁ ποιήσας καὶ διακοσμήσας ἐξ οὐκ ὄντων τὸ πᾶν τὴν τῶν ἀθανάτων φύσιν οὐ μόνον εἰς ἀγγέλους καὶ λειτουργοὺς διανείμας ἐκόσμησεν, ἀλλὰ καὶ εἰς ἀρχὰς καὶ ἐξουσίας καὶ θρόνους.

ἄλλο γὰρ γένος τὸ τῶν ἀγγέλων καὶ ἄλλο τὸ τῶν ἀρχῶν καὶ ἐξουσιῶν, ὅτι μὴ τάγμα ἓν καὶ μία σύστασις καὶ φυλὴ καὶ φατριὰ τῶν ἀθανάτων, ἀλλὰ γένη καὶ φυλαὶ καὶ διαφοραί. καὶ οὔτε τὰ Χερουβὶμ τῆς ἰδίας ἐξιστάμενα φύσεως εἰς τὴν τῶν ἀγγέλων ἰδέαν μετασκευάζονται οὔτε αὖ πάλιν εἰς ἑτέραν οἱ ἄγγελοι. εἶναι γὰρ αὐτὰ χρὴ καὶ ὅ εἰσι καὶ ὃ γεγόνασιν.

ἀτὰρ καὶ ὁ ἄνθρωπος τὸν κόσμον οἰκεῖν καὶ τῶν ἐν αὐτῷ πάντων ἡγεμονεύειν κατασταθεὶς <ἀπὸ> τῆς ἐξ ἀρχῆς διακοσμήσεως, ἀθάνατος ὢν τοῦ εἶναι ἄνθρωπος οὔποτε μεταβληθέσεται, οὔτε εἰς τὴν τῶν ἀγγέλων οὔτε εἰς τὴν τῶν ἑτέρων μορφήν, ὅτι μηδὲ οἱ ἄγγελοι εἰς τὴν τῶν ἄλλων, τῆς ἐξ ἀρχῆς ἰδέας μετακοσμούμενοι, μεταβάλλονται.

ὁ γὰρ Χριστὸς ἧκεν οὐκ εἰς ἑτέραν μεταπλασθῆναι κηρύσσων ἢ μετασκευασθῆναι τὸν ἄνθρωπον φύσιν, ἀλλὰ εἰς ὃ ἦν ἐξ ἀρχῆς πρὸ τοῦ ἐκπεσεῖν ἀθάνατος ὤν.

χρὴ γὰρ ἐν τῷ ἰδίῳ τῆς τάξεως αὐτοῦ τόπῳ τῶν γενητῶν ἕκαστον μένειν, ἵνα πάντα πάντων ὦσι πεπληρωμένα, οὐρανοὶ μὲν ἀγγέλων, θρόνοι δὲ ἐξουσιῶν, φῶτα δὲ λειτουργῶν καὶ οἱ θειότεροι τοποι καὶ τὰ ακρατα και ακραιφνη φῶτα τῶι Σεραφιμ, α παρεστηκασι τῇ μεγάλῃ βουλῇ διακρατούσῃ τὸ πᾶν, 6 δὲ κόσμος ἀνθρώπων.

ἐὰν δὲ μεταβάλλεσθαι δῶμεν τοὺς ἀνθρώπους εἰς ἀγγέλους, ὥρα μεταβάλλεθαι λέγειν καὶ τοὺς ἀγγέλους εἰς ἐξουσίας καὶ ταύτας εἰς ἄλλο καὶ ἄλλο, ἔστ’ ἂν ὁ λόγος ἄναβὰς εἰς κίνδυνον πέσῃ.

42. Ἀλλ' οὔτε ὡς φαῦλον τεκτηνάμενος ὁ θεὸς τὸν ἄνθρωπον ἢ διαμαρτήσας μαρτήσας αὐτοῦ περὶ τὴν διάπλασιν, ἄγγελον αὐτὸν ὔστερον ἐπενόησε ποιῆσαι μεταγνούς, ὥσπερ οἱ φαυλότατοι τῶν δημιουργῶν, οὔτε ἄγγελον κατ’ ἀρχὰς θελήσας ποιῆσαι καὶ μὴ δυνηθεὶς ἄνθρωπον ἔπλασεν.

ἀσθενὲς τοῦτο γάρ. τί δή ποτε οὖν τὸν ἄνθρωπον ἄνθρωπον ἐποίει καὶ οὐκ ἄγγελον, εἴ γε ἄγγελον τὸν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον γενέσθαι γενέσθαι ἤθελεν; ὡς οὐ δυνάμενος; βλάσφημον <τοῦτο>.

ἀλλὰ ἀνεβάλλετο περὶ τοῦ κρείττονος τὸ χεῖρον ποιῶν; καὶ τοῦτο ἄτοπον. οὔτε γὰρ διασφάλλεται περὶ τὸ ποιεῖν τὸ καλὸν οὔτε ἀναβάλλεται οὔτε ἀδυνατεῖ, ἄλλὰ καὶ ὡς θέλει καὶ ὅτε θέλει τὸ δύνασθαι ἔχει, δύναμις ὤν.

οὐκοῦν εἶναι τὸν ἄνθρω πον ἄνθρωπον θέλων ἐξ ἀρχῆς ἔκτισεν. εἰ δὲ θπελων, θέλει δὲ τὸ καλόν, καλὸν δὲ ὁ ἄνθρωπος, ἄνθρωπος δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος λέγεται συντεθέν, οὐκ ἔσται ἄρα ἔκτὸς σώματος ὁ ἄνθρωπος, ἀλλὰ μετὰ σώματος, ἵνα μὴ ἄλλος παρὰ τὸν ἄνθρωπον ὁ ἄνθρωπος γενηθῇ.

δεῖ γὰρ τῷ θεῷ τὰ ἀθάνατα γένη πάντα σῴζεσθαι. ἀθάνατον δὲ καὶ ὁ ἄνθρωπος. »ἕκτισε«, γάρ φησιν ἡ σοφία »τὸν ἄνθρωπον ὁ θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτόν«. οὐκ ἄρα ἀπόλλυται τὸ σῶμα· ὁ γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος.

43. Διὸ ἐπίστησον, ὡς καὶ ὁ κύριος τὰ αὐτὰ ταῦτα διδάσκειν θέλων, μὴ πιστευόντων Σαδδουκαίων εἰς τὴν ἀνάστασιν τῆς σαρκός — δόγμα γὰρ τοῦτο Σαδδουκαίων· ὅθεν συσκευασάμενοι τὴν κατὰ τὴν γυναῖκα καὶ τοὺς ἑπτὰ ἀδελφοὺς παραβολήν, ἵνα τὸν περὶ ἀναστάσεως τῆς σαρκὸς λόγον ἀποκηρύσσωσι, προσῆλθον αὐτῷ· ἀμέλει αὐτὸς ὁ εὐαγγελιστὴς ἐπεσημήνατο, »προσῆλθον δὲ αὐτῷ« εἰπών »καὶ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν —

ὁ οὖν Χριστός, εἰ μὴ ἦν ἀνάστασις σαρκός, ἀλλὰ μόνον ἐσῴζετο ψυχή, συνέθετο ἂν αὐτοῖς ὡς καλῳς καὶ ὀρθῶς φρονοῦσι. νυνὶ δὲ ἀποκρούεται λέγων »ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾿ ὡς ἄγγελοι ἐν οὐρανῷ εἰσιν«, οὐ τῷ σάρκα μὴ ἔχειν,

ἀλλὰ τῷ μὴ γαμεῖν καὶ γαμεῖσθαι, ἀλλὰ εἶναι λοιπὸν ἐν ἀφθαρσίᾳ καὶ φωσίν, ἀγγέλοις κατὰ τοῦτο παραπλησιασθέντας, ἵν᾿ ὥσπερ οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, οὕτως καὶ ἡμεῖς ἐν τῷ παραδείσῳ, μήτε γάμοις ἢ εἰλαπίναις ἔτι σχολάζοντες, ἀλλὰ τῷ βλέπειν τὸν θεὸν καὶ γεωργεῖν τὴν ζωὴν πρυτανεύοντος ἡμῖν τοῦ Χριστοῦ.

οὐ γὰρ εἶπεν »ἔσονται ἄγγελοι«, ἀλλ᾿ »ὡς ἄγγελοι«, οἷον »δόξῃ μὲν καὶ τιμῇ« κατὰ τὸ γεγραμμένον »ἐστεφανωμένοι, βραχὺ δέ τι παρὰ τοὺς ἀγγέλους διαλλάσσοντες« καὶ ἐγγὺς δντες τοῦ εἶναι ἄγγελοι.

καθάπερ εἰ ἔλεγεν, οὔσης εὐταξίας κατὰ τὸν ἀέρα καὶ γαλήνης νυκτὸς καὶ πάντων τῷ τῆς σελήνης αἰθερίῳ φωτὶ κεκοσμημένων· ἡ σελήνη φαίνει ὡς ὁ ἤλιος· καὶ οὐ πάντως ἂν ἥλιον εἶναι τὴν σελήνην ἀπομαρτυρεῖν αὐτὸν ἐλέγομεν, ἀλλ’ ὡς ἤλιον,

ὥσπερ καὶ τὸ μὴ ὑπάρχον χρυσός, έγγὺς δὲ τοῦ εἶναι χρυσὸς πεφυκὸς ὡς χρυσὸς λέγεται καὶ οὐ χρυσός. εἰ δὲ ἦν χρυσός, οὐκ ἐλέγετο ἄν ὡς χρυσός, ἀλλὰ χρυσός· ἐπεὶ δὲ μὴ ἔστι χρυσός, ἀλλὰ <ἐγγὺς> τοῦ εἰναι χρυσὸς καὶ φαντάζεσθαι χρυσόν, οὑ χρυσὸς ἀλλ’ ὡς χρυσὸς λέγεται.

οὕτως καὶ ὡς ἀγγέλους ἔσεσθαι λέγοντος τοὺς ἀγίους ἐν τῇ ἀναστάσει, οὐκ αὐτὸ τοῦτο ἀγγέλους αὐτὸν ἐπαγγέλλεσθαι ἀκούομεν τοὺς ἁγίους ἔσεσθαι ἐν τῇ ἀναστάσει, ἀλλὰ ἐγγὺς τοῦ εἶναι ἀγγέλους.

ὥστε ἀλογώτατον τὸ λέγειν, ἐπειδὴ ὁ Χριστὸς ἀπερήνατο τοὺς ἁγίους ὀξθῆναι ὡς ἀγγέλους ἐν τῇ ἀναστάσει, τὰ σώματα διὰ τοῦτα μὴ μὴ ἀνίστασθαι, καίτοι τῆς λέξεως αὐτὴν τὴν πρᾶξιν δηλούσης σαφῶς τοῦ συμβαίνοντος.

ἀνάστασις γὰρ οὐκ ἐπὶ τοῦ μὴ πεπτωκότος, ἀλλ’ ἐπὶ τοῦ πεπτωκότος λέγεται καὶ ἀνισταμένου· ὥσπερ ὁπόταν λέγῃ καὶ ὁ προφήτης »καὶ ἀναστήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν«. ἕπεσε δὲ ὀκλάσασα ἡ ποθητὴ σκηνὴ τῆς ψυχῆς εἰς »γῆν χώματος«. οὐ γὰρ τὸ μὴ θνῇσκον, ἀλλὰ τὸ θνῇσκον κλίνεται.

θνῄσκει δὲ σάρξ, ψυχὴ γὰρ ἀθάνατος, καὶ τοίνυν εἰ ἡ Μὴ ἀθάνατος, σῶμα δὲ 6 νεκρός, οἱ λέγοντες ἀνάστασιν μὲν εἶναι, σαρκὸς δὲ μὴ εἶναι, ἀρνοῦνται μὴ εἶναι ἀνάστασιν, ὅτι μὴ τὸ ἑστὸς ἀλλὰ τὸ πεπτωκὸς καὶ κλιθὲν διανίσταται κατὰ τὸ γεγραμμένον »μὴ ὁ πίπτων οὐκ ὰνίσταται ἢ ὁ ἀποστρίφων οὐκ ἀναστρεψει«;

44. Ὅτι δὲ ἀθάνατος ἡ ψυχὴ ἐδίδαξεν ἀναφανδὸν ὁ κύριος καὶ δι’ ἑαυτοῦ καὶ διὰ σολομῶνος εἰπών· δι’ ἑαυτοῦ μὲν ἐν τῂ κατὰ τὸν πλούσιον καὶ τὸν πένητα λάζαρον ἱστορίᾳ, τὸν νὲν ἐν κόλποις Ἁβραὰμ δεικνὺς ἀναπαύεσθαι μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος, τὸν δὲ ἐν ἀλγηδόσιν, δἶς διαλεγόμενον τὸν ’Αβραὰμ εἰσήγαγε· διὰ Σολομῶνος δὲ ἐν τῇ

ἐπιγραφο- μένῃ Σοφίᾳ, ἔνθα »δικαίων αἱ ψυχαὶ ἐν χειρί« γέγραπται »θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφθαλμοῖς τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·

οἱ δέ εἰσιν ἐν εἰρήνῃ, καὶ ἡ ἑπὶς αὐτῶν ἀθανασίας πλήρης«. ὅθεν σώματος ἡ ἀνάστασις, καὶ οὐ ψυχῆς. οὐ γὰρ τὸν ἑστῶτά τις ἀνίστησιν, ἀλλὰ τὸν κείμενον, ὥσπερ οὐδὲ τὸν ὑγιαίνοντα θεραπεύουσιν, ἀλλὰ τὸν πάσχοντα.

Εἰ δέ τις τὴν ἀνάστασιν ἐπὶ τῆς ψυχῆς καὶ μὴ ἐπὶ τῆς σαρκὸς βιάζε- ται λέγειν ἔσεσθαι, πολλὴ μὲ μωρία τοῦτο καὶ ἀλογία. δεῖ γὰρ φθορὰν πρῶτον καὶ λύσιν τὸν τοιοῦτον τῆς ψυχῆς δεικνύναι, ἴνα δεόξῃ δὴ καὶ τὴν ἀνάστασιν, μή τοι ληροῦντά γε, ἀλλὰ σαφῶς λέγοντά τι φαίνεσθαι.

ὅμως γοῦν δοτέον αὐτῷ θνητὴν ὁρίσασθαι τὴν ψυχήν. δυοῖν γάρ τοι θάτερον ἐνταῦθα θετέον, ἢ ἀληθῆ τὸν κύριον ἀποφήνασθαι ἀθάνατον τὴν ψυχὴν διδάσκοντα καὶ ψεῦδος τὸ ξθείρεσθαι αὐτὴν λέγοντα ἢ φθείρεσθαι καὶ ψεῦδος ψεῦδος τῷ ἀνώλεθρον αὐτὴν ἀθάνατον εῖναι διδάσκειν <λέγειν> τὸν Χριστόν, καὶ ἐν τῇ κατὰ τὸν πλούσιον καὶ τὸν πένητα καὶ ἐν τῇ κατὰ τὸν Μωυσέα καὶ τὸν ’Ηλίαν ἀπτασίᾳ.

ἀλλ’ οὐδὲν ὁ κύριος ἄλλως ἐφθέγξατο ἢ ἐψεύσατο. οὐ γὰρ εἴδωλον ἢ φάντασμα, τοὺς ἀποστόλους βουλόμενος ἀπατᾶν, ἐδείκνυεν αὐτοῖς ἐν τῷ ὄρει τὸν Ἡλίαν καὶ τὸν Μωυσέα, ἀλλ’ ὃ ἦσαν ἀψευδῶς· ὥστε, ὡς ἔπος εἰπεῖν, καὶ τὸν δυσμαθέστατον μαθεῖν ἀθάνατον αὐτὸν εἶναι καὶ ἀνώλεθρον διαβεβαιοῦσθαι τὴν ψυχήν.

45. Οὐκοῦν σαρκὸς ἡ ἀνάστασις γίγνεται καὶ οὐ ψυχῆς, ὅπως ἡ πεπτωκυῖα τοῦ Δαυὶδ εἰς τὴν φθορὰν ἀνασταίη σκηνή, καὶ ἀναστᾶσα καὶ ἀνοικοδομηθεῖσα, καθὼς αἱ ἡμέραι τοῦ αὐῶνος, ἀπήμων λοιπὸν καὶ ἀδιάπτωτος πτωτος διαμένοι,

ὅτι μὴ τῷ θεῷ τὴν λιθίνην οἰκίαν δείμασθαι τοῦ Δαυὶδ ἔμελεν, ἵν’ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οἰκίαν σχῆ καλήν, ἀλλὰ τὴν σάρκα, τὸ τῆς τῆς ψυχῆς, ἣν αὐτὸς ταῖς ἑαυτοῦ χερσὶν ἐτεκτήνατο.

σκο- πεῖσθαι δέδε, δε, ὦ σοφώτατε Ἀγλαοξῶν, οὔτως χρή. τάντως δὲ ῥᾷστα μαθήσῃ τοῦτο, ἐὰν ἐπὶ τὴν τοῦ καθεύδειν εὶκόνα προσσχῇς καὶ ανίστα σθαι. εἰ γὰρ τὸ ὑπνοῦν τοῦ τοῦ ἐγρηγορέναι καὶ τὸ ἀνίστασθαι ἀπὸ τοῦ καθεύδειν γίγνεται καὶ τοῦτο θανάτου καὶ ἀναστάσεως μελέτη »ὕπνῳγὰρ καὶ θανάτῳ διδυμάοσιν«), ἀνάγκη δὴ καὶ τὸ ἀναβιώσκεσθαι εἶναι ἐκ τοῦ τεθνάναι εῖς τὸ ζῆν τὴν σάφκα, εἴπερ καὶ τὸ ἀνεγείρεσθαι ἐκ τῶν καθευδόντων.

ὡς γὰρ ἐκ τοῦ καθεύδειν τὸ ἐγρηγορέναι γίγνεται καὶ οὐ πάντως ὁ καθεύδων ἐν αὐτῷ διαμένει σχήματι Πήματι καθεύδων ἀεί, ἀλλ’ αὖθις ἀνίσταται, οὔτως καὶ τὸ ζῆν ἐκ τοῦ ἄποθανεῖν συμβήσεται, καὶ ο πάντως ὁ ἀποθανών, ἐπειδὰν ἀποθάνοι, ἐν τῷ αὐτῷ μένει.

εἰ γὰρ ἐκ τοῦ κοιμᾶσθαι τό ἐγρηγορέναι καὶ ἐκ τοῦ πεσεῖν τὸ ἀνεγερθῆναι καὶ ἐκ τοῦ καταβληθῆναι τὸ ἀνοικοδομηθῆναι, τίς μηχανὴ καὶ ἐκ τοῦ κγιθέντος μὴ οὐχὶ προσδοκᾶν τὸ ἀναστήσεσθαι καὶ ἐκ τοῦ θανόντος τὸ ἀναβιώσεσθαι ; καὶ γὰρ ἡμεῖς ταῦτα οὐκ ἐξαπατώμενοι ὁμολογοῦμεν ἐκ τῶν τεθνεώτων σωμάτων τὸ ἀναβιώσκεσθαι συμβαίνειν.

καὶ μὴ μόνον τοῦτο, εἰ βούλει, ἀπὸ τοῦ καθεύδειν σκόπει καὶ ἀνίστασθαι, ἀλλὰ καὶ ἀπὸ τῶν σπερμάτων καὶ φυτῶν ὡς ἐν πᾶσιν αὐτοῖς ἡ ἁνάστασις καταγγέλλεται. καταμάθετε γὰρ τὰ σπέρματα, πῶς »γυμνά«, φησίν, καὶ ἄσαρκα βάλλεται εἰς τὴν γῆν καὶ τελεσφορούμενα πάλιν ἀποδίδοται. ἐπεὶ εἰ θνῄσκοι μὴν καὶ σήποιτο τὰ σπέρματα, ἔκ δὶ τῶν σπερμάτων μηκέτι τὸ ἀναζῆν καὶ φύειν γένοιτο, τίς ἡ ἀποκλήρωσις μὴ οὐχὶ πάντα λαταμαωθῆναι εἰς τὸ τεθνάναι;

46. Ἀλλὰ γὰρ περὶ τούτων πλείω λέγειν τανῦν, ὦ κράτιστε Θεόφιλε, παρήσομμεν, καὶ οἱ λοιποὶ κριταὶ τῶν λόγων. λάβωμεν δὲ καὶ τὰ τούτοις ἀφεξῆς ἀκόλουθα, ὡς ἀφέστηκε τοῦ δέοντος μακράν.

ὁ θεὸς γὰρ αὐτῷ πάλιν αὐτὰς τὰς ψυχὰς ἐν τῇ κατὰ τὸν ἑξηκοστὸν πέμπτον ψαλμὸν προφητείᾳ βεβιασμένως αὐτὴν καὶ ἀνοικείως ἐκτιθεμένῷ, ὡς εἰς παγίδα <εἰς> τὴν σάρκα δίκην ὑφεξούσας τῶν ἡμαρτημένων ἐμβιβάζει, ὅπερ ἀτοπίας μᾶλλον ἢ ὀρθοδοξίας ἐστίν.

εἰ γὰρ πρὸ τῆς παραβάσεως, καθάπερ ἤδη καὶ ἐν τοῖς ἔμπροσθεν ἐξεθέμεθα, σῶμα ἐκέκτηντο αἱ ψυχαί, πῶς > εἰς παγίδα ὕστερον μετὰ τὴν παράβασιν εἰς σῶμα ἀμβιβάζονται, οὐκ ὄντος χρόνῳ ἐν ᾦ πρὶν αὐτὸς τὸ σῶμα λαβεῖ ἐξημάρτοσαν;

οὐ γὰρ ἔμφροὁτὲ ὁτὲ μὲν ὡς διὰ τὸ σῶμα λέγειν τὰς ψυχὰς ἡμαρτηκέναι, ἑτὲ δέ, ἐπειδήπερ ἑμάρτοσαν, διὰ τοῦτο καὶ δεσμὸν αὐτὸ καὶ παγίδα πρὸς κατάκρισιν γεγονέναι.

εἰ γὰρ διὰ τὸ σῶμα ἥματρον, συνῆν ἄρα ἐξ ἀπχῆς αὐταῑς ταῖς καὶ πρὸ τῆς ἀμαρτίας τὸ σῶμα.

πῶς γὰρ διὰ τοῦτο ἡμάρτανον, μὴ ἦν μηδέπω; εἰ δὲ παγὶς πάλι αὐτὸ τὸ σῶμα καὶ πέδαι νομίζεται καὶ δεσμός, οὐκέτι τὸ συναμφότερον αἴτοιν, ἀλλὰ ψυχὴ μόνη.

ἁμαρτήσαντι γὰρ μετὰ τὸ ἁμαρτῆσαι [τῷ ἁμαρτήσαντι] δεσμὰ καὶ παγίδες καὶ πέδαι ἀλλὰ μὲν ὁὴ ὡμολογήσαμεν μὴ δύνασθαι δεσμὸν εἶναι τὸ σῶμα τῆς ψυχῆς, ἐπειδὴ τὸ μὲν σῶμα πρὸς ἐκάτερα, καὶ πρὸς τὸ δίκαιον καὶ ἄδικον, συνεργεῖ, ὁ δὲ δεδμὸς εἴργει τοῦ ἀδικεῖν.

ὥστε ὄπερ λέγω δυοῖν δάτερον· ἢ γὰρ ἐξ ἀρχῆς ἡμάρτομεν μετὰ σώματος καὶ οὐ φαίνεται χρόνος ἐν ᾦ ἐκτὸς ὑπήρξαμεν σώματος καὶ συναςιτιον τὸ σῶμα καὶ ἀγαθῶν τῇ ψμχῇ καὶ κακῶν, ἢ χωρὶς σώματος διάγοντες ἡμάρτομεν καὶ ἀναίτιον τὸ σῶμα κακίας ἐκ παντός.

ἀλλὰ χωρὶς σώματος ὑπὸ ἀλό γου ἡδονῆς οὐ κρατεῖται ἡ ψυχή, ἐκρατήθησαν δὲ οἱ πρωτόπλαστοι ἀλόγῳ δελεασρέντες ἡδονῇ· ἦν ἄρα ἡ ψυχὴ μετὰ σώματος καὶ πρὸ τῆς ἁμαρτίας. Ι περὶ γὰρ δὴ τοῦ μὴ ἐγχωρεῖν αὐτὸ νομίζεσθαι διὰ τὴν παράβασιν δεσμὸν ἐπὶ τιμωρίᾳ γεγονός, ἵν’ ἀκήρατον ἡ Μὴ καὶ συνεχῆ κατ’ αὐτοὺς βάσανον ἔχῃ νεκροφοροῦσα, δοκῶ μοι πλήρης ταῦτα ἤδη μετὰ πάσης ἀποδείξεως δεδηλωκέναι.

ὅθεν ἀσύστατον καὶ ἀνένδεκτον τὸ μὲν σῶμα παγίδα τίθεσθαι καὶ δεσμά, τὸν δὲ θεὸν εἰσάγειν τὰς ψυχὰς εἰς τὴν παγίδα δίκην ὑφεξούσας, ἄνωθεν ἐκ τοῦ τρίτου ἐκβάλλοντα οὐρανοῦ ἀωθ’ ὦν παρήδουσαν τῆς ἐντολῆς.

πρὸς τί γάρ τις βλέψας πιστεύσειεν τοῖς οὕτω ὑπ’ αὐτῶν προπετῶς εἰρημένοις; καίπερ οὐκ ἔχοντος οὕτως τοῦ ψαλμοῦ, κἂν βεβιασπροπετῶς μένως αὐτὸν ἐκτίθωνται. αὐτὰ δὲ προοίσω τὰ ἐγκείμενα, ἵνα δὴ καὶ τὸ μυθῶδες αὐτῶν τῆς ἐξηήσεως φανῇ, ὀρθῶς μὴ θελόντων νοεῖν τὰς γραφάς.

εἰσὶ γὰρ οὕτω πως δήπου τὰ λεχθέντα· »ἐδοκίμασας ἡμᾶς ὁθεός, ἐπύρωσας ἡμᾶς, ὡς πυποῦται τὸ ἀργύριον. εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἄθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. ἑπεβέβασας ἀνθρώπους ἐπὶ τὰς δεφαλὰς ἡμῶν. διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἑξήγαγες ἡμᾶς εἰς ἀναψυχήν«.

καὶ εὐθέως ἐπιφέρουσι· ταῦτα δὲ ὑπὸ ὑπὸ τῶν ψυχῶν τῶν εἰς τὴν παγίδα τὸ σῶμα ὡς εἰς ἀγώνισμα κατενεχθεισῶν ἐκ τοῦ τρίτου οὐρανοῦ, ἄνθα ὁ παράδεισος. τὸ γὰρ »διήλθαμεν διὰ πυρὸς καὶ ὕδα τος« ἤτοι, φησί, τὴν διὰ μήτρας εἰς τὸν κόσμον τῆς ψυχῆς πάροδον δηλοῖ, ἐπειδήπερ ἐν φλογὶ τοσαύτῃ καὶ ὑλρασίᾳ καταγίγνεται, ἢ τὴν ἀπὸ τῶν οὐρανῶν κατάπτωσιν εἰς τὸν βίον διερχομένης <αὐτῆς> τὰς πηγὰς πυρὸς καὶ τὰ ὑπὲρ τὰ νῶτα τοῦ στερεώματος ὕδατα.

πρὸς οὓς ἠξίουν 15 ἐνίστασθαι. φέρε γὰρ ὑπὲρ αὐτῶν, ὦ ’Αγλαφῶν, αὐτὸς ποίησαι τὴν ἀπόκρισιν, τί λέξουσι.

47. Πρῶτον γὰρ <ὅτι> ὁ παράδεισος, ὄθεν καὶ ἐξεβλήθημεν ἐν τῷ πρωτοπλάστῳ, ἐπὶ ταύτης ἐστὶ τῆς γῆς προδήλως τόπος ἐξαίρετος, πρὸς ἄλυπον ἀνάπαυσιν καὶ διαγωγὴν τοῖς ἁγίοις ἀφωρισμένος, <τοῦτο> ἀπὸ τοῦ καὶ τὸν Τίγριν καὶ τὸν Εὐφράτην καὶ τοὺς λοιποὺς ποταμοὺς τοὺς ἐκεῖθεν προχεομένους ἐνταῦθα φαίνεσθαι τῶι ῥευμάτων τὰς διεκβολὰς εἰς τὴν καθ’ ἡμᾶς ἤπειρον ἐπικλύζοντας.

οὐ γὰρ ἀπὸ τῶν οὐρανῶν ἄνωθεν καταράσσονται χεόμενοι· ἐπεὶ ἐπεὶ οὐδὲ ὑπέστη ἂν ἡ γῆ ὄγκον τοσοῦτον ἀθρόως ἐξ ὕψους καταφερόμενον ἡποδέξασθαι ὕδατος.

ἀλλ’ οὐδὲ ὁ ἀπόστολος ὑποτίθεται τὸν παράδειδον εἶναι ἐν τρίτῳ οὐρανῷ τοῖς λεπτῶν ἀκροᾶσθαι λόγων ἀπισταμένοις· »οἶδα« γάρ »ἁρπαγέντα τὸν τοιοῦτον> ἕως τρίτου« λέγων »οὑρανοῦ. καὶ οἶδα τὸν τοιοῦτον εἴτε ἐν σώματι εἴτε χωρὶς σώματος, ὁ θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸ παράδεισον«.

δύο ἀποκαλύψεις μεγάλας ἐωρακέναι μηνύει, δὶς ἀναληφθεὶς ἐναργῶς, ἅπαξ μὲν ἕως τρίτου οὐρανοῦ, ἅπαξ δὲ εἰς τὸν παράδεισον. τὸ γάρ »οἶδα ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ« ἰδίως ἀποκάλυψιν αὐτῷ κατὰ τὸν τρίτον ἀναληφθέντι οὐρανὸν πεφηνέναι συνίστησι·

τὸ δὲ »καὶ οἶδα« πάλιν ἐπιφερόμενον »τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος, <ἁρπαγέντα> εἰς τὸν παράδεισον« ἑτέραν αὐτῷ πεφανεφῶσθαι κατὰ παράδεισον ἀποκάλυψιν δείκνυσι. δείκνυσι.

τεπετισ10 μὸς οὖν ἐστι καὶ τραγικολογία τὸ καταβάλλεσθαι λέλειν τὰς ψυχὰς ἐκ τῶν οὐρανῶν καὶ διαβαίνειν τοῦ πυρὸς τὰς πηγὰς καὶ τὰ ὕσατα τὰ ὑπὲρ τὰ νῶτα τοῦ στερεώματος, εἰς καθ’ Μ’ ἡμᾶς φερομένας κόσμον.

ἐπεὶ μηδὲ ὁ ’Αδὰμ ἐκ τῶν οὐπανῶν ἐξεβλήθη, ἀλλὰ ἀπὸ τοῦ κατὰ ἀνατολὰς ἐν Ἑδὲμ πεφυτευμένου παραδείσου. οὐ γὰρ πρὸ τῆς ἐν σωματώσεως τὸ παράπτωμα, καθάπερ ἐδείξαμεν ἱκανῶνς, οὐδ’ αὖ τὸ σῶμα παγὶς τοῦτοἀλλὰ μετὰ τὴν εἰς τὸ σῶμα σύμφυσιν τῆς ψυχῆς γίγνεται τὸ παράπρωμα, ὄτι τὸ συναμφότερον ὁ ἄνθρωπος καὶ ἡ ἐκ τοῦ παραδείσου κατάπτωσις ἐνθάδε.

ὁ δὲ ὅλως οὑ προσέσχεν ἐπιμελέστερον, ’Αγλαοφῶν, τῷ λόγῳ, ἀλλὰ διετείνατο περὶ πραγμάτων διανόησιν οὐκ ἐχοντων ἀκίνδυνον, ἐπιχειρήσας κατὰ τὰς δόξας ἐξηγήσασθαι τῶν φαύλων τὸν ψαλμόν, περὶ ὦν λέγειν πλείω παρήσομεν.

48. Βούλομαι γάρ, ἐπειδὴ ἄπαξ εἰς τὸ διευθῦναι τὴν μοχθηρίαν αὐ τῶν ηκαμεν, πογυμνῶσαι καὶ ταυτης αυτοῖς τῆς προφητειας την προφασιν· »ἐδοκίμασας ἡμᾶς ὁ θεός· ἐπύφωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύ ριον«.

δοκιμασθέντες διαρκῶς οἱ μάρτυπες ἐν ταῖς κατὰ τοὺς πειρασ- μοὺς τῶν βασάνων προσβολαῖς (τὰ πολλὰ γὰρ εἰς τὴν καθ’ ἡμᾶς προφητεῖαι πίστιν πληροῦνται) καὶ εὐκλεῶς καὶ ἐρρωμενέστατα διαθλήσαντες εὐχαριστοῦσι, τό »ἐδοκίμασας ἡμᾶς« λέγοντες τῷ θεῷ, ὡς ἴνα τὴν δόξαν παρ’ αὐτῷ κτήσωνται μείζονα, διὰ πολλῶν αὐτοὺς ἥλεγξε πόνων, τὸν ἀληθῶς ’Ολυμπιακὸν ἀγῶνα νικήσαι προθείς.

καὶ ἑπισκέψασθε ὡς ὡς τούτοις συνῳδὰ σαφῶς τοῖς λόγοις περὶ μαρτύρων καὶ ὁ Σολομῶν ἀναφθέγγεται (οὐ γὰρ ἀμάρτθρος ὁ λόγος καὶ ἄλλων γραφῶν ὄτι »ὁ ἐπείρασεν αὐτοὺς καὶ ηὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ·

ὡς χρυσίον ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα εὐωδίας προσεδέξατο αὐτοὺς καὶ ἐν καὶρῷ ἐπισκοπῆς αὐτῶν <ἀναλάμψουσιν>«· πρόσθεν εἰπών »καὶ γὰρ ἐὰν ἐν ὄψει ἀνθρώπων κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης καὶ ὁλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται«.

ἀλλὰ καὶ ἐν τῷ ݲ ψαλμῷ τό »εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἐν ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς· ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς· χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. εὐλογητὸς κύριος, ὂς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραντοῖς ὀδοῦσιν αὐτῶν. ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. ἡ παγὶς δυνετρίβη, καὶ Ι ἡμεὶς ἐρρύσθημεν«, οἱ μάρτυρές εἰσιν οἱ ψάλλοντες.

δύο δὲ τῶν καλλινίκων οἱ χοροὶ ματρύρων, εἶς μὲν τῆς διαθήκης τῆς καινῆς, θάτερος δὲ τῆς παλαιᾶς, ἀντίφθογγον ὕμνον συμφώνως τῷ ὑπερμάχῳ θεῷ καὶ βασιλεῖ τῶν ὅλων ἀναπέμποντες· »ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον, εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν«, τὸ δικαστήριον τῶν ἐθνῶν ἢ τοὺς πειρασμούς, καθ’ οὒς ἐκθλιβέντες καὶ πυρωθέντες ἰσχυρῶς ἐδοκιμάσθησαν·

»δοκίμασόν με« γάρ φησι »κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου«.

λεγέτω δὴ καὶ ὁ Ἀβραὰμ ἐπὶ τῷ μονογενεῖ πυρωθεὶς τὰ σπλάγχνα προτιμήσας τε <τοῦ παιδὸς> τὸ τοῦ θεοῦ μᾶλλον πρόσταγμα, μετὰ τὸ ἀκοῦσαι »’Αβραάμ, φεῖσαι τοῦ παιδός σου« ἀπορρίψας τὸ είφος· »ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον«.

λεγέτω καὶ ὁ ’Ιὼβ μετὰ τὸ ἀπορρεῦσαι τὴν σαπρίαν καὶ ἀνειδισθῆναί τε ὑπὸ τῶν φίλων καὶ ἀλγῆσαι τὸ σῶμα, διὰ λαίλαπος ἀκούσας λαλοῦντος αὐτῷ τοῦ θεοῦ »ἢ οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος. ἔθου θλίψεις ἐναντίον ἡμῶν, κύριε, ἵνα ἡμᾶς ὡς χρυσίον ἐν χωνευτηρίῳ δοκιμάσῃσ«.

λεγέτωσαν καὶ οἱ τρεῖς ἐν τῇ καμίνῳ παῖδες, δροσιζόμενοι ἵνα μὴ καταφλεχθῶσιν ὑπὸ τοῦ πυρός· »ἑδοκίμασας ἡμᾶς ὁ θώς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. διήλθομεν διὰ πυρὸς καὶ ὔδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν«.

δὸς εἰπεῖν κἀμοὶ τῷ Μεθοδίῳ, ὁ θεὸς ὁ παντοκράτωρ ὁ μέγας, ὁ αἰώνιος, ὁ πατὴρ τοῦ Χριστοῦ, ἐν τῇ ἡμέρᾳ σου διαβάντι τὸ πῦρ ἀναλγητὶ καὶ τῶν ὑδάτων εἶς τὴν καυστικὴν μεταβληθένἐξήγαγές με εἰς ἀνάψυξιν«. σὴ γὰρ αὕτη τοῖ;

ἀγαπῶσί σε ἡ ἐπαγγελία »ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· κἅν διαβαίνῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς· φλὸξ οὐ κατακαύσει σε«. ἀλλὰ γὰρ περὶ τῆς κατὰ τὸν Ψαλμὸν ἐξηγήσεως ἅλις ἔχει ταῦτα.

49. Ἔτι δὲ ἐκεῖνο διασκεπτέον, ἐν ᾧ πολυμόρφοις ἐμφαντζόμενοι ἀπάταις καθευδόντων τρόπον ἀποφαίνονται τὸν ἀπόστολον εἰρηκέναι »ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ‘ καὶ βοῶσι, <ὅτι> τῇ πρὸ τῆς ἐντολῆς x003E; ἐν τῷ πρωτοπλάστῳ <ἐν παραδείσῳ> διαγωγὴν πρὸ σώματος ἔφη, ὡς τὰ ἐπιφερόμενα συνίστησιν »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν«·

ὅτι μὴ ἄλλως ὁ ἄνθρωπος ἄρχερθαι ἠδύνατο καὶ κυριεύεσθαι ὑπὸ τοῦ κακοῦ, πραθεὶς αὐτῷ διὰ τὴν παράβασιν, εἰ μὴ σάρκινος ἦν γεγονώς. ἄληπτος γὰρ καθ' ἑαυτὴν ἡ ψυχή, φησί, τῇ ἁμαρτίᾳ. διὸ δριμέως ἐπήγαγεν τό »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν«·

πρόσθεν εἰπὼν τό »ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ‘. θαῦμα μὲν οὖν τοῖς πολλοῖς ταῦτα λεγόντων αὐτῶν τότε ὑπεδύετο καὶ κατάπληξις, νῦν δὲ προκυψάσης εἰς τὸ φανερώτατον ἤδη τῆς ἀληθείας οὐ μόνον μακρῷ πλανώμενοι καταφαίνονται, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀναβαίνοντες βλασφημίας·

δόντες γὰρ ἀσωμάτως τὰς ψυχὰς πρὸ τῆς ἐντολῆς βεβιωκέναι ἀλήπτους τε εἶναι καθ' ἑαυτὰς ἐκ παντὸς τῇ ἁμαρτίᾳ διανοηθέντες πάλιν ἀνέρεψαν τὸν λόγον, ἑαυτοὺς δὲ πολὺ μᾶλλον· τὰ γὰρ δὴ σώματα κατασκευάζουσιν αὐταῖς ὕστερον ἐπὶ τιμωρίᾳ <δοθῆναι>, διὰ πρὸ σώματος αὐτὰς ἡμαρτηκέναι. καὶ δὴ καὶ λοιδορήσεις τε ἀπῆλθον αὐτοὶς, δεσμοῖς ἀπεικάζουσι καὶ πέδαις τὸ σῶμα, ἄλλα τε ἀνόητα εἰπεῖν *.

νῦν δε ὅπερ εἴρηται, πᾶν τοὐναντίον ἔχει. χρὴ γὰρ πρὸ τῆς ἁμαρτίας τὴν ψυχὴν ὑπάρχειν μετὰ σώματος· ἐπεὶ εἰ ἄληπτος ἡ Ψυχὴ Μ’ ἑαυτὴν τῇ ἁμαρτίᾳ, οὐκ ὄν ἥμαρτεν ὅλως πρὸ τοῦ σώματος.

εἰ δὲ ἥμαρτεν οὐκέτι ἄληπτος καθ' ἑαυτὴν τῇ ἁμαρτίᾳ, ἀλλὰ καὶ εὑάλωτος μᾶλλον καὶ εὔληπτος. διὸ καὶ πάλι, κἄν μὴ λάβῃ τὸ σῶμα τοῦτο, ἁμαρτήσεται, ὥσπερ δὴ καὶ πρὸ τοῦ λαβεῖν αὑτὸ ἥμαρτεν.

διὰ τί δὲ ὅλως καὶ σῶμα ἐλάμβανεν ὕστερον μετὰ τὸ ἡμαρτηκέναι; ἥ τίς αὐτῇ χρεία σώματος ἦν; εἰ μὲν οὖν ἵνα βασανίζηται καὶ ἀλγῇ, πῶς μᾶλλον ἐντρυφᾷ καὶ ἀκολασταίνει μετὰ τοῦ σώματος;

πῶς δὲ καὶ τὸ αὐτεξούσιον εἶναι ἐν τούτῳ φαίνεται ἔχειν τῷ κόσμῳ; ἐφ' ἡμῖν γὰρ τὸ πιστεῦσαι κεῖται ·λαὶ τὸ μὴ πιστεῦσαι ἐνθάδε, ἐφ’ ἡμῖν τὸ κατορθώσασθαι καὶ ἁμαρτῆσαι, ἐφ' ἡμῖν τὸ ἀποποιῆσαι καὶ κακοποιῆσαι.

ἀλλὰ κα ἡ κρίσις πῶς δὴ ἐπιφέρεσθαι ὡς μέλλουσα προσδοκᾶσθαι ἔτι δύναται, καθ' ἥν ὁ θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα καὶ κατὰ τὰ ἐπιτηδεύματα ἀποδίδωσι, καὶ οὐχ ὡς ἤδη παροῦσα νομισθήσεται, εἴ Τε τὸ γεννηθῆναι με) καὶ εἰς σῶμα ἐλθεῖν τὴν ψυχὴν κριθῆναι ἔστιν ἤδη καὶ ἀνταπολαβεῖν, τὸ δὲ ἀποθανεῖν καὶ χωρισθῆναι τοῦ σώματος ἐλευθερωθῆναί τε καὶ εἰς ἀνάψυξιν ἐλθεῖν, διὰ τὸ πρὸ σώματος αὐτὴν ἁμαρτήσασαν ὡς εἰς κατάκρισιν καὶ καταδίκην εῖς τὸ σῶμα ἐμβιβάζεσθαι καθ' ὑμᾶς;

ἀπέδειξε δὲ διαρκῶς ἐκ περιουσίας ὁ λόγος ἀνένδεκτον εἶναι νομίζεσθαι τὸ σῶμα βασανιστήριον καὶ πέδας τῆς ψυχῆς.

50. Ἤρκει μὲν οὖν ἀπὸ τῆς γραφῆς αὐτῆς ἀποδείξαντα <καὶ> πρὸ τῆς παραβάσεως τὸν πρωτόπλαστον ἐκ ψυχῆς καὶ σώματος ὄντα καταπαύειν τὸν περὶ τούτων ἐνταῦθα λόγον. κἀγὼ δὲ νῦν ἐπὶ κεφαλαίων αὐτὰ διεξέρχομαι, * ὅσον τὰς ἀφορμὰς τῶν ἐπιχειρημάτων αὐτῶν εὐθῦναι διαμιλλώμενος, ἵνα μὴ τὴν συμμετρίαν ἐκβαίων τῶν λόγων.

πάρεστι γὰρ ἤδη σκοπεῖν ὑμᾶς, ὦ δικασταί, ὅτι τό »ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ‘ λεγόμενον ἐν τῇ πρὸς Ῥωμαίους, οὐ δύναται πίπτειν εἰς τὴν πρὸ σώματος κατ' αὐτοὺς διαγωγὴν τῆς ψυχῆς, καθάπαρ τὰ ἐπιφερόμενα τούτοις μηνύει· κἄν ὁ γενναῖος οὗτος ἰατρὸς τῶν ῥητῶν τὰ ἑξῆς ὑφελόμενος πρὸς τὸ δοκοῦν αὐτῷ τὸν νοῦν ἐβιάσατο μεταπλάσαι τοῦ ἀποστόλου, ἀνίατόν τι παθὼν λίαν καὶ παικικόν.

ἀντὶ γὰρ τοῦ πρὸς τὰς οἰκείας συμφύσεις καὶ ἁρμογάς τὰ μέλη τηρεῖν τῶν σωμάτων, ἵνα τὸ πᾶν ἄπρτιον ᾗ κατὰ φύσιν Πῆμα τοῦ σώματος, ἡκρωτηρίασε παρελθὼν τὸν εἱρμὸν τῆς γραφῆς, καθάπερ Σκύθης ἐχθροῦ τινος ἀφειδῶς πρὸς ἀναίρεσιν κατατέμνων τὰ μέλη.

εἶεν· πῶς οὖν ὁ ἀπόστολος, λέξουσι, ταῦτα ἀπεφήνατο, εἰ σὺ μὴ οὕτως αὐτὰ ἀπέδειξας ἔχειν; ὅτι νόμον, εἴποιμ' ἄν, θέμενος εἶναι τὴν ἐντολήν (δεδόσθω γὰρ πρῶτον τατα τὴν ὑμετέραν ὑπόθεσιν τὴν ἐντολὴν νόμον εἰρηκέναι). οὐ παρὰ τοῦτο καὶ ἀσωμάτως πρὸ τὴς ἐντολῆς τοὺς πρωτοπλάστους ὐπέθετο βεβιωκέναι, ἀλλὰ χωρὶς ἁμαρτάς.

καὶ γὰρ ὀλίγος ὁ ἀπὸ τῆς κτίσεως αὐτῶν ἄγρι τῆς ἐντολῆς χρόνος, ἐν ᾧ διέζησαν χωρὶς ἁμαρτίας, οὐκ ἐκτὸς σώματος, ἀλλὰ μετὰ σώματος. εὐθέως γοῦν μετὰ τὴν ἐντολὴν ἐξεβλήθησαν βραχύτατον ἐννεάσαντες ἐν τῷ παραδείσῳ χρόνον.

ἐὰν δέ τις λαβόμενος τῆς ῥήσεως τῆς »ὅτε γὰρ ἦμεν ἐν σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου« λεγούσης »ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν«, διαβάλλειν αὐτὸν τὴν σάρκα νομίζῃ καὶ παραιτεῖσθαι παραφέρῃ τε ὅσα τοιαῦτα ἄλλα εἴρηται,

οἷον <τό> »ἵνα τὸ δικαίωμα τοῦ νόμουπληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα«, ἢ τό »οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος. τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη, διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ γόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· <οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται>. ὑμεῖς δὲ ἐν σαρκί, ἀλλὰ ἐν πωεύματι«, λεκτέον αὐτῷ·

πότερον οὖν ἤδη ἀναλύσας 6 ἀπόστολος ἦν ἐκ τοῦ βίου καὶ οἷς ταῦτα ἐπέστελλεν, εἰ μὴ τὴν κατὰ σάρκα νῦν παρῃτεῖτο πολιτείαν, ἀλλὰ τὴν σάρκα, ἢ ἕτι ἐν σαρκὶ ἦν;

ἀλλὰ ἐν σαρκὶ μὴ ὄντα αὐτὸν ἀπεσταλκέναι ταῦτα, οὐ λεκτέον. φανερὸν γὰρ ὅτι ἦν ἐν σαρκὶ καὶ αὐτὸς καὶ οἷς ταῦτα ἐπέστελλεν. πῶς οὖν »ὅτε γὰρ ἦμεν ἐν σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ ωόμου ἐνηργεῖτο τεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν« ὡς οὐκ ὥν οὔτε αὐτὸς ἔτι ἐν σαρκὶ οὔτε οἷς ταῦτα ἐπέστελλεν, λέγει;

οὐκοῦν περὶ τῆς κατὰ ἀκρασίαν πολιτείας διαλέγεται καὶ οὐ περὶ τῆς σαρκὸς αὐτῆς. ἔθος γὰρ αὐτῷ σαρκικὸν τὸν οὕτως ζῶντα ἄνθρωπον λέγειν, καθάπερ καὶ ψυχικὸν ἄνθρωπον τὸν ἀπηλγηκότα πρὸς τὴν ἀλήθειαν ἀτενίσαι καὶ τὸν φωτισμὸν τοῦ μυστηρίου.

ἐπεὶ λεγέτωσαν μηδὲ τὴν ψυχὴν δύνασθαι σᾠζεσθαι τὸ σύνολον· γέγραπται γάρ »ψυχικὸς δὲ ἄνθρωπος οὐ δίχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ·

μωρία γὰρ αὐτῷ ἀστιν· ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει«. ὥσπερ x003E; ἐκεῖ ψυχικὸς εἰσάγεταί τις καὶ πνευματικὸς ἄνθρωπος, καὶ ὁ μὲν πνευματικὸς τῶν σῳζομένων * , ὁ δὲ ψυχικὸς τῶν ἀπολλυμένων, καὶ οὐ παρὰ τοῦτο δὴ ψυχὴ μὲν απόλυται, <τὰ> ἄλλα δὲ παρὰ τὴν ψυχὴν οὕτω δὴ καὶ ἐνθάδε σαρκικοὺς καὶ ἐν σαρξὶν ὑπάρχοντας απόλλυσθαι λέγων καὶ μὴ δύνασθαι ἀρέσαι θεῷ, οὐ τὴν σάρκα ἀλλὰ τὴν κατὰ σάρκα πολιτείαν ἀναιρεῖσθαι ἀγωνίζεται.

ὑποβὰς δὲ καὶ εἰπών »οἱ δὲ ἐν σαρκὶ ὅντες θεῷ ἀρέσαι οὐ δύνανται« εὐθέως ἐπιφέρει »ὑεῖς δὲ οὑκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι,

εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν« καὶ μετ' ὀλίγον »ὅτι δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἱκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν. εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνᾐσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε«. προσεκτέον γὰρ ὡς τὴν τοῦ σώματος πρὸς τὰς ἡδονὰς ὁρμὴν καὶ οὐχὶ τὸ σῶμα θανατοῦσθαι διεβεβαιώσατο.

51. Ἐὰν δὲ πάλιν ἀθυποφέρωσι λέγοντες· πῶς δὴ οὖν »τὸ φρόνημα τῆς σαρκός« εἶναι εἴρηται »ἔχθρα εἰς θεόν; τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται«, λεκτέον ὡς ἄρα καὶ ἐνθάδε διαπίπτουσιν.

οὐ γὰρ τὴν σάρκα αὐτήν, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς ὐποτάσσεσθαι μὴ δύνασθαι τῷ νόμῳ τοῦ θεοῦ ὑπέθετο, ἕτερον παρὰ τὴν σάρκα ὑπάρχον.

καθάπερ εἰ ἔλεγεν· ὁ ῥύπος τοῦ μὴ καλῶς ἀργρύρου καθαρισθέντος εἰς τὸ γενέσθαι σκεῦος ἐπιτήδειον οὐχ ὑποτάσσεται τῷ δῆμιουργῷ. οὐδὲ γὰρ δύναται· ἐκβληθῆναι γὰρ αὐτὸν πρότερον καὶ ἐκτακῆναι δεῖ.

καὶ οὐ παρὰ τοῦτο τὸν ἄργυρον ἀπεφαίνετο μὴ δύνασθαι εἰς σκεῦος πονηθῆναι χρήσιμον, ἀλλὰ τὸ χαλκῶδες τὸ ἐν τῷ ἀργύρῳ καὶ τὴν ἄλλην σκληρότητα.

οὕτω καὶ τὸ φρόνημα τῆς σαρκὸς εἰπὼν οὐ τὴν σάρκα ἔφη μὴ δύνασθαι ὐποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, ἀλλὰ τὸ φρόνημα τὸ ἐν τῇ σαρκί, οἷον τὸ πρὸς τὰς ἀκρασίας αὐτῆς λέγων ὅρμημα· ὅπερ ἀλλαχοῦ ὁτὲ μὲν »παλαιὰν ζύμην« κακίας καὶ πονηρίας ἐκάλεσεν, ἐπισπέρχων αὐτὸ τελε<ί>ως ἀφ᾿ ἡμῶν ἀιστωθῆναι, ὁτὲ »νόμον ἀντιστρατευόμεον τῷ τοῦ νοὸς καὶ αἰχμαλωτίζοντα«.

ἐπεί, εἰ αὐτὴν τὴν σάρκα ἔλεγε μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, πρῶτον οὐδὲ μέμψιν ἀσελγαίνοντες ἢ λῃστεύοντες ἢ τὰ ἄλλα ὅσ᾿ ἄττα διὰ σώματος πράσσοντες ἢ ποιοῦντες ἔχειv ἐδυνάμεθα παρὰ δικαίῳ κριτῇ, ἀδυνάτως ἐχούσης τῆς σαρκὸς ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ. πῶς γὰρ ἂν μεμπτέον ἐδύνατο τὸ σῶμα κατὰ τὴν προσοῦσαν αὐτῷ φύσιν βιοῦν εἶναι;

ἀλλὰ οὐδὲ ἄλλως εἰς ἁγνείαν ἢ ἀρετὴν ὑπαχθῆναι τὸ οῶμα ἐδύνατο, πεφυκὸς μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ. εἰ γὰρ ἡ φύσις τοιαύτη τῆς σαρκός, μὴ δύνασθαι ὐποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, νόμος δὲ θεοῦ δικαιοσύνη καὶ σωφροσύνη, ἐχρῆν Με παρθενεύειν μήτε ἐγκρατεύεσθαι δύνασθαι τὸ σύνολον ὅλως ἐκ παντός.

εἰ Τε παρθενεύουσι καὶ ἐγκρατεύοται, ἐγκρατεύονται δὲ ὁπότε τὸ σῶμα ὑποτάσσουσιν (ἄλλως γὰρ ἐγκρατεύεσθαι ἁμαρτίας οὐκ ἄρα οὐ δύναται τὸ σῶμα ὑποτάσσεσθαι τῷ τοῦ θεοῦ νόμῳ.

ἐπεὶ πῶς ἂν ὁ Ἰωάννης ὐπέταξεν ἑαυτοῦ τὸ οῶμα εἰς ἁγνείαν; ἢ πῶς Πέτρος εἰς ὁσιότητα; ἢ οἶ καθεξῆς εἰς δικαιοσύνην; πῶς Τε καὶ Παῦλος »μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν« λέγει »σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμὼν ὅπλα δικαιοσύνης τῷ θεῷ«

καὶ πάλιν »ὕσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὔτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοὺλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν«;

52. Οὐκοῦν ἐγίγνωσκεν δύνασθαι διευθύνεσθαι τὸ σκήνωμα τοῦτο καὶ νεύειν πρός τὸ ἀγαθόν, ἵνα νεκρωθῶσιν ἐν αὐτῷ τὰ ἁμαρτήματα.

ἐπεὶ πῶς ἑτέρως δουλωθῆναι τῇ δικαιοσύνῃ δύναται ἄνθρωπος καὶ ἐφ᾿ ἡμῶν, ἐὰν μὴ πρότερον ὑποτάξας ἑαυτοῦ τὰ μέλη τῆς σαρκὸς εἰς τὸ μὴ ὑπακούειν αὐτὸ τῇ ἁμαρτίᾳ, ἀλλὰ τῇ δικαιοσύνῃ, πολιτεύσηται κατ’ ἀξίαν τοῦ Χριστοῦ; ἐπειδὴ τὸ ἁμαρτῆσαι καὶ τὸ μὴ ἀμαρτῆσαι διὰ τοῦ σώματος αὐτῷ.

εἰ γὰρ »οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι οὔτε λοίδοροι οὔτε ἄρπαγες βασιλείαν θεοῦ κληρονομῆσαι δύνανται«,

πληροῦνται δὲ ταῦτα καὶ κρατύνονται διὰ τοῦ σώματος, δικαιοῦται δὲ οὐδείς, ἐὰν μὴ πρῶτον κρατήσῃ τούτων, κρατεῖ Τε τούτων ὁ ἀκνεύων πρὸς σωφροσύνην καὶ πίστιν, ὑποτάσσεται ἄρα τὸ σῶμα τῷ νόμῳ τοῦ θεοῦ· ὁ νόμος γὰρ θεοῦ σωφροσύνη.

ὥστε ὁ ἀπόστολος οὐ τὴν σάρκα μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ ἔφη, ἀλλὰ τὸ φρόνημα τῆς σαρκός, οἷον τὴν ὁρμὴν αὐτῆς αὐτὴν] τὴν πρὸς τὰς ἀκρασίας ἀναιρῶν, ὥσπερ δὴ καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ ἄδικον ἔκκλισιν. ἐκκαθαίρεσθαι γοῦν ἄχρι καὶ τῆς γαστριμαργικῆς ἀκρασίας διαμιλλώμενος, διδάσκων τε τὰς τοιαύτας ὀρέξεις καἰ ἡδονὰς ἐξαπόλλυσθαι καὶ καταισχύνων τοὺς τὸ τρυφᾶν τοῦτο καὶ πολυτελεύεσθαι ζῆν εἶναι νομίζοντας, οἳ »θεὸν ἡγοῦνται τὴν κοιλίαν«, <φάσκοντες> καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν«, καθάπερ ἀδηφάγα θρέμματα κάτω περὶ βορὰν μόνον καὶ τὰς τραπέζας ἀσχολούμενα, εἰπών τε »τὰ βρώματα τῇ κοιίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν·

ὁ Τε θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει« ἐπήγαγε »τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι.

ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. ἢ οὐκ οἴδατε ὄτι τὰ μέλη ἡμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι; ἔσονται, γάρ φησιν, οἱ δύο εἰς σάρκα μίαν. ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν. ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν· ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε οὖν τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν«.

53. Πρόσσχες γὰρ ὅτι ἐπειδὴ τὸ οῶμα τοῦτο δύναται τῷ νόμῳ τοῦ θεοῦ <ὐποτάσσεσθαι> καὶ τὴν ἀθανσίαν ὑποδέξασθαι, ἐὰν τῆς ἀκρασίας τῶν ὑπεκκαυμάτων, μὴ χραινόμενον ἀθέσμοις ὅλως οἴστρων παρατριβαῖς, ὁ ἀπόστολος ταῦτα ἀπεφθέγξατο.

ποῖον γὰρ »τὸ κολλάμενον« ἕτερον »τῇ πόρνῃ« καὶ πλησιάζον καὶ σὰρξ μετ᾿ αὐτῆς κατὰ τὴν σύνερξιν τῶν μελῶν καὶ τὴν κοινωίαν μία γιγνόμενον παρὰ τοῦτο τὸ οῶμα τὸ ἔξω, δι᾿ οὗ ταῦτα πάντα πληροῦνται τὰ πρὸς μῖξιν καὶ ἔκκαυσιν ἁμαρτήματα;

ὅθεν καὶ »πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῆ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.«

τῦφος μὲν γὰρ καὶ ἀπιστία καὶ θυμὸς καὶ ὑπόκρισις ψυχῆς ἁμαρτήματα, πορνεία δὲ καὶ οἶστρος καὶ τρυφὴ σώματος· μεθ’ ὧν οὔτε ψυχὴ πρὸς ἀλήθειαν ἀναπτήσεται οὔτε σῶμα σωφροσύνης ὑποταχθήσεται δόγμασιν, ἀλλὰ ἄμφω διολισθήσουσι τῆς βασιλείας τοῦ Χριστοῦ.

καὶ τοίνυν εἶ τὰ σώματα ἡμῶν ἐν ἁγιασμῷ διακρατούμενα »ναός ἐστι τοῦ ἐν ἡμῖν οἰκοῦντος πνεύματος« καὶ »ό κύριος ὲν τῷ αώματοι«, καὶ τὰ μέλη ταῦ αύματος »μέλη Χριστοῦ«, ὐποτάσσεται τὸ σῶμα τῷ ωόμῳ θείῳ καὶ »κλγρονομῆσαι δύναται τὴν βασιλείαν τοῦ δεοῦ«.

·ὁ «ό γὰρ έγείρας Χριστὸν ὲκ νεκρῶν ξωοπιήσει« φησί »καὶ θνητὰ αώμτα ύμῶν διὰ τοῦ ἀνοικοῦντγος αύτοῦ πνεύματος ὲν ύμῖν«, »iva τὸ θνητὸν τοῦτο ἐνδύσηται τὴν ἀθανασίαν καὶ τὸ φθαρτὸν τὴν ἀφθαρσίαν, νῖνκός τε καταποθῇ ὁ θάνατος«.

οὐ γὰρ περὶ διελάμβανεν καθ᾿ ήμᾶς ὲνταῦθα οώματος ὁ ἀπόστολος, ἀλλὰ περὶ τούτου τοῦ ἀποθνήσκοντος καὶ νεκρουμένου, δι' οὖ καἰ πορνεῦ σαι καὶ άλλως ὰμαρτῆσαι δυνατόν.

54. Ἐὰν δὲ διαφορὰν εἶναι σώματος πρὸς σάρκα ὐποτγοπάξωσιν ίνα δὴ καὶ ταῦτα αὐτοῖς ὲπιτπέψωμεν λογικεύεσθαι) καὶ σῶμα μὲν ἄλλο νομίξοιεν, οἶον αὐτῆς τῆς φυχῆς <τὸ ἴδιον>, ὅ μὴ βλέπεται, αἀρκα δὲ τοῦτο τὸ ε͂ζω τὸ βλεπόμενον, λεκτέοv, ὡς οὐ μόνον ὁ Παῦλος καὶ οί προφῆται σῶμα γιγνώσκαυσι τὴν σάρκα ὸνομάξεσθαι ταύτην, άλλλὰ καὶ ἄλλαι Ε; φιλόσοφοι, παρ' οἶς δὴ μάλιστα καὶ ή τῶν ὸνομάτων ἀκρίβεινα παρατετήρηται.

τετήρηται. αὰρξ γὰρ ὅλως, εὶ βούλονται καὶ περὶ τούτγων ἐπιστημόνως ἐπισκέφασθαι, πᾶς ὁ ογκξος οὖτος τοῦ σκηνώματος ήμῶν κυρίως οὺ λέγεται, ται, ἀλλά τι μέρος τοῦ ὁλου, καθάπερ ἤ ὸστᾶ ἢ ωεῦρα ἢ φλέβες, σῶμα δὲ τὸ ὄλον οθεν καὶ ἰατροί, οἴ δή καὶ περὶ φύσεως σωμάτων δυσρίγως διειλήφααι, σῶμα γιγνώσκουσι τοῦτο τὸ βλεπόμενον.

ἀλλὰ καὶ ὁ Πλάτων καὶ αὺτὸ <τὸ σῶμα> σῶμα καὶ αὐτὸς επίσταται. ἐν γοῦν τῷ Φαίδωνι ὁ Σωκράτης «ἄπα μὴ ἄλλο τι τὸν θάνατον ἠγούμεθα εἶναι« ἔφη »ἤ τεθνάναι, χωπὶς με) ἀπὸ τῆς ψυχῆς άπαλλαγὲν αὐτὸ καθ’ ἑαυτὸ τὸ σῶμα γεγονέναι, Χψρὶς δὲ τὴν ψυχὴν <ἀπὸ> τοῦ αώματος;

ὁ γάρ Μωυσῆς ὁ μακάμος (ἥκομεν γὰρ ὲπὶ τὰς κυριακὰς ἤδη γραφά) οὺ τοῦτο ὀνομάξειν ἐπίσταται, ὅ βλέπομεν· »καὶ πλυνεῖ τὰ ίμάτια« λέγνων ἐν τοῖς καθαπισμοῖς ὁ ἐπιμαύσας τοῦ ἀκαθάρτου »καὶ λούσεται τὰ σῶμα ὔδατι« »καὶ ἀκάθαρτος ἔσται ἕως ἐσπέρας῀ τί δὲ καὶ ὁ Τώβ;

οὐ σῶμα ἐπίσταται καὶ αὐτὸς τοῦτο τὸ νεκρούμενον καλεῖν, »φύθρεται δὲ μου τὸ σῦμα ὲν σαπρίᾳ ακωλήκων« λέγων;

ἀλλὰ καὶ ὁ Σολομῶν ὅτι »εὶς κακὸτεχνον φυχὴν οὐκ εἰσελεύσται σοφία, αὐδὲ κατοικήσει έν σώματι καταχρίῳ ἀμαρτίας«/ καὶ ὲν Δαντὴλ ἐπὶ τῶν μαρτύτων »οὺκ ἐκυρίευσεν αύτῶν τὸ πῦρ σώματος« λέγεται, »καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλονᾶτε καὶ ὁ κύριος ὲν τῷ εὐαγγελῳ »διὰ τοῦτο λέγω ύμῖν·

μὴ μεριμνᾶτε τί φάγητε ἢ τί ενδύσηθε. αὐχὶ ἡ φυχὴ πλεῖοόν έστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ένδύματος;«

καὶ ὁ ἀπόστολος δὲ »μὴ οὖν βασιλενέτω ἡ ἀμαρτία ἐν τῷ θνητῶ ύμῶν σώματι« λέγων, σῶμα γινώσκειν öxo ὅ περικείμεθα ουνίστησιν, καὶ πάλιν »εὶ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ιησοῦν αἰκεῖ ὲν ὐμῖν, ὁ ἐγείρας Χριστὸν έκ νεκρῶν ξωοποιήσει καὶ τὰ θνητὰ ώματα ὐμῶν« καὶ πάλιν »ἐὰν εἴπῃ ὁ πούς·

ὄτι οὐκ εἰμὶ χείρ, ούκ εἰμὶ έκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὺκ ἔστιν ἐκ τοῦ σώματο«, καὶ πάλιν »καὶ μὴ ἀσθενήσας Ἀβραὰμ τῆ πίστει οὐ κατενόησε τὸ ἐαυτοῦ σῶμα νενκρωμένον«. καὶ πάλιν »τοὺς γὰρ ἄπαντας ἡμᾶς φανερωθῆναι δεὶ ἔμπροσθεν τοῦ βήματος τοῦ χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἄ ἔπραξε«, καὶ πάλιν »αἱ μὲν ἐπιστολαὶ βαρεῖαι καὶ ἰσχυραί,

ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής«, καὶ πάλιν »οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα« καὶ πάλιν »οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα«, καὶ πάλιν »αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἀγιάσαι ὁμᾶς ἡλοτελείς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῶνα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν ’Ιησοῦ Χριστοῦ τηρηθείη«.

οἱ δέ, ἀσφαλῶς οὐ νοήσαντες τούτων οὐδέν, ἐν σάλῳ καὶ ταραχῇ φέρεσθαι τὸν ἀπόστολον ὑπέλαβον, ὡς στάσιν αὑτοῦ τὰς διανοήδεις τῶν λόγων καὶ ἔδαραν οὐκ ἐχούσας, ἀλλὰ ἀναπλεούσας ἄνω καὶ κάτω καὶ ὁμισούσας παλίμφημα, ὁτὲ μὲν τὴν σάρκα ἀνίστασθαι, ὁτὲ δὲ οὐκ ἀνίστασθα.

55. Ὅθεν ἵνα μὴ παραλειφθῇ τῶν προταθέντων μηδὲ ἔν, ὅπως τελε<ί>ως ως ἐκτέμνωμεν <τὴν> ὕδραν, εἰς τὸ προκείμενον ἐφεξῆς γάρ, καθάπερ ὑπεσχόμην, καὶ τὰ ἄλλα ἃ προσαποροῦσι κεφάλαια θεὶς καὶ ἃ χρὴ πρὸς αὐτὰ λέγεσθαι ἀποδείξας, ἀκόλουθα παραστήσω αὐτὸν καὶ σύμφωνα εἰς τὴν περὶ τῆς ἀναστάσεως τῆς σαρκὸς πίστιν καὶ αὐτὰ εἰρηκότα.

ἴδωμεν δὴ οὖν ἃ τὸ πρῶτον εἰς τὸν ἀπόστολον προήχθημεν εἰπεῖν. τὸ γάρ »ἐγὼ δὲ ἔζων« λεχθὲν αὐτῷ »χωρὶς νόμου ποτέ« ἄνω τὴν ἐν τῷ παραδείσῳ, καθάπερ ἐξ ἀρχῆς ὑπεθέμεθα, πρὸ τῆς ἐντολῆς, οὐκ ἐκτὸς σώματος, ἀλλὰ μετὰ σώματος ἡμῶν ἐν τοῖς πρωτοπλάστοις διαγωγὴν παρεγγυᾷ,

ἐπειδὴ πρὸ τοῦ δοθῆναι τὴν ἐντολὴν »χοῦν ὁ θεὸς ἀπὸ τῆς γῆς λαβὼν ἔπλασε τὸν ἄνθρωπον«. ἐκτὸς δὲ ἐπιθυμίας διήγομεν, οὖ γινώσκοντες ὅλως ἐπιθυμίας ἀλόγου προσβολάς, βιαξομένης ἡμᾶς ἐλκτικαῖς ἡδονῶν περιαγωγαῖς πρὸς ἀκρασίαν.

τὸ γὰρ μὴ ἔχον διορισμὸν καθ’ ὃν δεῖ πολιτεύεσθαι μηδὲ ἐξουσίαν αὐτοδέσποτον λογισμοῦ, ποίῳ χρῆσθαι αἱρεῖται πολιτεύματι, ἵνα δικαίως ἢ τιμηθῇ ἢ ψεχθῇ, ἀνυτπεύθυνον παντὸς λεκτέον ὑπάρχειν τοῦτο ἐγκηήματος, ὅτί μὴ δύναται τούτων ἐπιθυμῆσαι ὦν μὴ κεκώλυται. κἂν ἐπιθυμήσῃ δέ, οὐκ αἰτιαθήσεται.

τὸ γὰρ ἐπιθυμῆσαι οὐκ ἐπὶ τῶν παρόντων καὶ ὑποκειμένων ἐν ἐξουσίᾳ πίπτει, ἀλλ’ ἐπὶ τῶν παρόντων μέν, μὴ ὄντων δὲ ἐν ἐξουσίᾳ. πῶς γὰρ οὖ μὴ κεκώλυταί τις μηδὲ ἐνδεής ἐστι, τούτου ἐπιθυμεῖ καὶ ἐρᾷ; ὅθεν διὰ τοῦτο »τὴν ἐπιθυμίαν οὔκ ᾔδειν«, <ἔφη,> »εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἑπιθυμήδεις«.

ἀκούσαντες γάρ »ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ νάτῳ ἀποθανεῖσθε«, τίτε τὸ ἐπιθυμῆσαι συνέλαβον καὶ ἐνεκίσσησαν. οὑ γὰρ ὦν ἔχει καὶ ὦν ἐξουσιάζει καὶ κέχρηται αὐτοῖς, ὁ ἐπιθυμῶν ἐπιθυμεῖ, ἀλλὰ ὦν κεκώλυται καὶ ἀφῄρηται καὶ οὐκ ἔχει.

διὸ δὴ καλῶς »τὴν ἐπιθυμίαν οὐκ ᾔδειν« ἐλέχθη, »εἰ μὴ ὁ νόμος ἐλεγεν, οὐκ ἐπιθυμήσεις«, ὃ δή ἐστιν, εἰ μὴ εἴρητο »οὐ φάγεσθε ἀπ’ αὐτοῦ«. ἐντεῦθεν γὰρ ἐκτήσατο τόπον καὶ ἀφορμὴν εἰδελθεῖν εἰς τὸ διαπαῖξαί με καὶ παρατέψασθαι ἡ ἀμαρτία.

56. Δοθείσης γὰρ τῆς ἐντολῆς ἔσχε λαβὴν διὰ τῆς ἐντολῆς ὁ διάβο λος κατεργάσασθαι ἐν ἐμοὶ τὴν ἐπιθυμίαν, παρορμήσας με καὶ προσκαλεσάμενος μενος ἐντέχνως εἰς ὄρεξιν παταπεσεῖν τῶν κεκωλυμένων.

»χωρὶς γάρ νόμου ἀμαρτία νεκρά«· οἶον οὐ δοθείσης γὰρ οὐδὲ οὐσης οὐδέπω τῆς ἐντολῆς ἀπρακτος ἦν ἡ ἀμαρτία· »ἐγὼ δὲ ἔζων« ἀμέμπτως πρὸ τῆς ἐντολῆς, οὐκ ἔχων ἔχων διορισμὸν καὶ διαταγάν, καθ’ ἢν ἔδει πολιτεύσασθαι, ἦς καὶ διολισηήσας ἁμαρτήσομαι.

»ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ ηὐρέθη μοι ἡ ἑντολὴ ἡ εἰς ζωὴν αὔτη εἰς θάνατον«, ὅτι μετὰ τὸ νομοθετῆσαι τὸν θεὸν καὶ διαστείλασθαι ὃ ποιητέον καὶ μὴ ποιητέον, πατεργάσατο ἐν ἐμοὶ τὴν ἐπιθυμίαν ὁ διάβολος.

ἡ γὰρ παραίνεσις τοῦ θεοῦ καὶ παραγγελία ἡ δοθεῖσά μοι μοι αὕτη ζωὴν καὶ ἀξθαρσίαν, ἵαν πειθόμενος αὐτῇ καὶ κατ’ αὐτὴν βιοὺς ἀπήμονα καὶ μακαριστότατον δι’ αἰῶνος καὶ ἀεὶ θάλλοντα πρὸς ἀθανασίαν βίον ἔχω καὶ χαράν, ἀθετήσαντι αὐτὴν εἰς θάνατον ἀπέβη καὶ καταδίκην,

ἐπειδὴ ὁ διάβολος, ὂν ἁμαρτίαν νῦν οὕτως ἐκάλεσε διὰ τὸ δημιουργὸν αὐτὸν ἁμαρτίας ὑπάρχειν καὶ εὐρετήν, κιὰ τῆς ἐντολῆς ἀφορμὴν λαβὼν πρὸς παρακοὴν ἐξηπάτησέ με καὶ ἀπατήσας ἀπέκτεινεν, ὑπεύθυνον τῷ »ᾖ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανείσθα« κατακρίματι γενέσθαι κατεργασάμενος.

»ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ τοῦ θεοῦ ἁγία καὶ δικαία καὶ ἀγαθή«, ὅτι μὴ ἐπὶ τῷ βλάψαι, ἀλλ᾿ ἐπὶ τῷ σῶσαι ἐδόθη. μὴ γὰρ οἰωμεθα ὅλως ἀνωφελές τι ποειῖν ἤ βλκβερὸν τὸν θεόν. τί οὖν;

τὸ ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος«, ὅ τοῦ μεγίστου ἐμοὶ ὡς ἀγαθοῦ νομοθέτημα ἐδόθη; »μὴ γένοιτο«. ὅτι μὴ ἡ ἐντολὴ τοῦ τὸ καταδουλωθῆναί με ἐγένετο τῇ φθορᾷ καὶ ἐναπομάξασθαι κῆγρας ὀλέθρου αἰτία, ἀλλ᾿ ὁ διάβολος, ἵνα φανερωθῇ διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν ἐμοὶ κατασκεάσας, ἵνα γένηται καὶ ἐλεγχθῇ »καθ᾿ ὑπερβολὴν« ὁ εὑρετὴς καὶ τέκτων τῆς ἁμαρτίας »ἁμαρτωλός« καὶ διορισθῇ ἀπὸ τοῦ καλοῦ ὁ τὰναντία τῆς ἀντολῆς θεοῦ #x003E; ἐπιτροπεύσας.

»οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός«, διὸ καὶ ὸὐδὲν αἴτιος βλάβης οὐδενί· πόρρω γὰρ ἐπιθυμίας ἀλόγου ἁμαρτίας ἐσκήνωται τὰ πνευματικά. »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ύπὸ τὴν ἁμαρτίαν«, οἶον·

ἐγὼ δὲ σάρκινος ὤν καὶ ἐν μέσῳ τοῦ πονηροῦ καὶ ἀγαθοῦ κατασταθεὶς ὡς αὐτεξούσιος, ἵν᾿ ἐπ᾿ ἐμοὶ <τὸ> ἑλέσθαι ὅ βούλομια ᾖ »τέθεικα« γάρ φησι »πρὸ σου τὴν ζωὴν καὶ τὸν θάνατον«), νεύσας πρὸς τὸ παρακοῦσαι μὲν τοῦ πνευματικοῦ νόμου οἶον τῆς ἐντολῆς, ὑποκοῦσαι δὲ τοῦ ὑλικοῦ οἶον τοῦ ὅφεως τῆς συμβουλίας, πέπραμαι διὰ τὴν τοιαύτην αἵρεσιν, πεσὼν ὑπὸ ἁμαρτίαν, τῷ διαβόλῳ.

ὅθεν ἐντεῦθεν πολιορκῆσάν με τὸ κακὸν καὶ ἐνιζάνει καὶ ἐμπολιτεύεται εἰσοικισθὲν ὲν τῇ σαρκί μου, καθάπερ κηφὴν ἐν κηρίῳ μελίσσης περιποτώμενος πολλάκις περὶ αὐτὸ καὶ βομβῶν, δίκης ἐπιτεθείσης μοι τὴν ἐντολὴν ἀθετήσαντι πραθῆναι τῷ κακῷ.

διὸ καί »οὐ γινίσκω ὃ κατεργάζομαι«, λογιζόμενος ὃ μὴ θέλω· τὸ γάρ ὃ κατεργάζομαι οὐ γινώσκω, καὶ »ποιῶ ὃ μισῶ« λεγόμενον οὐκ ὲπὶ τοὺ τελεσιουργῆσαι τὸ φαῦλον καὶ δρᾶσαι παραληπτέον, ἀλλ᾿ ἐπὶ τοῦ μόνον ἐνθυμηθῃναι, λογισμῶν ἀνακείων ἡμῖν προσιπταμένων πλεονάκις καὶ ἐμφανταζόντων ήμᾶς πρὸς ἂ μὴ θέλομεν, τῆς ψυχῆς τοῖς λογισμοῖς περὶ πολλὰ περιαγομένης.

57. Οὐ γὰρ ἐφ᾿ ἡμῖν ὅλως τὸ ἐνθυμεῖσθαι ἢ μὴ ἐνθυμεῖσθαι καῖται τὰ ἄτοπα, ἀλλὰ τὸ χρῆσθαι ἢ μὴ χρῆσθαι τοῖς ἐνθυμήμασι. κωλῦσαι μὲν γὰρ μὴ ἐμπίπτειν εἰς ήμᾶς τοὺς λογισμοὺς οὐ δυνάμεθα, πρὸς δοκιμὴν ήμῶν ἔξωθεν εἰσπνεομένους, μὴ πεισθῆναι μέντοι ἤ μὴ χρῆσθαι αὐτοῖς δυνάμεθα.

ἐπεὶ πῶς ὁ ἀπόστολος τὸ μὲν κακὸν οὐχ ἥκιστα ᾦἀπηρέσκετο ἐποίει, τὸ δὲ καλὸν ᾦ ἠρέσκετο ἥκιστα, εἰ μὴ περὶ τῶν ὀθνείων ἐνθυμημάτων ἔλεγεν, ἅ ἐνθυμούμεθα ἔσθ᾿ ὄτε καὶ μὴ βουλόμενοι, ἐξ οἵας οὐ γινύσκοντες αἰτίας;

ἅ ἀνατρέπεσθαι χρὴ καὶ ἐπιστομίζεσθαι, ἵνα μὴ εὐρυνόμενα τῶν περάτων κρατήσωσι τῆς ψυχῆς. ἀμήχανον γὰρ τούτων ἐνευκαιρούντων ἐν ἡμῖν ἐπανατεῖλαι τὸ ἀγαθόν.

ὀρθῶς ἄρα »ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω« ἔλεγεν, »οὐ γὰρ ὃ θέλω πράσσω, ἀλλ᾿ ὃ μισῶ, τοῦτο ποιῶ«. θέλομεν γὰρ τὰ μὴ προσήκοντα καὶ ἅ μὴ θέμις μηδ᾿ ἐνθυμεῖσθαι, ἐπειδὴ ἐπειδὴ τοῦτο ἀγαθὸν τέλειον, μὴ μόνον τοῦ ποιῆσαι αὐτὸ ἐγκρατεύεσθαι, ἀλλὰ καὶ τοῦ ἐνθυμηθῆναι.

καὶ ὃ θέλομεν, τοῦτο ἀγαθὸν οὐ γίγνεται, ἀλλ᾿ ὅ οὐ θέλομεν, πονηρόν. ἐπιφοιτῶσι γὰρ ἐπὶ τὴν καρδίαν ἡμῶν καὶ ἐπιβαίνουσιν καὶ μὴ βουλομένων ἡμῶν πολλάκις μυρία τε περὶ μυρίων <ἐνθυμήματα,> περὶεργίας ήμᾶς καὶ φιλοπραγμοσύνης πιμπλάντα.

διὸ τὸ θέλειν αὐτὰ μὴ ἐνθυμεῖσθαι παράκειται, τὸ δὲ κατεργάζεσθαι εἰς τὸ ἀφανίσαι, ἵνα μὴ καὶ αὖθις περὶ τὸν λογισμὸν ἀνέλθωσιν, #x003E; ὅτι μὴ κεῖται τοῦτο ἐφ’ ἠμῖν, ὡς ἔφην, ἀλλὰ τὸ χρήσασθαι μόνον αὐτοῖς Πως ἢ μὴ χρήσασθαι.

ὡς ὡς εἶναι τὸν νοῦν τοιοῦτον τοῦ ῥητοῦ »οὐ γὰρ ὅ θέλω ποιῶ ἀγαθόν«· θέλω γὰρ μὴ ἐνθυμεῖσθαι ἃ βλάπτει με, ἐπειδὴ τοῦτο ἀγαθὸν πανάμωμον, κατὰ τὸ λεγόμενον »ἄνευ ψόγου τετυγμένον χερσί τε καὶ νόῳ τετράγωνον«. καὶ τοῦτο μέν »ὃ θέλω ἀγαθὸν οὐ ποιῶ, ὃ Τε μὴ θέλω κακὸν πράσσω«· οὐ θέλω ἐννοεῖσθαι καὶ ἐννοοῦμαι ὅσα μὴ θέλω.

καὶ ἐπισκέψασθαι #x003E; εἶ μὴ διὰ ταῦτα αὐτὰ καὶ ὁ Δαυὶδ ἐνετύγχανε τῷ θεῷ, δυσχεραίνων ἐπὶ λογίζεσθαι καὶ καὶ αὐτὸν ἃ μὴ ἤθελεν· »ἀπὸ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι φεῖσαι δούλου σου. ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης«.

καὶ αὐτὸς Τε ὁ ἀπόστολος ἐν ἑτέρῳ »λογσμοὺς καθαιροῦτες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ«.

58. Εἰ δέ τις όμόσε τῷ λόγῳ ἱέναι τολμῶν ἀπορίνοιτο ὡς ἄρα διδάσκει ό ἀπόστολος ὡς οὐ μόνον ἐν τῷ λογίζεσθαι τὸ κακὸν ὃ μισοῦμεν καὶ ὅ οὐ θέλομεν πράσσομεν, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν αὐτὸ καὶ κατεργάζεσθαι, διὰ τό »οὐ γὰρ ὃ θέλω ποιῶ« λελέχθαι »ἀγαθόν,

ἀλλ᾿ ὃ οὐ θέλω κακόν, τοῦτο πράσσω«, ἀξιώσομέν που, εἰ ἀληθῆ λέγει ὁ ταῦτα λέγων, διασαφῆσαι τί ἦν τὸ κακόν, ὃ ἐμίσει ὁ ἀπόστολος καὶ ὂ οὺκ ἐβούλετο μὲν ποιεῖν. ἐποίει δέ, καὶ #x003E; ἀγαθόν, ὃ ἐβούλετο μὲν ποιεῖν, οὐκ ἐποίει γε, ἀλλὰ ἀντιστρόφως όσάκις μὲν ἤθελε ποιῆσαι τὸ ἀγαθόν, τοσαυτάκις οὐ τὸ ἀγαθὸν ὂ ἤθελεν, Μὰ τὸ πονηρὸν ὃ μὴ ἤθελεν ἐποίει.

ἄρα γὰρ οὐ θέλεων εἰδωλολατρεῖν ἀλλὰ θεολαττεῖν, ὃ μὲν ἤθελε θεολατρεῖν οὖκ ἠδύνατο, ὂ δὲ μὴ ἤθελεν εἰδωλολατρεῖν ἠδύνατο, ἢ σωφρονεῖν μὲν ὂ ἤθελεν οὐκ ἐποίει, ἀκολασταίνειν δὲ ὃ ἤχθετο ἐποίει;

καὶ συλλάηδην κραιπαλᾶν, ἀλλὰ ἀσωτεύεσθαι καὶ θυμοῦσθαι, ἀδικεῖν καὶ τὰ ἄλλα ὅσα πονηρίας ἔργα, ἂ μὴ ἤθελε μὲν ἐπο΄λιει, ὂ δὲ ἤθελε, δικαιοσύνην καὶ οσιότητα, οὐκ ἐποίει;

καὶ μὴν αὐτὸς ἐν ταῖς ἐκκλησίαις προτροπάδην ἐξεγείρων πάντας τας τὸ μὴ ἀνομεῖν οὐ μόνον τοῦς ποιοπυντας καὶ ἐπιτηδεύοντας τὰ ἄτοπα ὀλέθρῳ τηρεῖσθαι καὶ ὀργῇ παρεγγυᾷ, ἀλλὰ καὶ τοῦς συνευδοκοῦντας αὐτοῖς εἰς ταῦτα, ἀμιγὲς άμαρτίας ἐν ήμῖν τὸ δίκαιον ἀσκεῖσθαι διαμιλλώμμενος. πᾶν γὰρ ἁμάρτημα καὶ ἐπιτήδευμα τὸ συμπέρασμα κτᾶται διὰ τῆς σαρκός.

πολλάκις τοῦν ἐν ταῖς ἐπιστολαῖς ἀναφανδὸν αὐτὰ δὴ ταῦτα διδάσκων ἠμᾶς ὑπεκτρέπεσθαι καὶ μισῖν φησί »μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι ο//υτε μοιχοὶ μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρονομήσουσι«·

καὶ τὸ κορυφαιότατον, εἰς τὸ πανταπασιν ἡμᾶς ἐκ παντὸς ἀποδρᾶναι καὶ ἀποτινάξασθαι τὸ ἁμαρτάνειν προοὕτως οὐ τὸ ποιεῖν ἂ μὴ ἤθελε καὶ πράττειν ὑπέθετο τὰ προειρημένα,

ἀλλὰ τὸ μόνον λογίζεσθαι· ἐπεὶ πῶς ἄν ἦν μιμητὴς ἀκριβὴς τοῦ Χριστοῦ; νυνὶ δὲ ἐπειδήπερ ἐμπίπτουςι θηριώδεις πολλάκις λογισμοί, ἐπιθυμίας ἡμᾶς ἄλλοτε ἄλλως ἐμπιπλάντες καὶ πρτιρτηίσε ἀλόγου,

ἠΰτε μυιάων ἀδινάων ἔθνεα πολλά, ἔφη »τὸ γὰρ ὅ οὐ θέλω, τοῦτο ποιῶ«· ἃ χρὴ τῆς ψυχῆς εὐθαρσπως ἀποσοβεῖν, σοβεῖν, μηδὲν ὅλως εἰς τὸ ποιῆσαι τὰ ὑπ᾿ αὐτῶν ὑπηχούμενα νεύοντας.

ἵνα γὰρ εγκριθῶμεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν πάσαις ἡδοναῖς καὶ λύπαις δοκιμασθέντες, εἰ μὴ μεταβαλλοίμεθα ἀλλὰ πανταχοῦ καθάπερ ἀκήρατος χρθσὸς διὰ πυρὸς βασανιζόμενος οὐκ ἐξιστάμεθα τῆς οἰκείας ἀρετῆς, συμβαίνει <τὸ> διοχλεῖσθαι τὸν νοῦν ὑπὸ πολλῶν.

ὅθεν δὴ γενναίως ὥσπερ στρατιώτας ἀρίστους ἀντιπαρατάσσεσθαι δεῖ, οἳ ἐπειδὰν ὑπὸ τῶν ἐχθρῶν αἴσθωνται πολιορκούμενοι, τοξείας οὐδὲν φροντίσαντες καὶ τῶν ἄλλων αὐτῶν ἀκοντισμάτων, ὑπὲρ τοῦ σῶσαι τὴν προθύμως ἐπ᾿ αὐτοὺς ἵενται, μηδὲν ἐλλείποντες σπουδῆς, ἔστ᾿ ἄν τὸ στιφος αὐτῶν εἰς φυγὴν ἀνατρέψαντες ἀπώσωνται τῶν ὅρων ἔξω.

ὁρᾷς γὰρ ὡς οἱ λογισμοὶ διὰ τὴν ἐνοικοῦσαν ἁμαρτίαν ἐν ἡμῖν ἔξωθεν ἐπισυνίστανται, καθαπερεὶ κύνες λυσσῶντες ἢ ἄγριοι καὶ θρασεῖς λῃσταὶ καθ᾿ ἡμῶν ἀεὶ παρορμώμενοι ύπὸ τοῦ τυράννου καὶ ἄρχοντος τῆς ἀδικίας, δοκιμάζοντος ἦμᾶς εἶ ἀνθίστασθαι αὐτοῖς ἀρκοῦμεν καὶ ἀντιπαρατάσσεσθαι.

59. Ἄγε οὖν, μή ποτε ύπενδοῦσα ἁρπασθῇς, ὦ ψυχή, πρὸς αὐτῶν, καὶ οὐχ ἔξομεν ύπὲρ σοῦ δοῦναι λύτρα. »τί γὰρ ἀντικατάλλαγμα δώσει, φησίν, ἄνθρωπος τῆς ψυχῆς αὐτοῦς«;

καλὸν μὲν οὖν, εἰ μὴ εἴχομεν, ἦν ἄν καὶ χαρμιώτατον, τοὺς ἀντιπράσσοντας ήμῖν καὶ μαχομένους· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, καὶ ὃ θέλομεν οὐ δυνάμεθα θέλομεν δὲ μὴ ἔχειν τους ἐξέλκοντας ήμᾶς εἰς πάθη) — ἦν γὰρ ἀνιδρωτὶ σωθῆναι — καὶ 8 θέλομεν τοῦτο οὐ γιγνεται, ἀλλ᾿ ὂ οὒ θέλομεν δεὶ γὰρ ημᾶς δοκιμάζεσθαι, ὡς ἔφην), μὴ ἐνδιδῶμεν, ὦ ψυχή, μὴ ἐνδιδῶμεν τῷ πονηρῷ,

»ἀλλὰ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ θεοῦ« ὑπερασπίζουσαν καὶ προαγωνιζομένην ἡμῶν »ἐνδυδώμεθα τὸν θώρακα τῆς δικαιοσύνης καὶ ὑποδησώμεθα πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου, ἐν πᾶσί τε ἀναλάβωμεν τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾦ δυνησόμεθα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, πρὸς τὸ δύνασθαι στῆναι πρὸς τὴν τοῦ διαβόλου«, »λογισμούς τε καθαιρεῖν καὶ πᾶν ὔψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ«· »ὅτι μὴ εστιν ήμῖν ή πάλη πρὸς κἶμα καὶ σάρκα«.

τούτου δὲ ἔνεκα τοῦτα λέγω, ὄτι οὖτος ὁ τρόπος τοῦ ἀποστόλου τῶν συνταγμάτων. πολλὰ μὲν γὰρ ἔστι καὶ περὶ ἐκάστου τῶι ἐν τῇ ἐπιστολῇ ταύτῃ εἰρημένων ἀποδεὶξαι, ὡς ὀρθοδόξωςσ καὶ μεμελετημένως ἔχει· μακρὸν ἄν εἴη ἕκαστον αὐτῶν οὔτως διελθειν.

γὰρ τύπον αὐτοῦ δειξαι μόνον καἲ τὴν βούλησιν προηργμαι νῦν »οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. <εἰ δὲ ὃ οὐ θέλω > σ΄λυμφημι τῷ νόμῳ τοῦ θεοῦ ὅτι καλός· νυνὶ δὲ οὐκέτι γὰγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ή οἰκοῦσα ἐν ἐμοὶ άμαρτία. οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοῖ, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν«, ὀρθῶς λέγων.

μέμνησθε γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ὡριζόμεθα· εἰ καὶ σπεύδων ἐγὼ ταχὺ πάντα διεξελθεῖν μᾶλλον βραδύνων, μακροτέρας μοι τῶν λόγων τῆς περιόδου ἢ προσεδ΄λοκησα γεγενημένης, ἢν προθυμητίον δὴ διανῦσαι. ἄλλως γὰρ τοῦ προκειμένου οὔποτε ἤξομεν ἐπὶ τέλος.

60. Οὐκοῦν ἐλέγομεν· ἀφ’ οὖ τὸν ἄνθρωπον, εἶ μνημονεύετε, πλανηθέντα τὴν ἐντολὴν ἀθετῆσαι συνέβη, ἐντεῦθεν ἐκ τῆς παρακοῆς τὴν ἁμαρτίαν λαβοῦσαν γένεσιν εἰς αὐτὸν εἰσῳκηκέναι.

οὕτως γὰρ πρῶτον στάσις ἐνέπεσε σφαδᾳσμῶν τε καὶ λογισμῶν ἀνοικείων ἐπληρώθημεν, κενωθέντες με) τοῦ ἐμφυσήματος τοῦ θεοῦ, πληρωθέντες δὲ ἐπιθυμίς ὑλικῆς, ἥν ὁ πολύπλοκος ἐνέπνευσεν εἰς ήμᾶς ὄφις, βραχυπορησάντων ήμῶν τῆς παραγγελίας τοῦ θεοῦ τὸν κύκλον.

διὸ καὶ τὸν θάνατον ὁ θεὸς πρὸς ἀναίρεσιν τῆς ἀμαρτίας ύπὲρ ήμῶν ἀνεύρατο, ἴνα μὴ ἐν ἀθανάτοις ήμῖν ἀνατείλασα, ὡς ἔφην, ἀθανατος ᾖ.

ὄθεν ὁ ἀπόστολος »οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν« λέγων τὴν ἀπὸ τῆς παραβάσεως διὰ τῆς ἔπιθυμίας εἰσοικισθεῖσαν εἰς ἠμᾶς άμαρτίαν βούλεται μηνύειν, ἧς δὴ καθάπερ βλαστήματα νέα νέα καὶ κλῶνες οί φιλήδονοι περὶ ήμᾶς ἀεὶ λογισμοὶ στανται. δισσὰ γὰρ ἐν ήμῖν λογισμῶν γένη, τὸ μὲν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἐνθωπευούσης ἐν τῷ σώματι συνιστάμενον, ἥτις ἐξ ἐπιπνοίας, ὡς ἔφην, ἐγενήθη τοῦ ὑλικοῦ πνεύματος, τὸ δὲ ἀπὸ τοῦ κατὰ τὴν ἐντολήν, ὃν ἔμφυτον ἐλάβομεν ἔχειν καὶ φυσικὸν νόμον, πρὸς τὸ καλὸν ἡμῶν ἐξεγείροντα καὶ ἐπανορθούμενον τὸν λογισμόν.

ὅθεν τῇ μὲν νομοθεσίᾳ τοῦ θεοῦ κατὰ τὸν νοῦν »συνηδόμεθα« (τοῦτο γὰρ ὁ ἔσω ἄνθρωπος), τῇ δὲ νομοθεσίᾳ τοῦ διαβόλου κατὰ τὴν ἐνοικοῦσαν ἐπιθυμίαν ἐν τῇ σαρκί· ὁ γὰρ νόμος »ἀντιστρατευόμενος καὶ ἀντιπράσσων τῷ νόμῳ τοῦ θεοῦ«, οἷον τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ, τῇ ἐπιθυμίᾳ τοῦ νοός, οὗτός ἐστιν ὁ τοὺς ἐμπαθεῖς ἀναφύων ἀεὶ καὶ ὑλικοὺς πρὸς ἀνομίαν περισπασμούς, παντάπασι πρὸς ἡδονὰς ὢν ἑλκτικός.

61. Τρεῖς τὰρ νόμους ὑποτιθέμενος ἀναφανδὸν ὁ Παῦλος ἐνταῦθά μοι καταφαίνεται· ἕνα μὲν τὸν κατὰ τὸ ἔμφυτον ἐν ἡμῖν ἀγαθόν, ὅν καὶ νόμον σαφῶς νοὸς ἐκάλεσεν, ἕνα δὲ τὸν ἐκ προσβολῆς συνιστάμενον τοῦ πονηροῦ καὶ εἰς τὰς ἐμπαθεῖς ἐξέλκοντα πολλάκις φαντασίας τὴν ψυχήν, ὃν ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοὸς ἔφη,

καὶ ἕτερον τὸν κατὰ τὴν ἁμαρτίαν ἐκ τῆς ἐπιθυμίας ἐνσκιρρώσαντα ἐν τῇ σαρκί, ὃν ἁμαρτίας νόμον οἰκοῦντα ἐν τοῖς λέλεσιν ἐκάλεσεν· ᾧ ἐπιβαίνων ὁ πονηρὸς καὶ ἐποχούμενος πολλάκις καθ᾿ ἡμῶν ἐγκελεύεται, πρὸς ἀδικίαν ἡμᾶς καὶ πράξεις συνελαύνων κακάς.

ὁ γὰρ ἔξωθεν εἰσπνεόμενος ἀπὸ τοῦ πονηροῦ νόμος καὶ διὰ τῶν αἰσθήσεων καθάπερ ἀσφαλτῶδες ῥεῦμα ἔνδον εἰς αὐτὴν ἐκχεόμενος τὴν ψυχὴν ύπὸ τοῦ ἐν τῇ σαρκαὶ κατὰ τὴν ἐπιθυμίαν ὑπάρχοντος κραταιοῦται νόμου.

φαίνεται γὰρ ὡς ἐν αὐτοῖς ἡμῖν τὸ με) βέλτιον τὸ δὲ χεῖρον ὄν, καὶ ὄταν μὲν τὸ βέλτιον φύσει τοῦ χείρονος ἐγκρατέστερον γενηθῇ, φέρεται ὅλος πρὸς τὸ ἀγαθὸν ὁ νοῦς· ὅταν δὲ τὸ χεῖρον ἐπιβρίσῃ πλεονάσαν, ὃ ἀντιστρατεύεσθαι τῷ ἐν ήμῖν λέγεται ἀγαθῷ, ἄγεται πάλιν ἀθτιστρόφως πρὸς φαντασίας παντοδαπὰς ὁ ἄνθρωπος καὶ λογισμοὺς χείρονας.

62. Οὖ δὴ καὶ κάριν ὁ ἀπόστολος εὔχεται ῥυθῆναι, θάνατον αὐτὸ καὶ ὄλεθρον εἶναι ήγούμενος, ὥσπερ δὴ καὶ ὁ προφήτης »ἀπὸ τῶν κρυφίων μου« λέγων »καθάρισόν με«.

αὐτὰ γοῦν τὰ ῥήματα τοῦτο παρίστησιν »συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω« λέγοντος »ἄνθρωπον, βλέπω Τε ἒτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου«;

οὐ τὸ σῶμα θάνατον ἀποφηνάμενος, ἀλλὰ τὸν νόμμον τῆς ἁμαρτίας τὸν ἐν τοῖς μέλεοι <τοῦ σώματος> διὰ τῆς παραβάσεως ἐν ήμῖν ἐμφωλεύοντα καὶ πρὸς θάνατον ἀεὶ ἀεὶ τῆς ἀδικίας τὴν ψυχὴν ἐμφαντάζοντα.

ἐπιφέρει γοῦν εὐθέως, ἀμέλει διαλυόμενος ἀπὸ κποίου θανάτου ἐγλίχετο ῥυσθῆναι καὶ τίς αὐτὸν ό ῥυόμενος ἦι· »χάρις τῷ θεῷ διὰ Ἱησοῦ Χριστοῦ«. προσεκτέον γὰρ ὅτι, εἰ τὸ σῶμα θάνατον τοῦτο, ὦ Ἀγλαοφῶν, ὡς ὑπειλήφατε, ἔλεγεν, οὐκ ἂν τὸν Χριστὸν ὡς ῥυόμενον αὐτὸν ὕστερον ἐκ τοῦ τοιούτου κακοῦ παρελάμβανεν· ἐπεὶ τί παραδοξότερον ἢ πλέον ἀπὸ τοῦ Χριστοῦ τῆς παρουσίας ἐσχήκαμεν;

τί δὲ καὶ ὁ ἀπόστολος ὅλως, ὠς διὰ τῆς παρουσίας τοῦ Χριστοῦ δυνάμενος ἐκ τοῦ θανάτου ὑπὸ θεοῦ ἐλευθερωθῆναι τούτου ἐφθέγγετο, ὁπότε πᾶσι καὶ πρὸ τοῦ τὸν Χριστὸν ἐλθεῖν εἰς τὸν κόσμον συνέβαινε θνῄσκειν;

ἐρρύοντο γὰρ χωριζόμενοι πάντες τῶν σωμάτων κατὰ τὴν ἀπὸ τοῦ βίου τούτου ἐξοδον, ἀλλὰ καὶ ὡσαύτως δὲ πᾶσαι αἱ ψυχαί, [καὶ] αἱ τῶν ἀπίστων καὶ πιστῶν καὶ τῶν ἀδίκων καὶ δικαίων, ἐχωριζοντο τῶν σωμάτων κατὰ τὴν ἡμέραν τῆς τελευτῆς.

τί οὖν ὁ ἀπόστολος πλέον παρὰ τοὺς ἄλλους λαβεῖν τοὺς ἐν ἀπιστίᾳ διατρίψαντας ἐσπούδαζεν; ἢ διὰ τί ῥυσθῆναι ἀπὸ τοῦ σώματος ηὔχετο, ὃ καὶ εἰ μὴ ἤθελε, πάντως ἂν συνέβαινεν αὐτῷ, καθάπερ δὴ καὶ πᾶσι κεῖται τὸ τελευτῆσαι καὶ χωρισθῆναι τὰς ψυχὰς αὐτῶν ἀπὸ τῶν σωμάτων, εἴ γε θάνατον τὸ σῶμα τῆς ψυχῆς ὑπετίθετο;

ὥστε οὐ τὸ σῶμα τοῦτο, ὦ Ἀγλαοφῶν, θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν τὴν κατοικήσασαν <ἔνδον> διὰ τῆς ἐπιθυμίας ἐν τῷ σώματι λέγει, ἧς ὁ θεὸς αὐτὸν διὰ τῆς παρουσίας τοῦ Χριστοῦ ἐρρύσατο.

»ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου«, ὅπως »ὁ ἐγείρας Ἰησοῦν ἐκ νεκρῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν ζωοποιήσῃ καὶ τὰ θνητὰ σώματα ἡμῶν«,

»τῆς ἁμαρτίας τῆς ἐν τῷ σώματι κατακριθείσης« πρὸς ἀναίρεσιν, »ἵνα τὸ δικαίωμα τοῦ« κατὰ τὴν ἐντολὴν πρὸς τὸ ἀγαθὸν ήμᾶς ἐφελκομένου φυσικοῦ »νόμου« φανερωθῇ ἐξαφθέν, ὅ ἀσθενῆσαν, τῆς σαρκὸς κακρατημένης τῇ ἁμαρτίᾳ, πρὸ τῆς παρουσίας τοῦ χριστοῦ ταῖς ὑλικαῖς φροντισιν τὸ γὰρ ἀδύνατον τοῦ ἐν ἡμῖν φυσικοῦ νόμου,

ἐν ᾦ ἠσθένει« ύπὸ τῆς ἐπιθυμίας ήττώμενον τῆς ἐγκειμένης ἐν τῷ σώματι, ὁ θεὸς ἀνερρώσατο, πέμψας τὸν υίὸν ἑαυτοῦ, τὴν όμοίαν τῇ σαρκὶ τῆς άμαρτίας ἀνειληφότα ἀληθείᾳ γὰρ καὶ οὐ δοκήσει ἦν ὃ ἐφάνη),

ἵνα τῆς άμαρτίας κατακεκριμένης πρὸς ἀναίρεσιν »εἰς τὶ« μηκέτι »καρποφορησαι« ἐν τῇ σαρκὶ τὸ ζικαίμα τοῦ φυσικοῦ νόμου πληρωθῇ, πλεονασαν τῇ ὑπακοῇ τοῖς μὴ τὴν ἐπιθυμίαν τῆς σαρκὸς περιπατοοῦσιν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν τοῦ πνεύματος καὶ τὴν ύφήγησιν.

»ό γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς«, ὃ δή ἐστι τὸ εὐαγγέλιον, ἔτερος ὤν τῶν προειρημένων νόμων, διὰ τοῦ κηρύγματος πρὸς ύπακοὴν τεθεὶς καὶ αφεσιν άμαρτημάτων, »ἠλευθέρωσεν ήμᾶς ἀπὸ τοῦ νόμου τῆς ἀμαρτίας καὶ τοῦ θανάτου«, νικήσας ἐκ παντὸς τὴν άμαρτίαν βασιλεύουσαν τῆς σαρκός.

Ἅ μὲν οὖν δὴ προβάλλονται καὶ ἐκ τῶν τοῦ ἀποστόλου ῥητῶν, οὐκ ὀρθῶς αὐτὰ ἐξηγούμενοι, σαφηνίσας ἔφην, ὦ θεόφιλε· τρέψομαι δὲ καὶ πρὸς τὰ ἕτερα, ἐάνπερ τὸν βοηθήσοντα ήμῖν πρὸς τὴν διέζοδον εὕρωμεν τοῦ λόγου.

ἄπορα γὰρ καὶ οὐ πάνυ ῥᾀδια πρὸς καθαίρεσιν τὰ τὰ διὸ καὶ ὀκνηρότερον αὐτῶν ἅπτομαι, μακρὰν καὶ χαλεπὴν αὐτῶν όρῶν τὴν ἀπόδειξιν ἐσομένην, ἐὰν μή τις ἡμᾶς αὔρα συνέσεως ἄφνω ἐξ οὐρανονοῦ καταπνεύσασα καθάπερ ἐν μέσῳ νηχομένους πελάγει εἰς ὅρμον τινὰ ἀκύμονα καὶ ἀπόδειξιν ἀποκαταστήσῃ ἀσφαλεστέραν.

[ΕΩΔ ΩΔΕ ΤΟ ΜΕΡΟΣ ΤΩΝ ΜΕΘΟΔΙΟΥ.]

63. Ταῦτα μέν ἐστιν ἅ ἀπὸ μέρους καθ’ εἱρμὸν <ἐκ> τῶν ὑπὸ τοῦ μακαρίτου Μεθοδίου, τοῦ καὶ Εύβουλίου, περὶ τοῦ προειρημένου Ωριγένους καὶ τῆς αὐτοῦ διὰ σοφιστικῆς πλάνης κακοπιστίας ἐν τῷ αὐτῷ περὶ ἀναστάσεως λόγῳ *, ἃ ἐνταῦθα παραθέμενοι ἱκανῶς ἔχειν ἐνομίσαμεν πρὸς τὰς ἐκείνου φλυαρίας καὶ τὴν αὐτοῦ ἀνατροπὴν τῆς τῶν ἀνθρώπων ζωῆς δι᾿ ἐπιπλάστου ἐξ Ἑλληνικῆς δεισιδαιμονίας κακοηθείας.

πολλὰ γὰρ καὶ ἕτερα ἐν τῇ περὶ τῆς ὑποθέσεως άκολουθίᾳ τῷ προειρημένῳ Μεθοδίῳ, ἀνδρὶ λογίῳ ὄντι καὶ σφόδρα περὶ τῆς άληθείας άγωνισαμένῳ, εἴρηται, πάντως που καὶ ἐπὶ τοσαῦτα ἓτερα.

ἀλλ᾿ ἐπειδὴ ἐπηγγειλάμεθα καθ᾿ ἑκάστην αἳρεσιν ὀλίγα πρὸς τὴν αὐτῆς ἀνατροπὴν λέγειν οὐ γάρ εἰσιν ὀλίγαι), ἓως ὡδε ἐκ τῆς αὐτοῦ πραγματείας παραθέμενοι ἠρκέσθημεν.

όλίγα δὲ καὶ καὶ ἐκ τῆς ἡμῶν πτωχείας εἰς τὴν αὐτὴν τοῦ ἀνδρὸς φλυαρίαν ἔτι προσθέμενοι καταπαύσομεν τὸν κατ᾿ αὐτοῦ ἀγῶνα, τῷ θεῷ ἀποδεδωκότες τὸ βραβεῖον τῷ νικοοποιῷ καὶ τὴν αὐτοῦ ἐκκλητῆ ἰδία αὐτοῦ αὐτοῦ φιλανθρωπία πάντοτε στέμμασιν ἀμαραντίνοις κατακοσμοῦντι τοῖς τῆς ἀληθείας κηρύγμασιν. λέξομεν τοίνυν καὶ αὐτοὶ πρὸς αὐτὸν κατὰ δύναμιν.

Φάσκεις, ὠ οὗτος, ὡς καὶ ἄνω μοι προδεδήλωται ἐπισκώπτων· μὴ ἄρα βυρσοδέψης ἠν ὁ θεός. ἳνα χιτῶνας δερματίνους τοῖς περὶ τὸν Αδὰμ ποιήσῃ, μηδέπω ζῴων τεθυμένων; εἰ εἰ καὶ ἐτύθη ζῷα, * οὐκ ἦσαν, φησί, χιτῶνες δερμάτινοι, ἀλλὰ τὸ γήϊνον ὃ περικείμεθα σῶμα.

καὶ πανταχόθεν ἐλέγχῃ τῇ τοῦ διαβόλου ἐπι<π> νοίᾳ καὶ τῇ τοῦ ὄφεως δολιότητι παρακολουθῶν, φθορὰν ἀπιστίας τῇ ἐργαζομένου καὶ τὴν Εὔαν ἐξαπατήσαντος καὶ ἀεὶ τὰς διανοιας τῶν ἀκεραίων ψυχῶν τῇ πανουργίᾳ † ἐν ταῖς αὐτῶν διανοιαις παραφθείροντος.

ἴδωμεν τοίνυν εἰ δύναται τὰ ὑπὸ σοῦ εἰρημένα ἔχειν στάσιν, ὠ τοσαῦτα μοχθήσας καὶ εἰς μάτην ἐλάσας τὸν περὶ τῆς τοσούτων βίβλων συγγραφῆς ἀγῶνα.

εἰ γάρ ἐστιν ἀληθές, ὂ περὶ σοῦ ᾄδεται, ὅτι ἐξακισχιλίους βίβλους συνεγράψω, ὠ ματαιόπονε, καὶ] τὸν πάντα κάματον εἰς ψόγους καὶ δόλους ματαιότητος ἀναλώσας φραούδως καὶ κενὴν τὴν σὴν ἐργασίαν καταστήσας, διὰ τῶν ἀναγ- καίων πταίσας δι᾿ ὡν παρεχάραξας τὴν ἀνάστασιν, τὴν τῆς ἐμπορίας σου καματουργίαν περιεποιήσω.

εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, οὐδὲ ἡ ψυχή τι κληρονομήσει. μία γὰρ κοὶ ἡ αὐτὴ κοιονωνία τοῦ τε σώματος καὶ τῆς ψυχῆς καὶ μία ἐργασία. κάμνουσι δὲ πιστοὶ ἐν σώματι καὶ ψυχῇ διὰ τὴν μετὰ ἀνάστασιν τῆς κληρονομίας ἐλπίδα, ἣτις κατὰ σὲ οὐ γενήσεται. ἄρα ἡ πίστις ἡμῶν <κενή>, κενὴ δὲ καὶ ἡ ἐλπὶς ἡμῶν κατὰ τὸν ἐκ πνεύματος ἀποστολικὸν καὶ ἀληθῆ λόγον.

ἀνάστασιν δὲ παλιμβόλως καὶ αὐτὸς ὁμολογῶν, πεφαντασιασμένην δ΄λοκησιν καὶ οὐκ ἀληθινῶς ἔχων ἀναγκάζῃ μόνον τὸ ὄνομα λέγειν. ἀνάστασις γὰρ ποία ψυχῆς δύναται λέγεσθαι τῆς μὴ πιπτούσης μηδὲ θαπτομένης;

ἀλλὰ δήλη ἐστὶν ἐκ τοῦ ὀνόματος ὃτι τοῦ πεσόντος σώματος καὶ ταφέντος ἡ ἀνά- στασις πανταχοῦ τε καὶ ἐν πάσῃ γραφῇ ἐστιν κηρυττομένη ὑπὸ τῶν υἱῶν τῆς ἀληθείας. εἰ δὲ οὐκ ἀνίσταται, οὐκ ἔνι ἡ διὰ πασῶν γραφῶν κηρυττομένη ἀνάστασις.

εἰ δὲ ἀνάστασις οὐχ ὑπάρχει, ματαία ἡ τῆς τῶν νεκρῶν ἀναστάσεως προσδοκία. οὐ γὰρ ψυχῶν άνάστασις ἐστι τῶν μὴ πεσουσῶν, ἀλλὰ σωμάτων τῶν τεθαμμένων.

εἰ δὲ καὶ μέρος τοῦ σώματος ἐγείρεται, μέρος δὲ ἀποτίθεται, ἄρα τοῦτο τὸ μέρος πῶς ἔσται; οὐ γὰρ δύναται ἐν σώματι εἶναι μέρη ἐγειρόμενα καὶ μέρη ἀποτιθέμενα καὶ καταλιμπανόμενα.

Ὅτι δὲ ἔστι σῶμα ψυχικὸν καὶ ἔστι σῶμα πνευματικόν, οὐκ ἄλλο σῶμα πνευματικὸν καὶ ἄλλο ψυχικόν, ἀλλ’ αὐτὸ ψυχικὸν αὐτὸ πνευ- ματικόν, *.

ὃτε μὲν γάρ ἐσμεν ἐν τῷ κόσμῳ καὶ τὰ σαρκὸς πράττομεν φθαρτὰ ἔργα, σώματα ἔχομεν φυχικά· δουλεύομεν γὰρ τῇ ψυχῇ ἐν τῷ κόσμῳ ἐν ἀτοπίαις, ὡς καὶ σὺ ἔφης ἀπὸ μέρους.

ὃτε δὲ ἐγειρόμεθα, οὐκέτι τῆς ψυχῆς ὴ δουλεία, ἀλλὰ πνεύματος ἡ ἀκολουθία, άτ᾿ ἐντεῦθεν ἤδη ἔχουσα τὸν ἀρραβῶνα διὰ τοῦ εἰρημένου »εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν· εἰ δὲ καὶ πνεύματι στοιχῶμεν, τὰς πράξεις σώματος θανατοῦντες ζήσομεν( οὐκέτι γὰρ γάμοι.

οὐκέτι ἐπιθυμίαι, οὐκέτι ἀγῶνες τοῖς ἐγκράτειαν ἐπαγγελλομένοις, οὐκέτι παραπτώματα ἁγνείας ἀντίπαλα, οὐκέτι ἐνέργειαι αἱ ἐνταῦθα πραττόμεναι, ἀλλ᾿, ὥς φησιν ὁ κύριος, οἱ καταξιωθέντες ἐκείνης τῆς ἀναστάσεως οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, άλλ΄ ὡς ἄγγελοί εἰσιν.

64. Ὡς καὶ μετετέθη Ἐνὼχ τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο. οὐ μετετέθη δὲ καὶ κατέλιπε τὸ σῶμα ἢ μέρος τοῦ εἰ γὰρ κατέλιπε τὸ σῶμα, εἶδεν ἄρα θάνατον· ὁ δὲ σώματι μετατεθεὶς οὐκ εἶδε θάνατον. ἐν σώματι γὰρ ζῶντι ὑπάρχει, Πνευματικῶς φερόμενος καὶ οὐ ψυχικῶς διὰ τὴν μετάθεσιν, καίτοι γε ἐν σώματι ὤν πνευματικῷ.

ἀλλὰ καὶ περὶ τοῦ Ηλία ὡσαύτως *, ὅτι ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, καὶ έ)στιν ἔτι ἐν σαρκί, σαρκί δὲ πνευ- ματικῇ καὶ οὐκ ἐπιδεομένῃ τοῦ ἀεί, #x003E; ὅτε έν τῷ κόσμῳ τούτῳ ὑπῆρχε, διὰ κοράκων τρέφεσθαι καὶ ἀπὸ τοῦ Χορρὰτ χειμάρρου πίνειν μηλωτήν τε ἐνδύεδθαι, ἀλλὰ τρέφεται ἑτέρᾳ τινὶ τροφῇ πνευματικῇ, ἡς ἐστι χορηγὸς ό τὰ κρύφια γινώσκων καὶ ἀόρατα κτίσας θεός, ἀμβροσίαν τινὰ καὶ ἀκήρατον ἔχων τὴν ἐδωδήν.

Καὶ όρᾷς αὐτὸ αὐτὸ τὸ σῶμα τὸ ψυχικὸν αὐτὸ πνευματικόν, ὡς καὶ ό κύριος ήμῶν ἀνέστη ἐκ τῶν νεκρῶν, οὐκ ἄλλο σῶμα ἐγείρας, ἀλλ’ αὐτὸ τὸ ὄν, καὶ οὐχ ἕτερον παρὰ τὸ ὄν, αὐτὸ δὲ τὸ ὂν εἰς λεπτότητα μεταβαλὼν πνευματικὴν καὶ πνευματικὸν ὅλον συνενώσας, εἰσερχόμενος θυρῶν κεκλεισμένων ,

ὃπερ οὐκ ἐνδέχεται κατὰ τὰ ἡμέτερα σώματα ἐνταῦθα ὑπάρχειν τοῦτο] διὰ τὸ παχυμερὲς καὶ οὔπω εἰς λεπτότητα συνενωθὲν πνευματικήν.

τί οὖν ἦν τὸ εἰσελθὸν θυρῶν κεκλεισμένων; ἄλλο παρὰ τὸ ἐσταυρωμένον ἢ αὐτὸ τὸ ἀσταυρωμένον; πάντως που οὐ δυνήσῃ, Ὠρίγενες, μὴ ὁμολογπῆσαι αὐτὸ τὸ ἐσταυρωμένον.

ἐλέγχει σε γὰρ διὰ τῆς τοῦ Θωμᾶ ἀκριβολογίας, ἐπειπὼν αὐτῷ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός«. ἔδειξε γὰρ ἤλων καὶ τύπον λογχης, καὶ αὐτὰς τὰς οὐλὰς ἀφῆκεν ἐπὶ τοῦ σώματος, καίπερ συνενώσας τὸ σῶμα εἰς μίαν ἑνότητα πνευματικήν.

ἠδυνατο οὖν καὶ τὰς οὐλὰς ἀπαλεῖψαι, ἀλλ’ οὐκ ἀπαλείφει, ἵνα ἐλέγξῃ δέ, ὠ θεήλατε. ἄρα οὖν ἠν τὸ σῶμα τὸ ἐν τῷ μνημείῳ ταφὲν τὸ τριή- μερον καὶ σὺν αὐτῷ ἀναστὰν ἐν τῇ ἀναστάδει. ἔδειξε γὰρ καὶ ὀστᾶ καὶ δέρμα καὶ σάρκας, ὡς εἴρηκεν ὅτι »ἴδετε ὃτι πνεῦμα σάρκα καὶ όστᾶ οὐκ ἔχει, ὡς ὸρᾶτέ με ἔχοντα«.

πῶς οὐν εἰσῆλθε θυρῶν κεκλεισμένων; ἀλλ᾿ ἵνα ἳνα δείξῃ σῶμα μέν ἐστι καὶ οὐ πνεῦμα τὸ ὁρώμενον, ἀλλὰ σῶμα πνευματικὸν καὶ οὐχ ὑλικόν, καίτοι γε σὺν ψυχῇ καὶ θεότητι καὶ ὅλῃ τῇ

ἐνανθρωπήσει, αὐτὸ ὄν ἀλλὰ πνευματικόν, αὐτὸ τὸ ποτὲ παχυμερὲς λεπτομερές, αὐτὸ τὸ ἐσταυρωμένον * καὶ αὐτὸ τὸ κεκρατημένον ἀκράτητον, συνενωθὲν καὶ συγκραθὲν τῇ θεότητι καὶ μηκέτι λυόμενον, ἀλλ᾿ εἰς ἀεὶ διαμένον, μηκέτι άποθνῇσκον.

ἀνέστη γὰρ Χριστὸς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων«· <ἀναστὰς δὲ> οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριευει«.

65. Ἳνα δὲ γνῷς καὶ τοῦτο, δι᾿ ἣν αἰτίαν »άπαρχὴ τῶν κεκοιμημένων« λέγεται ό Χρωτός — καίτοι γε οὐκ αὐτοῦ ἀρξαμένου άνίστασθαι· πρὸ αὐτοῦ γὰρ ἀνέστησαν δι᾿ αὐτοῦ Λάζαρος καὶ ὸ υἱὸς τῆς χήρας, καὶ ἄλλοι καὶ διὰ Ηλια καὶ διὰ Ἐλισσαίου.

ἀλλ᾿ ἐπειδὴ ἐκεῖνοι πάντες άναστάντες πάλιν τεθνήκασιν, οὕτω καὶ ὁ Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων. ἀναστὰς γὰρ οὐκέτι ἀποθνᾐσκει«, ὡς † ἡ ἀνάστασις εἶναι διὰ τῆς αὐτοῦ ζωῆς καὶ φιλανθρωπὶας.

εἰ δέ ἐστιν ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ἀνέστη ὃλον τὸ αὐτοῦ σῶμα σὺν τῇ θεότητι, φαίνεται > ἡ αὐτοῦ ἐνανθρώπησις ἀναστᾶσα, καὶ] μηδενὸς ἐξ αὐτῆς καταλειφθέντος, οὔτε σώματος οὔτε ἑτέρου τινός· »οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἃιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν«.

καὶ τὸ μὲν περὶ ψυχῆς ἐν τῷ Ἂιδῃ σημαίνει τὸ μὴ καταλελεῖφθαι, τὸ δέ τὸν ὅσιον‘, ἵνα δείξῃ τὸ ὅσιον σῶμα τὸ] μὴ ἑωρακὸς διαφθοράν, άλλὰ ἀναστὰν ἄφθορον τριήμερον καὶ τῇ ἀφθαρσίᾳ συνηνωμένον εἰς τὸν αἰῶνα.

Σὺ δὲ φάσκεις, ὠ οὑτος, ταῦτα τὰ σώματα εἶναι τοὺς δερματίνους χιτῶνας, οὐδαμοῦ τῆς ἀκολουθίας τοῦτο ἐχούσης, ἀλλὰ διὰ τὰ ἐν σοὶ άπ᾿ ἀρχῆς σπέρματα καταβληθέντα τῆς ἀπὸ τῶν Ἑλλήνων ἐθνομέθου διδασκαλίας καὶ διὰ τὸν ἐκεῖθεν παροξυνθέ σοὶ κακότροπον λογισμὸν τῆς περὶ τῆς ἀναστάσεως ἀπιστίας, φημὶ δὲ τῶν Ἑλλήνων σε εἰς τοῦτο ἀγαγόντον καὶ διδαξάντων.

»ὁ γὰρ ψυχικὸς ἄνθρωπος« φησίν »ού δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν, ὃτι πνευματικῶς ἀνακρίνεται«.

εἰ μὲν γὰρ πρὸ τῆς παρακοῆς οἱ χιτῶνες τοῖς περὶ τὸν Ἀδὰμ ἐγένοντο, πιθανὸν ἂν ἦν σου τὸ ψεῦσμα καὶ δυνάμενον ἐξαπατῆσαι· ὃτε δὲ φαίνεται κατὰ τὸ τὴν Εὔαν πλασθῆναι *. πόθεν δὴ ἄρα ἐπλάσσετο; ἀλλὰ ἀπὸ σώματος δῆλον· »ἐπέβαλε« γάρ φησιν »ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ἔλαβε μίαν ἐκ τῶν πλευρῶν αὐτοῦ«.

πλευρὰ δὲ οὐδὲν ἓτερον τυγχάνει ἀλλὰ ᾠκοδόμησε ᾠκοδόμησε γὰρ σάρκα άντ᾿ αὐτῆς‘. σαρκὸς δὲ ὀνομαζομενης πῶς ἔτι προσδοκᾶται ἡ ταύτης ποίησις;

καὶ ἀνωτέρω φησί ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ »καὶ ἔλαβε« φησί »χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον«.

ὸ δὲ χοῦς καὶ σὰρξ οὐδὲν ἓτερόν ἐστιν ἀλλὰ σῶμα. εἶτα μετέπειτα καὶ ἀναστὰς Αδὰμ ἀπὸ τοῦ ὓπνου εἶπε, τοῦτο ὀστοῦν ἐκ τῶν ὀσ- τῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου.«

οὔπω δὲ χιτῶνες δερμάτινοι, οὔπω τὸ παρὰ σοῦ ψεῦσμα ἀλληγορούμενον ὑπῆρχεν. ὀστοῦν τοίνυν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου, δῆλον ὅτε σώματα ἦσαν καὶ οὐκ ἦν ἀσώματος ὁ Αδὰμ καὶ ἡ Ευα.

καὶ ἔλαβεν ἀπὸ τοῦ ξύλου καὶ ἔφαγεν«, ὡς ὑπενοθεύθη ὑπὸ τοῦ ὄφεως καὶ γέγονεν ἐν παρακοῇ, »καὶ ἤκουσε τὴν φωνὴν τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβη ὁ Αδὰμ καὶ ἡ Εὔα ἐν τῷ ξύλῳ«. καὶ ὁ θεός φησι τῷ Αδάμ ποῦ εἶ«; ό δὲ ἐλεγχόμενος ἀποκρίνεται τὴν φωνήν σου ἤκουσα καὶ ἐκρύβην, ὃτι γυμνός εἰμι«.

γυμνὸν δὲ ἄρα ποῖον ἔλεγε; τὴν ψυχὴν ἔλεγεν ἢ τὸ σῶμα; τὰ δὲ φύλλα τῆς συκῆς τίνα ἔσκεπε, τὴν ψυχὴν ἤ τὸ σῶμα;

καὶ τίς σοι εἶπε« φησίν »ὃτι γυμνὸς εἶ εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοὶ τού- του μόνου μὴ φαγεῖν ἀπ᾿ αὐτοῦ, ἔφαγες«; καί φησιν ἡ γυνὴ ἥν ἔδωκάς μοι δέδωκέν μοι, καὶ «. πόθεν δὲ ἐδόθη ἡ γυνὴ ἀλλὰ ἀπὸ τῆς πλευρᾶς τουτέστιν ἀπὸ τοῦ σώματος, πρὶν ἢ τοὺς χιτῶνας αὐτοῖς δοθῆναι; καὶ τῇ γυναικί φησι τί ὃτι τοῦτο ἐποίησας‘;

ἡ δὲ εἶπεν ὁ ὄφις ἠπάτησέ με καὶ ἔφαγον καὶ ἔδωκα καὶ τῷ ἀνδρί μου«. ὁ δὲ θεὸς τῷ ὄφει ἐπιφέρει τὴν κατάραν καὶ τῇ γυναικὶ τὴν ὀδύνην καὶ τῷ ἀνθρώπῳ τὸ ἐν ἱδρῶτι φαγεῖν τὸν ἄρτον.

καὶ μετὰ ταῦτα λέγει »ἰδού, Ἀδὰμ γέγονεν ὡς εἶς ἐξ ἡμῶν· μή ποτε ἐκτείνῃ χεῖρα καὶ ἃψηται τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα«.

καὶ μὴ ὑπολάβῃς δέ, ἀκροατά, ὅτι ἀποφαντικῶς εἶπεν ὁ κύριος ὃτι »ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν«. ἐλεγκτικῶς γάρ, τοῦ Αδὰμ πεισθέντος τῇ πλάνῃ τοῦ ὄφεως μεμφόμενος λέγει· μὴ ὃ ἐνόμισε γενέσθαι ἐγένετο, τουτέστιν μὴ Αδὰμ γέγονεν ὡς εἶς ἐξ ἡμῶν· ἐπιθυμήσας γὰρ Αδὰμ ὑψηλότερος γενέσθαι εἰς τὸ ἧττον ἐξέπεσε.

τὸ δέ »ἐκβάλωμεν αὐτόν, μή ποτε ἐκτείνῃ τὴν χεῖρα εἰς τὸ ξύλον τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα« οὐ φθο- νῶν ὁ θεὸς λέγει, ἀλλὰ ἐπεμέλετο τοῦ ἐλαττωθέντος σκεύους δι ἑαυτοῦ, ἴνα μὴ μείνῃ ἠλαττωμένον εἰς τὸ διηνεκές·

ἀλλ’ ὡς ἄριστος κεραμεὺς τὸ βλαβὲν δέ ἑαυτοῦ ἀγγεῖον ἐπιστρέψας εἰς τὸ ἴδιον φύραμα τὴν γὴν, ἐν τῇ ἀναστάσει ἀναπλάσῃ ἐν μηδενὶ ἠλαττωμένον τὸν δίκαιον, ἐν δόξῃ ἀθάνατον καὶ δυνάμενον ἀπολαύειν τῆς βασιλείας, καὶ τὸν ἄδικον ἐν τῇ τελείᾳ ἀναστάσει δυνάμενον ὑποφέρειν τῆς κρίσεως τὴν τιμωρίαν.

οὐ γὰρ πονηρόν τι ἐφύτευσεν ὁ θεός· μὴ γένοιτο, ἀλλὰ καὶ αὐτὸ τὸ ξύλον ἐφύτευσε, καιρῷ δεκτῷ] δέοντι διὰ τοῦ ἰδίου προστάγματος ἐπιτρέπων αὐτῷ λαβεῖν ἀπ᾿ αὐτοῦ.

ἀλλ᾿ ἐρεῖς δέ ἐναντίας· πῶς οὖν πληροῦται τό »ἐν ᾗ δ’ ἂν ἡμέρᾳ φάγησθε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε«, εἴπερ εἶχε ἐξ αὐτοῦ; πάντως γὰρ φαγὼν οἵῳ δή ποτε καιρῷ ἐπλήρου τό »θανάτῳ ἀποθανεπισθε«.

πρὸς δὲ τὸν τοῦτο λέγοντα πάλιν φημί »ὁ θεὸς <ὁ> εἰδὼς τὰ μέλλοντα πρὶν γενέσθαι, γινώσκων πρὸ τοῦ προστάγματος ὅτι ἀπατῃθεὶς ἤσθιεν ἀπ᾿ αὐτοῦ, αύτοῦ, τὸν θάνατον διὰ τὴν μέλλουσαν ὑπ᾿ αὐτοῦ παράβασιν γενέσθαι.

έν τούτῳ γὰρ πλανώμεναι αἱ αἱρέσεις βλασφημοῦσι τὸν θεὸν λέγουσαι »καλὸς ὁ θεὸς τοῦ νόμου ὅτι ἐφθόνησε τῷ Ἀδὰμ καὶ ἐξέβαλεν αὐτὸν ἐκβάλωμεν αὐτόν, μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ ζήσεται εἰς τὸν αἰῶνα«.

ἐλέγχεται δὲ αὐτῶν ἡ ἄνοια συκοφαντοῦσα. καὶ γὰρ οὐ μόνον οὐκ ἐκώλυσε φαγεῖν ἀπὸ τοῦ ζύλου τῆς ζωῆς ἀπ᾿ ἀρχῆς, ἀλλὰ καὶ προετρέψατο φήσας »ἀπὸ παντὸς ξύλου τοῦ έν τῷ παραδείσῳ βρώσει φάγῃ«. ἠν δὲκαὶ τῆς ζωῆς ἀπὸ ἀπὸ πάντων τῶν ξύλων τοῦ παραδείσου > πρὸ ἀφθαλμῶν τοῦ Αδάμ.

μόνου δὲ τοῦ ξύλου τοῦ ειδέναι γνωστὸν ἀγαθοῦ τε καὶ κακοῦ εἶπε μὴ φαγεῖν. ἡ δὲ τοῦ Αδὰμ ἄπληστος διάνοια ἀκέραιος οὐσα καὶ * τῆς γυναικὸς αὐτοῦ Εὔας ἀπὸ τοῦ διαβόλου ἀπατηθείσης μᾶλλον ἐναντίον τῆς ἐντολῆς εἰργάσατο.

ἐπειδὴ οὖν ἐν ἐλαττώματι γέγονεν δι᾿ ἑαυτοῦ ὁ Αδάμ, οὐκ ἠθέλησεν αὐτὸν ὁ θεὸς ζῆν εἰς τὸν αἰῶνα έν ἐλαττώματι, ἀλλ᾿ ὡς ἄριστος κεραμεὺς εἰς τὸ ἔδιον φύραμα τὸ ἀφανισθὲν σκεῦος δι’ ἑαυτοῦ ηἠδόκησε μεταβαλεῖν, ἳνα ἐν τῇ παλιγγενεσίᾳ ἐκ τοῦ ἐδίου φυράματος πάλιν ὡς ἐπὶ τὸν τροχὸν μεταβάλλοι, ἀνασκευάσας καὶ ἀνακαινίσας τὸ σκεῦος ἄνευ ἐλαττώματος εἰς τὸ δύνασθαι διηνεκῶς ζῆν.

ἔνθεν τὸ πρῶτον μὲν ἀπειλεῖ θάνατον, τὸ δὲ δεύτερον οὐκέτι θάνατον λέγει, ἀλλὰ »γῆ καὶ εἰς γῆν ἀπελεύσῃ«, μὴ παραδεδωκὼς θανάτῳ τὸν ἄνθρωπον.

* * καὶ μεθ᾿ ἓτερα καὶ ἐποίησεν ὁ θεὸς χιτῶνας δερματίους καὶ ἐνέδυσε τοὺς περὶ τὸν Ἀδὰμ καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ παραδείσου«. ὁρᾷς ὃτι μάταιος ἡ σοῦ σοῦ καινοτομουμένη κενοφωνία, Ὠρίγενες. πρὸ πόσου γὰρ χρόνου ᾖσαν σώματα τοῖς περὶ τὸν Ἀδάμ.

66. Εἰ δὲ τοῦτό σε ἀνακρίνει καὶ οὐ δύνασαι, ψυχικῶς διανοούμενος, τοῦ πνεύματος δέξασθαι τὴν χάριν, χάριν, ἄπιστε καὶ ἐπέκεινα τῶν ἀπίστων τυγχάνων, λεγε μοι ἑκάστην ὑπόθεσιν ἐκ θεοῦ γεγονυῖαν, πόσην τὴν τὴν θαυματουργίαν καὶ ἔκπληξιν;

πόθεν ἐξ οὐκ ὄντων οὐρανὸς τέ ταται ἐν μετεώρῳ ἀναπεπετασμένος; πόθεν ἐστιλβώθη ἥλοις καὶ ἐκτίσθη ἡ σελήνη καὶ τὰ ἄστρα; ἐκ ποίου πρωτοτύπου ὓλης ἐλήφθη ἡ γῆ, ἐξ οὐκ ὄντων γινομένη; άπὸ ποίων φύσεων ἐτμήθη τὰ ὄρη;

πόθεν ἡ σύστασις ὃλου τοῦ κόσμου, ἡ ἐξ οὐκ ὄντων θεῷ πορισθεῖσα; πόθεν τῶν νεφελῶν ἡ σύστασις, ἣ ὑπὸ θῆξιν σκέπει τὸν οὐρανόν;

πόθεν τοῦ κώνωπος καὶ τῆς σκνιφὸς διὰ προστάγματος θεοῦ τῷ θεράποντι αὐτοῦ Μωυσῇ ὁ πορισμός; πῶς τὴν ξυλινην > εἰς ὄφιν μετέβαλεν ἐψυχωμένον καὶ ἓρποντα; πόθεν τῇ χειρὶ τοῦ Μωυσέως τὸ εἰς χιόνα μεταβάλλεσθαι;

οὕτω καὶ τότε ἠθέλησεν ὁ θεός, ὠ ἄπιστε, καὶ δερματίνους φύσει χιτῶνας ἄνευ ζᾠων ἄνευ τέχνης τινὸς ἀνθρωπίνης καὶ πολυμόρφου ἐργασίας, ἃμα > θέλων ἐποίησε τοῖς περὶ τὸν Ἀδάμ, ὡς ἀπ᾿ ἀρχῆς ἃμα ἠθέλησε οὐρανὸς καὶ τὰ πάντα γεγένηται. καὶ περὶ τούτων πολλάκις ἔφημεν καὶ ἐν ἄλλοις τόποις καὶ ἀνωτέρω.

καὶ τοῖς μὲν βουλομένοις * τὸ ζῆν σύντομος ή σωτηρία καὶ εὐθυέλεγκτος ἡ κακοπιστία, τοῖς δὲ μὴ θέλουσι τὸ τῆς σωτηρίας καταδέξασθαι διδασκαλεῖον οὐδὲ ὁ πᾶς αἰὼν πρὸς διαλογὴν ἐξαρκέσειε, κωφευούσης ἀεὶ τῆς ἀκοῆς δίκην ἀσπίδος <κωφῆς> καὶ τὰ ὠτα βυούσης, τοῦ φωνὴν ἐπᾴδοντος φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ‘ κατὰ τὸν θεῖον λόγον· τοῖς δὲ υἱοῖς τῆς ἀληθείας, οἶμαι, ὠφέλιμος οὐκ όλίγως, κἄν τε <οὐ> διὰ πλάτους ὁ λόγος εἰρημένος κεῖται.

67. Ἐλεύσομαι δὲ εἰς τὸν περὶ ἀναστάδεῶς σου ἐκ τοῦ πρώτου ψαλμοῦ λόγον. ὅταν γὰρ ἐξαπατήσῃς τοὺς ἀγνοοῦντας, τὸ φρόνημα ὑποβαλλόμενος, ὠ ματαιοπόνε, καὶ εἴπῃς, <ὅτι> τινὲς ἁπλουστέρων νομίζουσι τοὺς ἀσεβεῖς μὴ τεύξεσθαι ἀναστάσεως, καὶ ὓστερον δείξῃς τοὺς αὐτοὺς ἁπλουστέρους πάλιν ἐρωτωμένους ὑπὸ σοῦ ὃτι ποίου σώματος ἔσται ή ἀνάστασις καὶ ὡς ἀντεπαπορήσεις διὰ σεαυτοῦ ἐκ προσώπου τῶν ἁπλουστέρων κατὰ σὲ λεγομένων * καὶ γὰρ τοῦτο ἀνάγκη σαφῶς λέγειν), ἀγαθοὺς ἀποκαλεῖν τοὺς ἁπλου- στέρους παρὰ σοὶ λεγομένους·

οὐ <γὰρ> διὰ σεαυτοῦ ὁ λόγος οὐδὲ τῷ λόγῳ σου ἡ χάρις, ἀλλὰ τῇ ἀληθείᾳ τῇ ἀναγκαζούσῃ σε λέγειν τῶν δούλων τοῦ θεοῦ βελτιότητός τε καὶ ἀγαθότητος τεκμήρια.

καὶ γὰρ καὶ ό ἐκτὸς λέγει »ἁπλοῦς ό μῦθος τῆς ἀληθείας«. ἁπλοῦς δὲ εἰώθαμεν τοὺς ἀκάκους λέγειν, οἷς ἔπαινος παρὰ τῷ σωτῆρι ἐμ- φέρεται ἐν πολλοῖς τόποις, <ὡς> τῷ »γίνεσθε άκέραιοι ὡς περιστεραί« καὶ τῷ »ἄφετε τὰ παιδία ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν‘, τουτέστι τῶν ἁπλουστάτων.

ἀπεκρίθησαν δέ σοι οἱ ἁπλούστεροι, ὡς λέγεις, τούτου τοῦ σώματος οὑ περικείμεθα εἶναι τὴν ἀνάστασιν. ἀνταπορούμενοι δὲ ὑπὸ σοῦ καὶ ἐρωτώμενοι· ὃλου ἢ μέρους; αὐτοὶ ἀνταποκρίνονται λέγοντες ὃτι ὃλου τοῦ σώματος.

σοῦ δὲ κατὰ τὴν μέθοδον τῆς σου πολλῆς πολλῆς ρίας φάσκοντος, μηδὲν τοῦτο δύνασθαι διὰ τὰ ἐκ τῶν σωμάτων ἐκρεύσαντα αἳματά τε καὶ σάρκας καὶ τρίχας καὶ τὰ ἄλλα τὰ διὰ πτυέλων ἐξ ἡμῶν ῥέοντα καὶ μυκτήρων καὶ σκυβάλων, πολλή σου τῆς ἰατροσοφιστικῆς κακοπίστου γνώμης μαγγανεία, ὡς καὶ ἤδη διὰ πολλῶν ἐξήλεγξέν σου τὴν μυθοποιίαν ὁ καλλίων ἡμῶν πρεσβύτης καὶ μακαριστὸς ἀνὴρ Μόδιος.

ἀλλὰ καὶ ἀφ᾿ ἡμῶν τῶν σμικρῶν όλίγα ἀκούσῃ. πᾶν γὰρ ἀεὶ τὸ ζητούμενον καθαρώτατον ζητεῖται, τὰ δὲ περιττὰ ἐκ τοῦ καθαροῦ ἀποβαλλόμενα ἀκαταζήτητά ἐστιν.

τὸ γὰρ ἱμάτιόν ἐστιν ὃλον, ἐξότε τῆς ὑφῆς ἔσχεν τὴν ἱστουργίαν, καὶ αὐτὸ μέν ἐστι τὸ ἀπὸ τοῦ ἱστοῦ τεμνόμενον, οὔτε <τινὸς> προστιθεμένου οὔτε ἀφαιρουμένου. κναφεῖ δὲ διδόμενον οὐχ ἡσσόνως παρὰ τοῦ κναφέως ἀπαιτηθήσεται, ἀλλὰ παρ᾿ αὐτοῦ τοῦ κναφέως τελειότατόν ἐστι κομιζόμενον·

ὡς δῆλον πᾶσι καθέστηκεν ὡς αὐτὸ μέν ἐστιν ἐν τελειότητι, οὐδὲν δὲ μεῖον σῶμα γεγένηται πλὴν τῆς τῶν ῥύπων ἀποβολῆς καὶ τῆς άκαθαρσίας· καὶ οὐ πάντως που ἐπειδὴ τὸν ῥύπον ἀπέβαλεν, τούτου ἓνεκα μετὰ τοῦ ῥύπου ἀπαιτηθήσεται παρ᾿ ἡμῶν ὁ τεχνίτης, ἀλλὰ αὐτὸ τὸ ἱμάτιον σῷον καὶ ὑγιὲς καὶ καθαρώτατον.

ἓτερον δὲ πάλιν ὑπόδειγμα· παρὰ σοὶ μὲν γὰρ περὶ τῶν ἐκκρινομένων διὰ φλεβοτομιῶν καὶ νοσημάτων καὶ σκυβάλων καὶ ἐκκρίσεως πτυέλων τε καὶ μυκτήρων τὸ ζήτημα παρηνέχθη, ἀπ αὐτῶν δὲ ὡν ἔφης ἀνατραπήσῃ.

οὐ μόνον γὰρ τοῦτό ἐστιν ἐν ἐν σώματι, ἀλλὰ καὶ κνώδαλα ἐξ ἡμῶν φύεται ὡς εἰπεῖν, φθεῖρες καὶ κόνεις, οὔτε ἐκτὸς τοῦ σώματος ὄντα οὔτε ἀπὸ τοῦ σώματος λογιζόμενα.

καὶ οὐδείς ποτε ἐπεζήτησε κόνιν τὴν ἐκ τοῦ σώματος ἐκκριθεῖσαν εἰς περιποίησιν, ἀλλὰ μᾶλλον εἰς ἀναίρεσιν οὐδὲ φθεῖρα τὴν ἐξ αὐτῆς τῆς σαρκὸς γεγενημένην, οὐδὲ ζημίαν τὴν ταύτης ἀπώλειαν ἠγήσαιτό τις.

> τὰ ἀφ᾿ ἡμῶν ῥυέντα, εἰ καὶ † οὓτως ὑπάρχει κατὰ τὸν σοῦ λόγον, οὐ μωρῶς παρ᾿ ἡμῶν ζητηθήσεται οὐδὲ θεὸς ταῦτα εἰς ἡμῶν σύστασιν ἀγάγοι, ἀλλὰ δίκην ῥύπου ἐξ αὐτοῦ τοῦ ἱματίου ὑπάρχοντος, ἀπ᾿ αὐτοῦ δὲ δι᾿ εὐκοσμίαν ἀποβληθέντος ἐν εευτέρῳ καταλείψειεν, ἐκεῖνο δὲ σαφῶς τὸ ἐντελὲς ἱμάτιον μήτε λεῖπον μήτε περιττὸν τῇ αὐτοῦ ἀγαθότητι τῆς τέχνης ό δημιουργὸς ἀγάγοι πάντα γὰρ αὐτῷ δυνατά.

εἰ δὲ οὐχ οὓτως ἦν, ὠ τὰς φρένας ἀδικηθεὶς ἐκ τῆς πολυλόγου σου ἐπινοίας, εἶχεν ἄρα ὁ σωτὴρ ἡμῶν καὶ κύριος, ό υἱὸς τοῦ θεοῦ, ὁ ἐλθὼν διὰ <τὸ> πᾶσαν τῆς ἡμετέρας ζωῆς ποιήσασθαι, τὴν ἡμῶν ἐλπίδα ἐν ἑαυτῷ τε ἀνατυπωσάμενος εἰς τὴν τῆς ἀληθείας αὐτοῦ πρὸς ἡμᾶς σύστασομ, μέρος αὐτοῦ εἶχεν] ἀποθέσθαι, μέρος δὲ ἐξεγεῖραι κατὰ τὴν μυ- θώδη σου ἀνασκευὴν καὶ πλήθους λογισμῶν ματαίων συλλογήν, ὠ φιλόνεικε.

αὐτὸς γὰρ εὐθὺς διελέγχων σου τὸν τρόπον φάσκει λέγων ὃτι »ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν μόνος μένει· ἐὰν δὲ πέσῃ καὶ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει«.

καὶ τίνα ἄρα ἔλεγε κόκκον; παντί τῳ σαφές ἐστι καὶ ὡμολόγηται παντὶ τῷ κόσμῳ ὅτι περὶ ἐαυτοῦ ἔλεγε, τουτέστιν περὶ τοῦ σώματος τῆς σαρκὸς τῆς ἁγίας ἡς ἀπὸ Μαρίας εἴληφε καὶ ὃλης αὐτοῦ τῆς ἐναθρωπήσεως.

τὸ δὲ πεσεῖν καὶ ἀποθνεῖν, ὡς λέγει ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί‘, περὶ τῆς αὐτοῦ τριημέρου τοῦ σώματος κοιμήσεως ἔλεγεν, ὡς καὶ αὐτὸς ὀμολογήσεις· ἡ γὰρ αὐτοῦ ἀκοίμητος ἄπτωτος ἀκράτητος ἄτρεπτος.

ἀπέθανε τοίνυν ὁ κόκκος τοῦ σίτου καὶ ἀνέστη. ὅλος οὖν ό κόκκος ἀνέστη ἢ λεῖμμα αὐτοῦ; ἀνέστη ἄλλος κόκκος παρὰ τὸν ὄντα ἢ αὐτὸς ὁ ὤν εἰς τὸ εἶναι; * τὸ διὰ τοῦ Ιωσὴφ κεκηδευμένον ἐν σινδόνι καὶ ἐν μνήματι καινῷ τεθὲν ἀνέστη, πάντως ὅτι οὐκ ἀρνήσῃ.

τίνα τοίνυν εὐηγγελίζοντο ἐγηγέρθαι οἱ ἄγγελοι ταῖς γυναιξίν; ὥς φασι »τίνα ζητεῖτε; Ἰησοῦν τὸν Ναζωραῖον; ἀνέστη, οὐκ ἔστιν ὡδε. δεῦτε, ἔδετε τὸν τόπον‘. ὡσεὶ ἔλεγε· δεῦτε, ἔδετε τὸν τόπον καὶ συνετίσατε τὸν Ὠριγένην, ὅτι οὐκ ἔνι λεῖμμα κείμενον ἐνταῦθα, ἀλλὰ ὃλον ἀνέστη.

καὶ ὅπως γνῷς ὅτι ανέστη, ἀνέστη, > »ἀνέστη, οὐκ ἔστιν ὡδε«, ἴνα ἀποκρούσῃ σου τὴν φλυαρίαν, ὃτι λεῖμμα αὐτοῦ οὐκ ἐγκατελείφθη, ἀλλ᾿ αὐτὸ τὸ ἡλωθένν, αὐτὸ τὸ νυχθὲν τῇ λόγχῃ, αὐτὸ τὸ κρατηθὲν ὑπὸ τῶν Φαρισαίων, αὐτὸ τὸ ἐμπτυσθὲν <ἀνέστη>.

68. Καὶ τί μοι τὰ πλήθη λέγειν πρὸς ἔλεγχον τούτου τοῦ ἐλεεινοῦ τῆς > ἐν αὐτῷ γενηθείσης φλυαρίας; ἄρα οὖν ὡς ἀνέστη καὶ ἑαυτοῦ τὸ σῶμα ἤγειρεν, οὓτως καὶ ἡμᾶς ἐγερεῖ.

ἀπὸ τούτου γὰρ ἔδειξεν ὁ ἃγιος ἀπόστολος τὴν ἡμῶν ἐλπίδα, φήσας ὅτι πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ οὐκ εἰ δὲ ἀνάστασις νεκρῶν οὐχ ἕστι, οὐδὲ Χρστὸς ἐγήγερται. εὶ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, ματαία καὶ ἡ πίστις εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὃτι εἴπαμεν ὅτι ἤγειρε τὸν Χριστὸν ὃν οὐκ ἤγειρε« καὶ τὰ ἑξῆς.

καὶ ὓστερον ἐπιφέρει λεγων »δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασαθαι ἀθανασίαν«· καὶ οὐκ εἶπε τὸ θνητὸν μόνον οὐδὲ τὸ φθαρτὸν μόνον οὐδὲ τὴν ἀθάνατον ψυχήν, ἀλλὰ τὸ φθαρτὸν τοῦτο μετὰ προσθήκης τοῦ τοῦτο καὶ τὸ θνητὸν τοῦτο μετὰ προσθήκης τοῦ τοῦτο.

αὐτὸς οὖν ὃλος ὁ κόκκος αὐτοῦ ἀνέστη καὶ οὐ μέρος ἀνέστη ἀλλὰ ὅλος ἀνέστη καὶ οὐκ ἄλλος κόκκος παρὰ τὸν ὄντα ἀνέστη ἀλλὰ αὐτὸς ὁ πεσὼν ἐν τῷ μνήματι ὅλος καὶ πῶς ἰσχύει σου ἡ κενοφωνία;

δύο γὰρ κόκκους οἶδεν ἡ θεία γραφὴ εἰρημένους, ἕνα ἐν τῷ εὐαγγελίῳ καὶ ἓνα παρὰ τῷ ἀποστόλῳ.

καὶ ό μὲν τὴν τὴν πᾶσαν σαφήνειαν δηλοῖ κατὰ τὰ τελείως ἐν αὐτῷ ἐνεργηθέντα, ὃπερ ἐστὶ πρωτότυπον τῆς > ἀναστάσεως. τοῦτο γὰρ καὶ διδάσκων καὶ ποιῶν ὁ σωτὴρ τὰ πάντα ἡμῖν εἰς βεβαίως εἰργάσατο.

εὐθὺς γὰρ ἔλεγε περὶ τοῦ κόκκου καὶ ἤγειρε τὸν κόκκον, ἴνα ἡμῖν τὴν πίστιν τῆς ἐλπίδος βεβαιώσῃ τῆς ἡμῶν ἀναστάσεως ἐν ἀληθείῳ.

ἀπὸ τούτου διαδεξάμενος ό ἀπόστολος, πνεύματι ἁγίῳ φερόμενος, τὴν μετὰ τὴν ἀνάστασιν ἐσομένην δόξαν τῶν ἁγίων διηγούμενος ἡμῖν καὶ τὴν <ἐλπίδα> τῆς ἀπολαύσεως ἀγαθῶν δείκνυσι πάλιν διὰ τοῦ κόκκου τοῦ σίτου,

κατὰ τῶν ἀπίστων ἐπικηρυκευόμενος· »ἀλλὰ ἐρεῖς μοι, πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔχονται«; καί φησι πρὸς τὸν τὰ τοιαῦτα λέγοντα »ἄφραν«. ό γὰρ ὃλως περὶ ἀναστάσεως ἀμφιβάλλων ἄφρων ἐστὶ καὶ ἀσύνετος.

εἶτά φησιν »ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις, οὐ τὸ γενησόμενον σῶμα σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἣ τῶν ἄλλων σπερμάτων, καὶ οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ. ὁ δὲ θεὸς δίδωσιν αὐτῷ αὐτῷ ὡς ἠθέληδε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμαι.

καὶ ὁρᾷς ὅτι οὐκ ἀλλάσσεται τὸ σῶμα. οὐδεὶς γὰρ σπείρας κριθὰς καιθὰς σῖτον οὐδὲ μελάνθιόν τις ἔσπειρε καὶ εὗρε κριθήν ἀλλὰ τὸ σπειρόμενον αὐτό ἐστι τὸ ἐγειρόμενον.

ἐὰν δὲ καὶ καταλειφθῇ <τι> ἐξ αὐτοῦ κάτω ἐν τῇ γῇ καὶ ἀναστῇ ἐξ αὐτοῦ τὸ βλάστημα, ὡδε μὲν ἐν τούτῳ τῷ φθαρτῷ σίτῳ καὶ μὴ εἰς κρίσιν ἐρχομένῳ τὸ μὲν καταλειφθὲν ἄχρηστον, τὸ δὲ ἐξ αὐτοῦ ἐγειρόμενον κάλλιον.

ἠθέλησε δὲ δεῖξαι τὴν φαιδρότητα διὰ τὴν ἀπιστίαν τῶν μὴ τὴν ἐλπίδα τοῦ θεοῦ καραδοκούντων. τἀληθῆ μὲν γὰρ ὁ κόκκος τοῦ σίτου λεπτότατος. δὲ ἐν τῷ τοιούτῳ κόκκῳ τῷ σμικροτάτῳ καὶ ῥίζαι καὶ βάσεις καὶ κάλαμοι καὶ αἱ] γονατίδδες καὶ αἱ τοσαῦται σύριγγες καὶ κεφαλίδες καὶ θῆκαι καὶ ἀνθέρικες καὶ κόκκοι πολυπλασιάζοντες;

69. Ἳνα δὲ καὶ σαφέστερον εἴπωμεν τὰ ὅμοια τούτοις διηγούμενοι· πόθεν τῷ Μωυσῇ, υἱῷ τῆς Ἰωχαβέθ. υἱῷ τοῦ Ἀμράμ, πέτραν έν ῥάβδῳ καὶ προ[σ]ενεγκεῖν ὓδωρ ἐξ ἀπόρου ὓλης, τὸ ξηρὸν εἰς ὑγρὸν μεταβαλεῖν; τὸ πατάξαι θάλασσαν καὶ διαιρεῖν εἰς δώδεκα ὁδοὺς όδοιπορίας ἐν θαλάσσῃ τῷ κελεύσματι <θεοῦ>; τὸ εἰς αἶμα μεταβαλεῖν; τὸ βάτραχον ὑπὸ θῆξιν συναγαγεῖν τοσοῦτον;

τὸ τὴν σκνίφα ἐπιπέμψαι Αἰγυπτίοις; τὸ σάλαζαν μῖξαι μετὰ τοῦ πυρός; τὸ νύκτα μέλαιναν καὶ σκοτομήνην Αἰγυπτίοις ἐπικεράσαι ζοφώδη;

τὸ τὰ πρωτοτόκια κτεῖναι τῶν Αἰγυπτίων ἐν θανάτῳ; τὸ στύλῳ πυρὸς καθοδηγεῖν λαὸν δι᾿ αὐτοῦ ποιμαινόμενον; τὸ ἄρτον ἀγγέλων ἐπενέγκαι εὐχῇ καὶ ἱκεσίᾳ; τὸ ὀρτυγομήτραν ἀνιέναι καὶ κορεννύειν τοσαύτας μυριάδας ἀνδρῶν διὰ προστάγματος θεοῦ;

τὸ ἀκοῦσαι φωνὴν θεοῦ; τὸ καταξιωθῆναι ἀνὰ μέσον τοσούτων μυριάδων θεοῦ φωνῆς ἀκούειν καὶ συνομιλεῖν θεῷ; τὸ διὰ τεσσαράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν μὴ ἐπιζητῆσαι κὰ χρειώδη τῶν κατὰ τὴν φύσιν τῆς ἡμετέρας πλάσεως; τὸ μεταβληθῆναι τὴν σάρκα εἰς φαιδρότητα ἡλίου καὶ ἀκτῖνα φωτεινήν, στροβοῦσαν λαὸν πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς υἱοὺς Ἱσραὴλ εἰς τὸ πρόσωπον αὐτοῦ;

τὸ τὴν χεῖρα σαρκίνην οὐσαν μεταβληθῆναι εἰς χιόνα; τὸ κελεῦσαι τῇ γῇ χᾶναι τὸ στόμα πρὸς ὐποδοχὴν τῶν περὶ Κορὲ καὶ Δαθὰν καὶ Αβειρὼν καὶ Αὐνᾶν;

τὸ ἐπὶ τέλους ἀκοῦσαι »ἀνάβηθι εἰς τὸ ὄρος, κἀκεῖ τελεύτα«; τὸ μὴ γινώκειν ἄνθρωπον τὴν αὐτοῦ ταφήν; ση- μαίνοντος τοῦ Μου γράμματος ὡς] ὑπὸ άμνθρώπων τὸ σῶμα Μωυσέως μὴ κεκηδεῦσθαι, ἀλλά, καθὼς ὑποτίθεται ἡ διάνοια, ὑπὸ ἁγίων ἀγγέλων·

καὶ πάντα ταῦτα ἔτι ὄντος αύτοῦ ἐν τούτῳ τῷ κόσμῳ, ἔτι ἐν τῷ ψυχικῷ τούτῳ σώματι καὶ πνευματικῷ ἅμα τελείως γενομένῳ. λαβόντες δὲ άπ᾿ ἐντευθεν τὸν ἀρραβῶνα * εἰς ὑπόδειγμα τῆς τελείας τότε βλαστήσεως, ὃτε πληροῦται τὸ εἰργμένον »σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ·

σπείρεται ἐν άσθενείᾳ, ἐγείρεται ἐν δυνάμει«.

πῶς γὰρ οὐκ ἀσθενὲς τὸ σπειρόμενον καὶ μὴ γινῶσκον ποῦ σπείρεται; πῶς οὐκ ἄτιμον τὸ ἐν μνήματι βαλλόμενον καὶ κόνιν ἐπαμώμενον, λακιζόμενόν τε καὶ θρυπτόμενον καὶ ἀναισθητοῦν;

πῶς οὐκ ἔντιμον τὸ ἐγειρόμενον καὶ εἰς αἰῶνα διαμένον καὶ ἐν ἐλπίδι τῆς τοῦ θεοῦ φιλανθρωπίας ἐν οὐρανῷ βασιλείαν κτώμενον, ὃπου λάμψουσιν οἱ δικαιοι ὡς ό ἥλιος‘, ὃπου ἔσονται »ἰσάγγελοι«, ὃπου μετὰ τοῦ νυμφίου χορεύσουσιν, ὃπου οἱ περὶ Πέτρον »καθέζονται ἐπὶ δώδεκα θρόνων, τὰς δώδεκα φυλὰς κρίνοντες Ισραήλ«, ὃπου λήψονται οἱ δίκαιοι »ἂ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὐς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ό θεὸς τοῖς ἀγαπῶσιν αὐτόν«;

ἡμῶν τοίνυν ἡ ἀνάστασις έν θεῷ καὶ παντὸς ἀνθρώπου, δικαίου τε καὶ ἀδίκου, ἀπίστου τε καὶ πιστοῦ, τῶν μὲν ἐγειρομένων ζωὴν ζωὴν αἰώνιον, τῶν δὲ εἰς κρίσιν κρίσιν

70. Καὶ σιώπα Βαβυλών, ἡ ἀρχαία πάλιν ἡμῖν άνακαινιζομένη σύγχυσις· πεφίμωσο Σόδομα καὶ ὴ τῆς πολλῆς σου δεινότητος πρὸς θεὸν κραυγὴ ἀνερχομένη·

»ἣξει γὰρ ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ« καὶ σαλπίσει, καὶ οἱ νεκροὶ καὶ »ἡμεῖς ἁρπαγησόμεθα εἰς συνάντησιν αὐτῷ εἰς ἀέρα«· ὡς καὶ ὸ καλλίων ὴμῶν πρεσβύτης > μακάριος εἶπε Μεθόδιος, τοῖς δὲ αύτοῖς καὶ αὐτοὶ οικοδομοῦντες προσεθήκαμεν.

ἀπὸ γὰρ τῶν συνεζευγμένων ἑκάστης λέξεως ἔστιν ἰδεῖν τὰ ἐπίχειρα. διαιρῶν γὰρ ὁ ἀπόστολος τῶν δύο τρόπων τὸ εἶδος εἰς μίαν ἐλπίδα συνήγαγεν ἀπὸ τοῦ »ἡμεῖς ἀρπαγησομεθα ἐν νεφέλαις εἰς συνάντησιν δείξῃ ὄντως τοῦτο τὸ σῶμα καὶ οὐχ ἓτερον παρὰ τοῦτο <ἀνιστάμενον>·

ὁ γὰρ άρπαγεὶς οὔπω τέθνηκε. δεικνὺς δὲ ὅτι »οὐ φθάσομεν τὴντῶν νεκρῶν ἀνάστασιν«, ἕνα τὸ παρὰ ἀνθρώποις ἄπορον θεῷ εὐπόριστον καὶ δυνατὸν δυνατὸν ἀποδείξῃ γὰρ οἱ ζῶντες οὐ μὴ φθάσω- μεν τοὺς κεκοιμημένους καὶ τὴν αὐτῶν ἀνάστασιν«), ἔδειξε τοὺς ζῶντας καὶ ἁρπαζομένους, ἵνα ἀπὸ τῶν ζώντων δείξῃ τὰ ἐκείνων σώματα ὁλοσχερῆ ἐγειρόμενα καὶ ἀπὸ τοῦ ἐκείνους πρωτεύειν τῶν περιλειπομένων ζώντων τὸ δυνατὸν τοῦ θεοῦ ἀποδείξῃ.

»Ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις«. φησὶν ὁ προφήτης. ἳνα δὲ καὶ τὰ ὑπὸ τοῦ Ἰεζεκιὴλ προφήτου ἐν τῷ ἰδίῳ ἀποκρύφῳ ῥηθέντα περὶ ἀναστάσεως μὴ παρασιωπήσω, καὶ αὐτὰ ἐνταῦθα παραθήσομαι.

αίνιγματωδῶς γὰρ διηγούμενος λέγει περὶ τῆς δικαίας κρίσεως ᾗ κοινωνεῖ ψυχη σῶμα, ὃτι βασιλεύς τις ἐν τῇ αὐτοῦ βασιλείᾳ πάντας εἶχεν ἐστρατευμένους, παγανὸν δὲ οὐκ ἀλλ’ ἀλλ’ ἢ μόνον δύο, ἴνα χωλὸν καὶ ἓνα τυφλόν, καὶ <αὐτῶν> κατ’ ἰδίαν ἐκαθέζετο καὶ κατ’ ᾤκει.

γάμους δὲ ποιήσας ὁ βασιλεὺς τῷ ἰδίῳ υἱῷ ἐκάλεσε πάντας τοὺς ἐν τῇ αὐτοῦ βασιλείᾳ, περιεφρόνησε δὲ τῶν δύο παγανῶν, τοῦ τε χωλοῦ καὶ τοῦ τυφλοῦ· οἱ δὲ ήγανάκτησαν ἐν ἑαυτοῖς καὶ ἐπιβουλἠν ἐργάσασθαι τῷ βασιλεῖ ἐπενόουν.

παράδεισον δὲ εἶχεν ό βασιλεύς, καὶ ἀπὸ μήκοθεν ὁ τυφλὸς ἐλάλει τῷ χωλῷ λέγων πόσον ἦν ἡμῶν τὸ κλάσμα τοῦ ἄρτου μετὰ τῶν ὄχλων τῶν κληθέντων εἰς τὴν εὐφρασίαν; δεῦρο τοίνυν, καθὼς ἐποίησεν ἡμῖν, ἀμυνώμεθα αὐτόν«. ὁ δὲ ἓτερος ἠρώτα ποίῳ τρόπῳ‘;

ὁ δὲ εἶπεν »ἀπέλθωμεν εἰς τὸν παράδεισον αὐτοῦ καὶ ἀφανίσωμεν ἐκεῖ τὰ τοῦ παραδείσου«. ὁ δὲ εἶπεν καὶ πῶς δύναμαι, χωλὸς ὣν καὶ μὴ δυνάμενος ἐπισαίνειν‘; ὁ δὲ τυφλὸς ἴφη αὐτὸς ἐγὼ δύναμαί τι πράττειν μὴ ὁρῶν ποῦ ἀπέρχομαι; άλλὰ τεχνασώμεθα«.

τίλας χόρτον τὸν πλησίον καὶ πλέξας σχοινίον ἠκόντισε τῷ τυφλῷ καὶ εἶπεν κράτει, καὶ δεῦρο πρὸς τὸ σχοινίον πρός με«. ὡς δὲ ἐποίησεν ὃ προετράπη, ὃτε ἔφθασε λλέγει δεῦρό μοι γενοῦ πόδες καὶ βάστασόν με, καὶ γίνομαί σοι ὀφθαλμοί.

ἄνωθεν ὸδηγῶν σε δεξιὰ καὶ εὐώνυμα«. τοῦτο δὲ ποιήσαντες κατέβησαν εἰς τὸν παράδεισον· εἶτα λοιπὸν εἴτε ἠδίκησαν εἴτε καὶ οὐκ ἠδίκησαν, ὃμως τὰ ἴχνη πέφηνεν ἐν τῷ παραδείσῳ.

καταλύσαντες δὲ ἐκ τῶν γάμων οἱ φύφρανθέντες κταβάντες εἰς τὸν παράδεισον ἐξεπλάγησαν τὰ ἴχνη εὑρόντες ἐν τῷ παραδείσῳ καὶ ταῦτα ἀνήγγειλαν τῷ βασιλεῖ, λέγοντες ἅπαντες στρατιῶται ἐν τῇ βασιλείᾳ σου καὶ οὐδείς ἐστι παγανός. πόθεν τοίνυν ἴχνη παγανῶν ἐν τῷ παραδείσῳ«;

ό δὲ ἐθαύμασε, καὶ] ὡς μὲν ἡ παραβολὴ δηλονότι τοῦ ἀποκρύφου λέγει ὡς πρὸς τὸν ανθρωπον αἰνιττομένη, ὁ θεὸς δὲ οὐδὲν ἀγνοεῖ. ἡ δὲ διήγησις λέγει ὡς μετεστείλατο τὸν χωλὸν καὶ τὸν τυφλὸν καὶ ἠρώτησε τὸν τυφλόν μὴ σὺ κατῆλθες εἰς τὸν παραδεισον«; ὁ δὲ ἴφη ἔφη κύριε· ὁρᾷς ἡμῶν τὴν ἀδυναμίαν, οἶδας ὃτι <οὐχ> ὁρῶ ποῦ βαδίζω«.

εἶτα ἐλθὼν ἐπὶ τὸν χωλὸν καὶ αὐτὸν ἠρώτα σὺ κατῆλθες εἰς τὸν παράδεισόν μου«; ὁ δὲ ἀποκριθεὶς εἶπεν »ὠ κύριε, πικρᾶναί μου τὴν ψυχὴν ἐν τῷ μέρει τῆς ἀδυναμίας καὶ λοιπὸν ἡ κρίσις ἀργεῖ. τί οὐν ποιεῖ ὁ κριτὴς ὁ δίκαιος;

ἀναγνοὺς ποίῳ τρόπῳ ἀμφότεροι ἐζεύχθησαν ἐπιτίθησι τὸν χωλὸν τῷ πηρῷ καὶ τοὺς ἀμφοτέρους ἐτάζει μάστιξι, καὶ οὐ δύνανται ἀρνή- σασθαι. ἑκάτεροι ἀλλήλους ἐλέγχουσιν, ό μὲν χωλὸς λέγων τῷ τυ.

φλῷ »ού σύ με ἐβάστασας καὶ άπήνεγκας«; καὶ ὁ τυφλὸς τῷ χωλῷ οὐκ αὐτὸς ὀφθαλμοί μου γέγονας‘;

οὕτως τὸ σῶμα τῇ ψυχῇ καὶ ἡ ψυχὴ τῷ σώματι εἰς ἔλεγχον τῆς κοινῆς ἐργασίας συνάπτεται, καὶ ἡ κρίσις τελεία γίνεται περὶ ἀμφοτέρων, σώματός τε καὶ ψυχῆς, * τῶν ἔργων τῶν] γεγενημένων εἴτε ἀγαθῶν εἴτε φαύλων.

Καὶ ὁρᾶτε οἱ τῆς ἑαυτῶν ζωῆς ἐπιμελόμενοι ὅτι πάντες οἱ κατὰ τῆς ἀληθείας ἐνεχθέντες ἑαυτοῖς τὴν ἀδικίαν προσεπορίσαντο. ὡς καὶ ό ἅγιος προφήτης Δαυὶδ λέγει »συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν«.

πᾶς γὰρ ὁ συνάγων συνάγων τὸν πόνον τῶν ἀλλοτρίων διανοημάτων ἑαυτῷ τίκτει τὴν ἀδικίαν καὶ τοῖς πειθομένοις· λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο«.

ἀλλὰ πρὸς ταῦτα πάντα εἴ τις ἔχει ἀντιλέγειν, ἡκέτω· εἴ τις <θέλει> ἀντιπράττειν, τολμάτω. θεὸς γὰρ ἰσχυρὸς »οὐ κοπιάσει οὐδὲ πεινάσει οὐδὲ διψήσει, οὐδὲ ἔστιν ἐξε΄λυρεσις τῆς φρονήσεως αὐτοῦ «, ἐν ᾗ τὰ λελυμένα σώματα ἐγείρει, ἐν ᾗ τὸ ἀπολλύμενον σῴζει,

ἐν ᾗ τὸ τεθνηκὸς ζωογονεῖ, ἐν ᾗ τὸ φθαρτὸν ἀφθαρσίαν ἀμφιέννυσιν, ἐν τὸν κόκκον τὸν πεσόντα εἰς ἀνάστασιν φέρει, ἐν ᾗ τὸν σπαρέντα καὶ ἀποθανόντα εἰς περισσοτέραν φαιδρότητα ἄγει ἀνακαινίζων· ὡς ἐν πολλαῖς γραφαῖς ἐμφέρεται, αἰνιττομένης τῆς ἡμῶν ἀναστάσεως.

71. Εν δὲ τῷ <τοῦ> Δαυὶδ περὶ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου Δαυὶδ ψαλμῷ ὡς καραδοκῶν ὁ προφήτης καὶ πνεύματι ἁγίῳ σκοπῶν τὸ μέλλον εὐλόγως περὶ ἀναστάσεως ἔφη· »ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με, ἀνακανίζων μου τὸν οἶκον«, τουτέστιν τὸ σῶμα τὸ πεσόν, καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ«.

καὶ ὁ Σολομῶν ἐν παροιμίαις ὼσαύτως εἰς τὴν ἐκεῖσε ἑτοιμασίαν τὰ πάντα τῆς ἐλπίδος παρασκευάζων προύτρεπε φάκων »ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου. ἔξοδον λέγων τὴν ἀπ’ ἐντεῦθεν ἀπαλλαγήν) καὶ ἑτοιμάζου« φησίν εἰς τὸν ἀγρόν«, ὁμοῦ πᾶσι τὴν νουθεσίαν ἐπεκτεινόμενος κατὰ κατὰ ἀγρόν τε καὶ κατὰ ἄστυ, λογίοις τε καὶ τοῖς τὰς βαναύσους τέχνας ἐπιχειροῦσιν, οἶς ούδεμία ἐργασία κατὰ ἀγρὸν ἐπιζητουμένη·

πόθεν γὰρ λινουργοῖς καὶ ἀργυροχόοις, ποιηταῖς τε καὶ λογογράφοις ἡ κατὰ τὴν ἄρουραν ἑτοιμασία; συλλήβδην γὰρ ὁμοῦ ἡ φωνὴ ἀδιακρίτως τοὺς πάντας κέκληκεν ἐπειποῦσα »ἐτοιμάζου εἰς τὸν ἀγρόν«, <τί> ἀλλ’ τοῦτο αἰνιττομένη, ὃτι παντὶ ἀνθρώπῳ πολίτῃ τε καὶ ἀγροίκῳ ἀπόθεσις τοῦ σώματος ἀγρός, τὸ διὰ τὴν ταφὴν τέλος;

εἶτα μετέπειτα πειτα τὴν αὐτὴν τῆς ἄναστάσεως σημαίνων ἐλπίδα φάσκει φάσκει καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.. οὐκ εἶπεν »οἰκοδομήσεις τὸν οἶκον«· ἃπαξ γὰρ ᾠκοδομήθη ὲν τῇ πλάσει τῇ κατὰ τὴν γαστέρα, ὃτε μητέρες ἐκύϊσκον ἓκαστον ἡμῶν ἐν τῇ πλάσει· ἀπὸ ἀπὸ τῆς γῆς ¨η ἀνάστασις ἢ ἀπὸ ἀγροῦ, οὐκέτι οίκοδομουμένῃ ἀλλὰ ἀνοικοδομουμένῃ, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῇ καθαίρεσιν ἐν τῷ τῆς ταφῆς πτώ- ματι·

ὡς καὶ ὁ σωτὴρ ἴφη »λύδατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν« ἢ οἰκοδομῶ αὐτόν, σοφία ὢν καὶ ἐν τοιαύτῃ »φρονήσει« *, ἡς οὐκ ἔστιν« ὑπὸ ἀνθρώπων ἐξεύρεσις‘, ἐν ᾗ ἐξ ἀπόρων τόπων διαχυθέντων ἡμῶν τῶν σωμάτων, τῶν μὲν τέφραν τῶν δὲ ἐν θαλάσσῃ τῶν δὲ ὑπὸ σαρκοβόρων οἰωνῶν τῶν δὲ ὑπὸ θηρίων τῶν δὲ ὑπὸ σκωλήκων φθαρέντων, * φέρει.

Εἰ γὰρ τὰ <ὄντα> ἐξ οὐκ ὄντων ἐποίησεν εἰς τὸ εἶναι, πόσῳ δὴ μᾶλλον τὸ ὄν εἰς τὴν ἰδίαν κατάστασιν εὐχερῶς ἀποκαταστήσει; ἴνα δικαίαν ὁρίσῃ κρίσιν, ἴνα μὴ ἓτερον ἀνθ᾿ ἑτέρου κρίνῃ, ἵνα μὴ ἀπο- στερήσῃ τὸ καμόν.

εἰ γὰρ ψυχῆς ἡ ἀπόλαυσις καὶ οὐρανῶν βασιλείας κληρονομία, μετασχέτω τὸ σῶμα ὡν βούλεται· τρυφάτωσαν οἱ περὶ τὸν Γεδεὼν καὶ μὴ κακουχείσθωσαν ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασι«, μὴ μάτην καμνέτω Ἰωάννης ἐκ καμήλων ἔχων τὸ ἔνδυμα, μὴ ἐν ἀναχωρήσει τὴν σάρκα ὑπωπιάσωμεν, μὴ τὰ σώματα ἡμῶν δαμάσωμεν ἐν ἁγνείᾳ.

εἰ δὲ ἄρα κοινωνεῖ σῶμα ψυχῇ ἐν πολιτείαις ἐν ἁγνείᾳ ἐν νηστείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς, »οὐκ ἄδικος ὁ θεὸς. ἀποστερεῖν τὸν κάματον τοῦ κεκμηκότος καὶ μὴ ἀποτῖσαι τὴν μισθαποδοσίαν τῷ ἃμα τῇ ψυχῇ κεκμηκότι σώματι.

εὐθὺς γὰρ εὑρεθήσεται ἀργὴ ἡ κρίσις· εἰ γὰρ ἡ ψυχὴ μονωτάτη εὑρεθήσεται, ἀντιλέξειεν κρινομένη ὃτι οὐκ ἀπ᾿ ἐμοῦ τὸ αἴτιον τῆς ἁμαρτίας, ἀλλὰ ἀπ᾿ ἐκείνου τοῦ φθαρτοῦ καὶ γηίνου σώματος τὸ πορνεύειν τὸ μοιχεύειν τὸ ἀσελγαίνειν· ἐξότε γὰρ ἀπ᾿ ἐμοῦ ἀπέστη, οὐδέν μοι τού- των πέπρακται, καὶ ἔσται εὐαπολόγητος καὶ παραλύουσα τὴν τοῦ θεοῦ κρίσιν.

εἰ δὲ καὶ τὸ σῶμα καθ᾿ ἑαυτὸ ἀγάγοι ὁ θεός — δύναται γάρ, ὡς καὶ ἄνω μοι διὰ τοῦ Ιεζεκιὴλ δεδήλωται· εἰ καὶ διὰ παραβολῆς τὸ ἔργον γεγένηται, ἀλλὰ τὸ εἶδος εἰς ἀλληγορίαν τῆς τότε παραβολευθείσης ἀληθείας ἐτελειώθη, ὡς συνήχθη ὀστέον πρὸς ὀστέον καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ ξηρῶν ὄντων τῶν ὀστέων καὶ οὺδέπω ψυχῆς οὐδὲ πνεύματος τοῦ κινοῦντος ἐν αὐτοῖς ὄντος, καὶ] εὐθὺς τὰ σώματα συνήχθη καὶ κατὰ τὸν τοῦ προφήτου λόγον ἐστερεώθη.

ρεώθη. καὶ εἰ θέλει ὁ θεός, δυνατός ἐστι τοῦτο ποιῆσαι ἄνευ ψυχῆς παρεῖναί τε καὶ κινεῖσθαι, ὡς καὶ τὸ τοῦ Ἄβελ αἱμα σῶμα ὃν μετὰ θάνατον ἐφθέγγετο καὶ οὐ ψυχή· οὐ γὰρ ψυχή ἐστι τὸ αἷμα, ἀλλὰ σῶμά ἐστι τὸ φαινόμενον.

ἀλλ’ οὐ δυνήσεται σῶμα ἄνευ ψυχῆς κριθῆναι. άντιλέξειε γὰρ καὶ αὐτό, λέγον ὃτι οὐκ ἐγὼ ἣμαρτον, ἀλλὰ ἡ ψυχή· μή, ἐξότε ἀπεκρίθη ἀπ᾿ ἐμοῦ, μὴ ἐμοίχευσα, μὴ ἐπόρνευσα, μὴ εἰδωλολάτρησα; καὶ ἔσται ἀντιλέγον τὸ σῶμα τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ εὐλόγως ἀντιλέγον.

τούτου τουτου τοίνυν καὶ δι᾿ ἄλλα πολλὰ καὶ ἀναγκαῖα ὁ θεὸς ἐν τῇ αὐτοῦ σοφίᾳ τεθνεῶτα ἡμῶν σώματα καὶ τὰς ψυχὰς εἰς παλιγγενεσίαν φέρει ἐν αὐτοῦ ὐποσχέσει τῆς φιλανθρωπίας, εἰς τὸ τὸν κεκμηκότα ἐν ὁσιότητι ἀπολαβεῖν τὴν πᾶσαν ἀπὸ θεοῦ καλὴν ἀνταπόδοσιν καὶ τοὺς τὰ μάταια πεποιηκότας ὡσαύτως κριθῆναι, σῶμα ἅμα ψυχῇ καὶ ψυχὴν αμα σωματι.

Καὶ εἰς περισσοτέραν πληροφορίαν τῆς ἡμετέρας ζωῆς παραγενόμενος ἐν σαρκὶ καὶ ἐνανθρωπήσας τελειότατα * εἰς τὸ στηρίξαι τὴν αὐτοῦ πίστιν ἐν ἡμῖν, προγινώσκων τὴν μέλλουσαν ἐν σοί, Ὠρίγενες, ἀπιστίαν γίνεσθαι * τὸ ἀμφιβαλλόμενον μᾶλλον παρὰ σοὶ καὶ ἐν πολλαῖς αἱρέσεσι, ταῖς τῆς ἀπιστίας σου ὁμοίαις Μανιχαίων καὶ Μαρκιωνιστῶν, καὶ λοιπὸν τὰ πάντα ἐν ἑαυτῷ τελειώσας εἰς βεβαίωσιν καὶ στερέμνιον τῆς πίστεως αὐτοῦ καὶ ἀληθείας ἐναργῶς ἐποίησεν.

ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ἤγειρε σὺν αὐτῷ πολλὰ σώματα τῶν ἁγίων καὶ εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν, ὡς καὶ ἐν ἄλλοις τόποις διηγησάμην.

καὶ οὐκ εἶπεν· ἀνέστησαν ἃγιοι, ἳνα μὴ δῶ πρόφασιν τῇ μεθόδῳ τῆς κακοτροπίας, ἀλλὰ φύσει αὐτὸ τὸ παρὰ τοῖς ἀπίστοις ἀμφιβαλλόμενον ἐκεῖνο ἐσπούδασεν εἰς εἰς βεβαίωσιν τῆς ἡμῶν περὶ ζωῆς γνώσεως, σώματα εἰπὼν τῶν ἁγίων.

καὶ οὐ μόνον ὃτι ἤγειρεν, ἀλλὰ καὶ ὃτι ἐνεφάνισαν > πολλοῖς ἐν τῇ πόλει, ἐφ’ οἶς ἐπληροῦτο διὰ τῆς αὐτοῦ δυνάμεως τό ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ‘, ἓνα εἴπηῃ τὰς ψυχὰς τῶν ἐγηγερμένων σωμάτων. οὑτοι γὰρ ἠσαν οἱ δέδμιοι τῆς οἱ ἐν Ἅιδῃ πεπεδημένοι·

καί φησιν ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις‘, ἳνα εἴπῃ τὰ σώματα τῶν άναστάντων, καὶ οὐκ εἶπεν· τοὺς παραπικρανθέντας ἢ παραπικραινομένους, ἀλλὰ τοὺς παραπικραίνοντας.

ὀφθέντες γὰρ ἐν τῇ πόλει πολλοῖς οἱπρόσφατον τελευτήσαντες μετὰ τῶν παλαιοτάτων — νομίζω γὰρ ὃτι ἀπὸ τοῦ Αδὰμ ἤρξατο τὴν ἀνάστασιν ποιεῖσθαι, οἱ δὲ πρόσφατοι * τῶν αὐτῶν σωμάων, * τεθαμμένους αὐτοὺς ἐν τῷ Γολγοθᾷ τόπῳ ἐπ’ αὐτὸν * σταυρωθεὶς καὶ πληρῶν τὸ γεγραμμένον »ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός«, ὁ ἐπάνω σου ἐσταυρωμένος, — καὶ ἄλλων μετ’ αὐτῶν ἐκ τῶν ἰδίων <αὐτοὺς > ἐπιγινωσκόντων πρῶτον μὲν ἐξέπληττον τοὺς τας.

εἰ γάρ τις συνέτυχε πατὴρ τέκνῳ ἀναστάνται ἢ ἀδελφὸς ἀδελφῷ ἢ <συγγενὴς> συγγενεῖ πρὸ ἐτῶν εἴκοσι ἢ δέκα τελευτήσαντι, καὶ τοῦ θαύματος ἐρωτῶντες· οὐκ εἶ σὺ ὁ δεῖνα ὁ ἐν τῷδε τῷ τόπῳ ὑφ᾿ ἡμῶν; πῶς ἀνέστης καὶ ἠλθες;

ἀντερωτώμενοι δὲ ὑπὸ τοῦ τοῦ ἀναστάντος πάλιν ὅτι· τί ἐπράχθη ἐνταῦθα πρὸ τριῶν ἡμερῶν παρ᾿ ὑμῖν, ὃτε ἡ γῆ ἔκλονεῖτο, καὶ λέγοντες ὃτι πλάνον τινὰ ἀπατῶντα λαὸν Ἰησοῦν όνόματι κρατήσαντες ἐσταυρώσαμεν καὶ ἐπαύσατο ή πλάνη,

ἐκείνου δὲ λοιπὸν ὁμολογοῦντος τὴν χάριν τοῦ κυρίου καὶ τὴν ἀλήθειαν καὶ λέγοντος »οὐαὶ ὑμῖν ὅτι τὸν ἀρχηγὸν τοῦ κόσμου τῆς σωτηρίας ἠρνήσασθε καὶ ἐσταυρώσατε· ἀκεῖνος γὰρ ἤγειρεν ἡμᾶς ἐν τῇ αὐτοῦ ἰσχυρᾷ δυνάμει τῆς θεότητος καὶ ἐνανθρωπήσεως«, ἐκεῖ λοιπὸν ἐπληροῦτο ἡ θεία γραφή, τό ὁμοίως τοὺς τοὺς κατοικοῦντας ἐν τάφοις‘.

ἀκούοντες γὰρ παρὰ τῶν ἐγηγερμένων ὃτι διὰ τοῦ κυρίου Ἰησοῦ ἀνέστησαν παρεπικραίνοντο, ἕως θανάτου ἐπιχειρήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς ἀρνήσασθαί τε καὶ σταυρῶσαι.

τάχα δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν θεασαμένων τοὺς ἐγηγερμένους εἰργάσατο ὁ φιλάνθρωπος κύριος. νομίζομεν γὰρ ὅτι θεασάμενοι τοὺς ἐγηγερμένους καὶ κατανυγέντες ὠφελήθησάν τε καὶ ἐπίστευσαν πολλοί. διὸ καὶ ὑμεῖς, Ὠριγενιασταί, πείσθητε καὶ πιστεύσατε καὶ μὴ πολλοὺς ἀπολέσητε τῇ ὑμῶν πλάνῃ.

72. Ἀλλὰ ἀρκέσει μοι ταῦτα πρὸς τὸν ἐθελόσοφον Ὠριγένην, τὸν ματαίως ἑαυτῷ ἐπιθέμενον ὄνομα Ἀδαμαντίου καὶ πρὸς τὴν αὐτοῦ ἀτοπίαν κατὰ τῆς ἀληθείας ἐν πολλοῖς μέρεσι τῆς πίστεως κακῶς ἐπινενοημένον ὀλεθρίαν διδασκαλίαν.

παρελθὼν δὲ καὶ τούτου τὴν αἕρεσιν καθεζῆς τὰς ἄλλας διαοκέψομαι, ἐπιπόθητοι, θεὸν συνήθως ἐπικαλούμενος ἀρωγὸν τῆς ἡμῶν ἰδιωτείας, πρὸς τὸ δυνηθῆναι ἀντισχεῖν πρὸς πᾶσαν κατὰ τῆς ἀληθείας ἐπεγειρομένην φωνὴν μάταιον καὶ ἡττῆσαι κατὰ τὰ ὑπὸ τοῦ ἁγίου Ἠσαΐου ῥηθέντα ὅτι »πᾶσα φωνὴ ἐπαναστήσεται ἐπὶ σέ, πάντας αὐτοὺς ἡττήσεις,

οἱ δὲ ἔνοχοι ἔσονται ἐν αὐτῇ«, ἵν᾿ οὕτως ἐν θεῷ τὸ ἐπάγγελμα περαιωσάμενοι τοῖς βουλομένοις νουνεχῶς ἐντυγχάνειν εἰς γυμνάσιον ἀληθείας καὶ φάρμακον ἰάσεως περὶ ἑκάστου θηρὸς καὶ ἰοβόλου ἑρπετοῦ, τῶν προσώπων τῶν αἱρέσεών φημι, δίκην ἀντιδότου καὶ ταυτησὶ τῆς τῶν Ὠριγενιαστῶν, φρύνου δίκην μεμορφωμένης ἐκ νοτίδος πολλῆς κυκῶντος καὶ φωνῇ

μείζονι ἐπικραυγάζοντος, λαβόμενοι τὴν τοῦ κυρίου ἀνάστασιν προπότιον ὡς εἰπεῖν, ἀποβλύσωμεν τὸ γλισχρῶδες τοῦ ἰοῦ τοῦ φρύνου καὶ ἑρπετώδους μοχθηροῦ τὴν ἀδικίαν.

συμβέβηκε γὰρ αὐτῷ καὶ τοῦτο μετὰ πάντων τῶν πειθομένων αὐτῷ πάσχειν, δι᾿ ὃ καὶ στενάζω ὑπὲρ αὐτοῦ. ὃτι οἴμοι πῶς ἐβλάβης, πόσους δὲ ἄλλους ἔβλαψας, ὡς ὑπὸ δεινῆς ἐχίδνης δηχθείς, ὑπὸ τῆς κοσμικῆς προπαιδείας φημί, καὶ ἄλλοις δηλητήριον γέγονας.

Φασὶ γὰρ οἱ φυσιολόγοι τὸν μυωξὸν ἐμφωλεύειν κοὶ τὰ γεννήματα αὐτοῦ ἐπὶ τὸ αὐτὸ πολλὰ τίκτειν, ἕως πέντε καὶ ἔτι, τὰς δὲ ἐχίδνας τούτους θηρᾶσθαι.

καὶ ἐὰν εὔρῃ ὅλον τὸν φωλεὸν ἡ ἔχιδνα, μὴ δυναμένη τοὺς ὅλους καταφαγεῖν, ὑπὸ ἓν ἐσθίει εἰς κόρον ἕνα ἢ δύο, τῶν δὲ λοιπῶν κατακεντήσασα τοὺς όφθαλμοὺς σιτία φέρει καὶ ἀνατρέφει τυφλὰ γεγονότα, ἕως ὅτε βούλεται ἕκαστον αὐτῶν προφέ- ρειν καὶ τοῦτον ἐσθίειν.

ἐὰν δὲ συμβῇ τινὰς ἀπείρους περιτυχεῖν τοῖς τοιούτοις καὶ λάβωσιν αὐτὰ εἰς ἐδωδήν, δηλητήριον ἑαυτοῖς λαμβάνουσιν > ἀπὸ τοῦ τῆς τῆς ἔχίδνης ἀνατεθραμμένα.

οὓτω καὶ σύ, ὦ Ὠρίγενες, ἀπὸ τῆς προειρημένης ‘Ελληνικῆς παιδείας τυ- φλωθεὶς τὸν νοῦν ἐξήμεσας ἰὸν τοῖς πεισθεῖσί σοι καὶ γέγονας αὐτοῖς εὶς βρῶμα δηλητηρίου, δι᾿ ὦν αὐτὸς ἠδίκησαι ἀδικήσας τοὺς πλείους. κύριον. Das Mehr in M gegenüber U ist, wie schon der unepiphanische διαλαλιὰ u. παρεξηγεῖσθαι sind dem Epiphanius unbekannt) zeigt, der aus S. 410, 8 ff geschöpfte Zusatz eines Lesers, dem die letzte Auseinandersetzung mit Origenes noch nicht ganz genügte. Man beachte auch, wie sich in Wendung: dann würde Johannes der Täufer — das Urbild des Mönchs! dem Satan zusammen im Himmel sein, die eigentümlich mönchische Auffassung verrät.

Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Epiphanius edited by Karl Holl (Leipzig, J. C. Hinrichs: 1915-1933) Die griechischen christlichen Schriftsteller 25, 31, 37), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.

Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.

Everything we make is available for free because of a generous community of supporters.

Donate