Church Fathers › Cyril of Alexandria
In XII Prophetas (Greek, part 2 of 3)
The Greek text of In XII Prophetas. This page has 7 section groups and about 102,679 words. Each row carries its standard reference.
The golden age of the Fathers
c. AD 376–444
Cyril of Alexandria
Greek original
7 chapters
Greek text: CC BY-SA 4.0
Show:
Greek
GreekOpen Greek and Latin text
Contents (7) Commentary obadiah: Του Αυτου — Εξηγησις — Εις Τον Ηροφηtην Αβδιου Commentary jonah: Του Αυτου Εξηγσις Εις Τον Προφητην Ιωναν Commentary micah: Του Εν Αγιοις Πατρος Ημων Κυριλλου Εις Τον Προφητην Μιχαιαν — Τομος Πρωτος Commentary nahum: Εις Τον Ηροφηtην Νλοτμ — Τομος Πρωρος Commentary habakkuk: Του Εν Αγιοις Πατρος Ημων — Κυριλλου — Εις Τον Προφητην Αμβακουμ — Τομος Πρωτος Commentary zephaniah: Κυριλλου Commentary haggai: Του Αυτου — Εξηγσις — Εις Τον Προφητην Αγγαιον
Commentary obadiah: Του Αυτου — Εξηγησις — Εις Τον Ηροφηtην Αβδιου
ἈΒΔΙΟΥ δὴ πάλιν προφητεύει μὲν ἐν καιροῖς ὡς ἔοικεν, καθ’ οὓς καὶ Ἰωήλ, μονονουχὶ δὲ διέλαχε πρὸς αὐτὸν τὴν ὅρασιν, καὶ μερίζεται τὸ διήγημα. ὁ μὲν γὰρ θεσπέσιος Ἰωήλ ἐπ’ αὐτοῖς ἤδη τέρμασι τῆς αὐτοῦ προφητείας “ Αἴ- “ γυπτος, φησὶν, εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς " πεδίον ἀφανισμοῦ ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθ’ ὧν ἐξέχεον “ αἷμα δίκαιον ἐν τῆ γῆ αὐτῶν·” ὁ δὲ τῆς Ἰδουμαίας τὸν ἀφανισμὸν τίνα τε τρόπον καὶ ὅπως ἔσται, κατὰ καιροὺς ἀφηγεῖται λεπτῶς. ἐπειδὴ δὲ τοῖς ἐντευξομένοις τῇ τοῦ βιβλίου συγγραφῆ λυσιτελὲς τὸ ἀναμαθεῖν ἀκριβῶς καὶ πρό γε τῶν ἄλλων, τίς μέν ἐστιν ἡ Ἰδουμαία, τί δὲ τὸ συμβὰν αὐτῇ, καὶ τοῦ δὴ χάριν ταῖς ἐκ θείας ὀργῆς ὑπενήνεκται συμφοραῖς, φέρε λέγωμεν, ὡς ἔνι, τὰ τοιάδε σαφῶς τοῖς φιλομαθέσι καταλεπτύνοντες. Ἰδουμαῖοι τοίνυν κέκληνται καὶ εἰσὶν οἱ ἐξ Ἡσαῦ γεγονότες. ἐπειδὴ γὰρ Ἐδὼμ ὠνό- μασται, τουτέστιν γήινος, διά τοι τὸ ἀποδόσθαι τὰ πρωτοτόκια, καὶ ἀλογῆσαι μὲν τῆς ἐντεῦθεν ὀφειλομένης αὐτῷ τιμῆς, βρώσεως δὲ μιᾶς, καὶ τοῦτο εὐτελεστάτης, ἀνθελέσθαι παράθεσιν, ταύτῃτοι καὶ Ἰδουμαίους ὠνόμαζον τοὺς ἐξ αὐτοῦ γεγονότας. καλεῖται δὲ τῶν Ἰδουμαίων ἡ χώρα καὶ Σηεὶρ καὶ Θαιμάν· καὶ Σηεὶρ μὲν διὰ τὸ λέγεσθαι δασεῖς τοὺς κατοικοῦντας αὐτὴν, δασὺς δὲ καὶ Ἠσαῦ· τετρίχωτο γάρ· Σὴρ δὲ τρίχωσις, ἤτοι τριχωτὸς ἑρμηνεύεται. ἢν δὲ καὶ ὄρος ἐν τῇ χώρᾳ Σηείρ. Θαιμὰν δὲ δὴ πάλιν, διὰ τὸ εἶναι νοτιωτάτην. νότος δὲ ὁ Θαιμὰν κατὰ τὴν τῶν Ἑβραίων φωνήν. δοκεῖ ’δε τισιν εἰρῆσθαι Θαιμὰν καὶ δι’ ἑτέραν αἰτίαν. φασὶ γὰρ ὅτι γέγονεν υἱὸς τῷ Ἡσαῦ κατὰ καιροὺς Ἐλιφὰζ, ἐκ δὲ τοῦ Ἐλιφὰζ ὁ Θαιμὰν, ἐξ οὗ καὶ ἡ χώρα Θαιμάν. καὶ ἀπόχρη μὲν ταῦτα περὶ τῆς Ἰδουμαίας καὶ τῶν ἐν αὐτῇ. ἀπολώλασι δὲ δι’ αἰτίαν τοιαύτην. πολιορκουμένης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ, καὶ ἐν τοῖς ἐσχάτοις ἡκούσης κακοῖς· ἔπιπτον γὰρ ἀναρίθμητοι τοῖς τῶν ἐθνῶν δαπανώμενοι ξίφεσι· ἀνεσώζοντό τινες μόλις, καὶ εἰς τὰς τῶν ὁμόρων ἐθνῶν χώρας ἀπεκομίζοντο· κατέβαινον δὲ οἱ πλεῖστοι μάλιστα τῶν ἐξ Ἰσραὴλ εἰς τὴν Ἰδουμαίαν, ὅμορον οὖσαν αὐτοῖς, ᾤοντό τε ὅτι καὶ συναλγήσουσιν ὡς ἀδελφοῖς, καὶ τῆς ἐξ αἵματος ἀγχιστείας δια- μεμνήσονται, καὶ ἀθλίως πεπραχόσι χαριοῦνται τὰς ἐπικουρίας. οἱ δὲ, καίτοι κατοικτεῖραι δέον ὡς ἀδελφοὺς, ἀπεδέχοντο μὲν εἰς τὴν ἑαυτῶν, ἀπέσφαττον δὲ, τὰς τῆς Ἰδουμαίας ἐκβολὰς λῃστρικῷ περιθέοντες τρόπῳ, τεθορυβημένους τε καὶ κατεπτηχότας ἁρπάζοντες. ἦσαν δὲ οὕτως ἀπάνθρωποι ὡς καὶ αὐτὴν ὑπερβαλέσθαι τῶν Βαβυλωνίων τὴν ἀγριότητα. ἐπῄεσαν γὰρ, ὡς ἔφην, ἀπολλυμένοις, ἐπιτωθάζοντες καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ὁμαιμόνων ποιούμενοι συμφοράς. ἀπῴχοντο μὲν οὖν εἰς τὴν Περσῶν τε καὶ Μηδῶν Ἰουδαῖοι τοτηνικάδε. ἐπειδὴ δὲ πεπερασμένων ἤδη τῶν ἑβδομήκοντα ἐτῶν κατηλέει Θεός· ἀνεκομίζοντο γὰρ εἰς τὴν Ἰουδαίαν· σπουδὴν ἐποιοῦντο, τήν τε πόλιν αὐτὴν ἀναδείμασθαι, καὶ τὸν ἐν αὐτῇ πάλιν ἀνεγεῖραι νεών. ἀλλ’ Ἰδουμαῖοι πάλιν οἱ ἀδελφοὶ καὶ γείτονες κατεδάκνοντο τῷ φθόνῳ, καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀπείργειν ἤθελον, συναγείροντες τοὺς ὁμόφρονας καὶ περιοικοῦντας βαρβάρους, καὶ δὴ καὶ εἰς μάχην ἤεσαν. πεπτώκασι δὲ καὶ ἀπολώλασιν ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ, Θεοῦ προασπίζοντος τῶν ἐξ Ἰσραήλ. ἐπειδὴ δὲ τῶν ἀλλοφύλων φορτικώτεροι γεγόνασιν Ἰδουμαῖοι, κατέδραμον αὐτῶν τὴν χώραν οἱ ἐξ Ἰσραὴλ, καὶ ἀπέκτειναν μὲν τοὺς ἐν αὐτῇ, τρυμαλιὰς δὲ πετρῶν καὶ σπήλαια καὶ γῆς καταδύσεις διερευνώμενοι, τοὺς εὑρισκομένους ἀπέσφαττον.
Ὅρασις Ἀβδιού· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ Ἀκοὴν ἤκουσα παρὰ Κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ’ αὐτὴν εἰς πόλεμον. ὅλον ἡμῖν τῆς ἑαυτοῦ προφητείας ἐν τούτοις, ἤγουν τῆς ὁράσεως διερμηνεύει τὸν σκοπὸν, καὶ ὅποι ποτὲ βλέπει διατρανοῖ. ὅτι γὰρ ἐπὶ τοῖς ἔσεσθαι μέλλουσι κατὰ τῆς Ἰδουμαίας ἡ ὅρασις αὐτῷ, πειρᾶται πληροφορεῖν. ἐμπεδοῖ γὰρ πρὸς πίστιν τοὺς ἀκροωμένους, καὶ ὅτι πάντη τε καὶ πάντως συμβήσεται τὸ λαλούμενον, ἀναπείθειν πειρᾶται λέγων ὡς ἥκιστα μὲν αὐτοῦ, Θεοῦ δὲ μᾶλλον εἶεν οἱ λόγοι. ἔφη τοίνυν ἀκοὴν ἀκοῦσαι παρὰ Θεοῦ κατὰ τῆς Ἰδουμαίας. καὶ τίς ἂν νοοῖτο πάλιν, εὐθὺς αὐτὸς διεσάφησεν, προσθεὶς ὅτι περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. ἔθνη δὲ, ποῖα; τὰ τῆς Ἰδουτριμαλιὰς μαίας. κατ’ αὐτῶν γὰρ ἀπεστάλθαι φησὶ τὴν περιοχὴν, ἤτοι πολιορκίαν, ἤγουν συγκλεισμὸν, τοῦ θείου κρίματος συνωθοῦντος ἀναγκαίως εἰς τὸ παθεῖν τὴν ἐρήμωσιν.
Ἣ καὶ καθ’ ἕτερον τρόπον. τοῖς γὰρ ἔθνεσι τοῖς κύκλω τῆς Ἰδουμαίας ποιεῖσθαι προστέταχε τὴν περιοχὴν, ἤτοι τὴν πολιορκίαν. προστέταχε δὲ οὐχὶ πάντως ἐναργῶς, ἀλλ’ οἷον διανιστὰς ὡς Θεὸς, καὶ καταθήγων ἐπ’ αὐτοὺς, ἃ καὶ τοῖς θείοις ἀναπεπεισμένα νεύμασι προτροπάδην ἀλλήλοις μονονουχὶ διακεκραγότα φασίν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ’ αὐτὴν εἰς πόλεμον. συνεισβεβλήκασι γὰρ τοῖς ἐξ Ἰσραὴλ καταδῃοῦσι τὴν Ἰδουμαίαν καὶ τὰ περίοικα τῶν ἐθνῶν.
Ἴδου ὀλιγοστὸν δέδωκά σε έν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόφρα. ἠ ὐπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψὼν κατοικίαν αὐτοῦ, λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ Τις με κατάξει επὶ τὴν γῆν; ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἀνὰ μέσον τῶν ἄστρων οῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.
Ολιγοστὸν αὐτὸν ἐν τοῖς ἔθνεσι τεθεῖσθαί φησι καὶ ἠτιμωμένον διὰ τὸ παντελῶς εὐαριθμήτους γενέσθαι, εἰ πρὸς τῶν ἐπιόντων τὴν πληθὺν συγκρίνοιντο· πλεῖστοι γὰρ, ὡς ἔφην, οἱ κατ’ αὐτῶν τεθηγμένοι. ἢ ὀλιγοστοὺς γενέσθαι φησὶν, ὡς δαπανήσαντος τοῦ πολέμου, καὶ εἰς ὀλίγους περιστήσαντος κομιδῇ τὸ γένος αὐτοῖς. ἐκ πολλῆς δὲ ἄγαν ἀβελτηρίας διακένοις κεχρῆσθαι φυσήμασι τὸν Ἰδουμαῖον ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνει λόγος. ᾤετο γὰρ δυσάλωτος ἔσεσθαι τοῖς ἐχθροῖς, οὐ διά γε τὴν ἐνοῦσαν ἀλκὴν αὐτῷ καὶ τὸ ἐν πολέμοις εὐτεχνὲς, ἀλλ’ ὅτι τὸ τραχὺ καὶ δύσβατον τῆς χώρας ἀποχρήσειν ἔμελλε πρὸς σωτηρίαν αὐτοῖς. ὄχθοι γὰρ ἦσαν ἁπανταχῆ, καὶ πετρῶν ἀκρωνυχίαι δεινὸν κατεκνεύουσαι, καὶ βουνῶν ἀγριότης, καὶ ὀρῶν ὑψώματα. τί οὖν, φησὶ, τῆς τῶν ἐπιόντων χειρὸς μάτην καταλαζονεύεσθε; εἰ γὰρ καὶ κατῴκηκας ἐν χώρᾳ πολὺ λαχούσῃ τὸ δύσβατον, ἠρμένῃ τε ὑψοῦ, κἂν εἰ γένοιό τις ἀετὸς, οἷον ἐναέριον αὐτοῦ τὴν καλιὰν ἔχων· ὑπερβολικὸς δὲ πάλιν ὁ λόγος· ἀλλ’ οὖν ἐκεῖθεν καταῤῥαχθήσῃ, Θεοῦ κατασύροντος· ἀδυνατεῖ γὰρ αὐτῷ παντελῶς οὐδέν.
Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτὸς, ποῦ ἂν ἀπεῤῥίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ πρυγηταὶ εἰσῆλθον πρὸς σὲ, οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδας; πῶς ἐξηρευνήθη Ἡσαῦ, καὶ κατελήφθη αὐτοῦ τὰ κεκρυμμένα;
Ἤδη φθάσαντες εἴπομεν, ὅτι καὶ ῥωχμὰς ὀρῶν, σπήλαιά τε καὶ διασφαγὰς ἐν πέτραις, δρυμούς τε διερευνώμενοι τοὺς Ἰδουμαίους ἀπέσφαττον, οἱ τοῖς ἐξ Ἰσραὴλ συνεισβεβληκότες καὶ συνεπιτιθέμενοι τῶν ἑτερογενῶν, ὡς ὀλίγους παντελῶς, ἢ μηδένα τοπαράπαν ἰσχῦσαι διαφυγεῖν. ἐπιτωθάζει δὴ οὖν ὁ λόγος αὐτοῖς, καὶ οἱονείπως ἐν ἤθει κατειρωνεύετεαι καί φησιν Εί λῃστρικῆς ἐφόδου πεπείρασο, καί σοι τὰ κλεπτῶν ἐπεφοίτησε γένη, οὐκ ἂν ἠρκέσθησαν τῷ λαβεῖν, ἅπερ ἦν εἰκὸς ἀρκέσειν αὐτοῖς; εἰ δὲ δὴ καὶ ἀμπέλου δίκην ἀπετρύγων τινὲς, οὐκ ἂν διέλαθεν ἡ ἐπιφυλλὶς, καίτοι περιεργότατον ὄντα λίαν, τῶν ἀποτρυγᾶν εἰωθότων τὸν ὀφθαλμόν; ἀλλ’ ἦν ἀνάγκη τοῦτο παθεῖν καὶ οὐχ ἑκοῦσιν αὐτοῖς, ὅτι τοῖς μὲν κλέπτουσιν ἀεὶ τὸ δεῖμα παρεγγυᾷ τὴν φυγὴν, καὶ τὸ οἴχεσθαι λαθόντας, καὶ εἴ τι τῶν ἑτοίμων ἁρπάσειαν, ἀποχρῶν εἶναι δοκεῖ πρὸς θυμηδίαν αὐτοῖς· τοῖς γεμὴν τρυγῶσιν ἐμποδὼν ἀεὶ πρὸς ἔρευναν ἡ φυλλὰς παραιρουμένη καὶ ὑποκλέπτουσα τὸ λαθεῖν δυνάμενον, ἀλλὰ σοί φησιν, ὦ Ἡσαῦ, τουτέστιν, ὦ ἐξ αἵματος τοῦ Ἡσαῦ Ἰδουμαῖε, τὰ χείρω παθεῖν συμβέβηκε· κατελήφθησαν γὰρ τὰ κακρυμμένα, καὶ διέλαθε μὲν οὐδεὶς, ἀνόνητος δὲ καὶ ἡ φυγὴ, καὶ αὐτὴ τῶν τόπων ἡ δυσχωρία.
Ἕως τῶ ὁμῶ σου ἐξαπέστειλάν σε· πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι, ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου· συνεσθίοντές σοι ἔθηκαν ἔνεδρα ὑποκάτω θοῦ, οὐκ ἔστι σύνεσις ἐν αὐτοῖς. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ. καὶ πτοηθήσονται οἱ μαχηταί σου ὁ ἐκ Θαιμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ, διὰ ὦι σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ· καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα· ἀρ’ ἦς ἡμέρας ἀντέστης ἐξεναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.
Οτε κωλύειν ἤθελον τοὺς ἐξ Ἰσραὴλ οἰκοδομοῦντας τὸν νεὼν καὶ τὴν ἁγίαν πόλιν ἀνατειχίζοντας, οἱ ἐξ αἵματος Ἡσαῦ, ὁμοψυχίας συνθήκας πρὸς τὰ περίοικα τῶν ἐθνῶν ἐποιήσαντο, καθάπερ εἴπομεν ἤδη. ἐπειδὴ δὲ συμβέβηκεν ἁλῶναι τὴν χώραν αὐτῶν καταστρατευόντων τῶν ἐξ Ἰσραὴλ, τότε καὶ οἱ πάλαι γνήσιοι καὶ συνωμόται καὶ συνασπισταὶ τῶν ἄλλων ἁπάντων γεγόνασι φορτικώτεροι καταδῃοῦντες δὴ καὶ μαχόμενοι. ὁ πόλεμος τοίνυν φησὶν ἕως τῶν ὁρίων σου ἐξαπέστειλέ σε, τουτέστιν ἀφανῆ σε γενέσθαι παρεσκεύασε· τοῦτο γὰρ τὸ ἐξαπέστειλεν· οὐ μέρη τῆς σῆς ἐπεισπηδήσας χώρας, ἀλλ’ ὅλην ἑλὼν κατὰ κράτος, καὶ μέχρις ὅρων αὐτῶν ἀγαγὼν εἰς ἐρήμωσιν. ἀντέστησαν δὲ, καὶ πεπολεμήκασι πρὸς σὲ, φησὶν, οὓς ἦν τάχα που καὶ λίαν εἰκὸς, κατά γε τὴν σὴν ἐλπίδα, καὶ ἐπαλγύνεσθαι πεπονθότι σοι. ἀλλ’ ἔθηκαν ἔνεδρα ὑποκάτω σου, παρ’ ὧν σώζεσθαι προσεδόκησας. ἐν δὲ τῷ Οὐκ ἔστιν σύνεσις ἐν αὐτῷ, τοιαύτη τις ἐμφέρεται ἔννοια. σοφούς τε καὶ συνετοὺς ὠνόμαζον τοὺς ψευδομάντεις καὶ βωμολόχους, τοὺς ἀπατεῶνας καὶ οἰωνοσκόπους, καὶ τοὺς τῶν ἄστρων τὰ ψευδῆ μυθάρια καταχέοντας, οἵ τινες εἰς τοῦτο ληρωδίας ἥκουσιν, ὡς ἐντεῦθεν δύνασθαι καὶ τὴν τῶν ἐσομένων γνῶσιν ἑλεῖν φληνάφως ὑπονοεῖν. ἀνεπτόηντο δὲ πρὸς τοῦτο λίαν οἱ ταῖς τῶν εἰδώλων λατρείαις ἐμβεβληκότες. τοῦτο καὶ αὐτοὶ μετὰ τῶν ἄλλων ἠῤῥωστηκότες οἱ Ἰδουμαῖοι, μέλλοντος ἤδη τοῦ πολεμοῦ περιαγγέλλεσθαι, κατεσκέπτοντο μὲν τῶν ἐκβησομένων τὸ πέρας· συναγείροντες δὲ τοὺς ἔν γε δὴ τούτοις σοφοὺς, ἀπαγγέλλειν ἐκέλευον, ὅποι ποτὲ ἄρα βαδιεῖται αὐτοῖς τὰ τοῦ πολέμου. οἱ δὲ, κατὰ τὸ εἰκὸς, κατεμαντεύοντο αὐτοῖς τὸ νικᾶν, ἁλλ’ ἥλωσαν καὶ πεπτώκασι, διαμαρτούσης αὐτοῖς τῆς τέχνης· ἠλέγχοντο δὲ καὶ ἀσύνετοι παντελῶς ψευδοεποῦντες οἱ δείλαιοι. ὅτι δὲ καίτοι πάλαι θρασεῖς ὄντες οἱ ἐκ Θαιμὰν, αὐτοὶ δὴ πάλιν οἱ Ἰδουμαῖοι ἄνανδροι ἔσονται καὶ περιδεεῖς, κατεαὐτῶν σήμηνε προσθεὶς ὅτι προηθησονται οἱ μαχηται σου οἱ ἐκ Θαιμαν, ὅπως ἐξαρῇ ἅνθρωπας ἐξ ὄρους ῾ Ησαῦ, τουτέστιν, ἄχρις ἂν ἀπόλοιντο μέχρι καὶ ἑνὸς τῶν ἐκ τῆς Ἴδου μαίας. καθίστησι γοῦν ἐναργῆ τὴν αἰτίαν τῆς ἐπενηνεγμένης συμφορᾶς, ὅτι δια τὴν σφαγὴν καὶ τὴν ἀσεβειαν τὴν εἰς τὸν ὰδελφλν σου. ἐπειδὴ γὰρ ἀνῄρηκας, φησὶ, τὸν ἐξ αἵματος ἐγγὺς κατὰ ἀγχιστείαν, τουτέστι, τὸν ᾿ Ιακὼβ, ἤτοι τοὺς ἐξ ᾿ Ιακὼβ, δαπανηθήσῃ πολέμῳ, καὶ εἰσάπαν ἔση κατεφθαρμένος, αἰσχύνης τε ἔμπλεως καὶ ἐντροπῆς. ὅτι δὲ καὶ ἀναπόβλητον ἕξουσι τὸ συμβεβηκὸς, καὶ ταῖς οὕτω δειναῖς ἐναπομενοῦσι συμφοραῖς, διαμεμήνυκεν εἰπών Καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. ἐν δὲ τῷ Ἀφ’ ἦς ἡμέρας, ὑπομιμνήσκει τοῦ καιροῦ, καθ’ ὃν τῶν Βαβυλωνίων ᾑρηκότων τὴν Ἰουδαίαν, καὶ διαρπαζόντων τὰ ἐν αὐτῇ, καὶ κλήρῳ λαχόντων τὰ ἐκ τῆς ῾ Ιερουσαλὴμ συναγηγερμένα, αὐτοὶ τοὺς φέυγοντας λοχῶντες ἀπέσφαττον, καὶ οἱονεὶ συνειργάζοντο τοῖς ἀλλογενέσι καὶ τοῖς τοὺς ἐξ Ἰακὼβ ἀποφέρουσιν εἰς αἰχμαλωσίαν. ἥλωσαν δὴ οὖν ταῖς τῶν ἀδελφῶν συμφοραῖς ἐπιθρώσκοντες, καὶ ὀλίγα τοῖς Βαβυλωνίοις παραχωροῦντες εἰς ἀγριότητα.
Καὶ μὴ ἐπίδης ἦμέραν ἀδελφοῦ σου ἐν ἦμέρᾳ ἀλλοτρίων, κὼ μὴ ἐπιχαρής ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἧμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσης ἐν ἡμέρᾳ θλιψεως, μηδὲ εῖσέλθης εἰς πύλας λαῶν ἐν ἦμέρᾳ πόνων αὐτῶν· μηδέ ἐπίδης καὶ οὐ τὴν συνσγωγὴν αὐτῶν ἐν ήμέρᾳ ὀλέΘρου αὐτῶν, μηδὲ συνεπιθῇ ἐπί τῆν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· μὴ ἐπιοτῆς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, τοῦ ἐζολοθρεῦσαι τοὺς ανασωζομένους αὐτῶν, μηδὲ συγκλείσης τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν θλίψεως.
Απαριθμεῖται δὴ πάλιν τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, σκληροὺς καὶ ἀφιλοικτίρμονας γεγονότας δεικνύων. ἐσχημάτισται δὲ ὁ λόγος, οἱονεὶ πληττομένοις τε ἤδη καὶ αἰκιζομένοις, ἐπιφωνοῦντος Θεοῦ καὶ τὸν τῆς ἁμαρτίας τρόπον κατονειδίζοντος. τὸ δὲ ἐπιδεῖν ἐστι τὸ ἐπιγελᾶσαί τε καὶ ἐφησθῆναι κάμνουσιν ἀδελφοῖς, καὶ δυμησίας ἀφορμὴν τὰς τῶν ἑτέρων ποιεῖσθαι συμφορὰς, καίτοι τῆς θείας λεγούσης γραφῆς, μὴ δεῖν ὅλως ἐπιμειδιᾶν τοῖς κάμνουσιν. ἐν δὲ καὶ τῷ μὴ ἐπιχαρῇς καὶ τοῖς λοιποῖς, ἀπαριθμεῖται δὴ πάλιν τὰ τοῦ ῾ Ιδομαίου ἐγκλήματα, σκληρὸν καὶ ἀφιλοικτίρμονα γεγονότα δεικνύων, καὶ τοῦτο εἰς ἀδελφούς. μὴ γὰρ δή φησιν ἐν ἴσῳ τοῖς Ἀσσυρίοις εἴσω καὶ αὐτὸς ἐπείγου πυλῶν, οὐ χεῖρα τὴν ἐπαμύνουσαν εἰσφέρων, ὡς ἀδελφοῖς, καταδῃώσων δὲ μᾶλλον. καὶ μὴ ἐπίδης συναγωγὴν ἀθλίως ἀθλίως ὀλοθρευομένην· μήτε μὴν ἐπιφορτίσῃς τοῖς παρὰ σοῦ σφόδρα κατηχθισμένοις· νοῖς· μήτε μὴν τοῖς φεύγουσιν ἕσο πάγη, τηρῶν τὰς διεκβολὰς καὶ βρόχους ἱστὰς, ὡς ἂν μηδεὶς ἀνασώζοιτο ταῖς σαῖς ἐναλοὺς ἀφιλοστοργίαις, κἂν εἰ τὸ τῶν δυσμενῶν δία. δράμῃ ξίφος. πανταχῆ δὲ ὁ λόγος τῆς Ἰδουμαίων ἀπανθρωπίας κατηγορεῖ, ἵνα δὴ πάλιν ὅσιόν τε καὶ ἀνεπίληπτον ἀληθῶς τὸ θεῖον ὁρῷτο κρῖμα, κολαζομένων μένων ἐν δίκῃ τῶν ἐκεῖνα πεπλημμεληκότων.
Διότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὅν τρόποι ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου. διότι ὅν τρόπον ἔπιες ἐπί τὸ ὄρος τὸ ὅγιόν μου, πίονται πάντα τά ἔθνη οἶνον, πίονται καὶ καταβήσονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες· ἐν δὲ τῶ̣ ὄρει Σιὼν ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον.
Προαναφωνεῖ πάλιν τὸν τοῦ πολέμου καιρὸν, καθ’ ὃν ἐν κοιλάδι τῇ τοῦ Ἰωσαφὰτ συναγηγερμένα τοῖς Ἰδουμαίοις ὁμοῦ καὶ τὰ πρόσοικα τῶν ἐθνῶν πικρὰς ἐξῄτηνται δίκας. ἡμέραν δὲ αὐτὴν ὀνομάζει κυροῦ. Θεὸς γὰρ ἦν ὁ παραδιδοὺς τοῖς ἐξ τοὺς τοὺς ἀνοσίως ἠδικηκότας· ὅτι δὲ ὁσίῳ κρίματι κολασθήσονται, διατρανοῖ λέγων Ὅν τρόπον εποίησας, οὕτως ἔσται σοι. ταλαντεύει γὰρ ἢ θεία φύσις τὰ ἑκάστου πταίσματα, καὶ ἰσοπαλῆ πάντως ἀντεπάγει τὴν δίκην, οἷς ἂν ἕκαστος ἁλίσκοιτο πεπλημμεληκώς. ἐν δὲ τῷ δίοτι ὃν τρόπον ἔπιες, τοιόνδε τι παραδηλοῖ· ἔθος που τάχα τοῖς κρατήσασι τῶν ἐχθρῶν, καταλαζονεύεσθαι μὲν τῶν κεκρατημένων, ἐορτὰς δὲ καὶ πότους ἐπιτελεῖν, καὶ δὴ καὶ ἐπινικίους καταλαλαζειν φωνὰς καὶ τὰ μέθης ἔργα πληροῦν. ὡς οὖν ἐπετώθασας, φησὶ, καὶ κατεσκίρτησας τῶν ἐξ Ἰσραὴλ, πίνων τε καὶ κατορχούμενος, καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ἀδελφῶν ποιούμενος συμφορὰς, οὕτω πίονται καὶ κατορχήσονταί σου πάντα τὰ ἔνη· καὶ καταβήσονται μὲν κατὰ σοῦ, τουτέστι, τῆς σῆς καταδραμοῦνται χώρας. καταλογισθήσῃ δὲ καὶ αὐτὸς ἐν τοῖς οὐχ ὑπαρχουσιν. ὀλοθρευθήσῃ γὰρ οὕτως, ὡς δοκεῖν ἤδη πὼς μηδ’ ὑπάρξαι ποτέ. ὄρος δὲ Σιῶν τὴν Ἐκκλησιαν ἡ θεόπνευστος ὀνομάζει γραφή· ὑψηλὴ γὰρ ὄντως, καὶ ακοπευτήριον ἀληθῶς, ἁγία δὲ πρὸς τούτοις, εἴπερ ἐστὶν οἶκός τε καὶ πόλις τοῦ παναγίου Θεοῦ.
Καὶ κατακγηρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κατακληρονομήσαντας αύτούς· καὶ σται ὁ οίκος Ιακὼβ Πύρ’ καὶ δ οικος ᾿Ιωσὴφ φλόξ, ὁ δὲ οἶκος ῾ Ησαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονγαι εἰς αὐτοὺς, καὶ καταφάγονται αὐτοὐς, καὶ οὐκ ἔσται πυροφόρος τῷ οἴκῳ ῾ Ησαῦ, διότι Κύριος ἐλάλησεν. καὶ οἱ ἐν ηαγὲβ ηαγέβ τὸ ὄρος τὸ ‘ησαῦ καὶ οἱ τούς ἀλλοφύλους· καὶ κατακληρονομήσουσιν τὸ ὄρος τὸ Ἐφραΐμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμίν καὶ τὴν Γαλααδῖτιν.
Ωήθη μὲν ὁ ἀπόπληκτος Ἰδουμαῖος κλῆρον ἕξειν τὸν οἶκον Ἰακὼβ, τουτέστι τοὺς ἐκ σπέρματος Ιακὼβ, καὶ δὴ καὶ κατεμερίζετο τὴν γῆν, συγκαταδῃώσας αὐτήν. ἀλλ’ ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς ἀδοκήτως ἀντεστραμμένον, κλῆρος γὰρ ἔσονται τῶν ἐξ Ἰακώβ. δαπανηθήσονται οὕτως, ὡς ἂν εἰ καὶ ὑπὸ φλογὸς καλάμη. ἔσται γὰρ πῦρ ὁ ὀλὸς Ιακὠβ, φλογὸς δὲ δυνάμεσι παραχωρήσειεν ἂν οὐδὲν ὁ οἶκος Ἰωσήφ. καταβρωθήσονται δὴ οὖν εἰσάπαν, ὡς ἕνα πυροφόρον μὴ ἂν εὑρεῖν δύνασθαί τινας ἐξ ὁλοκλήρου φυλῆς ἢ ἔθνους. ἔοικε δὲ ὁ λόγος ἀκολούθως τῇ τροπῇ πυροφόρον εἰπεῖν, πῦρ γὰρ ὠνόμασε τὸν οἶκον Ἰακὼβ, φλόγα δὲ δὴ αὖ τὸν Ιωσήφ. καὶ οῖκος μὲν Ἰακὼβ νοοῖντ’ ἂν οἱ ἐξ Ιούδα καὶ Βενιαμὶν, οἶκος γεμὴν Ιωσὴφ οἱ ἐν τῆ Σαμαρείᾳ, τουτέστιν αἱ δέκα φυλαὶ, ὧν οἱ βασιλεῖς ἐκ φυλῆς Εφραΐμ γεγόνασι κατὰ καιροὺς, Μανασσῆς δὲ καὶ Ἐφραΐμ ἤστην ἐξ Ιωσήφ. ἐν δὲ τῷ κατακληρονομήσουσιν οἱ ἐν ηαγὲβ, τόδε σημαίνεται. ὅτε γὰρ τὴν ἐνεγκοῦσαν ἀφέντες κατὰ τῶν ῾ Ιεροσολύμων ᾔεσαν οἱ Βαβυλώνιοι, κατεξανιστάντος αὐτοὺς εἰς μάχην τοῦ Ναβουχοδονόσορ, συμβέβηκεν ἀναγκαίως ἅπασαν μὲν τὴν τῶν Ἰουδαίων καταδῃωθῆναι χώραν, ἐνεχθῆναι δὲ λοιπὸν εἰς τοῦτο ταλαιπωρίας, ὡς ἐν ἐρημίᾳ καταστῆναι παντελεῖ καὶ τῶν ἐνοικούντων ὁρᾶσθαι γυμνήν. ἐπειδὴ δὲ Θεοῦ κατοικτείραντος, καὶ τῶν τῆς αἰχμαλωσίας ἀνέντος βρόχων, ἀνεκομίσθησαν πάλιν εἰς τὴν ἑαυτῶν, τοσοῦτον αὐτοὺς κατευρυνθήσεσθαι λέγει, καὶ εἰς πολύανδρον ἐπιδοῦναι πληθὺν, ὡς καὶ τὰς τῶν ὁμόρων ἐθνῶν κατανεμηθῆναι χώρας, στενοχωρουμένης κατὰ τὸ εἰκὸς τῆς Ἰουδαίας. εὐλογίας δὲ τοῦτο τῆς παρὰ Θεοῦ σημεῖον ἃν γένοιτο μάλα σαφές. οἱ γὰρ ἐν τῆ Νόιγέβ φησι, τουτέστιν οἱ πρὸς νότον. νότος γὰρ ἡ Ναγὲβ ἑρμηνεύεται· κλῆρον ποιήσονται τὸ ὄρος τὸ Ησαυ, τουτέστι τὴν Ἰδουμαίαν. νοτίαν γὰρ οὖσαν κατανεμηθήσονται πάντως ὡς γείτονα καὶ ὅμορον οἱ τὰ νότια τῆς Ἰουδαίας κατῳκηκότες. οἱ δὲ ἐν τῇ Σεφηλᾶ, τουτέστιν οἱ ἐν τῆ πεδινῇ· μοίρα δὲ καὶ αὕτη τῆς Ἰουδαίων χώρας βορειοτέρα που πάντως· κληρονομήσουσι τοὺς ἀλλοφύλους. λέγει δὲ τοὺς Φυλιστιεὶμ, ἤτοι Παλαιστηνούς. καθέξουσι δὲ οὐδὲν ἧττον τὸ ὄρος τὸ Ἐφραιμ, τὴν Σαμάρειαν, τὴν Βενιαμὶν, τὴν Γαλαασῖτιν. κλῆροι δὲ οὗτοι ταῖς τοῦ Ισραὴλ φυλαῖς ἐκνεμηθέντες κατὰ καιροὺς, στρατηγοῦντος Ἰησοῦ τοῦ μετὰ Μωυσέα. ἐπειδὴ δὲ ἠρήμωνται διὰ Ἀσσυρίων καὶ πρὶν ἀφικέσθαι τὸν Ναβουχοδονόσορ, ὑπὸ τῶν Φουλὰ καὶ Σαλμανασὰρ βασιλέων, ταύτῃτοι καὶ αὐτὰς κατοικηθήσεσθαι λέγει καὶ τὴν πάλαι συμβᾶσαν διαθυγεῖν ἐρημίαν.
Καὶ τῆς μετοικεσιας ἡ ἄρμ’ αὕτη τοῖς υἱοῖς Ἰσραὴλ, γῆ τῶν χαναναίων ἔως Σαρεπεῶν, καὶ ἡ μετοικεσία ῾ Ιερουσαλήμ ἕως Ἐφραθά· καὶ κατακληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ. καὶ ἀναβήσονται ἄνδρες σεσωσμένοι ἕε ὄρους Σιὼν τοῦ ἐκδικῆσαι τό ὄρος τὸ Ἡσαῦ, καὶ ἔσται τῷ κορίῳ ἡ βασιλεία.
Μετοικεσίαν ἐνθάδε φησὶ τοὺς ἐκ τῆς ῾ Ιερουσαλὴμ, ἤγουν τῆς Ἰουδαίας ἁπάσης εἰς Βαβυλῶνα μετῳκισμένους. ἀρχὴν δὲ αὐτῶν ἔσεσθαι φησι τὸν ὑπὸ χεῖρά τε καὶ ἐξουσίαν ἐσόμενον κλῆρον· οἷον ὡς εἴ τις ἐπ’ ἄρχοντος λέγει τὴν τοῦ δεῖνος τυχὸν ἀρχήν. ἔσται τοίνυν φησὶ τοῖς πάλαι μετῳκισμένοις ἀρχή τε καὶ κλῆρος ἡ γῆ τὦν Χαναναίων· φησὶ δὲ τὴν Ἀραβίαν, καὶ ἕως Σηιιεπτῶν, ἥτις ἐστὶ τῆς Σιδωνίας, ἵνα διὰ τούτου τὴν Φοινίκων ἐννοῇς. παραταθήσεται δέ φησι καὶ ἕως Ἐφραθα, ἤγουν ὡς ἐκδέδοται παρὰ τῶν ἑτέρων ἑρμηνευτῶν, καὶ μέχρι Βοσπόρου, ὅ ἐστι, τὰ νοτιώτατα τῆς ἕω μέρη. ποιήσονται δέ φησιν ὑφ’ ἑαυτοῖς καὶ τὰς πόλεις τοῦ Ναγέβ, τουτέστι τοῦ νότου. ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ λόγος τὰ Ἰνδικὰ κατασημαίνειν ἔθνη· νοτιώτατοι γὰρ οἱ Ινδοὶ καὶ αἱ τούτων χῶραι. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Πάντα αὐτῶν ἔσται πλήρη, τὰ πρὸς νότον, τὰ πρὸς βορρᾶν, τὰ πρὸς ἕω, τὰ πρὸς δύσιν, καὶ πᾶσαν ἁπλῶς καθέξουσι πόλιν τε καὶ χώραν. ἐν δὲ τῷ καὶ ἀναβησονται ἄνδρες ἀνακεφαλαιοῦται τρόπον τινὰ τῆς προφητείας τὸν σκοπόν. οἱ γὰρ τῆς Σιῶν οἰκήτορες, φησὶν, ἀνασεσωσμένοι παρὰ Θεοῦ, καὶ τὰ τῆς αἰχμαλωσίας διαρρήξαντες δεσμὰ, κατὰ καιροὺς ἀναβήσονται καὶ ποιήσουσιν ἐκδίκησιν εἰς τὸ ὄρος τοῦ πεπολεμήκασι γὰρ, ὡς ἔφην, πρὸς Ἰδουμαίους μετὰ τοὺς αἰχμαλωσίας καιροὺς, καὶ βεβασίλευκεν ἐπ’ αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, καίτοι πάλαι τὸ χρῆμα παρωθούμενος, καὶ τῆς Ἰουδαίας ἀποφοιτῶν διὰ τὴν ἀπόστασιν. λελατρεύκασι γὰρ εἰδώλοις, καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς. ἐπειδὴ δὲ κατῄεσαν, εἰσεδέξατο πάλιν καὶ βεβασίλευκεν ἐπ’ αὐτούς· φιλάνθρωπος γὰρ καὶ εὐμενὴς ὁ Δεσπότης, καὶ τοῖς προσκροὺουσιν εὐδιάλλακτος· εἰ μόνον μικράν τινα πρὸς αὐτὸν ἐπιστροφὴν ἐνδεικνύμεθα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Commentary jonah: Του Αυτου Εξηγσις Εις Τον Προφητην Ιωναν
Ὁ ΘΕΣΠΕΣΙΟΣ Ἰωνᾶς πατρὸς μὲν ἐξέφυ τοῦ Ἀμαθὶ, ὥρμητο γεμὴν ἐκ Γεθχοβέρ· πολίχνιον δὲ τοῦτο τῆς Ἰουδαίων γῆς, ἤτοι κώμη, κατά γε τὸν εἰκότα λόγον. ἔοικε δὲ τοὺς τῆς προφητείας πεποιῆσθαι λόγους κατ’ ἐκεῖνον τὸν καιρὸν, καθ’ ὃν καὶ οἱ πρὸ αὐτοῦ Ὠσηέ τε φημὶ καὶ καὶ Μιχαίας καὶ οἱ λοιποί. πλεῖστα δὲ ὅσα τοῖς Ἰουδαίων δήμοις κατίδοι τις ἃν αὐτὸν κεχρησμῳδηκότα, καὶ τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύσαντα λόγους, καὶ τὰ ἐσόμενα σαφῶς προαπηγγελκότα. ἔγγραφος μὲν οὖν τῆς παρ’ αὐτοῦ προφητείας λόγος ἕτερος οὐδεὶς παρὰ τοῦτόν ἐστιν. ὅτι δὲ διατετέλεκε ταῖς Ἰουδαίων ἀγέλαις τὰ κατὰ καιροὺς ἐσόμενα προαναφωνῶν, μεμαρτύρηκεν ἡ θεόπνευστος γραφή. ἐν γὰρ 1 τῇ τετάρτη τῶν βασιλειῶν ποιεῖται μὲν τοὺς λόγους τὸ γράμμα τὸ ἱερὸν περὶ τοῦ Ἱεροβοὰμ, οὐχὶ δὴ τοῦ καὶ ἐν ἀρχαῖς, ὃς ἦν τοῦ Ναβὰτ, ὃς καὶ ἐξήμαρτε τὸν Ἰσ- καθὰ γέγραπται, δαμάλεσι δηλονότι ταῖς χρυσαῖς προσκυνεῖν ἀναπείσας, ἀλλ’ ἑτέρου πάλιν Ἱεροβοὰμ μετὰ πολλοὺς γεγονότος· τίνα δὲ προανήγγειλεν ὁ μακάριος Ιωνᾶς, διεσάφησε λέγον “Οὗτος ἀπέστησε τὸ ὅριον Ἰσ- “ραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, “κατὰ τὸ ῥῆμα κυρίου Θεοῦ Ἰσραὴλ, ὃ ἐλάλησεν ἐν χειρὶ “δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐκ “Γεθχοβέρ ὅτι ἐπεῖδε κύριος ἐπὶ τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα· καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους· καὶ οὐκ ἦν ὁ βοηθῶν “τῷ Ἰσραήλ· καὶ οὐκ ἐλάλησε κύριος ἐξαλεῖψαι τὸ “σπέρμα ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς ἐκ “χειρὸς Ιεροβοὰμ υἱοῦ Ἰωάς.’’ τὸ δὲ ἐκ χειρός φησιν ἀντὶ τοῦ διὰ χειρός. Ἱεροβοὰμ γὰρ, ὡς ἔφην, ὁ τοῦ Ἰωὰς πεπολέμηκε πρὸς τοὺς ἀλλοφύλους, καὶ πόλεις διηρπασμένας τῆς Ἰουδαίων γῆς ὑφ’ ἑαυτὸν πεποίηται πάλιν, καὶ βεβοήθηκεν οὐ μετρίως τοῖς ἐξ Ἰσραὴλ, Θεοῦ προασπίζοντος καὶ διασώζειν ἐθέλοντος, καίτοι πρὸς λῆξιν ἥκοντας τῆς ἁπασῶν ἐσχάτης ταλαιπωρίας. οὐκοῦν γεγόνασι μὲν καὶ ἕτεροι προφητειας λόγοι κατὰ καιροὺς τῷ μακαρίῳ Ιωνᾷ, ἀναγέγραπται δὲ τὰ περὶ αὐτοῦ νυνὶ χρησίμως τε καὶ οἰκονομικῶς. ἀξιάκουστον γὰρ τὸ χρῆμα, τὸ διακηρύξαι φημὶ Νινευίταις, καὶ παθεῖν τὰ μεταξύ. καταγράφει δέ πὼς ὡς ἐν σκιαῖς καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ μυστήριον. καὶ γοῦν αὐτὸς ἔφη Χριστὸς Ἰουδαίοις προσλαλῶν “Γενεὰ πονηρὰ “καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται “αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ὥσπερ γὰρ “ἦν Ἰωνᾶς ἐν τῆ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ “νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῆ “τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.”
Οὐκοῦν ἐξεικονίζεται μὲν καὶ διαπλάττεταί πὼς ἡμῖν ὡς ἔν γε τοῖς κατὰ τὸν θεσπέσιον Ἱωνᾶν τὸ Χριστοῦ μυστήριον. πλὴν ἐκεῖνο τοῖς ἐντευξομένοις εἰπεῖν οἰήσομαι δεῖν. ὅτε θεωρίας πνευματικῆς διαμορφοῦται λόγος, προκειμένου προσώπου, καὶ παραληφθέντος εἰς ὑποτύπωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, δοκιμάζειν ἀναγκαῖον τὸν σοφόν τε ἐπιστήμονα, τίνα μὲν ἀκόλουθον ὡς ἄχρηστα ποιεῖσθαι τῷ προκειμένῳ σκοπῷ, τίνα δὲ δὴ αὖ χρήσιμά τε καὶ ἀναγκαῖα, καὶ ὠφελεῖν ὅτι μάλιστα πεφυκότα τοὺς ἀκροωμένους. οἷον φέρε εἰπεῖν· προκείσθω Μωυσῆς ὁ μακάριος, ὃς παρέστησε μὲν τὸν Ἰσραὴλ τῷ Θεῷ ὑπὸ τὸ ὄρος τὸ Σινᾶ, γέγονε δὲ μεσίτης Θεοῦ καὶ ἀνθρώπων. δεδιότες γὰρ οἱ ἐξ Ἰσραὴλ ἐλιπάρουν λέγοντές “Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω “πρὸς ἡμᾶς ὁ Θεὸς, μήποτε ἀποθάνωμεν. ἀλλ’ ὅτι τὸ χρῆμα τὴν διὰ Χριστοῦ μεσιτείαν προανετύπου σαφῶς αὐτὸς ἐδίδαξεν ὁ Θεὸς καὶ Πατὴρ οὕτω λέγων “Ὀρθῶς “ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν “φῶν αὐτῶν ὥσπερ σὲ,’’ μεσιτεύοντα δηλονότι καὶ παρσταντα τῷ Θεῷ τὸ ἀνθρώπινον γένος καὶ ἀπαγγέλλοντα τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόρρητον βούλησιν. “Θήσω γὰρ τοὺς λόγους μου εἰς τὸ στόμα “τοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι.’’ παρελήφθη δὴ οὖν ὁ θεσπέσιος Μωυσῆς εἰς τύπον Χριστοῦ, ἀλλ’ οὐ πάντα τὰ Μωυσέως καὶ αὐτῷ προσάψομεν, ἵνα μή τι τῶν ἀτόπων δρῶντές τε ὁμοῦ καὶ λέγοντες ἁλισκοίμεθα. ὡμολόγει μὲν γὰρ ὁ Μωυσῆς, ὅτι τε ἰσχνόφωνος εἴη καὶ βραδύγλωσσος καὶ ἀνικάνως ἔχων εἰς ἀποστολήν· ἔφασκε γὰρ ὅτι “Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι· καὶ οὐκ εὔλαλος πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου·’’ παρεκάλει δὲ λέγων· “Δέομαι Κύριε προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστε- “λεῖς.” ἀλλ’ οὐ βραδύγλωσσος ὁ Χριστὸς, οὔτε ἰσχνόφωνος κατ’ ἐκεῖνον, ἀλλ’ ἔστιν αὐτὸς ἡ μεγάλη σάλπιγξ. οὕτω γὰρ αὐτὸν ὁ μακάριος προφήτης Ἡσαΐας ὠνόμαζε, λέγων “Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη, σαλπιοῦσι “τῇ σάλπιγγι τῆ μεγάλῃ.’’ περιαγγέλλεται γὰρ τοῦ Σωτηρος ὁ λόγος, καὶ ἀκουστὸς γέγονε τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ἔφη Δαυείδ “Θεὸς Θεὸς θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν “ἡλίου μέχρι δυσμῶν.”
Οὐκοῦν μεσιτεύει μὲν ὁ Μωυσῆς εἰς τύπον Χριστοῦ, βραδυστομεῖ δὲ οὐκ ἔτι δεικνύων τὸν τύπον ἐν ἑαυτῶ. παρελήφθη πάλιν ὁ μακάριος Ἀαρὼν εἰς ὑποτύπωσιν τοῦ Ἐμμανουήλ, τοῖς τῆς ἀρχιερωσύνης κατεστεμμένος αὐχήμασι, καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰστρέχων, καὶ στολὴν ἐκείνην ἠμφιεσμένος τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον. ἀλλ’ οὐ πάντα πάλιν τὰ αὐτοῦ Χριστῷ περιθήσομεν· οὐδὲ γὰρ ἦν ἀμώμητος παντελῶς· ἐπετιμᾶτο γάρ ποτε, καταλαλήσας Μωυσέως ὁμοῦ τῇ Μαρίᾳ. ἦν δὲ καὶ ἑτέρως οὐκ ἀνεύθυνος, μεμοσχοποιηκότος κατὰ τὴν ἔρημον τοῦ Ἰσραήλ. οὐ δὴ οὖν τὰ ὡς ἐν γράμμασί τε καὶ τύποις ταῖς πνευματικαῖς θεωρίαις χρήσιμα, ἀλλ’ εἰ πρόσωπον εἰσφέροιτό τινος ἀνατυποῦντος ἡμῖν ἐφ’ ἑαυτῷ τὸν Χριστὸν, παριππεύσομεν εἰκότως τὰ ἀνθρώπινα, μόνοις δὲ τοῖς ἀναγκαίοις ἐφιζήσομεν, πανταχῆ περιτρέποντες τὸ ὠφελεῖν πεφυκὸς εἰς τὸν τοῦ προκειμένου σκοπόν. οὕτω γὰρ δὴ καὶ ἐπὶ τοῦ θεσπεσίου συνήσομεν Ἰωνᾶ. διαμορφοῖ γὰρ ὥσπερ ἡμῖν τὸ Χριστοῦ μυστήριον.
Πλὴν οὐ πάντα τὰ συμβεβηκότα αὐτῶ νοοῖτ᾿ ἂν εἰς τοῦτο χρήσιμά τε καὶ ἀναγκαῖα· οἷον, ἀπεστάλη κηρύξαι τοῖς Νινευίταις, ἀλλ’ ἐζήτησε φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν· ἀπέσταλται καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς διακηρύξων τοῖς ἔθνεσιν, ἀλλ’ οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν, οὔτε μὴν ἐζήτησε φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός. παρεκάλει τοὺς ἐμπλέοντας ὁ Προφήτης λέγων “Ἄρατέ με καὶ ἐμβάλετε εἰς “τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ὑμῶν· κατεπόθη καὶ ὑπὸ τοῦ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ, καὶ πεπλήρωκε τὴν δισκονίαν· λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος Θεοῦ τοὺς ἀπὸ τῆς Νινευί. ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον· ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἀνεβίω τε αὖ, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν· ἐνετέλλετο γὰρ τοῖς μαθηταῖς μαθητεύειν “πάντα “τὰ ἔθνη· καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς “καὶ τοῦ Υίοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.’’ πλὴν οὐ σωζομένους ὁρῶν εἰς μετάγνωσιν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἴωνας. οὔκουν εἰ μὴ πάντα τῆς ἱστορίας ’τον λόγον εἰς τὸν τῆς πνευματικῆς θεωρίας περιτρέψομεν σκοπὸν, αἰτιάσθω μηδείς. ὥσπερ γὰρ αἰ μέλιτται λειμῶνάς τε καὶ ἄνθη περιιπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσι πρὸς τὴν τῶν κηρίων κατασκευὴν, οὕτω καὶ ὁ σοφὸς ἐξηγητὴς τὴν ἁγίαν καὶ θεόπνευστον ἀνερευνώμενος γραφὴν, τὸ τελοῦν εἰς διασάφησιν τῶν τοῦ Χριστοῦ μυστηρίων ἀεὶ συλλέγων καὶ συντιθεὶς, εὐφυᾶ τε καὶ ἀνεπίπληκτον ἀποτελέσει τὸν λόγον. ἐντεῦθεν οὖν ἡμῖν ἀρκτέον τῆς ἐξηγήσεως.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ λέγων Ανάστηθι καὶ πορεύθητι εἰς Νινευί τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.
Τὴν Ἰωνᾶ προφητείας διακονίαν τε καὶ ἀποστολὴν ἐννενοηκὼς, φαίη τις ἂν καὶ μάλα εἰκότως ἐπὶ καιροῦ, τὸ διὰ τῆς τοῦ μακαρίου Παύλου φωνῆς ὑμνούμενον Ἢ Ἰου- “ δαίων ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν ; ναὶ καὶ ἐθνῶν, εἴπερ εἷς ὁ Θεός ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ “ἀκροβυστίαν διὰ τῆς πίστεως.’’ πείρᾳ δὲ τοῦτο καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Πέτρος, ἀναπεφώνηκε λέγων “ Ἐπ’ ἀληθείας καταλαμβάνομεν, ὅτι οὐκ ἔστι ἔστι προσω- “ πολήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος “αὐτὸν καὶ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.’’ δεεημιούργηκε μὲν γὰρ αὐτὸς γῆν τε καὶ οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτοῖς, πεποίηκε δὲ τὸν ἄνθρωπον ἐν ἀρχαῖς κατ’ ἰδίαν εἰκόνα καὶ καθ’ ὁμοίωσιν, ἵνα τῶν εἰς ἀρετὴν σπουδασμάτων ἐχόμενος διαβιῴη λαμπρῶς ἐν ἁγιότητι καὶ μακαρισμῷ, καὶ τῶν αὐτοῦ χαρισμάτων πλουσίαν ἔχοι τὴν μέθεξιν. εἶτα παρεκομίσθη πρὸς ἁμαρτίαν, τοῖς τοῦ διαβόλου κακουργήασι πεφενακισμένος· μένος· ταύτῃτοι καὶ γέγονεν ἐπάρατος καὶ ὑπὸ φθοράν. προώριστο μὲν οὖν καὶ προέγνωστο πρὸ καταβολῆς κόσμου Χριστὸς εἰς τὴν τῶν ὅλων ἐπανόρθωσιν. εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ “Ἀνακεφαλαιώσασθαι τὰ “πάντα ἐν αὐτῷ, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. ἀλλ’ ἐφυλάττετο μὲν τὰ τοιάδε τῶν κατορθωμάτων γεγονότι καθ’ ἡμᾶς τῷ Μονογενεῖ, καὶ ἐπιλάμψαντι τῷ κόσμῳ μετὰ σαρκός. ὅτι δὲ τὴν ὕπερ γε τῶν πεπλανημένων φροντίδα, καὶ πρὸ τῶν τῆς ἐπιδημίας καιρῶν ἀναγκαίαν ἐποιεῖτο Θεὸς, καὶ τοῖς ἐξ ἀμαθίας ὠλισθηκόσιν ἐχαρίζετο τὴν ἐπίσκεψιν, καὶ διὰ πραγμάτων ἠθέλησε πληροφορεῖν. ταύτῃτοι προστέαχε τῷ μακαρίῳ Προφήτῃ βαδίζειν εἰς Νινευί. δὲ πόλις ἡ Νινευὶ πρὸς ἀκτῖνα κειμένη, καὶ διαβόητος, καὶ, ὥς φησιν ὁ προφήτης Ἱερεμίας “Γῆ τῶν γλυπτῶν “ ἐστι.” πλεῖσται μὲν γὰρ ὅσαι τῆς Ἰουδαίων ἦσαν ὅμοροι πόλεις, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμεναι. “Τύρος “τε γὰρ καὶ Σιδῶν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων’’ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀναριθμήτων παρ’ αὐτοῖς δαιμονίων ἕδη τε ἦσαν καὶ βωμοὶ καὶ τεμένη.
Τί οὖν, εἶπε μοι, τὰς ἐκ τῶν γειτόνων παραδραμὼν ἀποστέλλει τὸν Προφήτην εἰς Νινευὶ τὴν ἀπωτάτω κειμένην, ἐν ᾗ μάλιστα, καθάπερ ἤδη προεῖπον, πληθὺς ἦν ἀγρία διανενευκότων ἀσχέτως ἐπὶ τὸ χρῆναι προσκυνεῖν ἡλίῳ καὶ ἄστροις καὶ πυρί ; ἀνεπτόητο γὰρ καὶ πέρα λόγου παντὸς εἰς θεομισῆ γοητείαν. εἴρηται γὰρ πρὸς αὐτὴν διὰ τῆς Ἱερεμίου φωνῆς Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρ- “μάκων.” οἶμαι δὴ οὖν ἔγωγε τὸν πάντα εἰδότα Θεὸν βεβουλῆσθαι χρησίμως καὶ αὐτοῖς ἐπιδεῖξαι τοῖς ἀρχαιοτέροις, ὅτι καὶ οἱ λίαν ἐξεστηκότες καὶ τοῖς τῆς πλανήσεως βρόχοις ἐνειλημμένοι, σαγηνευθήσονται μὲν κατὰ καιροὺς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, κἂν εἶεν σφόδρα δεινοί τε καὶ ἀτεράμονες καὶ πολὺ λίαν κεχωρηκότες εἰς τὸ ἐξήνιον. ἔχει γὰρ οὐκ ἀνικάνως ὁ τοῦ Θεοῦ λόγος, εἴς γε τὸ δύνασθαι διαθρέψαι νοῦν, καὶ ἀναπεῖσαι μαθεῖν τὰ δι’ ὧν ἃν γένοιτο σοφός. ἀκούση δὲ λέγοντος πρὸς Ἱερεμίαν, ποτὲ μὲν ὅτι “Ἱδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ “τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς· ποτὲ δὲ αὖ “Οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει κύριος, “καὶ ὡς πέλεκυς κόπτων πέτραν;" ἐπέμπετο δὴ οὖν πρὸς Νινευίτας οὐ μάτην ὁ θεσπέσιος Ἰωνᾶς, ἀλλ’ ἵνα τις γένοιτο προατόδειξις τῆς ἐνούσης ἡμερότητος τῷ Θεῷ, καὶ δοθησομένης κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς ἐξ ἀμαθίας πεπλανημένοις. ὁμοῦ δὲ καὶ εἰς κατάκρισιν τῷ Ἱσραὴλ τὸ δρώμενον ἦν· ἠλέγχετο γὰρ ὡς δυσάγωγος, ὡς ἀπειθὴς, ὡς ὀλίγα πεφροντικὼς τῶν τοῦ Θεοῦ νόμων. Νινευῖται μὲν γὰρ ἑνὸς προφήτου διακηρύξαντος ἀμελλητὶ μεταπλάττονται πρὸς τὸ δεῖν ἑλέσθαι μετανοεῖν, καίτοι πλείστην ὅσην κατηῤῥωστηκότες τὴν πλάνησιν· οἱ δὲ Μωυσέως καὶ προφητῶν ἀλογήσαντες, καὶ αὐτοῦ καταπεφρονήκασι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καίτοι ταῖς διδασκαλίαις προσεπάγοντος τὰς τερατουργίας, δι’ ὧν ἦν εἰκὸς ἀναπείθεσθαι, καὶ μάλα ῥᾳδίως, ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος, ἅπασαν μὲν ἀνασώσων τὴν ὑπ’ οὐρανὸν, πρὸ δέ γε τῶν ἄλλων ἁπάντων αὐτούς. ὅτι δὲ τὸ χρῆμα τοῖς ἐξ Ἰσραὴλ εἰς ἐλέγχου δύναμιν εἴη ἂν, καὶ μάλα εἰκότως, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός “Ἄνδρες “Νινευῖται ἀναστήσονται ἐν τῆ κρίσει μετὰ τῆς ταύτης καὶ κατακρίνουσιν ἀυτὴν, ὅτι μετενόησαν εἰς τὸ “κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. πῶς δὲ πλεῖον ἐν Χριστῷ παρὰ τὸν ’lωνᾶν ; ὁ μὲν γὰρ ἠπείλησε μόνον Νινευίταις τὴν καταστροφὴν, ὁ δέ γε κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς δι’ ἀρρήτου τερατουργίας καταπλήττων ἐθαυμάζετο· ὁλκὸς δὲ πρὸς πίστιν ἀειπως ἐστὶ συντρέχον τῷ λόγῳ τὸ θαῦμα. οἰκονομικώτατα τοίνυν ἀποστέλλεται κηρύξων ὁ μακάριος Ἰωνᾶς τοῖς κατῳκηκόσι τὴν Νινευὶ ὅτι ἀνέβη ἡ κραυγή τῆς κακίας αὐτῶν πρὸς τὸν τῶν ὅλων Θεόν. ἠγνόηκε μὲν γὰρ παντελῶς οὐδέν· εἰ δὲ δὴ κινοῖτο πρὸς ἐπίσκεψιν τῶν τισὶ πεπλημμελημένων, τότε καὶ ἀναβῆναί φησι πρὸς ἑαυτὸν τὴν ἐκ τῶν ἔργων καταβοήν. κριτὴς γάρ ἐστι τῶν ὅλων ὡς Θεός. καταβοῆσαι δὲ λέγεται καὶ τῆς τοῦ Καΐν μιαιφονίας τὸ Ἅβελ αἷμα, καὶ πόλεων δὲ τῶν ἐν Σοδόμοις τῆς αἰσχρουργίας ἡ ἀγριότης.
Καὶ ἀνἐστη Ἰωνᾶς του φυγεῖν εῖς Θαρσεῖς ἐκ προσώπου κὼ κατέβη εἰς Ἰόππην, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσεῖς, καὶ ἔδωκε τὸ ναῦλον αὐτοῦ, καὶ ἐνέβη εἰς αὐτὸ, τοῦ πλεῦσαι μετ’ αὐτῶι εἰς Θσρσεῖς ἐκ προσώπου Κυρίου.
Ἰόππη μὲν οὖν Παλαιστίνης ἐστὶ πόλις, ἐπ’ αὐτῇ θαλάσσῃ κειμένη· ἐπίνειον δὲ τῶν ἐπιτηδείων τοῖς ἐκ τῆς Ἰουδαίας ἐπὶ ναυτιλίαν ἰοῦσι καὶ εἰς πόλεις μάλιστα τὰς πρὸς ἠῶ. κάτεισι δὴ οὖν ὁ Προφήτης, εἶτα πλοῖον ἀπαῖρον εἰς Θαρσεῖς καταλαβών· προετέθειτο γὰρ τῇ νηὶ κατὰ τὸ εἰκὸς ὁ αὐτόθι δρόμος· ἐδίδου τὸ ναῦλον, καὶ συναπέπλει τοῖς ἄλλοις. Θαρσεῖς δέ φησι τοὺς νῦν καλουμένους Ταρσοὺς, ἤτοι Ταρσόν. τινὲς μὲν οὖν οἴονται πόλιν διὰ τούτου κατασημαίνεσθαι τὴν παρ’ Αἰθίοψι καὶ Ἰνδοῖς, καὶ ἐστι μὲν ὁμολογουμένως παρ’ ἐκείνοις Θαρσεῖς· ἡ γοῦν σύμπασα τῶν Ἰνδῶν διὰ τοῦ Θαρσεῖς σημαίνεται χώρα· πλὴν εἴς γε τὸ παρὸν οὐκ ἐκεῖνο οἶμαι βούλεσθαι δηλοῦν τὸν λόγον· ὅτι τοῖς ἀποπλεῖν ἐθέλουσιν ἐπὶ τὰ Ἰνδῶν ἔθνη, γένοιτ’ ἂν εἰκότως οὐ διά γε τῆς Ἰόππης ὁ πλοῦς, ἀλλὰ διὰ θαλάσσης μᾶλλον τῆς Ἐρυθρᾶς, εἰ μὴ ἄρα τις οἴοιτο τυχὸν βεβουλῆσθαι τὸν Προφήτην διὰ Περσῶν τε καὶ Ἀσσυρίων εἰς Αἰθίοπας τοὺς ἐσωτάτω ποιεῖσθαι τὴν ἀποδρομήν. ἀλλ’ ἢλίθιον οἶμαι τὸ χρῆμα παντελῶς· Θαρσεῖς δὴ οὖν ἔοικεν ἀποκαλεῖν, ὡς ἔφην, τοὺς νυνὶ Ταρσούς· Κιλίκων δὲ αὕτη πόλις, τὸ Κύδνου πίνουσα νᾶμα, καὶ εἰς αὐτοὺς τοὺς πρόποδας τοῦ Ταύρου κειμένη· ὄρος δὲ τοῦτο Κιλίκων παμμέγεθες. ἀπαίρει γοῦν ὁ Προφήτης, καὶ πρόφασις αὐτῷ τῆς ἀποδημίας τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. ἐνταῦθα λοιπὸν οὐκ ἀζήτητος ἡμῖν ὁ λόγος, μᾶλλον δὲ τῆς φυγῆς ὁ τρόπος. οἶμαι δὴ οὖν ὅτι τὸ παραιτήσασθαι τὴν ἀποστολὴν καὶ οἱονεὶ κατοκνῆσαι τὴν διακονίαν, τοῦτό ἐστι τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ.
Ἄπεισι δὲ εἰς Θαρσεῖς ἀνθ’ ὅτου, καὶ ὅ, τι διεσκεμμένος, οὐκ ἔχω νοεῖν. εἰ μὴ ἄρα τις ἐκεῖνο καθ’ ἑαυτὸν ἐννοήσειεν, ὅτι μικρά τις καὶ ἐν αὐτῷ, καθὰ καὶ ἐν τοῖς ἀρχαιοτέροις ἁγίοις ἡ περὶ Θεοῦ διάλγψις ἦν· ᾤοντο γάρ τινες, μόνης τῆς Ἰουδαίων χώρας ἀνῆφθαι τὸ κράτος τὸν τῶν ὅλων Θεὸν, συστέλλεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καὶ γῆς ἀπανίστασθαι τῆς ἑτέρας. καὶ γοῦν ὁ θεσπέσιος Ἰακὼβ ἀπεφοίτα μὲν κατὰ καιροὺς τῆς πατρῴας ἑστίας, ἠπείγετο δὲ πρὸς Λάβαν, καὶ εἰς τὴν μέσην τῶν ποταμῶν. εἶτα κατηυλίζετο μὲν ἐν χώρᾳ τινὶ, λίθον δὲ ὑποθεὶς τῆ κεφαλῇ κατὰ τὸ εἰωθὸς ἐκάθευδεν. εἶτα τὴν κλίμακα τεθέαται τὴν ἐκ γῆς διήκουσαν εἰς οὐρανὸν, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντάς τε καὶ καταβαίνοντας δι’ αὐτῆς, ἐπεστηριγμένον δὲ ἐν αὐτῇ τὸν Κύριον. ἔφασκέ τε διαναστάς “Ὅτι ἔστι Θεὸς ἐν τῶ τόπω τούτω, “ἐγὼ δὲ οὐκ ἤδειν.’’ οἴμαι δὴ οὖν, ὅτι τοιοῦτον τι καθ’ ἑαυτὸν ἐννενοηκὼς καὶ ὁ μακάριος Προφήτης, τῆς μὲν Ἰουδαίας ἀπενοσφίζετο, ἀπεχώρει δὲ εἰς πόλεις τὰς Ἑλληνικάς. τοῦ δὲ κατοκνῆσαι τὴν πρόφασιν, καὶ μὴ προθύμως ἑλέσθαι πληροῦν τὴν διακονίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν αὐτοῦ λόγων. διεκήρυξε μὲν γὰρ ὕστερον ἀπελθών· ἐπειδὴ δὲ οὐκ ἐκβέβηκεν αὐτῷ τὰ τῆς προφητείας εἰς πέρας, λελύπηται σφόδρα, καὶ δὴ καὶ ἔφασκεν “Ὦ κύριε, οὐχ οὗτοι οἱ λόγοι μου “ὄντος μου ἐν τῇ γῆ μου ; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν “εἰς Θαρσεῖς, διότι ἔγνων ὅτι σὺ εἶ ἐλεήμων καὶ “μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις· “καὶ νῦν, Δέσποτα κύριε, λάβε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, “ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν.’’ οὐκ ἠγνόησε μὲν γὰρ ὡς προφήτης τῆς διακονίας τὸ πέρας· ἐδεδίει γεμὴν μὴ ἄρα τῶν δι’ αὐτοῦ κηρυγμάτων οὐκ ἐνηνεγμένων εἰς πέρας, ἀγνοήσωσι μὲν Νινευῖται τοῦ κατοικτείραντος Θεοῦ τῆς χρηστότητα, διαχρήσωνται δὲ, καὶ ἀνέλωσιν αὐτὸν, ὡς βωμολόχον, ὡς ἀπατεῶνα καὶ ψευδοεπῆ, καὶ εἰκῆ πονεῖν αὐτοὺς ἀναπεπεικότα. προαλὲς γὰρ ἀεὶ τὸ βάρβαρον εἰς ὀργὰς, καὶ λίαν ἑτοίμως ἀποταυρούμενον, κἂν εἰ μὴ πρόφασιν ἔχοι τῆς μανίας εὔλογον.
Καὶ Κὐριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύσων μέγας ἐν τῇ θαλάσση, καὶ τὀ πλοῖον ἐκινδύνευε συντριβῆναι. καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὀς τὸν θεὸν αὐτῶν, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῶ̣ πλοίω εἰς τὴν θάλασσαν τοῦ κουφισθήναι ἀπ’ αὐτῶν.
Κατεξανίσταται μὲν τῆς νεὼς τὸ κλυδώνιον, οἰκονομοῦντος Θεοῦ καὶ πνευμάτων ἀγρίαις ἐμβολαῖς διακυκῶντος τὴν θάλασσαν· ἐμπίπτει δὲ τοῖς πλωτῆρσι τὸ δεῖμα, καὶ ὁ λόγος ἦν ἤδη περὶ τῶν ἐσχάτων αὐτοῖς, ἀποτριζούσης μὲν, κατὰ τὸ εἰκὸς, τῆς ὁλκάδος, μονονουχὶ δὲ καὶ ἀπειλούσης ἤδη πὼς, ὅτι δὴ μέλλοι συνθραύεσθαι. κέχρηται δὲ ταῖς ἐξ ἔθους ἐπικουρίαις ὁ τῶν ναυτῶν ὅμιλος, καὶ ἀποφορτίζει τὴν ναῦν, ὡς ἂν ὑψοῦ τε εἴη κυμάτων, εὐπετεστέρα δὲ οὕτω λοιπὸν ἐποχοῖτο τοῖς ὕδασι. μέγα δὲ πρὸς ἀπόδειξιν τοῦ χειμάζεσθαι, τὸ καὶ αὐτοὺς τοῖς δείμασι βεβλῆσθαι τοὺς ναυτίλους, καὶ σωτῆρας ἥκειν αὐτοῖς τοὺς ἰδίους θεοὺς ἐκτενέστατα παρακαλεῖν, ὡς ἀπεγνωκότας ἤδη τῆς σωτηρίας.
Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου κὼ ἐκάθεθδε καὶ ἔρεγχε. καὶ προσῆλθε πρός αὐτὀν ὁ πρωρεὐς κοὶ εἶπεν αὐτῷ Τι οὐ ῥἐγχεις ; ἀνάστα καὶ ἐπικαλοῦ τὀv θεόν σου, εἴπως ὁ Θεὸς ἡμᾶς καὶ μἠ ἀπολώμεθα.
Ἁρμόσειεν ἂν ἥκιστά γε νήψεσι προφητικαῖς τὸ ῥᾴθυμον εἰς εὐχὰς, κινδύνων ἐπηρτημένων, καὶ τὸ ὑπτιοῦσθαι φιλεῖν, καλούντων εἰς πόνους καιροῦ καὶ πράγματος, ἐφ’ ᾧπερ ἃν πρέποι μᾶλλον τὸν τῶν ὅλων ἐκμειλίσσεσθαι Θεόν. ὅθεν ἔστιν ἐννοεῖν, ὡς πρὸ χειμῶνος ὁ ὕπνος ἦν· εἰωθότος δὲ σφόδρα κατηρεμεῖν τὸ καὶ εἰς αὐτὴν καθικέσθαι τοῦ πλοiου τὴν κοίλην. φίλον γὰρ ἀεὶ τοῖς ἁγίοις καὶ περισπούδαστον, τὸ τύρβης ἀποφοιτᾶν, καὶ ὄχλων ἀπονοσφίζεσθαι, καὶ διατελεῖν κατὰ μόνας, καθὰ καὶ ὁ θεσπέσιος προφήτης Ἱερεμίας “Ἀγαθὸν ἀνδρὶ, φησὶν, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ· καθίσεται κάτα μόνας, ὅτι ἦρεν ἐφ’ ἑαυτῷ. ἀνακεκράγει δὲ πάλιν περὶ τῆς τῶν ἀπειθούντων πληθύος “Κύριε παντο- “κράτορ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ παιζόντων αὐτῶν, ἁλλ’ ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας ἐκαθή- “ μὴν, ὅτι πικρίας ἐνεπλήσθην.” τὸ δέ γε ἱζῆσαι κατὰ μόνας, τὸν ἠρεμαῖον οἶμαί που κατασημαίνει βίον, καὶ τὸ ἀπαλλάττεσθαι μερίμνης καὶ φροντίδος βιωτικῆς, καὶ τὸ μὴ ἀναμὶξ ἰέναι τοῖς ἄλλοις, οἱ τὴν φιλήδονον καὶ φιλόσαρκον τετιμήκασι ζωήν. ἀπονυστάζει δὴ οὖν ὁ Προφήτης, οὐκ ἀφειδήσας τοῦ πρέποντος, ἀλλ’, ὡς ἔφην ἤδη, πρὸ τῆς τῶν χειμώνων ἐμβολῆς. διανύττει γεμὴν ὁ πρωρεὺς, χρῆναι δὴ εἰπὼν ἐπικόιλεῖσθαι τὸν Θεὸν αὐτοῦ. λυπεῖ γὰρ ἀείπως τοὺς κινδυνεύοντας τὸ δοκεῖν ἀμείνους δειμάτων εἶναί τινας, καὶ οὐκ ἐν καιρῷ τιμῆσαι τὸ ῥᾴθυμον.
Kαὶ εἶπεν ἕκαστος πρὸς τὀν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κάκω αὕτη εστίν ἑ καὶ ἔβαλον κλήρους καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.
Περιεπγότατα μὲν οἱ πλωτῆρες καὶ ἀσύνηθές τι μελετῶσι καὶ ξένον, τὸ ἐπείγεσθαι κλήρῳ διαμαθεῖν τὸν ἐφ’ ᾧ λελύπηται ὁ Θεός. πλὴν οἰκονομεῖται καὶ τοῦτο χρησίμως, ὡς ἃν γένοιτο καταφανὴς ὁ νομίσας δύνασθαι φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ· πίπτει γὰρ ὁ κλῆρος ἐπ’ αὐτὸν, καὶ τὸν ἐκ τοῦ πράγματος ἔλεγχον ὑπομένων ὁρᾶται. ἐδεδίει γὰρ, κατὰ τὸ εἰκὸς, τῆς οἰκείας σκέψεως προαλεστέραν ποιεῖσθαι τὴν κατάρρησιν. καλὸν οὖν ἄρα καὶ σοφὸν τοῖς ἐθέλουσι τηρεῖν, τό “Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου.”
Καὶ εἶπαν προὸς αὐτόν Ἀπάγγειλον ἡμῖν, τἰνος ἕνεκεν ἡ κάκω αὕτη εστίν ἑ ἡμῖν· τίς σου ἡ ἐργασία εστί, κὼ πόθεν καὶ ποῦ πορεύῃ, κοὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ ; καὶ εἶπε πρὸς αὐτούς Δοῦλος Κυρίου ἐγώ εἰμι, καὶ τοι Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγώ σέβομαι, ὅς ἐποίησε τἠν θάλασσαν καὶ τὴν ξηράν. καὶ ἐφοβήοθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτό Τί τοῦτο ἐπόησας ; διότι ἐπέγνωσαν οἱ ἄνδρες, ἅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοἶς.
Φιλοπευστοῦσι χρησίμως, ὡς ἤδη μὲν κλήρῳ τὸν αἴτιον ἐπεγνωκότες οὐ μὴν ἔχοντες σαφῶς διειδέναι τῆς πλημμελείας τὸν τρόπον. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, ποῖον μὲν αὐτῷ τὸ ἐπιτήδευμα, ποῖα δὲ χώρα καὶ πόλις, καὶ ἐκ ποῶν ἔρχεται λαῶν προστετάχασιν εἰπεῖν, ζητοῦντες οἶμαι μαθεῖν, ποίῳ προσκέκρουκε Θεῷ. ἴδιος γὰρ ἦν καὶ τῶν ἐμπλεόντων ἑκάστῳ, καὶ οὐχ εἷς ὁ πάντων Θεός. ᾤοντο δὲ, ὅτι τὸν λελυπημένον ἐπ’ αὐτῷ θεραπεύσαντες δαίμονα, τὰ ἐκ τοῦ χειμῶνος ἀποκρούσονται βλάβη. ἐπειδὴ δὲ ὁ Προφήτης οὖλον ἑαυτὸν ὠνόμαζε Θεοῦ τοῦ τεκτηναμένου γῆν τε καὶ οὐρανὸν, καὶ αὐτὸν ἔφη ποιεῖσθαι προσκυνητὸν, συνῆκαν εὐθὺς ὅτι πέφευγεν ἐκ προσώπου Θεοῦ. συνῆκαν δὲ ὅπως ; ὅτι μὴ ἐξῆν Ἰουδαίοις τῆς ἐκνεμηθείσης αὐτοῖς ἀπονοσφίζεσθαι χώρας, μήτε μὴν ἀλλοφύλοις ἐπιφοιτᾶν, μήτε πόλεσιν ἐμβάλλειν εἰσωλολατρεῖν εἰθισμέναις. μῶμος δὲ τὸ χρῆμα παρ’ αὐτοῖς, καὶ οὐκ ἀνύποπτον εἰς ἀπόστασιν· ἐδόκει δὴ εἶναι καὶ ἔξω νόμου, καὶ τῶν ἐν αἰτίᾳ καὶ δίκῃ. καὶ γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπολισθήσειν αὐτοῦ τῆς σωτηρίας, τῆς ὡς ἐν πίστει φημὶ, διεβεβαιοῦτο σαφῶς, εἰ μὴ ἕλοιντο καταδράττεσθαι παρόντος ἔτι καὶ ἐνδημοῦντος ἐν κόσμῳ· ἔφασκε γάρ “Ἐτι μικρὸν χρόνον μεθ’ “ὑμῶν εἰμὶ, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. ζητήσετε με “καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ ἐλθεῖν·’’ οἱ δὲ τὴν Ἰουδαίων ἀπόστασιν ἐπὶ τὰ ἔθνη κατονεισίχοντες, ἔφασκον ἀμαθῶς “Ποῦ μέλλει οὗτος ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτὸν ; μὴ εἰς τὴν διασπορὰν “τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς “Ἕλληνας;” ὡς γὰρ ἐξίτηλόν τε καὶ ἔξω τριβῆς, καὶ ὡς ἀπωτάτω τοῖς παρ’ αὐτοῖς, ὑπὸ μῶμον ἄγουσι τὸ τοῖς Ἑλλήνων ἀναφύρεσθαι δήμοις. ὅτι τοίνυν οὐ μεμένηκεν ἐν τοῖς τῆς Ἰουδαίας ὅροις, συνέπλει δὲ αὐτοῖς εἰς Ταρσοὺς, δέχονται τὰς ὑποψίας, διατεκμαίρονται δὲ ὅτι παραιτεῖται τάχα που καὶ τὴν ἐν νόμῳ ζωὴν, καὶ τοῖς τῶν Ἑλλήνων ἔθεσιν ἑαυτὸν ἐπιδοὺς, τὴν ὡς ἐκ προσώπου Θεοῦ μεμελέτηκε φυγήν.
Καὶ είπαν προς αὐτόν Τί σοι ποιήσομεν, καὶ κοπάσει ἠ ἀφ’ ἡμῶν ; ὅτι ἡ θάλασσα ἐnορεύετο, καὶ ἐξήγειρε μᾶλλον κλύδωνα. καὶ εἶπεν Ἰωνᾶς πρὸc αὐτούς Ἄρατε με καὶ ἐμβάλετε εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ὑμῶ· διὀτι ἔγνωκα ἐγὼ, ὅτι δἰ ἐμὲ ὁ κλύδων οὗτος ὁ μἐγας ἐφ’ ὑμᾶς ἐσιν.
Δεδίασι μὲν ἀγριαίνουσαν κατ’ αὐτῶν οὐ φορητῶς τὴν θάλασσαν· καταπεφρίκασι δὲ οὐδὲν ἧττον τὸν τῶν Ἑβραίων Θεόν· οὐ γὰρ ἦσαν ἐν ἀγνοίᾳ τῆς ἐνούσης αὐτῷ δυνάμεως τε καὶ δόξης, καίπερ ὄντες ἀλλογενεῖς. ἐπειδὴ δὲ δοῦλον ἑαυτὸν ἔφη Θεοῦ, διαποροῦσι λοιπὸν καὶ μερίζονται τὰς γνώμας. ὀκνοῦσι μὲν γὰρ τὸν φόνον, ὑποβλεπόμενοι τὴν ὀργὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ. ἐπιθρωσκούσης δὲ τῆς θαλάσσης αὐτοῖς οὐ μεῖον ἢ πρὶν, ἀναγκαίαν τὴν ὑπέρ γε σφῶν αὐτῶν ποιοῦνται φροντίδα. ταύτῃτοι παρακαλοῦσιν εἰπεῖν τὸ, τί ἂν γένοιτο παρ’ αὐτῶν, καὶ κατευνασθήσεται μὲν ὁ κλύδων, κατηρεμήσει δὲ καὶ τὸ κῦμα, καὶ τὸν ἐπὶ τοῖς ἐ‘σχάτοις αὐτοὶ διαφεύξονται κίνδυνον. τί οὖν ὁ Προφήτης ; ὸμολογεῖ τὸ πλημμέλημα, καὶ προσκεκρουκὼς αἰσχύνεται, καὶ τῆς ἑαυτοῦ δυσβουλίας καταψηφίζεται· Ἄρατέ με γάρ φησι καὶ ἐμβάλετε εἰς τὴν θάλασαν. μονονουχὶ γὰρ τοῦ κατοκνησαι τὴν ἀποστολὴν ἐξαιτεῖσθαι παρ’ αὐτῶν δεῖν ἔφη τὰς δίκυς. ἤδει γὰρ ὅτι σπένδεταί πὼς τῇ νηὶ τὸ κλυδώνιον, εἰ λάβοι ’τον ζητούμενον, καὶ καταλήξει τῆς μάχης ἡ θάλασσα, ἔχουσα λοιπὸν τὸν προσκεκρουκότα.
Kαὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ὑποστρέψαι εἰς τι γῆν, καὶ οὐκ ἠδὐναντο, ἄτι ἡ θάλασσα ἐπορεὐετο καἰ ἐξηγείρετο μᾶλλον ἐπ αὐτούς. κα ἀνεβόησαν πρὀς κόρωι καὶ εἶπον Μηδδαμῶς κύριε, μἠ ἀπολὠμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καί μὴ δῷς ἐφ' ἡμᾶς οἴνα δίκαιον, ὅτι δὺ κύρω ὅν τρόπον ἐβούλου πεποίηκας. καὶ ἔλαβον τοι Ἰωνᾶν καὶ ἔβαλον αὐτον. εἶς τἠν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.
Ἑαυτοῦ μὲν τὸν θάνατον ὁ Προφήτης κατεψηφίζετο, καὶ τῷ κινδύνῳ τῆς ἰδίας ψυχῆς καταλύειν αὐτοὺς ἠξίου τὸ δεῖμα. οἱ ’δε ἤσαν ἔτι περιδεεῖς καὶ ὀκνηροὶ πρὸς μιαιφοίαν, δοῦλον δὲ ἄντα Θεοῦ σώζειν ἤθελον, καὶ ζῶντα δοῦναι τῇ χέρσῳ· οὐτῶ ’δε μᾶλλον ἀποφορτίσασθαι τὴν ὀργήν. ταύτῃτοι παρεβιάζοντο καὶ προσοκεῖλαι τὴν ναῦν, ἀλλ’ ἦν τῶν ἐγχειρημάτων ἀνήνυτος ὁ σκοπὸς, ἄμαχον αὐτοῖς τὸ κῦμα διανιστάντος τοῦ πνεύματος, καὶ ἀλριωτέραις ὁρμαῖς καταθέοντος τῆς ὁλκάδος. ταύτῃτοι λοιπὸν ἐκμειλίσσονται μὲν διὰ προσευχῆς, συγγνώμονα δὲ παρακαλοῦσιν αὐτοῖς γεβάλετε νέσθαι τὸν Θεὸν, οὐ φονᾶν ἐθέλουσιν, ἀλλ’ ὡς τοῖς αὐτοῦ παραχωροῦσι κρίμασι, καταβιαζομένοις τε λοιπὸν πρὸς τὸ δοῦναι τῆ θαλάσσῃ τὸν Ἰωνᾶν, καὶ δὴ καὶ δεδώκασιν. ἡ δὲ λαβοῦσα, σπένδεται μόλις, ἁπλοῖ δὲ γαλήνην, καὶ δίδωσι τοῖς ναυτίλοις τοῦ σώζεσθαι τὴν ἐλπίδα· πανταχοῦ δὲ τοῖς θείοις εἴκουσα νεύμασι, καὶ δεσποτικοῖς προστάγμασιν ύπηρετούσα ετοῦσα γοργῶς, ἐξ αὐτῶν ἐφαίνετο τῶν πραγμάτων.
Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβω μεγάλῳ τὀν κύρω, καὶ ἄθυσαν. θυσίας τῷ Κυρίῳ καὶ ηὔεαντο εὐχάς.
Ὠφέληνται λίαν, ἕνα τε τὸν φύσει Θεὸν εἶναι πιστεύουσι, καίτοι μεμερισμένοι πρὸς ἔκτοπον πλάνησιν, καὶ μυρίους εἶναι νομίζοντες ἀνὰ τὸν κόσμον θεούς. τοιγάρτοι θύουσι τῷ φύσει καὶ μόνῳ καὶ ἀληθῶς Θεῷ, παρέντες τοὺς ἑαυτῶν, καὶ ἐρρῶσθαι φράσαντες τοῖς ἐξ ἀπάτης τετιμημένοις, καὶ τὴν Θεῷ πρέπουσαν ὑποκλέπτουσι δόξαν. ἐπαγγέλλονται δὲ καὶ εὐχὰς, καίτοι τοῦτο δρᾶν εἰωθότες τοῖς ἐναλίοις δαίμοσι. δοκεῖ γὰρ Ἑλλήνων παισὶ καὶ τὸ τῆς θαλάσσης ἀνῆφθαι κράτος Ποσειδῶνά τινα· μῦθοι γὰρ πάντα τὰ παρ’ ἐκείνοις, τερθρεία τε καὶ ἀποπληξία δεινή. ἡμεῖς δὲ τὸν φύσει Θεὸν δοξάζοντες, αὐτῷ καί φαμεν ἀληθῶς “Σὺ δε- “σπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν “κυμάτων αὐτῆς σὺ καταπραύνεις. σοί εἰσιν οἱ “καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς “σὺ ἐθεμελίωσας.”
Καὶ προσέταξεν Κύριος κήτει μεγαλῳ καταπιεῖν τὸ Ἰωνᾶν. κοὶ Ην Ιωνας ἐν τῇ κοιλίᾳ Τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νυκτας.
Προστάττει τῷ κήτει ὁ Θεὸς ἐν τῷ κατανεῦσαι· τὸ ἐθελῆσαί τι πρὸς πέρας ἐλθεῖν, τοῦτο καὶ νόμος ἐστὶ, καὶ πλήρωσις, καὶ νόμου δύναμιν ἔχει. οὐ γάρ που φαμὲν, καθάπερ ἀμέλει καὶ ἡμῖν αὐτοῖς, ἤγουν ἁγίοις ἀγγέλοις, ἐντετάλθαι τῷ κήτει τὸν τῶν ὅλων Θεὸν, ἐνηχοῦντά πὼς εἰς νοῦν τὸ πρακτέον, καὶ καρδίαις ἐνιέντα τὴν ὧν ἂν ἕλοιτο γνῶσιν. εὔηθες γὰρ κομιδῆ καὶ ἀποπληξίας οὐ μακρὰν τὸ καὶ κνωδάλοις ἡγεῖσθαι κατὰ τοιόνδε τινὰ τρόπον τὸν τῶν ὅλων προσφέρεσθαι Θεὸν, ἀλλ’ εἰ δή τι λέγοιτο προστάττειν ὅλως ἢ ζῴοις ἀλόγοις ἤγουν τοῖς στοιχείοις ἢ μέρει κτίσεως, νόμον εἶναί φαμεν καὶ πρόσταγμα τὸ αὐτῶ δοκοῦν. πάντα γὰρ εἴκει τοῖς αὐτοῦ νεύμασι, καὶ ἀπόρρητος μὲν ἡμῖν παντελῶς ὁ τῆς ὑπακοῆς τρόπος, ἐγνωσμένος δὲ πάντως αὐτῷ. καταπίνεται τοίνυν ὑπὸ τοῦ κήτους ἠδικημένος οὐδὲν, καὶ ἦν ἐν αὐτῷ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
Δόξειε δ’ ἃν ἴσως τὸ χρῆμά τισιν ἀκαλλὲς εἶναί πὼς, καὶ πέρα λόγου τοῦ πρέποντος. ἀπιστήσουσι γὰρ καὶ πρό γε τῶν ἄλλων οἱ τὸν φύσει καὶ ἀληθῶς οὐκ εἰδότες Θεὸν, προσκείμενοι δὲ ταῖς τῶν δαιμόνων ἀπάταις. ἐροῦσι ’δε Ἠὼς ἃν διεσώθη γεγονὼς ἐν κήτει ; πῶς δὲ οὐκ ἂν ἐφθάρη κατα- πινόμενος ; ἢ πῶς ἠνέσχετο τῆς ἐκφύτου θερμότητος ; ὑγρότητι δὲ τῇ τοσαύτῃ περιεχόμενος, τῇ ἐν νηδύι· φημὶ, πῶς διεβίω, μᾶλλον δὲ πῶς οὐκ ἐν ἴσῳ τροφῆς δεδαπάνηται καθεψόμενος ; ἀσθενὲς γὰρ κομιδῇ καὶ πολὺ λίαν ἕτοιμον εἰς καταφθορὰν τὸ σαρκίον. φαμὲν οὖν, ὅτι παράδοξον ἀληθῶς, καὶ λόγου καὶ συνηθείας ἐπέκεινα, νοοῖτ’ ἂν εἰκότως τὸ συμβεβηκός. ἀλλ’ εἰ Θεὸς λέγοιτο κατορθοῦν, τίς ὁ ἀπιπλήρωσις στήσων ἔτι; παναλκὲς γὰρ τὸ θεῖον, καὶ τὰς τῶν ὄντων φύσεις μεταπλάττον εὐκόλως πρὸς ὅπερ ἃν ἕλοιτο, καὶ τοῖς ἀρρήτοις αὐτοῦ νεύμασι τὸ ἀντεξάγον οὐδέν. τὸ γὰρ φθείρεσθαι πεφυκὸς, κρεῖττον ἂν γένοιτο καὶ φθορᾶς, αὐτοῦ γε θέλοντος, καὶ τὸ πεπηγὸς καὶ ἀκράδαντον, καὶ τοῖς τῆς φθορᾶς δυσάντητον νόμοις, πάθοι ἂν εὐκόλως τὴν φθοράν. φύσις γὰρ οἶμαι τοῖς οὖσι τὸ τῷ κτίσαντι δοκοῦν. πλὴν κἀκεῖνο ἰστέον, ὅτι καὶ Ἑλλήνων παῖδες τοὺς παρά σφισιν αὐτοῖς συντεθέντες μύθους, Ἡρακλέα φασὶ τὸν Ἀλκμήνης καὶ Δῖός καταποθῆναι μὲν ὑπὸ κήτους, ἐκδοθῆναι δὲ πάλιν ἐκ τῆς ἐμφύτου θερμότητος, ἐψιλωμένης αὐτῷ τῆς κεφαλῆς, καὶ μόνης τριχὸς πεπονθότα τὴν ἀπόθεσιν. μέμνηται δὲ τῆς ἱστορίας Λυκόφρων· εἷς δὲ οὗτος τῶν παρ’ αὐτοῖς λογάδων· ἔφη γὰρ περὶ αὐτοῦ, Τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις Τρίτωνος ἠμάαψε κάρχαρος κύων.
Ἀλλ’ οὐκ ἐκ τῶν παρ’ ἐκείνοις μυθολογουμένων τὰ θεῖα πιστούμεθα, διαμεμνήμεθα χρησίμως, τοὺς ἀπιστοῦντας ἐλέγχοντες, ὅτι καὶ τῆς παρ’ αὐτοῖς ἱστορίας ὁ λόγος οὐκ ἀποβλητα ποιεῖται τὰ τοιάδε τῶν διηγημάτων. ἐπειδὴ δὲ τῷ παραδόξως γεγενημένῳ καὶ ἐκ τῶν ἔτι δρωμένων κατὰ βούλησιν Θεοῦ χρῆναι συνειπεῖν τῶν ἀναγκαίων ὑπολαμβάνω, ’φερε δὴ λέγωμεν, ὅτι καὶ ἐν μήτρᾳ τὸ ἔμβρυον ὑγρότητι μὲν ἐννήχεται τῆ φυσικῇ, κατακέχωσται δὲ ὥσπερ τῆ τῆς κυοφορούσης νηδύι; καὶ τὸ ἀναπνεῖν οὐκ ἔχει, ζῆ δὲ καὶ οὕτω, καὶ σώζεται, τοῖς τοῦ Θεοῦ νεύμασι παραδόξως τιθηνούμενον. ἀλλ’ οὐδεὶς ἂν τῶν τοιούτων ἐφίκοιτο λόγος, οὐδ’ ἂν γένοιτό τισιν ἁλώσιμα τὰ τοῦ Θεοῦ “Τίς γὰρ ἔγνω νοῦν κατὰ τὸ γεγραμμένον· ἢ τίς ἃν εἰδείη τὰς τῶν παραδόξων ὁδούς ; ἣ τίνος ὅλως οὐκ ἃν ὑπερφέροιντο νοῦν τὰ λόγου δύναμιν ὑπερτρέχοντα ; ἐπισφαλὲς οὖν ἄρα τὸ ἀπιστεῖν, κἀν εἴ τι τῶν ἄγαν ἐπέκεινα λόγου Θεὸς ἐργάζοιτο· παραδεξόμεθα δὲ ὡς ἀληθὲς τὴν ἄκαιρον ἐξιστάντες βάσανον.
Χρῆναι δέ φημι τῆς ἐν Χριστῷ νοουμένης διακονίας παραληφθέντος εἰς τύπον τοῦ μακαρίου Προφήτου, προσεπειπεῖν ἀναγκαίως, ὅτι κεκινδύνευκεν ἡ σύμπασα γῆ, κατεχειμάζετο τὰ ἀνθρώπινα, μονονουχὶ καταθρωσκόντων αὐτῆς τῶν τῆς ἁμαρτίας κυμάτων, δεινῆς τε καὶ ἀφορήτου περικλυζούσης ἡδονῆς, καὶ ὡς ἐν τάξει κλύδωνος κατεξανισταμένης τῆς φθορᾶς, καὶ πνευμάτων ἀγρίων καταῤῥηγνυμένων, τοῦ τε διαβόλου φημὶ καὶ τῶν ὑπ’ αὐτῷ τε καὶ σὺν αὐτῷ δυνάμεων πονηρῶν. ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, ἠλέησεν ὁ Δημιουργὸς, πέπομφεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ ἐξ οὐρανοῦ τὸν Υίὸν, ὃς ἐν σαρκὶ γεγονὼς, καὶ εἰς γῆν ἀφιγμένος τὴν κινδυνεύουσαν καὶ χειμαζομένην, καθῆκεν ἑαυτὸν ἑκὼν εἰς θάνατον, ἵνα στήσῃ τὸν κλύδωνα, καὶ κοπάσῃ μὲν ἡ θάλασσα, κατευνασθείη δὲ καὶ τὸ κῦμα, καταλήξῃ δὲ καὶ ὁ κλύδων. σεσώσμεθα γὰρ ἐν θανάτῳ Χριστοῦ. καὶ ὁ μὲν χειμὼν παρελήλακεν, ὁ ὑετὸς ἀπῆλθεν, τὰ κύματα ἐστορέσθησαν, λέλυται τῶν πνευμάτων ἡ βία, βαθεῖα δὲ λοιπὸν ὑπέστρωται γαλήνη, καί ἐσμεν ἐν εὐδίαις ταῖς νοηταῖς, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν. ἔχεις τι τούτων τὸ παραπλήσιον ἐν εὐαγγελικοῖς συγγράμμασι. διέπλει μὲν γάρ ποτε τῶν Ἀποστόλων τὸ σκάφος τὴν Τιβεριάδος θάλασσαν. εἶτα ῥαγδαίου τοῖς ὕδασιν ἐμβεβηκότος πνεύματος, ἀφορήτως κάτεχε κατεχειμάζοντο· καὶ τὸν ἐπὶ τοῖς ἐσχάτοις κίνδυνον ὑπομένοντες, καθεύδοντα διανύττουσι συνόντα Χριστὸν, διαῤῥήδην ἀνακεκραγότες Ἐπιστάτα σῶσον, “ἀπολλύμεθα.” ὁ δὲ διεγερθεὶς, φησὶν, ἐπετίμα μὲν θαλάσσῃ τό “Σιώπα, πεφίμωσο’’ μετ’ ἐξουσίας εἰπὼν, διέσωζε δὲ τοὺς μαθητάς. τύπος δὲ ἄρα τὸ δρώμενον ἦν τῶν τῇ ἀνθρωπείᾳ φύσει συμβεβηκότων. δι’ αὐτοῦ γὰρ, ὡς ἔφην, ἀπηλλάγμεθα καὶ θανάτου καὶ φθορᾶς καὶ ἁμαρτίας καὶ παθῶν, καὶ ὁ πάλαι χειμὼν ἀπελήλαται, μετακεχώρηκε δὲ πρὸς γαλήνην τὰ καθ’ ἡμᾶς.
Καὶ προσηύξατο Ἰωνᾶς πρὀς Κύριον τὸ Θεὀν αὐτοῦ ἐκ τῆς κολίας τοῦ κήτους, καὶ εἶπεν Ἐβὀηας ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκ κοιλιας ᾅδου κραυγής μου ἤκουσας φωνῆς μου.
Ἀδικηθεὶς μὲν οὐδὲν, οἴκῳ δὲ ὥσπερ τῷ κήτει χρησάμενος, ἔννους τε ὑπάρχων, καὶ κατ’ οὐδένα τρόπον ἢ σῶμα τυχὸν ἣ φρένας λελωβημένος, αἰσθάνεται τῆς ἐπικουρίας. οἶδε γεγονότα τὸν Θεὸν εὐμενῆ· οὐκ ἠγνοηκὼς δὲ τὸ συμβὰν ἐκ τοῦ κατοκνῆσαι τὴν διακονίαν, τρέπεται πρὸς εὐχὴν, καὶ χαριστηρίους μὲν ἀνατείνει λιτὰς, ὁμοῦ δὲ τὴν δόξαν ὁμολογεῖ τοῦ σώζοντος, καὶ καταθαυμάζει τὴν ἐξουσίαν, καὶ ἀνακηρύττει τὴν ἡμερότητα. δεχθῆναι γὰρ ἔφη τὴν ἑαυτοῦ προσευχὴν, καὶ τοῦτο οἶμαι που προφητικῷ πνεύματι συνιείς. τὸ δὲ ἐκ κοιλίας ᾄδου, τὸ οἷον ἐκ τῆς τοῦ κήτους γαστρός φησιν, ᾅδῃ καὶ θανάτῳ παρεικάζων εὐφυῶς τὸ θηρίον· ἅτε δὴ καὶ φονεύειν εἰδὸς, καὶ καταρροφᾶν ἀγρίως τὸν ἀλισκομένον.
Ἀπέῤῥιψἀς με εἰς βάθη καρδίας θαλάσσης, κα ποταμὼ ἐκύκλωσάν με, πάντες οἱ μετεψρισμοί σου καἰ τὰ κὐματά σου ἐπ’ ἐμὲ διῆλθον. κἀγὼ εἶπον Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου.
Ἐξηγεῖται πολυτρόπως τὸ συμβεβηκὸς, ἀνακομίζων ὥσπερ ὑψοῦ τὴν χάριν, καὶ τοῖς θείοις νεύμασιν ἐπιμαρτυρῶν τὸ καὶ ἐκ παντὸς δύνασθαι κακοῦ διασώζειν εὐκόλως. ἐν αὐτοῖς μὲν γὰρ γεγενῆσθαί φησι τοῖς τῆς θαλάσσης μυχοῖς, καὶ ἐν συγχύσει πολλῶν ὑδάτων, ποταμίοις ἐν ἴσῳ κύμασιν ἐπικλυζόντων αὐτὸν, καὶ συμφορᾶς εἰς τοῦτο κατωλισθηκέναι, ὡς ἐννοῆσαι λοιπὸν παντελῆ τῶν θείων ὀμμάτων ὑπομεῖναι τὴν ἀποστροφὴν, καὶ εἰς ἀπόγνωσιν τῆς σωτηρίας ἐλάσαι. Πάνδεινον δὲ τὸ χρῆμα καὶ ὀλέθρου πρόξενον, τὸ ἐξ ὀμμάτων φημὶ γενέσθαι Θεοῦ. τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ ἐλιπάρει λέγων “Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου “ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σον.” ἕψεται δὲ πάντως ταῖς ἀποστροφαῖς τὸ χρῆναι παθεῖν τὴν θείαν ὀργὴν, μᾶλλον δὲ προανατελεῖ που καὶ προηγήσεται τῆς ἀποστροφῆς ὁ θυμός. Ἀρα προσθήσω ἐπιβέψαι με πρὸς ναόν τὸν ὅγιόν σου ; Οἶδε μὲν ὅτι δυνάμει Θεοῦ τετήρηται, καὶ τῆς ἄνωθεν ἐπικουρίας ἠξιωμένος διεβίω καὶ σέσωσται· καὶ τοῦτο ἐν κήτει καὶ ἐν κοιλίᾳ θηρὸς παραδόξως καὶ ὑπὲρ λόγον. ἐνδοιάξει δοιάζει γεμὴν, κατὰ τὸ εἰκὸς, εἰ καὶ ἐκδοθήσεται καὶ εἰς φῶς ἐλάσει πάλιν. τριπόθητον δὲ ποιεῖται καὶ πολύευκτον ἀληθῶς τὸ καὶ εἰς αὐτὸν εἰσελάσαι τὸν θεῖον ναὸν, ἀναθεῖναί τε τὰς δοξολογίας τῷ σεσωκότι Θεῷ, καὶ τῆς τοιᾶσδε χάριτος εὔχεται τυχεῖν, τὸ πάντα δύνασθαι κατορθοῦν, ὡς ἔφην, ἐπιμαρτυρῶν τῷ Θεῷ.
Περιεχύθη μῶ ὕδωρ ἕως ψυχῆς μου· ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμἀς ὀρέω· κατέβην εἰς γῆν, ἧς οἱ μοχλοί αὐτῆς κάτοχοι αἰώνιοι. καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωἠ μου πρὸς δὲ, Κὐρις ὁ Θεός μου.
Αῤῥήτῳ δυνάμει σεσωσμένος παρὰ Θεοῦ, λαμπροτέρας ἠβούλετο τὰς τῶν εὐχαριστηρίων ἀναπέμπειν ᾠδάς. ἀφηγεῖταί που πάντως τὰ συμβεβηκότα, καὶ ποίᾳ μὲν γέγονε περίσχετος συμφορᾷ διδάσκει λεπτῶς, σέσωσται δὲ ὅπως ἀνακηρύττει πάλιν. ὅτι τοίνυν ἐν θαλάσσῃ γέγονε, καὶ ἐν ἀβύσσῳ πολλῇ, καὶ ἐν σχισμαῖς ὀρέων, καταδυομένου κατὰ τὸ εἰκὸς τοῦ κήτους ἐν πέτραις καὶ τοῖς ἐν ἁλὶ σπηλαίοις, οὐκ ἠγνόηκεν ὡς προφήτης· καθικέσθαι δέ φησιν εἰς γῆν, ἧς οἱ μαλοὶ αὐτῆς κάτοχοι αἰωνιοι, τουτέστι τὸν ᾅδην, οὐχ ὅτι γέγονεν ἐκεῖσε· τεθνεῶτα γὰρ οὐχ εὑρήσομεν· ἀλλ’ ὅτι τοῦ κινδύνου τὸ μέγεθος καὶ τῶν συμβεβηκότων τὸ ἄχθος οὐδὲν ἀποδεῖ τοῦ καὶ ἐκτεθνάναι δοκεῖν, καὶ εἰς αὐτὸν ἀφικέσθαι τὸν ᾅδην, ὅθεν οὐκ ἃν ἐξοίχοιτό τις, ὑπονοστήσειε δ’ ἃν οὐδαμῶς ὁ ἅπαξ ἐνειλημμένος. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ κατόχους ἔχειν εἰς αἰῶνα τοὺς μαλοὺς, ἀρρήκτους καὶ ὑπ’ οὐδενὸς πώποτε νενικημένους ἤγουν παραλελυμένους. ὅτι δὲ οὐ τέθνηκε, διεβίω δὲ, ὡς ἔφην, ἐν τῷ κήτει, καὶ ἦν ἐν αὐτῷ, τῶν εἰς θάνατον ἢ καταφθορὰν πεπονθὼς οὐδὲν, ἀποφήνειεν ἂν εὐκόλως τὸ καὶ ἐν ἐλπίσιν εἶναι τοῦ σωθήσεσθαι πάλιν. ταύτῃτοί φησι τό Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ Θεός μου. ἐκδοθῆναι γὰρ εἰς φῶς εὔχεται, καὶ οἷον ἐξ ᾅδου τῆς τοῦ κήτους ἀνενεχθῆναι γαστρὸς.
Ἐν τῶ̣ ἐκλείπειν τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, τοῦ Κυρίου ἐμνήσθην· καὶ ἔλθοι πρὸς σἐ ἡ προσευχή μου πρὸς ναὀν ἅγιόν σου.
Tοῖς ἐθέλουσιν εὐδοκιμεῖν οὐκ ἀκερδὴς ὁ πόνος, οὐδ’ ἃν νοοῖτο τὸ θλίβεσθαι φορτικόν. καὶ μαρτυρήσει λέγων ὁ μακάριος Δαυείδ “Ἐν θλίψει ἐπεκαλεσάμην τὸν Κύριον·” ἕτερος δὲ αὖ τῶν ἁγίων προφητῶν “Κύριε ἐν θλίψει ἐμνη- “σθημέν σου. ἐδόκει δὲ σφόδρα καὶ τῷ θεσπεσίῳ Παύηῳ ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὴν θλῖψιν, τὴν ἐπ’ ἀρετῇ δηλονότι συμβαίνουσαν. ἔφη γάρ “Οτι ἡ θλίψις ὑπομονὴν κατερ- “γάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ “ἐλπὶς οὐ καταισχύνει.’’ ἐκλειπούσης δὴ οὖν τῆς τοῦ Προφήτου ψυχῆς, τουτέστι τὸν εἰς κίνδυνόν τε καὶ τὸν ἐπ’ ἐσχάτοις ὑπομενούσης πόνον, πάλιν τι τῶν ὠνησιφόρων ἐπράττετο. οὐ γὰρ, κατά τινας, εὐθὺς ἀπολισθήσας εἰς ἀκηδίαν τῶν θείων κριμάτων ἐποιεῖτο κατάρρησιν, ἀλλ’ ἐμνήσθη τοῦ σώζοντος. βεβόηκε γὰρ πρὸς αὐτὸν, δεδίψηκε τὴν ἐπικουρίαν, οὐκ ἀγνοήσας τὴν ἡμερότητα καὶ τὴν τῆς ἰσχύος ὑπεροχὴν, τὰς πρὸς αὐτὸν ἐποιεῖτο λιτὰς, ῥυσθῆναι παρακαλῶν ἐκ θανάτου καὶ φθορᾶς τὴν ἑαυτοῦ ζωήν. μέγα δὴ οὖν καὶ ἀξιάγαστον τὸ ἐν πόνοις μὴ ἀκηδιᾶν, ἱκετείαις δὲ μᾶλλον καὶ λιταῖς ἐκμειλίσσεσθαι τὸν Δεσπότην, καὶ παρ’ αὐτοῦ ζητεῖν τοῦ κακοῦ τὴν ἀνάβλησιν καὶ τῆς συμφορᾶς τὴν λύσιν.
Φυλασσόμενοι Φυλασσόμενοι καὶ ψευδ, ἔλεοι αὐτῶ ἐγκατέλιπον. ἐγὠ δὲ μετὰ φωνῆς αἰνἐσεως καὶ ἐξομολογήσεως θύσς σοι, ὅσα ηὐεάμην ἀποσώσω σοι εἰς σωτηρίαν νοῦ τῷ Κυριῳ.
Ἕτεροι μὲν γὰρ, φησὶ, σε τὸν τῶν ὅλων ἠγνοηκότες Δεσπότην, τὸν Δημιουργὸν, εἶτα τοῖς τῆς ματαιότητος ἐνειἀπ’ λημμένοι βρόχοις, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀνατιθέντες τὸ σέβας, καὶ διώκοντες μὲν ὄρνεα πετόμενα, τὴν ἐπ’ ἐκείνοις δηλονότι ἐλπίδα, ποιμαίνοντες δὲ καὶ ἀνέμους, οὐκ ἐξαιτοῦσι παρὰ σοῦ τὸν ἔλεον, οὔτε μὴν ἐλπίδος εἴσω γεγόνασι τῆς τοιᾶσδέ ποτε. ἐγὼ δὲ οὐ κατ’ ἐκείνους· πόθεν ; ἀλλ’ οἶδά σε τὸν ἐπίκουρον, τὸν ἀγαθόν τε καὶ φιλοικτίρμονα. τοιγάρτοι μετὰ φωνῆς καὶ δεήσεως ἐξομολογήσομαι σοί φησι, καὶ ὥσπέρ τι τῶν εὐοσμοτάτων θυμιαμάτων ἀναθήσω τὰς ᾠδὰς, χαριστηρίους δὲ δηλονότι καὶ πνευματικὰς προσοίσω σοι θυσίας, τὴν δοξολογίαν, τὰς εὐφημίας. ἀποπερανῶ δὲ, καὶ μάλα προθύμως, τὰς εἰς αωτηρίαν εὐχὰς, τουτέστιν, ὅσα μοι b τὸ σώζεσθαι κατεργάζεται, καὶ τὴν ἐμὴν ὀνίνησι ψυχήν. τοῦτο δὲ ἦν ἡ πρὸς ἅπαν ὁτιοῦν τῶν Θεῷ δοκούντων ὑπακοὴ, καὶ τῆς προφητικῆς λειτουργίας ἐκπλήρωσις, ὄκνου τε παντὸς καὶ μικροψυχίας ἐξῃρημένων.
Εὔχεται μὲν οὖν ὁ Προφήτης ἐν τῷ κήτει γεγονώς. καὶ ὁ μὲν τύπος ἀνθρώπινος, ἡ δὲ ἀληθὴς τοῦ πράγματος εἰκὼν, τουτέστι Χριστὸς, ἐφαίνετο πρὸ τοῦ τιμίου σταυροῦ, μονονουχὶ καὶ εἰσβάλλοντος ἤδη τοῦ παθεῖν, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα λέγων “Εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ “τὸ ποτήριον τοῦτο, γέγονε δὲ καὶ περιδεὴς, καὶ ὡς συνεχόμενος. εἰ δὲ δὴ καὶ ἐν τοῖς ὑποχθονίοις ἀφικόμενος χώραις λελάληκέ τι τῶν ἀνθρωπίνων, αὐτὸς ἂν εἰδείη· σφᾶλερὸν γὰρ εἰπεῖν. πλὴν εὑρήσομεν τὸν θεσπέσιον Πέτρον αὐτῷ προσνέμοντα τὰ διὰ φωνῆς τοῦ Δαυείδ “Διὰ τοῦτο οὐκ ἐγκατα- “ λείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις ’τον ὅσιον “ σου ἰδεῖν διαφθοράν.” ἡ γὰρ σάρξ αὐτοῦ οὐκ εἰσε διαφθοράν. τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν ὄντα κατὰ φύσιν, αὐτὸν τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς.
Καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλε τὸν Ἰωνᾶν ἐπὶ τἠν ξηράν.
Προστάττεται πάλιν τὸ κῆτος θείᾳ τινὶ καὶ ἀπορρήτῳ δυνάμει Θεοῦ πρὸς τὸ αὐτῷ δοκοῦν κινούμενον· καὶ δὴ καὶ ἐκ λαγόνων ἀνίησι τὸν προφήτην, οὐκ ἀκερδὲς ἔχοντα τὸ παθεῖν, ἠκονημένον δὲ μᾶλλον ἐκ πείρας, καὶ ἐγνωκότα σαφῶς, ὡς ἐστὶν ἐπισφαλὲς τὸ δεσποτικοῖς ἀντιλέγειν δόγμασι.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱωνᾶν ἐκ δευτέρου, λέγωι Ἁνἀ- στηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην, καὶ κηρυξον ἐν αὐτῇ κατὰ τό κήρυγμα τὸ ἔμπροσθεν, ὅ ἐγὼ ἀλάλησα πρὸς σέ.
Θερμοτέραις δὴ οὖν προθυμίαις ἤδη χρώμενος, διακελεύ- τᾶι πάλιν Θεὸς ἰέναι μὲν εἰς τὴν Νινευὶ, κεχρῆσθαι δὲ τῷ αὐτῷ κηρύγματι, τῷ καὶ ἐν ἀρχαῖς πρὸς αὐτὸν εἰρημένῳ. τοῦτο δὲ ἦν "Ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ’’ ἔφην μὲν οὖν ἤδη τὰ ἐπὶ Χριστῷ, πλὴν ἐρῶ πάλιν, ὀκνήσας οὐδέν. γέγραπται γὰρ ὅτι “Τὰ αὐτὰ λέγειν, ἐμοὶ μὲν οὐκ ῾ ἀκνηρὸν, ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.’’ οὐκοῦν πρὸ μὲν τοῦ τιμίου σταυροῦ κατοκνοῦντά πὼς ἔτι Χριστὸν εὑρήσομεν, εἴς γε χρῆναί φημι καὶ τοῖς ἐξ ἐθνῶν τὸν τῶν ἐὐαγγελικῶν θεσπεσμάτων προθεῖναι λόγον. καὶ γοῦν ἐναργέστατά φησιν “Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ισραηλ, καὶ αὐτοῖς ’δε τοῖς ἀγίοις ἐνετέλλετο μαθηταῖς “Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν “μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα “πρόβατα οἴκου Ἰσραήλ.’’ ἀλλὰ γέγονεν “ἐν τῇ καρδίᾳ τῆς “γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.’’ ἦλθε δὲ “ ἐπὶ πηγὰς “θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησεν.” ἔδυ δὲ ὥσπερ εἰς σχισμὰς ὀρέων, καὶ καταβέβηκεν εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. εἶτα σκυλεύσας τὸν ᾅδην, καὶ τοῖς ἐκεῖσε διακηρύξας πνεύμασι, καὶ τὰς ἀκινήτους πύλας ἀνεὶς, ἀνεβίω πάλιν. ἀναβέβηκε γὰρ ἐκ φθορᾶς ἡ ζωὴ αὐτοῦ, ὤφθη δὲ οὕτω καὶ πρό γε τῶν ἄλλων ταῖς ἐν τῷ κήπῳ ζητούσαις αὐτὸν γυναιξίν. εἶτα τὸ χαίρειν εἰπὼν, ἀπαγγέλλειν ἐκέλευσε τοῖς ἁγίοις μαθηταῖς, ὅτι προάγει αὐτοὺς εἰς τὴν Γαλιλαιαν· τότε γέγονε καὶ πρὸς τὰ ἔθνη λοιπὸν ὁ λόγος αὐτῷ διὰ τῶν μακαρίων Ἀποστόλων· τότε τοῖς πλανωμένοις ἐκήρυξε κατὰ τὸ κήρυγμα τὸ γὰρ ἑτέραις μὲν ἐντολαῖς πεπαιδαγώκηκε πρὸ τοῦ θανάτου τὸν Ἰσραὴλ, ἑτέραις δὲ μετὰ τοῦτο τοὺς ἐξ ἐθνῶν· ἀλλ’ ἓν ἐπὶ πάντας τὸ Εὐαγγέλιον· καὶ τῶν θείων μαθητῶν ἡ γνῶσις μία πάντως, καὶ οὐχ ἑτέρα παρά γε τοῖς ἐξ Ἰσραὴλ καὶ ἡμῖν τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ πίστεως εἰς ἁγιασμόν.
Καὶ ἀνέστη Ἱωνᾶς καὶ ἐπορεὐθη εἰς Νινευἰ, καθὼς ἐλάλησε Κύριος. ἡ δὲ Νινευὶ ἧν πόλις μεγάλη τῷ Θεῷ, ώσεί πορείας ὁδοῦ ἡμερῶν τριῶν. κοὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσπορεὐσεθαι εἰς τἠν πόλιν, ὡσεὶ πορεἀς ἁδοῦ ἡμέρας μιᾶς, καὶ ἐκήρυξε καὶ εἶπεν Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὶ καταστραφήσεται.
Στέλλεται μὲν ὁ Προφήτης, καὶ προθυμίαις ἀμάχοις διεζωσμένος ἄρχεται τῶν πρακτέων. εἴσεισι γὰρ δὴ, καὶ μάλα νεανικῶς, εἰς τὴν ἀλλόφυλον Νινευὶ, τοῖς θείοις ὑπηρετήσων νεύμασιν. εὐρεῖαν δὲ οὖσαν τὴν πόλιν, καὶ εἰς τοῦτο μεγέθους ἐκτεινομένην, ὡς δεῖσθαι πορείας ἡμερῶν τρῶν, εἴ τις ἕλοιτο περινοστεῖν, δίεισιν αὐτὸς εἰς ἡμέραν μιαν· ἤγουν, ὡς ἑτέροις δοκεῖ, μιᾶς ἡμέρας ἐξανύσας ὁδὸν ἐν αὐτῇ, τὸν τῶν θείων κηρυγμάτων ἐποιεῖτο λόγον. θαῦμα δέ που πάντως ὁ Προφήτης ἦν, ἀνὴρ Ἑβραῖος, καὶ ἐξ ἀλλοδαπῆς ἥκων, καὶ οὐδενὶ που τάχα τῶν ἐκεῖσε διεγνωσμένος, διὰ μέσου βαδίζων τοῦ ἄστεος, ἀνακεκραγώς τε καὶ λέγων Ἔτι τρεῖς ἡμεραι καὶ Νινευὶ καταστραφήτεται. ἐνταῦθά μοι πάλιν ἐκεῖνο ἄθρει τε καὶ κατασκέπτου λεπτῶς. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς διακηρύττειν ἐκέλευε περὶ τῆς Νινευί “ὅτι ἀνέβη ἡ κραυγὴ “τῆς κα,κίας αὐτῆς πρὸς με’ ὁ δέ γε Προφήτης ἐν αὐτῇ γεγονώς Ἔτι τρεῖς ἡμέραι ἐβόα καὶ Νινευὶ τί οὖν ἐροῦμεν; ψευδοεπεῖ, καὶ λελάληκε τὰ ἀπὸ καρδίας, καὶ ούχὶ δὴ μᾶλλον τὰ ἀπὸ στόματος κυρίου, κατά τινας; οὐ τοῦτο φαμεν, ἐκεῖνο δὲ μᾶλλον, ὅτι σημαίνουσι μὲν οἱ προφῆται πολλάκις τῆς ἑαυτῶν ἀποστολῆς τὸν τρόπον. οὐ πάντας δὲ πάντως εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ πρὸς αὐτοὺς γεγονότας ἐκφέρουσι λόγους, οὔτε μὴν τοὺς παρ’ αὐτῶν πρὸς Θέον· ὅτι μὲν γὰρ πρὸς αὐτὸν λελάληκεν ὁ Δεσπότης “ Ἀνάστηθι καὶ πορεύθητι εἰς Νιωευὶ καὶ κήρυξον ἐν αὐτῇ “ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς με’ σαφῶς ἠκούσαμεν ἐν ἀρχαῖς εὐθὺς τῆς προφητείας· ὅτι δὲ αὐτός τι λελάληκε πρὸς Θεὸν, οὐκ ἐγνώκαμεν. πλὴν εὑρήσομεν λέγοντα “ Ὠ κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου· διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρ- “σεῖς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων.’’ ὁρᾷς ὅτι τὰ πλεῖστα σεσίγηται, καὶ λεληθότως εἴρηται παρὰ Θ,εοῦ καὶ πρὸς Θεὸν ὁμοίως διὰ τῆς τοῦ Προφήτου φωνῆς; οὐκοῦν ἀκόλουθον ταῖς τῶν ἁγίων φωναῖς ἐπιψηφίζεσθαι τὴν ἀλήθειαν, ψευδοεπήσουσι γὰρ ἥκιστά γε, τὸ τῆς ἀληθείας πλουτήσαντες πνεῦμα.
Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευἰ τῷ Θεῷ, καἰ ἐκήρυξαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶι.
Ἐμφαντικὸς ὁ λόγος, πεπιστεύκασι γὰρ οἱ ἐκ Νινευί φησι, τουτέστιν, οἱ ἐκ πόλεως τῆς ἐφ’ ἅπασιν ἀεὶ τοῖς ἀτόποις κατεγνωσμένης, ἐν ἢ πολὺς μὲν καὶ ἀναρίθμητος εἰδώλων ἐσμὸς, μυρία δὲ ὅσα τεμένη, καὶ ἐν σπουδῇ τὰ ἀπόρρητα. γοητείαι γὰρ καὶ ψευδομαντείαι τὰ παρ’ αὐτοῖς τιμώμενα, καὶ σοφὸς ἦν ἄγαν ὁ περίεργον τοῖς ἄστροις τὸν ὀφθαλμὸν ἐνιεὶς, καὶ εἰς λῆξιν ἥκων εὐκλείας ὁ πρὸς πᾶν ὁτιοῦν τῶν ἀτόπων εὔκολος. ἀλλὰ πεπιστεύκασι τῷ Θεῷ ἀπς μικροῦ ἕως μεγάλου, τουτέστι, περιφανεῖς τε καὶ ἄσημοι, λαμπροὶ καὶ κατερριμμένοι, καὶ οἱ ταῖς ἐκ πλούτου τρυφαῖς ἐπιχεόμενοι, καὶ οἱ τῷ τῆς πενίας ἄχθει καταμεθύοντες· μία δὲ ἦν ἅπασιν ἡ σπουδὴ τὸ τοῖς τοῦ Προφήτου καταπείθεσθαι λόγοις. μέγα δὲ τὸ θαῦμα, καὶ πολὺς ἄγαν τῶν πεπιστευκότων ὁ ἔπαινος. ἕπονται γὰρ εὐθὺς ἀμελλητὶ πρὸς τὸ ἄμεινον καλοῦντι λοιπὸν, καὶ τρυφερὸν τοῖς θείοις κηρύγμασιν ὑπέχουσι τὸν αὐχένα, καὶ τοῦτο ἀλλογενοῦς καὶ ἑνὸς ἀνδρὸς, καὶ οὐ πάλαι διεγνωσμένου, καλοῦντος εἰς μετάγνωσιν.
Αλλ’ ὧδε μὲν τὰ Νινευιτῶν. ὁ δέ γε ἀπόπληκτος Ἰσραὴλ ἀπειθεῖ τῷ νόμῳ· διαγελᾶ τὰ Μωυσέως, οὐδὲν ἡγεῖται τὰ προφητῶν. καὶ τί τοῦτο λέγω ; γέγονε καὶ κυριοκτόνος, οὐδὲ αὐτῷ πειθόμενος τῷ πάντων ἡμῶν Σωτήρι’ Χριστῷ. οὐκοῦν ἐν ἀμείνοσιν ἦν τὰ Νινευιτῶν, καὶ τοῦτο δέδειχεν ἀληθὲς ὁ τῶν ὅλων Θεὸς, οὕτω που λέγων πρὸς τὸν μακάριον προφήτην Ἰεζεκιήλ “Υἰὲ ἀνθρώπου, βάδιζε, εἴσελθε “πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, οὐ πρὸς λαοὺς πολλοὺς “ἀλλοφώνους ἤ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῆ γλώσσῃ “ὄντας, ὧν οὐκ ἀκούση τοὺς λόγους αὐτῶν· καὶ εἰ πρὸς “τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἃν εἰσήκουσάν σου. ὁ δὲ “οἶκος Ἰσραὴλ οὐ μὴ θελήσωσιν ἀκοῦσαί σου, διότι οὐ “βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλό- “νεικοί εἰσι καὶ σκληροκάρδιοι.” οἱ μὲν γὰρ ἀλλόγλωσσοι καὶ βαθύχειλοι καὶ σοβαροὶ τοὺς λόγους, τουτέστιν οἱ Νινευῖται, τετιμήκασι τὸ χρησμῴδημα, καὶ πρὸς τὸ χρῆναι μετανοεῖν κεχωρήκασιν ἀμελλητί· ὁ δὲ φιλόνεικος Ἰσραὴλ οὐ τετίμηκεν, ὡς ἔφην, οὐδὲ αὐτὸν τὸν τοῦ νόμου καὶ προφητῶν Δεσπότην.
Καὶ ἦγγρσεν ὁ λόγος πρὸς τὸν βαοιλέα τῆς Νινευὶ, καὶ ἐξανέστη ἀπό τοῦ θρόνου αὐτοῦ, καὶ περιειλετο τὴν στολὴν αὐτοῦ ἀφ’ ἑαυτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ· καὶ ἐκηρύχοη καὶ ἐῤῥέθη ἐν τῇ Νινευὶ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶv μεγιστάνων αὐτοῦ λεγόντων Οί ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηθὲν, μηδὲ νεμέσθωσαν καὶ ὕδωρ μὴ πιέτωσαν. καὶ περιεβάλοντο σἀκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἄνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καἰ ἀπὸ τῆς ἀδικἰας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες Τίε οἶδε εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς Θυνοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα ;
Επιτείνει σφόδρα τῆς εὐπειθείας τὸν ἔπαινον, καὶ καταθαυμέζει μειζόνως τὸ ἕτοιμον εἰς ὑπακοὴν τῶν κεκλημένων εἰς μετάγνωσιν. ἐπειδὴ γὰρ τῶν τοῦ Προφήτου ῥημάτων κατήκοοι ἦσαν, καὶ αὐτὸς ὁ τῷ σκήπτρῳ τετιμημένος καὶ ταῖς ἀνωτάτω κατεστεμμένος εὐκλείαις ὑπεχώρει μὲν εὐθὺς τῶν τῆς βασιλείας θρόνων, ἐρρῶσθαι δὲ φράσας ταῖς αὐτῷ πρεπούσαις στολαῖς, καὶ ἁλουργίδα ἐκδὺς περιεβάλετο σάλλον, τουτέστιν ἐν πενθικοῖς ἦν σχήμασιν· ἐφιζήσας δὲ καὶ σποδῷ σύνθημα τοῖς ἄλλοις ἐδίδου τὸ χρῆναι καὶ ἀσιτεῖν, καὶ ἀκαταλήκτοις λιταῖς ἐξημεροῦντας Θεὸν ἐξαιτεῖν τὸν ἔλεον. σοφοὶ δὲ λίαν οἱ Νινευῖται, συνεπιτηδεύοντες τῇ νηστείᾳ καὶ τῆς φαυλότητος τὴν ἀποστροφήν· μετανοίας γὰρ οὗτος ἃν εἴη καὶ μόνος ὁ ἀληθὴς καὶ ἀμώμητος τρόπος. ἐπειδὴ δὲ τὸ ἐν τούτοις εὐτεχνὲς οὐκ ἔχων ὁ Ἰσραὴλ, ἀλογωτάτην ἔσθ’ ὅτε καὶ βέβηλον ἐπεδείκνυτο τὴν νηστείαν, ἐκέλευε τῷ προφήτη Θεὸς εἰς ὕψος αἴροντα τὴν φωνὴν ἀπαγγέλλειν αὐτοῖς, ὅτι ἀοῦ ταύτην τὴν νηστείαν ἐξε- “λεξάμην, λέγει Κύριος.” καὶ διὰ ποίαν αἰτίαν διαμεμήνυκεν μήνυκεν αὐτὸς, ἐπενεγκὼν εὐθύς “Ἐν γὰρ “τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ “πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε· εἰς κρίσεις καὶ “μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. ἵνα τί “μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν “φωνὴν ὑμῶν ; οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ “ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ.’’ οὐκοῦν ἀμείνους οἱ Νινευῖται, καθαρὰν καὶ ἄμωμον ἐπιτελοῦντες Θεῷ τὴν νηστείαν. μεμαρτύρηκε γὰρ τὸ γράμμα τὸ ἱερὸν ὅτι απεστρψεν εκαστος απο τῆς οδου αυτου τῆς πονηρας καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. εἴσω δὲ λόγου καὶ φρενὸς τὸ δρώμενον ἦν. πεπιστεύκασι γὰρ ὅτι μετανοήσει Θεὸς καὶ ἀποδτρεψει τὰ ἐξ ὀργῆς. τὸ δὲ μετανοήσει φησὶ ἀντὶ τοῦ μεταβουλεύσεται, κἂν ἴδη μεταφοιτήσαντας ἐκ φαυλότητος εἰς τὸ ἀγαθὸν, μετοιχήσεται καὶ αὐτὸς εἰς τὴν ὅτι μάλιστα φιλαιτάτην αὐτῷ γαλήνην καὶ φιλανθρωπίαν. ἔστι μὲν γὰρ ἀγαθὸς τῆ φύσει. πλὴν ἐπάγει τοῖς πλημμελοῦσι τὰς δίκας, καὶ τοῖς ἀκαθέκτως ἀπονενευκόσι πρὸς τὸ ἐξήνιον, οἷά τινα χαλινὸν ἀνακόπτοντα γενικῶς καὶ μετατιθέντα πρὸς εὐπείθειαν ἐπιφέρει τὰ ἐξ ὀργῆς. ἄθρει δὲ ὅπως οἱ μὲν Νινευῖταί φασιν τίς οἰδεν εἰ μετανήσει ὁ Θεὸς καὶ ἀποστρεψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα· ὁ δέ γε σοφὸς Ἰσραὴλ, ὁ νόμῳ πεπαιδευμένος ὅτι χρηστὸς καὶ ἥμερος ὁ Δεσπότης, οὐκ ἀνέχεται οὕτω νοεῖν. ἔφασκον γὰρ ἀμαθαίνοντες “Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ’ ἥμιν εἰσι, καὶ ἐν ἀυταῖς ἡμεῖς τηκόμεθα, καὶ πὼς ζησο- “μέθᾳ;" ἀλλ’ ἤκουον Θεοῦ λέγοντος ἐναργῶς Απο- “στροφῆ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, “καὶ ἵνα τί ἀποθνήσκετε οἶκος Ἰσραήλ ;” ὃ δὴ δεδράκασι Νινευῖται, ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς τὴν ἐπηρτημένην αὐτοῖς ἐκδυσωποῦντες ὀργὴν, πλὴν προσέταττον τοῖς ἀνθρώποις καὶ τὰ κτήνη συγκαταλγύνεσθαι, τροφῆς καὶ ποτῶν ἀποστερούμενα, καὶ οἷον πενθεῖν κατηναγκασμένα. καὶ τὸ χρῆμά ἐστιν ὑπερβολικὸν, οὐχ ὡς ἀναγκαίως γεγονὸς, ἢ Θεοῦ ζητοῦντος παρὰ τῶν κτηνῶν τὸν πόνον. ἐπεσημήνατο δὲ καὶ τοῦτο τὸ γράμμα τὸ ἱερὸν, τῆς τῶν Νινευιτῶν μετανοίας, ὡς ἔφην, ἐμφανίζον τὴν ὑπερβολήν. οἶδα μὲν οὖν ὅτι κατερυθριῶσί τινες ἐπὶ τῷδε, καί φασι κτήνη χρῆναι νοεῖσθαι τοὺς ἐν ἀνθρώποις ἀλογωτάτους. καὶ ἀληθὴς ὁ λόγος, καὶ εὖ ἂν ἔχοι κατὰ καιροὺς, εἰ τῇδε νοοῖτο παρά τινων. ἀλλ’ εἴς γε τῶν προκειμένων τὸν νοῦν ἁρμόσειεν ἃν ἐκεῖνό που τάχα, τὸ τῆς μετανοίας φημὶ κατασημαίνεσθαι τὴν ὑπερβολὴν διὰ τοῦ καὶ αὐτῶν καθορίζεσθαι τῶν κτηνῶν ’τον πόνον.
Καὶ εἶδεν ὁ Θεὸς τά ἔργα αὐτῶι, δτι ἀπέστρεψαν από τῶι ὁδῶ αὐτῶι τῶι πονηρῶν· καὶ μετενόησεν ὁ Θεὀς ἐπὶ τῇ κακίᾳ ῇ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.
Tαχὺς εἰς ἔλεον ὁ Δεσπότης καὶ σώζει μεταγινώσκοντας. ἀπαλλάττει παραχρῆμα τῶν ἀρχαίων αἰτιαμάτων, καὶ καταληλούσης τῆς παρ’ αὐτοῖς ἁμαρτίας, ἀνίησι καὶ αὐτὸς τὴν ὀργὴν, καὶ μεταβουλεύεται τὰ χρηστά. ἐπειδὴ δὲ μεταθεμένους ὁρᾷ πρὸς τὸ ἀγαθὸν, μεταφοιτᾷ πρὸς τὸ ἥμερον, καὶ ἀναβάλλεται τὴν καταστροφὴν, καὶ φειδοῦς ἀξιοῖ. καὶ γάρ ἐστιν ἀληθὴς ὅταν λέγη “Καὶ ἵνα τί ἀποθνήσκετε οἶκος “ Ἰσραήλ; λέγει κύριος· διότι οὐ θέλω ’τον θάνατον “ἀποθνήσκοντος, λέγει Ἀδωναΐ Κύριος, ὡς τὸ ἀποστρέψαι “αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῆν τὴν ψυχὴν αὐτοῦ.’’ κακίαν δὲ ὅταν λέγη, μὴ φαυλότητα νόει, τὴν κακωτικὴν δὲ μᾶλλον ὀργήν. οὐ γάρ ἐστι τῶν κακῶν ἐργάτης ὁ φιλάρετος ἡμῶν Θεός.
Καὶ ἐλυπήθη Ἰωνᾶς λὐπην μεγάλην, καὶ συνεχύθη· καἰ προσηύ- ἕατο πρὸς κύρω κω εἶπεν Ὤ Κὐριε, οὐχ οὖτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ νοῦ ; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς, διότι ὕω ὅτι σύ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος κοὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. καὶ νυν. Δίσποτα κύριε, λάβε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν.
Θεοῦ κατοικτείραντος τοὺς ταῖς μεταγνώσεσιν ἀποκρουο- μένους τὰ ἐξ ὀργῆς, καὶ εἰς πέρας ἤδη τὸ ὡρισμένον ἐν- ηνεγμένου τοῦ καιροῦ, μεθ’ ὃν ἦν εἰκὸς συμβήσεσθαι τὸ προηγγελμένον, εἶτα γεγονότος τῶν προσδοκῶ μένων οὐδενὸς, λελύπηται λίαν ὁ μακάριος Ἰωνᾶς, καὶ οὐχ ὅτι διέδρα τὸν ὄλεθρον ἡ πόλις· πονηροῦ γὰρ τοῦτο καὶ βασκάνου, καὶ ἁγιοπρεπὲς οὐδαμῶς· ἀλλ’ ὅτι ψευδοέπης εἶναί τις καὶ βω- μολόχος ἐδόκει, καὶ μάτην αὐτοὺς τεθορυβηκὼς, καὶ τὰ ἀπὸ ^^’.^[• ^^ γνώμης λαλῶν, καὶ οὐχὶ δὴ πάντως τὰ ἀπὸ στόματος κυρίου, κατὰ τὸ γεγραμμένον. οἴονται γεμὴν ἕτεροί τινες λελυπῆσθαι τὸν Προφήτην ἐφ’ ἑτέραις τισὶ καὶ ἀπορρήτοις ἐννοίαις. ἐπειδὴ γὰρ ἔγνω, φασὶν, ὅτι κεκλημένης τῆς ἐξ ἐθνῶν ἀγέλης, ἀπολισθήσει πάντως τῆς εἰς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ, ὡς ἥκοντος ἤδη πρὸς πέρας τοῦ τοιοῦδε καιροῦ, κατηφὴς ἦν ἄγαν, καὶ μονονουχὶ τοῖς ἐξ αἵματος ἐπιστυ- γνάζει διολωλόσιν. ἀλλ’ ἐξίστησιν αὐτὸς τοῦ τόδε νοεῖν, ἐναργέστατα λέγων, ὡς ἀπέδρα μὲν εἰς ΘησF͂́ιζ́ ἥλω δὲ κατοκνήσας τὴν ἀποστολὴν, διάτοι τὸ εἰδέναι σαφῶς, ὅτι χρηστὸς y.cCi οiκτiρμων ἐστὶν ὁ Δεσπότης, κόιὶ μετaaeιοῶν ἐπὶ ταῖς κaaιιλͅͅις. ἐπειδὴ γὰρ ἦσθα τοιοῦτος, φησὶ, πῶς ἐκέλευες διακηρύξαι αὐτοῖς μάτην τὴν καταστροφήν ; καὶ μικροψυχεῖ μὲν ὡς ἄνθρωπος, τούτοις ἑαυτὸν χρήσασθαι τοῖς λόγοις καὶ ἐν τῇ τῶν Ἰουδαίων διαβεβαιοῦ μένος γψͅ ἐκτεθνάναι δὲ ἤδη παρακαλεῖ, καὶ μονονουχὶ τῆς οἰκονομίας οὐ μετρίαν τινὰ ποιεῖται τὴν καταβοήν. ἐπισφαλὲς δὲ τὸ χρῆμα καὶ φρενὸς ἁγίας οὐκ ἄξιον. εἰ γὰρ τοῖς τῶν σωμάτων ἰατροῖς ε'πιτι- μήσειεν ἂν οὐδriς, εἴ γε νοῦν ἔχοι, τὰ τοῖς τραύμασι χρειω- δέστερα μεταπλάττουσι φάρμακα, πῶς ἄν τις εἰκότως καταβοήσειε τοῦ πάντα εἰδότος Θεοῦ, καὶ ταῖς ἡμετέραις διανοίαις τὴν ἀεὶ πρέπουσαν καὶ χρειωδεστάτην ἀληθῶς ἐπινοοῦντος ἄκεσιν; ἰατρὸς γάρ ἐστι πνευμάτων, καὶ ποτὲ μὲν τοῖς πόνοις, ποτὲ δὲ αὖ τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς τῶν ἐν ἡμῖν παθῶν κατευνάζων τὴν ἀγριότητα.
Καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν Εἰ σφόδρα λελύπησαι αύ; καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως, καὶ ἐποίησεν αὐτῷ ἐκεῖ σκηνὴν, καὶ ἐκάθητο ὑποκάτω αὐτῆς ἐν ακιᾷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.
Oὐκ ἐᾷ ταῖς ἀκηδίαις καταπνίγεσθαι τοῦ Προφήτου τὸν νοῦν, ἀναρρώννυσι δὲ ὥσπερ ἠσθενηκότα, καὶ χρηστῶς μὲν λίαν, πλὴν ὅτι λελύπητο, καταιτιᾶται χρησίμως. ὑπεμφήνειε γὰρ ἂν ἕτερον οἶμαί τι παντελῶς οὐδὲν τὸ ἀναπυνθάνεσθαί τε καὶ λέγειν Εἰ σφόδρα λελύπηται· μονονουχὶ δὲ καὶ ἐπιπλήττει λελυπημένῳ καὶ τῶν θείων κριμάτων οὐ συνιέντι τὸν σκοπόν. ἡμερῶν δὲ ἤδη διαγενομένων, καθάπερ ἔφην ἀρτίως, μεθ’ ἃς ἦν εἰκὸς ἀποπερανθήσεσθαι τὰ διηγγελμένα, εἶτα τῆς ὀργῆς ἀπρακτούσης ἔτι, συνίησι μὲν ὅτι κατηλέησε Θεὸς, πλὴν οὐκ εἰσάπαν ἔξω βέβηκε τῆς ἐλπίδος· οἴεται δὲ, ὅτι δέδοται μὲν αὐτοῖς ἀνάβλησις τοῦ κακοῦ μετανοεῖν ᾑρημένοις, πλὴν ἔσται τι πάντως τῶν ἐξ ὀργῆς, οὐκ ἰσοπαλεῖς τοῖς πταίσμασι τοὺς ἐπὶ ταῖς μεταγνώσεσι πόνους ἐπιδεδειχόσι. τί γὰρ ὠνήσειε τριήμερος ἱδρὼς τοὺς ἀτόπῳ παντὶ κατακεχωσμένους πράγματι, καὶ ταῖς οὕτω δειναῖς πλημμελείαις ἐνισχημένους; ταῦτα καθ’ ἑαυτὸν κατά γε τὸ εἰκὸς διενθυμούμενος, τοῦ μὲν ἄστεος ἀπεφοίτα, περιμένει δὲ τοῦ ἰδεῖν τι ἔσται αὐτοῖς· προσεδόκα γὰρ ἢ πεσεῖσθαι τυχὸν κατα- δονουμένην, ἢ κατεμπρησθήσεσθαι πυρὶ, καθὰ καὶ τὰ Σόδομα. σχεδιάζεται δὲ οἶκος αὐτῷ, καὶ σκηνὴ τὸ δρώμενον ἢν.
Kαὶ προσέταξεν Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπέρ κεφαλῆς τοῦ Ἰωνᾶ, τοῦ εἶναι εἰς σκιὰν ὑπεράνω τῆς κεφαλῆς αύτοῦ, τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶι κακῶι αὐτοῦ· καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.
Προστήττει δὴ πάλιν τῇ κολοκύνθη Θεὸς, καθὰ καὶ τῶ κήτει, κατανεύσας δηλονότι καὶ θελήσας μόνον. ἀνίσχει δὲ παραχρῆμα καλή τε καὶ εὐανθὴς, καὶ ὅλην εὐθὺς κατέῤῥεψε τὴν σκηνὴν, καὶ οἷον ἀλείφει πρὸς εὐθυμίαν εὖ μάλα κατασκιάζουσα. χαίρει δὲ λίαν ὁ Προφήτης ἐπ’ αὐτῇ, καὶ γέγηθεν ἀληθῶς ὡς ἐπὶ μεγάλῳ τινὶ καὶ ἀξιολήπτῳ πράγματι. αθρει δὴ οὑν κἀντεῦθεν τῆς ἐνούσης αὐτῶ διανοίας τὴν εἰς ἁπλότητα ῥοπήν. ἐλυπήθη μὲν γὰρ λύπην μεγάλην, ὅτι μὴ ἐκβέβηκεν εἰς πέρας αὐτῷ τὰ τῆς προφητείας· ἐχάρη ’δε αὖ χαρὰν μεγάλην ἐπὶ λαχάνῳ καὶ πόα.
Εὔκολος δὲ λίαν ὁ ἄκακος νοῦς πρός τε λύπας καὶ θυμηδίας. ἄψει δὲ ἀτρεκῆ τὸν λόγον, τοῖς τῶν νηπίων ἤθεσιν ἐνορῶν, ἃ καταλγύνεται μὲν ἐπ’ οὐδενὶ πολλάκις, καὶ κλαίει λίαν ἐπὶ μικροῖς· γέγηθε δὲ αὖ, καὶ ἀθρόαν ποιεῖται τὴν ἐκ τοῦ λυπεῖσθαι πρὸς τὸ χαίρειν μετάστασιν, ἐπὶ μικρῷ δὴ πάλιν ἔσθ’ ὅτε καταθελγόμενα. ὅνπερ γὰρ τρόπον ἐν τοῖς ἀνθρωπίνοις σώμασι τὰ μὴ λίαν εὐρωστεῖν εἰωθότα πίπτει ῥᾳδίως, προσωθοῦντος τινὸς, κἂν εἰ μὴ τοῦτο δρῴη νεανικῶς, τρυφεροτέρᾳ δὲ ὥσπερ ἅπτηται χειρί· οὕτω καὶ νοῦς ὁ ἀπάνουργος, εὔκολος εἰς ἀποφορὰν τὴν ἐφ’ ὁτουοῦν τῶν κατατέρπειν αὐτὸν ἢ καὶ λυπεῖν πεφυκότων.
Καὶ προσέταξεν Κύριος σκώληκι ἑωθινῇ τῇ ἐπαὐριον, καὶ ἐπάταξε τὴν κολόκυνθαν καὶ ἀπεξηράνθη. καὶ ἐγένετο ἄμα τῶ̣ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξε Κύριος ὁ Θεὸς πνεύατι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ. καὶ ὠλιγοψύχησἒ καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπε Καλόν μοι τὸ ἀποθανεῖν ἤ χῆν με.
Σκώληκα μὲν ἑωθινὴν ὀνομάζει τὴν κάμπην, διάτοι τὸ ἐκ δρόσου τῆς ὑπὸ τὴν ἕω πιπτούσης τὰς τῆς γενέσεως ἔχειν ἀρχὰς· προστάττει γεμην ἀυτῇ καὶ μέντοι καὶ τῳ καυσωνι Θεὸς ὡς ἂν νοοῖτο προστεταχὼς καὶ αὐτῇ τῆ κολοκύνθῃ καὶ τῷ κήτει, καθάπερ ἤδη προείπομεν. καὶ ἡ μὲν ἀδοκήτως αὐαίνεται. πλήττει δὲ ὁ καύσων σφόδρα, καὶ θερμὸν ἐνίησιν ἀλύοντι σέλας, σκιᾶς δὲ ἔρημον εὑρὼν, ὅθεν αὐτῷ μάλιστα τὰ τῆς δυσθυμίας ἐπετείνετο. καθῖκτο δὲ ἤδη πρὸς τοῦτο μικροψυχίας, ὡς καὶ αὐτὸν πολύευκτον ποιεῖσθαι τὸν θάνατον.
Καὶ εἶπε Κύριος πρὀς Ἰωνᾶν εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ ; καὶ εἶπε Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.
Αθρει δὴ πάλιν τὸν τῶν ὅλων Θεὸν ἐξ ἀμετρήτου φιλανθρωπίας ταῖς ἀκάκοις μάλιστα τῶν ἁγίων ψυχαῖς μονονουχὶ προσαθύροντα, καὶ ταῖς τῶν πατέρων φιλοστοργίαις παραὁτουοῦν ] χωροῦντα μηδέν. κατασκιάζει μὲν γὰρ ἡ κολοκύνθα, καὶ ἐπιγάννυται λίαν ὁ Προφήτης αὐτῇ· ἐπιβουλεύει δὲ μετὰ τοῦτο οἰκονομικῶς ἡ κάμπη, πλήττει δὲ καὶ ὁ καύσων χρειωδεστάτην αὐτῷ καὶ ἀναγκαίαν εἰς ὄνησιν ἀποφαίνων τὴν σκιὰν, ἵνα δὴ μᾶλλον ἀλγύνοιτο τῶν ἀρίστων ἐστερημένος· εἶτα ἐπὶ σμικρῷ λυπούμενος, καὶ τοῦτο δεινῶς, τῆ κολοκύνθῃ λέγω, μηκέτι τὴν θείαν αἰτιῷτο φιλανθρωπίαν, εἰ φειδώ τε καὶ ἡμερότητα διανέμειν ἕλοιτο ταῖς τῶν πόλεων περιφανεστάταις, καὶ ἀναριθμήτῳ πληθύι· τῶν ἐνοικούντων μεμεστωμέναις. ἐρωτᾷ δὴ οὖν εὐτέχνως Εἰ σφόδρα λελύπηται, καὶ τοῦτο ἐπὶ λαχάνῳ. ὁ δὲ ὁμολογεῖ, καὶ τὸ χρῆμα λοιπὸν ἀπολογίας ἦν τρόπος τῷ φιλανθρώπῳ Θεῷ.
Καὶ εἶπε Κύριος Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθσας εἰς αὐτὴν, καὶ οὐκ ἐξέθρεψας αὐτὴν, ἥ ὑπὸ νύκτα ὐγενήθη καὶ ὁπὸ νύκτα ἀπώλετο· ἐΓὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὶ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνυρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶι, κὼ κτήνη πολλά.
Ω τῆς ἀσυγκρίτου καὶ ὑπὲρ νοῦν ἡμερότητος. ποῖος ἂν ἡμῖν ἐξαρκέσειε λόγος εἰς ὑμνολογίαν; ἢ ποῖον ἀνοιγνύντες στόμα τὰς χαριστηρίους ᾠδὰς ἀναθήσομεν τῷ φιλοικτίρμονι καὶ ἀγαθῷ; μακρύνει γὰρ ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν, καὶ καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε κύριος τοὺς φοβουμένους αὐτὸν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. θέα γὰρ ὅπως οὐκ ἐν καιρῷ λυπούμενον, οὐδὲ ἐφ’ οἷς ἦν εἰκὸς, ἀποφαίνει τὸν Ἰωνᾶν, καίτοι δέον ἁγιοπρετῶς κατακροτεῖν καὶ εὐφημεῖν ὡς ἀγαθὸν τὸν Δεσπότην. εἰ γὰρ σὺ, φησὶν, ἐπεστύγνασας, μᾶλλον δὲ καὶ εἰς ἐσχάτην κατακομίζῃ λύ- πην, ὅτι σοι μεμάρανται τὸ τῆς κολοκύνθης φυτὸν, ὃ ὑπὸ νύκτα μίαν ἀνέφυ, διόλωλε δὲ ὡσαύτως, πῶς ἃν αὐτὸς ἀλο- γήσαιμι πολυανδρούσης πόλεως, ἐν ἧ πλείους εἰσὶν ἢ δώδεκα μυριάδες ἀνθρώπων, οὐκ ἐχόντων ἀπὸ τοῦ καιροῦ καὶ τῆς ἡλικίας τὸ διειδέναι δύνασθαι ποία μὲν αὐτοῖς ἡ δεξιὰ, ποία δὲ ἡ εὐώνυμος; ἀδιάκριτα γάρ πὼς παρὰ τοῖς ἔτι νηπίοις καὶ ταῦτα, οἷς ἦν ἀκόλουθον καὶ πρό γε τῶν ἄλλων χαρί- σασθαι τὴν φιλανθρωπίαν, ἡμαρτηκόσι μηδέν· τὸ γὰρ οὔπω τὰς ἑαυτοῦ χεῖρας εἰδὸς, ποίοις ἃν ἐνέχοιτο πλημμελήμασι; εἰ δὲ ὀνομάζει καὶ κτήνη καὶ φειδοῦς ἀξιοῖ, φιλαγάθως καὶ τοῦτο. εἰ γὰρ “δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν “αὐτοῦ,” ἐστι δὲ αὐτῷ πρὸς ἐπαίνου καὶ τοῦτο, τί τὸ παράδοξον, εἰ καὶ αὐτὸς ὁ τῶν ὅλων Δημιουργὸς φειδώ τε καὶ οἰκτιρμοὺς ἀπονέμει καὶ τούτοις;
Oὕτω δὴ πάντας διέσωσεν ὁ Χριστὸς, δοὺς ἑαυτὸν ἀν- τίλυτρον ὑπὲρ μικροῦ καὶ μεγάλου, σοφοῦ καὶ ἀσόφου, πλουσίου καὶ πένητος, Ἰουδαίου καὶ Ἕλληνος, ᾧ καὶ λέγοιτ’ ἂν εἰκότως “Ἀνθρώπους καὶ κτήνη σώσεις κύριε, ὡς ἐπλή- “θυνας τὸ ἐλεός σου ὁ Θεός. οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν “σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν,” αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Commentary micah: Του Εν Αγιοις Πατρος Ημων Κυριλλου Εις Τον Προφητην Μιχαιαν — Τομος Πρωτος
ΕΙΣ μὲν ἅπασι καὶ θεοφιλὴς τοῖς ἁγίοις προφήταις ὁ σκοπὸς, τὸ ἀναπεῖσαι τὸν Ἰσραὴλ ἀποφοιτῆσαι νεανικῶς τοῦ πλανᾶσθαι θέλειν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασιν ἐναβρύνεσθαι, τὴν ἐπὶ τοῖς ἀτόποις κατάρρησιν ῥιπτοῦντας ὡς ἀπωτάτω. πολλοὶ δὲ γεγόνασι καὶ καθεξῆς, προδια- μαρτυρομένου τρόπον τινὰ τοῦ Θεοῦ, καὶ διὰ πλείστων ὅσων στομάτων προαναφωνοῦντος ἐναργῶς, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, μήτε μὴν ποιοῖντο περὶ πολλοῦ τὴν εἰς τὰ ἀμείνω λοιπὸν ἐπιτηδεύειν ἀναδρομὴν, αὐτοὶ καθ’ ἑαυτῶν ὁριοῦσι τὰς δίκας, καὶ αὐτόκλητον ἀνατλάντες ὄλεθρον, τὰς ἃς τοῦ παθεῖν αἰτίας ταῖς ἰδίαις ἀνάψουσι γνώμαις. εἰ δὲ δὴ τῶν αὐτῶν ἔχοιντο διηγημάτων τῶν ἁγίων προφητῶν οἱ λόγοι, αἰτιάσθω μηδεὶς, ταὐτολογίαν ἐπιφημίζων αὐτοῖς, ἀναλογιζέσθω δὲ μᾶλλον ἐκεῖνο σαφῶς· οὐδένα γὰρ ἐχρῆν ὀφθῆναι καιρὸν, καθ’ ὃν οὐκ ἦσαν οἱ ἐπανορθοῦν ἰσχύοντες τοὺς ἡμαρτηκότας. καὶ ὥσπερ οὐκ ἃν αἰτιάσαιτό τις, εἴ γε νοῦν ἔχοι, τὸ κατὰ πάντα καιρὸν ὑπάρχειν ἰατροὺς, τοὺς τὰ αὐτὰ τῶν ἐν ἡμῖν παθῶν ταῖς αὐτοῖς πρεπούσαις ἐπικουρίαις ἀνασειράζοντας, οὕτως οὐκ ἃν, οἶμαί, τις εὐλόγως ἐπιτιμήσειε τοῖς ἁγίοις προφήταις, εἰ καὶ διὰ τῶν αὐτῶν ἰόντες φαίνοιντο πραγμάτων τε καὶ λόγων. εἷς γὰρ ἦν κύριος ὁ πᾶσι λαλῶν, καὶ τοῖς πλανωμένοις ἀναδεικνὺς κατὰ πάντα καιρὸν τοὺς ἀποκομίζειν εἰδότας εἰς εὐθεῖαν ὥσπερ ὁδόν. προαγορεύουσι γὰρ ἅπαντες τοὺς πολέμους, τὰς αἰχμαλωσίας, τὴν τῶν πόλεων ἐρήμωσιν, τοὺς πόνους, τὰ πένθη, τοὺς ἐπὶ τοῖς τεθνεῶσιν ὀδυρμοὺς, τὰς τῶν παραλελημμένων ταλαιπω- ρίας, τὴν τῶν πορθούντων ὠμότητα· καὶ ἁπαξαπλῶς διὰ πάσης αὐτοῖς ἀγριότητος κεχωρηκότα τὰ διηγήματα κατίδοι τις ἃν, διά γε τὸ τοῖς πλανωμένοις εἰς ὄνησιν ἀναγκαῖον. ἀνακόπτεται γὰρ ἔσθ’ ὅτε τοῖς δείμασι καὶ τὸ ἀσχέτως ἐκνενευκὸς εἰς ἀπόστασίν τε καὶ ἁμαρτίαν.
Προφητεύει τοίνυν καὶ ὁ μακάριος Μιχαίας ἐν καιροῖς βασιλείας τοῦ τε Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου. καὶ βασιλεύοντος μὲν Ἰωάθαμ κατεστρατεύετο τῆς Ἱερουσαλὴμ ὁ τοῦ Ῥομελίου Φακεὲ, καὶ Ῥαασσὼν βασιλεὺς Συρίας.· τεθνεῶτος δὲ διαδέχεται τὴν ἀρχὴν ὁ Ἄχαζ, ὃς καὶ παρατείνοντος τοῦ πολέμου κατεμισθοῦτο χρήμασι τὸν Ἀσσύριον, ἐπαμῦναί τε οἱ παρεκάλει, ταῖς τῶν ἐπιόντων δυνάμεσιν ἀντεξάγειν οὐκ ἔχοντι· ὃς καὶ παρελθὼν εἷλε μὲν τὴν Δαμασκὸν, ἀπέκτεινε δὲ καὶ τὸν ̔Ραασσών. εἶτα κατ’ ἐκεῖνο τοῦ καιροῦ βασιλευόντων ἐν τῆ Σαμαρείᾳ ̔ Ιεροβοάμ τε τοῦ Ἰωὰς, καὶ μετ’ αὐτὸν Ἀζαρίου, καὶ τρίτου δὲ Μαναεὶμ, ἀνέβη Φουλὰ βασιλεὺς Ἀσσυρίων, ὃς καὶ πολλοῖς μόλις χρήμασιν ὑποπεισθεὶς, εἰς τὴν ἐνεγκοῦσαν ἀνεκομίζετο. μετὰ ’δε γε τὸν Φουλὰ κατεστράτευε τῆς Ἰουδαίων γῆς Θεγλαφαλάσαρ ὁ Ἀσσύριος, καὶ πλείστας μὲν ὅσας τῆς Σαμαρείας ἀνέστησε πόλεις· προσετίθει δὲ αὐταῖς καὶ πᾶσαν τὴν Γαλιλαίαν ἕως Νεφθαλείμ. εἴρηται μὲν οὖν ταυτὶ δὴ λεπτῶς, ὅτε τὴν ἐπὶ τῷ μακαρίῳ προφήτη Ὠσηὲ συνετίθεμεν ἐξήγησιν, ὑπεμνήσαμεν δὲ καὶ νῦν ἀναγκαίως διὰ τὸ τεθεῖσθαι τοὺς χρόνους καὶ τῆς τοῦ Μιχαίου προφητείας. ἔδει γὰρ ἐδεῖ τὸν φιλακροάμονα καὶ φιλομαθῆ μὴ ἀγνοῆσαι τὴν αἰτίαν, δι’ ἢν ὠνομάσθησαν οἱ τῆς ̔ Ιερουσαλὴμ βεβασιλευκότες, Ἰωάθαμ φημὶ καὶ Ἄχαζ. παρατείνει δὲ τῆς προφητείας ὁ χρόνος καὶ μέχρι τῆς Ἐζεκίου βασιλείας, ἐφ’ οὗ πάλιν ὁ Σεναχηρείμ· Ἀσσυρίων καὶ οὗτος βασιλεύς· εἷλε κατὰ κράτος τὴν Σαμαρειτῶν, κατεδῄωσε δὲ καὶ τὰς πόλεις τῶν Φυλιστιεὶμ, τουτέστι τὰς Παλαιστηνῶν. εἶτα τὴν Λάχις ἑλών· πόλις δὲ αὕτη τῆς Ἰούδα βασιλείας. ἐκεῖθεν πέμπει ̔ Ραψάκην πολιορκήσοντα τὴν ̔ Ιερουσαλὴμ, ὃς καὶ τῆς ἀλαζονείας καὶ τῆς κατὰ Θεοῦ γλωσσαλγίας ἐξαιτεῖται δίκας, ἀποθανουσῶν ἐν μιᾷ νυκτὶ τῆς τῶν Ἀσσυρίων στρατιᾶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων. γέγονε τοίνυν, φησὶν, ὁ λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθί.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθὶ, ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα.
Χρὴ εἰδέναι πάλιν, ὡς Ἑβραῖοι γεγράφασιν ἀντὶ τοῦ Μωραθὶ τὸν Μωραθίτην, ἵνα μὴ ὡς ἐκ πατρὸς, ἀλλ’ ὡς ἐκ τόπου σημαίνηται. φασὶ γὰρ εἶναι τὴν Μωραθὶ κώμην ἤτοι πολίχνην τῆς Ἰουδαίων γενέσθαι χώρας. συμφέρονται δὲ τῇ ἐκδόσει καὶ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. οὐκοῦν εἴη ἂν οὐχὶ τοῦ Προφήτου πατὴρ ὁ Μωραθί· σημαίνεται δὲ, ὡς ἔφην, ἐκ τόπου μᾶλλον καὶ Μωραθίτης. τίνες δὲ ἄρα λοιπον οἱ πρὸς αὐτὸν γεγονότες λόγοι, περιαθρεῖν άναγκαιον.
Περὶ ὧν εἶδεν περὶ Σαμαρείας καὶ ̔ Ιερουσαλἡμ.
Tεθέαται γὰρ ὡς ἐν ὁράσει τὰ ἐσόμενα, καὶ τῶν ὅσον οὐδέπω παρεσομένων ἢ καὶ ἐπὶ θύραις ὄντων κακῶν, οὐχὶ μόνην ἑλὼν τὴν γνῶσιν, ἀλλ’ ὅσον ἧκεν εἰς ὄψιν, τὴν ὡς ἐν ὁράματι λέγω, δεδιὼς τὴν ἔκβασιν, ἀναγκαίως ποιεῖται τοὺς λόγους περ τε τῆς Σαμαρείας καὶ τῆς ̔ Ιερουσαλήμ.
Ακούσατε λαοὶ πάντες λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ἐν ὑμῖν εἰς Κύριος ἐξ οἴκου ὁγίου αὐτοῦ.
Ετοιμάζεσθαι κελεύει πρὸς τὸ εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν θείων λογίων τὴν δύναμιν. ὅτι δὲ οὐκ ἀπὸ γνώμης ἤγουν θελημάτων ἀνθρωπίνων ἡ ἀφήγησις, ἀλλὰ παρ’ αὐτοῦ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ πληροφορεῖ προστιθεὶς, ὅτι ἔσται Κύριος ἐν υμιν εἰς μαρτύριον. μονονουχὶ γάρ φησι κἂν αὐτὸς ἐγὼ Μιχαίας ποιῶμαι τοὺς λόγους, κἂν εἰ μεσιτεύοιμι τυχὸν ὡς ἄνθρωπος, ἀλλ’ αὐτὸς ὑμῖν ὁ τῶν ὅλων διαμαρτύρεται Θεὸς, καὶ δεσποτικοῖς θεσπίσμασι τὴν ἐμαυτοῦ δανείζω φωνήν. ἔσται τοίνυν ὑμῖν εἰς μαρτύριον ἐκεῖνος αὐτὸς, ᾧ τὸν διαβόητον τουτονὶ καὶ περιφανῆ ναὸν ἐστήσατε, ὧ τὸ θεῖον ἵδρυται πρὸς ὑμῶν θυσιαστήριον, ᾧ τὸ σέβας ἀνάπτειν πεπαίδευσθε διὰ νόμου· ὃς ἐκ τοῦ ἰδίου οἴκου λελάληκεν ἀεὶ πρὸς προφήτας ἁγίους, καὶ πρό γε τῶν ἄλλων τῷ μακαρίῳ Καρίῳ Μωυσεῖ, τὴν ἀρχαίαν ἐκείνην σκηνὴν ἐγηγερκότι κατὰ τὴν ἔρημον. ἐλάλει γὰρ ἄνωθεν τοῦ ἱλαστηρίου, καὶ, ᾗ φησὶ τὸ γράμμα τὸ ἱερόν “ Μωυσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο “ αὐτῷ φωνῇ.” καὶ νῦν ὑμᾶς διαματρύρεται, φησὶν, ἐκ τοῦ οἰκοῦ αὐτοῦ. οὐκοῦν ἀκούετε μὲν λαοὶ, προσεχετω δὲ καὶ ἡ γῆ. τούτῳ παραπλήσιον τὸ διὰ φωνῆς ̔ Ησαιΐου “ Ἄκουε “οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησε.” κατοικεῖ μὲν οὖν ὁ Ὕψιστος οὐκ ἔν γε τοῖς ἐκ λίθων ναοῖς ἢ χειροποιητοῖς τεμένεσιν. ἐπειδὴ ’δε εἰς δόξαν Θεοῦ τοὺς αγίους οἴκους ἐγηγέρθαι φαμὲν, ταύτῃτοι καὶ κατοικεῖν ἐν αὐτοῖς οὐκ ἀπαξιοῦν πεπιστεύκαμεν τὸν τῶν ὅλων Θεὸν, καίτοι πληροῦντα τοὺς οὐρανοὺς καὶ τὴν γῆν καὶ τὰ κατωτέρω.
Ἐφαρμόσαι δ᾿ ἄν τις εἰκότως καὶ ταῦτα Χριστῷ καλοῦντι πρὸς σωτηρίαν οὐχὶ μόνους λαοὺς, οἳ καὶ ἐξ αἵματος ἦσαν ̔ Αβραὰμ, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. διεμαρτύρατο γὰρ ὥσπερ διὰ φωνῆς τοῦ Δαυεὶδ λέγων “ Ἀκούσατε ταῦτα “πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν “ οἰκουμένην.” ὅτι δὲ ὡς ἐξ οἴκου τοῦ ἰδίου καὶ φιλαιτάτου λίαν αὐτῷ καταπεφοίτηκεν ὡς ἡμᾶς ἐξ οὐρανοῦ ὁ Λόγος, πῶς ἐστιν ἀμφιβαλεῖν ; ἄτοπον δὲ οὐδὲν οἶκον Θεοῦ λέγειν τὸν οὐρανὸν, ὁπότε καὶ τὴν ἐπίγειον Σιῶν, ἢ καὶ εἰς τύπον τῆς Ἐκκλησίας λαμβάνεται, οἶκόν τε αὐτοῦ καὶ πόλιν αἱ θεόπνευστοι λέγουσι γραφαί. ψάλλει γάρ που καί φησιν ὁ θεσπέσιος Δαυείδ “Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ “πόλις τοῦ Θεοῦ.” οὐκοῦν ὡς πόλις εἴη ἂν οὕτω καὶ οἶκος ἡ Ἐκκλησία Χριστοῦ τοῦ πληροῦντος τὰ πάντα κατά γε τὴν τῆς Θεότητος φύσιν.
Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ πότου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὑδωρ φερόμενον ἐν καταβάσει.
Ασαφὴς μὲν λίαν, καὶ αἰνιγμάτων ἔμπλεως ὁ τοιόσδε λόγος. πλὴν ἐκεῖνό φαμεν ἀναγκαίως, ὅτι κἂν ἐν τοῖς καθ’ ἡμᾶς σημαίνηται λόγοις τὰ περὶ Θεοῦ, ἀλλ’ οὖν ὁ ταῦτα τεχνίτης, καὶ νοεῖν εἰδὼς “παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σόφων καὶ αἰνίγματα, συνήσει λεπτῶς, καὶ ὡς ἂν ὅτι μάλιστα πρέποι τῆ θείᾳ τε καὶ ἀπορρήτῳ φύσει. ἵδρυσίς τε γὰρ αὐτῆς, θρόνοι τε καὶ ἔγερσις διὰ τῆς τῶν ἁγίων λέγονται φωνῆς, καὶ μὴν καὶ ὁδοὶ καὶ πορεῖαι, ἕτερά τε πρὸς τούτοις ἅττα σμικρὰ καὶ ἀνθρώπινα, ἀλλ’ ὡς ἔφην ἀρτίως, τὰ τοιάδε τῶν θεωρημάτων ἰσχνῶς τε καὶ κατεῤῥινημένως νοοῖτ’ ἂν εἰκότως παρά γε τοῖς ἀγαθοῖς καὶ ἀρτίφροσι. γίνονται γὰρ ὡς ἐξ ὁμοιώσεως καὶ μεταφορᾶς τῶν καθ’ ἡμᾶς οἱ λόγοι. ὅταν τοίνυν ἀκούσῃς τοῦ Προφήτου λέγοντος τό Διότι ἱροῦ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τοὶ ὕψη τῆς γῆς, προσεπάγει δὲ, ὅτι καὶ ὄρη μὲν σαλευθήσονται, κατατακήσονται δὲ καὶ αἱ κοιλάδες, τότε δὴ τότε τῶν ἐν αἰσθήσει πραγμάτων ὑπερφέρων βραχὺ, ἄνιθι τοῖς θεωρήμασιν εἰς ἐννοίας ἰσχνάς. ἔξοδον τοίνυν ἐνθάδε νοήσεις Θεοῦ γενομένην ὥσπερ ἐξ ἰδίου τόπου, τὴν οἱονείπως ἐκ τῆς ἠρεμίας κίνησιν, τὴν ἐπί τισι τῶν πραχθησομένων. μόνον γὰρ οὐχί φησι Κεκίνηται λοιπὸν ὁ πάλαι μακροθυμῶν, καὶ ἀφειδήσει δήπως τὸ ἔτι κατηρεμεῖν ἐπὶ τοῖς προσκεκρουκόσι, καὶ τὴν αὐτῷ φίλην ἡμερότητα τρόπον τινὰ καταλελοιπὼς, ἐποίσει τὰς δίκας λοιπόν. ἐπιβήσεται μὲν γὰρ ἐπὶ τὰ ὕψη τῆς γῆς, τουτέστι πατήσει λοιπὸν τοὺς ἐν ταῖς ἄγαν ὑπεροχαῖς, ἵνα νοῶμεν τοὺς βασιλεύοντας ἐν τε τῇ Σαμαρείᾳ καὶ ἐν ̔ Ιερουσαλήμ. σαλευθήσονται δὲ καὶ τὰ ὄρη, τουτέστι πάλιν μετακινηθήσονται τῶν ἰδίων ἀξιωμάτων, οἱ τοὺς ἄλλους ὑπεραίροντες καὶ πολὺ λίαν ἀνεστηκότες ἐν δόξη· ὄρεσι γὰρ τοὺς τοιούτους εὖ μάλα παρεικαστέον. ἐκτακήσονται δὲ καὶ ὡς κηρὸς αἱ κοιλάδες, τουτέστιν, οἱ ταπεινοὶ καὶ κατερριμμένοι, καὶ τὸ τῶν ἀγελαίων ἔχοντες μέτρον, ἀλλὰ καίτοι λίαν ὄντες σκληροὶ, καὶ τοῖς θείοις θεσπίσμασιν εἴκειν οὐκ ἀνεχόμενοι, οἱονεὶ πυρὶ προσβάλλοντες τῷ ἐκ τῆς θείας ὀργῆς κηροῦ δίκην κατατακήσονται· γενήσονται δὲ καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει, τουτέστι κατὰ πρανοῦς ὀξεῖ καὶ ἀσχέτῳ διάττον δρόμῳ. ὡς γὰρ ἤδη προεῖπον, οἱ τῶν Ἀσσυρίων βασιλεῖς τήν τε Σαμάρειαν αὐτὴν καὶ τὴν Ἰούδα βασιλείαν ἀγρίως καταδῃώσαντες, ἀπῴκισαν μὲν τῶν βασιλέων τινὰς, ἀπεκτόνασι δὲ καὶ πάντας τοὺς ἡγουμένους, δρομεὺς δὲ ὥσπερ καὶ ὡς ὕω κατὰ πρανοῦς ἐρχόμενον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν τὴν τῶν ἀγελαίων πληθύν. καὶ τοῦτο ἦν τὸ ὕδωρ τὸ φερόμενον ἐν καταβάσει, καὶ τρέχον ἐκ τῆς Σαμαρείας εἰς τὴν Περσῶν τε καὶ Μηδῶν.
Ἐκπεπόρευται δὲ καὶ ὁ τοῦ Θεοῦ λόγος ἐκ τοῦ τόπου αὐτοῦ. Θεὸς γὰρ ὣν φύσει γέγονεν ἄνθρωπος· δοκεῖ ’δε πὼς, καὶ ὑπομεῖναι κίνησιν τὴν ἔν γε τούτῳ φημὶ, καίτοι τροπὴν οὐκ εἰδὼς, ἐρηρεισμένος δὲ μᾶλλον ἐν ἰδίᾳ φύσει, καὶ τὸ βεβηκὸς ἔχων ὡς Θεός. ἐπέβη δὲ καὶ ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σεσάλευκεν ὄρη, καὶ κατέτηξε κοιλάδας, καὶ ὡς ὕδωρ αὐτὰς φερόμενον ἐν καταβάσει ῥεῦσαι παρεσκεύασε. καὶ ὕψη μὲν τῆς γῆς αἱ κατὰ πάντων ἐπαιρόμεναι νοηταὶ δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας νοηθεῖεν ἄν· ὄρη δὲ σαλευόμενα οἱ τῆς καθ’ ἡμῶν ἀρχῆς ἐξωσθέντες δαίμονες. ἐκβέβληνται γὰρ, καὶ κεκλήμεθα λοιπὸν εἰς τὸ ὑποκεῖσθαι τῷ φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ. κοιλάδες δὲ πάλιν ἡ τῶν δαιμονίων ἀγελαία πληθὺς, ἡ ταπεινὴ καὶ κατερριμμένη, ἡ δίκην κηροῦ κατατετηγμενη, ῥεύσασα δὲ καὶ ὡς ὕδωρ εἰς τοὺς ἐν ᾅδου μυχούς. προσῄεσαν γὰρ τὰ πονηρὰ πνεύματα τῷ Χριστῷ, καὶ “παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν “ἄβυσσον ἀπελθεῖν.” ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλμένων, οἱ περιλειφθέντες ἔτι τὸ χρῆμα κατεπεφρίκεσαν. εἰ δὲ δὴ βούλοιτό τις ὕψη τε καὶ ὄρη καὶ κοιλάδας τοὺς τῶν Ἰουδαίων νοῆσαι καθηγητὰς, καὶ μέντοι καὶ δήμους τοὺς ὑπ’ αὐτοῖς, οἳ διά γε τὴν εἰς Χριστὸν παροινίαν καὶ τῆς ἰδίας ἐξώσθησαν ἀρχῆς· ἐτάκησαν γὰρ, καὶ ὡς κηρὸς ταῖς τοῦ πολέμου τοῦ παρὰ ̔ Ρωμαίων συμφοραῖς ὡς φλογὶ προσβάλλοντες, “ Ἐξουθενώησαν δὲ καὶ ὡς ὕδωρ διαπορευόμενον, καὶ ὡσεὶ “κηρὸς ὁ τακεὶς ἀντανήρηνται,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ.
Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα, καὶ δι᾿ ἁμαρτίαν οἴκου Ἰσραήλ.
Ἐπιβήσεσθαι λέγων τὸν τῶν ὅλων Θεὸν ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεσθαι μὲν ὑπ’ αὐτοῦ τὰ ὄρη, κηροῦ δὲ δίκην καὶ ὕδατος ἐκτακήσεσθαι καὶ καταρρεῖν τὰς κοιλάδας, ἐπιφέρει λοιπόν Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα. ἄθρει δὴ οὖν ὅπως κεκρυμμένα λαλεῖ μυστήρια, καὶ οὐ μέχρι τῶν αἰσθητῶν τὸν τῶν προκειμένων ἵστησι νοῦν, οἶδε δὲ πλαγίως τῶν ἐν Σαμαρείᾳ καὶ τῶν ἐν τοῖς ̔ Ιεροσολύμοις τὰς ὅσον οὐδέπω παρεσομένας ἀφηγησάμενος συμφοράς. ποῖον γὰρ ἃν ἔχοι τὸ δεῖμα, καταλυπήσει δὲ ὅπως τοὺς ἐν Σαμαρείᾳ τυχὸν ἤγουν τοὺς ἑτέρους, τὸ καταδονεῖσθαι τὰ ὄρη; κοιλάδες δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν, ἢ καὶ ὡς ὕδωρ φερόμενον ἔσονται ἐν καταβάσει; ἀλλ’ οἶδεν, ὡς ἔφην, κατασημήνας ἀξίως τὰ συμβησόμενα τοῖς ἐξ Ἰσραήλ. ταύτητοι λοιπὸν ἀναγκαίως προσεπάγει τὰς δίκας, οὐχ ὡς ἠγνοηκόσιν αὐτοῖς, καθάπερ ἐγῷμαι, διαλεγόμενος, ἀλλ’ οἷον ἐλέγχων, καὶ μετατιθεὶς εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν τὰ χρήσιμά τε καὶ πρεπωδεστέρα. ἔφη τοίνυν ὅτι Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα τάντα καὶ δι᾿ ἁμαρτίαν οἴκου Ἰσραὴλ, ἵνα σύμπαν νοῆται πεπλημμεληκὸς τὸ ἐξ Ἰσραὴλ γένος εἴς τε Θεὸν καὶ ἀνθρώπους. ἀσέβειαν μὲν γὰρ ὀνομάζειν ἔοικε τὰ εἰς Θεὸν πταίσματα, τὰ δέ γε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἁμαρτίαν.
Τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ ̔ Ιερουσαλήμ;
Ἰακώβ ὀνομάσας τοὺς ἐξ Ἰακὼβ γεγονότας, τὸν Ἐφραΐμ δὴ λέγω, τὸν ἐν Σαμαρείᾳ, καθίστησιν ἐναργῆ τὰ αὐτῶν ἐγκλήματα. Σαμάρειαν δὲ εἶναί φησι τῆς ἀσεβείας τὸ εἶδος. καὶ οὐ δήπου φαμὲν, ὡς αὐτὴν αἰτιᾶται τὴν χώραν· κομιδῇ γὰρ ἀπόπληκτον τὸ τῇδε νοεῖν· Σαμάρειαν δὲ τὰ εἰς Σαμάρειάν φησιν, οἷον τὰς δαμάλεις, τὸν Χαμὼς, τὸν Βάαλ, καὶ τὰ ἐν αὐτῇ πραττόμενα κατά τινων διὰ τῆς τῶν κρατούντων πλεονεξίας. ἔφη γὰρ ὅτι “Κατεκονδύλιζον εἰς κεφαλὰς “πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.’ καὶ πρὸς τούτοις ἔλεγον “Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ “τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν “μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν “ἄδικον;" ἁμαρτιαν καὶ τοῦ Ἰούδα τὴν ̔ Ιερουσαλὴμ γενέσθαι φησί. καὶ οὔτι που πάντως αὐτὴν ἐν τούτοις τὴν πόλιν αἰτιασόμεθα φρονοῦντες ὀρθῶς· οἰησόμεθα δὲ μᾶλλον τὰ ἐν αὐτῇ πραττόμενα τῷ Ἰούδα γενέσθαι πρὸς ἁμαρτίαν. κατῃτιᾶτο δέ που Θεὸς τῶν Ἰουδαίων τὰς παροινίας, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς “ Ὅτι κατ’ ἀριθμὸν πόλεων σου ἦσαν “θεοί σου Ἰούδα, καὶ κατ’ ἀριθμὸν διόδων τῆς ̔ Ιερουσαλὴμ “ἐτάξατε βωμοὺς τοῦ θυμιᾶν τῆ Βάαλ. ἵνα τί λαλεῖτε “πρὸς μέ; πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσε- “βήσατε εἰς ἐμὲ, λέγει κύριος παντοκράτωρ. ἐπιπλήττει δὲ αὐτοῖς καὶ διὰ φωνῆς ̔ Ησαΐου λέγων “ Πῶς ἐγένετο “πόρνη πόλις πιστὴ Σιῶν, πλήρης κρίσεως, ἐν ἧ δικαιο- “σύνῃ ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. τὸ ἀργύριον “ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. “οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες “δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ “κρίσει χήρας οὐ προσέχοντες.” γέγονε τοίνυν εἰς ἁμαρτίαν τῷ Ἰούδα τὰ ἐν τοῖς ̔ Ιεροσολύμοις ἀνοσίως πραττόμενα, καὶ οὔτι που μᾶλλον ἡ πόλις.
Δεῖ δὴ οὖν ἄρα καὶ Θεὸν ἀγαπᾶν, καὶ τοῦτο ἐξ ὅλης ψυχῆς καὶ καρδίας, ἀποσείεσθαι δὲ καὶ τὸ ῥᾴθυμον εἰς ἀγαθουργίαν, καὶ κατὰ μηδένα τρόπον κακοῦν τὸν πλησίον, μᾶλλον δὲ ἀνακτᾶσθαι ταῖς εὐποιίαις, καὶ ἀποσπουδάζειν μὲν τὰ πονηρὰ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς τῆς δικαιοσύνης αὐχήμασιν. ὑπτιουμένοις δὲ δὴ περὶ τὰ οὕτω σεπτὰ, καὶ καταφρονεῖν ᾑρημένοις, ἐποίσει τὰ ἐξ ὀργῆς, καὶ ὡς κηρὸν κατατήξει κολάζων ἐν πυρὶ, καὶ ὡς ὕδωρ σκορπιεῖ, φειδοῦς ἡμᾶς ἔτι καὶ ἀγάπης οὐκ ἀξιῶν.
Καὶ θήσομαι Σαμάρειαν ὡς ὀπωροφυλάκιον ἀΓροῦ καὶ ὡς φυτείαν ἀμπελῶνος· καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ Θεμέλια αὐτῆς ἀποκαλύψω· καὶ πάντα τὰ Γλυπτά αὐτῆς κατακόψουσι· καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί· καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν.
Τίνα δὴ πάλιν ἔσονται τῶν οὕτω προσκεκρουκότων τὰ πάθη, διηγεῖται σαφῶς. ἔσται γὰρ ἡ Σαμάρεια φησιν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμτελῶνος. τὰ μὲν γὰρ ἐν ἀγροῖς φυόμενα τηροῦσί τινες, σκηνὰς ἀναπλέκοντες καὶ ἐν αὐταῖς ἱζήσαντες. εἶτα πᾶσαν αὐτῶν ἀποσοβοῦσι βλάβην. εἰ δὲ δὴ γένοιτο συναχθῆναι τοὺς καρποὺς, καταλήγουσι τῶν πόνων οἱ φύλακες, οἴκοι τε ὑπονοστοῦσι, καὶ αὐτὰς ἀνατρέψαντες τὰς σκηνάς. τοῦτο τὴν Σαμάρειαν παθοῦσαν εὑρήσομεν. ἐπειδὴ γὰρ πεπλημμέληκεν οὐ μετρίως, μᾶλλον δὲ καὶ εἰς αὐτὸν δεδυσσέβηκε τὸν τῶν ὅλων Θεὸν, τοῖς ἰδίοις ἔργοις ἀνατιθεῖσα τὸ σέβας, ἀνετράπη καὶ πέπτωκεν, ἀφέντων αὐτὴν τάχα που καὶ τῶν πάλαι τηρεῖν ἐπιτεταγμένων, ἁγίων τέ φημι δυνάμεων καὶ ἀγγέλων. ἔφη τι τοιοῦτον περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης Ἠσαίας “ Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν, ὡς σκηνὴ ἐν ἀμπε- “λῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ.” ἐγκατελείφθη δὲ ὅπως; ἀποπεφοίτηκε γὰρ, ὡς ἔφην, ἡ προσεδρεύουσά τε καὶ ῥυομένη πληθὺς λογικὴ τῶν ἄνω ταγμάτων. ἔσται τοίνυν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπελῶνος. ὅμοιον ὡς εἰ λέγοι Καὶ πόλεων καὶ οἴκων ἐρήμη καὶ εἰς ὄψιν ἀγρῶν μετενηνεγμένη. ἢ καὶ καθ’ ἕτερον τρόπον συνήσεις, εἰ δοκεῖ. τῶν ἀμπελώνων οἱ φυτουργοὶ τὸν αὐτοῖς ὅτι μάλιστα πρέποντα καταλαβόντες χῶρον, ἀρότοις αὐτὸν ἀνατέμνουσιν, ἄνω τε καὶ κάτω στρέφοντες. τοῦτό τοι παθεῖν τὴν Σαμαρειτῶν ἀπειλεῖ, μονονουχὶ καὶ ἀρόσιμον ἔσεσθαι γῆν, ἐξῃρημένων αὐτῆς, ὡς ἔφην, πόλεων τε καὶ οἴκων. διὰ τοῦτό φησιν, ὅτι κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τοὶ θεμέλια αὐτῆς ἀποκαλύψω. ἔσεσθαι δέ τι καὶ καταγέλαστον πρὸς τούτῳ φησίν. οὓς γὰρ προσεδόκησαν ἔσεσθαι σωτῆρας αὐτοῖς ὡς θεοὺς, οὗτοι καὶ συνδιόλλυνται τοῖς προσκυνεῖν εἰωθόσιν αὐτούς· κατεμπρησθήσονται δὲ καὶ τὰ μισθώματα αὐτῆς, καὶ εἰς ἀφανισμὸν οἰχήσονταί φησι πάντα τὰ εἴδωλα αὐτῆς. μισθώματα δὲ τοῖς εἰδώλοις ὁμοῦ τὰ καταπιμπράμενα, τάχα τάχα που τὰ ἀναθήματα δηλοῖ. προσεκόμιζον γὰρ τοῖς τεμένεσιν εἰς δόξαν εἰδώλων τὰ ἐξ ἰδίου νέμοντες πλούτου, καὶ τοῖς οὐδὲν ὠφελεῖν εἰωθόσιν ἤγουν ἰσχύουσιν, ὡσανεὶ μισθὸν καὶ ἀντέκτισιν ὧν ἔχειν ᾤοντο παρ αὐτῶν ἀνετίθεσαν τὰς εὐχαριστίας. μεμνήμεθα δὲ ὅτι καὶ διὰ φωνῆς Ὠσηὲ κατῃτιᾶτο τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὕτω λέγων “Καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον “καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον καὶ χρυσίον “ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ “Βάαλ·” οὐκοῦν ἐναργῆ τὰ ἀναθήματα. ὅτι δὲ μισθώματά τε καὶ ἀντέκτισιν τῆς ἔπι γε τῷ πλανᾶσθαι σπουδῆς κατελογίζετο τὴν εὐημερίαν ὁ Ἰσραὴλ ὁ παράφρων, οὐδὲν ἧττον συνήσεις Θεοῦ πάλιν λέγοντος “καὶ ἀφανιῶ ἄμπελον αὐτῆς “καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε Μισθώματά μου ταῦτά “ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου.” ᾤετο γὰρ, ὡς ἔφην, τοῖς τῶν εἰδώλων νεύμασι καὶ πλούτῳ κομᾶν καὶ ἐν τρυφαῖς εἶναι καὶ εὐημερεῖν. τυφλὸς οὖν ἄρα τῶν πλανωμένων ὁ νοῦς. ἦ γὰρ ἃν, τὸν φύσει Θεὸν οὐκ ἠγνοηκὼς, αὐτῷ δὴ μᾶλλον, καὶ οὐχ ἑτέροις τισὶ τὸ σέβας ἀνῆψεν· αὐτῷ τὰς χαριστηρίους ἀνετίθει λιτάς· αὐτὸν ὡμολόγει παντὸς ἀγαθοῦ δοτῆρα καὶ πρύτανιν· φρονεῖν δὲ ὧδε διεγνωκὼς, οὐκ ἂν γέγονεν ὡς ὀπωροφυλάκιον ἀγροῦ, ἀλλ’ οὐδὲ ὡς φυτεία ἀμπελῶνος, ἐπ’ ἀκλονήτοις δὲ μᾶλλον εὐημερίαις μακαριζόμενος διετέλει, καὶ ταῖς ἄνωθεν εὐμενείαις τετεισχισμένος, μένος, ἐν καλῷ τῆς εὐθυμίας γεγονὼς ἐθαυμάζετο.
Δίω ἐκ μισθωμάτων πορνείας συνήγαγε, κὼ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.
Διαγελᾷ δὴ πάλιν ὁ λόγος, καὶ τῆς Ἰουδαίων ἀμαθίας κατειρωνεύεται σὺν ἤθει πολλῷ· τῆς γὰρ ἐνούσης αὐτοῖς ἀπονοίας τὴν ἀποπληξίαν καθίστησιν ἐμφανῆ, καὶ τὰ εἰς νοῦν ἔσω καὶ καρδίαν κείμενα καταλευκαίνει σαφῶς· Ναὶ γὰρ, φησὶν, ὀρθῶς καὶ δικαίως ἀνετίθει τοῖς λίθοις τὰ χαριστήρια αἰσθήσεως ἔμπλεως ὁ Ἰσραὴλ, εὐγνώμων καὶ σοφός· ἔγνω τοὺς τετιμηκότας, τῆς εὐημερίας τοὺς χορηγοὺς, τοὺς τὸν πλοῦτον αὐτῷ συναγηγερκότας, καὶ ἐν εὐπαθείαις εἶναι παρασκευάζοντας. οἴεται γὰρ ὅτι μισθὸν ἔχει τῆς νοητῆς πορνείας τὸ εὐημερεῖν· καὶ ἐπειδὴ τέθυκεν εἰδώλοις, ξύλοις τε λατρεύει καὶ λίθοις, ἀνενδεὴς ἔσται τῶν ἐν εὐχαῖς. συνήγαγεν, ὥς φησι, καὶ πεπλούτηκε ἐκ μισθωμάτων πορνείας, συνεστρεψε καὶ συνήνεγκεν, ἀκράδαντον ἔχει τὴν εὐθυμίαν. οὐκοῦν ἐν ἤθει τε καὶ εἰρωνείᾳ, συμπεπλεγμένης καὶ ἀπειλῆς, τὴν τῶν εἰρημένων δύναμιν ἐκληψόμεθα.
Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνὴ, ποιήσεται κοπετὸν ὠς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων· ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτὴς, διότι ἦλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μοῦ, ἕως ̔ ιερουσαλήμ.
Ἐπειδὴ γὰρ διεβίω φησὶν ἐν πλάναις, καὶ κατέληξε μὲν οὐδαμῶς τὸν ἑαυτῆς λυποῦσα Δεσπότην, ἀνατιθεῖσα δὲ τοῖς γλυπτοῖς τὰ ἐφ’ οἷς εὖ ἔχει καὶ διευφημεῖται χαριστήρια, πρὸς τοῦτο δὲ, φησὶ, λοιπὸν δυσσεβείας διελήλακε, ταύτῃτοι κόψεται θρηνήσει· καὶ οὐχ ἑτέροις τισὶν ἐπαλγήσει τυχὸν, ἤγουν ἐπ’ ὀθνείοις, τὸ ὡς ἐξ ἀγάπης στάζουσα δάκρυον, ἀλλὰ ταῖς οἰκείαις αὐτῆς καταπαιομένη συμφοραῖς. ἢ δέ γε γυμνότης καὶ ἀνυποδεσία τὸ τῶν αἰχμαλώτων σχῆμα δεικνύει· οὕτω καὶ ὁ μακάριος προφήτης Ἠσαίας τὴν ὅσον οὐδέπω παρεσομένην αὐτοῖς αἰχμαλωσίαν ὑποδηλῶν περιεφοίτα τὴν ̔ Ιερουσαλὴμ, “γυμνός τε καὶ ἀνυπόδετος,” Θεοῦ τὸ χρῆμα γενέσθαι προστάττοντος. ἀπομιμήσεται δὴ οὖν ἐν ἰδίοις πάθεσι τῶν δρακόντων τὰ πένθη, καὶ τῶν σειρήνων τοὺς ὀδυρμούς. φασὶ γάρ τινες, ὡς, εἰ πληγείη δράκων, τότε δὴ τότε κατολοφύρεσθαι κινδυνεύοντα, καὶ τοῦτο δηλοῦν καταπαίοντά τε τῇ κέρκῳ τὴν γῆν, καὶ οὐ μετρίαν ἠχὴν ἀποτελεῖν εἰωθότα. σειρῆνας δὲ λέγουσιν Ἕλληνες μὲν καὶ παῖδες ἐκείνων πτηνὰ μελῳδεῖν εἰδότα, καὶ καταθέλγειν ἰσχύοντα ταῖς τῶν ᾠδῶν εὐρυθμίαις τοὺς ἀκροωμένους. ἢ δέ γε θεόπνευστος γραφὴ σειρῆνας ἀποκαλεῖ τὰ τῶν στρουθίων λαλίστατά τε καὶ εὐστομεῖν εἰωθότα, ἢ καὶ αὐτὰς ἔσθ’ ὅτε τὰς ἀηδόνας, αἳ τοῖς ἐναλίοις ἐπῳάζουσι κόλποις· εἶτα τῆς καλιᾶς ληφθείσης ὑπὸ κυμάτων, γοερὸν ᾄδουσι μέλος, καὶ καταθρηνοῦσι τρόπον τινὰ τὴν τῆς ἑαυτῶν ὠδῖνος ζημίαν. οὕτω καταθρηνήσειν ἔφη τὴν Σαμάρειαν τῶν ἰδίων τέκνων τὸν ὄλεθρον. κατεκράτησε γὰρ αὐτῆς ἡ πληγή φησι, ἀφίκετο δὲ καὶ ἕως Ἰούδα, καὶ μέχρι πυλῶν ̔ Ιερουσαλήμ. ἔοικε δὲ ὁ λόγος ἡμῖν ἐν τούτοις τὸν παρὰ τοῦ Σεναχηρεὶμ αἰνίττεσθαι πόλεμον ὃς πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, καὶ καταδῃώσας τὴν Ἰουδαίαν, περιεκάθισε τὴν ̔Ιερουσαλὴμ, καὶ μέχρι πυλῶν ἀφιγμένος, ἠπείλησε μὲν ἐμπρῆσαι αὐτήν· οὐ μὴν ἔτι καὶ δεδύνηται, Θεοῦ προασπίζοντος, κατὰ τὸν τῆς Ἐζεκίου βασιλείας καιρόν.
Oὐκοῦν, ὅταν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Δεσπότην ἀφέντες προσκεῖσθαι σπουδάσωμεν τοῖς ἀκαθάρτοις δαίμοσι, τότε πάντη τε καὶ πάντως ἑαυτοὺς θρηνήσομεν, καὶ ταῖς ἑαυτῶν ἀβουλίαις ἐποιμώζοντες, γυμνοὶ μὲν ἐσόμεθα τῆς παρ’ αὐτοῦ χάριτός τε καὶ βοηθείας, ἀσχήμονα δὲ καὶ ἀκαλλῆ διαζήσομεν βίον· τοῦτο γὰρ ἡ ἀνυποδεσία δηλοῖ. ὑποκεισόμεθα δὲ καὶ πλήττοντι τῷ σατανᾷ, καὶ οὐδὲν ἔτι τὸ κωλῦον ἐν παντὶ γενέσθαι κακῷ.
Οἱ ἐν γὲθ μὴ μεγαλύνεσθε, οἱ Ἐνακεὶμ μὴ ἀνοικοκομεῖτε ἐξ οἴκου καταΓέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν.
Περισκεπὴς μὲν ὁ λόγος καὶ δυσάλωτος κομιδῆ τῶν προκειμένων ὁ νοῦς καὶ τῶν ἐφεξῆς ἔτι κειμένων. πλὴν ὡς ἔνι διειπεῖν πειράσομαι. καταθέοντος τοῦ πολέμου τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις, ἁλισκομένων δὲ καὶ ἑτέρων τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, τῶν ἀλλοφύλων οἱ πρόσοικοι καὶ ὅσα τῆς Ἰουδαίων γῆς ὅμορά πὼς ἦν καὶ ἐκ γειτόνων ἔθνη, πλατὺ γελῶντα κατεκερτόμουν τὸν Ἰσραὴλ, ὡς οὐδὲν ὠφελημένον παρὰ Θεοῦ. ᾤοντο γὰρ τὴν τοῦ σώζοντος χεῖρα καὶ παθεῖν τὸ ἄναλκι καὶ ἀτονῆσαι δεῖν, ὡς πρὸς τὰς τῶν καταδῃούντων ὁρμάς. ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι λυπεῖν ᾑρημένοι τὸν σώζοντα καὶ προσκεκρουκότες Θεῷ, πεπείρανται τῶν δεινῶν, δέδονται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν. ἐπειδὴ δὲ ἦν τῶν ἀτόπων, ἐκείνους μὲν οἴεσθαι κατὰ σφᾶς αὐτοὺς, ὅτι τῇ δυνάμει τῶν ἰδίων σεβασμάτων, ἐν καλῷ τῆς εὐημερίας μεμενήκασιν, ἀπόλωλε δὲ καὶ ὠλόθρευται διὰ τὴν τοῦ σώζοντος ἀσθένειαν ὁ Ἰσραὴλ, ταύτῃτοι Θεὸς καὶ αὐτὰς τὰς τῶν περιοίκων πόλεις παρεδίδου τοῦ Σεναχηρεὶμ εἰς ἐρήμωσιν. καὶ γοῦν ὁ ̔Ραψάκης τοῖς ἐν τῷ τείχει τῶν ̔ Ιεροσολύμων προσλαλῶν, τούτων αὐτῶν διεμέμνητο λέγων “Ποῦ ἐστιν ὁ “θεὸς Αἰμὰρ καὶ Ἀρφάθ; ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως “Σεπφαρουείμ; μὴ ἠδύνατο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χει- “ρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐρρύσατο “τὴν γῆν αὐτοῦ ἐκ χειρός μου;” ἔστι τοίνυν ἡ Γὲθ μὲν τῶν καλουμένων Φυλιστιεὶμ, μητρόπολις δὲ τῆς Παλαιστίνης. ἀλλὰ καὶ ἡ Ἐνακεὶμ ὁμοίως πολίχνη πάλιν ἐν ἐσχατιαῖς τῆς Ἰουδαίας κειμένη, πρὸς τῆ κατὰ νότον ἐρήμῳ, εἴκουσα μὲν τοῖς Ἰούδα σκήπτροις, φρονοῦσα γεμὴν οὐκέτι τὰ Ἰουδαίων, προσκειμένη δὲ μᾶλλον τοῖς τῶν ἐθνῶν ὁμόροις, Μωαβίταις δὴ λέγω καὶ Ἰδουμαίοις. ὦ τοίνυν, φησὶ, τῆς Γὲθ οἰκήτορες, ὦ τῆς Ἐνακεὶμ, μὴ τὰς ἑτέρων συμφορὰς ἑορτῆς ποιεῖσθε προφάσεις· μὴ μεγαλύνεσθε διὰ ταῦτα, μηδὲ ἐπειδήπερ ὁ γείτων ὑμῶν οἶκος ἠρήμωται, τουτέστιν ὁ τοῦ Ἰσραὴλ, ταύτῃτοι πλατὺ γελᾶτε, φησὶ, μονονουχὶ τῶν ἀπολωλότων κατορχούμενοι. μὴ οἰκοδομεῖτε ἐξ οἴκου καταγέλωτα, ἀλλ’ ὡς καὶ αὐτοὶ τὰ χείρω πεισόμενοι, καθάπέρ τινα γῆν καταπάττεσθε τὸν ἐσόμενον καθ’ ὑμῶν καταγελωτα, καὶ τὰς ἑαυτῶν θρηνεῖτε συμφοράς. κατορχήσονται γὰρ ὑμῶν οἱ Βαβυλώνιοι, καὶ οἰκτρῶς ἀπολωλόσιν ἐπιμειδιάσουσιν οἱ ἐχθροί. σοφὸν οὖν ἄρα τὸ ἐπιμεμνῆσθαι τοῦ λέγοντος “ Ἐὰν πέσῃ ἔση ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ὅτι “ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν “θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ.”
Πράττουσι δὲ τοῦτο καὶ οἱ Χριστὸν οὐκ εἰδότες. διωκομένων γὰρ ἔσθ’ ὅτε τῶν ἐκκλησιῶν, καὶ δοκιμαζομένων ἁγίων ἤτοι τῶν ἐν αὐταῖς, τότε δὴ τότε μάλιστα τοὺς ἰδίου αὐτοὶ καταθαυμάζουσι θεούς. ἀλλ’ ὁ γέλως αὐτοῖς ἐκτελευτᾷ πρὸς δάκρυον, κατευμαρίζοντος μὲν τὰ δεινὰ τού Χριστοῦ, κατευνάζοντος δὲ τὰ κεκινημένα, καὶ ἀποσοβοῦντος μὲν τὸ λυποῦν, ἀνευρύνοντος δὲ τοῖς ἁγίοις θυμηδίαν καὶ χαράν· τέλος γὰρ πόνων εὔκλεια καὶ τρυφή. καί μοι δοκεῖ φάναι τι τοιοῦτον ὁ μακάριος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς “εἰς ἀναψυχήν.”
Κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα Σενναὰρ κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.
Ἐκδεδώκασι μὲν οἱ ἑβδομήκοντα Σενναὰρ, Ἀκύλας δὲ ἔφη Σενὰν, εὐσθενοῦσαν δὲ ὁ Σύμμαχος, τάχα που τουτὶ τοῦ Σενὰν ὑπεμφαίνοντος. ἀλλ’ εἰ μὲν νοοῖτο Σεναὰρ, φαμὲν ὅτι χωρίον ἐστὶ πλατὺ κατὰ πόλεις τε καὶ κώμας οἰκούμενον ἀλλοφύλοις μὲν, πλὴν ἐν ὁρίοις τῆς Ἰουδαίας· εἰ δὲ δὴ νοοῖτο Σενὰν, λαμπρὰν καὶ ἐπίσημον Αἰγύπτου πόλιν κατασημαίνει. εὐσθενεῖται δὲ ὅτι πίων ἡ χώρα, καὶ ληίοις κατάκομος, πῶς ἔστιν ἀμφιβαλεῖν; Σεναὰρ τοίνυν φησὶν ἤτοι Σενὰν ἡ καλῶς τὰς ἑαυτῆς οἰκοῦσα πόλεις. ἥξει δὲ ὁ λόγος κατὰ τῶν οἰκούντων αὐτάς· αὐτάς· οὐκ ἐπεδάκρυσε τοῖς ἐγγὺς οἰκτρῶς καὶ ἀθλίως διολωλόσιν· οὐκ ἐξῆλθε κόψασθαι τὸν ἐχόμενον οἶκον, τουτέστιν, οὐ τεθρήνηκε τοὺς ἐκ γειτόνων. ἐγγὺς δὲ τῆς Ἰουδαίας ἡ Σενναὰρ, ὡς ἔφην, καὶ μέντοι καὶ ἡ Σενὰν, τουτέστιν ἡ Αἰγυπτίων. διαπίπτοντι δὲ καὶ πεπορθημένῳ τῷ Ἰσραὴλ, οὐκ ἐπήλγησε μᾶλλον, ἀλλ’ ἐπετώθασεν, ἐπέχαιρε δὲ καὶ αὐτὴ, καθάπερ οἱ ἀπὸ Γὲθ καὶ Ἐνακείμ. τί οὖν Ἰσραήλ; ἆρα γελάσουσιν εἰκῆ τὰ περίοικα τῶν ἐθνῶν, καὶ ταῦτα δρώντων ἐκείνων ἀνεξικακήσει Θεός; ἀνέξεται δὲ παρ’ ἐχθρῶν γελωμένης αὐτοῦ τῆς δόξης; οὐδαμῶς, φησὶν, ἀλλ’ ἐξ ὑμῶν ἤτοι δι’ ὑμᾶς λήψεται πληγὴν ὀδύνης· τουτέστι, καταδῃωθήσεται καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ. πεπόρθηται δὲ καὶ ἡ Σεννααρ, καὶ μέντοι καὶ Αἴγυπτος, καταθέοντος αὐτὴν Σεναχηρείμ. Δεῖ δὴ οὖν ἄρα καὶ τὸν ἑστῶτα καλῶς φοβεῖσθαι μὴ πέσῃ, καὶ ῥίπτειν μὲν ὡς ἀπωτάτω τὸ τοῖς πεπονθόσιν ἐπιμειδιᾶν, “Κλαίειν δὲ μᾶλλον μετὰ κλαιόντων” καὶ μὴ ταῖς ἑτέρων ἐξοφρυοῦσθαι συμφοραῖς, ἐκδεδιέναι δὲ μᾶλλον τὸ τοῖς ἴσοις περιπεσεῖν.
Τίς ἤρξατο εἰς ἀγαθὰ κατοικοῦσα ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας ̔ Ιερουσαλὴμ. ψόφος ἁρμάτων καὶ ἱππευόντων.
Ὦ Γετθαῖοι, φησὶν, ὦ τῆς Ἐνακεὶμ, ὦ τῆς Σενναὰρ ἤτοι Σενὰν οἰκήτορες, οὐκ ἐπλήγητε ταῖς τῶν ὁμόρων συμφοραῖς, γέλωτος ὑμῖν γέγονεν ἀφορμὴ πίπτων τε καὶ διολλύμενος ὁ πάλαι δεινὸς ὑμῖν καὶ ἀφόρητος Ἰσραήλ. ᾠήθητε δὲ ὅτι καὶ Θεὸς ἠσθένησεν ὁ σώζων αὐτοὺς, ἔρρωται δὲ τὰ παρ’ ὑμῖν χειρόκμητα καὶ πρὸς τοῦτο διάττει σθένους, ὡς ἀμογητὶ δύνασθαι τὰς ὑμῶν διασῶσαι πόλεις. οὐκοῦν ἀπὸ τῶν πραγμάτων φέρε δὴ φέρε καταθρήσωμεν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός· τίς ὁ παναλκὴς, καὶ ἄμαχον ἀπονέμων οἷς ἂν ἕλοιτο τὴν ἐπικουρίαν. ἥλωσαν μὲν γὰρ καὶ πεπόρ- θηνταί φησιν αἵ τε τοῦ Ἰσραὴλ, καὶ αἱ παρ’ ὑμῖν δὲ πόλεις, καὶ κοινὴν ὥσπερ ἀνέτλητε συμφοράν. ποία δὴ οὖν ἄρα πόλις ἐν ὀδύναις οὖσα καὶ τοῖς περὶ τῶν ἐσχάτων δείμασι· τοῦτο γάρ ἐστι τὸ κατοικοῦσα ὀδύνας διανένευκεν ἀδοκήτως εἰς ἀγαθὰ, τουτέστιν, εἰς εὐθυμίαν καὶ εὐημερίαν; ἆρα μία τῶν παρ’ ὑμῖν; οὐδαμῶς φησὶν, ἀλλ’ ἢ ἐμὴ πάλιν ̔ Ιερουσαλήμ. κατεβη μὲν γὰρ ἐπ’ αὐτὴν παρὰ Κυρίου κακα, τουτέστιν, ἐγὼ λελύπημαι καὶ πεπαίδευκα, καὶ τὸν Ἀσσύριον αὐτοῖς ἐπενήνοχα, καὶ ἐξ ἐμῆς ὀργῆς ἡ κατ’ αὐτῶν γέγονε κάκωσις. πλὴν ἀπέσβη καὶ λέλυται, τῆς ἐμῆς νικώσης χειρὸς καὶ παραδόξως ἐκρυομένης τοὺς τὰ ἐμὰ σέβοντας κράτη. μέχρι γὰρ πυλῶν ἔστη τὸ λυποῦν. ἴσμεν δὲ ὅτι πολλὴν ἵππον ἔχων ὁ ̔Ραψάκης ἀφίκετο μὲν ἐν τοῖς ̔Ιεροσολύμοις, μόνον δὲ οὐχὶ καὶ αὐτῶν ἥψατο πυλῶν, εἷλε δὲ οὐδαμῶς· δεδαπάνηται γὰρ ὁ Ἀσσύριος ἐν μιᾷ νυκτί. καὶ γοῦν τεθρηνήκασιν οἱ ἐν τοῖς ̔Ιεροσολύμοις, ὡς αύτίκα δή μάλα τεθνηξόμενοι, ἄυπνόν τε κλαίοντες διατετελέκασι νύκτα· σκιδναμένης δὲ τῆς ἠοῦς, ὤφθη τὸ παράδοξον. ἔκειντο γὰρ εἰς γῆν ἀναρίθμητοι νεκροὶ, ὡς ἀνασκιρτῶντας λέγειν τοὺς διὰ Θεοῦ παραδόξως νενικηκότας καὶ σεσωσμένους “Τὸ “ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ ἀγαλ- “ λίασις.” ὁρᾷς οὖν ὅπως πρώτη τε καὶ μόνη παρὰ τὰς ἄλλας πόλεις ἤρξατο διανεύειν εἰς ἀγαθὰ, καίτοι κατοικοῦσα ὀδύνας; οὐ γὰρ περιόψεται παντελῶς τοὺς ἰδίους Θεὸς, ἀλλὰ παιδεύσας συμμέτρως, ἀνασώζει πάλιν, καὶ τῆς αὐτῷ πρεπούσης εὐκλείας οὐ μετρίαν ποιεῖται φροντίδα, κἂν εἰ προσκρούωμεν ἡμεῖς. ἔφη γάρ που δι’ ἑνὸς τῶν προφητῶν “Οὐ “δι’ ὑμᾶς ἐγὼ ποιῶ, λέγει κύριος, ἀλλ’ ἢ δία τὸ ὄνομά μου.”
Κατοικοῦσα Λάχις ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶ τῇ θυγατρὶ Σὼ, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.
Λάχις δὴ πάλιν πόλις μέν ἐστι τοῖς Ἰούδα σκήπτροις ὑποκειμένη, γείτων δὲ καὶ ὅμορος τῶν Φυλιστιεὶμ, ἐκτόπως δὲ καὶ αὕτη πικρὰ καὶ εἰδωλολάτρις, καὶ ἀποσπουδάζουσα μὲν τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν εἰς τὸν νόμον αἰδῶ, περὶ πλείστου δὲ ποιουμένη τὸ καὶ πλανᾶσθαι φιλεῖν, καὶ προσαπολλύειν ἑτέρας. ταύτην τάχα που καὶ πρώτην Σεναχηρεὶμ τῶν πόλεων ἑλὼν τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, πέπομφεν ἐκεῖθεν τὸν ̔Ραψάκην εἰς ̔Ιεροσόλυμα. ἡ τοίνυν Λάχις, φησὶν, ἡ καλῶς οἰκοῦσά ποτε, καὶ ἀσφαλῶς ἱδρυμένη, αὕτη γέγονεν ἀρχηγὸς ἁμαρτίας τῇ Σιῶν, ἤτοι τῆ ̔Ιερουσαλήμ. ηὕρηνται γὰρ ἐν αὐτῇ ἀσέβειαι τοῦ Ἰσραὴλ, τουτέστι τὰ χειρόκμητα καὶ τῶν ψευδωνύμων θεῶν οὐ μετρία πληθύς.
Τί οὖν ὁ λόγος βούλεται δηλοῦν; ἀπολογεῖται τρόπον τινὰ τοῖς τῶν ἀλλοφύλων δήμοις, καὶ ἀναπείθειν πειρᾶται διακεῖσθαι λοιπὸν, ὡς οὐκ ἂν ἠσθένησεν ὁ σώζων Θεός. ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς αὐτὸν αἱ τοῦ Ἰούδα πόλεις, παραδέδονται τοῖς ἐχθροῖς. ἀρχηγὸς γάρ φησιν ἡ Λάχις ἁματρίας τῇ Σιῶν γινομένη, καὶ ἀποστασίας πρόφασις πρώτη δέδοται τῷ Σεναχηρείμ. ἀπόλωλε δὴ οὖν ὁ Ἰσραὴλ, ὡς ἀπό γε τῆς Λάχεως ἔξεστιν ἰδεῖν, οὐκ ἠρρωστηκότος Θεοῦ τὸ ἄναλκι· πολλοῦ γε καὶ δεῖ· τὸ πλανᾶσθαι δὲ μᾶλλον ἠρρωστηκὼς, καὶ ταῖς τῶν εἰδώλων λατρείαις ἀσυνέτως προσκείμενος.
Διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους, εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ἰσραὴλ, ἕως τοὺς κληρονόμους ἀγάγωσι· κατοικοῦσα Λάχις κληρονομία ἕως Ὀδολὰμ ἥξει.
̔Υποπεπτωκότος τοῦ Ἰσραὴλ τοῖς ἐξ ὀργῆς κινήμασι, καὶ τῶν εἰς Θεὸν πεπλημμελημένων ἀποτιννύντος δίκας, οἱ ἀπὸ Γέθ τε καὶ Ἐνακεὶμ τῆς τοῦ Θεοῦ δόξης καταμειδιᾶν ἀπετολμων. ᾤοντο γὰρ ὅτι, καθάπερ ἤδη προεῖπον, οὐ σέσωκε τοὺς ἰδίους, ὡς τῆς Ἀσσυρίων χειρὸς ἡττώμενος. εἶτα πρὸς τοῦτο Θεὸς ἀναπείθειν ἤθελεν, ὡς ἀπό γε τῆς Λάχεως, ὅτι δέδονται τοῖς ἐχθροῖς διὰ τὸ ηὑρῆσθαι πολλὰς ἀσεβείας τοῦ Ισραὴλ ἐπ’ αὐτοῖς, καὶ ὅτι γεγόνασιν ἁμαρτίας ἀρχηγοὶ τῇ θυγατρὶ Σιῶν, τουτέστι τῆ ̔Ιερουσαλήμ. ταῦτα Θεοῦ λέγοντος, συνεὶς εὖ μάλα τὸ δηλούμενον καὶ πρό γε τῶν ἄλλων ὁ μακάριος Προφήτης, ἀποδέχεται τοὺς λόγους, καὶ μονονουχὶ ταῖς παρ’ ἑαυτοῦ ψήφοις εἰς ἀλήθειαν στεφανῶν, ἀναπεφώνηκεν εὐθύς Διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους. ναί φησιν, ὦ Δέσποτα, βαδιοῦνται πρὸς ἐχθροὺς, καὶ ἐξαποσταλήσονται παρὰ σοῦ, τὴν ἐνεγκοῦσαν ἀφέντες, καὶ εἰς τὴν τῶν Ἀσσυρίων μεταχωρήσαντες, οὐχὶ μόνοι, φησὶν, οἱ ἐν Σαμαρείᾳ, ἀλλὰ γὰρ καὶ οἱ ἐν Τεύ. οἱ μὲν γὰρ γεγόνασιν ἀποστάται καὶ ὑβρισταὶ, καὶ τῶν σῶν κατόπιν ἰέναι θεσπισμάτων οὐκ ἀνεχόμενοι· οἱ δὲ πεπραχόσιν ἀθλίως ἐπιτωθάζοντες, τῆς σῆς δόξης ἐποιοῦντο κατάρρησιν τὸ συμβεβηκός. αὐτὸς οὖν δώσεις ἐξαποστελλομενους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους. μάταιοι γὰρ οἶκοι καὶ ὁ τοῦ Ἐφραῒμ καὶ οἱ τῶν ἀπὸ Γὲθ, διάτοι τὸ μήτε Θεὸν ἀνέχεσθαι τιμᾶν, ἀπονέμειν δὲ τὰς λατρείας τοῖς γλυπτοῖς, καὶ ὅτι μόνα πεφρονήκασι τὰ σαρκὸς, καὶ τοῖς ἐπιγείοις προσκείμενοι, οὐδένα τῆς ἀρετῆς ἐποιοῦντο λόγον. εἶτα μεταξὺ σχετλιάζει τρόπον τινὰ, καὶ μονονουχὶ τὼ χεῖρε συμπλήττει ὁ μακάριος Προφήτης, εἰς ἔννοιαν ἐρχόμενος τῶν κατὰ καιροὺς πεπραγμένων ἐν Σαμαρείᾳ. διαλογίζεται δὲ τὴν τῶν βασιλέων ἀγερωχίαν, καὶ ὅτι τῆς ἐκείνων σκαιότητος ἀνοσίου ἀνοσιουργήματα γεγόνασι τὰ ἐφ’ οἷς πεπλημμέληκεν ὁ Ἰσραήλ. αὐτῶν γὰρ εὑρήματα καὶ αἱ δαμάλεις ἦσαν, καὶ τὰ τῶν ἑτέρων εἰδώλων τεμένη. οὐ διαλελοίπασι δὲ διὰ παντὸς τρόπου παροτρύνοντες τὸν Δημιουργόν. ἀσχάλλων δὴ οὖν ὁ Προθήτης Εἰς κενα φησιν ἐγένετο τοῖς βασιλεῦσι τοῦ Ἰσραὴλ, ἕως τοὺς κληρονόμους ἀγάγωσιν. ὅμοιον ὡς εἰ λέγοι τῶν εἰς ματαιότητα σπουδὰς μάτων οὐ κατέληξαν οἱ βασιλεῖς, ἄχρις ἂν εἰς τοῦτο πεπτώκασιν ἀθλιότητος, ὡς ἑτέρων γενέσθαι κλῆρον τὸν ἐκνεμηθέντα αὐτοῖς παρὰ Θεοῦ. ὅτι δὲ ἔμελλον Ἀσσύριοι τῆς Ἰουδαίων ἁπάσης κατάρξαι γῆς, δέχεται δύο πόλεις ἐν ἐσχατιαῖς τῆς ὅλης χώρας κειμένας, τήν τε Λάχιν φημὶ καὶ τὴν Ὀδολὰμ, ἃς ᾠκοδόμησε ̔Ροβοὰμ, καί φησι Κατοικοῦσα Λάχις κληρονομία ἕως Ὀδολὰμ ἥξει. κληρονομήσει γὰρ τὴν Λάχις καίτοι καλῶς σφόδρα τετειχισμένην· μένην· τοῦτο γὰρ τὸ κατοικεῖν ἐστι· παρατείνει δὲ, φησὶ, καὶ ἕως τῆς Ὀδολάμ.
Οὐκοῦν εἰ μὲν ἕλοιτό τις σοφὸς εἶναι καὶ εὐήνιος καὶ τοῖς θείοις νεύμασιν ἀντιτάττεσθαι μισῶν, ἐν μακραῖς εὐημερίαις ἔσται, καὶ ἐν καλῷ τῶν ἰδίων κείσεται κλήρων· ἔσται γὰρ ἐλπίδος ἐπίμεστος ἀγαθῆς καὶ συναναλάμψει τοῖς ἁγίοις κατὰ καιρούς· εἰ δὲ δὴ φαίνοιτο τραχὺς καὶ δυσάγωγος καὶ τοῖς θείοις οὐκ εἴκων νόμοις, ἐξωσθήσεται πάντως τῆς τῶν ἁγίων ἐλπίδος καὶ ἀπολέσει κλῆρον τὸν παρὰ Θεῷ, ἔσται δὲ καὶ κλῆρος ἐχθρῶν αὐτοῦ, κατά τοι τὸ ἐν ψαλμοῖς ᾀδόμενον περί τινων “Μερίδες ἀλωπέκων ἔσονται,” τουτέστι δυνάμεων πονηρῶν μερίδα καὶ πανούργων καὶ κακεντρεχῶν.
̔H δόξα τῆς θυγατρὸς Ἰσραὴλ, ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τά τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σου.
Ομοιον ὡς εἰ λέγοι πάλιν Ὦ τρισμακαρία ποτὲ θύγατερ Ιερουσαλὴμ, ἡ λίαν εὐκλεεστάτην καὶ περιφανῆ λαχοῦσα τὴν δοξαν, Ἰερουσαλὴμ ἤτοι Σαμάρεια, οἴχεταί σου τὰ τέκνα τὰ τρυφερὰ, καὶ διόλωλεν ἡ πάλαι σπαταλῶσα πληθὺς, ἡ λαμπρά τε καὶ ἁβροδίαιτος, ἡ καθεύδουσα μὲν “ Ἐπὶ κλινῶν ἐλεφαντίνων, κατασπαταλῶσα δὲ καὶ ἐν ταῖς “στρωμναῖς αὐτῆς· ἡ ἔσθουσα μὲν ἐρίφους ἐκ ποιμνίων “καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· ἡ ἐπικρο- “τοῦσα πρὸς τὴν φωνὴν τῶν ὀργάνων· ἡ ὡς ἑστῶτα “αὐτὰ λογισαμένη καὶ οὐχ ὡς φεύγοντα· ἡ τὸν διυλισ- “μένον οἶνον πίνουσα καὶ τὰ πρῶτα μῦρα χριομένη·” ἀπαμφίεσαι δὴ οὖν ὦ θύγατερ ̔Ιερουσαλὴμ, τουτέστιν ἀπόθου τὴν δόξαν καὶ γυμνὴ τῆς ἀρχαίας ἐκείνης εὐημερίας ἀναδεδειγμένη· εἶτα πλατὺ καὶ ἀσύνηθες κατοιμώζουσα καὶ τὰς ἀετῶν βαρυθυμίας ἀπομιμεῖσθαι σπουδάζουσα· θρήνησόν σου τὰ τέκνα, καὶ γὰρ αἰχμάλωτοι βαδιοῦνται, χήρα δὲ ἔση καὶ μεμονωμένη. φασὶ δὲ οἱ ταῦτα σοφοὶ καὶ πτηνῶν ὡς ἔνι μάλιστα περιεργαζόμενοι τὰς φύσεις, φιλότεκνόν τι χρῆμα τὸν ἀετόν· κατολοφύρεσθαι δὲ δεινῶς ἐκπεπτωκότων αὐτῷ τῆς καλιᾶς τῶν νεοττῶν, ἤγουν ὑπό του σεσυλημένων. ὅτι δὲ τῶν εἰς φιλοπαιδίαν ἠθῶν οὐκ ἂν ἀμοιρήσειε τὸ πτηνὸν, ἀναπείσει λέγων καὶ ὁ θεσπέσιος Μωυσῆς περί τε Θεοῦ καὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Ὡς “ ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς “αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐ- “τοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.’’ ὁρᾷς ὅπως ἐπιποθεῖν ἔφην τὸν ἀετὸν ἐπὶ τοῖς ἰδίοις νεοττοῖς, καὶ πτερύγων εἴσω ποιεῖσθαι φιλεῖν, ὡς ἐκ πολλῆς ἀγάπης κατασκιάζοντα τὸ τεχθέν. ἐμπλάτυνον δὴ οὖν τὴν χηρείαν σου φησὶν ὡς ἀετός.
Επιφωνήσειε δ᾿ ἄν τις καὶ τοῦτο εἰκότως οὐχὶ μόνοις τοῖς ἀρχαιοτέροις τῶν Ἰουδαίων δήμοις, ἀλλὰ γὰρ καὶ τοῖς ἐν καιρῷ γεγονόσι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ὅτε καὶ σταυρῷ παραδόντες αὐτὸν δειναῖς καὶ ἀφύκτοις περιπεπτώκασι συμφοραῖς· διεσπάρησαν δὲ καὶ εἰς πάντα ἄνεμον, οἱονείπως ἑτέρῳ τρόπῳ τοὺς τῆς αἰχμαλωσίας ὑπομένοντες πόνους.
Ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἑ ταἳς κοίταις αὐτῶι, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ ἦραν πρὸς τὸν Θεὸν τὰς χεῖρας αὐτῶ· καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστεουν, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.
Οτε μακροὺς περὶ τῆς τινῶν τιμωρίας ποιεῖται λόγους ὁ τῶν ὅλων Θεὸς, ἵνα μή τις εἶναι νομίζηται σκληρὸς ἢ βαρύμηνις, δίκαιος δὲ μᾶλλον Κριτὴς κατὰ τὰ ἑκάστου πταίσματα ταλαντεύων ὀρθῶς, καὶ τοῖς πλημμελοῦσιν ἀποδιδοὺς κατὰ τὰ ἔργα αὐτῶν, παρατίθησιν εὐθὺς τὰ ἐγκλήματα, καὶ τῆς ἀσεβείας αὐτῶν ἀπογυμνοῖ τὸ μέγεθος· γεγόνασι τοίνυν φησὶ πονηροὶ τοὺς τρόπους καὶ εἰς τοῦτο σκαιότητος ἀφιγμένοι λοιπὸν ὡς βουλεύεσθαι μὲν ἐν νυκτὶ καὶ σχολῆς ἔργον ποιεῖσθαι κόπους, τουτέστι τὰς κατά τινων συντιθέναι συντριβὰς, καὶ ἐργάζεσθαι κακὰ, τουτέστι πάλιν αἰτίας σκέπτεσθαι πληροῦν καὶ δύνασθαι κακοῦν τοὺς ἀσθενεστέρους. εἶτα δέον μεταβουλεύεσθαι καὶ δρᾶν ἑλέσθαι τὸ ἄμεινον, οὐδένα ταῖς ἑαυτῶν σκέψεσιν ἐνδιδόντες καιρὸν, ἅμα τῆ ἕω πρὸς πέρας ἦγον τὸ δοκοῦν, καίτοι δέον ἀνατεῖναι μᾶλλον τοῖς χεῖρας πρὸς Θεὸν, ὡς ἑωθινῆς θυσίας ἀναφερομένης κατὰ τὸν νόμον. ἦσαν δὲ αὐτοῖς ἐκεῖ τὰ ἐν νυκτὶ βουλεύματα καὶ ἡ σχολαία διάσκεψις, ἀγρῶν ἀλλοτρίων ἐπιθυμίαι, οἴκων ἀνατροπαὶ, καταδυναστεῖαι καὶ πλεονεξίαι, ἀνδρός τε καὶ κλήρου διαρπαγαί. ταύτῃτοι δικαίως εξεπέμφθησαν ὡς οἶκοι μάταιοι, καὶ τὰ ἁνδάνοντα Θεῶ φρονεῖν οὐκ εἰδότες.
Αμεινον οὖν ἄρα καὶ ἀσυγκρίτως κατευμεγεθεῖν τῶν τοιούτων, καὶ φαυλότητος μὲν ἁπάσης ἀποφοιτᾶν, πλεονεξίαν δὲ ῥιπτοῦντας ὡς ἀπωτάτω, καὶ τῶν περιττῶν οὐκ ἐφιεμένους, διατροφὰς ζητεῖν καὶ σκεπάσματα, καὶ ὅσα τοῖς σώφροσιν ἀπόχρη πρὸς τὸ βιοῦν. “Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς ἐπιθυμίας πολλὰς καὶ “ἀνοήτους καὶ βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώ- “ποὺς εἰς ὄλεθρον καὶ ἀπώλειαν.” ἐπιζήμιον δὲ πρὸς τούτῳ καὶ τὰς ἐν νυκτὶ σχολὰς τοῖς εἰς ἁμαρτίαν σκέμμασι δαπανᾶν· καλὸν δὲ ζηλοῦν τὸν μακάριον ψαλμῳδὸν πρὸς τὸν τῶν ὅλων λέγοντα Θεόν “Μεσονύκτιον ἐξεγειρόμην τοῦ “ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.’’ καὶ πάλιν “Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, ἐδίψησέ “σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου.’’ καὶ πάλιν “Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις “ἐμελέτων εἰς σέ.’’
Διὰ τοῦτο τάδε λέγει κύριος Ἴδου ἐΓὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακὰ, ἐξ ὧ οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν.
Ἐπειδὴ γὰρ αὐτοὶ κόπους ἐλογίζοντο, καὶ εἰργάζοντο κακά τισι, τὸ πρὸς Θεὸν αἴρειν τὰς χεῖρας ὡς ἀκερδὲς καὶ ἀνόνητον παρωθούμενοι, ταύτῃτοι κἀγὼ, φησὶ, κατὰ πάσης τοιαύτης φυλῆς λογιοῦμαι κακα, τουτέστι, διασκέψομαι τὰ ἐφ’ οἷς ἃν εἶεν κακοῖς, ἤγουν ἀνιάτοις συμφοραῖς· ἔσεσθαι δὲ οὕτω φησὶ δύσοιστά τε καὶ φορτικὰ τὰ ἐπενεχθησόμενα, ὡς ἐν ἴσῳ γενέσθαι τοῖς κεκυφόσι τοὺς πεπονθότας, καὶ τρόπον τινὰ κατακαμφθήσεσθαι, δεινῶς καὶ ἀφορήτως κατηχθισμένους. καιρὸς γὰρ ἔσται φησὶ πονηρὸς, καθ’ ὃν ἃν αὐτοῖς τὰ ἐξ ὀργῆς ἐπαρτήσειε. καὶ τοῦτο οἶμαί ἐστι τὸ ὑπό του σοφῶς ὑμνούμενον “Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. ἀλλ’ ὅ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς οὕτω κατηχθισμένους πρὸς ἀπόθεσιν τῶν ἐπηρτημένων αὐτοῖς ἐκάλει λέγων “Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορ- “τισμένοι, κἄγω ἀναπαύσω ὑμὰς. ἀλλ’ οἱ μὲν τῆ πίστει τὸν κεκληκότα τιμήσαντες, ἀπεσείσαντο τὸ φορτίον· ἀπομεμενήκασι δὲ κάμνοντες καὶ πεπιεσμένοι, καὶ σφόδρα εἰκότως, οἱ ταῖς ἀπειθείαις λελυπηκότες γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ ἡ σὺν αὐτοῖς ἑτέρα πληθὺς, οἳ καὶ οὐκ ἂν δύναιντο βαδίζειν ὀρθοί. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαυεὶδ, ἀνακεκράγει πρὸς Θεόν “Σκοτισθήτωσαν οἱ ὀφ- “θαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν “διὰ παντὸς σύγκαμψον·” ἵνα τὰ ἄνω μὴ βλέποντες, μήτε μὴν ἀνακουφίζειν ἰσχύοντες τῆς διανοίας τὸν ὀφθαλμὸν πρὸς τὴν τῶν ἁγίων ἐλπίδα καὶ τὴν ἐν τοῖς οὐρανοῖς καλλίπολιν, πρὸς μόνα βλέπωσι τὰ ἐπὶ τῆς γῆς, μονονουχὶ κεκυφότες καὶ τοῖς προσκαίροις καὶ σαρκικοῖς τὸν ὑβριστὴν καὶ μισόθεον ἐνερείδοντες νοῦν.
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ’ ὑμᾶς παραβολὴ, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων Ταλαιπωρίᾳ ἐπαλαιπωρήσαμεν· μερὶς λαοῦ μου κατεμετρήθη έν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύω αὐτὸ τοῦ ἀποστρέψαι.
Δύο κατὰ ταὐτὸν συμβήσεσθαι λέγει, παραβολήν τε καὶ θρῆνον. καὶ ἡ μὲν παραβολὴ σημαίνειν ἔοικε τὸ οἱονείπως ἐν στόματι πάντων τὸν ἐπ’ αὐτοῖς, ἤτοι περὶ αὐτῶν, γενέσθαι λόγον· μνημονεύεται γὰρ ἀεὶ καὶ τὰ ἐξαίσια τῶν κακῶν, καὶ τῶν τοιούτων ἡ φήμη πόλεις τε καὶ χώρας ἐπιφοιτᾷ, καὶ μέχρι τερμάτων τῆς ὅλης διάττει γῆς. ὁ θρῆνος δέ γε τὸ δάκρυον καὶ τὰς ἐπ’ αὐτοῖς οἰμωγὰς, ἃς ἂν ἕτεροι ποιοῖντο τυχὸν, ἤγουν αὐτοὶ κατὰ σφᾶς αὐτοὺς τὰ οἰκεῖα κλαίοντες πάθη. τοιγάρτοι φησί Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν. καὶ τίς ἂν νοοῖτο τῆς ταλαιπωρίας ὁ τρόπος, διατρανοῖ λέγων Μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ὰποστρέψαι. ὁ κλῆρος, φησὶν, ὁ ἐκνεμηθεὶς τῷ ἐμῷ καὶ ἠγαπημένῳ λαῷ· δῆλον δὲ ὅτι τῷ Ἰσραήλ· μεμέτρηται παρ’ ἐχθρῶν, τουτέστι, δασμοῖς καὶ τέλεσιν ὑπενήνεκται. τὸ γὰρ μετρούμενον ὑπὸ φόρον ἐστι καὶ τέλη. εἶτα τούτου γεγονότος καὶ παρ’ ἐλπίδα συμβεβηκότος, οὐκ ἦν ὁ κωλύσων. ποῦ δὴ οὖν ἄρα, φησὶν, αἱ δαμάλεις, ὁ Χαμὼς, ὁ Δαγὼν, ὁ Βεελφεγὼρ, ὁ Βάαλ, καὶ τὰ ἐν τοῖς τεμένεσι τῆς Σαμαρείας πολυειδῆ χειρόκμητα; σεσιγήκασιν, οὐκ ἀντετάξαντο τοῖς μεριζομένοις· οὐ βεβοηθήκασι τοῖς ἰδίοις προσκυνηταῖς· οὐκ ἐπήγαγον ὀργὴν τοῖς μετροῦσι τὴν γῆν. τοιοῦτόν τι φησὶ καὶ διὰ φωνῆς ̔ Ιερεμίου περὶ τῶν ἐξ Ἰσραήλ “Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν Ἀνάστα καὶ σῶσον ἧμας. καὶ που εἰσιν οἱ θέοι σου οὑς ἐποίησας “σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς “κακώσεως σου;" ἀλλὰ πῶς ἃν ἑτέρους ἐκσώσειαν, οἳ πάθοιεν ἂν εὐκόλως πᾶν ὅσον τις ἕλοιτο δρᾶν; εἰσὶ γάρ εἰσιν ἔργα χειρῶν ἀνθρώπων, ἀργύριον καὶ χρυσίον, καὶ λίθος καὶ ξύλα, κωφὴ καὶ ἀναίσθητος ὕλη. ψαλλέτω δὴ οὖν ὁ θεσπέσιος Δαυείδ “Ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ “ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.”
Οἱ ἀγρῶ ὑμῶ διεμετρήθησαν· διὰ τοῦτο οὐκ ἔσται σοι βάλλω σχοινίον ἑ κλήρῳ.
Φανερὰν ποιεῖται τῶν εἰρημένων τὴν δύναμιν. ἀπόκληροι γὰρ γεγόνατε φησι, καὶ μεμέτρηται μὲν τὰ ὑμῶν ἑτέροις, σοὶ δὲ οὐκ ἔξεστι καταμετρεῖν τὰ σά. πεπονθότας δὲ τοῦτο κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν καὶ τοὺς ἀλαζόνας εὑρήσομεν Ἰουδαίους. ἐμπαροινήσαντες γὰρ τῷ Χριστῷ τῶν ἐκνεμηθέντων αὐτοῖς ἀπώλισθον κλήρων. ἦν μὲν γὰρ πρωτότοκος, καὶ αὐτῶν εἶναί φησι τὰς ἐπαγγελίας ὁ σοφώτατος Παῦλος, αὐτῶν τοὺς πατέρας, καὶ ἐξ αὐτῶν τὸ κατὰ σάρκα Χριστόν. ἐκπέπτωκε δὲ τῆς ἐλπίδος καὶ τῆς εἰς τοῦτο πάσης εὐκλείας· εἰσέφρησε δὲ τῶν ἐθνῶν ἡ πληθὺς καὶ εἰς τὸν ἐκείνων ἀντανέβη κλῆρον· αὐτῶν γὰρ γεγόνασιν αἱ ἐπαγγελίαι, ἀν’ τῶν ὁ Χριστὸς, αὐτῶν οἱ πατέρες· τέκνα χρηματίζουσιν ̔Αβραὰμ, κατακολουθοῦντες “τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ “πίστεως’’ αὐτοῦ· “Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴ, οὗτοι Ἴσ’, “ραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα ̔Αβραὰμ, πάντες τέκνα, ἀλλὰ “τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα.” τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰωάννης τὴν τῶν Ἰουδαίων ὀφρῦν καὶ τὸ ἵκανον φύσημα καταφέρων “Ποιήσατε οὑν κάρπους “ἀξίους τῆς μετανοίας, φησὶ, καὶ μὴ δόξητε λέγειν ἐν - “ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν ̔Αβραάμ· λέγω γὰρ “ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι “τέκνα τῷ ̔Αβραάμ.” οὐκοῦν ἀποπέπτωκε μὲν τῆς κληρονομίας ὁ ἀπόπληκτος Ἰσραὴλ, ἀντανέφυ δὲ ὥσπερ ἡ ἐξ ἐθνῶν ἀγέλη, καὶ αὐτοῖς ὁ Χριστὸς τῶν ἄνωθεν ἀγαθῶν τὸν εὐκλεᾶ τε καὶ ἀξιόληπτον ἀπονέμει κλῆρον. συμπολῖται γὰρ γεγόνασι τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, σύσσωμοί τε τοῦ Χριστοῦ, καὶ τῆ πρὸς αὐτὸν ἑνότητι διὰ Πνεύματος ἐκλελαμπρυσμένοι, τὸν πολύευκτον ἀληθῶς διαζήσονται βίον, ἐν ὁσιότητί τε καὶ ἁγιασμῷ καὶ ἀφθαρσίᾳ.
Ἐν ἐκκλησίᾳ Κυρίου μὴ κλαίετε δάκρυσιν, μηδὲ δακρυέτωσαν ἐπὶ τούτῳ οἱ ὀφθαλμοὶ ὑμῶν· οὐ Γὰρ ἀπώσεται ὀνείδη ὁ λέγω Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ εστίν;
Ἀρ᾿ οὖν ἀπείργει τοῦ μετανοεῖν ἑλέσθαι τὸν Ἰσραήλ; ἀνακόπτει δὲ, εἶπε μοι, τὴν ἐπ’ αὐτοῖς ἡμερότητα Θεὸς, κἂν εἰ βούλοιντο μαθεῖν τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα, d καὶ δρᾶν ἤδη πὼς τὸ ἁνδάνον αὐτῷ; οὐ τοῦτό φησιν. ἁλλ’ ἔθος τισὶν, εἰ ὑπό του τυχὸν τῶν σοφῶν πεπλημμεληκότες ἐλέγχοιντο, τὸν τῆς μεταγνώσεως τρόπον μέχρι μόνου τοῦ δακρύσαι μετρεῖν, καὶ ὁμολογεῖν μὲν τὴν ἁμαρτίαν, τούτῳ τε καὶ μόνῳ ζητεῖν τὴν ἄφεσιν· οὐ μὴν ἔτι καὶ τῶν προκειμένων αὐτοῖς καταλήγειν κακῶν. τοῦτό τινες ἔδρων τῶν ἐξ Ἰσραὴλ, ὡς μηδὲ αὐτῶν ἔσθ’ ὅτε φείδεσθαι τῶν ἀμφίων. ἀλλὰ τί φησιν ὁ εἰς καρδίαν ὁρῶν καὶ νεφρούς; “Ἐπιστρέ- “ψατε πρὸς μὲ ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ “ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαρρήξατε τὰς καρδίας “ὑμῶν καὶ μὴ τὰ ἱμάτια μῶν.,, ὅτι τοίνυν ψιλὸν ἐξ ὀμμάτων καταχέοντες δάκρυον, καὶ χρηστοεπεῖν ὑποκρινόμενοι, τῶν γεμὴν ἰδίων οὐ καταλήγοντες θελημάτων, οὐκ ἂν εὐμενῆ καὶ πρᾶον ἐφ’ ἑαυτοῖς καταστήσειαν τὸν κριτὴν, ἐκδιδάσκει λέγων Ἐν ἐκκλησίᾳ Κυρίου μὴ κλαίετε δάκρυσι. μὴ ποιεῖτε φησι πένθους οἶκον τὸν θεῶν ναόν· μηδὲ ἐπὶ τούτῳ δακρύετε, ὥστε δοκεῖν ἐν οἴκῳ μόνον κλαῦσαι Θεοῦ· ἀνόνητον γὰρ τὸ τοιόνδε παντελῶς· μήτε μὴν ἐκεῖνο λέ- γόντων τινές Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. ἀποτρίψαιτο γὰρ ἂν ἥκιστά γε τοὺς ἐφ’ οἷς πεπλημμέληκεν ὀνειδισμοὺς, κἂν εἰ ἕλοιτό τις ταῖς οὕτω χρησταῖς ἀποκεχρήσθαι φωναῖς. Εἰ ταῦτά ἐστι τὰ ἐπιτηδεύματα αὐτοῦ; καὶ ποῖα δὴ ταῦτα, φησίν· “ Ἐγένοντο λογιζόμενοι κόπους, “καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῆ “ἡμέρᾳ συνετέλουν αὐτὰ, καὶ οὐκ ἦραν πρὸς τὸν κύριον “τὰς χεῖρας αὐτῶν· καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον “ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα “καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.’ οὐκοῦν εἰ τοιάδε, φησὶν, εἶεν αὐτοῦ τὰ ἐπιτηδεύματα, πῶς ἃν διακρούσαιτο τὰ ὀνείδη, ψιλὸν καταχέων δάκρυον, ὁμολογῶν τε καὶ λέγων Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα κυρίου;
Χρὴ δὴ οὖν ἄρα μετανοεῖν ᾑρημένους ἀπαλλάττεσθαι μὲν τῶν εἰς φαυλότητα ἐγκλημάτων, δακρύειν δὲ οὕτω καὶ ἐξομολογεῖσθαι Θεῷ, τετιμηκότας ἤδη τὸ ἀγαθουργεῖν. ὁ γὰρ Θεὸς οὐχ ἁπλῶς εἰς δάκρυον, οὐδὲ εἰς χρηστοὺς ἐμβλέψεται λόγους, ἀλλ’ εἰς ἤθη καὶ τρόπους. ὀνησιφόρον δὲ τότε δὴ τότε τὸ κλαίειν ἔσται, φησὶ, τισὶν, ὅταν φαίνωνται τῆς ἀγαθουργίας οἱ τρόποι τῇ τῆς φαυλότητος ἀνατροπῇ συνεισθέοντες. ἀναιρουμένης γὰρ ἐν ἡμῖν τῆς ἁμαρτίας, ἡ τῆς ἀρετῆς παρειστρέχει γένεσις.
Οὐχ οἱ λόγοι αὐτοῦ εἰσὶ καλοἰ μετ᾿ αὐτοῦ, καὶ ὀρΘὼ πεπόρευνται; καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη κατέναντι τῆς εἰρήνης αὐτοῦ.
Kαταιτιᾶται δὴ πάλιν ὡς εἰωθότας μὲν ἀριστοεπεῖν, ἀσύμβατον δὲ τοῖς λόγοις τὴν διάνοιαν ἔχοντας. ὀρθοὶ μὲν γὰρ, φησὶν, οἱ παρ’ αὐτοῖς γίνονται λόγοι καλοὶ δὲ λίαν· ὁμολογοῦσι γὰρ τὰ ἐγκλήματα, χρηστόν τε καὶ ἀγαθὸν ὀνομάζουσι τὸν Θεὸν, καὶ κατειρωνεύονται πολυτρόπως, ἔργοις γεμὴν αὐτὸν παροτρύνοντες οὐ διαλελοίπασιν. ἴδοι δ’ ἄν τις αὐτοὺς ἑαυτοῖς γεγονότας ἐχθροὺς, καὶ τὴν σφῶν αὐτῶν ἀποσοβοῦντας εἰρήνην. αὐτὸς γὰρ ὁ λαός μου ἀντικατέστη φησὶν ὡς ἐχθρὸς τῆ ἑωυτοῦ εἰρήνη. ἐξὸν γὰρ αὐτοὺς ἐν εὐπαθείαις εἶναι καὶ τρυφαῖς καὶ ἐν βεβαίῳ τῆς δόξης καὶ ἐρηρεισμένην ἔχειν τὴν εὐθυμίαν, εἰ τετίμηται Θεὸς, ἐθελοντὶ κατώλισθον εἰς ἀπόστασιν. ταύτῃτοι καὶ τὸ ἐν εἰρήνῃ διατελεῖν ἀποβεβληκότες, αὐτόκλητον ὥσπερ ταῖς σφῶν αὐτῶν κεφαλαῖς ἐπεγείρουσι πόλεμον. ὅτι δὲ οὐχὶ πάντως ἀκερδὲς τὸ χρηστοεπεῖν πρὸς Θεὸν τοὺς ἡμαρτηκοτας, ἤγουν εἰ ἕλοιτό τις τοῖς ἰδίοις πταίσμασιν ἐπερυθριᾶν, ἐξ αὐτῆς ἀποδείξομεν τῆς θεοπνεύστου γραφῆς. γέγραπται γὰρ ἐν τῇ δεύτερᾳ τῶν Παραλειπομένων μένων περὶ τοῦ ̔Ροβοάμ “καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία ̔Ροβοὰμ καὶ ὡς κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς κυρίου, καὶ πᾶς Ισραὴλ μετ’ αὐτοῦ.” εἶτα Σουσακεὶμ ὁ τῶν Αἰγυπτίων τύραννος κατὰ τῶν ̔Ιεροσολύμων ὡπλίζετο, καὶ πανστρατιᾷ τῆς οἰκείας ἐξέθει γῆς. ἀφικνεῖτο δὲ μετὰ τοῦτο “Σαμαίας “ὁ προφήτης πρὸς ̔Ροβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα, τοὺς συναχθέντας εἰς ̔Ιερουσαλὴμ ἀπὸ προσώπου Σου- “σακεὶμ, καὶ εἶπεν αὐτοῖς οὕτως εἶπε Κύριος ̔Υμεῖς “ἐγκατελίπετέ με, κἀγὼ ἐγκαταλίπω ὑμᾶς ἐν χειρὶ Σουσακείμ. καὶ ᾐσχύνθησαν, φησὶν, οἱ ἄρχοντες Ἰσραὴλ καὶ ὁ βασιλεὺς, καὶ εἶπον Δίκαιος ὁ κύριος. καὶ ἐν τῶ ἰδεῖν “Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς “Σαμαίαν, λέγων Ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς’’ πάλιν φησί “Καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη “ἀπ’ αὐτοῦ ἡ ὀργὴ κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς “τέλος· καὶ γὰρ ἐν τῷ Ἰούδᾳ, φησὶν, ἦσαν λόγοι ἀγαθοί.” ὁρᾷς οὖν, ὅπως οὐκ ἀκερδὲς τὸ ἀγαθοὺς ἔχειν ἐπὶ γλώττης λόγους, εἰ παρέποιτο τὸ ἐντρέπεσθαι, καὶ τὰ ἐφ’ οἷς πεπλημμέληκε τις κατερυθριᾶν. οὐκοῦν ὡς ὁ Παῦλός φησιν “Οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει, καὶ αὐτὸς δέ που Χριστὸς ἀναφανδὸν ἔφη “Οὐ πᾶς ὁ “λέγων μοι κύριε κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν “τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου “τοῦ ἐν τοῖς οὐρανοῖς.” εἰκαῖον οὖν ἄρα, καθάπερ ἔφην ἀρτίως, τὸ χρηστὰ λέγειν περὶ Θεοῦ, ὅτε τὸ ἐν ἔργοις εὐδόκιμον οὐ παρομαρτεῖ.
Τὴν δορὰν αὐτοῦ ἐξέδειρα, τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου.
Ἐπιφέρει πάλιν τοῖς καθηγεῖσθαι λαχοῦσι τῆς τῶν ἀγελαίων ἀπωλείας τὰ ἐγκλήματα. οὐ γὰρ ἃν ἱκανῶς ἔχοντες εἴς γε τὸ δύνασθαι παιδεύειν αὐτοὺς, καὶ εἰς τὴν ὀρθήν τε καὶ ἀδιάστροφον ἀποκομίζειν τρίβον, καὶ ἀντέχεσθαι μὲν ὅτι μάλιστα φιλεῖν τῆς εἰς Θεὸν εὐσεβείας, ὡς ἀχρεῖον δὲ καὶ ὀλέθρου πρόξενον ἀπορρίπτειν καὶ ἀπωτάτω ποιεῖσθαι, τὸ προσκεῖσθαι γλυπτοῖς, αὐτοὶ γεγόνασιν ὀλετῆρες καὶ φθορεῖς, πρὸς πᾶν τοὐναντίον τὰς τῶν ὑπὸ χεῖρα μετατρέποντες γνώμας, καὶ Θεοῦ μὲν ἀποφοιτᾶν ἀναπείθοντες, ἐπαγάλλεσθαι δὲ μᾶλλον τοῖς τῆς πλανήσεως τρόποις. ταύτῃτοι Θεῷ προσκρούοντες, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀπώλισθον, ἢν εἴπερ ἔχοντες διετέλουν, οὐδὲν τὸ ἀπεῖργον ἦν καταθλεῖν δύνασθαι τῶν ἐχθρῶν. οὐκοῦν ὡς ἐπὶ προβάτου φησὶν, ὅτι τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου. ὅμοιον ὡς εἰ λέγοι Γυμνὸν ἀποφήναντες τῶν ἐξ ἐλπίδος περιβλημάτων, ἀπαμ- φιάσαντες δὲ ὥσπερ τῆς παρ’ ἐμοῦ φροντίδος καὶ ἐπικουρίας, εὐπαθῆ καὶ εὐάλωτον ἀποτετελέκασι. παρῄρηται γὰρ αὐτῶν ἡ εἰς Θεὸν ἐλπὶς, τοῦτο δὲ ἦν αὐτοῖς τοῦ πολέμου τὸ σύντριμμα. ὥσπερ γὰρ τοῖς ἀλόγοις τῶν ζῴων ἀσφαλὲς ἀμφίον ἡ δορὰ· κομιδῇ γὰρ εὐπαθὲς τὸ γυμνὸν σαρκίον· οὕτω καὶ ἡμῖν αὐτοῖς ἀσφαλὲς περίβλημα καὶ δορά τις ὥσπερ, τῆς εἰς Θεὸν ἐλπίδος ἡ δύναμις, ἢν εἴπερ ἔχοιμεν κατ’ οὐδένα τρόπον λυποῦντες Θεὸν, κατευμεγεθήσομεν τῶν ἐχθρῶν, καὶ περιεσόμεθα μὲν πολέμου παντὸς σαρκικοῦ τε καὶ νοητοῦ· ἐπιβησόμεθα δὲ καὶ “Ἐπὶ ἀσπίδα καὶ βασι- “λίσκον, καὶ καταπατήσομεν λέοντα καὶ δράκοντα, κατὰ τὸ γεγραμμένον· ἀναμέλψομεν δὲ πεποιθότες “κύριε ὁ “Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σε.”
Διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀποῤῥιφήσονται ἐκ τῶ οἰκων τρυφῆς αὐτῶι, δῶ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶ ἐξώσθησαν.
Επειδὴ γὰρ, φησὶν, οἱ ταῖς εἰσηγήσεσι καὶ ταῖς νουθεσίαις ὠφελεῖν δυνάμενοι τοὺς ὑπεζευγμένους, μένους, οἱ χειραγωγοὶ καὶ πατέρες, οἱ ποιμένες καὶ ἐπιστάται τὴν δορὰν αὐτοῦ ἐξέδειραν, καὶ ἀφείλαντο τὴν ἐλπίδα τὴν εἰς Θεὸν, δι’ ἧς εὔκολον ἦν πάντα συντρίβεσθαι πόλεμον, ταύτῃτοι δικαίως τὰ οἴκοι μεθέντες ἀγαθὰ, καὶ τῶν ὅτι μάλιστα φιλαιτάτων ἐστερημένοι, τέρψεώς τε καὶ τρυφῆς ἀπωλισθηκότες, βαδιοῦνται πρὸς ἐχθροὺς, καὶ πικροὺς τῆς ῥᾳθυμίας καὶ τῆς φαυλότητος ἀποτίσουσι λόγους. ὅτι δὲ τοῦ παθεῖν οὐχ ἕτερός τις αὐτοῖς, αὐτοὶ δὲ μᾶλλόν σφισιν αὐτοῖς γεγόνασιν ἀφορμὴ, σαφηνίζει λέγων Διὰ τὰ πονηρὼ ἐπιτηδεύματα αὐ- τῶν ἐξώσθησαν. “Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς,” κατὰ τὸ γεγραμμένον· “αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, “θησαυρίζουσιν ἑαυτοῖς κακά.”
Αὐτοὶ δὴ οὖν ἡμεῖς ἑαυτοὺς ἀδικήσομεν, εἰ δρᾶν ἐθέλοιμὲν ἃ μὴ θέμις· ἐκπεμπόμεθα δὲ καὶ ἐξ οἴκων τρυφῆς. οἱ γὰρ Θεῷ προσκρούοντες, τὰς ἄνω καὶ ἐν οὐρανοῖς οὐκ ὄψονται μονὰς, ἀμέτοχοι δὲ μενοῦσι καὶ τῆς τῶν ἁγίων ἐλπίδος καὶ τῆς εἰς αἰῶνα τρυφῆς. ἀλλ’ οἵγε σοφοί τε καὶ ἀγαθοὶ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων διανενευκότες, οὐκ ἐν τούτοις ἔσονται· πόθεν; ἕξουσι δὲ πόλιν τὴν ἐν οὐρανοῖς Εκκλησίαν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτήσονται, καὶ τοῖς οὐρανίοις ἐντρυφῶντες ἀγαθοῖς.
Ἐγγίσατε ὄρεσιν αἰωνίοις. ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις.
Ἒστι μὲν ἔτι πρὸς τοὺς καθηγεῖσθαι λαχόντας ὁ λόγος. κατειρωνεύεται δὲ, καὶ οἷον ἐν ἤθει γέγονε, τὸ λυποῦν εἰσφέρων ὡς χρήσιμον. μονονουχὶ γάρ φησιν Ὦ λαῶν ἡγούμενοι, τάχα που βαρύ τε καὶ φορτικὸν ὑμῖν εἶναι δοκεῖ τὸ οἴκοι τε τρυφᾶν, καὶ τὴν ἐνεγκοῦσαν ἔχειν, καὶ ἐν εἰρήνῃ διατελεῖν, καὶ τὴν ἐλευθέροις πρέπουσαν ποιεῖσθαι δίαιταν. ἐπειδὴ δὲ τοῦτο ὑμῖν, ὡς ἔοικεν, εὖ ἔχειν δοκεῖ, βαδίζετε πρὸς ἐχθροὺς, ἀποτρέχετε πρὸς γῆν τὴν Περσῶν τε καὶ Ἀρμενίων. ἐγγίσατε τοῖς αἰωνίοις ὄρεσι, φησὶ δὲ τὰ Ἀραράτ· ἀιώνια δὲ, ἢ ὅτι μακροὺς ἐν αὐτοῖς ἔμελλον διατελέσαι χρό- νοῦς, ἢ τὰ ἐξ αἰῶνος διαβόητα, διά τοι τάχα τὸ ἐν αὐτοῖς ἀπομεῖναι τὴν κιβωτόν.
Ιοι δ᾿ ἃν ὁ λόγος καὶ κατὰ τῶν ἐν τοῖς καιροῖς τῆς ἐπιδημίας Ἰουδαίων, οἳ ταῖς τῶν γραμματέων τε καὶ Φαρισαίων ἑπόμενοι γνώμαις οὐ προσίεντο τὴν πίστιν. ὄρη μὲν γὰρ ὥσπερ καὶ οἱ παρ’ αὐτοῖς ἦσαν διαφανέστεροι, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὑψοῦ τε ἠρμένοι, καὶ εἰς λῆξιν ἥκοντες δόξης. ἀλλ’ ἦν ἐκεῖνα πρόσκαιρα· πέπαυται γὰρ ἡ σκιὰ, πεπαλαίωται δὲ ὥσπερ ἡ ἐν τύποις λατρεία, ἤργησε δὲ καὶ τὸ ἱερὸν τὸ τηνικάδε γένος· ὄρη γὰρ ἀνεδείχθη λοιπὸν τὰ αἰώνια, τουτέστιν, οἱ τῆς νέας διαθήκης κήρυκές τε καὶ διάκονοι, οἱ τὸ Χριστοῦ λαλοῦντες μυστήριον, οἱ διαβόητοι καὶ διαφανέστατοι, καὶ τοῖς τῆς ἀρετῆς ὑψώμασι διαπρέποντες. ὄρη γὰρ αὐτοὺς, καὶ δι’ ἑτέρου προφήτου κατονομάζει Θεὸς, οὕτω λέγων “Καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ “πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται.” γλυκὺς γὰρ λίαν τῶν θεηγόρων ὁ λόγος, καὶ αὐτοῦ μέλιτος ἡδίων τοῖς γε ἀληθῶς φιλοθεωτάτοις, οἷς ἂν εἴη καὶ πρέπον εἰπεῖν τῷ πάντων ἡμῶν Σωτήρι’ Χριστῷ “Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγια σου, ὕπερ μέλι καὶ κηρίον τῳ στόματι μου. τούτοις δὴ οὖν ἄρα τοῖς νοητοῖς ὄρεσιν οἱ οὔπω πεπιστευκότες, εἰ γένοιντο πλησίον, κατὰ σχέσιν δὲ δηλονότι τὴν πνευματικὴν, εὑρήσουσι τὴν ἀνάπαυσιν. ἀποφορτιοῦνται γὰρ εὐθὺς τὴν ἐπισκήψασαν ἁμαρτίαν, καίτοι μηδεμίαν ἀνάπαυσιν ἔχοντες ἐν τῇ κατὰ νόμον ζωὴ, εἴπερ ἐστὶν ἀληθὲς, ὡς “Τὸ γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζωοποιεῖ.” οὔκουν ἀκουόντων Ἰουδαῖοι καὶ πρὸς γε ἤμων ἀυτῶν Ανάτὴν στῆθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις. ἐπειδὴ γὰρ οὐκ ἔχεις ἐν νόμῳ τὸ ἀναπαύεσθαι, βάδιζε καὶ μεταχώρησον διὰ πίστεως ἐπὶ τὰ Χριστοῦ παιδεύματα.
Ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ.
Ἀκαθαρσίαν φησι τὸν τῆς ἐκτόπου καὶ βδελυρᾶς εἰδωλολατρείας δυσκλεᾶ μολυσμόν· αἰσχρὰ γὰρ ὄντως καὶ κάκοσμος. τρόπος δὲ αὖ ῥύπου τε καὶ ἀκαθαρσίας ἕτερος, τὸ πλεονεκτεῖν ἀδελφοὺς, ἅρπαγμα ποιεῖσθαι τὸ ἀλλότριον, καὶ ἡ καθ’ ἕτερον τρόπον κατὰ πολλῶν ἀδικία. ταύτης δὴ οὖν ἕνεκα τῆς ἀκαθαρσίας, φησὶ, διολώλατε, φθορᾷ τῆ εἰς θάνατον ἀθλίως κατεφθαρμένοι.
Διολώλασι δὲ καὶ οἱ τῇ εἰς Χριστὸν μαχόμενοι πίστει, καὶ οὐχ ἑτέρου του χάριν, ἀλλ’ ἢ ἕνεκεν ἀκαθαρσιας. σαφὲς δὲ τοῦτο ἡμῖν καταστήσει λέγων αὐτὸς ὁ Χριστὸς πρὸς τοὺς ἀπειθοῦντας Ἰουδαίους “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγὼ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν “ἀποθανεῖσθε.” ἢ οὐχὶ τοῦτό ἐστι τό Ἔνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ; οὐ γὰρ ἀπενίψαντο τὰ ἐγκλήματα, οὔτε μὴν τῶν ἀρχαίων αἰτιαμάτων ἀπηλλαγμένοι τῆς παρὰ Χριστοῦ μετέλαχον σωτηρίας, καθὰ καὶ οἱ τὴν πίστιν εἰςδεδεγμένοι.
Κατεδιώχθητε οὐδενὸς διώκοντος.
Αὐθαίρετον, φησὶν, ὑπομεμενήκατε τὴν αἰχμαλωσίαν, ἤτοι τὴν φυγὴν τὴν εἰς ἀλλοτρίους, δῆλον δὲ ὅτι καὶ πρὸς ἐχθρούς. ἐγκειμένου γὰρ οὐδενὸς ἣ ἐπαναγκάζοντος, αὐτοὶ τετιμήκασι τὸ δρᾶν ἐκεῖνα, καὶ μάλα ἐσπουδασμένως, τὰ δι’ ὧν ἦν ἀνάγκη καὶ οὐχ ἑκόντας κολάζεσθαι. κατεδιώχθησαν τοίνυν τῶν Ἰουδαίων τὰ στίφη, διώκοντος οὐδενός. ἐξὸν γὰρ αὐτοὺς εὐημεροῦντας διατελεῖν, καὶ ἐν παντὶ κεῖσθαι καλῷ τετιμηκόσι Χριστὸν, κατώλισθον εἰς ἀπόστασιν, καὶ προσκεκρούκασι πολυτρόπως· ἀπειθοῦντες, ὑβρίζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀτόπων δρῶντές τε καὶ λέγοντες;
Oὐκοῦν οὐδενὸς διώκοντος ἑαυτοὺς διώξομεν, καὶ τῶν ἀνηκέστων κακῶν ταῖς ἰδίαις ψυχαῖς παραίτιοι γεγονότες, αἰτιασόμεθα μὲν οὐχ ὁσίως ἔτι τὸν τῶν ὅλων δοτῆρα Θεὸν, ἑαυτοὺς δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ καὶ νοῦ καὶ φρενός.
Πνεὒμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέθυσμα.
Tοῖς τῶν εἰδώλων τεμένεσι προσιζήσαντές τινες τῶν ἐν Σαμαρείᾳ κατεμαντεύοντο πολυτρόπως, καὶ τῶν ἐσομένων ἀκριβῆ τὴν κατάληψιν ἔχειν ὑποπλαττόμενοι, τὰ θυμήρη καὶ φίλα τοῖς προσιοῦσιν ἀπήγγελον, ψυχρὰ καὶ ἀπόπτυστα ζητοῦντες λημμάτια, καὶ ὀλίγων ὀβολῶν, ἢ “ κλάσματος “ἄρτου,” ἄρτου, κατὰ τὸ γεγραμμένον, ψευδῆ πωλοῦντες ῥημάτια. τοῦτο δὲ μάλιστα κατέφθειρέ τε καὶ ἀπολώλεκε τὸν Ἰσραήλ. φησὶν οὖν ὅτι πνεῦμα πονηρὸν ὡς παγίδα τῷ Ἐφραῒμ ἔστησε Ψεῦδος, καὶ ὥσπερ τι τῶν δηλητηρίων φαρμάκων ἐνεστάλαξεν οἴνῳ τὴν δαιμονιώδη πλάνησιν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀκρατέσιν ἀποφοραῖς μονονουχὶ καταμεθύοντα δέδειχεν αὐτόν.
Ενεστάλαξε δὲ καὶ τοῖς Φαρισαίοις ὁ πονηρὸς, ὁ δράκων ὁ ἀποστάτης, τὴν ἐπὶ χριστῷ ψευδοδοξίαν καὶ ἔκτοπον πλάνησιν. ποτὲ μὲν γὰρ ἔφασκεν Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ σάββατον. ποτὲ δὲ καὶ Σαμαρείτην, καὶ μέντοι καὶ πάροινον ἀποκαλεῖν απετόλμων. καὶ εἴπερ ἐστὶν ἀληθὲς, ὡς οὐδεὶς λέγει Ἀνάθεμα Ιησοῦς, εἰ μὴ ἐν Βεελζεβοὺλ, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ὅτι δὴ μάλιστα παρ’ αὐτοῖς πνεῦμα ἔστησε ψεῦδος; κατεστάλαξε δὲ καὶ εἰς νοῦν αὐτοῖς καὶ καρδίαν, τὴν διὰ πλανήσεως μέθην, ἐφ’ ᾗ δικαίως καὶ ἀπολώλασι, θηριοπρεπῶς ἐπιθρώσκοντες, παντί τε θράσει καὶ δυσφημίᾳ χρώμενοι.
Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου· συναγόμενος συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν, ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶι.
Κατὰ βραχὺ πρὸς αὔξησιν ἰόντα τὰ φαῦλα, καὶ ἐν ὀλίγοις ἀνθήσαντα τὴν ἀρχὴν, καταδράττεταί πὼς ἀεὶ καὶ τῶν ἔτι πλειόνων, ἐπέκεινά τε τῶν ἐν ἀρχαῖς ἐκτείνεται μέτρων. ἴδοι δ᾿ ἄν τις ἀτρεκὲς ὃ λέγω, τὰ συμβεβηκότα τῷ Ἐφραῒμ εἰ περινοεῖν ἕλοιτο λεπτῶς. πρῶτος μὲν γὰρ ̔Ιεροβοὰμ, καί τινες τῶν ὁμοφρόνων αὐτῷ τὰς δαμάλεις τοῖς τεμένεσιν ἐνιδρύσαντες, προσκεκυνήκασιν ἀυταῖς, καὶ τοῖς τῶν ἀνοσίων ψευδομάντεων ἤγουν ψευδοπροφητῶν προσεσχήκασι λόγοις. εἶτα διέρποντος τοῦ κακοῦ, καὶ ἀεὶ τοῖς πρώτοις προστιθέντος ἕτερα, συνηνέχθη λοιπὸν καὶ συνδεδράμηκεν ὅλος εἰς ἕνα σκοπὸν ὁ Ἰσραὴλ, καὶ τῷ πλημμελήματι κάτοχος ἦν, καὶ οὐκ ἀνὰ μέρος ἔτι, παμπληθεὶ δὲ μᾶλλον καὶ ὁλοτρόπως. οὐκοῦν ἀπὸ τῆς σταγόνος φησὶν, ἧς ἂν αὐτοῖς καταστάξειεν ὁ τῶν ψευδομάντεων λόγος· πλεῖστοι γὰρ ὅσοι παρὰ τῷ Εφραῒμ οἱ τοῦτο δρᾶν εἰωθότες· συναχθήσεταί φησι σύμπας ὁ Ἰακὼβ, τουτέστιν εἰς μίαν συνενεχθήσεται γνώμην, κατανεμηθήσεται δὲ ἅπαντας ἡ νόσος. ἐγὼ δὲ αὐτοῖς οὐκ ἀνὰ μέρος ἐποίσω τὰς διὰ τοῦτο δίκας, περιμενῶ δὲ μᾶλλον τοὺς τοῖς ἤδη κατεφθαρμένοις ἐπενεχθησομένους. τοῦτο γάρ ἐστι τό Ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, καὶ τότε δὴ τότε μίαν ποιήσομαι τὴν κατὰ πάντων ἀποστροφην.
Ἔνδειξις δὲ καὶ τοῦτο ἃν εἴη τῆς ἐνούσης ἀνεξικακίας Θεῷ, μὴ κολάζοντι εὐθὺς, ὑπερτιθεμένῳ δὲ χρηστῶς, καὶ τὴν ἐπανόρθωσιν περιμένοντι καὶ τῶν πλανωμένων τὴν ἐπιστροφήν. εἰ δὲ δὴ μὴ γένοιτο, φαίνοιτο δὲ μᾶλλον εἰς αὔξην ἰὸν τὸ ἀῤῥώστημα, μὰ, τότε δὴ μόλις καὶ ὀκνηρῶς ἀποστρέφεται. ἕψεται δὲ πάντως ταῖς ἀποστροφαῖς τὸ χρῆναι ταλαιπωρεῖν τοὺς τοῦτο παθόντας. τοιγάρτοι καὶ ὁ θεσπέσιος ψάλλει Δαυείδ “Μῆ ἀποστρέψῃς τὸ πρό- “σωπόν σου ἀπ’ ἐμοῦ καὶ μὴ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ “δούλου σου.’’ ἰστέον δὲ, ὅτι ἐνεστάλαξεν ὥσπερ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις ὁ Βεελζεωβοὺλ τὴν ἐπὶ Χριστῷ ψευδῆ καὶ ἀπαίσιον δόξαν, κατενεμήθη δὲ ὥσπερ ἅπαντας ἡ νόσος, καὶ συνδεδράμηκε ταῖς τῶν ἡγουμένων ἀπάταις ἡ ἑτέρα πληθύς. τοιγάρτοι καὶ μίαν ὑπομεμενηκότες ψῆφον, τὴν εἰς κατάκρισιν λέγω καὶ ἀποστροφὴν, ἰσοπαλεῖς τοῖς ἡμαρτημένοις ἀποτετίκασι δίκας.
Ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτοῦ ἐξαλοῦνται ἐξ ἀνθρώπων διὰ τῆς κοπῆς· πρὸ προσώπου αὐτῶ διέκοψαν, καὶ διῆλθον πύλην, καὶ ἐξῆλθον δι’ αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς πρὸ προσώπου αὐτῶν, ὁ δὲ Κύριος ἡγήσεται αὐτῶι.
Εθος τοῖς ἁγίοις προφήταις καὶ ἐν θεωρίαις αὐταῖς γίνεσθαι πολλάκις τῶν ὡς ἔσονται κατὰ καιροὺς προαπηγγελμένων, μονονουχὶ δὲ παρόντα τε καὶ ἐνεργούμενα βλέπειν τὰ καὶ πολλοῖς ὕστερον ἐκβησόμενα χρόνοις. οἷον ὁ μακάριος προφήτης ̔Ησαΐας τὰ περὶ Χριστοῦ διηγούμενος, μονονουχὶ δὲ καὶ ἀποκομιζόμενον βλέπων ἐπὶ τὸ σωτήριον πάθος, “ Ὡς πρόβατον, φησὶν, ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς “ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.’’ ἐρωτᾷ δὲ ὥσπερ τοὺς τῶν ἥλων τύπους καταθεώμενος, καί φησι πρὸς αὐτὸν τάχα που τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν “ Τί “αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου; ὁ δὲ εἶπεν, “Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου.’’ ̔Ιερεμίας γεμὴν ὁ θεσπέσιος τὸν ἐσόμενον κατὰ τῆς ̔Ιερουσαλὴμ προαναφωνήσας πόλεμον, καὶ πληθὺν ἤδη τῶν Ἰουδαίων πολλὴν κειμένη ἰδών· ὡς ἐν θεωρίαις δὲ δηλονότι ταῖς προφητικαῖς· κατοιμώζει λέγων “Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει “ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.” οὕτω καὶ ὁ μακάριος Προφήτης Μιχαίας ἔοικε πὼς ὁρᾶν τὸν ἐν ταῖς πόλεσι τῆς Σαμαρείας ἐσόμενον θόρυβον, πτοουμένους τε ἤδη πολλοὺς, φεύγοντας δὲ καὶ ἑτέρους, τείχη τε καὶ τάφρους ὑπερθέοντας, καὶ αὐτά που τὰ τῶν πολεμίων στίφη διαρρηγνύντα μὲν πύλας, εἰσχεόμενα δὲ δι᾿ αὐτῶν τοῖς κρατοῦσιν ὁμοῦ, μονο- νουχὶ Θεοῦ προασπίζοντος καὶ τοῖς ἐξ αἵματος σὴ ἐπιθήγοντος, ὡς λελυπημένου. οὐκοῦν οὕτω φησὶ καταπτοηθήσονται, ὡς ἂν εἰ καὶ πρόβατον ἐν θλίψει γένοιτο τυχὸν, ἤγουν ὅλον ποίμνιον, εἰ κοιτάζοιτο μὲν ἐν τόποις, εἶτά τινες βούλοιντο λαβεῖν, ἄνω τε καὶ κάτω πηδῶντα τὰ θρέμματα καταθεῷτό τις ἃν, καὶ ἧπερ ἃν γένοιτο διακοπὴ, δι’ αὐτῆς ἰόντα καὶ φεύγοντα· οὕτω φησὶ κἀκεῖνοι, καθ’ ὧν ἂν ἴοι τῶν Βαβυλωνίων ὁ πόλεμος. διακόπτοντες δὲ καὶ πύλας, ὁρώντων αὐτῶν, ἤτοι πρὸ προσώπου αὐτῶν, εἰσελεύσονταί τε καὶ ἐξελεύσονται δι᾿ αὐτῶν, τουτέστιν, ἀμογητὶ καὶ δίχα φόβου παντὸς διελεύσονται εἰς τὰς πόλεις, αὐτὸν ἔχοντες ἡγούμενον τὸν τῶν ὅλων Κύριον· ὅτι μὴ τῆς ἐκείνων ἰσχύος ἔργον ἦν τὸ κατακρατῆσαι τοῦ Ἰσραὴλ, νεύματι δὲ μᾶλλον τοῦ Ἰσραὴλ ψῆφος τοῦ παραδόντος Θεοῦ. ταῦτα συμβῆναί φαμεν, καὶ τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσι τὸν Ἐμμανουήλ. πεπόρθηνται γὰρ αἱ παρ’ αὐτοῖς πόλεις τε καὶ κῶμαι Οὐεσπασιανοῦ τε καὶ Τίτου κατακρατούντων τότε, καὶ τὸν θεῖον ἐπ’ αὐτοῖς πληρούντων θυμόν.
Καὶ ἐρεῖ Ἀκούσατε δὴ ταῦτα οἱ ἀρχαὶ οἴκου Ἰακὼβ καὶ κατάλοιποι τοῦ Ἰσραήλ. οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τό κρῖμα; οἱ μισοῦντες τὰ καλὰ κοὶ ζητοῦντες τὰ πονηρὰ, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ᾿ αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν. ὃν τρόπον κατέατο τὰς σάρκας του λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστᾶ αὐτῶν συνέθλασαν, καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα, καὶ ὡς κρέα εἰς χύτραν· οὕτως κεκράξονται πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τό πρόσωπον αὐτοῦ ἀπ᾿ αὐτῶι ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθ᾿ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ᾿ αὐτούς.
Ὁ τοῖς πολεμοῦσι τὸν Ἰσραὴλ ἀνοιγνὺς τὰς ἃς πύλας, ὁ πάντα καταλεαίνων αὐτοῖς, καὶ τὰ δυσχερῆ καταστρέφων, ὡς ἂν δύναιντο λοιπὸν δι’ εὐμαρείας ἰέναι πολλῆς, καὶ ἀκονιτὶ καταδράττεσθαι τῶν ἀνθεστηκότων, ὁ ἡγούμενος αὐτῶν κύριος. αὐτὸς καὶ ἐρεῖ τοῖς ἄρχουσι, καὶ τοῖς καταλοίποις τοῦ λαοῦ. τὸ δὲ ἐμ, τέθεικεν ἀντὶ τοῦ προσδιαλεχθήσεται καὶ τοῖς μὲν διέπουσι τὰς ἀρχὰς ἐγκαλεῖ τὸ ῥᾴθυμον, καὶ ὅτι τῶν ὑπὸ χεῖρα κατημεληκότες, ὄλεθροι γεγόνασι καὶ φθοροί· τοῖς γεμὴν ὑπεστρωμένοις, καὶ ταῖς τῶν κρατούντων δοστροπίαις ἠπατημένοις, δίδωσι νοεῖν, ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα πλημμελημάτων ἐπιρρίπτεται δίκη τοῖς ἠδικηκόσι. κήδεται γὰρ καὶ τῶν πλανωμένων ὁ τῶν ὅλων Δημιουργὸς, ὁ κτίσας τὸν ἄνθρωπον “ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς καὶ προητοίμασεν, ὡς ὁ θεσπέσιος γράφει Παῦλος, “ἵνα καὶ περιπατῶμεν ἐν “αὐτοῖς. τί τοίνυν Οὐχ ὑμῖν ἐστι τού γνωναι τὸ κριμα; ytfijxct δέ φησιν ἤτοι τὴν ἐπ’ αὐτοῖς γεγενημένην ὁσίαν τε καὶ ἀμώμητον ψῆφον, ἤγουν τὴν κατάκρισιν· πρέποι δ᾿ ἃν ἐν τούτοις νοεῖσθαι τὴν τοῦ κρίματος εἴδησιν οὐχ ὡς ἐν μαθήσει μόνον· τί γὰρ ἃν τοῦτο τοῖς ἐκεῖνα πεπλημμεληκόσι διελυμήνατο; ἢ πῶς ἂν λελύπηκε τοὺς ἠσεβηκότας; ἀλλ’ ὡς διὰ πείρας αὐτῆς τῶν συμβησομένων· ἀποτιννύντες γὰρ τοῖς κολάζουσι δίκας οἱ πλημμελεῖν εἰωθότες, τότε δὴ τότε μανθάνειν λέγονται καὶ τῆς ἐνούσης αὐτοῖς ἐξουσίας τὸ ὑπερφερὲς καὶ δεσποτικῶν κριμάτων τὴν δύναμιν. ἔστι δὴ οὖν ἀναγκαῖον ὑμᾶς δὴ μάλιστά φησι διὰ τῶν συμβησομένων τὸ κρῖμα μαθεῖν· ὑμᾶς τοὺς ἀεὶ μὲν τοῖς φαύλοις προσκεκλιμένους, ἀποσπουδάζοντας δὲ τὸ ἀγαθόν· ὑμᾶς τοὺς ἀγρίαν τινὰ καὶ ἀνήμερον κατὰ τῶν ἐμῶν προβάτων ποιουμένους τὴν ἔφοδον, καὶ τοῖς τῶν θηρίων ἀπηνεστάτοις παραχωροῦντας οὐδὲν, τοὺς ἀποδέροντας μὲν τὰ πρόβατα, καταξαίνοντας δὲ καὶ σάρκας, καὶ καταμελίζοντας ἀφειδῶς, καὶ οἷον ἕψοντας διὰ χύτρας. σημαίνει δὲ διὰ τούτων πᾶν εἶδος πλεονεξίας, ἀπληστίας τε καὶ κατ’ ἁδὺν ἀστείας. ἐπειδὴ δὲ ταῦτα δεδράκασι, καὶ αὐτοὶ κεκράξονταί φησι· καὶ οὔτ’ ἃν ἐποπτείας ἀξιώσαιμι τῆς παρ’ ἐμαυτοῦ· οὔτ’ ἂν εἰ κεκράξειαν αἰτοῦντες τὸν ἔλεον, ἐπιδοίην ἄν. κατεπανουργεύσαντο γὰρ καὶ αὐτοὶ τῶν ὑπεζευγμένων, καὶ πᾶν εἶδος αὐτοῖς ἐπενηνόχασι μοχθηρίας, πικρῶν τε καὶ ἀνοσίων εὑρέσεων καὶ ἐγχειρημάτων.
Ἐφαρμόσαι δ’ ἄν τις τὰ τοιαῦτα καὶ μάλα εἰκότως τοῖς γραμματεῦσι καὶ Φαρισαίοις, οἳ λαῶν ἡγούμενοι, καὶ ποιμνίων προεστηκότες, τοῖς ἀγελαίοις ὁμοῦ καθάπερ τισὶ προβάτοις, ἐπέθρωσκον ἀπηνῶς τοῖς πιστεύουσιν εἰς Χριστὸν, μόνον δὲ οὐχὶ καὶ ἐκδέροντες κατεμέλιζον καὶ κατεδηδόκασι τοὺς ἁγίους, θηρῶν ἀγρίων διενεγκόντες οὐδέν. τοιγάρτοι καὶ ἤκουον προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς ̔Ησαΐου “Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω “τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν “δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν “αἵματος πλήρεις.”
Του Αυτου Εις Τον Αυτον Προφητην — Τομος Σευτερος Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸ λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶ καὶ κηρύσσοντας ἐπ᾿ αὐτὸν εἰρήνην, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶ, ἤγειραν ἐπ᾿ αὐτὸν πόλεμον.
Kατῃτιᾶτο λίαν τοὺς ἐξ Ἰσραὴλ ὡς ἐθελούσιον μὲν ἀνατλάντας ὄλεθρον, σφᾶς δὲ αὐτοὺς αὐτοκλήτοις ἐνιέντας κακοῖς, καὶ πολὺ βλέποντας εἰς τὸ ῥᾴθυμον. προσετίθει δὲ, ὅτι καὶ ἠδίκηνται σφόδρα, τοῦ πονηροῦ καὶ ἀκαθάρτου πνεύματος μάτος ἀεὶ φενακίζοντος καὶ ἀπατῶντος αὐτούς. ἔφη δὲ οὕτως “ Ἐγγίσατε ὄρεσιν αἰωνίοις· ἀνάστηθι καὶ πορεύου, “ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, ἕνεκεν ἀκαθαρσίας “διεφθάρητε φθορᾷ. κατεδιώχθητε οὐδενὸς διώκοντος. “πνεῦμα πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέ- “θυσμα.” ταύτης ἕνεκα τῆς αἰτίας ἐπέσκηψε μὲν οὐ μετρίως τοῖς καθηγεῖσθαι λαχοῦσι· μεθίστησι δὲ νυνὶ χρησίμως τὸν λόγον ἐπὶ τοὺς ὄντας παρ’ αὐτοῖς ψευδοπροφήτας τε καὶ μάντεις, οἳ μονονουχὶ καὶ ὡς οἶνον αὐτοῖς κατεστάλαζον, τὰ ἐκ τοῦ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος, ψευδοεπείας δὲ δηλονότι καὶ φενακισμοὺς, οὕτω τε λοιπὸν οἷά τινι μέθῃ περιβεβληκότες ἐξέστησαν λογισμοῦ τοῦ σώφρονος. ἔδακνον μὲν γὰρ καὶ οὐ μετρίως ἠδίκουν, ἀναπείθοντες τοῖς παρ’ αὐτῶν προσκεῖσθαι λόγοις, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς παρὰ Θεοῦ διὰ προφητῶν ἁγίων· κατεψεύδοντο δὲ, λέγοντες ὡς καταβιώσονται μὲν ἐν εἰρήνη καὶ εὐημερίαις, παρενοχλήσει δὲ ὅλως τῶν ἀνιᾶν πεφυκότων οὐδέν. ἀλλ’ ἦν αὐτοῖς εἷς ὁ εἰς τοῦτο λόγος οὐ παρὰ Θεοῦ. οὐ γὰρ ἂν ἀκαθάρτοις ἐδόθη γλώτταις τὸ χρῆναι λαλεῖν τὰ οὕτω λαμπρά τε καὶ ἀξιόληπτα. ἐπειδὴ δὲ ἀναπεπείκασι προσέχειν αὐτοῖς, ἤγειραν ἐπ’ αὐτοὺς πόλεμον, οὐκ αὐτοὶ τοὺς Ἀσσυρίους εἰς τοῦτο διανιστάντες· πόθεν; καταθήγοντες δὲ μᾶλλον ἐπ’ αὐτοὺς τὴν ὁσίαν ὀργήν. ὅτι γὰρ ἐκείνοις προσεσχήκασιν, ἐπενήνεκται δικαίως καὶ τὰ ἐκ τοῦ πολέμου κακά.
Ἔγκλημα δὴ τοῦτο τῶν ὅτι μάλιστα καὶ ἀληθῶν καὶ πρεπωδεστάτων τοῖς ἀρχιερεῦσι καὶ Φαρισαίοις, οἷς ἡ ἀθλία τῶν Ἰουδαίων πληθὺς κατακολουθήσασα διόλωλε τε καὶ κατεφθάρη· γέγονε γὰρ δυσσεβὴς καὶ κυριοκτόνος.
Διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπ' αὐτοὺς ἠ ἡμέρα.
Ἐπειδὴ γὰρ, φησὶν, ἐσταλάξατε τὸ ψεῦδος εἰς οἶνον καὶ μέθυσμα τῷ λαῷ, καὶ κατεδάκνετε μὲν ὡς θῆρες, εὐηγγελίζεσθε δὲ τὴν εἰρήνην, ψευδοεποῦντες αὐτοῖς, καὶ ταῖς τοῦ πολέμου συμφοραῖς ἐναλῶναι παρεσκευάσατε, ταύτῃτοι δικαίως νὺξ ἐφ’ ὑμᾶς ἔσται καὶ σκότος, καίτοι καὶ ὁρᾶν ὑποκρινομένους, καὶ ὥς γε οἴεσθε κατὰ σφᾶς, ἄριστά τε καὶ ἀψευδῶς τὸ μαντεύεσθαι μεμελετηκότας. δύσεται γὰρ ὑμῖν ὁ ἥλιος, καὶ αὐτὸ δὲ τῆς ἡμέρας συσκοτάσει τὸ φῶς. καὶ οὐ δήπου φαμὲν, ὅτι συνέστειλεν ἀληθῶς ἐπ’ αὐτοῖς ὁ ἥλιος τὰς αὐγὰς, ἤγουν τῆς ἠοῦς κατεσκοτίσθη τὸ φῶς, ἀλλ’ ὅτι τῆς συμφορᾶς τὸ μέγεθος οἱονεὶ σκότος αὐτοῖς καὶ νὺξ ἀφεγγὴς, καὶ ἡλιακῆς ἀκτῖνος κατάδυσις καὶ φωτὸς συστολὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων γενέσθαι συμβέβηκε; τὰ γάρ τοι δεινὰ καὶ ἐξαίσια τῶν κακῶν καταμεθύσκει τὸν νοῦν, καὶ καταθολοῖ τὴν καρδίαν, ἐμπίπλησι δὲ καὶ σκότους.
Φαίη δ’ ἄν τις ἀληθεύων, ὅτι καὶ τοῖς Ἰουδαίων δήμοις ἐμπαροινήσασι τῷ Χριστῷ κατέδυ λοιπὸν ὁ νοητὸς ἥλιος, οὐκέτι Θεοῦ καταλάμποντος, οὐκέτι τῆς νοητῆς ἡμέρας διαυγαζούσης αὐτοῖς, ἀλλ’ οἷον νυκτὸς κατασκιδναμένης αὐτῶν τῆς πωρώσεως. πεπώρωνται γὰρ, ὡς ὁ Παῦλός φησι, καὶ “Ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν κὰρ “δίαν αὐτῶν κεῖται.” “Φάσκοντες Φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμω- “ράνθησαν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.” καὶ ὅτι ταῦτα συμβήσεται παθεῖν αὐτοῖς, προκαταμεμήνυκε λέγων αὐτὸς ὁ Χριστός “Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ. ἐπειδὴ δὲ τὸ θεῖον οὐ προσίεντο φῶς, τουτέστι Χριστὸν, κατελήφθησαν ὑπὸ τῆς σκοτίας, καὶ νὺξ αὐτοῖς γέγονεν ἐξ ὁράσεως, κατὰ τὴν τοῦ Προφήτου φωνήν.
Tοῦτο δὲ αὐτὸ συμβήσεται καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, οἳ βλέπειν ὑποκρινόμενοι, διατεινόμενοί τε νοεῖν δύνασθαι λαμπρῶς τὸ Χριστοῦ μυστήριον, ψευδοεποῦσιν οἱ δείλαιοι, καὶ τὰ ἐξ ἀπάτης βλάβη μονονουχὶ καταστάζουσι ταῖς τῶν ἁπλουστέρων καρδίαις, εἶτα τῶν τῆς ἀληθείας αὐτοὺς ἀποφέρουσι δογμάτων. ἔσται δὴ οὖν αὐτοῖς ἐξ ὁράσεως νὺξ καὶ σκότος, κατοιχήσονται γὰρ εἰς τὸ ἐξώτερον σκότος, “Ἁμαρτήσαντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες “αὐτῶν αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν ὑπὲρ ὧν Χριστὸς “ἀπέθανε.”
Καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καἰ καταγελασθήσονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατ’ αὐτῶι πάντες αὐτὼ, διότι οὐκ ἔσται ὁ ὑπακούσων αὐτῶι.
Οἱ μὲν γὰρ ἐμαντεύοντο τὴν εἰρήνην ὡς ἔσται πολλὴ, καὶ ψυχροῖς ὀνειρατίοις τοὺς προσιόντας αὐτοῖς συναρπάζοντες διακεῖσθαι παρεσκεύαζον, ὡς βαδιεῖται πάντα κατὰ ῥοῦν αὐτοῖς, καὶ κρατήσει τὰ ἐν εὐχαῖς. ἐπειδὴ δὲ οἷς ἔφασκον ἡ πεῖρα μαχομένην ἔδειξε τῶν πραγμάτων τὴν ἔκβασιν, καὶ εἰς πᾶν αὐτοῖς τοὐναντίον τὰ τῆς ἐλπίδος ἐκβέβηκε, κατεγινώ- σκοντο λοιπὸν ἀναγκαίως, ὡς ψευδοεπεῖς, ὡς βωμολόχοι τε καὶ φένακες· καὶ δὴ καὶ εἰς τοῦτο δυσκλείας κατώλισθον, ὡς μηδένα βούλεσθαι προσέχειν αὐτοῖς· πῶς γὰρ, ἢ πόθεν; οἵ γε χρηστὰ μὲν ἐλάλουν, ἐμβεβλήκασι δὲ τοὺς ἠπατημένους εἰς ἀδόκητον συμφορὰν, καὶ τῶν ἐλπισθέντων ὡς ἀπωτάτω;
Ἐὰν μὴ ἐμπλήσω ἐγὼ ἰσχὺν ἐν πνεύματι κυριοῦ καὶ κρίματος καἰ δυναστείας τοῦ ἀπαγγεῖλαι τῶ Ἰακὼβ ἀσεβείας αὐτοῦ καὶ τῶ Ἰσραὴλ ἁμαρτίας αὐτοῦ.
Δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ψευδοεπεῖν ἀναγκαῖον τοὺς καταπλαστὸν ἔχοντας τὴν τῆς προφητείας δόξαν. πῶς γὰρ ἃν ἀληθεύσειεν ὁ μὴ ἐν Θεῷ λαλῶν ὅς ἐστιν ἀλήθεια; περὶ μὲν γὰρ τοῦ Κάϊν ἔφη που Χριστός “ Ἐκεῖνος ἀνθρω- “ ποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, “ ὅτι ψεύστης ἐστὶ καθὼς καὶ ὁ πατὴρ αὐτοῦ·’’ πατέρα διδοὺς αὐτῷ τὸν καὶ τὸ ψεῦδός ἐξευρηκότα, τουτέστι, τὸν σατανᾶν. ὅτι δὲ ἀνάγκη τοὺς ἐκ διαβολικοῦ λαλοῦντας πνεύματος τὰ ἐκείνου λέγοντας ψεύδεσθαι, πῶς ἔστιν ἀμφιβάλλειν; οἱ γεμὴν διὰ Θεοῦ, πάντη τε καὶ πάντως ἀριστοεποῦσί τε καὶ ἀληθεύουσιν· ἔχουσι γὰρ ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. οὐκοῦν πῶς ἂν γένοιτο, φησὶν, οὐ διεψευσμένος μένος παρά τισι τῆς προφητείας ὁ λόγος, εἰ μὴ ἐμπλήσαιμι, διὰ τοῦ ἐμοῦ Πνεύματος, δυνάμεως τινας καὶ δικαιοσύνης, ἤτοι κρίματος, ὥστε καὶ ἀδεῶς καὶ τεθαρρηκότως κατεξανίστασθαι τῶν ἡμαρτηκότων, καὶ διελέγχειν αὐτούς; δεῖ γὰρ οἶμαι τοῖς λαλοῦσι τὰ παρὰ Θεοῦ, πλείστης τε ὅσης καὶ ἀγαθῆς εὐτολμίας. ἐλέγχουσι γὰρ ἔσθ’ ὅτε δήμους τε ὅλους, καὶ μέντοι καὶ βασιλεῖς, καὶ τοὺς ὄντας ἐν ὑπεροχαῖς, οἳ δὴ μάλιστα τοῖς ἐπανορθοῦν ἐθέλουσιν ἐπιτρίζουσι, καὶ οὐκ οἰστὸν ποιοῦνται τὸν τῶν ὠφελούντων λόγον. κεκμήκασι γὰρ οἱ μακάριοι προφῆται, μᾶλλον δὲ κεκινδυνεύκασι, καὶ ἀνῄρηνται πολυτρόπως ταῖς τῶν παιδαγωγουμένων ἀνοσίοις ὀργαῖς κατὰ καιροὺς περιπίπτοντες. ἐμαστίζοντο δὲ καὶ οἱ θεσπέσιοι μαθηταί. πλήρεις γὰρ ὄντες δυνάμεως καὶ κρίματος καὶ δικαιοσύνης προσεκόμιζον τῷ Θεῷ διὰ πίστεως τῆς εἰς Χριτῆς στὸν τὰς τῶν Ἰουδαίων ἀγέλας. ἀλλ’ ἔχαιρον αἰκιζόμενοι, καὶ τρυφῶντες τῶν συνεδρίων ἐξῄεσαν, ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθέντες. ᾔδεσαν γὰρ ὅτι συμπεπονθότες χριστῷ καὶ συμβασιλεύσουσιν αὐτῶ.
Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖνα κω πάντα τά ὀρΘὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις.
Ἀγαθὸς ὣν λίαν ὁ Δημιουργὸς, εἶτα τῶν συμβησομένων αὐτοῖς κακῶν τὸ μέγεθος οὐκ ἠγοηκὼς, διὰ παντὸς ἔρχεται τρόπου, καὶ πᾶν εἶδος εἰσηγήσεως τε καὶ ἀπειλῆς εἰσφέρει, ὡς ἂν τάχα πὼς ἀναπεισθεῖεν οἱ ἡμαρτηκότες καὶ μετανοεῖν ἕλοιντο, τὰ αἰσχίω μεταμανθάνοντες καὶ κατορθοῦν ᾑρημένοι τὰ δι’ ὧν ἦν εἰκὸς ἀκονιτὶ δύνασθαι διαδρᾶναι τὰ ἐξ ὀργῆς. εἰδέναι γεμὴν ἀναγκαῖον τὸν φιλομαθῆ καὶ φιλολογώτατον, ὅτι συνεχὴς μὲν τῶν προφητῶν ὁ λόγος ἐν βιβλίοις τε καὶ συγγραφαῖς, γέγονε δὲ κατὰ καιροὺς καὶ ἀνὰ μέρος, ὥστε κὰν εἰ φαίνοιντό πὼς ταυτοεποῦντες ἐσθ’ ὅτε, ἀλλ’ οὖν ἐννοεῖν, ὡς οὐ καθ’ ἕνα καιρὸν, ὡς ἔφην, οὔτε μὴν τοῖς αὐτοῖς, τὰ τοιάδε προσεφώνουν, μακρῶν δὲ πολλάκις παρεισβεβληκότων διαστημάτων, ἄλλοτε ἄλλοις καὶ κατὰ καιροὺς προσελάλουν. ἔδει γὰρ πάντας εἰδέναι τὰ συμβησόμενα, καὶ κοινῆς συμφορᾶς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν γενέσθαι τὴν προαγόρευσιν. πρὸς ὑμᾶς δὴ οὖν ὁ λόγος, φησὶ, τοὺς εἰς τοῦτο λοιπὸν ἀφιγμένους ἐμβροντησίας, ὡς βδλύττεσθαι τὸ κρῖμα, τουτέστι τὴν δικαιοσύνην, καὶ διεστραμμένον αποφαίνειν τὸν εἰς εἴδησιν ἀγαθὴν κατορθοῦντα νόμον· πρὸς ὑμᾶς τοὺς οἰομένους τάχα που ταῖς μιαιφονίαις καὶ ἀδίκοις αἵμασιν ἀνορθοῦν τὴν Σιῶν, καὶ εὐκλεᾶ καὶ περίβλεπτον τὴν Ἱερουσαλὴμ ἀποφαίνειν. ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι καταστρέφουσι μᾶλλον αὐτὴν, καίτοι τεθειμένοι πρὸς οἰκοδομὴν καὶ εἰς ἐπανόρθωσιν, ἅτε δὴ καὶ τῶν ποιμνίων προεστηκότες, ἱερεῖς τε καὶ νομοφύλακες παρὰ Θεοῦ τεταγμένοι.
Kαθῃρήκασι δὲ ἀληθῶς τὴν Σιῶν ἐν αἵμασιν. ἀπεκτόνασι γὰρ τοὺς προφήτας, προσέθεσαν δὲ αὐτοῖς καὶ τὸν τῶν ὅλων Δεσπότην, φημὶ δὴ τὸν Χριστόν. οἰκοδόμοι γὰρ ὄντες τῆς Σιῶν, ἀπεδοκίμαζον αὐτόν· καίτοι Θεοῦ λέγοντος ἐναργῶς “ Ἰδοὺ τίθημι εἰς τὰ θεμέλια Σιῶν λίθον ἐκλεκτὸν ἀκρο- “γωνιαῖον ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ κατ- “αισχυνθῇ.” ἀλλ’, ὡς ἔφην, οἱ τῆς Σιῶν οἰκοδόμοι τὸν ἐκλεκτὸν καὶ ἔντιμον ἀπεδοκίμασαν λίθον· πλὴν εἰς κεφαλὴν τέθειται γωνίας· βεβασίλευκε γὰρ ἡμῶν, καὶ τῶν ἐκ περιτομῆς ὁ Χριστὸς, οὓς καὶ ἔκτισεν “εἰς ἕνα καινὸν ἄνθρωπον, “ποιῶν ποιῶν εἰρήνην διὰ τοῦ σταυροῦ” καὶ ὥσπερ τινὰ γωνίαν συνείρων εἰς ὁμοψυχίαν ἐν Πνεύματι. γέγραπται γὰρ ὅτι “Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ “μία.” ἐπειδὴ δὲ σύμμορφοι γεγόνασι δι’ ἁγιασμοῦ καὶ πίστεως τῷ ἀκρογωνιαίῳ καὶ ἐντιμοτάτῳ, καλῶς καὶ σοφῶς ὁ θεσπέσιος αὐτοῖς ἐπιστέλλει Πέτρος “καὶ καὶ ὑμεῖς ὡς λίθοι “ζῶντες ἐποικοδομεῖσθε οἶκος πνευματικὸς” “εἰς ναὸν . “ἅγιον, ἐἰς ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι· κατῴκηκε γὰρ ὁ Χριστὸς ἐν ταῖς τῶν πιστευόντων καρδίαις. καὶ περὶ αὐτῶν που φησὶ διὰ προφήτου φωνῆς “Ὅτι ἐνοικήσω ἐν “αὐτοῖς αὐτοῖς καὶ ἐμπεριπατήσ “ἀῦτοις κὰι ἐμπεριπατήσω, καὶ ἔσομαι ἀυτῶν Θεὸς, καὶ “αὐτοὶ αὐτοὶ ἔσονται μοι λαός.”
Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεἴς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, κω οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐμ τὸ Κύριον ἐπανεπαύοντο λέγεοντες Οὐχὶ Κύριος ἐν ἡμῖν εστίν; οὐ μὴ επέλθῃ ἐφ’ ἡμᾶς κακά. διὰ τοῦτο δι’ ὑμὰς Σιὼν ὡς ἀγρὸς ἀροτριασθήσεται, κα Ἱερουσαλὴμ ὡς ὀπωροφαλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.
Bδελυρόν τι χρῆμα, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων τῷ πανάγνῳ Θεῷ καὶ κρίσις ἄδικος καὶ δωροδοκία. γέγραπται γὰρ ὅτι “Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδουνται ὁδοί. ἥττηνται γὰρ ὧδέ τινες τῆς ἐπαράτου φιλοκερδείας καὶ λημματίων αἰσχρῶν, ὡς ἡγεῖσθαι πα οὐδὲν τὸ παρευθύνειν τὸ δίκαιον, καὶ πιπράσκειν τὴν ἀλήθειαν. ὥσπερ δὲ οἱ κόνιν λαβόντες εἰς ὀφθαλμοὺς ἀτονοῦσαν ἔχουσι τῆς ὀπτικῆς δυνάμεως τὴν ἐνέργειαν, οὕτω κἀκεῖνοι τὴν εἰς νοῦν δεχόμενοι πήρωσιν οὐχ ὁρῶσιν ἔτι· “Τὰ γὰρ δῶρα “ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καθ’ ἁ γέγραπται, καὶ λυμαί- “νεται ῥήματα δίκαια·” οἱ δὲ δὴ τὸ δίκαιον παρευθύνοντες, τῶν θείων ἀξιωμάτων τὸ εἰλικρινὲς ἀδικοῦσι κάλλος. πρέπει γὰρ μόνῳ τὸ κρίνειν Θεῷ, καὶ τοῦτο εἰδὼς ὁ μα- Κάριος ἔφη Μωυσῆς “Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι “ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.” ὁ δὲ κρίνειν ἄδικα μεμελετηκὼς, μονονουχὶ τῶν θείων καὶ ὑπερτάτων ἅπτεται θρόνων, καὶ εἰς αὐτὴν ἴστω πεπλημμεληκὼς τὴν ἀπόῤῥητον δόξαν, ἣ κρίνειν οἶδεν ὀρθῶς καὶ δικαίως. Θεοῦ γὰρ ἡ κρίσις, ὡς ἔφην. πάνδεινον δὲ πρὸς τούτῳ καὶ τὸ κέρδους ἀφορμὰς ποιεῖσθαι τὴν εὐσέβειαν, καὶ πορισμὸν ἡγεῖσθαι τὰ παρὰ Θεοῦ. ἄθρει γὰρ ὅπως ἀκαταιτίατον οὐκ ἐᾷ προφήτην καὶ ἱερέα μισθοφορεῖν ἐθέλοντα, ὡς τοῖς προσιοῦσιν ἐπαγγέλλεσθαι λαλεῖν, εἰ δὴ προσκομίζειν ἕλοιντο μισθούς τε καὶ δῶρα. οἶμαι δὲ ὅτι ψευδοπροφητῶν διαμέμνηται πάλιν ὁ λόγος εἰς τὸ παρὸν, καὶ οὐχὶ πάντως ἱερουργῶν τῶν ἐκ νόμου καὶ ἀληθινῶς, ἀλλ’ οἷς ἦν ἔθος τὰς τοιάσδε τιμὰς ὑποτρέχειν, καὶ ὠνητὴν ἑαυτοῖς περιποιεῖσθαι τὴν δόξαν. οὐ γὰρ ἂν προφήτης ἅγιος, ἤγουν ἱερεὺς ἀληθῶς, τοῖς τοιοῖσδε πταίσμασι τὴν ἰδίαν ἔνοχον καθίστη ψυχήν.
Εἶτα, τοιαῦτα πλημμελοῦντες, φησὶν, ἐπὶ τὸν κύριον ἐπ’ανεπ αύοντο λέγοντες Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐφ’ ἡμᾶς κακά. ἦν μὲν γὰρ ὁμολογουμένως ἐν τῷ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, ἐξείλετο δὲ αὐτοὺς τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας, εἰσκεκόμικεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, κρείττους καὶ ἀλκιμωτέρους ἔδειξεν ἐχθρῶν. ἀλλ’ ἔδει που πάντως ἐννοεῖν, ὅτι πλημμελοῦσι δεινῶς καὶ ἐπὶ τοῖς οὕτως ἐκτόποις κατεγνωσμένοις, οὐκ ἂν ἠνέσχετο συνεῖναι Θεός. ἀσύμβατον γὰρ τῷ βεβήλῳ τὸ ἅγιον, καὶ ἀσυναφὲς τῷ ῥυποῦντι τὸ καθαρόν. ἅτι τοίνυν μάταια πεφρονήκασιν, οἰηθέντες, ὅτι κἂν εἰ τῆς φαυλότητος εἶεν ἐργάται, κἂν εἰ δρᾶν ἕλοιντο τὰ παντὸς ἐπέκεινα κακοῦ, συνέσται πάλιν αὐτοῖς οὐδὲν ἧττον Θεὸς, ἐξ αὐτῶν ἐπιγνώσονταί φησι τῶν συμβησομένων. ἀροτριασθήσεται μὲν γὰρ ἡ Σιῶν, ἔσται δὲ ὡς ὀπωροφυλάκιον ἡ διαβόητος Ἱερουσαλὴμ, τουτέστιν ἠρημωμένη καὶ κατεστραμμένη, καὶ αὐτὸ δὲ τὸ ὄρος τοῦ οἴκου, τουτέστιν, ὁ ἐφ’ ὑψηλοῦ γηλόφου κείμενος νεὼς, εἰς ἄλσος δρυμοῦ. ὅμοιον ὡς εἰ λέγοι, θηρίων ἀγρίων ἐναύλισμα καὶ δρακόντων χειαί. ὥσπερ γὰρ ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς δρυμοῖς κατοικοῦσιν οἱ θῆρες καὶ τὰ τῶν ἑρπετῶν ἀτίθασα γένη, οὕτω καὶ ἐν τοῖς ἠρημωμένοις τῶν τόπων, καὶ ἔνθαπερ ἂν πολλὰ λίαν φαίνοιντο τὰ συμπεπτωκότα.
Συμβέβηκε δὲ ταυτὶ τοῖς τῶν Ἰουδαίων δήμοις, ὅτε καὶ εἰς αὐτὸν πεπαρῳνήκασι τὸν Ἐμμανουήλ. τότε γὰρ τότε διολώλασι παντελῶς, καὶ λίθος οὐ μεμένηκεν ἐπὶ λίθω, κατὰ τὴν αὐτοῦ του Σωτῆρος φωνὴν· ἀρόσιμος ’δε γῆ καὶ τοῖς γηπονοῦσιν ἐπιτηδεία δέδεικται λοιπὸν ἡ πάλαι σεπτὴ καὶ ἀξιά- γαστος Σιών. πλὴν ἰστέον, ὅτι Θεὸς ἔσται καὶ ἐν ἡμῖν, οὐ πίστιν ἔχουσι μόνην, οὐδὲ οἷον ἐπ’ αὐτῷ ἀναπαυομένοις διὰ τοῦτο, ἀλλ’ εἰ προσγένοιτο τῇ πίστει καὶ τὸ ἐξ ἔργων εὐδοκι- μεῖν. “Ἡ γὰρ πίστις χωρὶς ἔργων νεκρά ἐστι” κατὰ τὸ γεγραμμένον. συνθεόντων δὲ τῶν ἔργων τοῖς ἐκ ἀγαθοῖς, τότε δὴ τότε καὶ συνέσται Θεὸς, καὶ ἀναρρώσει ῥᾳδίως, καὶ φίλους ἡγήσεται, καὶ ὡς γνησίους εὐφρανεῖ, καὶ παντὸς ἀπαλλάξει κακοῦ.
Καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέω, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ’ αὐτὸ ἔθνη πολλὰ· καὶ ἐροῦσι Δεῦτε ἀναβῶμεν εἰς τό ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καἰ πορευσόμεθα ἐν ταῖς, τρίβοις αὐτοῦ.
Σαφὴς ἐν τούτοις ὁρᾶται λοιπὸν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἡ προαγόρευσις. ἐκ μέσου δὲ ὥσπερ γεγενημένου τοῦ κατὰ σάρκα Ἰσραὴλ, καὶ θυσιῶν πεπαυμένων τῶν κατὰ τὸν νόμον, ἠρεμούσης δὲ καὶ ἱερωσύνης τῆς ἐξ αἵματος τοῦ Λευῒ, καὶ αὐτοῦ δὲ λοιπὸν τοῦ διαβοήτου κατεμπρησθέντος νεὼ, καὶ τῆς Ἱερουσαλὴμ καθῃρημένης, ἀνέδειξεν ὁ χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καὶ ὡς ἐν λοίσθῳ καιρῷ, τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου· τότε γὰρ γέγονε καθ’ ἡμὰς. ὄρος δὴ οὑν ὀνομάζει τὴν Ἐκκλησίαν, ἥτις ἐστὶν οἶκος Θεοῦ ζῶντος· ὑψηλὸν δὲ, ὅτι χθαμαλὸν ἐν αὐτῇ παντελῶς οὐδέν· ἀλλ’ αἴρεται μὲν ὑψοῦ τῶν περὶ Θεοῦ δογμάτων ἡ γνῶσις, ἀνῴκισται δὲ καὶ αὐτὸς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι. οὐ γάρ ἐστιν ἐν αὐτοῖς τὸ χαμαιριφὲς καὶ πεπατημένον εἰς ζωὴν, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν ἐκ περιτομῆς κατίδοι τις ἄν. οἱ μὲν γὰρ ἥττηντο φιλοσαρκίας καὶ λημμάτων αἰσχρῶν, ἡλίσκοντο δὲ φονῶντες ἀδίκως, πλείσταις τε ὅσαις ἑτέραις πλημμελείαις ἔνοχοι· “Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ, καθά φησιν ὁ θεσπέσιος Παῦ- “λος, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς “ἐπιθυμίαις.” μεμισήκασι δὲ οὕτω τὸ χρῆναι πλουτεῖν, ὥστε καὶ ἀνακεκραγότων ἐκ παρρησίας ἐπαΐοι τις ἄν “Ἔχοντες “διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. οἱ δὲ “βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγί- “δας καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες “βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. ἀφεστήκασι δὲ ὧδε τοῦ φονᾶν, ὥστε καὶ τοῖς παίουσιν εἰς τὴν δεξιὰν σιαγόνα, στρέφειν καὶ τὴν ἄλλην. ὄρος δ' ἂν νοοῖτο καὶ ἑτέρως ἡ Ἐκκλησία τοῖς Ἑλλήνων παραβαλλομένη δόγμασιν. οἱ μὲν γὰρ λίθοις καὶ ξύλοις καὶ αὐτῇ δὲ τῇ κτίσει χρῆναι προσκυνεῖν ἀσυνετώτατα δογματίζουσιν, ἡ δὲ καθίστησιν ἐναργῆ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ὃς τόδε τὸ σύμπαν διετεκτήνατο, καὶ πρὸς τὸ εὖ εἶναι συνέχει, καὶ ἔστι τῶν ὅλων κύριος ὡς Θεός.
Ἐπῆρθαι γεμὴν τὸ ὄρος φησὶ τοῦ Κυρίου ἐπ’ ὄρη τε καὶ βουνοὺς, εἶναί τε ἕτοιμον, τὸ οἷον ἐν περιφανείᾳ πολλῇ κεῖσθί τε καὶ εἶναι διὰ τούτου σημαίνων. περίοπτον γὰρ τὸ ἐν ὄρει κείμενον, ἕτοιμόν τε λίαν ἰδεῖν, καὶ οὐδενί που τάχα καὶ τῶν ἀπωτάτω κειμένων ἀγνούμενον. ὅτι δὲ καὶ μάλα προθύμως διάττειν ἔμελλον ἐπ’ αὐτὸ τὰ ἔθνη, διαμεμήνυκεν ἐναργῶς τῆς προφητείας ὁ λόγος. μεμαρτύρηκε δὲ τοῦτο, καὶ ἀτρεκὲς ὂν ἀπέφηνε καὶ αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις. σπεύσουσι γὰρ, φησὶν, ἐπ’ αὐτὸ λαοὶ, δῆλον δὲ ὅτι τὸν τοῦ οἴκου Δεσπότην, τουτέστι Χριστόν. τί δὲ καὶ ἐροῦσι; Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ. ἀκούεις ὅτι προτροπάδην ἀλλήλοις διακελεύονται, τὸ Ἀναβῶμεν ὀρθῶς τε καὶ νουνεχῶς· φαίην γὰρ ὅτι τῶν παρ’ Ἕλλησι δογμάτων τὸ χθαμαλὸν καὶ κατεῤῥιμμέ- von οὐκ ἠγνοηκότες τὸ Ἀναβῶμεν λέγουσιν, ὡς ὑψοῦ λοιπὸν ἀναθρώσκοντες, ὅσον ἧκεν εἰς ἐννοίας τὰς ἐπί γε τῷ φύσει καὶ ἀληθῶς ὄντι Θεῷ. γλίχονται δὲ τῆς δικαιοσύνης, καὶ δεδιψήκασι μαθεῖν τὴν ὁδὸν τοῦ Κυρίου, καὶ δὴ καὶ ἰέναι κατεπαγγέλλονται, καὶ λίαν ἐσπουδασμένως, ἐν ταῖς τρίβοις αὐτοῦ. καὶ τίνες ἃν εἶεν οἱ τῶν τοιούτων εἰσηγηταί; ἣ δηλονότι τοῦ Σωτῆρος οἱ μαθηταὶ, οἱ τὸ θεῖον ἐγχειρισθέντες κήρυγμα, πρὸς οὓς ἔφη Χριστός “Πορευθέστες μαθητεύ- “σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ “Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκον- “τες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.”
Ὅτι ἐκ Σιῶι ἐσελύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν.
Αἱ μυρίαι τε καὶ ἀναρίθμητοι τῶν ἐθνῶν ἀγέλαι, αἱ βαδίζονσαι μὲν ἐπὶ τὸ ὄρος τοῦ κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, γλιχόμεναί τε μαθεῖν τὴν ὁδὸν τοῦ κυρίου, καὶ δι’ αὐτῆς ἰέναι προθύμως ὑπισχνούμενι, τὴν αἰτίαν ἐνθάδε φασὶ τοῦ θέλειν ἔτι μονονουχὶ τελεῖσθαι τῷ νόμῳ καὶ προστρέχειν Ἰουδαϊσμῷ. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἔτι τῶν κατὰ τὸν νόμον ἑστώτων ἐθῶν, προσῄεσάν τινες τῶν πεπλανημένων, καὶ τοῖς τῆς εἰδωλολατρείας κακοῖς ἐρρῶσθαι φράζοντες, εἶτα τὴν σάρκα περιτεμνόμενοι, τοῖς τῶν Ἰουδαίων ἔθεσί τε καὶ νόμοις διαζῆν ἐσπούδαζον. ἀριθμοῦ δὲ κρείττων τῶν παρ’ αὐτοῖς ἡ τοιάδε πληθύς. καὶ γοῦν ό Σολομῶν, ὅτε τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀνορθοῦν ἐσκέπτετο ναὸν, ἑκατὸν καὶ πεντήκοντα χιλιάδας λατόμων τε καὶ ἐργατῶν ἐκ τῶν προσηλύτων προεχειρίζετο· γέγραπται γὰρ οὕτως ἐν ταῖς Παραλειπομέναις. τύπος δὲ ἦν ἄρα μυστηρίου τὸ δρώμενον. ἔμελλον γὰρ ἀναδείμασθαι ναὸν τῷ Θεῷ, ἀληθῆ καὶ περίοπτον, τουτέστι τὴν Ἐκκλησίαν, οὐκ Ἰουδαῖοι δὲ μᾶλλον, ἀλλ’ οἱ ἐξ ἐθνῶν, τὸν ἐν τῷ κρυπτῷ περιφέροντες Ἰουδαῖον, καὶ περιτομὴν ἔχοντες οὐχὶ τὴν ἐν σαρκὶ μᾶλλον, ἁλλὰ τὴν ἐν πνεύματι.
Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας προσήεσάν τινες τῶν εἰδωλολατρῶν καὶ τοῖς Ἰουδαίων διέζων νόμοις. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν τὸ ὄρος τοῦ κυρίου τὸ περίοπτον ἀληθῶς, ἐπ’ αὐτὸ δὴ μᾶλλον προσίενται, χαίροντές τε καὶ λέγοντες Οτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. ἐοίκασι δὲ βούλεσθαι δηλοῦν, κἀκεῖνό που τάχα διακεκραγέναι σαφῶς, ὡς ἔρημος ἔσται καὶ αὐτοῦ τοῦ νόμου Σιὼν, καὶ γυμνὴ τῶν θείων λόγων Ἱερουσαλήμ. οἱονεὶ γάρ πὼς ἐκπεφοίτηκεν αὐτῶν ὁ νόμος καὶ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος Θεοῦ. κατήργηται γὰρ ἢ σκιὰ, καὶ πέπαυται τὰ ἐν τύποις, ἀνῄρηνται δὲ καὶ αἱ θυσίαι, καὶ πάντα λοιπὸν τὰ διὰ Μωυσέως συμπεπέρασταί πὼς, ὅσον ἧκεν εἰς τὸ γράμμα φημί. ὅτι δὲ ἔμελλεν ὁ Χριστὸς κρῖναι τε καὶ διελέγξαι ἔθνη πολλὰ, μονονουχὶ προφητεύουσι καὶ προαγορεύουσι· κρίναι τε καὶ ἐλέγξαι ὅπως τε, καὶ τίνα τρόπον, εἰπεῖν ἀναγκαῖον. ἀναπείθων γὰρ τῶν τῆς πλανήσεως ἀποσχέσθαι τρόπων, καὶ καταδεικνὺς ἐναργῶς, ὅτι σπεύδουσιν εἰς ἀπώλειαν, εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἀποἐκ μάττεσθαι τὰ ἐγκλήματα, κρινεῖ τε καὶ ἐλέγξει τρόπον τινὰ καὶ οὐχὶ μόνον ἔθνος ἓν, ἀλλ’ ἕως εἰς γῆν μακρὰν, τουτέστι, μέχρι τερμάτων τῆς ὑπ’ οὐρανόν· πανταχῆ γὰρ ὁ σωτήριος ὑμνεῖται λόγος. “κηρυχθήσεται γὰρ, φησὶ, τὸ εὐαγγέλιον “τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ.”
Εοικε δέ τι καὶ ἕτερον ἡμῖν ἰσχνόν τε καὶ κεκρυμμένον μυστήριον ὁ προφητικὸς ὑπεμφαίνειν λόγος. ἀφηγεῖται γὰρ ὥσπερ, τίνα δὴ τρόπον οἱ ἐξ ἐθνῶν εἰσδεχθεῖεν ἂν, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀφέντες πλάνησιν βαδιοῦνται λοιπὸν ἐπὶ τὸ ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν. ἐκ γάρ τοι φησὶν τῆς ἄνω Σιῶν, καὶ τῆς νοητῆς Ἱερουσαλὴμ ἐξελεύσεται νόμος καὶ λόγος κυροῦ. καταπεφοίτηκε γὰρ εἰς ἡμᾶς ἐξ οὐρανῶν ὁ τοῦ Θεοῦ Λόγος, ὃς καὶ γέγονεν ἡμῖν νόμος τε καὶ νομοθέτης, καὶ αὐτὸς κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχρρὰ ἕως εἰς γῆν μακράν. τί δ’ ἂν βούλοιτο δηλοῦν τὸ κρινεῖ καὶ ἐλέγξει, κατά γε τὸ εἰς νοῦν ἧκον ἐρῶ. τετυράννευκε κατὰ πάντων ὁ σατανᾶς, καὶ ὁμοῦ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς τῆς ὑφ’ ἡλίῳ κατεστρατεύετο, καὶ πᾶσιν ἐπιθεὶς τῆς πλεονεξίας τὸν ζυγὸν, ἀπεβουκόλησε Θεοῦ τὸ ἐπὶ τῆς γῆς γένος. ἀλλ’ “Ἐπέρανεν ἡμῖν Θεὸς Κύριος,” κατὰ τὸ γεγραμμένον, ὤφθη λοιπὸν ἐπὶ γῆς ὁ ἀγαθὸς ποιμὴν, καὶ τῆς μὲν ἐκείνου πλεονεξίας ἐξείλετο τοὺς πεπλανημένους, καταδεδίκακε δὲ τοὺς πλανήσαντας, καὶ διήλεγξε τοὺς ἠδικηκότας, τουτέστι “Τὰς ἀρχὰς, τὰς ἐξουσίας, τοὺς κοσμοκρά- “τορας τοῦ αἰῶνος τούτου, τὰ πνευματικὰ τῆς πονηρίας “ἐν τοῖς ἐπουρανίοις.” καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Χριστὸς καθίστησιν ἐναργὲς λέγων “Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος “τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται “ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς “ἐμαυτόν.” δεδίκακε γὰρ πολλοῖς καὶ ἀναριθμήτοις λαοῖς, δῆλον δὲ ὅτι τοῖς ἠδικημένοις, καὶ δεδικαίωκε μὲν αὐτοὺς ἐν ἐλέῳ καὶ πίστει. ἐκβέβληκε δὲ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ τῆς καθ’· ἡμῶν ἀπεσόβησεν ἀρχῆς, ἐλέγχων ὡς ἄδικον, ὡς ἀνόσιον, ὡς ἀνθρωποκτόνον, ὡς πλεονεκτήσαντα τὴν ὑπ’ οὐρανόν. συνηλέγχοντο δὲ αὐτῷ πάντως που καὶ τὰ ἕτερα τῶν δαιμονίων ἔθνη, τὰ πάλαι δεινά τε καὶ ἰσχθρὰ, καὶ οὐ μίαν περιφοιτῶντα πόλιν, ἀλλ’ ἕως εἰς γῆν μακρὰν κατεσκεδασμένα, τουτέστι, μέχρι περάτων τῆς ὑπ’ οὐρανόν. διενείμαντο γὰρ ὥσπερ τὴν γῆν, καὶ οὐδεὶς ἦν ὅλως τῆς ἐκείνων δυστροπίας ἄπειρος.
Καὶ κατακόψουσι τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα ταὶ τὶς αὐτῶν εἰς δρέπανα, καὶ οὐκ ἔτι οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος ῥομφαίαν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεαι ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς σὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παντοκράτορος ἐλάλησε ταῦτα.
Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ ἀληθεύει λέγων ὁ Παῦλος, ὅτι “ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα “παρῆλθε.” μετακεχώρηκε γὰρ ἐπὶ τὸ ἄμεινον, καὶ αὐτὴ τῶν πραγμάτων ἡ κατάστασις, οὐκέτι πολέμους καὶ μάχας ὠδίνουσα, δύσοιστον ἔχοντας καὶ παμμόχθηρον ἀληθῶς κατὰ πάντων τὴν ἔφοδον. τὸ γὰρ μεταπλάττεσθαι μὲν τὰ πολέμου πρὸς ἔργα γηπόνοις, καὶ ἕκαστον δὲ ἀναπαύεσθαι, φησὶν ὁ Προφήτης, ὑποκάτω συκῆς ἰδίας καὶ μὴν καὶ ἀμπέλου, μηδένα τε εἶναι τὸν δεδιττόμενον, τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ ὅτι βαθεῖά τις ἔσται καὶ ἄῤῥηκτος ἡ εἰρήνη, καὶ καιρὸς ἀπόλεμος; τετέλεσται δὲ ταυτὶ κατὰ τοὺς τῆς ἐπιδημίας καιρούς. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός “Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ‘ἀφίημι ὑμῖν.”
Πότε δὲ ἣ πῶς καὶ ἡ ἐν κόσμῳ γέγονεν εἰρήνη; ἐπειδὴ γὰρ τῆς ὑπ’ οὐρανὸν κατεκράτησε λοιπὸν ἢ τῶν Ῥωμαίων ἀρχὴ καὶ εὐκλεεστάτη βασιλεία, συνηνέχθησάν τε καὶ ὑφ’ ἕνα γεγόνασι ζυγὸν τὰ ἔθνη σύμπαντα, καὶ κατέληξαν μὲν τοῦ πρὸς ἄλληλα πολέμου, ἐτράποντο δὲ πρὸς τὰ τῆς εἰρήνης ἔργα, δῆλον δὲ ὅτι πρὸς γεωπονίας, ἕκαστοί τε ἀσφαλῶς τὰς ἑαυτῶν οἰκοῦσι πόλεις. οὔπω μὲν γὰρ τῆς Ρωμαίων χειρὸς κατακρατούσης αὐτῶν, πόλεμοί τε καὶ ἐξαναστάσεις χωρῶν τε καὶ πόλεων γεγόνασι πανταχῆ, καὶ προὔκειτο μὲν τοῖς ἐθέλουσιν οὓς ἃν ἕλοιντο καταδῃοῦν, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων ὡς νενικηκόσι, καὶ ἦν ἀνάγκη τοῖς τοῦ πολέμου σκεύεσιν ἐνηρμόσθαι καλῶς τοὺς ἐν ἑκάστη χώρᾳ τε καὶ πόλει, καὶ μελέτην ποιεῖσθαι τὰ τακτικὰ, σφισί τε αὐτοῖς ἐπαμύνειν τε καὶ τέκνοις. ἐπειδὴ δὲ ἡδρύνθη λοιπὸν ἡ τῆς τῶν Ῥωμαίων βασιλείας ἰσχὺς, πέπαυται τὰ τοιάδε, καὶ τοῦ πολέμου τὰ σκεύη, σκαπάναι καὶ δρέπανα καὶ μὴν καὶ ἄροτρα γεγόνασιν, καὶ εἰς ἕτερα ἅττα τὰ τοιάδε λοιπὸν μετεπλάττοντο.
Εἰ δὲ δή τις ἕλοιτο καὶ πνευματικῶς τοῖς προκειμένοις προσβαλεῖν, συνήσει πάλιν ὅτι τὴν ἐκ τῆς ἰδίας ἡμῖν ἡμερότητος εἰρήνην βραβεύοντος Χριστοῦ, καὶ καταργοῦντος τὰς ἀρχὰς καὶ τοὺς πάλαι μαχομένους τοῖς ἐθέλουσιν εὐσεβεῖν, κατελήξαμεν δειμάτων, ἔξω τε γεγόναμεν ἐφόδου τε καὶ μάχης, τετραμμένοι τε πρὸς γεωργίαν τῶν πνευματικῶν, καὶ τοὺς τῆς δικαιοσύνης καρποὺς συναγείρομεν, ἀναπεπαύ- μεθά τε λοιπὸν ὑποκάτω συκῆς καὶ ἀμπέλου. καὶ συκῆ μὲν ἔσται γλυκύτητος σύμβολον, ἄμπελος δέ γε τῆς νοητῆς εὐφρασίας. γλυκὺς γὰρ λίαν τοῦ Σωτῆρος ὁ λόγος, καὶ κατευφραίνειν εἰδὼς καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. γλυκεῖα δὲ δὴ πρὸς τούτῳ καὶ εὐφροσύνης ἐπίμεστος ἡ εἰς τὸ μέλλον ἐλπὶς, ἢν ἐν Χριστῷ πεπλουτήκαμεν.
Ὅτι πάνες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν δὲ πορευσόμεθα ἑ ὀνόματι Κυρίου Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα.
Οί σπουδὴν πεποιημένοι τὸ ἀναφοιτᾶν εἰς τὸ ὄρος Κυρίου, καὶ ἀναμανθάνειν ἐθέλοντες τὰς τρίβους αὐτοῦ, τὸ εὐήνιον ἐπαγγέλλονται, καὶ τῆς ἐν Χριστῷ πολιτείας ἀποδέχονται τὰ αὐχήματα, καὶ ὅτι τῶν εἰς εὐσέβειαν σπουδασμάτων παντὶ δὴ σθένει μεταποιήσονται, διὰ τούτων ἡμῖν εὖ μάλα κατασημαίνουσιν. ἕκαστος μὲν γάρ φησι τῶν ἐν πάσῃ τε καὶ πόλει, ἢν ἂν αὐτὸς ἕλοιτο διαστείχοι τρίβον, διαβιῴη δὲ αὖ κατὰ τὸ αὐτῷ δοκοῦν ἢ καὶ εὖ ἔχειν ὑπειλημμένον· ἡμῖν δὲ φροντὶς ὁ Χριστὸς, καὶ τρίβον ὀρθὴν ποιησόμεθα τὰ αὐτοῦ θεσπίσματα, συμβαδιούμεθα δὲ ὥσπερ αὐτῷ, καὶ οὐχὶ δὴ μόνον εἰς αἰῶνα τὸν ἐνεστηκότα καὶ παρερχόμενον, ἁλλ’ ἐπὶ πολὺ καὶ ἐπέκεινα. καὶ ἀτρεκὴς ὁ λόγος· οἱ γὰρ νυνὶ συμπάσχοντες, συνέσονταί τε διαπαντὸς καὶ συνδοξασθήσονται καὶ συμβασιλεύσουσι. φροντίδα γεμὴν ποιοῦνται Χριστὸν οἱ τῆς εἰς αὐτὸν ἀγάπης προτιθέντες οὐδὲν, οἱ καταλήγοντες μὲν τῶν εἰκαίων τοῦ κόσμου περισπασμῶν, ζητοῦντες δὲ μᾶλλον τὴν δικαιοσύνην, καὶ τὸ ἁνδάνον αὐτῷ, καὶ τὸ διαπρέπειν ἐν ἀρεταῖς, ὁποῖός τις ἦν καὶ ὁ θεσπέσιος Παῦλος. γράφει γοῦν ὅτι “Χριστῷ “συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρισός. καὶ πάλιν “Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὕμιν, εἰ μὴ Ἱησουν “Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.”
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην· καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καἰ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρὸν, καὶ βασιλεύσει Κύριος ἐπ᾿ αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ εἰς τόν αἰῶνα.
Οτι τῆς ἐλπίδος ἥκιστά γε διολισθήσειεν ἂν ὁλοτρόπως ὁ Ἰσραὴλ, ὑποφαίνει λοιπόν· συνετριβη μὲν γὰρ, γέγονε δὲ καὶ ἀπόπεμπτος, ἤγουν ἀποβέβληται διὰ πολλὴν ἄγαν ἀσέβειαν· θεομάχος τε γὰρ καὶ εἰδωλολάτρης, βδελυρός τε καὶ βέβηλος ἦν, καὶ τοῖς τῆς μιαιφονίας ἐγκλήμασιν οὐ μετρίως ἐνισχημένος. ἀπεκτόνασι γὰρ τοὺς προφήτας, εἶτα τελευταῖον καὶ αὐτὸν ἐσταύρωσαν τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, πλὴν ἠλέηται διὰ τοὺς πατέρας καὶ σέσωσται τὸ κατάλειμμα, γέγονε δὲ καὶ εἰς ἔθνος μέγα. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς ἔθνος ἂν νοοῖτο πάμμεγα, καὶ μάλα εἰκότως, ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων ἁγία πληθύς. ἐξαίρετα δὲ αὐτῆς, καὶ τὰ ἐφ’ οἷς ἂν ἔχοι τὸ χρῆναι θαυμάζεσθαι, τὰ εἰς νοῦν ἀγαθὰ, τὰ εἰς καρδίαν αὐχήματα, τουτέστιν, ὁ ἁγιασμὸς, ἡ εἰς Χριστὸν ἐλπὶς, τὸ ἐν πίστει γνήσιον, τὸ τεθαυμασμένον ἐν ἀρεταῖς, τὸ ἀξιάγαστον ἐν ὑπομονῇ, καὶ τὸ ὑπ’ αὐτοῦ βασιλεύεσθαι τοῦ Χριστοῦ καὶ ὑπ’ αὐτοῦ ποιμαίνεσθαι, καὶ αὐτὸν ποιεῖσθαι καθηγητήν· “Εἷς γὰρ “ἠμῶν ὁ καθηγητὴς ὁ Χριστός.” εἰ δὲ δὴ καὶ ἐγερθεῖεν οἱ νεκροὶ, καὶ “ἡμεῖς ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν “αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυ- “ρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.” ὄρος δὲ Σιὼν τὴν ἄνω φησὶ‘ Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων μητέρα, ἐν ἧ καὶ αὐτῷ συνεσόμεθα τῷ Χριστῷ.
Καὶ οὐ πύργος ποιμνίου αὑχμώσης, θύγατερ Σιὼν, ἐπὶ σὲ καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία Βαβθλῶνος τῇ θυγατρὶ Ἱερουσαλήμ.
Εξαγγέλλεται μὲν τὰ ἐξ ἡμερότητος τοῖς πεπονηκόσιν, ἔφη δὲ ὅτι κατὰ καιροὺς εἰσδέξεται τὴν συντετριμμένην, θήσει τε αὐτὴν καὶ εἰς ἔθνος μέγα. πλὴν αἰτιᾶται τῷ μεταξὺ, καὶ ὅτι τεταλαιπώρηκεν ὅλως, συνετρίβη τε καὶ ἀποβέβληται, κατονειδίζει χρησίμως. ὡς γὰρ ὁ μακάριος ἔφη Παῦλος “Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν “ἀμεταμέλητον κατεργάζεται.” πλήττει δὴ οὖν ἐξ ἀγάπης, καὶ ὅτι μετὸν οὐδενὸς τῶν λελυπηκότων εἰς πεῖραν ἐλθεῖν ἐθελουσίοις εἰς τοῦτο καθικνεῖτο ῥοπαῖς. ποιμνίου δὲ πύργον αὐχμώδη τὴν Σιὼν, ἤγουν καὶ αὐτὴν ὀνομάζει τὴν Ἱερουσαλὴμ, οἱονεί πὼς ἐν ἤθει λέγων, μονονουχὶ δὲ καὶ ἐπιστυγάζων αὐτῇ. ὦ Σιὼν ἤγουν Ἱερουσαλὴμ ἀθλία θύγατερ, ὦ τῶν ἐμῶν προβάτων ἄθλιον καὶ ἀφεγγὲς ἐνδιαίτημα, προκείσῃ δὴ πάντως καὶ οὐκ ἐθέλουσα τοῖς ἐχθροῖς. ἥξει γὰρ ἥξει, καὶ οὐκ εἰς μακρὰν ἐπὶ σὲ τῶν ἐπὶ γῆς βασιλειῶν ἡ προὔχουσα καὶ εὐσθενεστέρα, τουτέστιν, ἡ Βαβυλωνίων. πύργον δὲ αὐχμώδη καὶ σκοτεινὸν ἐνδιαίτημα τὴν Σιὼν ἀποκαλεῖ, ἤτοι τὴν Ἱερουσαλὴμ, διὰ τὸ πάντας τοὺς ἐν αὐτῇ οἷον ἐν σκότῳ περιπατεῖν, ἀπὸ τοῦ μὴ βούλεσθαι λύχνον ὥσπερ τινὰ ποιεῖσθαι καὶ φῶς τὸν τοῦ Θεοῦ νόμον, καὶ τὸν παρ’ αὐτοῦ φωτισμὸν εἰσδέχεσθαι κατὰ νοῦν. ἢν γὰρ οὕτω, καὶ οὐχ ἑτέρως, καὶ ἀπλανῆ δύνασθαι διάττειν ὁδὸν, καὶ βόθρων ἀποφοιτᾶν, καὶ διαπηδᾶν ἁμαρτίαν, καὶ τοῖς μεταξὺ προσπίπτουσι μὴ περιπταίειν κακοῖς.
Ψάλλωμεν δὴ οὖν καὶ ἡμεῖς αὐτοὶ λέγοντες πρὸς Θεόν “Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θά- “νατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν.” φωτὶ γὰρ θείῳ κατηυγασμένοι, καὶ τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ σοφίας λαβόντες εἰς νοῦν τὸ σέλας, ἀνάλωτοι μὲν ἐσόμεθα τοῖς ἐχθροῖς, διεκδύνοντες δὲ τὰ ἐκ θείας ὀργῆς, ἐν καλῷ ἐσόμεθα τῆς ἄνωθεν εὐθυμίας, καὶ ἐν Χριστῷ δὴ πάντως εὐημερήσομεν.
Καὶ νῦν ἵνα τί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν σοι; ἢ ἡ βουλή σου ἀπώλετο, ὅτι κατεκράτησάν σου ὡδῖνες ὡς τικτούσης; ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε θύγατερ ὡς τίκτουσα, διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσεταί σε, καὶ ἐκεῖθεν λυτρώσεταί σε Κύριος ὁ Θεός σου ἐκ Χειρὸς ἐχθρῶν σου.
Αφίξεται μὲν οὖν ἐπὶ σὲ, φησὶν, ἡ ἀρχὴ ἡ πρώτη. πλὴν τίς ἄρα ἐστὶν ἡ πρόφασις, δι’ ἢν τοῖς οὕτω δεινοῖς περιθραύῃ κακοῖς; τὸ γὰρ γνῶναι κακὰ, τὸ περιπεσεῖν ἐστιν ἐν τοῖς κακοῖς, ἤγουν τοῖς κακοῦν εἰωθόσι, φημὶ δὴ ταῖς τοῦ πολέμου συμφοραῖς. μὴ ἄρα σοι βασιλεὺς οὐκ ἦν; ἢ οὐ μεμελέτηκας βουλεύεσθαι σοφὰ, καὶ ἀρίστας ἐπὶ σεαυτῇ ποιεῖσθαι τὰς σκέψεις; ὑποπλήττει δὲ πάλιν εὐφυῶς, καὶ κατονειδίζει πλαγίως ὡς καὶ ἀσύνετον κομιδῇ καὶ Θεῷ προσκρούειν οὐ παραιτουμένην. καὶ τίς ὁ τρόπος, βραχυλογήσας ἐρῶ.
Βεβασίλευκε μὲν τῶν ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς ἐν ἀρχαῖς, μεσιτεύοντος τοῦ πανσόφου Μωυσέως, εἶτα μετ ἐκεῖνον Ἰησοῦ τοῦ Ναυῆ παραληφθέντος εἰς στρατηγίαν· εἶτα διὰ τῶν κατὰ καιροὺς ἀναδεδειγμένων κριτῶν, καὶ μετ’ ἐκείνους διὰ τοῦ μακαρίου Σαμουήλ. ἐχόντων δὲ ὧδε τῶν πραγμάτων αὐτοῖς, καὶ ἐν τάξει τῆ παναρίστῃ κειμένων, πικρὰ καθ’ ἑαυτῶν οἱ δείλαιοι πεφρονήκασιν. ἀποσειόμενοι δὲ ὥσπερ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγὸν, προσῄεσαν λέγοντες τῷ μακαρίῳ Σαμουὴλ “Ἴδου σὺ γεγήρακας, “καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου, καὶ νῦν “κατάστησον ἐφ’ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ “τὰ λοιπὰ ἔθνη· καὶ ἦν, φησὶ, πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλ- “μοῖς Σαμουὴλ, ὡς εἶπαν Δὸς ἡμῖν βασιλέα δικάζειν “ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον· καὶ εἶπε “Κύριος πρὸς Σαμουήλ Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ “ἂν λαλήσωσι πρὸς σὲ, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἢ “ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτούς.” εἰτα τοῦ μακαρίου Σαμουὴλ τὰ δικαιώματα τῆς βασιλείας καταγγέλλοντος αὐτοῖς, καὶ πολλοῖς ἄγαν καταπτοοῦντος δείμασιν, ἀφιστάντος δὲ καὶ μάλα γοργῶς τῶν οὕτω σαθρῶν καὶ ἀνοσίων σκεμμάτων, οὐδὲν ἧττον ἐπεφύοντο λέγοντες “Οὐχὶ “ἁλλ’ ἢ βασιλεὺς ἔσται ἐφ’ ἡμᾶς, καὶ ἐσόμεθα καὶ ἡμεῖς “καθὰ καὶ τὰ λοιπὰ ἔθνη, καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν, “καὶ ἐξελεύσεται πρὸ προσώπου ἡμῶν, καὶ πολεμήσει τὸν “πόλεμον ἡμῶν.’’ οὐκοῦν εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῶν ἀρχαίων ἐκείνων καὶ ἐπισφαλῶν βουλευμάτων, καὶ οἷον κατειρωνεύεται τὸ συμβὰν καί φησι Πῶς ἔγνως κακά; μὴ οὐκ ἦν σοι βασιλεύς; ἢ ἡ βουλή σου ἀπώλετο; οὐ βασιλέα, φησὶν, ᾐτήσω λέγων, προπορεύσεται “πρὸ προσώπου “ἡμῶν, καὶ τὸν πόλεμον ἡμῶν πολεμήσει.” μὴ ἄρα καλῶς ἐβουλεύσω ποτέ; ἰδοὺ τῶν πραγμάτων τὸ πέρας τὴν σὴν ἔδειξε βουλὴν, ὡς ἀρίστη τε εἴη καὶ ἀναγκαία. ἀπόβλητον ἐποιήσω τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγόν. ἰδοὺ κατεκράτησάν σου ὡδῖνες ὡς τικτούσης. ὤδινε οὖν καὶ ἀνδρίζου θύγατερ Σιών. ἐν ἤθει πάλιν ὁ λόγος· ὦ γὰρ χρηστὴ θύγατερ, φησὶ, τληπαθὴς ἕσο πρὸς τὰς ὠδῖνας, διακαρτέρει πρὸς τὰς λύπας, ἔγγιζε τῷ τίκτειν, τουτέστιν, οὐκ ἔση μακρὰν τῶν προσδοκωμένων· ἀλλ’ οἷον ἐπίτεξ ἤδη γυνὴ κατολολύξεις ἐκ πόνων, ἀφεῖσα δὲ πόλεις τὰς εὐπυργοτάτας κατασκηνώσεις ἐν πεδίῳ, καταυλισθήσῃ, φησὶν, ἐν ἐρήμοις· ἀφίξῃ δὲ καὶ εἰς Βαβυλῶνα αὐτήν· πλὴν ἀπαράκλητον οὐκ ἐᾷ παντελῶς· προστέθεικε γὰρ εὐθὺς ὅτι καὶ διαφεύξεται καὶ ἀνακομινσθήσεαι πάλιν κατοικτείροντος Θεοῦ.
Κάλλιστον οὖν ἄρα τὸ ὑπὸ Θεῷ μένειν καὶ βασιλεύεσθαι καὶ αὐτὸν ποιεῖσθαι δύναμιν, ὑπερασπιστήν τε καὶ ἀρωγὸν, αὐτῷ καθυφεῖναι μόνῳ τῆς ψυχῆς τὸν αὐχένα, τοῖς αὐτοῦ θελήμασι βιοῦν, καὶ λόγου παντὸς ἀξιοῦν τὸ αὐτῷ δοκοῦν. ἢ εἰ μὴ τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως ὑπὸ νοητοὺς ἐσόμεθα Βαβυλωνίους, ἀντιτεταγμένους μένους δὴ λέγω καὶ ἀκαθάρτους δυνάμεις, καὶ ὑπὸ τὴν πρώτην ἀρχὴν, τουτέστι τὸν σατανᾶν, πόλεως δὲ ὥσπερ τῆς ἁγίας ἐξερριμμένοι “ἦς ἐστι “τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς,’’ τὴν Βαβυλωνίων οἰκήσομεν. ἐν συγχύσει γὰρ καὶ θορύβοις ἐσόμεθα, ἱκανοῖς τοῦ παρόντος βίου περισπασμοῖς. σύγχυσις γὰρ ἡ Βαβυλὼν ἑρμηνεύεται.
Καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλά οἱ λέγοντες Ἐπιχαρούμεθα, κὼ ἐπόψονται ἐμ Σιῶι οἱ ὀφθαλμοῖ ἡμῶν. καὶ αὐτοὶ οὐκ ἒγνωνσαν τὸ λογισμὸν κυρίου, κω οὐ σουνῆκαν ὤ βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος. ἀνάστα καὶ ἁλόα αὐτοὺς, θύγατερ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι Χαλκᾶς· καἰ λεπτυνεἲς λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίω τὸ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς.
Πλειστάκις ἤδη προείπομεν, ὅτι τὴν βασιλείαν ἐν τοῖς Ἰεροσολύμοις διέποντος Ἐζεκίου, κατεδῄωσε μὲν τὴν Σαμάρειαν ὁ Σεναχηρεὶμ, πολλὰς δὲ αὐτῇ καὶ τῆς Ἰουδαίας συνεξῄρηκε πόλεις. εἶτα πέπομφεν ἐκ Λάχις τὸν Ῥαψάκην, ὃς οὐ μετρίως τῆς θείας κατεφλυάρησε δόξης, ὅτε καὶ ἀπολώλασιν ἐν μιᾷ νυκτὶ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ἀγγέλου χειρί. ταυτησὶ τῆς ἱστορίας διαμένηται πάλιν. συνήχθησαν γὰρ ἔθνη πολλὰ κατὰ σοῦ φησι, μονονουχὶ καὶ ἀθύροντα καὶ ὅσον οὐδέπω κεισομένης κατορχησόμενα. πλὴν οὐκ ἔγνωσαν ἃ βεβούλευται Θεός. συνεκομίσθησαν γὰρ ὡς εἰς ἅλω, καὶ δράγματος δίκην τοῖς σοῖς ὑποκείσονται ποσίν. ἀμάστα δὴ οὖν καὶ ἁλόα αὐτοὺς, κέρατα γὰρ ἕξεις σιδηρᾶ καὶ ὁπλὰς καλκας, τουτέστι, δυσκαταγώνιστος ἔση καὶ ἄμαχος τοῖς ἐχθροῖς, μόνον δὲ οὐχὶ καὶ καταπατήσεις τοὺς ἀνθεστηκότας. ἐπειδὴ γὰρ ἅλω τε καὶ δράγματος πεποίηται μνήμην, τετήρηκε τῇ μεταφορᾷ τὸν πρέπονα τρόπον, καὶ ὡς ἐπὶ μόσχου φησὶ κερατα καὶ ὁπλάς. ἐπειδὴ δὲ οὐκ ἀνθρωπείᾳ χειρὶ δεδαπάνηνται καὶ πεπτώκασιν, ἀλλ’ ἒργον ἦσαν κείμενοι τῆς θείας ὀργῆς, μὴ σαυτῇ φησιν ἀνάψῃς τὰ ἐπί γε τούτοις αὐχήματα, ἀνατίθει δὲ μᾶλλον τῷ Κυρίῳ πάσης τῆς γῆς τό τε πλῆθος αὐτὸ, καὶ τὴν ἰσχὺν τῶν ἀπολωλότων.
Ἀλλ᾿ οὑτοσὶ μὲν τῆςν ἱστορίας ὁ νοῦς, θορυβήσει δὲ ἴσως τῶν ἐντευξομένων τινὰς τὸ οὕτως ἀγχίστροφον τῶν προφητικῶν κηρυγμάτων. ἄρτι μὲν γὰρ ἠκούομεν λέγοντος Ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη ἡ βασιλεία Βαβυλωνίων, καὶ ὁ τῆς αἰχμαλωσίας ἡμῖν ἐγράφετο τρόπος· εἶτα σεσωσμένην ὁρῶμεν εὐθὺς, καὶ καταπατοῦσαν τοὺς ἐχθρούς. δεῖ δὴ οὖν ἄρα τῆς τῶν χρόνων εὐδιακρίτου διαστολῆς· ἔσται γὰρ οὕτως ἀσύγχθτος καὶ σαφὴς τῶν λεγομένων ἡ θεωρία. Ἐζεκίου μὲν γὰρ βασιλεύοντος, ἀνέβη Σεναχηρεὶμ κατὰ τῶν Ἱεροσολύμων, εἶτα μετὰ τὸν Ἐζεκίου θάνατον τέσσαρες γεγόνασιν ἕτεροι βασιλεῖς, καὶ πέμπτος Ἰεχονίας. τότε καὶ πᾶσαν εἷλε τὴν Ἰουδαίαν καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα Ναβουχοδονόσορ, καὶ ἀπεκόμισεν εἰς αἰχμαλωσίαν πάντα Ἰσραήλ. γράφει δὲ σαφῶς τὴν ἐπὶ τούτοις ἡμῖν ἱστορίαν ὁ μακάριος προφήτης Ἱερεμίας.
Νῦν ἐμφραχθήσεται θυγάτηρ Ἐφραῒμ ἐμφραγμῷ, συνοχὴν ἔταξεν ἐφ᾿ ὑμᾶς, ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνας τὰς φυλὰς τοῦ Ἰσραήλ.
Ἐπισυναχθήσονται μὲν γὰρ ἐπὶ Σιὼν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ, εἶτα κατορχήσεσθαι καὶ καταμειδιάσειν αὐτῆς προσδοκήσαντα, ἠλόηνταί τε καὶ συνετρίβησαν, Θεοῦ τοῖς ποσὶ τῶν νικησάντων παραῤῥιπτοῦντος αὐτοὺς ὡς ἐν εἴδει δράγματος. ἥλω δὲ καὶ ἀπόλωλεν ἡ Σαμαρειτῶν, καὶ δεδαπάνηται τῷ πολέμῳ, καὶ περὶ αὐτῆς φησὶν, ὡς ἐμφραχθησεταί τε καὶ ἐνσχεθήσεται καθορίζοντος δηλονότι Θεοῦ τὸ ἐν συνοχῇ γενέσθαι καὶ χρῆναι παθεῖν αὐτήν. θυγατέρα δὲ τοῦ Ἐφραῒμ ὀνομάζει τὴν Σαμάρειαν, ἤγουν τὴν ἐν τῇ Σαμαρείᾳ πληθύν. ἔοικε γάρ πως ἐν τάξει κεῖσθαι πατρὸς τοῖς ὑπεζευγμένοις ὁ βασιλείαν πεπιστευμένος. βεβασιλεύκασι δὲ τῆς Σαμαρείας οἰ ἐξ Ἐφραΐμ. ἔσται δὴ οὖν ἔσται φησὶν οἷον περίσχετος καὶ διεζωσμένη τοῖς τῶν πολεμίων δήμοις ἡ Σαμαρειτῶν, οἳ μονονουχὶ καὶ πατάξουσιν εἰς σιαγόνα αὐτὴν, οὐ χερσὶ ῥαπίζοντες ἐχομέναις φειδοῦς, ἀλλὰ καὶ ῥάβδοις συντρίβοντες καὶ καταικιζόμενοι σφοδρῶς. σημαίνει δὲ διὰ τούτων πρὸς ταῖς ἀτιμίαις καὶ δύσοιστον ὄντα τῆς αἰχμαλωσίας τὸν πόνον. ἀτιμίας μὲν γὰρ σημεῖόν ἐστιν οὐκ ἀμφίλογον τὸ εἰς σιαγόνα ῥαπίσματα. εἰ δὲ δὴ νοοῖτο καὶ διὰ ῥάβδου γενέσθαι, φορέσει πάντως τὸ μοχθηρὸν, καὶ τὸ οἷον οἰκέτῃ πρέπον. ἄτιμος οὖν ἔσται φησὶ καὶ ἐν αἰκίαις καὶ πόνοις ἡ ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραῒμ βασιλευομένη Σαμάρεια.
Ἀλλ᾿ ἥ γε τοῦ παίοντος ἀργήσει χεὶρ, ἄγευστοι δὲ μενοῦμεν αἰκίας, εἰ παντὶ δὴ σθένει παραιτοίμεθα τὸ καταθήγειν ἐφ᾿ ἑαυτοῖς εἰς ὀργὰς τὸν τῶν ὅλων Κύριον διά τοι τοῦ δρᾶν ἃ μὴ θέμις καὶ ποιεῖσθαι περισπούδαστον τὸ ἀπηχθημένον αὐτῷ. τιμῶντες δὲ μᾶλλον ταῖς ἐπιεικείαις ἐσόμεθα τῆς εὐημερίας ἐν καλῷ, λαμπρόν τε καὶ ἀξιόληπτον ἀληθῶς διαζήσομεν βίον.
Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾿ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.
Τὴν εἰς τὸ ἐν ἀρχαῖς ἀναφοίτησιν τῶν καθ᾿ ἡμᾶς πραγμάτων ὁ προφητικὸς ἡμῖν ἐν τούτοις εὐαγγελίζεται λόγος. διαμέμνηται δὲ καὶ μάλα σαφῶς τῆς ἀνακεφαλαιώσεως τῆς ἐν Χριστῷ γεγενῆσθαι λεγομένης. καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ, καθὰ γέγραπται, καὶ “Τὰ μὲν “ἀρχαῖα παρῆλθε, γέγονε δὲ δι᾿ αὐτοῦ καινὰ” μεταστοιχειοῦντος τὰ ἀνθρώπινα καὶ ἀνακαινίζοντος εἰς τὸ εὖ εἶναι πάλιν αὐτά. βεβασίλευκε γὰρ, καὶ πεποίηται πάλιν αἱρετὸν τὴν κατὰ πάντων ἀρχήν. σημαίνεται δὲ τὸ καθόλου καὶ διὰ τῶν μερικῶς οἰκονομουμένων. ἐβασιλεύετο μὲν γὰρ, ὡς ἔφην, ὁ Ἰσραὴλ ἐν ἀρχαῖς ὑπὸ Θεοῦ, μεσολαβούντως ἁγίων. εἶτα μετ᾿ οὐ πολὺ νοσήσας τὸ εὔηθες, ἀτιμάσας τε τὸ πράττειν ὑπὸ Θεῷ, τὰ ἀνθρώπινα μᾶλλον τετιμήκασι κράτη. καὶ γοῦν ᾔτησαν ἐφ᾿ ἑαυτῶν βασιλέα τὸν Σαούλ. εἶτα προσκεκρούκασιν οὐ μετρίως· λελυπημένος γὰρ ἔφασκεν ὁ τῶν ὅλων Θεὸς τῷ μακαρίῳ Σαμουήλ “Οὐ σὲ ἐξουθενή- “κασιν, ἀλλ᾿ ἐμὲ ἐξουθενήκασι, τοῦ μὴ βασιλεύειν ἐπ᾿ “αὐτούς.” ὅτι δέ τὸ χρῆμα αὐτοῖς ὀνησιφόρον μὲν οὐδαμῶς, πικρὸν δὲ μᾶλλον καὶ ἐπιζήμιον καὶ ὀλέθρου πρόξενον, αὐτὴ δέδειχεν ἡ πεῖρα, πῶς ἂν ἐνδοιάσειέ τις; περιπεπτώκασι γὰρ δεινοῖς καὶ ἀφύκτοις διὰ τοῦτο κακοῖς. οὐκοῦν ἀνακομίζων ὥσπερ τὸν Ἰσραὴλ ἐπὶ τὸ ἐν ἀρχαῖς, φημὶ δὴ τὸ ὑπ᾿ αὐτοῦ βασιλεύεσθαι τοῦ Θεοῦ, τὸν ἐκ Βηθλεὲμ αὐτοῖς ἐσόμενον Σωτῆρα καὶ λυτρωτὴν προανακεκράγει Χριστόν.
Ἴοι δ᾿ ἂν οὐκ ἀπὸ σκοποῦ κἂν εἴ τῳ δοκοίῃ γενικὸν ὥσπερ τινὰ ποιεῖσθαι τὸν λόγον. ἐπειδὴ γὰρ ἀποπεπτώκαμεν τῆς ὑπὸ Θεῷ βασιλείας οἱ ἐπὶ τῆς γῆς, ὀθνεῖον ἐφ᾿ ἑαυτοῖς καταρτίζοντες ζυγὸν, καὶ δεσπότην ἐπιγραψάμενοι τὸν οὐ φύσει δεσπότην, μᾶλλον δὲ ἀλαζόνα καὶ ἀποστάτην, φημὶ δὴ τὸν σατανᾶν, ἐν παντὶ γεγόναμεν κακῷ· ἀλλ᾿, ὠς ἔφην ἀρτίως, εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ “ἀνακεφαλαιώσασθαι τὴ “πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ “τῆς γῆρ,” καὶ “ἐῤῥύσατο μὲν ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ “σκότους, μετέστησε δὲ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς “ἀγάπης αὐτοῦ ἐν τῷ φωτί.”
Ποιεῖται δὴ οὖν τὸν λόγον πρὸς τὴν Βηθλεὲμ, ἤτοι τὸν οἶκον τοῦ Ἐφραθᾶ. καὶ καλεῖται μὲν ὁ χῶρος Ἐφραθᾶ, Βηθλεὲμ δὲ τὸ πολίχνιον, ἤγουν ἡ ἐν τῇ χώρᾳ κώμη, ὅθεν ἦν Ἰεσσαὶ καὶ Δαυεὶδ, καὶ αὐτὴ δὲ πάλιν ἡ ἁγία παρθένος, ἣ τὸ θεῖον ἡμῖν ἐκτέτοκε βρέφος τὸν ἴδιον υἱὸν τὸν Ἰησοῦν “Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ Es. ix. 6. “ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.” βεβασίλευκε γὰρ διὰ τοῦ σταυροῦ, καὶ ἐπειδὴ γέγονεν “Ὑπήκοος μέχρι θανά- “του, θανάτου δὲ σταυροῦ,” ταύτῃτοι, καθά φησιν ὁ θεσπέσιος Παῦλος, “καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο “αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ “Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ “καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι “Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρὸς, ἀμήν.” ὦ τοίνυν Βηθλεὲμ, φησὶν, οἶκος τοῦ Ἐφραθᾶ, εἰ καὶ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰσύδα, τουτέστι, μυρίαι μὲν ὅσαι λαμπραὶ καὶ μεγάλαι τῆς Ἰουδαίας αἱ πόλεις, καὶ πολυάνδρῳ πληθύϊ τῶν ἐνοικούντων καταμεθύουσαι, ἀλλ᾿ εἰ καὶ ὀλίγοι παντελῶς οἱ σὲ κατοικοῦντες καὶ νεμόμενοι, σὺ γενήσῃ τροφὸς, καὶ κληθήσῃ πόλις τοῦ βασιλεύοντος ἐπὶ τὸν Ἰσραὴλ, ὅς ἐστι ποιμὴν ἀγαθὸς ὡς καὶ αὐτὴν θεῖναι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, κατάρξει δὲ παντὸς τοῦ Ἰσραήλ. καὶ οὔτι που πάντως τῶν ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ καὶ τῶν ἐξ ἐπαγγελίας προεπηγγελμένων τῷ Ἁβραάμ· ἔφη γάρ που πρὸς αὐτὸν ὁ Θεός “Ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.” τὸ δὲ Ἐν Ἰσαὰκ, ἐξ ἐπαγγελίας φησί. βεβαία τοίνυν ἡ ὑπό- σχεσις οὐχὶ μόνον τοῖς ἐξ αἵματος Ἰσραὴλ, “ἀλλὰ καὶ τοῖς “στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πα- “τρὸς ἡμῶν Ἁβραάμ·” οὗτοι γὰρ ὁ Ἰσραὴλ, ὅτι “τὰ τέκνα “τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.” ὅμοιον οὖν ὡς εἰ λέγοι Κατάρξει παντὸς τοῦ πιστεύοντος εἰς αὐτὸν καὶ προσοικειοῦντος ἑαυτὸν ἐμοὶ δι᾿ αὐτοῦ. προσενηνέγμεθα γὰρ τῷ Πατρὶ δι᾿ Υἱοῦ, καὶ μαρτυρήσει λέγων αὐτός “Οὐδεὶς ἔρχεται “πρὸς τὸν Πατέρα εἰ μὴ δι᾿ ἐμοῦ.” ἀνεδείχθη τοίνυν ἐκ Βηθλεὲμ ὁ Χριστὸς ὁ ποιμὴν ὁ καλὸς “ὁ ἐν κήποις ἡμᾶς “καταβόσκων καὶ κρίνοις,” καὶ τὴν τῶν εὐαγγελικῶν θεσπισμάτων εὐοσμίαν παρατιθεὶς, καὶ οἷον ἄνθη προσάγων ὥριμα τὰ καθ᾿ ἑαυτὸν, τοῖς ἐθέλουσιν ἀποδρέπεσθαι καὶ τῆς ἐξ αὐτὼν εὐωδίας ἀναπίμπλασθαι νοηῶς· ἔφασκε γάρ “Ἐγὺ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάσων.” ἀπ᾿ ἀρχῆς δὲ εἶναι φησὶ τὰς ἐξόδους αὐτοῦ καὶ ἐξ ἡμερῶν αἰῶνος, ἢ τὴν προαιώνιον ὕπαρξιν τοῦ Λόγου σημαίνων· ἔστι γὰρ ἔστι συναΐδιος τῷ ἰδίῳ Γεννήτορι, καὶ αὐτὸς τῶν αἰώνων ὁ ποιητής· ἤγουν ὅτι γέγονε μὲν ἄνθρωπος ὡς ἐν λοίσθῳ τοῦ αἰῶνος καιρῷ, προώριστο γεμὴν ὡς ἐν προγνώσει Πατρὸς καὶ πρὸ τῆς τῶν αἰώνων καταβολῆς τὸ ἐπ᾿ αὐτῷ μυστήριον. ἔξοδον τοίνυν φησὶνἢ τὴν ἄχρονον ἐκ Θεοῦ Πατρὸς γέννησιν εἰς ἰδίαν ὕπαρξιν τοῦ Υἱοῦ, ἤτοι τὴν ἀνάδειξιν, τὴν ὡς ἐν καιροῖς ἐσομένην, ὅτε γέγονε σάρξ, εἰ καὶ ἀπ᾿ ἀρχῆς καὶ ἐξ ἡμερῶν αἰῶνος προώριστό τε καὶ τέθειτο παρὰ τοῦ Παρὸς Σωτήτρ τε καὶ λυτρωτὴς, οὐκ ἠγνοηκότος τὰ μεταξὺ τῷ ἀνθρωπίνῳ γένει συμβησόμενα διὰ τὴν ἐν Ἀδὰμ παράβασιν.
Διὰ τοῦτο δώσεις αὐτοὺς ἕως καιροῦ τικτούσης. τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ.
Ἔοικεν ὁ Προφήτης ἐντεθυμῆσθαι καθ᾿ ἑαυτὸν κὐκεῖνο τάχα που διαλογίζεσθαί τε καὶ λέγειν Οὐ ψευδοεπήσει Θεὸς, ἀποπερανεῖ δὲ πάντως τὰ ἐπηγγελμένα. καὶ εἴπερ ἐστὶν ἐν λαμπραῖς οὕτως ἐλπίσιν ὁ Ἰσραὴλ, καὶ ἀποτεχθήσεται μὲν αὐτοῖς ὁ ἡγούμενος, κατάρξει δὲ, καὶ παντὸς ἀπαλλάξει κακοῦ, τί καὶ ὅλως ἔσται δορίληπτος; εἶτα τῆς ἐπαγγελίας ἐννενοηκὼς τὸν χρόνον, οὔπω τε παρόντα συνεὶς, ἑαυτῷ τρόπον τινὰ καὶ ἀπολογεῖται λέγων Ἐπειδὴ γὰρ ἐν ὑπερθέσει μὲν ἔτι μακρᾷ τῆς ἐπαγγελίας ὁ χρόνος, αὐτοὶ δέ εἰσιν ἐν οὐ μετρίοις πταίσμασι, καταλήγουσι δὲ πλημμελοῦντες οὐδαμῶς, ταύτῃτοι δώσεις αὐτοὺς, τουτέστι, παραδώσεις ἐχθροῖς, ὦ Δέσποτα, ἕως καιροῦ τῆς τικτούσης, ἄχρις ἂν καταδοθῇ φησὶ τὸ θεῖον ἐκεῖνο βρέφος ἐκ λαγόνων παρθενικῶν. τότε γὰρ ἔσται λύτρωσις ἡ τελεωτάτη, καὶ ἐν βεβαίῳ κείσονται τῆς εὐημερίας, οὐδενὸς αὐτοῖς παντελῶς τῶν εἰς εὐθυμίαν ἐκλελοιπότος. ταυτὶ τοῦ Προφήτου διενθυμουμένου τε, ὡς ἔφην, καὶ οἱονεὶ διαψιθυρίζοντος ἐν ἑατυῷ, προσυπακούει Θεός Τέξεται, καὶ εἰς πίστιν ἑδραίαν αὐτὸν ἀποκαλεῖ. ὅμοιον δὲ τούτῳ τὸ πρὸς τὸν προφήτην Ἀμβακούμ “Ἔτι μικρὸν “ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.” τεχθήσεται μὲν γὰρ πάντη τε καὶ πάντως φησὶν, οἱ δέ γε κατάλιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱὺς Ἰσραήλ. παρεδέξαντο μὲν γὰρ τὴν πίστιν τὴν εἰς χριστὸν τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, καὶ πρό γε τῶν ἄλλων οἱ μακάριοι μαθηταί· διωλισθήκασι δὲ τῆς ἐλπίδος οἱ ταῖς ἀπειθείαις περιυβρίσαντες. πλὴν ἐν ἐσχάτοις καιροῖς προσεπενεχθήσονται τοῖς ἄλλοις, καὶ οἷον ἐξ ὑποδρομῆς ἀναδραμοῦνται μόλις πρὸς ὅπερ ἦν ἄμεινον ἐλθεῖν ἐν ἀρχαῖς.
Καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ κύριος, καὶἐν τῇ δόξῃ τοῦ ὀνόματος κθρίου τοῦ Θεοῦ αὐτῶν ὑπάρξουσι· διότι νῦν μεΓαλυνθήσεται ἕνς ἄκρων τῆς Γῆς. καὶ ἔσται αὕτη ἡ εἰρήνη.
Τὸ στήσεταί φησιν ἀντὶ τοῦ καὶ ἐπιστατήσει. καὶ ἔσται τῶν ἰδίων προβάτων αὐτουργὸς ὁ ποιμὴν, οὐχ ἑτέρῳ τινὶ τὸ παιδαγωγεῖν ἐπιτρέψας, καθὰ καὶ πάλαι τῷ μακαρίῳ Μωθσεῖ, ἀλλ᾿ αὐτὸς δι᾿ ἑαυτοῦ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς “Οὐ πρέσ- “βυς, οὐκ ἄγγελος, ἀλλ᾿ αὐτὸς ὁ Κύριος ἕσωσεν ἡμᾶς·” ποιμανεῖ δὲ ἡμᾶς ἐν ἰσχύϊ, παντὸς ἀνωτέρω τιθεὶς ἱδρῶτος καὶ πόνου. προβεβλήσεται γὰρ ὥσπερ, καὶ διασώσει γενικῶς, οὐ ψευδοποιμένσιν ἐπιτρέπων ἐξ ἀπάτης ἀδικεῖν, οὐ θηρσὶν ἀγρίοις ἐπιθρώσκειν ἀγέλαις, οὐ ταὶς πονηραῖς καὶ ἀντικειμέναις δυνάμεσι συγχωρῶν, καθάπερ ἀμέλει καὶ πάλαι, κατανεαντιεύεσθαι τῶν πεπιστευκότων καὶ πλεονεκτεῖν τοὺς ἡγισαμένους, διδοὺς δὲ μᾶλλον αὐτοῖς “Ἐπ᾿ ἀσπίδα καὶ βα- “σιλίσκον ἐπιβαίνειν, λέοντά τε καὶ δράκοντα καταπατεῖν.” εὐκλεεῖς γὰρ γεγόναμεν δι᾿ αὐτοῦ, ἤρμεθά τε ὑψοῦ λαμπροὶ καὶ διαφανεῖς, καὶ μέχρι τερμάτων γεγόναμεν τῆς ὑπ᾿ οὐρανόν. αὐτὸς γὰρ ἡμῶν ἰσχὺς καὶ δύναμις, αὐτὸς ὁ μεσίτης καὶ διαλλακτὴς αὐτὸς ἡ εἰρήνη ἡμῶν. καθεῖλε γὰρ “Τὸ “μεσότοιχον τοῦ φραγμοῦ, καὶ κατήργησε μὲν ἐν δόγμασι “τὸν νόμον τῶν ἐντολῶν, ἔκτισε δὲ τοὺς δύο λαοὺς εἰς ἔνα “καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην”κατὰ τὸ γεγραμμένον, καὶ τοῖς τῆς ἀγάπης δεσμοῖς εἰς ἑνότητα κατασφίγγων. ὄνομα δὴ οὖν αὐτῷ πρέπον τε καὶ ἀληθὲς εἰρήνη, εἰ καὶ καλοῖτο Χριστός.
Ὅταν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπ᾿ αὐτὸν ἐπτὰ ποιμένες καὶ ἀκτὼ δήγματα ἀνθρώπων, καὶ ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαίᾳ καὶ τὴν τὴν γῆν τοῦ Νεβρῶδ ἐν τῇ τάφρῳ αὐτῆς, καὶ ῥύσεται ἐκ τοῦ Ἀσσοὺρ, ὅταν ἐπέλθῃ ἐπῖ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν.
Ἡ Ἑβραίων ἔκδοσις τοῦ προκειμένου κεφαλαίου ποιεῖται τὴν ἀρχὴν ἀπὸ τοῦ Καὶ ἔσται αὕτη ἡ εἰρήνη, ὅταν Ἀσσύτιος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῆ τῆν χώραν ὑμῶν. οὗτος γὰρ ἔσται, φησὶ, τῆς εἰρήνης ὁ τρόπος, εἰ δὴ βούλοιτο καταθεῖν τῆς ὑμῶν γῆς τε καὶ χώρας ὁ Ἀσσούρ. διερμηνεύοντες δὲ τοὺς στίχους, ἐροῦμεν ἡμεῖς, ὅτι τῶν αἰσθητῶν καὶ ἐμφανεστέρων πραγμάτων ἀποφοιτᾷ δὴ πάλιν ὁ λόγος, αἴρεται δὲ ὥσπερ ὑψοῦ, καὶ ἐξ ἐμφανοῦς εἰκόνος ἀποφέρει λεπτῶς ἐπὶ τὰ νοητῶς συμβαίνοντα. Ἀσσύριον μὲν γὰρ ἐν τούτοις ἄνδρα μὲν οὐκέτι τὸν ἐκ Βαβυλῶνος, κατασημαίνει δὲ μᾶλλον τὸν τῆς ἁμαρτίας εὑρετὴν, φημὶ δὴ τὸν σατανᾶν, μᾶλλον δε, ἁπαξαπλῶς εἰπεῖν, τὴν ἀτίθασόν τε καὶ φιλοπόλεμον τῶν δαιμονίων πληθὺν, ἣ παντὸς ἁγίου κατεξανίστα- ται νοητῶς, καὶ μάχεται τῇ ἁγίᾳ πόλει, τῇ νοητῇ Σιὼν, “ἥτις “ἐστὶν ἐκκλησία θεοῦ ζῶντος” καὶ τῆς ἄνω καὶ ἐπουρανίου νοουμένης Ἱερουσαλὴμ τύπος οἷά τις καὶ εἰκὼν ἐμφερής. οὕως αὐτῆς καὶ ὁ θεσπέσιος μελῳδὸς διεμέμνητο λέγων “Δεδο- “ξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ·” κατοικεῖ γὰρ τὴν Ἐκκλησίαν, καὶ ὥσπερ τινὰ πόλιν ἰδίαν ἐποιήσατο Χριστὸς, καίτοι τῇ τῆς θεότητος φύσει τὰ πάντα πληρῶν. αὕτη δὴ οὖν ἡ τοῦ θεοῦ όλις γῆ τις ὥσπερ ἐστὶ καὶ χώρα τῶν ἡγιασμένων καὶ τὴν εἰς θεὸν ἑνότητα πεπλουτηκότων ἐν Πνεύματι.ὅταν τοίνυν φησὶν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, τουτέστιν, εἰ μάχοιντο τοῖς ἁγίοις αἱ βάρβαροί τε καὶ ἀντικείμεναι δυνάμεις, οὐκ ἐρήμους εὑρήσουσι τῶν προεστηκότων. κατεξανστήσονται γὰρ αὐτῶν, ἑπτὰ μὲν ποιμένες, ὀκτὼ δὲ ἀνθρώπων δήγματα. ἔοικε δὲ τῆς προφητείας ὁ νοῦς ἀπὸ τῶν καιρῶν, ἤτοι τῶν ἀριθμῶν τοῦ τε ἑπτά φημι καὶ e μέντοι τοῦ ὀκτὼ τοὺς ἁγίους βούλεσθαι δηλοῦν, τοὺς πρὸ τῆς ἐπιδημίας, καὶ τοὺς κατ᾿ αὐτὴν ἅμα, καὶ μετ᾿ αὐτὴν γεγονότας. τετίμητο μὲν γὰρ πρὸ τῆς ἐπιδημίας, κατὰ τὸν Μωυσέως νόμον, ὁ ἐν ἑβδόμῃ σαββατισμὸς, καὶ ἦν ἔτι τῆς σκιᾶς ὁ καιρός. τότε καὶ τὸ τῶν ἁγίων προφητῶν ἀνεδείχθη στίφος παιδαγωγοῦν εἰς εὐσέβειαν καὶ ἐπίγνωσιν τοῦ Χριστοῦ. ἐπειδὴ δὲ λοιπὸν ἐπέφανεν ὁ Μονογενὴς, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη σταυρὸν, ἀνεβίω δὲ αὖ, σκυλεύσας τὸν ᾅδην τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, τότε τοῖς ἁγίοις κεκέλευκεν Ἀποστόλοις μαθητεύειν μὲν “πάντα τὰ ἔθνη, “βαπτίζειν δὲ αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ Υἱοῦ “καὶ τοῦ Ἁγίου Πνεύματος, διδάξαι τε τηρεῖν ὅσα αὐτοῖς “ἐντέταλται.” τούτους δὴ οὖν ἄρα φησὶ τὰ ὀκτὼ τῶν ἀνθρώπων δήγματα, ὡς ἀπό γε τοῦ τῆς ἀναστάσεως καιροῦ, τοῦς ἐν αὐτῷ τε καὶ μετ᾿ αὐτὸν γεγονότας ὑποδηλῶν.
Ὅταν τοίνυν ἐπέλθῃ φησὶν ὁ Ἀσσύριος ἢ ἀλλογενὴς καὶ βάρβαρος, τότε δὴ τότε πρὸς ἑπτὰ μὲν ἥξει ποιμένας, πρὸς δήγματα δὲ ὀκτώ. εὑρήσομεν γὰρ καὶ τοὺς ἐν καιρῷ τοῦ νόμου γεγονότας ἁγίους, οὓς ἑπτὰ ποιμένας φησὶ, καὶ πρός γε δὴ τούτοις Ἀποστόλους τε καὶ Εὐαγγελιστὰς, καὶ τοὺς τῶν ἐκκλησιῶν κατὰ καιροὺς διδασκάλους, ἀεὶ πολεμοῦντας καὶ ἀνθεστηκότας γενικῶς ταῖς τῶν δαιμόνων ἀπάταις, καὶ ταῖς τοῦ πονηροῦ δυστροπίαις τὴν οἰκείαν ὥσπερ ἀντεξάγοντας νῆψιν. ἀνασώζουσι γὰρ τοὺς τὴν ἁγίαν οἰ- κοῦντας χώραν τε καὶ γῆν, νουθεσίαις ἀνατειχίζοντες καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων παιδαγωγίαις ἀσφαλιζόμενοι. ὅτι δὲ ἔμελλεν ὁ τῶν ἁγίων χορὸς ἐπιβουλεύειν τρόπον τινὰ τῷ σατανᾷ, καὶ νοητῶς αὐτὸν δήγμασι δαπανᾶν, διεσάφει καὶ πάλιν Θεὸς διὰ φωνῆς ἁγίου λέγων περὶ αὐτοῦ “Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ἕως τίνος; “καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης “ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ “ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς, ὅτι σὺ “ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύσουσί σε πάντες οἱ ὑπο- “λελειμμένοι λαοί.” ἀκούεις ὅτι καταδηχθήσεσθαί τε φησὶ καὶ σκυλευθήσεσθαι τὸν πληθύνοντα ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, τουτέστι, τὸν σατανᾶν; εἶτα τοὺς σκυλεύσαντας αὐτὸν ὀνομάζει τοὺς ὑπολελειμμένους, τουτέστι, τοὺς ἐκ τοῦ καταλείμματος ἤτοι τοὺς ἐξ Ἰακώβ. ἀλλ᾿ εἰ καί τις Ἀσσύριος ἐπέλθη φησὶ, τουτέστιν, ἀνὴρ ἑτερόφρων καὶ πεπλανημένος, καὶ τὴν εἰς εὐθὺ δίαττουσαν πίστιν οὐκ ἔχων, χωλεύων δὲ ὥσπερ καὶ κεκλασμένος τὸν νοῦν, ἀντανιστᾶσι καὶ τούτῳ τῆς ἀληθείας τὴν δύναμιν καὶ τῆς αὐτῷ σαθρότητος δεικνύντες τὸ ἀτερὲς, ἀποσβοῦσιν ὡς λύκον μονουχὶ καταδάκνοντες καὶ τῆς τῶν νοντῶν προβάτων ἀγέλης εἶναι τέως ἀπωτάτω καὶ ἔξω φέρεσθαι καὶ οὐχ ἐκόντας παρασκευάζοντες. οὗτοι δὴ οὖν οἱ ἑπτὰ ποιμένες, καὶ ὡς ἐν ὀκτὼ νοούμενοι δήγμασι, ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαία. τὸ ποιμανοῦσιν ἀντὶ τοῦ διώξουσι λέγει. ἐπεὶ γὰρ ἐμνήσθη ποιμένων, τετήρηκε τῇ τοῦ λόγου μεταφορᾷ τὸ πρέπον, τὸ ποιμανοῦσιν εἰπών.
Καὶ τίς ἡ ῥομφαῖα νοοῖτ᾿ ἂν εἰκότως, ᾗ κεχρῆσθαι τοὺς ἁγίους ἔθος, σαφηιεῖ λέγων ὁ ψαλμῳδὸς περὶ αὐτῶν “Καὶ “ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ ποιῆσαι ἐκ- “δίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς·” “Ζῶν “γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ “πᾶσαν μάχαιραν δίστομον.” ἐξοπλίζων δὲ καὶ ὁ Παῦλος τὸν ἐν Χριστῷ νοούμενον στρατιώτην, δίδωσιν αὐτῷ “Τὴν “μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.” ὅτι δὲ διώκει τὸν Ἀσσοὺρ ἡ θεία τε καὶ παναλκὴς ῥομφαία, τουτέστιν ὁ τοῦ Θεοῦ Λόγος, οὐδὲν ἧττον ἡμᾶς ἀναπείσει λέγων καὶ ὁ προφήτης Ἡσαΐας “Καὶ ἔσται ἐν τῇ ἠμέρᾳ ἐκείνῃ ἐπάξει “ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν τὴν μεγάλην καὶ τὴν “ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ b “τὸν δράκοντα·” καὶ πάλιν “Καὶ ἔσται, ὅταν συντελέσῃ “Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσα- “λὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν “Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν “αὐτοῦ. εἶπε γάρ Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέ- “σεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνο- “μεύσω, καὶ σείσω πόλεις κατοικουμένας.” ἐν ταύτῃ δὴ οὖν τῇ ῥομφαία ποιμανοῦσι τὸν Ἀσσοὺρ, καὶ πᾶσαν δὲ τὴν γῆν τοῦ Νεβρὼδ ἐν τῷ τάφρῳ αὐτῆς. βούλεται δὲ διὰ τούτων ἐκεῖνο εἰπεῖν. τὴν γῆν τοῦ Νεβρὼδ τὴν τῶν Ἀσσυρίων ὀμομάζει χώραν, ἤτοι τὴν Βαβυλῶνα, περὶ ἣν, ὥς φασι, βαθεῖα βέβλητο τάφρος. γῆν δὲ αὐτὴν τοῦ Νεβρὼδ ὀμομάζει, διὰ τὸν αὐτὸν εἶναι τὴν Βαβυλωνίων ἀρχὴν καὶ γένεσιν καὶ πατέρα τοῦ γένους. γέγραπται δὲ οὕτως ἐν τῇ Γενέσει περὶ αὐτοῦ “Υἱοὶ δὲ Ῥεγμὰ Σαβὰ καὶ Δαδάν. Χοῦς δὲ ἐγέννησε τὸν “Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. οὗτος ἦν “γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο “ἐροῦσιν Ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου. καὶ “ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὁρὲχ “καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σενναάρ.” ἐγηγέρθαι μὲν τὸν πύργον ἐν τῇ Χαλάννῃ· Περσικὸν δὲ τοῦτο χωρίον· καὶ ἡ θεία λέγει γραφή. γῆν οὖν ἄρα τοῦ Νεβρὼδ τὴν Βαβυλῶνά φησιν, ἣ τάφρῳ διέζωσται, καθάπερ ἔφην ἀρτίως. οὕτω δὴ οὖν ποιμανοῦσί φησι τὸν Ἀσσοὺρ, καὶ πᾶσαν δὲ τὴν γῆν τοῦ Νεβρὼδ, ὡς εἴσω μένειν τῆς τάφρου, καὶ πόλεων καὶ χωρῶν κατευρύνεσθαι μὲν οὐκέτι, μένειν δὲ ὥσπερ οἴκοι περιδεεῖς καὶ τρέμοντας· τοῦτό τοι παθόντα διὰ Χριστοῦ τὰ τῶν δαιμονίων εὑρήσομεν στίφη. οὐ γὰρ ἔτι τῆς ὑφ᾿ ἡλίῳ καταλαζονεύονται, καθὰ καὶ πάλαι καὶ πρὸ τῆς ἐπιδημίας· μένουσι δὲ ὥσπερ ἐν οἷς εἰσὶ, ταῖς τῶν ἁγίων νήψεσι καὶ ἀγαθαῖς συμβουλίαις ἀνακοπτόμενα, καὶ τῆς τῶν ἁγίων εἰργόμενα γῆς, ὡς ἂν ἠρεμαῖον καὶ ἀπόλεμον διαζῶντες βίον ἀποπεραίνειν δύναιντο τὰ ἀδδάνοντα τῷ Θεῷ, καὶ διὰ τῆς αὐτῷ φιλαιτάτης εὐκοσμίας καταφαιδρύνεσθαι.
Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ Κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ᾿ ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεῖς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων.
Ἔφην ἤδη πλειστάκις, ὅτι σέσωσται τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, καὶ οὐκ ἀπόλωλεν εἰσάπαν τὸ ἐξ Ἰακὼβ γένος. πεπιστεύκασι γὰρ εἰς Χριστὸν οὐκ ὀλίγοι τὸν ἀριθμὸν, καὶ τὴν διὰ πίστεως σωτηρίαν καὶ πρό γε τῶν ἄλλων, φημὶ δὴ τῶν ἐξ ἐθνῶν, πεπλουτήκασιν. ἀλλ᾿ ἐκ τούτου τοῦ καταλελειμμένου τε καὶ διασεσωσμένου διὰ τῆς πίστεως μέρους καὶ αὐτοὶ γενόνασιν οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ συναθλοῦντες αὐτοῖς καὶ συνηλγηκότες αὐτοῖς ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. τούτους δὴ οὖν αὐτοὺς σεσῶσθαί φησιν ἐν τοῖς ἔθνεσιν, οἷάτινα δρόσον ἀγρῶν καταχεομένην, καὶ τῆς διαβολικῆς δυστροπίας τὸν καύσωνα παραλύουσαν. ὥσπερ γὰρ ἐν κήποις ἤγουν ἐν ἀγροῖς πόαις τε καὶ κρίνοις εἰ τὸ τῆς ἡλιακῆς ἀκτῖνος ἐμπίπτει σέλας, χαλᾶσθαι ποιεῖ πρὸς τὸ ἀκαλλὲς, καὶ εἰς αὐτό πως ἤδη μεμαράνθαι δοκεῖν· οὕτω καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς κοσμικαῖς φιληδονίαις ὅτε τὸν ἀνθρώπινον καταφλέγει νοῦν, καταμαραίνει τρόπον τινὰ καὶ πολὺ λίαν ἀκαλλῆ φαίνεσθαι ποιεῖ. ἀνορθοῖ δὲ ὥσπερ αὐτὸν ὁ τοῦ Θεοῦ Λόγος, καθὰ καὶ ἄνθος ἢ πόας ἡ δρόσος. καὶ οὕτως ἔσονται, φησὶ, καὶ οἱ ἐξ Ἰακὼβ ἐν τοῖς ἔθνεσι, τὰς τῶν πειθμένων ψυχὰς οἷά τινι δρόσῳ κατάρδοντες τοῖς εἰς εὐσέβειαν λόγοις, καὶ μαθήμασιν εὐαγγελικοῖς πλουσίως καταπιαίνοντες. κατορχήσονται δὲ ὥσπερ βοτάνης ἀμνοὶ, τουτέστι πλείστην τε ὅσην καὶ ἀμφιλαφῆ τὴν νομὴν εὑρήσουσιν· ἑτοιμότερα γάρ πως ἀεὶ τὰ ἔθνη πρὸς τὸ εὐήνιον καὶ νενευκότα πολὺ πρὸς τὸ πιστεῦσαι Χριστῷ, καὶ πρός γε φημὶ τὸ ἀσυγκρίτως ἀμεῖνον τῆς ἐν ἀρχαῖς ἑλέσθαι ζωῆς. ἀλλ᾿ ὥσπερ ἀμνοῖς πολλή τε καὶ εὐανθὴς εἰ παρακέοιτο πόα, τότε δὴ τότε κατα- τρυφῶσί τε καὶ κατασκαίρουσι· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ τῶν διδασκόντων ὁ νοῦς τρυφὴν ποιεῖται καὶ τέρψιν τῶν παιδαγωγουμένων τὸ εὐήνιον, καὶ τῶν μυσταγωγουμένων τὸ εὐπειθές.
Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν τῆς Σαμαρείτιδος εὐπείθειαν ἰδίαν ὥσπερ καὶ αὐτῷ πρέπουσαν ἐποιεῖτο τροφήν. ἔφη γὰρ τοῖς ἁγίοις Ἀποστόλοις “Ἐγὼ “βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.” εἶτα τοῦτο δηλῶν, προσετίθει λέγων “Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω “τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ “ἔργον.” βρῶμα δὴ οὖν τοῖς ἁγίοις καὶ τρυφὴ, τὸ ἔργον τοῦ Θεοῦ. κατορχήσονται τοίνυν φησὶν ὥσπερ ἄγρωστιν ἤγουν εὐανθῆ κείροντες πόαν, καὶ οἱονεί πως καταφερβόμενοι τοὺς ἐξ ἐθνῶν πιστεύοντας οἱ ἐξ Ἰακὼβ, κατευρυνομένην δὲ οὕτω τοῦ κηρύγματος εὑρήσουσι τὴν ὁδὸν, ὡς μηδένα δύνασθαι συναχθῆναί τε καὶ ὑποστῆναι κατ᾿ αὐτῶν, τουτέστι, μήτε συνελθεῖν μήτε μὴν ἀντισχεῖν· τοῦτο γὰρ τὸ ὑποστῆναι εἰ κακοῦν ἕλοιντό τινες τῶν ἐν υἱοῖς ἀνθρώπων. πολλαὶ μὲν γὰρ καὶ παρὰ πολλῶν σκέψεις τε καὶ ἐγχειρήματα συντέθεινται κατ᾿ αὐτῶν, ἠδίκηνται δὲ οὐδὲν, Θεοῦ κατευνάχοντος τοὺς τῶν ἰσχυόντων θυμοὺς, καὶ οἷον εὐδοκίας ὅπλῳ περιβάλλοντος τοὺς ἰδίους καὶ παραδόξως αὐτοὺς ἐκ παντὸς ῥυομένου τε καὶ ἀνασώζοντος πειρασμοῦ.
Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. ὑψωθήσεται ἡ χείρ σου ἐπί τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.
Τὰ χρηστὰ καὶ ἀξιάκουστα τῶν διηγημάτων, κἂν εἰ διὰ τῶν αὐτῶν ἔρχοιντο λόγων, οὐκ ἂν ἔχοι τὸ φορτικὸν, ἕψεται δὲ μᾶλλον αὐτοῖς πολὺ τὸ ἐπίχαρι. τὸ κατάλειμμα δὴ οὖν τοῦ Ἰακώβ φησι, τουτέστιν, οἱ ἐξ Ἰακὼβ σεσωσμένοι διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἀναδεδδειγμένοι κήρυκες καὶ ἱερουργοὶ, ἔσονται μὲν ὡς δρόσος ἐν τοῖς ἔθνεσιν, νεμηθήσονται δὲ καὶ ὡς ἄρνες καλῆς καὶ ἀμφιλαφοῦς κατασκαίροντες πόας. γενηθήσονται δὲ οὐδὲν ἧττον καὶ ὡσεὶ λέων ἐν κτήνεσι δρυμοῦ, βαρὺ καὶ φρικῶδες καταβρυχόμενος, καὶ ἀφόρητον ἐντιθεὶς τὸ δεῖμα καὶ τοῖς μακράν. ἔσονται δὲ καὶ ὡς σκύμνοι λέοντος ἐν ποιμνίοις, κατεξανιστάμενοι δηλονότι γενναίως καὶ ὧν ἂν ἕλοιντο καταθρώσκοντες, ἀντεξάγοντος οὐδενὸς ἤγουν ἐξελέσθαι δυναμένου τὸ ἡρπασμένον· ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῖς ἁγίοις ἔφασκε μαθηταῖς “Ἰδοὺ ἐγὼ ἀποστέλλω “ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων,” τουτέστι, πράους τε καὶ ὑφειμένους· κἂν εἰ ἕτοιμοι πρὸς τὸ φονᾶν εἶεν ἂν τῶν ἐν κύσμῳ τινὲς, καὶ τῇ τῶν λύκων ὠμότητι παραχωροῦντες οὐσὲν, ἰδίᾳ δὲ αὐτὸς ἰσχύϊ τὰς τῶν πολεμούντων συνθραύσω καρδίας· δειλοὺς καὶ ἀνάνδρους ἀποτελῶ· καὶ πολύ τι τὸ περὶ ὑμᾶς ἐργάσομαι σέβας. οὕτω κεκρατήκασι τῶν ἐχθρῶν, νενικήκασι τοὺς ἀνθρστηκότας, φοβεροὶ τοῖς λύλοις γεγόνασι, καίτοι προβάτων ἐν τάξει κείμενοι· διέδρασαν τὰς ἐπιβουλάς, “Κινδύνους λῃστῶν, ὡς ὁ μακάριος γράφει Παῦλος, κινδύ- “νους ἐκ γένους, κινδύνους ἐν ψευδαδέλφοις,” καὶ διηρπάζοντο μὲν ὡς ὑπὸ λεόντων αἱ τῶν ἐθνῶν ἀγέλαι· ὁ δὲ ἰδίοις αὐτὰς θελήμασι καταβοσκήσας εἰς ὄλεθρον σατανᾶς, ἐπαμύνειν οὐκ εἶχεν, οὔτε μὴν ἐκσπᾶσαι χειρῶν ἀποστολικῶν τὸ εἰλημμένον εἰς σωτηρίαν. καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὸν εἰρημένον διὰ φωνῆς Ἀμβακούμ “Οὐαὶ ὁ πληθύνων ἑαυτῷ “τὰ οὐκ ὄντα αὐτοῦ· ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν “αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες “αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρ- “παγὴν αὐτοῖς. ὅτι σὺ ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύ- “σουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοί.” κατέδακνον μὲν γὰρ οἱ ὀκτὼ, καὶ διήρπαζον ὡς σκύμνοι τὰ παρ᾿ ἐκείνου συνηθροισμένα· συναγήγερκε γὰρ ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, Θεοῦ γὰρ ὁ ἄνθρωπος, μᾶλλον δὲ καὶ τὰ πάντα, καὶ οὐδὲν ἐκείνου παντελῶς· πλὴν ἐσκυλεύετο παρὰ τῶν ὑπολελειμμένων λαῶν, τουτέστι τῶν ἐκ τοῦ καταλείμματος, ἵνα πάλιν ἐννοῇς τῶν εὐαγγελικῶν θεσπισμάτων τοὺς ἱερουργούς. εἶτα πρὸς αὐτοὺς ὁ ἐνισχύων αὐτοὺς καὶ συνέχων Κύριος Ὑψωθήσεται, φησὶν, ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται. νενικήκασι γὰρ, ὡς ἔφην, ἐν Χριστῷ, καὶ ἀμείνους ἦσαν ἁπάσης ἐπιβουλῆς, καὶ διέλαμψαν ἐν κόσμῳ, καὶ κατεκράτησαν ἐχθρῶν, Θεῷ κατακτώμενοι τοὺς ἀπολωλότας.
Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἐξολθρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου, καὶ ἐξολοθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου· καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί· καὶ ἐξολοθρεύσω τὰ γλυπτά σου καὶ τὰς στηλάς σου ἐκ μέσου σου, καὶ οὐκ ἔτι οὐ μὴ προσκυνήσεις τοῖς ἔργοις τῶν χειρῶν σου· καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πόλεις σου, καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθ᾿ ὧν οὐκ εἰσήκουσαν.
Ἐπάνεισι πάλιν ὁ λόγος ἐπὶ τὰ σκυρωπὰ, καὶ καταλήγει μὲν τέως τῶν ἐπὶ Χριστῷ λαμπρῶν καὶ ἀξιαγάστων διηγημάτων, συνείρει δὲ ὥσπερ τοῖς ὀπίσω ταυτὶ, καὶ τὰ ἐξὀργῆς ἐσόμενα δηλοῖ. ἔφη τοίνυν ὅτι “Καὶ σὺ πύργος “ποιμνίου αὐχμώδης, θύγατερ Σιὼν, ἐπὶ σὲ ἥξει, καὶ εἰσε- “λεύσεται ἡ ἀρχὴ ἡ πρώτη βασιλεία Βαβυλῶνος.” τότε δὴ οὖν τότε, φησὶν, οἰχήσεται μὲν σου τὸ ἱππικὸν, συνδιολεῖται δὲ τούτοις καὶ ὀχημάτων ἀγερωχία, καταδῃωθήσονται δὲ καὶ αἱ πόλεις, καὶ αὐτῶν ἔρημος ἔσῃ τῶν ὀχυρωμάτων, τουτέστι τειχῶν· κατεπίμπρασαν γὰρ αὐτοῖς ἀνδράσι τὰς πόλεις οἱ Βαβυλώνιοι· τὰ δέ γε τῆς σῆς ἀπονοίας ἐπιτηδεύματα, γοητεῖαί τε καὶ ψευδομαντεῖαι, καὶ αὐτὰ τὰ τῆς ἀπάτης ἐργαστήρια, τεμένη δὲ πάντως ὁμοῦ τοῖς εἰδώλοις ἐξολοθρευθήσονται, καὶ ἐκ βάθρων αὐτῶν πεσεῖται τὰ ἄλση. καὶ τί τὸ ἐντεῦθεν; διαβόητος ἡ δίκη, καὶ ὁ τῆς ποινῆς τρόπος οὐκ ἂν διαλάθοι τοὺς ὁμόρους τῶν ἐθνῶν. γνώσονται δὲ, ὅτι πάντα συνέβη παθεῖν αὐτοὺς ἀνθ᾿ ὧν οὐκ εἰσήκουσαν, τουτέστι, τὰ τῆς ἀπειθείας ἐγκλήματα. ἔφη τι τοιοῦτον τοῖς ἀχάλινον ἔχουσιν εἰς τὸ ἀπειθὲς τὴν ῥοπὴν καὶ Ἡ σοφία πάλιν “Ἀνθ᾿ “ὧν ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους “ἐποιεῖτε ἐμὰς βουλὰς, τοῖς δὲ ἐμοῖς λόγοις οὐ προσείχετε· “τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, κατα- “χαροῦμαι δὲ ἥνικα ἂν ἔρχηται ὑμῖν ὄλεθρος, καὶ ὡς ἂν “ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως “καταιγίδι παρῇ·” καρποὶ δὲ ἀποστροφῆς “ὀργὴ καὶ θυμὸς, “θλίψις καὶ στενοχωρία” κατὰ παντὸς ἐπέκεινα τοῦ κατακούειν εἰωθότος. δεῖ δὴ οὖν ἄρα καὶ λίαν ἀμελλητὶ Θεῷ καλοῦντι πρὸς τὸ συμφέρον ἕπεσθαί τε γοργῶς, καὶ τὰ αὐτῷ θυμήρη πληροῦν· ὡς τὸ γε βραδὺ καὶ ῥᾴθυμον εἰς τὸ δρᾶν ἑλέσθαι τὸ ἀγαθὸν, πρὸς πολλῆς ἡμῖν ἔσται ζημίας, καὶ πικροις ἐνίησι πόνοις. θέα δὲ ὅπως καὶ δίκας αἰτῶν τῶν ἡμαρτημένων ὀνίνησι Θεός. ἀπαλλάττει γὰρ τὸν Ἰσραὴλ βεβήλου τε καὶ βδελυρᾶς εἰδωλολατρείας, καὶ ἀνοσίων ἐγχειρημάτων, φαρμακείας καὶ ψευδομαντείας, βωμῶν, τεμενῶν, θυσιῶν, καὶ τοῦ προσκυνεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. οὐκοῦν οὐκ ἀνόνητον τὸ παιδεύεσθαι, “πλὴν εἰ ἐν “κρίσει γένοιτο, καὶ μὴ ἐν θυμῷ,” κατὰ τὴν τοῦ προφήτου φωνήν.
Εἰ δὲ δὴ τις λέγοι συμβῆναι ταυτὶ τοῖς Ἰουδαίων δήμοις ἐμπεπαρῳνηκόσιν εἰς Χριστὸν, οὐχ ἁμαρτήσει διανοίας τὸ εἰκὸς ἐχούσης ἐφ᾿ ἑαυτῆς. καὶ γὰρ ἐστιν ἀληθὲς, ὡς ἠρήμωνται μὲν αἱ παρ᾿ αὐτοῖς πόλεις, ἀπόλωλε δὲ καὶ πᾶν τὸ μάχιμον γένος ταῖς Ῥωμαίων χερσὶ δαπανώμενον. καὶ τάχα που τῆς ἀρχαίς ἐκείνης εἰδωλολατρείας ἐξῄτηνται λόγους, εἰ καὶ ἦσαν παρ᾿ αὐτοῖς αἱ προσκυνεῖν ἔτι τῇ κτίσει βουλόμενοι καὶ γοητειῶν ἁπτόμενοι. φιλεῖ γάρ πως ἀεὶ τοῖς εἰδωλολατρεῖν ᾐρημένοις ἕπεσθαι ταυτὶ, καὶ οὐδέν ἐστι παρ᾿ αὐτοῖς τῶν ἄγων ἐκτοπωτάτων, ὃ φαύλην ἔχει τὴν δόξαν.
Ἀκούσατε δὴ ἃ ὁ Κύριος εἶπεν Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ Κεφ. ς΄. ἄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνῆς σου. ἀκούσατε βουνοὶ τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμάλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸον λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται.
Ἐντρεπτικὸς μὲν ὁ λόγος, καὶ οἱονεὶ κατακέκραγε τῆς Ἰουδαίων ἀναισθησίας, εἰ καὶ αὐτοὺς παρ᾿ οὐδὲν τοὺς θείους ποιοῖντο λόγους, οἵπερ ἂν γένοιντο πράως τε καὶ ὑφειμένως, καὶ ὡς ἐκ πατρὸς πρὸς τέκνα τὸ τῆς ἀγάπης γνήσιον ὑποφαίνοντος, καὶ ἀπροφάσιστον αὐτοῖς ἀποτελοῦντος τὸ ἐξήνιον. ἔθος δὲ τῷ ψιλαγάθῳ Θεῷ προαγορεύσει μὲν τῶν δεινῶν προεκδειματοῦν ἔσθ᾿ ὅτε τοὺς ἡμαρτηκότας· οὐ μὴν ἐᾶν ἀμαλθάκτους καὶ ἀπηνεῖς ὡς ἀπεγνωκότας, ἀλλ᾿ ὁμοῦ τοῖς συμβήσεσθαι μέλλουσι τὸν τῆς παρακλήσεως εἰσκομίζειν λόγον, καὶ τόπον ὥσπερ αὐτοῖς τοῦ διαδράναι τηρεῖν, εἰ παλινδρομεῖν ἕλοιντο πρὸς μετάγνωσιν. τοῦτό τοι καὶ νῦν ἐξ ἐμφύτου πάλιν ἐργάζεται γαληνότητος. ἀκούσατε τοίνυν φησὶν ὅσα ὁ Κύριος εἶπε. τί δέ μοι προστέταχεν; Ἀνάστηθι καὶ κριθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνῆς σου. ἔοικε μὲν οὖν τῷ διὰ φωνῆς Ἡσαΐου καὶ τοῦτο “Ἄκουε “οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν.” ὄρη γὰρ που δὴ τάχα καὶ βουνοὺς τὰς νοητὰς ὀνομάζει δυνάμεις, αἳ τόδε τὸ σύμπαν περιέπουσι κατὰ βούλησιν Θεοῦ, τὰς τῶν δαιμόνων πλεονεξίας ἀποσοβοῦσαι τῶν ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ τῆς τοῦ Θεοῦ γαληνότητος τὴν ὑπερβολὴν αὗται δὴ μάλιστα καὶ πρό γε τῶν ἄλλων ἐπιγινώσκουσιν, ὅσην τε τῶν καθ᾿ ἡμᾶς ποιεῖται φροντίδα μεμαθήκασιν ἐξ ὧν ἐνεργοῦσιν εἰς ἡμᾶς, τοῖς παρ᾿ αὐτοῦ πειθόμεναι νόμοις, ἐπ᾿ αὐτῶν γενήσεσθαι δεῖν τὴν κρίσιν ἐντέλλεται. εἰκὸς δὲ δή τι καὶ ἕτερον τὸν προφητικὸν ἡμῖν ὑποφαίνειν λόγον. ἐπειδὴ γὰρ ὄρη τε καὶ βουνοὺς καταλαμβάνοντες οἱ ἐξ Ἰσραὴλ ἐκεῖ τελετάς τε καὶ θυσίας τοῖς δαιμονίοις προσῆγον “ὑπο- “κάτω δρυὸς καὶ λεύκης,” ταύτῃτοι λοιπὸν πρὸς βουνοὺς ἡμαρτηκότας· κρίσις, ἐν οἷς ἦσαν ἐναργὴ τὰ τῶν κατηγορουμένων ἐγκλήματα. εἰκὸς δὲ βουνοὺς καὶ θεμέλια τῆς γῆς ὀνομάζειν αὐτὸν τοῦς ὑπερκειμένους ἐν δόξῃ καὶ ὑπεραίροντας ἐν τιμῇ τὴν τῶν ἀγελαίων πληθὺν, οἳ καὶ μάλιστα γεγόνασι τοῖς ὑπὸ χεὶρα καὶ ὁδὸς καὶ πάγη πρὸς ὄλεθρον. ἔφη γάρ που πρὸς αὐτούς “Ὅτι πρὸς ὑμᾶς ἐστι τὸ κρῖμα, ὅτι παγὶς ἐνεγήθητε “ τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον.” ὦ τοίνυν, φησὶ, τῶν ἄλλων ὑπερανεστηκότες, ὦ θεμέλια τῆς γῆς, τουτέστιν, ἐφ᾿ οἷς τὰ τῶν ἄλλων ἐρήρεισται πράγματα, ἀκούσατε τὴν πρὸς ὑμᾶς κρίσιν τοῦ πάντων Κυρίου.
Ἀλλ᾿ ὅ γε φρονῶν ὀρθῶς, ψάλλει καί φησι πρὸς τὸν τῶν ὅλων Δεσπότην “Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου.” περιέσται γὰρ πάνττως ὁ πάντα εἰδὼς, καὶ καυχήσεται μὲν οὐδεὶς ἁγνὴν ἔχειν τὴν καρδίαν, οὐδ᾿ ἂν γένοιτο καθαρὸς ἀπὸ ἁμαρτιῶν. πάνδεινον οὖν ἄρα τὸ κρίνεσθαι πρὸς Θεόν.
Ἰστέον δὲ ὅτι ἡ μὲν τῶν ἑβδομήκοντα ἔκδοσις ἔχει τὸ φάραγγες· ἡ δὲ τῶν Ἑβραίων βουνοὺς ὀνομάζει καὶ θεμέλια τῆς γῆς, ἵνα γνῶμεν διὰ μὲν τῶν βουνῶν τὸ οἷον ἦρθαι ὑψοῦ τοὺς τῶν λαῶν ἡγουμένους, καὶ τὸ τῶν ἄλλων ὑπερέχειν καὶ ἀνανήχεσθαι μέτρον, θεμέλια δὲ τοὺς αὐτούς. οἱ γὰρ χωρῶν ἢ πόλεων ἡγούμενοι, ὥσπερ εἰσὶ περιφανεῖς τὴν δόξαν, ἠρμένοι τε πρὸς τὸ ὑψοῦ, οὕτως εἶεν ἂν καὶ θεμέλια τῆς γῆς, τουτέστιν, ἔρεισμα τρόπον τινὰ καὶ ὑποβάθρα κείμενοι τῶν πραγμάτων. συμβέβηκε γὰρ ἐπ᾿ αὐτοῖς, καὶ οἷον ἐνίδρυταί πως, τὰ τῶν ἑτέρων πράγματα, καθάπερ ἔφην αὐτίως.
Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ.
Δικάζεται Θεὸς ἀπὸ προσώπου φωνῆς τοῦ Προφήτου, ἀπροφάσιστον ἀποφαίνων τῶν εἰς αὐτὸν δεδυσσεβηκότων τῆς ἀποστασίας τὸν τρόπον, καὶ πέρα λόγου τοῦ πρέποντος, μᾶλλον δὲ καὶ ἀποπληξίας ἁπάσης, τὰ τολμήματα, καὶ τὸ τῆς ἀναισθησίας μέγεθος ἀσύνηθές τε καὶ ξένον καὶ αὐτοῖς που τάχα τοῖς λίαν ἀγνώμοσι. ποία γὰρ εἰπέ μοι, φησὶ, τῶν εἰς ἐμὲ δεδυσσεβημένων ἡ πρόφασις; τί δὲ ὅλως τὸ δύσοιστον ἢ καὶ ὅλως φορτικὸν τῶν ἐμῶν θεσπισμάτων; ἢ τί τὸ λογισμοῦ τοῦ πρέποντος, πικρᾶς ὅτι σε δουλείας ἀπήλλαττον, πηλοῦ καὶ πλινθείας καὶ τῶν ἐντεῦθεν ἱδρώτων ἐξεκόμιζον εὐσθενῶς· προσκέκρουκα τοῖς ἠλεημένοις ὅτε καὶ ἀδικοῦσι τοῖ Αἰγυπτίοις καὶ αὐτὴν ἐμαυτῷ διεξώπλιζον τὴν αὐτὸν ἐμοὶ τὸν παιδαγωγὸν, ψημὶ δὴ Μωυσέα, τὸν εἰς εὐκλεᾶ σύνεσιν ἀποφέροντα, καὶ παραδεικνύντα σαφῶς τὸ ἁνδάνον Θεῷ, ἵνα ἔχοις ἀκράδαντον τὸ διαβιῶναι λαμπρῶς, καὶ εἰς ἄκρον ἤκειν εὐημερίας καὶ δόξης· οὐ μετρίαν δὲ τάχα καὶ αὐτὴν ποιήσει τὴν καταβοὴν τῆς ἱερουργίας· ἐγὼ μὲν γὰρ κέχρικα τὸν Ἀαρὼν, καὶ μεσιτεύειν προστέταχα Θεῷ καὶ ὑμῖν, καὶ ταῖς ἐν τύπῳ θυσίαις ἐκμειλίσσεσθαι Θεόν. ἀσχάλλετε δὲ καὶ πρὸς τοῦτο αὐτοί; τί δ᾿ ἂν εἴποιμι τὴν Μαριὰμ, τὴν τοῖς Αἰγυπτίοις ἀπολωλόσιν ἐπιτωθάζουσαν, καὶ ταῖς χορευούσαις ἐξάρχουσαν; εἶδε γὰρ ἥδε κατακτυποῦσα τὸ τύμπανον, ἵππον τε καὶ ἀναβάτην καταπεπνιγμένους ἐν ὕδασιν· ἀλλά σοι τάχα, καὶ τὸ νικᾶν ἀπευκτὸν, καὶ ἐν λόγῳ οὐδενὶ τὰ Θεοῦ, σοὶ μὲν διὰ μέσων ἐξιέναι κυμάτων ἐξεῖναι διδόντος, ἀνήμερον δὲ τοῖς ἐχθροῖς ἀποτελοῦντος τὴν θάλασσαν. ἐν ἤθει δὴ οὖν ποιεῖται τὰς μέμψεις, ὧν ἀσχήκασιν ἀγαθῶν διανιστὰς εἰς ἀνάμνησιν, καὶ οἱονείπως κατονειδίζων ἀστείως ὡς λήθην εἰσδεδγμένους, ὧν ἦν ἄμεινον μεμνῆσθαι διαπαντὸς, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις ἀντευφραίνειν τὸν Εὐεργέτην.
Ἐξήγαγε δὲ καὶ ἡμᾶς αὐτοὺς ὁ Σωτὴρ ἐξ Αἰγύπτου νοητῆς, τουτέστιν ἐκ σκότους καὶ διαμονίων πλεονεξίας, καὶ πηλοῦ καὶ πλινθείας ἐξείλετο, σαρκικῶν δηλονότι παθῶν καὶ ἀκαθάρτου φιληδονίας· διεβίβασε δὲ καὶ θάλασσαν τοὺς ἐν τῷδε τῷ κόσμῳ περισπασμοὺς, μόνον δὲ οὐχὶ καὶ πικρῶν ἀπήλλαξε κυμάτων τῶν ἐπ᾿ αὐτοῖς κινδύνων, καὶ νόμους τοὺς θείους εἰς νοῦν ἐνεχάραξεν· ἀνέδειξε δὲ καὶ ἱερουργὸν τὸν τῆς σωτηρίας ἡμῶν “ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦ.” ἐξαπέστειλε δὲ ὥσπερ καὶ Μαριὰμ, δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν, ἣ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς καταλαλάξει λαμπρῶς ἀνατιθεῖσα τὴν δόξαν τῷ σεσωκότι Θεῷ. ἀεὶ γὰρ ὕμονι καὶ χαριστήρια, καὶ τῆς τοῦ Θεοῦ δόξης ἔπαινοι καὶ ἀναῤῥήσεις ἐν ἐκκλησίαις. παραφυλακτέον δὴ οὖν καὶ ἡμῖν αὐτοῖς, μὴ ἄρα πως ἡμᾶς τοῖς Ἰουδαϊκοῖς ἐγκλήμασιν ὑποβάλῃ τὸ ῥᾴθυμον, καὶ μὴ φορτικὸν ἡγώμεθα τὸ ἁνδάνον Θεῷ. ὡς γὰρ ὁ μακάριός φησιν Ἰωάννης “Αἱ ἐντολαὶ “αὐτοῦ βαρεῖαι οὐκ εἰσί·” καὶ αὐτὸς δὲ ὁ Χριστός “Ὅτι ὁ “ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.” προσάγωμεν τοίνυν τὸ ἀδδάνον Θεῷ, ὅτι τῶν παρ᾿ αὐτοῦ φορτικὸν οὐδέν· χρηστὰ δὲ πάντα καὶ τοῖς ἄριστα διαβιοῦν ᾑρημένοις εὐδιακόσμητα παντελῶς.
Λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλάκ βασιλεὺς Μωὰβ, καὶ τί αὐτῷ ἀπεκρίοη Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν Σχοίνων ἕως τοῦ Γαλγὰλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ Κυρίου.
Εὐθύνει δὴ πάλιν, ὡς ἀνοσίως ἐξυβρικότας εἰς τὰ αὐτοῦ κράτη, καίτοι λέγειν ἔχοντας οὐδὲν, ἐφ᾿ οἷς ἦν εἰκὸς δίκῃ λεγυπημένους ἀποκλῖναι πρὸς ἀπόστασιν. ἠξίωσα γὰρ τοσαύτης φησὶ τῆς παρ᾿ ἐμοῦ φειδοῦς καὶ ἀγάπης, ὡς μηδ᾿ ὅσον ἧκεν εἰς νοῦν ἀνασχέσθαι δυσφημουμέων. ὁ μὲν γὰρ ἐπάρατος Βαλὰκ, ὁ Μωαβιτῶν τύραννος κατεμισθοῦτο τὸν Βαλαὰμ γόητα καὶ οἱωνοσκόπον, εἶτα καταράσασθαι παρεκάλει τὸν Ἰσραήλ· ὁ δὲ γε τῶν ὄλων Θεὸς παράδοξόν τι καὶ ὑπερφυὲς κατειργάζετο, τὴν τοῦ ψευδομάντεως γλῶτταν μετατρέπων εἰς εὐλογίαν. ἐπίκλημα δὲ ποιουμένου τὸ χρῆμα τοῦ Βαλὰκ, καταιτιωμένου τε τὸν οἰωνοσκόπον, ἀπεκόμιζε μὲν εὐὺς ἐφ᾿ ἑτέρους αὐτὸν βουνούς. εἶτα βωμοὺς ἐγείρειν προστάττων, καὶ ταύτους ἱερουργεῖν, ᾤετο τάχα που μὴ ἐν παντὶ τόπῳ δύνασθαι τὸν Θεὸν, ἀλλ᾿ ηὐλόγει πανταχῆ, καίτοι περιθέων ἐκ τῶν καλουμένων Σχοίνων· Χῶρος δὲ τῆς d Μωάβ· ἕως ὄρους Γαλγάλ. μνήσθητι δὴ οὖν τί μὲν ἐβουλεύσατο Βαλὰκ, τί δὲ Βαλαὰμ ἀπεκρίνατο. ἐγὼ μὲν γὰρ καὶ αὐτὰς ἀνέκοπτον τὰς καθ᾿ ὑμῶν δυσφημίας, οὐδὲ ὅσον ἧκεν εἰς λόγους καταλυπεῖν ἐπιτρέπων τὸν οὐωνοσκόπον. ὑμεῖς δὲ καὶ τούτων ἀμνημονήσαντες, τὴν ἐμοὶ πρέπουσαν δόξαν ὕλαις ἀψύχοις ἀνατεθείκατε, δαμάλεσι ταῖς χρυσαῖς ἐπιφωνοῦντές τε καὶ λέγοντες “Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, “οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου.”
Οὐκοῦν διανέμοντος τοῦ Θεοῦ τὰ ἐξ ἀγάπης ἡμῖν ἀγαθὰ, καὶ πλείστῃ μὲν ὅσῃ φιλοτιμίᾳ καταπιαίνοντος, καταδνοῦντος δὲ τοὺς ἐχθροὺς, παραλύοντός τε τὰ καθ᾿ ἡμῶν ἐγχειρήματα, τί ἂν δρῴημεν αὐτοὶ τὸ χρῆναι φρονεῖν ὀρθῶς ᾑρημένοι, ἢ ἐκεῖνό που πάντως τὸ δἰ οὗ ἂν γένοιτο καὶ ἡμὰς αὐτοὺς ὁρᾶσθαι θεοφιλεῖς. τοῦτο δὲ ἐστι, τὸ τοῖς αὐτοῦ θελήμασιν ἕπεσθαι, καὶ τὸ αὐτῷ θυμῆρες ἀποπεραίνειν εὖ μάλα, μονονουχὶ δὲ τῷ τῆς διανοίας παραστήματι γεγονότας ἐγγὺς, ἐκεῖνο λέγειν τὸ ἐν ψαλμοῖς “Ἐκολλήθη ἡ ψυχή μου ὁπίσω σου.”
Του Αυτου Εις Τον Αυτον Προφητην Τομος Τριτος Ἐν τίνι καταλάβω τὸν Κύριον; ἀντιλήψομαι Θεοῦ ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριασι χιμάρων πιόνων; εἰ δῷ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν; ἢ τί Κύριος ἐκζητεὶ παρὰ σοῦ, ἀλλ᾿ ἢ τοῦ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἐλεος καὶ ἕτοιμον εἱναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου;
Ἀπροφάσιστον τοοῖς ἐξ Ἰσραὴλ ἀποφήναντος τοῦ Θεοῦ τὴν ἀπόστασιν, καὶ τρόπον τινὰ δικασαμένου καὶ σαφῶς ἀπελέγξαντος, ὡς εἴη μὲν αὐτὸς κατὰ μυρίους ὅσους εὐεργετήσας τρόπους, οἱ δὲ πρὸς ἀμέτρητον ἐληλακότες ἀναισθησίαν λελυπήκασιν οὐ μετρίως τὸν σεσωκότα, τὸ τοῦ μετανοοπυντος εὐθὺς εἰσφέρεται πρόσωπον, οἱονείπως κλαίοντος ἐπί τε τοῖς ἤδη προεπταισμένοις, καὶ ζητοῦντος ἀναμαθεῖν, τίνα δὴ τρόπον διακρούσαιτο τὰ ἐγκλήματα, καὶ τῶν Θεῷ φιλτάτων ἀντέχοιτο σπουδασμάτων. Φησὶ τοίνυν Ἐν τίνι καταλάβω τὸν Κύριον; τί γὰρ προσοίσω, φησὶ, τί δὲ δράσαιμι λιπὸν, ὁ οὕτω προσκεκρουκώς; ἄρα δ[[η μόσχους ἱερουργῶν νέους τε καὶ ἁπαλοὺς ἔσομαι καθαρός; ἐπαινέσει δέ με Θεὸς εἰ ἑλοίμην ὁλοκαυτοῦν; εὕροιμι δ᾿ αὐτόν· τουτέστιν, ἐγγὺς ἔσομαι, καὶ εἰς οἰκειότητα παραδεχθήσομαι τὴν πνευματικήν· εἰ καὶ πολὺ πλῆθος ἀνθείην θρεμμάτων; ἀλλ᾿ ἐκεῖνα παρεὶς, τῶν τῆς ἐμῆς κοιλίας ἅψομαι καππῶν· εὐαρεστήσω δἐ ἆρα. καταθύσας αὐτῷ τῶν ἐμῶν τέκνων τὸ ἐξαίρετον, τουτέστι, τὸ πρωτότοκον;
Ταῦτά τινος οἱονείπως διασκεπτομένου καὶ λέγοντος, ἀποκρίνεται πώλιν ὁ Προξήτης, καί φησινν ἐν πνεύματι Οὐκ ἀσυμφανὲς τὸ χρῆμα, καὶ οὐ σὺν ἱδρῶτι ληπτόν. οἶσθά που πάντως τὸ ἀγαθὸν θέλημαι τοῦ Θεοῦ· ἀκήκοας τὸ δοκοῦν καὶ φίλον αὐτῷ. τοιγαροῦν ἐνδοιάζεις, ἄνθρωπε; ζητεῖ γὰρ παρὰ σοῦ τί ἕτερον ὁ τῶν ὅλων Θεὸς, ἢ ὅτι δὴ μόνον τὸ πποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου; τὸ μὲν οὖν ποιεῖν κρῖμα, τὸ κατεργάζεσθαι καὶ οληροῦν ἐστι τὴν δικαιοσύνην· κρῖμα γὰρ ἡ δικαιοσύνη· τὸ δὲ ἀγαπᾶν ἔλεος, τῆς φιλαλληλίας ἔχει τὰ αὐτχήματα, καὶ τῆς εἰς ἀδελφφοῦς ἀγάπης καταπλουτεῖ τὴν δόξαν. τὸ δὲ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου, τὸ εἰς πᾶν ὁτιοῦν εὐπειθὲς καὶ εὐήνιον ὑποφαίνει. δεὶν δὲ καὶ ἡμᾶς ὁ μακάριος ἔφη Παῦλος ἐνδύσασθαι μὲν “τὸν θώρακα τῆς δικαιοσύνης, ὑποδή- πη. ωι, “σασθαι δὲ καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου “τῆς εἰρήνης,” τουτέστι Χριστοῦ· προσεπιτάττει δὲ, λέγων “Ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν,” καὶ μὴν καὶ αὐτὸς ὁ Σωτήρ “Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν “οἰκτίρμων ἐστί.” ταῦτα φίλη τε καὶ ἀξιόληπτος θυσία Θεῷ, ὀσμὴ νοητῶν ὁλοκαυτωμάτων ὑπὲρ αἷμα καὶ καπνοὺς καὶ λιβανωτόν. τὰ μὲν γὰρ ἦσαν ἐν τύποις· τὰ δὲ αὐτὴν εὐωδιάζει Θεῷ τὴν ἀλήθειαν, ὃς καὶ δι᾿ ἑτέρου προφήτου φησίν “Ἔλεον θέλω ακὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοοῦ “ἢ ὁλοκαυτώματα.” ἐπιτήρει δὲ ὅπως τὸ μὲν τοῦ μεταγινώσκοντος πρόσωπον τὰ κατὰ νόμον θυσίας πληροῦν ἐσκέπτετο· Θεὸς δὲ προαναφαίνων ὡς ἀδρανὴς μέν ἐστι, καὶ ἀνικάνως ὁ νόμος ἔχει πρὸς ἀποκάθαρσιν ἁμαρτίας, παραπολὺ δὲ ἀμείνων καὶ ἀσυγκρίτως ὑπερκειμένη τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις, ἀπαράδεκτα μὲν ὥσπερ ποιεῖ- ται τὰ κατὰ τὸν νόμον, ἔφη δὲ ὅτι θελητὸν τῷ Θεῷ, τὸ ποιεῖν κρῖμα καὶ ἀγαπ[[αν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετ᾿ αὐτοῦ. ταῦτα δέ ἐστι τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα.
Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ.
Καὶ δἰ ἑτέρου τρόπου καθίστησιν ἐναργὲς, ὅτι τῆς δι᾿ αἱμάτων προσαγωγῆς οὐδεὶς ὁ καρπὸς, ὀνήσειε δ᾿ ἂν οὐ μετρίως τινὰ τῆς πνευματικὴς λατρείας ἡ δύναμις. τέθεικε δὲ τὴν φωνὴν ἐν τούτοις ἀντὶ τοῦ ὀνόματος, ἤτοι τῆς ἐπικλήσεως. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Εἰ ἐπιφημίζοιτο τῇ πόλει τὸ ὄνομα τοῦ Θεοῦ, πάντη τε καὶ πάντως σωθήσετι. μὴ γὰρ οἰηθῇς ἄνθρωπε, φησὶ, ταῖς δἰ αἱμάτων ἐφήδεσθαί με θυσίαις, μηδὲ ἀσεβῆ καὶ ἄνομον ἡγεῖσθαι πόλιν εἰ μὴ προσάγοι μόσχους εἰς ὁλοκαύτωσιν· ἀλλ᾿ οὐδ᾿ ἂν ὅλως σώσαιμι κινδυνεύουσαν, βουθυτεῖν ᾑρημένην, κἂν μηλοσφαγίαις μὲν καθαιμάττοι τὸ θυσιαστήριον, ἕλοιτο δὲ καὶ κριῶν προσάγειν ἀγέλας, ἀρκέσει δὲ μᾶλλον εἰς σωτηρίαν αὐτῇ τὸ ἐπικληθῆναι τὸ ὄνομα τοῦ Θεοῦ. ἐμὴ γὰρ πάντως ἡ τὰ ἐμὰ τιμῶσα κράτη, καὶ τὰ ἐμοὶ θυμήρη δρῶσά τε ἀμελλητὶ καὶ φρονεῖν ἑλομένη. τότε σώσω τοὺς φοβουμένους ἐμέ. οὐκοῦν ὅτε καὶ Θεοῦ λεγόμεθα, τότε καὶ δεδίαμεν αὐτὸν, καὶ παρ᾿ αὐτοῦ σωζόμεθα, καὶ τῆς πνευματικῆς λατρείας ἡ δύναμις τοιάδε νοοῖτ᾿ ἂν εἰκότως. ἔφη τι τοιοῦτον ὁ τῶν ὅλων Θεὸς καὶ διὰ φωνῆς τοῦ Δαυείδ “Ἄκουσον λαός μου, “ καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς “ ὁ Θεός σου εἰμὶ ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω “ σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παν- “ τος.” εἶτα τούτοις ἐπενεγκὼν, ὡς οὐ φάγεται κρέα ταύρων, ἀλλ᾿ οὐδ᾿ ἂν ἐκπίοι τὸ τράγων αἷμα, πάλιν φησί “ Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ “ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, “ καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.”
Ἄκουε φυλὴ, καὶ τί κοσμήσει πόλιν; μὴ πῦρ καὶ οἶκος ἀνό- μων θησαυρίζων θησαυροὺς ἀνομίας καὶ μετὰ ὕβρεως ἀδικίας;
Κατὰ φυλὰς γὰρ καὶ γένος κατῳκήκασι τὴν Ἰουδαίων, καὶ μέντοι καὶ τὴν Σαμάρειαν, οἱ ἐξ αἵματος Ἰσραὴλ, κατακληροδοτοῦντος αὐτοῖς τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ ἐπίκλην Ναυῆ. διαλέγεται τοίνυν ὁ Θεὸς οὐ πρὸς μίαν φυλὴν, ἀλλ᾿ οἷον πρὸς πάσας, ἤτοι πρὸρς ἑκάστην, πρέποντος τοῦ λόγου καὶ ἰδικῶς ἑκάστῃ, καὶ πάσαις. ἄκουε δὴ οὖν, ὦ πᾶσα φυλὴ, σώζεται μὲν πόλις ᾗπερ ἂν ἐπιφημίζοιτο τὸ ὄνομα τοῦ Θεοῦ. περιόψεται γὰρ οὐδαμῶς τοὺς φοβου- μένους αὐτὸν, ἀλλ᾿ ἔσται τεῖχος ἀπόρθητον, κόσμημά τε καὶ δόξα τοῖς ἐθέλουσι κατορθοῦν τὸ θεοφιλές. εἰ δὲ δὴ βούλεσθε, φησὶ, καὶ τὸ ἐναντίον ἰδεῖν, τί κοσμήσει πόλιν; οἶκος ἀνόμων, ἢ μετὰ ὕβρεως ἀδικία; ἆρα, φησὶ, διὰ πολλὴν ἁμαρτίαν εἰ δαπανῷτο πόλις ὑπὸ πυρὸς ταῖς τῶν πολεμίων ἁλοῦσα χερσὶν, εὐσχήμων ἔσται καὶ καλὴ, λαμπρὰν δὲ αὐτὴν καὶ εὐκλεεστάτην ἀποφήνειν ἂν οἶκος ἀνόμων, ὁ θησαυρίζων θησαυρους ἀδικίας, ὠφελήσει δὲ αὐτὴν μετα ὕβρεως ἀδικία; ἀλλ᾿ ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν ὀρθὰ φρονεῖν εἰωθότων, ὅτι δυσκλεᾶ καθίστησι τὰ τοιάδε. οὐ γὰρ ἂν ἥλω πόλις, καὶ δεδαπάνητο πυρὶ μὴ οὐχὶ πάντως προσκρούσασα διὰ πολλὴν ἁμαρτίαν. τί τοίνυν μεθέντες, φησὶ, τὰ δι᾿ ὧν ἂν σώζοιτό τε καὶ κατακαλλύνοιτο πόλις, ζηλωτὰ πεποίησθε μᾶλλον τὰ κατασίνεσθαι πεφυκότα, τετιμήκατε δὲ τὰ δι᾿ ὧν ἂν ὁρῷτο αἰσχρά τε καὶ ἀκαλλὴς, πονηροὺς ἔχουσα τοὺς οἰκήτορας, ἐρασιχρημάτους καὶ ἀδίκους καὶ θησαυρίζοντας ἀνομίαν;
Καὶ εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου, ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνέπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν;
Ἆρα γὰρ οἴεσθε, φησὶν, ἐν ζυγῷ δικαιωθήσεσθαι τὸν ἄνομον; τουτέστιν, εἰ δοκιμάζοιμί τε καὶ οἱονεὶ ταλαντεύοιμι τὸν ἑκάστου βίον, δικαιοσύνης τοῖς ἀδίκοις ψῆφον ἐπενεγκεῖν ἀνέχεσθαί ποτε τὸν φιλάρετον ἐμὲ πεπιστεύκατε; τοὺς δὲ ἐν μαρσίππῳ στάθμια δόλου, τουτέστι, τοὺς ἐκ πλεονεξίας καὶ ἀνισότητος καὶ φιλοκερδείας ἐκτόπου καταπλουτεῖν ἐθέλοντας διαφυγεῖν δύνασθαι νενομίκατε τὴν ὀργήν; ἀπὸ γὰρ τοιούτων λημμάτων τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνεπλησαν. γεγόνασι δὲ καὶ ψεῦσται καὶ ἀλαζόνες. παρέπεται γὰρ ἀεὶ τὸ μὲν ψεύδεσθαι φιλεῖν τοῖς τῆς ἀνισότητος ἐρασταῖς, καὶ λημμάτων αἰσχρῶν ἡττωμένοις καὶ φιλοκερδείας· μεγεαλη- γορία δὲ καὶ ὑπεροψία τοῖς ἤδη πεπ λουτηκόσιν.
Ἔχουσιν ἐν μαρσίπποις σταθμια δόλου καὶ οἱ τῶν ἀνοσίων δὲ δογμάτων εὑρεταὶ, οἱ “ πάντα τὰ ὀρθὰ διαστρέφοντες,” καὶ τὸν τῶν ἁπλουστέρων ὑποτρέχοντες νοῦν ἀπάταις καὶ δόλοις, καὶ πλουτοῦντες μὲν διὰ τοῦ θηρᾶσθαι πολλούς· πλὴν ἀσεβείας ἐπίμεστον τὸν τοιοῦτον ἑαυτοῖς συναγείροντες πλοῦτον, λαλοῦσιν ὁμολογουμένως ἀτρεκὲς μὲν οὐδὲν, παράσημα δὲ καὶ ψευδῆ, καὶ ταῖς ἐξ ἀπάτης κομψείαις οἱονεὶ κατακεχρωσμένα. ὑχοῦσι δὲ καὶ τὴν ἑαυτῶν γλῶτταν οἱ τοιοίδε πάλιν, “ἀδικίαν λαλοῦντες κατὰ Θεοῦ,” κατὰ τὸ γεγραμμένον, καὶ “Ἀποφθεγγόμενοι τὰ τῆς ματαιότητος ὑπέρ- “ ογκα ῥήματα,” οἷς ἀκόλουθον εἰπεῖν “Ἄκουε φυλὴ, καὶ “ τί κοσμήσει πόλιν; μὴ πῦρ ἢ οἶκος ἀνόμων θησαυρίζων “ θησαυροὺς ἀνομίας, καὶ μεθ᾿ ὔβρεως ἀδικία;” οὐ γὰρ εἰς κόσμον αὐτοῖς, ἀλλ᾿ εἰς δίκην ἔσται τὸ τῆς κολάσεως πῦρ. ἐπειδὴ δὲ οἶκοι γεγόνασι θησαυρίζοντες ἀνομίαν, εἰς ἀρὰν ἔσονται καὶ δίκην καὶ ἐν παντὶ πεσοῦνται κακῷ.
Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐν ταῖς ἀμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ ἐξώσω σε ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται· σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου. καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδώσω σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμὸν, καὶ ὀνείδη λαῶν λήψεσθε.
Ἐπειδὴ γὰρ οἶκοι γεγόνασιν ἀσεβῶν θησαυρίζοντες ἀνομίαν, καὶ συναγείροντες πλοῦτον ἐξ ἀδικιῶν, λοιπὸν ἀπειλεῖ τὴν δίκην, καὶ τῶν ἔσεσθαι προσδοκωμένων τὴν ἔφοδον ἐν ἀρχαῖς ἤδη πως τεθεῖσθαί φησιν, ὡς ἀναλόγως τοῖς πταίσμασι κατ᾿ αὐτῶν ἔσεσθαι τὸν ἀφανισμόν. καταπτοεῖ δὲ χρησίμως, καὶ τοῖς τῶν ἐσομένων δείμασι καθαπερεί τινι μονονουχὶ χλαινῷ περιτρέπει πρὸς τὸ δρᾶν ἑλέσθαι τὰ βελτίω, καὶ τοῖς δευτέροις ἐκμειλίσσεσθαι Θεόν. ἀπαριθμεῖται δὲ ὥσπερ, καὶ ἐν ὄψει τίθεται τὰς πληγάς. λιμῷ τε γὰρ αὐτοὺς κολασθήσεσθαί φησὶ, καὶ ταῖς τῶν ἐπιτηδείων ἐνδείαις, καὶ αὐτοὺς ἐν ἑαυτοῖς ἐξολοθρευθήσεσθαι, καὶ καταληφθήσεσθαι μὲν, οὐ μὴν ἔτι καὶ διαδρ;ναι παντελῶς. ἀλλ᾿ εἰ καί τινες ὅλως τὰ παραυτίκα βλάβη φυγεῖν ἰσχύσειαν, τούτους ἁλώσεσθαι, καὶ οὐκ εἰς μακρὰν, ἔργον τε γενήσεσθαι τῆς ἑτέρωων ῥομφαίας. ἐκεῖνο δὲ ἔοικεν ἡμῖν διὰ τούτου δηλοῦν. πλεῖστοι μὲν γὰρ ὅσοι κεκίνηνται πόλεμοι κατὰ τῶν ἐξ Ἰσραὴλ, ἤγουν κατὰ παντὸς τοῦ Ἰούδα, πλὴν οὐκ ἀεὶ παρ᾿ ἐχθρῶν· ὡπλίζοντο δὲ καὶ αὐτοὶ κατὰ σφῶν αὐτῶν, ὡς ποτὲ μὲν τὸν Ἐφραΐμ ἤτοι τὰς δέκα φυλὰς, κατεξανίστασθαι τοῦ Ἰούδα, ποτὲ δὲ καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις αὐτοῖς καταστρατεύεσθαι τοῦ Ἐφραΐμ· οὐκ εὐαρίθμητοι δὲ διολώλασι πόλεις, ὡς αὐτοὺς ἐν ἑαυτοῖς ἐξωσθῆναι πολλάις· c καὶ κατὰ τοῦτον τὸν τρόπον διωκομένους ἐκ πόλεων, 20 καταλαβεῖν μὲν ἑτέρας, πλὴν ἁλῶναι καὶ κατὰ καιροὺς, ἢ καὶ αὐτῶν που τάχα Περσῶν τε καὶ Μήδων. τοῦτο οἶμαί ἐστι τό Ἐξώσω σε ἐν σοὶ καὶ καταλήψῃ καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν εἰς ῥομφαίαν παραδοθήσονται. 1. ἀρχαῖς Α. ἀρχῇ Edd. 3. δείγμασι (sic) A. Statim haec καθαπερεί τινι accesserunt ex B. 5. ἐκμειλίσσεκθαι] μὲν ἐκμειλίσσεσθαι ea quae sequuntur usque ad καταληφθήσεσθαι μὲν (9.) omittens A. 8. ἐν ἑαυτοῖς ἐξολοθρευθήσεσθαι B. ἐν αὐτῷ ἐξαρθήσεσθαι Edd. καταληφθήσεσθαι] Hanc lectionem priorem B. edidi. καταλή ... ψεσθαι (sic ex corr. et litt. trium ras.) B. καταλήψεσθαι Edd. 9. διαδράνει pro διαδράναι Εdd. ante Migne. 10. ὅλως accessit ex A.B. praemittit εἰσὶν Α. 11. τε om. B. 12. ἐκεῖνο δὲ ἔοικεν ἡμῖν διὰ τούτου] ἔοικε δὲ διὰ τούτων ἐκεῖνο (omittens ἡμῖν) A. 14. ἤτοι pro ἤγουν κατὰ Α. τοῦ assumptum ex A. 17. καὶ om. A. τοὺς assumptum ex B. 18. αὐτοῖς Β. αὐτοὺς Edd. ante ἐν transp. A. 19. αὐτοὺς Α.Β. ἑαυτοὺς Edd. Statim ἐν αὐταῖς Α. 20. πόλεων Α. πόλεως idd. 21 μὲν om. A. Statim ἑτέρουε Edd. καὶ om. A. 22. τῆς om. A. βασιλέων Α. βασιλείων Edd. 23. τε assumptum ex A. 25. ἐὰν pro ἂν Α. (22. al.) Statim σωθῶσιν Edd. invitis A.B.
Ὅτι δὲ καὶ τῆς ἐξ ἀγρῶν εὐκαρπίας ἐστερημένοι, καὶ ταῖς τῶν ἀναγκαίων ἐνδείαις ἐκτετηγμένοι διαβιώσονται μὲν ἀθλίως, ἀποτίσουσι δὲ δίκας τῶν ἀνοσίως αὐτοῖς εἰργασμέων, καθίστησιν ἐναργὲς, διά γε τῶν ἐφεξῆς. σπερεῖς γάρ φησι καὶ οὐκ ἀμήσεις, καταφθείροντος οἶμαι Θεοῦ τοὺς καρποὺς, καὶ πιέσεις μὲν ἐλαίαν αὐτός· ἐλαιοφόρος γὰρ ἡ Σαμαρειτῶν χώρα· ἔσῃ δὲ οὕτως ἐλαίου, φησὶν, ἐνδεὴς, ὡς μηδ᾿ ἂν εἰ ἕλοιο, πρὸς ἀλοιφὴν εὑρεῖν εὐπορῆσαί που τάχα. πολυαμπέλου δὲ λίαν οὔσης ὑμῖν τῆς χώρας καὶ εὐοινούσης ἄγαν, ὡς καὶ πόλεσιν αὐτὸν διανέμειν ἑτέραις, οὐκ ἂν εὕροις πιεῖν αὐτός. ἀργήσει δὲ καὶ τὰ νόμιμά φησιν, ἃν σὺ τέθεικας τοῖς εἰδώλοις προσκομίζων αὐτοῖς τῆς εὐκαρπίας τὰς ἀφορμάς. ποῖος γὰρ ἔτι λοιπὸν ἀπαρχῆς ἀνάθεσις, εἰ ἅπας ὑμῖν διόλωλεν ὁ καπρὸς καὶ κατεφθάρη τὰ ἐν ἀγροῖς; ἢ ποῖα προσοίσεις χαριστήρια, καὶ ἐπὶ τίσιν εἰκότως, ὁ πίπτων ἀθλίως καὶ δαπανώμενος;
Εἶτα διδάσκων ὄτι οὐχ ἕτερος αὐτῷ παραίτιος ἂν νοοῖτο τῆς συμφορᾶς γενονὼς, ἀλλ᾿ αὐτὸς ἑαυτὸν ἀδικήσας ἁλώσεται τῶν ὅτι μάλιστα δεδυσσεβηκότων ζηλώσας τοὺς τρόπους, ἐπιφέρει καί φησι Καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδώσω σε εἰς ἀφανισμόν. Ζαμβρὴ γέγονε βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ, αὐτὸς δέ ἐστιν ὁ Ἀχαὰβ πατὴρ, ἀλλ᾿ ὡς τὸ γράμμα φησὶ τὸ ἱερὸν, πεπόρευται μὲν “ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ,” ὃς ἐξήμαρτε τὸν Ἰσραήλ· “ἐπονηρεύσατο δὲ ὑπὲρ πάντας τοὺς πρὸ “αὐτοῦ γεγονότας.” τοιγάρτοι καὶ δεδαπάνηται πυρὶ, κατ- εμπρήσας αὐτὸς ἐφ᾿ ἑαυτῷ τὸν ἴδιον οἶκον· γέγραπται γὰρ ὡδί. οἶκον δὲ, ὡς ἔοικεν, Ἀχαὰβ τὴν Ἰεζάβελ ἀποκαλεῖ· φόνοι δὲ ἦσαν ἐν ἐκείνῃ καὶ ἁρπαγαὶ καὶ διώξεις ἁγίων τὰ ἐπιτηδεύματα. ταῦτα δὴ οὖν τετήρηκάς φησιν, ἵνα σε καὶ ἀφανίσω δικαίων, καὶ γέγωτα ποιήσωμαι καὶ ὄνειδος τῶν ἄλλων.
Ἁρμόσομεν δὲ τὸν τοιόνδε λόγον καὶ τοῖς τῆς ἀληθείας ἐχθροῖς, οἳ ταῖς ἑαυτῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ ἀθλίων νοημάτων συναγείροντες συρφετοὺς, πλουτοῦσιν ὥσπερ ἐξ ἀδικίας, συλλέγοντες ἑαυτοῖς τὰ οὐκ ὄντα αὐτῶν, καὶ τὰς τῶν ἁπλουστέρων ἀγέλας πολεμίων δίκην καταδῃοῦν εἰωθότες, καὶ εἰς ἔκτοπον αὐτὰς ἀποφέροντες πλάνησιν. ἀκουέτωσαν τοίνυν Θεοῦ λέγοντος Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς. περιτυγχάνοντες γὰρ ταῖς θείαις γραφαῖς, εἶτα τῶν τῆς ἀληθείας δογμάτων οὐκ ἐμφορούμενοι, καίτοι δοκοῦντες ἐσθίειν, φθείρονται λιμῷ, οἰόμενοι δὲ καὶ καταλαμβάνειν τὴν τῆς σωτηρίας, οὐκ ἂν εὕροιεν, ὁδὸν, σπείροντες δὲ, ὥς γε νομίζουσιν, οὐδένα τῶν πόνων εὑρήσουσι τὸν μισθὸν, καὶ τὴν νοητὴν ἐλαίαν ἐκθλίβοντες, τουτέστι, τὸ γράμμα τὸ ἱερὸν, τῇ τοῦ Πνεύματος χάριτι μακρὰν εὐφροσύνης ἔσονται τῆς πνευματικῆς· τετηρήκασι γὰρ τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαὰβ, τουτέστιν, ἐπονηρεύσαντο, πεπλεονεκτήκασι, καὶ διωγμοὺς εἰργάσαντο κατὰ τῶν ἁγίων. ἔσονται δὴ οὖν εἰς ἀφανισμὸν, καὶ εἰς ἐπονείδιστόν τε καὶ ἐπάρατον ἀληθῶς καταστρέψουσι τέλος.
Οἴμοι ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς Κεφ. ζ΄. ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα.
Ἐξ ἀγάπης ὁ Προφήτης κατοιμώζει τοῦ Ἰσραὴλ, ὡς ὅσον οὐδέπω κατοιχησομένου εἰς ὄλεθρον, καὶ εἰς τοῦτο λοιπὸν ἥξοντος ἀριθμοῦ, ὡς ὀλίγους κομιδῇ καὶ μόλις περιλιμπάνεσθαι, ἐοικέναι δὲ τοῖς ἀποπίπτουσι τῶν σταχύων, οὓς αἱ τῶν ἀμώντων παρατρέχουσι χεῖρες, ὀλίγοι δὲ οὗτοι καὶ τοῖς τὴν καλάμην συλλέγουσι σπανιάκις ἁλώσιμοι. ἐοικέναι δὲ οὐδὲν ἧττον καὶ ταῖς καλουμέναις ἐπιφυλλίσιν, ἃς αἱ τῶν τρυγώντων παρῆλθον δρεπάναι. οἶμαι δὲ ὅτι καὶ τὸ τῶν ἁγίων δυσεύρετον διὰ τούτων ὑποδηλοῖ, ὡς ἐν ὀλίγοις ὄντων λειψάνοις κατ᾿ ἐκεῖνο καιροῦ, εὑρισκομένων δὲ οὕτως, ὡς ἂν εἰ καὶ ἄσταχυς εἷς ἐν ληΐοις τεθερισμένοις, ἢ καὶ ἐν τοῖς πρωτογόνοις τῶν βοτρύων αἱ τῶν δευτέρων ἐπεκβολαί. ἀέρος μὲν γὰρ καταθάλποντος, ἐκβράττεται τῶν κλημάτων ὁ βότρυς ὁ ἐν ἀρχαῖς τε καὶ πρῶτος. προϊόντος γεμὴν τοῦ καιροῦ, νόθη τις ἔσθ᾿ ὅτε καὶ δευτέρα μετ᾿ ἐκείνους ἀκολουθεῖ βοτρύων διεκβολή. ταῦτα δή ἐστι τοῖς τρυγῶσι δυσεύρετα, διάτοι τὸ ὡς ἐν πολλῇ τῇ φυλλάδι διαλανθάνειν εὐκόλως, καὶ ἐν ὀλίγαις εἶναι ῥαξί. ταῦτα συλλέγουσιν οὐκ ἀνιδρωτὶ, περιεργότερον ταῖς ἀμπέλοις ἐνιέντες τὸν ὀφθαλμὸν οἱ τοῖς τρυγῶσιν ἑπόμενοι. ἔοικε δὴ οὖν τῶν ἐπιεικῶν τὴν σπάνιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις κατολοφύρεσθαι λόγος. ὅτι δὲ πρὸς ζημίας γέγονε τοῖς ἐξ Ἰσραὴλ τὸ χρῆμα, τὸ ἐν ἐνδείᾳ γενέσθαι, φημὶ, τῶν ἁγίων, πῶς ἐστιν ἀμφιβαλεῖν; κήδεται γὰρ ἔσθ᾿ ὅτε καὶ χωρῶν καὶ πόλεων, καὶ πολλὰ λίαν ἀφίησιν ἐγκλήματα, φιλάνθρωπος ὢν ὁ Δεσπότης, πέντε που μόλις ἁγίων ἐν αὐτοῖς ηὑρημένων, κἂν ἐσώθησαν αἱ Σοδομιτῶν ποτὲ πόλεις, κατοικτείροντος Θεοῦ αἰδοῖ τῇ πρὸς τοὺς ἁγίους, καὶ ὀλίγους κομιδῇ, καὶ τὴν ὀργὴν ἀνακόποντος.
Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει, πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ, ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ.
Ἀτρεκὴς, ὡς ἔοικεν ἡμῖν, ὁ λόγος. ὀδύρεται γὰρ ὁ Προ- φήτης ὡς οὐκ ὄντος εὐλαβοῦς ἐν ὅλῃ τῇ γῇ, δῆλον δὲ ὅτι τῇ τῶν Ἰουδαίων, καίτοι κομώσῃ πάλαι πλείσταις τε ὅσαις ἁγίων κεφαλαῖς, καὶ διαφανῆ τὴν δόξαν ἐχούσαις. ταύτῃτοί φησι καὶ διὰ φωνῆς Ἡσαΐου Θεός “Πῶς ἐγένετο πόρνη “πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοι- “μήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.” τὸ γὰρ δὴ μάλιστα φορτικώτατον καὶ εἰς ἄκρον αὐτοὺς φαυλότητος διελάσαι παρασκευάσαν, τὸ ἐφ᾿ αἵμασιν αὐτοὺς δικάζεσθαι, καὶ φονᾶν ἀγρίως, ἀποῤῥίπτεσθαι δὲ καὶ ὡς ἕωλον κομιδῇ τὸ ἀγαθουργεῖν, ὥστε καὶ ἀναγκαῖον ποιεῖσθαι σπούδασμα, τὸ ἐπὶ μόνῳ τῷ κακοῦν ἑτέρους τὰς χεῖρας ἔχειν εὐπρεπεῖς. οὐδὲν γάρ ἐστιν τοῖς ὧδε ζῆν ἐλευθερίας διαβέβληται τρόποις. ἆρ᾿ οὖν κατηῤῥώστησε μὲν τὸ ἐν τούτοις εἶναι τὰ ὑπήκοον, ἔῤῥωται δὲ τὸ ἡγούμενον, καὶ ὑγιαίνει τὸ κρίνον; οὐδαμῶς, φησίν· ὁ γὰρ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε. πολλοὶ πολλάκις τῶν εἰς ἀρχὴν τεταγμένων, γεγόνασι μὲν ἀνόσιοι καὶ φιλοκερδέστατοι, καὶ καταπωλοῦντες εὐκόλως τὰς ἑαυτῶν γνώμας τοῖς παραφθείρειν ἐθέλουσιν. ἀλλ᾿ εἰ καὶ νενεύκασιν ἤδη εἰς τὸ οὕτω γοῦν ἡττῆσθαι δοκεῖν λημμάτων καὶ δωροδοκίας, ἀποτρέπονταί πως καὶ δόξῃ χρηστῇ κατακαλλύνειν ἐπείγονται τοὺς ἑαυτῶν τρόπους· τὸ δὲ δὴ προήκειν εἰς τοῦτο λοιπὸν ἀθλιότητος νοῦ καῖ τρόπων αἰσχρῶν, ὡς μονονουχὶ καὶ χεῖρα προτείνειν, κἂν εἰ μὴ λάβοι, δικάζων τὸν τοῦ δικαίου καταφθείρειν λόγον, καὶ ἀναισχύντως ἀπειλεῖν, πῶς οὐκ ἂν εἴη λοιπὸν ἁπάσης ἐπέκεινα βδελυρίας; μετ᾿ ἐμφάσεως δὴ οὖν ὁ λόγος, καὶ οἱονεὶ κατακεκραγότος τῆς πλεονεξίας Ὁ ἄρχων αἰτεὶ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν.
Ἆρ᾿ οὖν αἰτιάσαιτό τις τὸν εἰς εἰρήνην συλλέγοντα τοὺς μεμερισμένους εἰς διαφοράν; εἶτα πῶς ἂν ἀληθὲς εἴη, ὅτι “Μακάριοι οἱ εἰρηνοποιοὶ,” καὶ ποὶος αὐτῶν ὁ μισθός; ἀλλὰ σώζεται μὲν τοῖς τῆς εἰρήνης βραβευταῖς τὰ ἐ'ντεὺθεν αὐχήματα. πλὴν ὁ κρίνων ὀρθῶς, τὸ τῷ θείῳ δοκοῦν διερμηνεύει ωόμῳ, καὶ τοὺς μὲν ἀδικοῦντας ἐλέγξει, συναγορεύσει δὲ πάντως τοῖς ἠδικημένοις. ὅταν δὲ τοῖς ἀδικοῦσι λέγωμεν λόγους εἰρηνικοὺς, οὐκ ἐλέγχοντες αὐτοὺς ὡς ἡμαρτηκότας, τότε δὴ τότε παραλύσομεν ἐναργῶς τὸ τῷ Νομοθέτῃ δοκοῦν. ἔφη γὰρ ὅτι “Στόμα ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον “ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.” παρέπεται δέ πως ἀεὶ τοῖς δωροδοκεῖν εἰωθόσι τὸ μήτε δύνασθαι κρίνειν ὀρθῶς, μήτε μὴν ἐκ παῤῥησίας ἐλέγχειν τοὺς ἡμαρτηκότας, συμβουλεύειν δὲ μᾶλλον τὰ πρὸς εἰρήνην, κἂν εἰ πλείστην ὅσην ἐπιφέρωσί τισι τὴν πλεονεξίαν. καὶ τῆς νόσου τὴν αἰτίαν σαφῆ καθιστὰς ὁ Προφήτης, φησί Καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν· ἀρέσκει γὰρ ἴσως αὐτῷ, φησὶ, καὶ τὸ ἐκτόπως γεγενημένον. εἶτα πῶς ἐπιτιμήσει τοῖς ἠδικηκόσιν; ὃ γὰρ ἐπαινέσας ἔχει, πῶς ἂν ἔτι καταμωμήσαιτο; χρῆμα δὴ οὖν ἀνόσιόν τε καὶ ἐπιζήμιον ἀληθῶς ἡ πλεονεξία καὶ τὸ καταθλίβειν ἑτέρους.
Ἐπάρατον δὲ πρὸς τούτῳ καὶ τὸ αἰσχρῶν ἡττῆσθαι λημ- μάτων, ἥκειν δὲ εἰς τοῦτο δυσβουλίας, ὡς ἀλογῆσαι λοι[]ον καὶ τῶν εἰς ὀρθότητα τρόπων, καὶ τὸ κρίνειν ἀδεκάστως, μηδὲ ποιεῖσθαι περὶ πολλοῦ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς ἀδικεῖν εἰωθόσι, καὶ μερίζεσθαι πρὸς αὐτοὺς τὴν ἀσέβειαν, ἀλλοτρίαις τε οὕτω κοινωνεῖν ἁμαρτίαις. ὑποκείσεται δὲ ὅτι πάντη τε καὶ πάντως ὀργαῖς τε καὶ δίκαις ὁ τοῖς ὧδε δεινοῖς πλημμελήμασιν ἑαυτὸν ἐνιεὶς, πῶς ἂν ἐνδοιάσειέ τις, εἴπερ ἕλοιτο φρονεῖν ὁρθῶς;
Καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σῆς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρᾳ σκοπιᾶς.
Διττὸν ἐπηπείλησεν αὐτοῖς ἐπάγειν τῆς δίκης τὸν τρόπον. ἔφη γὰρ ὅτι “Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, καὶ ἀφανιῶ Supra “σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ φάγεσαι καὶ οὐ μὴ ἐμ- “πλησθῇς, καὶ ἐξώσω σε ἐν σοὶ, καὶ καταλήψῃ καὶ οὐ μὴ “διασωθῇς.” προσεπετίθει δὲ, ὅτι καὶ “Σύ σπερεῖς καὶ οὐ “μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ “οἶνον καὶ οὐ μὴ πίητε.” ὅτι τοίνυν οἰχήσεται μὲν αὐτοῖς τῆς ἐξ ἀγρῶν εὐκαρπίας τὸ ἀμφιλαφὲς, ἐλλείψει δὲ καὶ τὰ ζωαρκῆ, καὶ τῇ τῶν χρειωδεστάτων ἐνδείᾳ καταπιεσθήσονται, διδάσκει λέγων, ὡς ἐν εἴδει μὲν σητὸς δαπανήσειν πάντα αὐτῶν τὰ ἀγαθὰ, τουτέστι, τὰ οἷς ἦν εἰκὸς οὐ μετρίως ἐντρυφᾶν, καὶ τὸ τῆς εὐημερίας διακεκτῆσθαι πλάτος. ὅτι δὲ ἔμελλον παταχθήσεσθαί τε καὶ ἀφανισθήσεσθαι, ἐξωσθῆναί τε, ὥσπερ καὶ ἔν σφισιν αὐτοῖς, τουτέστιν, ἀλλήλοις συνδιολεῖσθαι, καὶ ὑπό γε σφῶν αὐτῶ οἴκων τε καὶ πόλεων ἐλεεινῶς ἐκπέμπεσθαι, διατρανοῖ λέγων Καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρα σκοπιᾶς· ἐξελοῦμαι γάρ φησι τὰ ἀγαθὰ αὐτῶν. καὶ οὐχὶ δὴ μόνον ὡς σῆς ἐκτρώγων, ἀλλὰ καὶ βαδίζων ἐπὶ κανόνος ὡς ἐν ἡμέρα σκοπιᾶς. καὶ δυσέφικτον μὲν κομικῇ τὸ ῥησίδιον, οἶμαι δὲ ἔγωγε μὴ ἂν ἑτέρως αὐτὸ νοηθῆναι δύνασθαι πρὸς ἡμῶν, εἰ μὴ γένοιτο σαφὴς ἡ τῶν εἰς τοῦτο βλεπουσῶν ἱστοριῶν προαφήγησις, ὃ δὴ καὶ ποιεῖν περάσομαι.
Γαβὰ τοίνυν κώμη τις ἐστὶν, ἤγουν πολίχνη κατὰ τὴν Ἰουδαίαν, ἐπὶ γηλόφου κειμένη, ἐκνεμηθεῖσα δὲ καὶ εἰς κλῆρον τοῖς ἐκ φυλῆς Βενιαμὶν, ὠνόμασται δὲ τοῦτο καὶ βουνὸς καὶ σκοπιά. μεμνήμεθα δὲ ὅτι Λευίτης ἀνὴρ, ὡς ἐν τῇ βίβλῃ γέγραπται τῶν κριτῶν, ὑβρισθείσης αὐτῷ τῆς παλλακίδος ὑπὸ τῶν ἐκ φυλῆς Βενιαμὶν ἐν αὐτῇ τῇ γῇ Γαβαὰ, κατατεμὼν τὸ λείψανον εἰς δυοκαίδεκα μέρη, ἁπάσαις ἔπεμψε ταῖς φυλαῖς, τῶν ἐκ φυλῆς Βενιαμὶν τὸ πλημμέλημα καταφανὲς ἅπασι καθιστάς. εἶτα συμβέβηκεν ἐντεῦθεν κατεξαναστῆναι μὲν πολέμου νόμῳ τῶν ἐκ φυλῆς Βενιαμὶν τὰς ἑν ἀρχῇ μὲν νενικηκότων τῶν ἐκ φυλῆς Βενιαμὶν, ὕστερον δὲ τῶν ἑτέρων φυλῶν κατεφθαρκυιῶν αὐτοὺς εἰσάπαν. μέμνηται τῆς ἱστορίς καὶ ὁ προξήτης Ὡσηέ. Φησὶ γὰρ, ὅτι “Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν, ἐξθάρητσαν “κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ.” ἐπειδὴ γὰρ, φησὶν, εἰδωλολατρείαν καὶ ψευδομαντείαν· ταυτὶ γὰρ ἡμῖν ἐν τούτοις ἡ μανία δηλοῖ· κατέπηξαν ἐν οἵκῳ Κυρίου, ταύτῃτοι καὶ κατεφθάρησαν ὡς ἐν ταῖς ἠμέραις τοῦ βουνοῦ, τουτέστι, τῆς Γαβαά. ὅτι δε ὁ βουνὸς ἤτοι Γαβαὰ καλεῖται καὶ σκοπιὰ, μαθήσῃ σαφῶς ἐκ τῶν γεγραμμένων ἐν τῇ τρίτῃ τῶν βασιλειῶν. Ἀσὰ μὲν γὰρ βεβασίλευκε τῆς Ἱερουσαλῆμ, Βαασὰ δὲ τῆς Σαμαρείας καθ᾿ ἕνα καιρόν. ἐπειδὴ δὲ κατεμερίζοντο πρὸς διχόνοιαν, καὶ ἀλλήλοις ἐπιμηνίσαντες τὸν τοῦ πολέμου νόμον ὡπλίζοντο, “Ἀνέβη, φησὶ, “Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν “Ῥαμὰ, τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον “τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.” καταθέοντος δὲ τὴν Σαμαρει- τῶν τοῦ Ἄδερ, ὁ μὲν Βαασὰ τῆς Ῥαμὰ ἀπεσκευάζετο, τοῖς πολεμίοις ἀντανιστάμενος. ἐκδεδράμηκε δὲ τῶν Ἱεροσολύμων ὁ Ἀσὰ, εἶτα γεγονὼς ἐν Ῥαμά “Παρήγγειλε, φησὶ, “παντὶ Ἰούδα εἰς Ἐνακεὶμ, καὶ αἴρουσι τοὺς λίθους τῆς “Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς ἅ ᾠκοδόμησε Βαασὰ, καὶ “ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βε- “νιαμὶν καὶ τὴν σκοπιάν.” ἐκαλεῖτο δὴ οὖν ἡ Γαβαὰ βοῦνός τε καὶ σκοπιά· διερμηνεύεται γὰρ οὕτως ἡ Γαβαὰ, διὰ τὸ ἦρθαί τε ὑψοῦ, καὶ ἐν γηλόφῳ κεῖσθαι καὶ σκκοπιᾷ.
“Ἄρξομαι δὴ οὖν τοῦ πατάξαι σε, καὶ ἀφανιῶ σε ἐπὶ “ταῖς ἁμαρτίαις σοῦ,” καὶ οὐ καθ᾿ ἕτερον τρόπον, ἢ κατ᾿ ἐκεῖνον αὐτὸν τὸν ἐν ἡμέρα σκοπιᾶς. βαδιοῦμαι γὰρ ὥσπερ ἐπὶ κανόνος, οὐκ ἐκκλινῶ δὲ εἰς δεξιὸν οὔτε μὴν εἰς εὐώνυμον, τῆς κατὰ σοῦ δίκης τὴν ὁδὸν ἐρχόμενος.
Ἕοικε δ[ε πάλιν τοιοῦτόν τι ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνειν λόγος. προφητεέι μὲν γὰρ ὁ Μιχαίας ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου. ἀλλ᾿ ὁ μὲν Ἰωάθαμ ἀνὴρ γέγονεν εὐσεβὴς, ὁ δὲ δὴ Ἄχαζ βδελυρὸς καὶ ἀπηχθημένος καὶ τῶν ὅτι μάλιστα διαβεβλημένων εἰς δυσσέβειαν. οὗ καὶ βασιλεύοντος Φακεὲ ὁ τοῦ Ῥομελίου, βασιλένων δὲ τὸ τηνικάδε τῆς Σαμαρείας, πεπολέμηκε τὸν Ἰούδαν, σύνοπλον ἔχων τὸν Ῥαασσὼν τὸν τῆς Δαμασκοῦ βασιλέα, πλείστους τε ὅσους ἀπέκτεινεν ἐν ἡμέρᾳ μιᾷ. γέγραπται γὰρ οὕτως ἐν τῇ δευ- τέρᾳ τῶν Παραλειπομένων περὶ τοῦ Ἄχαζ “Καὶ παρέ- “δωκεν αὐτὸν Κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως “Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐ αὐ- “τῶν αἰχμαλωσίαν πολλὴν, και ἤγαγεν εἰς Δαμασκὸν, καὶ “εἰς τὰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ “ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην, καὶ ἀπέκτεινε Φακεὲ “ὁ τοῦ Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδα, ἐν ἡμέρᾳ “μιᾷ ἐκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ, ἐν τῷ “αὐτοὺς καταλιπεῖν Κύριον τὸν Θεὸν αὐτῶν.”
Ἰστέον οὖν, ὅτι θεῷ προσκρούοντες ἐν ἐνδείᾳ μὲν εὐθὺς ἐσόμεθα παντὸς ἀγαθοῦ, καὶ λιμὸς ἡμᾶς κατατήξει δεινὸς τῶν θείων καὶ πνευματικῶν ἀγαθῶν, ἀλλήλους δὲ ὥσπερ δάκνοντες δαπανήσομεν. οὐ γὰρ βραβεύει Χριστὸς τὴν ἰδίαν εἰρήνην τοῖς οὐκ ἀγαπῶσιν αὐτὸν, ὃ δὴ μάλιστα συμβαῖνον ὁρᾶται τοῖς τῆς ἀληθείας ἐχθροῖς, παρ᾿ οἷς οὐκ ἔστιν εὑρεῖν χάρισμα πνευματικὸν, ἀλληλοφαγίαν δὲ ὥσπερ καὶ διαμάχην, ἔριν καὶ φιλονεικίαν καὶ σχίσματα· καὶ περὶ αὐτῶν ἂν λέγοι Θεός “Ὅτι ἀφέστηκα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ “τούτου, καὶἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται” καὶ ἰσχὺν καὶ ὁμοψυχίαν οὐκ ἐκείνοις· πόθεν; ἀλλὰ τοῖς τὰ αὐτοῦ σέβουσι διανέμοντος, καὶ οἷς ἂν εἰκότως τὸ τῆς εἰρήνης ἐνιζήσειεν ἀγαθὸν, τὴν τῆς ἀληθείας τιμῶσι δύναμιν, καὶ τὸ κατατέμνεσθαί ποι πρὸς ἐκτόπους εἰκαιοβουλίας οὐκ ἀνεχομένοις, καταθαυμάζειν δὲ μόνον τῆς ἀληθείας τὸ κάλλος ἐσπουδακόσιν.
Οὐαὶ οὐαὶ αἱ ἐκδικήσεις σου ἥκασιν, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν.
Ἀκούεις ὅπως καὶ τὰς τῶν θρηνούντων ἀπομιμεῖται φωνὰς, οὐ προσδοκώντων ἔτι τὰς συμφορὰς, ἀλλ᾿ οἷον ἐν αὐταῖς ἤδη γεγενημένων, καὶ κλαιόντων γυναικοπρεπῶς; ἥκασι γὰρ αἱ ἐκδικήσεις σου φησὶ, τουτέστιν, ἐνέστηκεν ὀ τῆς δίκης καιρὸς, ἐν χερσὶν ὁ πόλεμος, ἐπὶ θύραις ὁ πόνος. ἐπιφέρων γὰρ ὅτι Νῦν ἔσονται κλαυθμοὶ αὐτῶν, δέδειχεν ἐναρῶς, ὅτι μὴ εἰς μακρὰς ὑπερθέσεις τὰ τῆς προφητέιας ἔρχεται, κεῖται δὲ ὥσπερ ἐν ὀφθαλμοῖς. μετὰ γάρ τοι τὸν Ἰωάθαμ εὐθὺς γέγονεν ὁ Ἄχαζ πονηρὸς καὶ ἀποστάτης, καὶ τῶν ἰδίων τέκνων σφαγεὺς, ἂ τοῖς τῶν δαιμονίων ἀνετίθει βωμοῖς. ἐπ᾿ αὐτοῦ πεπτώκασιν “ἐν ἡμέρᾳ μιᾷ ἑκατὸν εἴκοσι χιλιάδες” τῶν ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμίν. ἰστέον δὲ, ὅτι κατ᾿ ἐκεῖνο τοῦ καιροῦ καὶ αὐτὸς ἐκτέτικε δίκας ὁ Ἰσραήλ. Φακεὲ γὰρ βασιλεύοντος, ἀνέβη Θεγλαφαλασὰρ βασιλεὺς Ἀσσυρίων κατὰ τῆς Σαμαρείας, καὶ πλείστας μὲν ὅσας αὐτῆς ὠλόθρευσε πόλεις, εἶλε δὲ καὶ τὴ Δαμασκὸν, καὶ αὐτὸν ἀπέκτεινε τὸν ῾Ρασσὼν, ὥστε καθ᾿ ἕνα καιρὸν συμβέβηκε δαπανηθῆναι μὲν τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ὑπὸ τῶν ἐν Σαμαρείᾳ δέκα φυλῶν, αὐτοὺς δὲ τοὺς ἐν Σαμαρείᾳ παθεῖν ὃ δεδράκασιν ὑπὸ τοῦ Βαβυλωνίου. ὁρᾷς οὖν, ὅπως μονονουχὶ τὸν κανόνα τῆς ὀργῆς διατρέχων, τὸν ἐν καιρῷ τοῦ βουνοῦ ἤτοι τῆς σκοπιᾶς, τετιμώρηκε τοὺς ἡμαρτηκότας.
Ἀλλ᾿ ἐκεῖνα μὲν τοῖς ἀρχαίοις “συνέβη τυπικῶς, ἐγράφη “δὲ εἰς νουθεσίαν ἡμῶν,” ἵνα τοῖς ἴσοις ἐναλῶναι πλημμελήμασι ἀεὶ διεκνεύοντες, διατελῶμεν ἐν εὐπαθείαις, εὐμενῆ καὶ φίλον καὶ προεστηκότα τὸν τῶν ὅλων ἔχοντες Θεόν. ἁρμόσειε δ᾿ ἂν καὶ μάλα εἰκότως τοῖς τὰ ὀρθὰ διαστρέφουσι, καὶ τὴν τῶν ἁπλουστέρων παραλύουσι πίστιν, καὶ ἡμᾶς αὐτοὺς ὡς εἰπεῖν Οὐαὶ οὐαὶ αἰ ἐκδικήσεις σου ἥκασι, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν. “Ἁμαρτάνοντες γὰρ εἰς τοὺς ἀδελ- “Φοὺς καὶ τ΄πτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, “εἰς Χριστὸν ἁμαρτάνουσι.” καὶ ὅτι πάντη τε καὶ πάντως ἀπολογήσονται τῷ Κριτῇ, καὶ “τῆς ἑαυτῶν δυσσεβείας “ἔδονται τοὺς καρποὺς,” πῶς ἔστιν ἀμφιβαλεῖν; ”Ἀνθ᾿ “ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς “ἀσεβεῖς ὀλεῖ,” κατὰ τὸ γεγραμμένον.
Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις, ἀπὸ τῆς συγκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ· διότι μἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.
Πλημμελοῦντες πολυτρόπως οἱ ἐξ Ἰσραὴλ, καὶ ἐπί γε σφίσιν αὐτοῖς καταθηγοντες εἰς ὀργὰς τὸν τῶν ὅλων Δεσπότην, εἶτα διὰ τῶν ἁγίων προαναμανθάνοντες προφητῶν, ὡς ἐν ἀφύκτοις ἔσονται κακοῖς, εἰ μὴ ταῖς ἐπιεικείαις ἐξημεροῦν ἕλοιντο τὸν Δεσπότην, δέον ἑλέσθαι φρονεῖν ὀρθῶς, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς τιθασεύειν λελυπημένον· τοῦτο μὲν οὐκ ἔδρων οἱ δείλαιοι· πόθεν; δυσβουλίας δὲ μᾶλλον εἰς τοῦτο κατώλισθον, ὡς οἴεσθαί τε καὶ πιστεύειν, ὅτι περιέσονται μὲν τῆς θείας ὀργῆς, κατευμεγεθήσουσι δὲ, καὶ λίαν εὐκόλως, πολέμου παντὸς, εἰ τὰς τῶν ὁμόρων ἐθνῶν ἔχοιεν ἐπικουρίας, καὶ τὰς τῶν ἀρχόντων συμπνοίας καὶ ὑποσχέσεις. ὅτι δὲ ψυχροῖς καὶ εἰκαίοις ἐπιτεθαῤῥήκασι φενακισμοῖς, καὶ ἀνόνητον ἕξουσι παντελ[ς τὴν ἐπίδα, διδάσκειν αὐτοῦς ὁ Προφήτης πειρᾶται, λέγων Μὴ καταπιστεύετε ἐν Φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγυμένοις· σφαλερὸν γὰρ τὸ χρῆμα καὶ ἀνόνητον παντελῶς. ἐπειδὴ γὰρ ἧκεν ὁ Βαβυλώνιος καταδῃώσων τὴν Σαμάρειαν, τότε δὴ τότε τῶν ὁμόρων ἐθνῶν οἱ ἡγούμενοι, καίτοι πλείστην ὅσην αὐτοῖς ὑπισχνούμενοι τὴν ἐπικουρίαν, τοὺς ὑπέρ γε σφῶν αὐτῶν ἀγῶνας ἔχοντες οὐ μετρίως, ἀσπαστὸν ἡγοῦντο τὸ σώζεσθαι μόνον, τὸ δὲ δὴ χρῆωαι καὶ ἐπικουρεῖν, οὐδ᾿ ὅσον εἰς νοῦν ἐποιοῦντο τάχα. μὴ τοίνυν ἐν φίλοις καταπιστεύετε, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις· ἴστε δὲ, φησὶν, ὅτι Θεοῦ καθ᾿ ἡμῶν κινοῦντος τὰ ἐξ ὀργῆς, οὐδὲ αὐτὸς ὑμῖν ὁ τῆς φύσεως νόμος καὶ τῆς ἐμφύτου φιλοστοργίας ἡ δύναμις τὴν εὔνοιαν χαριεῖται, κἂν γοῦν τῶν ἐξ αἵματος ἐγγύς τε καὶ αὐτοί. καὶ γύναιον μὲν ἀνδρὸς ἀλογήσει τότε, υἱοὶ δὲ πατράσειν ἐπαναστήσονται, καὶ μὴν καὶ μητράσι θυγατέρες. αὐτὸς γὰρ, φησὶν, ὁ τῆς φιλοστοργίας τοὺς νόμους ἐγχαράττων τῇ φύσει, μεταπείσειεν ἂν εὐκόλως καὶ ιμεταβαλεῖ πρὸς τὸ ῥᾴθυμον.
Πλὴν ὅτι τῆς ἔν γε τούτοις ἡμῖν ῥᾳθυμίας ὁ τρόπος οὐχ εἷς ἂν νοοῖτο καὶ ὁ αὐτὸς, ἀλλὰ διττὸς καὶ διάφορος. οἱ μὲν γὰρ τοῖς φιλοστοργίας προσκρούουσι νόμοις, ἀνοσίως τοῖς γεγεννηκόσι ἐπιφυόμενοι, οἱ δὲ τοῦτο δρῶσι καὶ Θεὸν εὐφραίνοντες καὶ τὰς ἰδίας ψυχὰς ἀνασώζοντες. καὶ γοῦν ἔφασκεν ὁ Σωτήρ “Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι “ἐν τῇ γῇ; οὐχὶ, λέγω ὑμῖν, ἀλλ᾿ ἂ διαμερισμόν. ἔσονται “γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς “γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ τρισί. διαμερισθήσονται πατὴρ ἐπὶ “υἱῷ καὶ υἱὸς ἐπὶ πατρὶ, μητὴρ ἐπὶ τὴν θυγατέρα καὶ θυ- “γάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς “καὶ νύμφη ἐπὶ τὴν πενθεράν.” ψήφῳ δὴ οὖν ὀρθῇ στεφανώσομεν τὴν οὕτω λαμπρὰν ἀφιλοστοργίαν. προσοικειοῖ γὰρ τῷ Θεῷ, κἂν εἰ τῆς κατὰ σάρκα συγγενείας ἀποτέμοι τινὰς, ὥστε καὶ ἀναμελῳδεῖν εὖ μάλα τὸ διὰ φωνῆς τοῦ Ps. xxvi. d 10. “Δαυείδ Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλειπόν “με, ὁ δὲ Κύριος προσελάβετό με.”
Ἐγὼ δὲ ἐπὶ τὸν Κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, εἰσακούσεταί μου ὁ Θεός μου.
Ἁρμόσειεν ἂν, καὶ μάλα εἰκότως, ταυτὶ μετανοούσῃ τε τῇ Σιὼν, καὶ τῶν τῆς αἰχμαλωσίας πόνων ὡς ἔσται κατὰ καιροὺς προαναθρούσῃ τὸ πέρας. εἷλε μὲν γὰρ τὴν Βαβυλωνίων ὁ Κῦρος, ἀνῆκε δὲ μόλις ἐν λειψάνοις ὄντα τὸν Ἰσραήλ, καὶ ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς, οἴκοι τε ἰέναι προστέταχε καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀναδείμασθαι νεών. τότε γὰρ οἷά περ ἐκ σκότους καὶ δεσμῶν ἀῤῥήκτων διαδιδράσκοντες, ἐν φωτὶ γεγόνασι, Θεοῦ κατοικτείροντος, καὶ εἰς τὴν ἄνωθεν αὐτοῖς πρεπωδεστάτην ἐλευθερίαν ἀνενήχοντό πως, ἀνιέμενοί τε καὶ χαίροντες. ἐγὼ τοίνυν φησὶ ἐπὶ τὸν Κύριον ἐπιβλέψομαι, ὀψὲ μὲν λίαν καὶ μετὰ πεῖραν ὧν ἔδει παραιτεῖσθαι τὴν ἔφοδον. πλὴν εἰς Θεὸν ἕξειν τὴν ἐλπίδα φησὶν, ὑπομένειν τε τὴν παρ᾿ αὐτοῦ σωτηρίαν, διακεῖσθαί τε καὶ ἀραρότως, ὅτι φιλάνθρωπος ὢν, κατήκοος ἔσται τὼν ὀδυρμῶν αὐτῆς καὶ παραδέξεται τὰς λιτάς. σωτηρίας δὲ, οἶμαι, νοοῖτ᾿ ἂν ἀρχὴ τὸ ἀποστῆσαι μὲν τέως τὸν νοῦν τῆς ἀρχαίας ἀπάτης, ἀνθρλέσθαι δὲ λοιπὸν τὸ φρονεῖν ὀρθῶς, καὶ τῆς σωτηρίας χορηγὸν αὐτὸν καὶ πρύτανιν οἴεσθαι ὑπάρχειν τὸν τῶν ὅλων Δεσπότην, καὶ μὴ τὸ οὕτως ἐξαίρετον ἀγαθὸν, ἢ ταῖς ἐξ ἀνθρώπων ἀπονέμειν ἐπικουρίαις, ἤγουν ἀνούστατά τε καὶ ἀμαθέστατα δῶρον ἔσεσθαι προσδοκᾶν τῆς ἀδρανεστάτης τῶν εἰδώλων πληθύος.
Πάλαι μὲν γὰρ κατέβαινον πρὸς Αἰγυπτίους, ἀπῴχοντό τε καὶ εἰς Ἀσσυρίους, τὰς παρ᾿ ἀμφοῖν συμπνοίας τε καὶ ἐπικουρίας οὐκκ εὐαριθμήτων χρημάτων ὠνούμενοι. προσῄεσαν δὲ καὶ εἰδώλοις ἀψύχοις, πληροῦντες θυσίας, καὶ προσεπιτούτῳ τὰς ὑπέρ γε σφῶν αὐτῶν προσάγοντες λιτάς. νυνὶ δὲ φασιν ὡς ἐπιβλέψονται μὲν ἐπὶ τὸν Κύριον, ὑπομενοῦσι δὲ αὐτὸν, τουτέστιν, ἐκδέξονται τὴν παρ᾿ αὐτοῦ σωτηρίαν καὶ χάριν, καὶ μὴν ὅτι καὶ εἰσακουσθήσονται παρ᾿ αὐτοῦ, αὐτῷ δηλονότι καὶ οὐχ ἑτέροις ἔτι προσάγοντες τὰς ἱκετηρίας. τοῦτο δὲ ἧν ἀνανηφούσης, ὡς ἔφην, τῆς Σιὼν, καὶ ὁρώσης ἤδη πρὸς τὸ δέον μὲν ἀποσείεσθαι τὴν ἀρχαίαν ἐκείνην πλάνησιν, μεταβουλεύεσθαι δὲ τὰ ἀμείνω καὶ δρᾶν ἑλέσθαι τὰ χρήσιμα.
Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα, καὶ ἀναστήσομαι· διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ μοι. ὀργὴν Κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρῖμά μου καὶ ἐξάξει με εἰς τὸ φῶς, καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.
Χαριέστατά μοι δοκεῖ διαπεπλάσθαι νυνὶ τῆς Σιὼν ὁ λόγος πρὸς τὴν ἀπηνῆ καὶ ὑβρίστριαν καὶ ἀλαζόνα πόλιν, δῆλον δὲ ὅτι τὴν Βαβυλωνίων, τὴν οἱονείπως ἐπιτωθάζουσαν ὡς πεπορθημένῃ τῇ Ἰουδαίων χώρᾳ. μὴ γὰρ ἐπαγάλλου, φησὶν, ὡς κειμένῃ. νενίκηκας γὰρ, οὐκ αὐτὴ μᾶλλον ὑπερισχύσασα, καταβαλοῦσα δὲ ἀῤῥωστοῦσαν ἐμὲ τὸ προσκροῦσαι Θεῷ, καὶ διὰ τοῦτο κειμένην. ἀλλ᾿ ἥξει καιρὸς, ὅτε καὶ ἀναστήσομαι, κἂν εἰ γέγονα, φησὶν, ἐν σκότει “Τῷ ξύλῳ “λέγουσα Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με” καὶ τὸν ἐπὶ ταῖς δαμάλεσιν ἀνιεῖσα λόγον· ἔφην γὰρ ἔφην ἐξ ἀποπληξίας “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν “σε ἐκ γῆς Αἰγύπτου·” ἀλλ᾿ οὖν ἔσομαι καὶ εἰς φῶς, ἐπιγνώσομαι τὸν Δεσπότην, τὸν σώζοντα, τὴν ἐπίκουρον, τῆς εὐσθενείας τὸν χορηγόν· ἀνέξομαι δὲ τῶν συμβεβηκότων, καὶ ὑποστήσομαι τὰ δεινὰ, κατακεκράξομαι δὲ οὐδαμῶς ὡς ἀδικοῦντος Θεοῦ, διακείσομαι δὲ μᾶλλον, ὡς ὀρθὴν ἐπ᾿ ἐμοὶ τὴν ψῆφον ἐνέγκαντος, κἂν εἰ πέπομφεν εἰς αἰχμαλωσίαν. πεπλημμέληκα γὰρ, καὶ φέρω τὰ ἐξ ὀργῆς, ἕως ἂν δικαιώσῃ τὴν δίκην μου, τουτέστιν, ἕως ἂν τὴν ἰσοπαλῆ τοῖς πλημμελήμασιν ἐπιμετρήσας κόλασιν, κατοικτείρῃ λοιπὸν, καὶ τὴν πάλαι ἐσκοτισμένην τῇ τῆς πλάνης ἀχλύϊ ἀποφήνῃ λαμπρὰν, διά γε τοῦ γνῶναι τὸν ἀληθῆ καὶ φύσει Θεὸς οἱονεί πως ἐν φωτὶ καὶ αὐτὴν γενέσθαι παρασκευάσας· καταθαυμάζοιτό τε, φησὶν, εἰκότως, καταδεικνὺς ἐπ᾿ ἐμοὶ τῆς ἑαυτοῦ δικαιοσύνης τὸ εἰλικρινές. ὥσπερ γὰρ οὐκ ἔξω δίκης πλημμελοῦσαν ἐκόλαζεν, οὕτως ἐν ἴσῳ ποιήσεται λόγῳ, τὸ παθοῦσαν ἤδη καὶ μεταγινώσκουσαν, καὶ φροντίδος ἀξιοῦν καὶ κατοικτείρειν κειμένην.
Οὐκοῦν ἀγαθὸς ὁ τῶν πάντων Δεσπότης, καὶ τοῖς ἐπιστρέφουσιν εἰς αὐτὸν διανέμει μὲν ἀμελλητὶ τὸν ἔλεον, κατευφραίνει δὲ καὶ σφόδρα πλουσίως τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς, ἀνιεὶς ἀμνησικάκως τὰ πάλαι διεπταισμένα.
Καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην, λέγουσα πρὸς μέ Ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν τοῖς ὁδοῖς· ἡμέρας ἀλοιφῆς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη.
Ἥλω μὲν ἥλω τῶν Ἰουδαίων ἡ χώρα, καὶ δορίληπτος εἰς Βαβυλῶνα καὶ Μήδους ἀπεκομίσθη κατὰ καιροὺς ὁ Ἰσραὴλ, οὐκ ἰδίαις δυνάμεσι κατευμεγεθοῦντος αὐτῶν τοῦ κεκρατηκότος, ἀποστρεφομένου δὲ μᾶλλον αὐτὸν ὡς ἡμαρτηκότα τοῦ διασώζοντος Θεοῦ, καὶ οἷον ὑπὸ χεῖρα φέροντος τῶν ἐχθρῶν, διὰ τὸ καὶ εἰδώλοις ἀψύχοις ἑλέσθαι προσκυνεῖν, ἀποσείεσθαι δὲ καὶ τὸν πάλαι διὰ Μωυσέως ὁρισθέντα νόμον, καὶ ἁπαξαπλῶς ἀπονεῦσαι πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, οὐδένα τε φαυλότητος τρόπον ἀνεπιτήδευτον ἐᾶν. εἶτα λαβόντες οἱ Βαβυλώνιοι, καὶ ταῖς ἑαυτῶν δυνάμεσιν ἀνάπτοντες τὸ νικᾶν, καὶ αὐτῆς τῆς θείας κατεσοβαρεύσαντο δόξης, ᾤοντό τε κρατήσειν τῆς Ἰουδαίας, κἂν εἰ ἕλοιτο σώζειν αὐτοὺς ὁ τῶν ὅλων Θεός· καὶ λαβόντες ὑπὸ χεῖρα τοὺς ἡμαρτηκότας, δεινοῖς τε καὶ ἀφορήτοις κατῃκίσαντο πόνοις, χαλεπὴν αὐτοῖς ἐπαρτήσαντες τὴν δουλείαν. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν τῶν Ἀσσυρίων ἀνοσίαν πληθὺν, ἤγουν πρὸς τὴν Βαβυλῶνα “Ἰδοὺ ἐγὼ “πρὸς σὲ τὴν ὑβρίστριαν” καὶ μέντοι καὶ περὶ αὐτῶν τῶν ἐξ Ἰσραήλ “Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χειράς σου, σὺ δὲ “οὐκ ἔδωκας αὐτοῖς ἔλεος· τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν “ζυγὸν σφόδρα, καὶ εἶπας Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα.” οὐ γὰρ ἦν ἔλεος παρ᾿ ἐκείνοις, οὐ φειδὼ ἡλικίας, οὐ γήρως αἰδὼς, οὐ σπλάγχνα οἰκτιρμοῦ. δέδονται δὴ οὖν ταύτῃτοι δικαίως εἰς χεῖρας καὶ αὐτοὶ Περσῶν τε καὶ Μήδων, καταστρατηγοῦντος Κύρου, ὃς εἷλε τὴν Βαβυλῶνα. καὶ περὶ αὐτῶν που τάχα φησὶν ὁ προφήτης Ἱερεμίας “Ἐπιθήσον- “ταί σοι, καὶ ἁλώσῃ Βαβυλὼν, καὶ οὐ γνώσῃ· εὑρέθης “καὶ ἐλήφθης, ὅτι τῷ Κυρίῳ ἀντέστης. ἤνοιξε Κύριος τὸν “θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ.” σκεύη δὲ φησι τῆς ὀργῆς τοὺς πεπορθηκότας αὐτήν. συμβέβηκε τοίνυν ληφθῆναι μὲν ὑπὸ Κύρου τὴν Βαβυλωνίων, ἀνεθῆναι δὲ τῆς αἰχμαλωσίας τὸν Ἰσραήλ. ταύτῃτοί φασιν οἱ λελυτρωμένοι, ὅτι ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην. ὅταν γὰρ ἴδῃ κείμενα μὲν εἰς γῆν τὰ ἴδια τέκνα οἰκτρῶς τε καὶ ἀδοκήτως ἀπολωλότα, τοὺς δὲ ὑπὸ χεῖρέχοντας, πῶς οὐ πάντη τε καὶ πάντως περιβαλεῖται αἰσχύνην, καίτοι λέγουσά ποτε Ποῦ Κύριος ὁ Θεός σου; ἐπόψομαι γὰρ αὐτὴν ὡς πηλὸν ἐν ὁδοῖς ὑπὸ πόδας ἐχθρῶν ἐῤῥιμμένην τε καὶ πεπατημένην. εἶτα πρὸς αὐτὴν ὁ λόγος τὴν Βαβυλῶνά φησιν Ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη, ἀντὶ τοῦ Ὁ καιρὸς καθ᾿ ὃν ἂν γένοιο, φησὶν, ὑπὸ πόδας ἐχθρῶν, Κύρου δηλονότι συμπατοῦντός τε καὶ καταθλίβοντος ἐν ἴσω πηλοῖς τὴν ἀλαζόνα τε καὶ ὑβρίστριαν.
Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ χρῆναι νοεῖν τὰ τοιάδε πάλιν ἱστορικῶς, ἀποχρώντως ἡμῖν εὖ μάλα καὶ εὖ ἔχων ἐκπεποίηται λόγος. ἐφαρμόσειε δ᾿ ἂν οὐδὲν ἧττόν τις αὐτὰ καὶ τῇ νοητῇ Σιὼν, τουτ;στι τῇ Ἐκκλησίᾳ κατευμεγεθούσῃ τῶν ἐχθρῶν καὶ πατούσῃ τοὺς διώκοντας καὶ τῶν πολεμεῖν εἰωθότων αὐτὴν κατακερτομούσῃ τὸ ἀδρανὲς, κἂν εἰ δοκεῖεν ἔσθ᾿ ὅτε περιγίνεσθαι καὶ κρατεῖν. πολλοὶ μὲν γὰρ λίαν οἱ καὶ ὀδόντας αὐτῇ δυσσεβῶς ἐπιτρίζοντες καὶ ὀργὰς ἐπιθήγοντες καὶ πᾶν εἶδος συνιστάντες ἐπιβουλῆς· τοῦτο μὲν Ἑλλήνων παῖδες τοῖς σφῶν αὐτῶν ἀσυνέτοις εὑρήμασιν οὐ μετρίως ἐπαγωνιζόμενοι, καὶ τῆς τῶν εἰδώλων ἀπάτης ὑπεραθλοῦντες γενικῶς· τοῦτο δὲ καὶ οἱ κατὰ τῶν ἁγίων μάλιστα φονῶντες αἱρετικοὶ, καὶ ἀπηνέστερόν που τάχα κατὰ τῶν ὀρθὰ φρονεῖν ᾑρημένων ἀγριαίνοντες, ἢ ἐκεῖνοι μᾶλλον οἱ καὶ τὴν πίστιν οὐ προσηκάμενοι. διαγυμνάζοντος γὰρ ἔσθ᾿ ὅτε τοὺς ἁγίους τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ πειρασμοῖς περιπίπτειν ἐῶντος, καὶ οἷάπερ ἐν πυρὶ δοκιμάζοντος τοὺς γνησίους προσκυνητὰς, ὀφρὺν οἱ δείλαιοι κατ᾿ αὐτῶν ἐπαίρουσι τὴν ἀγέρωχον, μονονουχὶ δὲ πονοῦντας ὁρῶντες, τό Ποῦ Κύριος ὁ Θεός σου, φηλνάφως κατακεκράγασιν. ἀλλ᾿ b ἥ γε σοφή τε καὶ πάναγνος καὶ ἁγία παρθένος, ἡ σπίλον τε καὶ ῥυτίδα μὴ ἔχουσα, φήσειεν ἂν εἰκότως “Ἐγὼ δὲ ἐπὶ τὸν “Κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, “εἰσακούσεταί μου ὁ Θεός μου·” καταπατήσει δὲ ὅτι τοὺς ἀνθεστηκότας ὡς πηλὸν ὁδῶν, καὶ ὡς οὐκ ἂν ἐφησθεῖεν εἰσάπαν αὐτῇ, κἂν εἰ κατασείοιτό πως, οἱ πειράζειν εἰωθότες, πῶς ἔστιν ἀμφιβαλεῖν; “τεθεμελίωται γὰρ ἐπὶ τὴν πέτραν,” καὶ ἔστιν αὐτῆς ἔρεισμα Χριστὸς, κρηπὶς ἀκράδαντος, καὶ διηνεκὴς ἀσφάλεια, Σωτήρ τε καὶ Λυτρωτής.
Φαίη δ᾿ ἂν οἶμαί που τό “Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου “ὅτι πέπτωκα,” καὶ ὅσα τούτοις συνήρμοσται, καὶ ἀνθρώπου ψυχὴ, πλημμελήσασα μὲν καὶ κατεγνωσμένη, μεταχωροῦσα δέ πως ἐπὶ τὸ χρῆναι μετανοεῖν καὶ τῆς διὰ Χριστοῦ σωτηρίας ἐκδεχομένη τὴν χάριν. ἐρεῖ γὰρ ὡς πρὸς ἐχθρὰν τὴν τυραννήσασαν ἁμαρτίαν Μὴ ἐπίχαιρέ μοι· πέπτωκα μὲν γὰρ ὁμολογουμένως, τὸ τῷ Θεῷ δοκοῦν παραλύσασα, καὶ τὸν ἐμαυτῆς καθεῖσα νοῦν εἰς φιληδονίας κοσμικάς. ἀλλ᾿ οὐ μακρὰν ἐλπίδος εἰμὶ ὅτι καὶ ἀναστήσομαι, κἂν εἰ γέγονά πως ἐν ἀχλύϊ καὶ σκότῳ· φῶς γὰρ καὶ αὐτὴ εὑρήσω Χριστὸν, καὶ ὁ τῆς δικαιοσύνης ἥλιος εἰς νοῦν ἀνατείλας λελευκα- σμένην ἀποφανεῖ. “Ὀργὴν Κυρίου ὑποίσω, ὅτι καὶ ἥμαρτον “αὐτῷ.” εἰ γὰρ καὶ γέγονα, φησὶν, ἐκ προσώπου βραχὺ, δέδομαι δὲ καὶ εἰς νοῦν ἀδόκιμον, ἀλλ᾿ οὖν ἔσομαι σοφὴ, καὶ παθοῦσα δικαίως τὴν ἀποβολὴν εἴσομαι τὸ κρῖμα, καὶ δὴ καὶ ὀρθῶς γενέσθαι φημί· κεκόλασμαι γὰρ οὐ μάτην. ἐπειδὴ δὲ τὴν πρεπωδεστάτην ἐκτέτικα δίκην, “ὄψομαι τὴν δικαιο- “σύνην αὐτοῦ.” δικαιοσύνη δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τίς ἂν εἴη λοιπὸν, πλὴν ὅτι Χριστός; οὕτω γὰρ ἡμῖν αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ ἀποκαλεῖ λέγων “Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη “μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι.” εἶτα τῆς ἐν Χριστῷ δικαιοσύνης τὴν χάριν καὶ τῆς ἁμαρτίας τὴν καταστροφὴν ἐννοήσασά που κατὰ τὸ εἰκὸς ἡ τοιάδε ψυχὴ, σοφῶς καὶ ἀγχίνως ἀνακεκράξεται Καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην ἡ λέγουσα πρὸς μέ Ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς· ἡμέρα ἀλοιφῆς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη. ἐπειδὴ γὰρ ἐπιδεδήμηκεν ὁ Χριστὸς, δικαιῶν τῇ πίστει τοὺς ἠμαρτηκότας, ἐμπέφρακται μὲν τῆς ἀνομίας τὸ στόμα, κατῃσχύνθη δὲ ὥσπερ καὶ ὁ ταύτης εὑρετής. καὶ ὁ μὲν ἀπελήλαται, καὶ τῆς καθ᾿ ἡμῶν ἀποπέπτωκεν ἀρχῆς, ἡ δὲ ὡς πηλὸς ἐν ὁδοῖς πεπάτηται λοιπὸν, τοῖς τῶν ἁγίων ποσὶν οἱονείπως ὑπενηνεγμένη. γέγονε δὲ αὐτῇ καὶ ἐξάλειψις ἡ ἡμέρα Χριστοῦ, καθ᾿ ἣν ἕκαστον τῶν προσιόντων αὐτῷ καθαρὸν ἀποφαίνει τῶν ἀρχαίων αἰτιαμάτων διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ κατασφραγίζει τῷ Πνεύματι πρὸς ἁγιασμὸν,κ καὶ ἐν τέκνοις καταγράφει Θεοῦ.
Καὶ ἀπώσεται νόμιμα ἡ ἡμέρα ἐκείνη· καὶ αἱ πόλεις σου ἥξουσιν εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν Ἀσσυρίων, καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως ποταμοῦ, καὶ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους. καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατοικούντων αὐτὴν, ἐκ καρπῶν ἐπιτηδευμάτων αὐτῶν.
Διὰ μέσου τέθειται τὸ τῆς Σιὼν πρόσωπον, ἤτοι τῆς Ἱερουσαλὴμ τετραμμένης ἤδη πως πρὸς μετάγνωσιν, καὶ τὴν ἐλπίδα θεμένης επὶ Θεῷ, διατεθειμένης τε ὅτι καὶ λυτρωθήσεται, καὶ πατουμένην ἐπόψεται τὴν Βαβυλωνίων, καίτοι λέ- γουσαν ἐξ ὑπεροψίας αὐτῇ “Ποῦ Κύριος ὁ Θεός σου;” τὴν δέ γε τῶν προκειμένων διάνοιαν ἐφαρμόσαι τις ἂν οὐχὶ τοῖς διὰ μέσου μᾶλλον, ἀλλὰ τοῖς ἀνόπιν βραχύ· ποῖα δὲ ἦν ἄρα ταυτὶ, δι᾿ ὀλίγων ὑπομνήσομεν. μὴ γὰρ δὴ χρῆναι πιστεύειν αὐτοὺς ἐν φίλοις, μήτε μὴν ἐλπίζειν ἡγουμένοις προστέταχεν. ἐδήλου δὲ, ὅτι καὶ γύναιον μὲν ὀλιγωρήσει πρὸς ἄνδρα, καὶ πατρὸς ἀλογήσει τέκνον, καὶ τῆς εἰς μητέρας αἰδοῦς ἀφειδήσουσι θυγτέρες, καλούντων εἰς τοῦτο τῶν ἐκ τοῦ πολέμου δειμάτων. ἔνθα γὰρ ἂν ὁ τοῦ παθεῖν φόβος κατὰ πάντων ἐν ἴσῳ φαίνοιτο τρέχων, ἐκεῖ δή που πάντως ἑκάστῳ φροντὶς ἡ προυργιαιτέρα τῆς οἰκείας ἔσται ζωῆς, τῆς ἑτέρου πάντως κατημελημένης.
Κατ᾿ ἐκεῖνο δὴ οὖν φησὶ τοῦ καιροῦ, ἤγουν κατ᾿ ἐκέίνην τὴν ἡμέραν, καθ᾿ ἣν ἂν ῥᾴθυμοι γένοιντο τῆς περὶ πατέρας φιλοστοργίας υἱοὶ, θυγατέρες δὲ αὖ τῆς περὶ μητέρας, ἀπωσθήσεται τὰ νόμιμα, τουτέστιν, ἀτονήσει λοιπὸν καὶ ὁ τοῦ πρέποντος λόγος· οὐ γὰρ ἐν σχολῇ μὲν αἰτιάσεται πατὴρ τὸν υἱὸν ὡς ἠμεληκότα καὶ φύσεως νόμων, οὔτε μὴν τοῖς ἐκ τοῦ καθήκοντος ἐπιτιμίοις ὑποθήσει θυγατέρα μητὴρ λελυπημένη, φροντίδος ἑτέρας ἐπηρτημένης, μᾶλλον δὲ ὀλέθρου καὶ τῶν εἰς ἄκρον κακῶν. οἰχήσονται γὰρ εἰς ἐρήμωσιν αἱ πόλεις, καὶ εἰς διαμερισμὸν καὶ καταστροφήν. οἱ μὲν γὰρ ἐκείνης, οἱ δὲ τῆς γείτονος, ἕτεροι δὲ τῆς ὁμόρου καταστρατεύσονται, καὶ ἁπάσης καταδραμοῦνται τῆς γῆς ἐξ ὄρους εἰς ὄρος, ἐξ ἠοῦς εἰς δύσιν, ὡς ἐκ βορέου πρὸς νότον, ὡς μέχρι τερμάτων ἅπασαν ἁπλῶς καταδῃοῦσθαι τὴν γῆν, ἀπὸ Τύρου ἔως ποταμοῦ καὶ ἐξ ὄρους εἰς ὄρος. εἰκὸς δὲ δὴ πάλιν νόμιμα λέγειν ἐν τούτοις τὰς ἐν ἔθει τεθειμένας τοῖς τῶν εἰδώλων τεμένεσιν ἑορτὰς, ἤγουν τὰς θυσίας. ἀνῃρημένων γὰρ αὐτοῖς τῶν πόλεων, οἴκων τε καὶ τῶν ἐν αὐτοῖς ἁπάντων διηρπασμένων, τίς ὁ πληρώσων ἔτι τὰ νενομισμένα, καὶ τοῖς τῶν εἰδώλων ἕδεσι καὶ ναοῖς προσκομιῶν τὸ σέβας;
Ἴοι δ᾿ ἂν ὁ λόγος, καὶ μάλα εἰκότως, καὶ ἐπ᾿ αὐτοὺς εἴπερ ἕλοιτό τις τοὺς ἑτερόφρονας καὶ δοκησισόφους καὶ τὰ ὀρθὰ τῆς Ἐκκλησίας δόγματα διαστρέφοντας. ἥλωσαν γὰρ ὡς πόλεις, καὶ εἰς διαμερισμὸν γεγόνασι τοῖς ἐχθροῖς· δῆλον δὲ ὅτι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου· καὶ μερίδες γεγόνασιν ἀλωπέκων, κατὰ τὸ γεγραμμένον, μερισάμενοι τὴν ἀσέβειαν καὶ τοὺς τῆς βλασφημίας τρόπους καὶ τῆς ἀληθείας τὴν κατάῤῥησιν. συμβέβηκε δὲ ταυτὶ καὶ τοῖς Ἰουδαίων δήμοις, ὅτε τὸν Ἐμμανουὴλ ἀνοσίως περιυβρίσαντες, ἐκβεβλήκασι μὲν ἔξω τοῦ ἀμπελῶνος, κατὰ τὸ γεγραμμένον, σταυρῷ δὲ παρέδοσαν, καίτοι λέγοντες καὶ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος. τοιγάρτοι πεπόρθηνται καὶ ἀκλεῶς διολώλασιν, οὐχ ἑτέρου του χάριν, ἢ ἐκ καρπῶν ἐπιτηδευμάτων. δέον γὰρ ἄγασθαι τὸν Δημιουργὸν, τῆς εἰς τὸν κόσμον ἀγάπης, ὅτι “ τὸν Υἱὸν αὐτοῦ “τὸν Μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ “ἀπόληται ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον,” τοῦτο μὲν οὐκ ἔδρων· πόθεν; ἀναφυσώμενοι δὲ πρὸς ἀλαζονείας ἀπεκτόνασι τὸν Δεσπότην, ἀνταποδιδόντες αὐτῷ πονηρὰ ἀντὶ ἀγαθῶν, κατὰ τὸ γεγραμμένον, καὶ πᾶν εἶδος δυσσεβείας ἀνοσίως ἐπι- τηδεύοντες. ἀκουέτωσαν δὴ οὖν “Πορεύεσθε τῷ φωτὶ τοῦ “πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε,” καὶ μὴν καὶ τό “ Ἔδεσθε τοὺς καρποὺς τῶν ἰδίων ἐπιτηδευμάτων.”
Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας κατὰ μόνας δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου, νεμήσονται τὴν Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος. καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσθε θαυμαστά.
Ἐφήρμοσται πάλιν τοῖς διὰ μέσου κειμένοις ὁ λόγος, καὶ μετανεύει πρὸς τὸ χρηστὸν, τῇ τῷ ἐν Χριστῷ νοουμένων ἀγαθῶν ἐλπίδι προτρέπων ἐπὶ τὸ ἄμεινον καὶ μετατιθεὶς εὖ μάλα πρός γε τὸ ἑλέσθαι βιοῦν ὀρθῶς. τεθορύβηκε μὲν γὰρ οὐ μετρίως τῇ προαγορεύσει τῶν σκυθρωπῶν τοὺς εὐκόλως ἰόντας ἐπὶ τὸ ῥᾳθυμεῖν, ἀνακτᾶται δὲ αὖ, τὸ κατευφραίνειν εἰδὸς εὖ μάλα παρεντιθεὶς, ὡς ἂν μὴ ἀπογινώσκοντες οἱ πρὸς οὓς ὀ τῆς νουθεσίας πεποίηται λόγος, φέροιντο κατὰ πετρῶν, ἀμεταστρεπτί τε καὶ ἀχαλίνως. γέγραπται γάρ “ Ὅταν ἔλθῳ “ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ.” εἰσκεκόμισται τοίνυν ἢ τὸ αὐτοῦ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, λέγον τῷ Υἱῷ Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κληρονομίας σου, ἤγουν ἔτι πάλιν τὸ πρόσωπον ἡμῖν τὸ προφητικὸν αὐτῷ τρόπον τινὰ διακεκραγὸς τῷ Ἐμμανουὴλ, ὅτι χρὴ ποιμαίνειν αὐτὸν ἐν ῥάβδῳ δὸν ἴδιον λαὸν ἢ κλῆρον. λαὸς δὲ Χριστοῦ, καὶ μέντοι καὶ πρόβατα νομῆς αὐτοῦ νοηθεῖεν ἂν οἵτε ἐκ περιτομῆς πιστεύσαντες, καὶ οἱ κεκλημένοι πρὸς ἁγιασμὸν ἐκ τῆς τῶν ἐθνῶν πληθύος. ἔκτισε γὰρ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀποκατήλλαξεν ἀμφοτέρους διὰ τοῦ σώματος αὐτοῦ πρὸς ἕνωσιν τὴν πνευματικήν. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός “Καὶ ἄλλα πρόβατα ἔχω·” τοὺς ἐκ περιτομῆς δηλονότι· “κἀκεῖνα δεὶ με ἀγαγεῖν, καὶ γενήσεται μία ποίμνη, εἷς “ποιμήν.”
Λαὸς οὖν ἄρα Χριστοῦ, φυλή τε καὶ πρόβατα καὶ κληρονομία οἱ “οὐκ ἐξ ἔργων νόμου,” δεδικαιωμένοι δὲ μᾶλλον διὰ τῆς πίστεως. οἱ μὲν γὰρ ὑπὸ κατάραν ἦσαν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· οἱ δὲ φαῖεν ἂν ἐφ᾿ ἑαυτοῖς ἀληθεύοντες “Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν “οὐρανὸν καὶ τὴν γῆν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.” καταποιμαίνει δὲ τοὺς ἰδίους ἐν ῥάβδῳ Χριστὸς, οὐκ ἐν σιδηρᾷ καταπλήττων, καὶ ὡς σκεῦος κεραμέως συντρίβων, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἀλλ᾿ ἐπιστρέφων ἐν ἠπιότητι, καὶ οἷα ποιμὴν ἀγαθὸς, μετρίοις ἀνακόπτων δείμασι τὰς ἐπὶ τὸ ῥᾴθυμον ὁρμὰς τῶν πεπιστευκότων· οὕτω γάρ που φησὶν ὁ τῶν ὅλων Δεσπότης, ὡς ἐν προσώπῳ Δαυεὶδ τὸν ἐφ᾿ Υἱῷ διαπλάττων λόγον “ Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν “νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ “δικαιώματά μου βεβηλώσουσι, καὶ τὰς ἐντολάς μου μὴ “φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, “καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ “διασκεδάσω ἀπ᾿ αὐτῶν.” οὐκοῦν συντρίβει μὲν, ὥσπερ ῥάβδῳ καταπαίων τῇ σιδηρᾷ, τὸν ἐξήνιον, ἀπειθῆ τε καὶ ἀλαζόνα, καὶ τὴν πίστιν οὐ προσιέμενον· παιδαγωγεῖ δὲ χρηστῶς τοὺς πεπιστευκότας, καὶ καταβόσκει μὲν ἐν κρίνοις, ὅτι τῇ θεοπνεύστῳ γραφῇ, καθιστὰς ἐναργῆ διὰ τοῦ Πνεύματος τοῖς νουνεχεστέροις τὰ ἐν αὐτῇ κεκρυμμένα, ἵνα “πρὸς ἄνδρα τέλειον ἀναβαίνωσι, καὶ εἰς μέτρον ἡλικίας “τοῦ πληρώματος τοῦ Χριστοῦ,” λιπαρὰν ἔχοντες καὶ εὐτροφουμένην τὴν φρένα, καὶ ταῖς νοηταῖς ἐνσπαταλῶσαν τρυφαῖς.
Κατασκηνοῦμεν δὲ κατὰ μόνας οἱ ἀπόλεκτοι καὶ ἐκκεκριμένοι, καὶ τῶν ἄλλων ἀποφοιτήσαντες, οἳ μόνα φρονοῦσι τὰ ἐπὶ τῆς γῆς καὶ τὴν τῶν προσκαίρων ἐκτετιμήκασι κτῆσιν, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ἐνδούμενοι, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων οὐ μετρίως ἀπονενεύκασιν. οὐκοῦν ἠρεμαῖον ἔχοντες τὸν νοῦν, καὶ τύρβης αὐτὸν τῆς εἰκαίας καὶ βδελυραῖς ἀπαλλάττοντες, ἔξω που τεθείμεθα, σεπτήν τε καὶ ἀξιάγαστον διαζῶμεν ζωὴν, καὶ κατὰ μόνας ἐσμὲν, καθά- περ ἀμέλει καὶ ὁ προφήτης Ἱερεμίας. ἔξη γὰρ ὅτι “Κύριε “παντοκράτωρ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, “ἀλλ᾿ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας “ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.” κατοικοῦμεν δὲ κατὰ μόνας οἷάπερ ἐν δρυμῷ καὶ ἐν ὄρει. καὶ δρυμὸν μὲν νοήσεις εὔξυλόν τε καὶ εὐανθῆ τὴν διφυᾶ παίδευσιν, ἠθικήν τε φημὶ καὶ δογματικὴν, ὄρος δὲ τὸ οἷον ὑψοῦ τε καὶ ἀνηγμένον. χθαμαλὸν γὰρ οὐδὲν τῶν παρ᾿ ἡμῖν φιλοσοφουμένων, καὶ σπουδῆς ἀξιουμένων ἐν Ἐκκλησίᾳ, ὅτι δὲ πίων τε καὶ εὔβοτος ἡ τοιάδε νομὴ, κατασημαίνει πάλιν ὡς ἐκ παχυτέρων παραδειγμάτων, νεμηθήσεσθαι λέγων τοὺς ὑπὸ Χριστῷ παιδαγωγουμένους τήν τε Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν· χωρία δὲ ταῦτα πλείστην ὅσην καὶ ἀμφιλαφῆ τοῖς θρέμμασιν ἀναβρύοντα νομὴν, καὶ ποικίλῃ πόᾳ πλουσίως κατεστεμμένα. ἀπὸ δὴ τῶν σωματικῶν καὶ ὡς ἐν αἰσθήσει κειμένων ἀναθρώσκοντες σοφῶς ἐπὶ τὰ πνευματικὰ, καὶ τὴν ἔσω τε καὶ κεκρυμμένην θεωρίαν ἐννοῶμεν, ὅτι τοῖς τῆς θεοπνεύστου γραφῆς ἐντρυφῶν θεωρήμασιν ἐναβρύνεται μὲν τῶν ἁγίων ὁ νοῦς, πιμελῆς δὲ ὥσπερ τινὸς ἀναπίμπλαται, πρακτικῆς, ὡς ἔφην, καὶ θεωρητικῆς ἀρετῆς ἀφθόνως μεταλαχὼν, οὐκ εἰς χρόνον τινὰ βραχὺν καὶ συνεσταλμένον, ἀλλ᾿ ὡς ὁ Προφήτης φησὶ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, τουτέστιν, εἰς μακρὸν καὶ ἀπέραντον. τὰ μὲν γὰρ εὐφραίνοντα τὴν σάρκα σὺν αὐτῇ πίπτει καὶ μαραίνεται καὶ ἐν ἴσῳ σκιαῖς παριππεύοντα μετὰ βραχὺ συστέλλεται· τῶν δὲ ἄνωθεν καὶ πνευματικῶν ἀγαθῶν ἡ μέθεξις μακροῖς αἰῶσι συνεκτείνεται· ἀναπόβλητος γὰρ τῶν τοιούτων ἡ κτῆσις.
Ἔφη δὲ ὅτι ὄψεσθε θαυμαστὰ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐκ γῆς Αἰγύπτου. ὥσπερ γὰρ τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπαλλάττων τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, διαφόροις κολάσεσι κατῃκίζετο τοὺς ἐθέλοντας πλεονεκτεῖν, πηλῷ τε αὐτὸν καὶ πλινθείᾳ κατατρύχοντας, οὕτω δὲ καὶ ἡμᾶς τοὺς πεπιστευκότας τῆς τοῦ διαβόλου χειρὸς καὶ τῆς νοητῆς δου- λείας ἔξω τιθεὶς ὁ Σωτὴρ, ἔδησε τὸν ἰσχυρὸν ὡς αὐτός φησι, καὶ ἐξέβαλεν ἔξω τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. καὶ ὥσπερ ὁ Φαραὼ κατεποντίσθη, καὶ ἀπόλωλεν ὁμοῦ τοῖς ἰδίοις ὑπασπισταῖς· οὕτω πάλιν ὁ σατανᾶς ὁμοῦ τοῖς ἀκαθάρτοις πνεύμασι μονονουχὶ γέγονεν ὑποβρύχιος, σειραῖς ζόφου τε- ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ ἐβαπτίζοντο· οὕτω καὶ ἡμεῖς εἰς Χριστὸν βεβαπτίσμεθα. αὐτὸς γάρ ἐστιν ἡ νοητὴ νεφέλη, ἡ τὴν ὑφ᾿ ἥλιον καταρδεύουσα, καθάπερ τισὶν ὑετοῖς, τοῖς εὐαγγελικοῖς κηρύγμασι. καὶ ὥσπερ ἐκείνοις καθίει τὸ μάννα κατὰ τὴν ἔρημον, οὕτω καὶ ἡμῖν ἑαυτὸν δίδωσιν εἰς τροφὴν “ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν “διδοὺς τῷ κόσμῳ,” καὶ εἰσεκομίζοντο μὲν εἰς γῆν ἐκεῖνοι τὴν αἰσθητήν· ἡμεῖς δὲ τὴν ἄνω κατακληρονομοῦμεν πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν· καὶ ταύτην εἶναι τὴν γῆν φησὶν ὁ Σωτὴρ, ἣν καὶ τοῖς πραέσιν d ἐπηγγείλατο. οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν πάλαι γεγενημένων ἐπὶ τῷ Ἰσραὴλ μαθήσῃ σαφῶς τῶν διὰ Χριστοῦ κατωρθωμένων ἐν ἡμῖν τὴν δύναμιν.
Ἐπειδὴ δὲ τοῖς ἀκροωμένοις τὸ τελοῦν εἰς ὄνησιν πανταχόθεν ἡμᾶς ἐκπορίζειν ἀναγκαῖον, φέρε καὶ ἑτέραν ἰόντες ὁδὸν, ἀπὀ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἑλόντες λέγωμεν. Κάρμηλος μὲν γὰρ Περιτομῆς ἐπίγνωσις ἑρμηνεύεται, αἰσχύννη δὲ Βασανῖτις, Γαλααδῖτις γεμὴν Διαθήκης μετάθεσις. ἔχει δὲ λίαν ἔν γε δὴ τούτοις μάλιστα τὸ πιπθανὸν ὁ λόγος. ἐσόμεθα τοίνυν, Χριστοῦ ποιμαίνοντος, ἐν ἐπιγνώσει περιτομῆς, δηλονότι τῆς ἐν Πνεύματι νοουμένης. περιτετετμήμεθα γὰρ ἡμεῖς ἀχειροποιήτῳ περιτομῇ, καὶ τὸν ἐν τῷ κρθπτῷ περιφέρομεν Ἰουδαῖον, τοῦ κατὰ σάρκα Ἰσραὴλ τὴν αἰσθητὴν ἔχοντος μόνην καὶ τὴν ἐν γράμματι, καὶ οὐχὶ δὴ πάντως τὴν ἐν καρδίᾳ διὰ τοῦ Πνεύματος. αὕτη γὰρ ἡ ἀληθὴς περιτομὴ, Θεῷ γνωρίμους ἀποτελοῦσα τοὺς δεχομένους αὐτήν. τοιγάρτοι καὶ ἔφασκε προφητικὸς ἡμῖν ὁ λόγος “Περιτμή- “θητε τῷ θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαδίαν ὑμῶν, “ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἰερουσαλήμ.” ἐν Καρμήλῳ δὴ οὖν ἐσόμεθα, διαποιμαίνοτος Χριστοῦ, τουτέστιν ἐν ἐπιγνώσει περιτομῆς, ἔσομεθα δὲ οὐδὲν ἧττον καὶ ἐν Βασανίτιδι, τουτέστιν ἐν ἐντρπῇ καὶ αἰσχύνῃ, οὐκ ἐλεγχόμενοι διὰ τὴν ἁμαρτίαν, ἀλλ᾿ ὅτι πεπλημμελήκαμεν, ταύτῃτοι μεταγινώσκοντες, καὶ ἐν αἰσθήσει λοιπὸν τῶν ἐξἀγνοίας ἡμαρτημένων ἐρχόμενοι· σωτηρίας δὲ τὸ χρῆμα ὁδός. ἀναισθησίας γὰρ τῆς ἐσχάτης ἀπόδειξις ἐναργὴς, τὸ εἷον σκληρᾷ τε καὶ ἀναισχύντῳ καρδίᾳ διαβιοῦν ἑλέσθαι τινὰς, καὶ ἥκιστα μὲν τοῖς ἰδίοις πραίσμασιν ἐπερυθριᾶν· κεῖσθαι δὲ τάχα που καὶ ἐν ἀγνοίᾳ τῶν ἡμαρτημένων. οὐκοῦν οἱ ἐν ἐπιγνώσει περιτομῆς τῆς νοητῆς τε καὶ θείας, ἐπερυθριάσουσι μὲν τοῖς ἰδίοις πταίσμασιν, ἐν αἰσθήσει δὲ τοῦ πεφυκότος ἀδικεῖν γενόμενοι, πάντως που μεταφοιτήσουσιν ἐπὶ τό σφισιν αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατον. ἔσονται δὲ οἱ τοιοῦτοι καὶ ἐν τῇ Γαλααδίτιδι, ἐν μεταστάσει νομοθεσίας ἤγουν διαθήκης. πολιτευσόμεθα γὰρ ὑπὸ Χριστῷ γεγονότες, νομικῶς μὲν οὐκέτι, ζήσομεν δὲ μᾶλλον εὐαγγελικῶς, καὶ τὴν ἐκ τοῦ γράμματος παχύτητα παρατρεχοντες, τὴν πνευματικὴν λατρείαν ἐπιτελέσομεν τῷ Θεῷ, καὶ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον μεθιστάμενοι, ἀλλαξόμεθα τῶν τύπων τὴν ἀλήθειαν.
Ὄψονται ἔθνη καὶ καταισχυνθήσονται ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιθήσουσι χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποκωφωθήσονται. λείξουσι χοῦν ὡς ὄφεις σύροντες γῆν, συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν.
Ἔθνη φησὶν ἐν τούτοις τὰς βδελυράς τε καὶ ἀκαθάρτους τῶν δαιμόνων ἀγέλας, αἳ πάντη τε καὶ πάντως ἐπὰν ἴδωσι τοὺς ἐν χριστῷ καλουμένους εἰς δικαίωσιν, εἰς ἁγιασμὸν, εἰς ἀπολύτρσιν, εἰς υἱοθεσίαν, εἰς ἀφθαρσίαν, εἰς δόξαν, εἰς ἀνειμένην τε καὶ ἐλευθέραν ξωὴν, τότε δὴ τότε καταισχυνθήσονται, τῆς κατ᾿ αὐτῶν δυναστείας ἐξωθούμενοι καὶ τὴν ἰδίαν ἰσχὺν διαπίπτουσάν τε καὶ ἀτονοῦσαν βλέποντες. δέ- δωκε γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς “πατεῖν “ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ “ἐχθροῦ.” κείσονται δὴ οὖν ὑπὸ δας τῶν πεπιστευκότων οἱ πάλαι νενικηκότες, κατηῤῥωστηκότες τὸ ἄναλκι καὶ ἀπουευρούμενοι διὰ Χριστοῦ. καὶ τὰς μέν χεῖρας ἐπιθήσουσι τῷ στόματι, καταγορεύειν οὐκέτι τῶν ἡμαρτηκότων συγχωρού- μενοι· “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;” κατὰ τὸ γεγραμμένον. ἔφη δέ που καὶ ὁ μακάριος Δαυεὶδ ὅτι “Πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.” σιωπήσουσι δὴ οὖν, καὶ οὐχ ἑκόντς, φησὶν, οἱ δεινοὶ πρὸς ἐγκλήματα, καὶ ὥσπερ ὑπὸ βροντῆς βεβλημένοι τοῦ ἐφ᾿ ἡμῖν δηλονότι θαύματος, ἀποκωφωθήσονται. ἐξαίσιον γὰρ ἄκουσμα τὸ ἐφ᾿ ἡμῖν, μέγα τε ὥσπερ καὶ ὑπερφυὲς ἀληθῶς κατακτύπημα, εἴπερ ἐστὶν ἀληθές “Ὅτι ἔτι ὄντων ἡμῶν ἁμαρτωλῶν κατὰ καιρὸν “Χριστὸς ὑπὲρ ἀσεβῶν ἀπέθανεν,” ἵν᾿ οἱ πάλαι δεινοῖς καὶ ἀφορήτοις ἐνισχημένοι πταίσμασι, νῦν ὦμεν ἡγιασμένοι, καὶ “Οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλ᾿ ”ἐλεῳ καὶ χάριτι, οἱ πάλαι λελυπημένοι καὶ ἁπάσης ἐλπίδος ὡς ἀπωτάτω, νῦν ἠγαπημένοι, λαμπροὶ καὶ ἀπόβλεπτοι, “κλη- “ρονόμοι μὲν θεοῦ, Χριστοῦ δὲ συγκληρονόμοι.” ἀποκωφωθήσονται δὴ οὖν φησὶ, μονουχὶ καὶ ἐμβρόντητοι γεγονότες διάτοι τὴν ἐφ᾿ ἡμῖν γαληνότητα τοῦ θεοῦ καὶ τῆς παρασόξου χρηστότητος τὴν ὑπερβολὴν, λείξουσι χοῦν σύροντες γῆν ὡς ὄφεις, τουτέστιν, οὐχ εὑρήσουσι τροφήν. ἔθος μὲν γὰρ τοῖς ὄφεσιν, εἰ ἐν ἐνδείᾳ γένοιντο τῶν ἐδωδίμων, ἔσθ᾿ ὅτε διαμάττειν τῇ γλώττῃ τὸν χοῦν, καὶ τροφὴν ἡγεῖσθαι τὸ παρατυχόν. ἔσεσθαι δέ φησιν καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐν ἴσαις ἐνδείαις. οἱ γὰρ δὴ πάλαι τρυφᾶν εἰωθότες καὶ ἄρδην ἅπαντας καταπίνοντες τοὺς ἐπὶ τῆς γῆς, οὐχ εὑρήσουσιν ἔτι τὸν τοῦτο παθεῖν ἀνεχόμενον, διὰ τὸ καὶ πάντας σεσῶσθαι παρὰ Χριστοῦ, ἥκειν τε λοιπὸν εὐσθενείας εἰς τοῦτο πνευματικῆς, ὡς τῶν ἀρχαίων ἐκείνων μὴ ἀνέχεσθαι δηγμάτων, ἐπιβαίνειν δὲ μᾶλλον ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, κατὰ τὸ γεγραμμένον. οὐχὶ μόνον δὲ λείξουσι τὴν γῆν, ἀλλὰ γὰρ καὶ συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν, τουέστι, συνεχόμενοί τε πρὸς ἀσθενείας καὶ λύπας, καὶ οἷον πολιορκούμενοι τῇ τοῦ καταθλίβοντος δυνάμει, φημὶ δὴ χριστοῦ, οὐκ ἐν μετρίοις ἔσονται δείμασιν.
Εἰκὸς δὲ δή τι καὶ ἕτερον ἐν τούτοις ἡμῖν ὑποδηλοῦν τὸν συγκλεισμόν. γενόμενος γὰρ καθ᾿ ἡμᾶς ὁ Μονογενὴς μυρία μὲν ὅσα παραδόξως εἰργάζετο, πλείονα δὲ ἦν οἶμαί που τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. ἐπέταττε γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι καταβαίνειν εἰς ᾅδου, καὶ κατακλείεσθαι λοιὸν εἰς τὴν ἄβυσσον, ἵνα τῶν πικροτέρων θηρίων ἀπαλλάττοι τὴν γῆν. εἰκόνα δὲ τοῦ πράγματος ἐν τοῖς ἀρχαιοτέροις τεθεάμεθα γράμμασιν· ἐπειδὴ γὰρ εἷλεν Ἰησοῦς ὁ τοῦ Ναυὴ τὰς τῶν ἐθνῶν χώρας, πέντε βασιλεῖς κατέκλεισεν ἐν σπηλαίῳ, ἐπεκύλισέ τε τῷ στόματι λίθον, τῆς τοῦ Σωτῆρος οἰκονομίας ἀνατυπῶν, ὡς ἔφην, ἐφ᾿ ἑαυτῷ τὴν δύναμιν. καὶ γοῦν οἱ δαίμονες “παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς a “εἰς τὴν ἄβθσσον ἀπελθεῖν.” συγχυθησεσθαι δὴ οὖν αὐτοὺς φησὶν ἐν συγκλεισμῷ αὐτῶν, οἷον κατακλειομένους εἰς ᾅδου λοιπὸν, καὶ σειραῖς ζόφου τεταρταρωμένους, ἵν᾿, ὡς ἔφην, τῶν πικρῶν τε καὶ ἀνημέρων θηρίων ἀπαλλάττῃ λοιπὸν τὸ γένος τὸ ἀνθρώπινον.
Ἐπὶ τῷ Κυρίῳ θεῷ ἡμῶν ἐκστήσονται, καὶ φοβηθήσονται ἀπὸ σοῦ. τίς Θεὸς ὥσπερ σύ; ἐξαίρων ἀνομίας καὶ ὐπερβαίνων ἀδικίας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ, καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν. αὐτὸς ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν καὶ ἀποῤῥίψει εἰς τὰ ράθη τῆς θαλάσσης πᾶσας τὰς ἁμαρτίας ἡμῶν. δώσει εἰς ἀλήθειαν τῷ Ἰλκὼβ, ἔλεος τῷ Ἁβραὰμ, καθότι ὤμοσε τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας ` τὰς ἔμπροσθεν.
Ἔκατασις γὰρ ἀληθῶς τὸ χριστοῦ μυατήριον, καὶ παντὸς ἐπέκεινα λόγου τοῦ καταθαυμάζειν εἰδότος τῆς ἐφ᾿ ἡμῖν ἡμερότητος ἡ ὑπεροχή. καὶ γοῦν ὁ θεσπέσιος Ἀμβακοὺμ τὸν τῆς ἐνανθρωπήσεως τρόπον κατατεθητὼς ἀνακεκράγει σαφῶς “Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, “Κύριε κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.” ἐν μορφῇ γὰρ ὑπάρχων καὶ ἐν ἰσότητι τοῦ θεοῦ καὶ Πατρὸς ὁ Μονογενὴς, καὶ πλούσιος ὢν ὡς θεὸς, ἐπτώχευσε δι᾿ ἡμᾶς, ἵν᾿ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· ἵνα σώσῃ τὸ ἀπολωλὸς, ῥώσῃ τὸ ἠσθενηκὸς, καταδήσῃ τὸ συντετριμμένον, ζωοποιήσῃ τὸ ἐφθαρθαρμένον, καθαρίσῃ τὸ ῥυποῦν, ἀπαλλάξῃ δίκης τὸ καταδεδικασμένον, εὐλογημένον ἀποφήνῃ τὸ ἐπάρατον, τῇ τῆς υἱοθεσίας κατακαλλύνῃ τιμῇ τὸ δοῦλον τῇ φύσει. οὐκοῦν ἀκουέτω παρὰ πάντων Τίς θεὸς ὥσπερ σύ; ἀγαθὸς δηλονότι καὶ ἀμνησίκακος, ἀνιεὶς ἐγκλήματα τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ· κατάλοιποι δὲ κληρονομίας αὐτοῦ νοηθεῖςν ἂν οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες, τῆς ἑτέρας δηλονότι πληθύος ὠλοθρευμένης, ὅτι μὴ πεπιστεύκασιν. ἔφη δέ που χριστός “Ὁπιστεύων εἰς τὸν Υἱὸν, “οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται ὅτι μὴ πεπί- “στευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ θεοῦ.” ὑπερθρώσκει δὴ οὖν ἁμαρτίας καὶ παριππεύει τὰ ἐγκλήματα καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ. τὸ εἰς μαρτύριον ἀντὶ τοῦ εἰς τέλος, ἢ μέχρι παντός. ἐκβεβλήμεθα γὰρ ἐν Ἀδὰμ, ἀλλ᾿ εἰσεδέχθημεν ἐν χριστῷ. καὶ κατηράσατο μὲν ἐν ἐκείνῳ, ηὐλόγησε δὲ πάλιν ἐν τούτῳ· “Ὥσπερ γὰρ, φησὶ, τῷ τοῦ ἑνὸς “παραπτώματι οἱ πολλοὶ ἀπέθανον,” οὕτω καὶ τῷ τοῦ ἑνὸςν δικαιώματι οἱ πολλοὶ ζήσονται. κατέληξε δὴ οὖν τῆς ὀργῆς, ὅτι θελητὴς ἐλέους ἐστίν· ἐν καιρῷ δὲ τῆς ἁπάντων ἐπιστροφῆς, τουτέστι τῆς ἐνανθρωπήσεως, οἷά περ ἐν θαλάσσῃ βαπτιεῖ τὰς ἁπάντων ἁμαρτίας. ἐπειδὴ δὲ τοῖς ἁγίοις πατράσιν, Ἁβραάμ τε φημὶ καὶ Ἰακὼβ ἐπηγγείλατο πολυπλασιάσειν αὐτῶν τὸ σπέρμα καθάπερ τὰ ἄστρα τοῦ οὐρανοῦ, δώσει φησὶν αὐτοῖς τὰ ἐπηγγελμένα. κληθήσονται γὰρ παρέρες πολλῶν ἐθνῶν, οὐκ ἐν μόνοις δηλονότι τοῖς ἐξ αἵματος Ἰσραὴλ μετρουμένων τῶν τέκνων, ἀλλὰ καὶ τοῖς ἐξ ἐπαγγελίας. οὗτοι δέ εἰσιν οἱ ἐκ πίστεως τῆς καὶ καλουμένης ἀκροβυστίας, τοῖς ἐκ νόμου καὶ περιτομῆς εἰς ἑνότητα τὴν πνευματικὴν οἱονείπως ἀνακιρνάμενοι. γέγραπται γὰρ ὅτι “Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· ἀλλὰ τὰ “τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.” ὅσοι γάρ εἰσιν “ἐκ πίστεως, εὐλογοῦνται σὺν τῷ πιστῷ Ἁβραάμ.” καὶ ὁ τῆς εὐλογίας τρόπος νοοῖτ᾿ ἂν ἡ χάρις ἡ ἐν Χριστῷ, δι᾿ οὗ καὶ μεθ᾿ οὗ τῷ θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Commentary nahum: Εις Τον Ηροφηtην Νλοτμ — Τομος Πρωρος
ἝKΑΣTΟΣ τῶν ἁγίων προφητῶν ἐπί τινι χρησίμῳ καὶ ἀναγκαίῳ παρελαμβάνετο πράγματι κατὰ καιροὺς τοῖς θείοις ὑπηρετήσων νεύμασι, καὶ τὰς ἄνωθεν εἰς ἀνθρώπους διαπορθμεύσων φωνάς. καὶ οἱ μὲν ἐκδεδιττόμενοι πλημμελοῦντα τὸν Ἰσραὴλ, τὰς ἐσομένας αὐτοῖς προαπήγγελλον συμφορὰς, καὶ εἰ μὴ δρᾶν ἕλοιντο τὰ θυμήρη Θεῷ, δεινοῖς καὶ ἀφύκτοις περιπεσεῖσθαι κακοῖς ἠπείλουν ἀναφανδόν· οἱ ο δὲ καὶ αὐτὰ τὰ συμβεβηκότα παραφέροντες εἰς μέσον, καὶ τοῖς πεπονθόσιν ἐπιστυγνάζοντες, ἀνέπειθον εὐφυῶς διαβιῶναι ἐθέλειν ἐπεικέστερον, οὕτω τε λοιπὸν ἐκκρούεσθαι τὴν ὀργήν· οἱ δὲ πεπονθότα τὸν Ἰσραὴλ εἰς ἐλπίδα βόσκουσιν ἀγαθὴν, καὶ διακεῖσθαι παρεσκεύαζον, ὅτι πεπραχότες ἀθλίως ἐπί γε ταῖς σφῶν ἁμαρτίαις, εὐημερήσουσι πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ’ ἀρχῆς, ἐλέῳ τε καὶ χάριτι καὶ δυνάμει Θεοῦ τοῦ τὰ πάντα εὐa κόλως πρὸς ὅπερ ἃν βούλοιτο μεταπλάττοντος. τοιοῦτόν τινα καὶ νῦν τῆς προκειμένης ἡμῖν πραγματείας εὑρήσομεν τον σκοπὸν.
Ἐπειδὴ γὰρ ἥλω τῶν Ἰουδαίων ἡ χώρα, καὶ εἰς τὴν Περσῶν τε καὶ Μηδῶν ἐξεκομίσθησαν δορίληπτοι γεγονότες οἱ ταῖς ἐκτόποις ἀποστασίαις καταλυπήσαντες τὸν ἀεὶ προεστηκότα καὶ ὑπεραθλοῦντα Θεὸν καὶ ἀμείνους ἀποφαίνοντα τῶν ἀνθεστηκότων αὐτοὺς, οἱ μὲν ἤδη τοῦτο πεπονθότες, τοῖς τῆς αἰχμαλωσίας ἐνισχημένοι κακοῖς καὶ δύσοιστον ἔχοντες ἀθλιότητα διετέλουν· οἱ δὲ δὴ μόλις ἰσχύσαντες ἔξω βρόχων γενέσθαι, καὶ τὴν τῶν Βαβυλωνίων διαφυγεῖν ἀγριότητα, ἐν ἀκαταλήκτοις ἦσαν δείμασι καὶ ἐν ὑποψίᾳ πολλῇ, μὴ ἄρα πὼς καὶ αὐτοὶ τοῖς ἴσοις κακοῖς ἢ τοῖς ἔτι χείροσι περιπέσωσιν, ἐπιμηνίσαντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος Θεοῦ, ἀνέντος τε οὔπω τὴν ἀγανάκτησιν· εἰς τοῦτο δὲ ἤδη δειμάτων ἤεσαν, ὡς ἐν ταῖς τῶν ὁμόρων ἐθνῶν κατασκίδνασθαι χώραις, μονονουχί τε θητεύειν ἑτέροις, καὶ τούτοις ἀλλογενέσι καὶ εἰδωλολάτραις. οὐκ ἀζήμιον δὲ ἦν τὸ χρῆμα αὐτοῖς· ἐμάν- θανον γὰρ τοῖς ἐκείνων ἔθεσι διαζῆν, καὶ παρ’ οἷς ἃν εὑρεθεῖεν ἕκαστοι, τὸ αὐτῶν ποιεῖσθαι σέβας ἐν τάξει Θεοῦ. διὰ τοῦτο καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἐμπεπρησμένων τῶν Ἱεροσολύμων κατὰ καιροὺς διὰ χειρὸς τοῦ Ναβουχοδονόσορ, Hier. τοῖς διασεσωσμένοις ἐπέταττε μὴ καταβαίνειν εἰς Αἴγυπτον, ἱζήσαντας δὲ μᾶλλον οἴκοι τῆς πατρῴας ἔχεσθαι λατρείας, ἐπικούρου ’ντὸς αὐτοῦ. ἵνα τοίνυν τὴν τοῦ ἐπανήξειν κατὰ καιροὺς ἔχοντες ἐλπίδα, μὴ λίαν ἄθυμοι διατελοῖεν οἱ ἐξ Ισρὴλ, παραιτοῖντο δὲ μᾶλλον τὴν ἀπόγνωσιν οἱ γεγονότες αἰχμάλωτοι, καὶ ἀεὶ συντείνοιντο πρὸς εὐχὰς, ἕλοιντό τε προσκυνεῖν τῷ καὶ ἀπαλλάττειν ἰσχύοντι καὶ λυτρῶσαι δυναμένῳ· οἱ ’δε γε τὴν Ἰουδαίαν οἰκοῦντες μὴ ἔτι ταῖς τῶν ἐθνῶν ἐπιμίσγοιντο χώραις· δέχεται τὴν ὅρασιν ὁ Ηροφήτης παρὰ Θεοῦ κατὰ τῆς Νινευΐ· πόλις δὲ αὕτη τῶν Ἀσσυρίων ἡ προὔχουσα· καὶ ὅτι πεσεῖται προαπαγγέλλει, συγκαταδῃωθείσης αὐτῇ καὶ ἁπάσης τῆς χώρας, ὃ δὴ καὶ τετέλεσται e Κύρου τοῦ Καμβύσου καὶ Μανδάνης υἱοῦ Πέρσας τε καὶ Μήδους καὶ Ἐλαμίτας καὶ ἕτερά τινα τούτοις συγκαθοπλίσαντος ἔθνη κατὰ τῆς Νινευΐ εἷλε γὰρ αὐτὴν κατὰ κράτος, καὶ τῆς αἰχμαλωσίας ἀνῆκε τὸν Ἰσραὴλ, οἴκαδε τε ἰέναι προστέταχεν ὅμου τοῖς σκεύεσι τοῖς ἱεροῖς· οὕτος μὲν οὖν ἡμῖν ὁ σκοπὸς τῆς προκειμένης πραγματείας· τὰ δὲ ἐφεξῆς, ὡς ἔνι, καὶ ἀνὰ μέρος προσθήσομεν. λῆμμα Νινεΐ, βιβλίον ὁράσεωσ Ναούμ τοῦ Ἐλκεσαίου. Ὁρίζεται πρῶτον τῆς προφητείας τὸν σκοπὸν, καὶ ἐφ’ ὅ τι τε καὶ ὅποι βλέπει χρησίμως διατρανοῖ· εἶτα τίς ὁ λέγων καὶ πόθεν, καθίστησιν ἐναργές. τὸ μὲν γὰρ λῆμμά φησιν, τουτέστιν, ἡ ληφθεῖσά τε καὶ προκεψεν́η καὶ ἐν χερσὶν προφητεία νοοῖτ’ ἂν οὐκ ἐφ’ ἑτέροις τισὶ μᾶλλον, ἢ κατὰ τῆς Νινευΐ, ἤγουν τὸ τῆς προφητείας λῆμμα νοείσθω Νινευΐ. ἐπιγράφεται δὲ τὸ βιβλίον Ὃρασις Ναοὺμ τοῦ ἀπὸ τῆς Ἐλκεσαι. κώμη δὲ αὕτη πάντως που τῆς Ἰουδαίων χώρας. ἐκληψόἀπόγνωσιν μέθᾳ γὰρ οὐχ ὡς ἐκ πατρὸς, ἀλλ’ ὡς ἐκ τόπου μᾶλλον τὸ Ἐλκεσαίου. καὶ τοῦτό φαμεν ἐξ ἀναγνωσμάτων ἔχοντες τὴν παράδοσιν.
Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετά θυμοῦ, ἐκδικῶ Κύριος Τοὺς ὑπενατίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἠ ἰσχὺς αὐτοῦ, καὶ ἀθῳῶν οὐκ ἀθῳώσει.
Βαθὺς ὁ λόγος, καὶ οὐχ ἕτοιμος ἑλεῖν, πλὴν ὅτι μόνοις τοῖς ἐθέλουσι περιαθρεῖν εὖ μάλα τὰ ἐν αὐτῷ. καὶ εἰ μὲν νοοῖτο γεγονὼς ὡς πρός γε τοὺς Ἰουδαίους, ἐπιπλήξει μετρίᾳ κεκερασμένην ἐπιεικῶς εὑρήσομεν τὴν παράκλησιν. εἰ δὲ δή τις οἴοιτο κατὰ τῆς Νινευΐ γενέσθαι καὶ λέγεσθαι, πρὸς ἕτερόν τι τετράψεται τῶν θεωρημάτων ὁ νοῦς, καὶ τοῖς πεπονθόσι τὴν δήωσιν τοῦ καὶ αὖθις ἀνασφῆλαι δίδωσί τε καὶ ἐμπεδοῖ τὰς ἐλπίδας. τῆς οὖν ἐπ’ ἀμφοῖν ἐννοίας τὸν σκοπὸν 1 ὡς ἔνι ἐμφανῆ καταστήσομεν. ἀπολακτίσαντες γὰρ Ἰουδαῖοι τὴν εἰς Θεὸν ἀγάπησιν, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας τὸ γνήσιον δι’ οὐδενὸς παντελῶς ποιούμενοι λόγου, κατέθορον εἰς πολυθεΐαν καὶ ἀλλόκοτον πλάνησιν καὶ τὴν ἔξω νόμου ζωὴν, ἀνεδείμαντό τε βωμοὺς, ἔστησαν τεμένη τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, τελετὰς καὶ θυσίας προσῆγον, τῇ Ἀστάρτῃ, τῷ Χαμῶς, τῷ Βεελφεγὼρ, ταῖς δαμάλεσι ταῖς χρυσαῖς, καὶ τὸ ἔτι τούτων ἀλογώτερον, αὐταῖς ἀνέθεσαν ᾠδὰς τὰς χαριστηρίους. τηρίους, ἔφασκον γὰρ ἐξ ἀποπληξίας οἱ δείλαιοι “ Οὗτοι “ οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἶ’. “ γύπτου.’’ ἀλλὰ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασι διαλελήθασι σφᾶς αὐτοὺς καταθήγοντες ἐφ’ ἑαυτοῖς τὸν πάλαι προεστηκότα καὶ ἀνασώζοντα Θεὸν, ᾧ γεγόνασιν ἐχθροὶ, καὶ ἐν τῇ τῶν πολεμίων τέθεινται μοίρᾳ, τοῖς μὴ κατὰ φύσιν θεοῖς προσνέμοντες ἑαυτοὺς, καίτοι πάλαι Μωυσέως βοῶντος περὶ Θεοῦ, ὡς εἴη τε καὶ ζηλωτὴς, καὶ ὡς πῦρ ἀναλίσκον, καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο καταλυπεῖν ᾑρημένων. προανεφώνει γὰρ ὅτι “ Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, παρώρ. “ γισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παρασζηλώσω αὐ- “ τοὺς ἐπ’ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. προσκεκρουκότες δὴ οὖν πολυτρόπως, εἰκότως καὶ διολώλασι. τοῦτο καὶ νῦν ὁ Προφήτης φησὶ, μονονουχὶ καὶ ἀσχάλλοντας ἐπὶ τοῖς συμβεβηκόσι τοὺς δήμους τῶν Ἰουδαίων, ἐλέγχων τε ὁμοῦ καὶ παραμυθούμενος. ναὶ γὰρ, φησὶ, καταλγύνεσθε πεπονθότες ἀδοκήτως τὴν ἐρήμωσιν, οἴκων τε καὶ χώρας καὶ πόλεων ἐκσεσοβημένοι, καίτοι νικῶντες ἀεὶ τοὺς ἀνθεστηκότας· πεπτώκατε δὲ καὶ ὑπὸ πόδας ἐχθρῶν. εἶτα πῶς οὐκ ἔδει πρὸ πείρας ἐννοεῖν, ὅτι Θεὸς ζηλωτής ἐστι, καὶ ἐκδικῶν Κύρος μετά, θύμου, εκδικων τοὺς υπεναντιους αυτου, καὶ εζαιρων τοὺς ἐχθροῦς αὐτοῦ ; εἰ δὲ δὴ καὶ ἡμεῖς ἐξῃρήμεθά φησι, καὶ γεγόναμεν ἐκ μέσου, καὶ ὑπὸ χεῖρα δυσμενῶν, ἀλλ’ ἒστημεν εἰς ἐχθροὺς, πεπολεμήκαμεν ἀνοσίως τῷ πάντα ἰσχύοντι, καὶ πρὸς πᾶν ὁτιοῦν ᾠχόμεθα τῶν ἀπᾳδόντων αὐτῷ. Ἂλλ’ ἐρεῖς, ὅτι μακρόθυμος ὁ Δεσπότης. ναὶ, σύμφημι καὶ αὐτὸς, καὶ γάρ ἐστι κατὰ φύσιν τοιοῦτος. πλὴν ἀθῳῶν οὐκ ἀθῳώσει, τουτέατιν, οὐκ ἀπαλλάξει παντελῶς αἰτιαμάτων καὶ δίκης τοὺς προσκεκρουκότας αὐτῷ, καὶ τοῦτο ἀκαταλήκτως καὶ πέρα δὴ μέτρου. ἀναβάλλεται μὲν γὰρ τὴν ὀργὴν ἐξ ἡμερότητος τῆς ἐμφύτου, καὶ ἀνέχεται πλημμελούντων τινῶν ἔσθ’ ὅτε, περιμένων τὴν μετάγνωσιν· μέλλοντας δὲ καὶ ἀναδυομένους μακρὰ, κολάζει λοιπὸν καὶ ὑπάγει ποιναῖς ὡς κατεσκληκότας. ὧδε μὲν οὖν ἕξει τε ὁ λόγος ἡμῖν καὶ νοοῖτο γεγονὼς, εἰ βλέποι πρὸς Ἰουδαίους· εἰ δὲ δὴ φέροιτο κατὰ τῆς Νινευΐ, νοήσομεν ἑτεροίως.
Εἷλον μὲν γὰρ ‘ Ασσύριοι τὴν τῶν Ἰουδαίων χώραν, κατανεύοντος Θεοῦ τὸ νικᾶν αὐτοῖς, διάτοι τὸ πλείστοις ὅσοις ἐνέχεσθαι πλημμελήμασι τοὺς ἐξ Ἰσραήλ. οἱ δὲ ἦσαν ἀνήμεροί τε καὶ ἀλαζόνες καὶ ἄγροικον ἔχοντες παντελῶς τὴν φρένα, κατέληγον δὲ οὐδαμῶς καὶ αὐτὴν τὴν τοῦ Θεοῦ δόξαν μονονουχὶ καταπαίοντες σκληραῖς τε καὶ ἐπαράτοις φωναῖς. ᾤοντο γὰρ ὅτι νενικήκασι καὶ οὐχ ἑκόντος αὐτοῦ, 1 καὶ ὁμοῦ τοῖς Ἰουδαίοις τὴν ἐπαμύνουσαν αὐτοῖς πεπλεο- νεκτήκασι χεῖρα. καὶ γοῦν ὁ Ῥαψάκης παλιμφήμοις ἐχρῆτο φωναῖς, τοῖς ἐν τῳ τείχει τῶν Ἰεροσολύμων ἐκείνα λέγων, ἃ μόναις ἃν πρέποι ταῖς τῶν οὐκ εἰδότων τὸν φύσει καὶ ἀληθῶς Θεὸν ἀνοσίαις ἀθυροστομίαις. ἀλλ’ ἐκτέτικεν εὐθὺς τῆς ἀλαζονείας τὰς δίκας. πλὴν ᾑρηκότες τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις οἱ ἀμφὶ τὸν Σαλμανασὰρ, καὶ ἑτέρας δὲ ταύταις προσκατεμπρήσαντες, κατηλαζονεύοντο τῶν ἑαλωκότων, καὶ τῆς θείας δόξης κατεθρασύνοντο. παραμυθεῖται δὴ οὖν ὁ Προφήτης ἀλύοντας τοὺς δήμους τῶν Ἰουδαίων οὐ μετρίως, καὶ ὅτι πάντη τε καὶ πάντως τοῖς αὐτοὺς πεπολεἒσθ’ μηκόσιν ἐπαρτήσει τὰς δίκας ὁ τῶν ὅλων Θεὸς, διδάσκει λέγων Θεὸς ζηλωτὴς καὶ ἐδικῶν Κύριος μετά θυμοῦ, ἐκδικῶν τοὺς ὐπεναντίους αὐτοῦ καὶ ἐξαίρων αὐτὸς τοὺς Θροῦς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. περιέσται γάρ πὼς, φησὶν, ἄμαχον ἔχων τὴν δύναμιν, καὶ κατακρατήσει τῶν λελυπηκότων . εἰ γὰρ καὶ μακρόθυμός ἐστι, καὶ ὁρᾶται τέως ὡς ἀνεξικακῶν, ἀλλ’ εἰς τέλος οὐκ ἀθῳώσει· ζηλωτὴς γάρ ἐστι. εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν τῶν ὅλων Θεὸν ἐφ’ οἷς πεπόνθασιν οἱ ἐξ Ἰσραὴλ διὰ τῆς τῶν Βαβυλωνίων ὠμότητος οὐ μετρίως κεκινημένον. ἔφη γὰρ διὰ φωνῆς Ἱερεμίου πρὸς c τὴν τῶν Βαβυλωνίων πληθὺν ἢ πόλιν “ Ἐγὼ δέδωκα αὐτοὺς “ εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἒλεος.” καὶ μὴν καὶ διὰ φωνῆς Ζαχαρίου πάλιν οὕτως φησίν “ Ἐζήλωκα “ τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιῶν ζῆλον μέγαν, καὶ ὀργὴν “ μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, “ ἀνθ’ ὧν ἐγὼ μὲν ὀργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο “ εἰς κακά.’’
Τὸ ’δε γε Θεὸς ζηλωτὴς καὶ τὰ ἐφεξῆς, ἁρμόσειεν ἂν εἰ- κότως καὶ τοῖς οὐκ ἐθέλουσι τὴν ἐπιεικῆ καὶ φιλόθεον ἰέναι d τρίβον, ἀπονενευκόσι δὲ μᾶλλον ἐπὶ τὸ βιοῦν ἑλέσθαι σαρκικῶς. ὅτι γὰρ ἐκδικήσει, κολάσεσιν ὑποφέρων καὶ ποιναῖς ὑποτιθεὶς τὸν ἐξήνιόν τε καὶ ἀλιτήριον, πῶς ἔστιν ἀμφιβαλεῖν, εἴπερ ἀληθές ἐστιν ὅτι “ Τοὺς πάντας ἡμᾶς δεῖ φανερω- “ θῆναι ἐμπροσθὲν τοῦ βήματος τοῦ Χριστου, ἵνα κομίσηται “ ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν “ εἴτε φαῦλον.’’
Οὐδὲν δὲ ἧττον ὁ λόγος πῥέποι ἃν εἰκότως καὶ τοῖς Ἰουδαυίων καθηγηταὶς, τοῖς γραμματεῦσι λέγω καὶ Φαρισαίοις, οἳ τὴν εἰς Χριστὸν παρωθούμενοι πίστιν, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους διολλύντες ἡλίσκοντο. πεφρονήκασι γὰρ ἐχθρὰ, καὶ πεπολεμήκασι τῆ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς, ἔλαβόν τε τὴν κλεῖδα τῆς γνώσεως, καθά φησιν αὐτὸς, καὶ οὔτε εἰσῆλθον αὐτοὶ, οὔτε μὴν ἑτέρους συγκεχωρήκασιν εἰσελθεῖν. οὐκοῦν εἰ καί ἐστι μικρόθυμος, ἀλλ’ οὖν ἀθῳῶν οὐκ ὰθῳῶσει τοὺς τῇ ἀληθεῖ πίστει πεπολεμὴκοτᾷς.
Κὐριος ἑ συντελείᾳ κω ἔ συσσεισμῷ ἡ ὁδὸς αὐτου, κοὶ ωεφέλαι κοντορτὸς ποδῶν αὐτοῦ.
Μέλλων ὁ Προφήτης τῆς Νινευΐ τὴν ἅλωσιν εἰς παράκλησιν τῶν πεπονθότων προαναφωνεῖν, καὶ ὅτι κατασεισθήσεται παρὰ Θεοῦ καταδηλοῦν τοῖς ἠδικημένοις, προαφηγῆται χρησίμως τὸ τῆς θείας φύσεως παναλκὲς, καὶ ὅτι πᾶν ὁτιοῦν κατορθοῦν ἑλομένη τὸ ἀντιστατοῦν οὐδὲν, πάντα δὲ μᾶλλον ἕψεται ῥᾳδίως, καὶ ἰσχύσει τὸ αὐτῇ δοκοῦν, κἂν εἴτι τῶν b ἐπιγείων πραγμάτων ἡμῖν τε καὶ τοῖς καθ’ ἡμᾶς δυσκατόρθωτον εἶναι δοκῇ. ᾤοντο μὲν γὰρ οἱ Ἰουδαῖοι δυσαλωτάτους ἔσεσθαι τοὺς Βαβυλωνίους, καὶ ἄμαχον οὕτως χεῖρα λαχεῖν, ὡς μηδ’ ἃν εἰ βούλοιτο Θεὸς, ἀτονῆσαι πρὸς ἐχθρούς. ἐκάλει γὰρ οἶμαι δυσθυμίας εἰς τοῦτο αὐτοὺς τὰ κατὰ πάσης αὐτῶν τῆς χώρας ὠμῶς τε καὶ ἀνημέρως παρ’ ἐκείνων τετολμημένα. ἵνα τοίνυν εἰδεῖεν, ὡς κείσονται μὲν ἀκονιτὶ κατεξανιστάντος αὐτοῖς τὴν ὀργὴν τοῦ Θεοῦ, ἁλώσονται δὲ, καὶ μάλα ῥᾳδίως, ἀναγκαίως φησί Κύρος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδος αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδων αὐτου. εἰ γὰρ δὴ, φησὶ, βουλεύσαιο κατά τινων· τοῦτο γὰρ ἢ ὀδός· καταδραμεῖται πάντως ὡς ἐν συσσεισμῷ. ἄμαχον δὲ χρῆμα καὶ δυσδιάφυκτον κομιδῆ συσσεισμὸς καὶ συντέλεια, καὶ νεφελαι πρὸς τούτοις κονιορτοῦ δίκην ἱπτάμεναι καὶ τὸν οὐρανὸν καταπυκάζουσαι. ἔοικε δὲ ὁ Προφήτης εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρειν τοῦ κατὰ παντὸς ἀνθρώπων γένους ἐπὶ Νῶε γεγονότος κατακλυσμοῦ, ἐν συντελείᾳ γὰρ τότε καὶ ἐν συσσεισμῷ τῷ κατὰ πάντων οἱονεὶ πεπόρευται Θεὸς, νεφἑλας ἐξανιστὰς, καὶ, καθὰ φησὶ τὸ γράμμα τὸ ἱερὸν, ἀνοίγων τοὺς καταῤῥάκτους τοῦ οὐρανοῦ, καὶ ὑετοῖς ἀσχέτοις ἐπικλύζων τὴν ὑπ’ οὐρανόν. ὁ τοίνυν, φησὶ, πρὸς ὅλην εὐκόλως ἰσχύσας τὴν γῆν, καὶ ψήφῳ μιᾷ τοὺς ἐν αὐτῇ πάντας ἀνελὼν, πῶς ἃν ἀτονήσειε πρὸς ἔθνος ἓν τὸ Βαβυλώνιον ; θεοπρεπῶς δὲ σφόδρα φησὶ τό Νεφέλαι κονιορτὸς πόνων αὐτοῦ. ὡς γὰρ εὔκολον ἀνθρώπῳ χοῦν τε καὶ κόνιν ἀνακινῆσαι ποδὶ, τὸν αὐτὸν οἶμαι τρόπον εὐχερὲς καὶ τῷ πάντων κατεξουσιάζοντι Θεῷ, χειμῶνί τε καὶ νεφέλαις καταπυκάσαι τὸν οὐρανὸν.
Εἰ δὲ δὴ προσήκοι καὶ τὸν ἀπόρρητον νοῦν τῶν προκειμένων ἐκβασανίσαι, ἐκεῖνο εἰπεῖν οἰήσομαι δεῖν, ὅτι τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν ὁδὸν, ἤγουν τὴν ἐκπλήρωσιν ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ πεποιῆσθαί φαμεν τὸν Μονογενῆ Λόγον τοῦ Θεοῦ. ἐπειδὴ γὰρ γέγονε καθ’ ἡμᾶς, συντετέλεκε καὶ συνέσεισεν “ ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμο “ κράτορας τοῦ αἰῶνος τούτου,’’ τῆς καθ’ ἡμῶν ἐξελάσας πλεονεξίας, καὶ τῆς ἀρχαίας ἐκείνης ἀποσοβήσας ἰσχύος, καθελὼν δὲ καὶ αὐτὸ τοῦ θανάτου τὸ κράτος καὶ πρός γε τούτῳ τὴν ἁμαρτίαν. γεγόνασι δὲ καὶ νεφέλαι κονιορτὸς πόνων αὐτοῦ. ὥσπερ γὰρ τοῦ βαδίζοντος πρόαν ἵπταται κόνις, οὕτω τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς προεβάδιζον αἱ νοηταὶ νεφέλαι, τουτέστιν οἱ μακάριοι προφῆται, σκοτεινοτέρῳ μὲν καὶ οὐ λίαν ἐμφανεστέρῳ χρώμενοι λόγῳ, πλὴν ζωοποιοῖς κηρύγμασι τὸν τῶν συνιέναι δυναμένων κατάρδοντες νοῦν.
Ἀπολῶ θαλάσσῃ καὶ ζηραίνων αὐτἡν, καὶ πάντας τοὺς ποταμούς ἐξερηῶν.
Ἐξ ὧν ᾔδεσάν τε καὶ πεπείραντο τὸν τῆς διηγήσεως λόγον διατεκταίνει, ἀποστήσας αὐτὸν τῶν ἄγαν ἀρχαιοτέρων. ὅτε γὰρ τῆς Αἰγυπτίων ἀνοσιότητος καὶ τῆς ἀφορήτου πλεονεξίας τὸν Ἰσρὴλ ἐξεκόμιζεν ὁ προασπίζων Θεὸς, διεβίβασε μὲν διὰ μέσης θαλάσσης αὐτοὺς, ἐκέλευε δὲ βαδίζειν ὡς ἐπὶ ξηρᾶς· “ ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὓδατα,” κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἠπείλησε μὲν τῇ θαλάσσῃ, καὶ βάσιμος ἦν οἷά τις ζηρά. εἰ δὲ δή τις βούλοιτο ταῖς περὶ τούτων ἐννοίαις τὰ πρῶτα συνείρειν, φημὶ δὴ τό “ κύριος ἐν συντελείᾳ καὶ ἐν “ συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, ” τὰ εἰκότα καὶ οὕτω φρονήσει. μονονουχὶ γὰρ συντελέσας τε καὶ συσσείσας τὴν Αἰγυπτίων, ὁ τῶν ὅλων κύριος διὰ τῶν ἐν αὐτῇ γεγονότων σημείων καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· διολώλασι γὰρ ἐν μιᾷ νυκτὶ, θρήνου τε καὶ οἰμωγῆς, ὡς ἔφησε, τὰ πάντα πεπλήρωτο· διὰ μέσης θαλάσσης διεβίβασε τὸν Ἰσραὴλ, κατηρτημένης αὐτῶν τῆς ἐξ οὐρανοῦ νεφέλης.
Ἔφη τι τοιοῦτον καὶ ὁ μακάριος Δαυείδ. ψάλλει γὰρ ὧδε “ Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ “ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ “ γὰρ οἱ οὐρανοὶ ενσταξαν.’’ γῆν δὲ σεσεισμένην, καθάπερ ἐγῷμαι, τὴν Αἰγυπτίων φησίν. ὅτι δὲ καὶ νεφέλη κατεκρέματο, προβαδίζουσα τῶν υἱῶν Ἰσραὴλ, ἀσυμφανὲς μὲν οὐδενί, πιστώσεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς τοῦ Ισραὴλ πατέρας βεβαπτίσθαι λέγων ἅπαντας “ ἐν τῇ νεφέλῃ “ καὶ ἐν τῆ θαλάσσῃ.”
Προσεπήγαγε δὲ ὁ Προφήτης τῷ ξηραίνεσθαι τὴν θάλασσαν, καὶ τὸ ἐρημοῦσθιιι τοὺς ποταμοὺς, εἰς ἀνάμνησιν ἀναφέρων ἑτέρου θαύματος. ὅτε γὰρ εἰς τὴν τῆς ἐπαγγελίας εἰσεκομίζοντο γῆν, Ἰησοῦ μετὰ Μωυσέα προεστηκότος, τότε κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνησ, τὴν τῶν ναμάτων καταφορὰν ἀρρήτοις νεύμασι καὶ δεσμοῖς ἀνακόπτοντος του πάντα τσχυοντος Θεοῦ. ἀξιοῖ δὲ ταῦτα τοῦ μεγίστου θαύματος καὶ ὁ μακάριος Δαυεὶδ, οὕτως λέγων “ Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ “ Θεοῦ, ὡς φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· • ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διε- ” λεύσονται ποδί. ποδὶ γὰρ πάλιν τὸν Ἰορδάνην διέβησαν. εἰ δὲ δὴ καὶ πάντας λέγοι ξηραίνεσθαι τοὺς ποταμοὺς τὸ ἐφ’ ἑνὶ γεγονὸς ὅτι καὶ πᾶσι συμβήσεται Θεοῦ κατανεύοντος, διακεῖσθαι κελεύει.
Δοκεῖ ’δε τισι καὶ καθ’ ἕτερόν τινα τρόπον τῷ τῶν προκειμένων προσφέρεσθαι νῷ. εἰ γὰρ ἕλοιτο, φησὶν, ὁ τῶν ὅλων Δεσπότης τὴν κατὰ τῆς Νινευϊ ποιεῖσθαι καταδρομὴν, ποιήσεται δὴ πάντως ἐν συντελείᾳ καὶ ἐν συσσεισμῶ· συντελέσει γὰρ αὐτὴν καὶ καταδονήσει ῥᾳδίως· πλατεῖαν δὲ οὖσαν, b καὶ οἷον θαλάσσης δίκην τοῖς ἄλλοις ἔθνεσι τοὺς πολέμους ἐπικυμαίνουσαν, ἀμελλητὶ καταξηρανεῖ. κἂν εἰ ἀνέρχοιντο, φησὶν, ὡς χείμαρροι τὰ παρ’ αὐτῆς ἔ, πάντη τε καὶ πάντως ἐρημωθήσονται. θάλασσαν δὲ καὶ ποταμοὺς ἐπικλύζοντάς τε καὶ καταπνίγοντας , οὐδὲν ἧττον εἶναί φαμεν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, καὶ πρό γε τῶν ἄλλων τὸν σατανᾶν. ἀλλ’ ὅλην αὐτῶν τὴν δύναμιν κατεξήρανεν ὁ Χριστὸς, καὶ ἄμαχον οὖσαν πάλαι, τοῖς τῶν σεβομένων αὐτὸν ὑπέστρωσε ποσίν.
Ὠλιγώφθη ἡ Βασανπιτις κὼ ὁ κάρημηλος, κω τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. τὰ ὂρη ἐσείσθησαν ἀπ’ αὀτοῦ, κω οἱ βουνοὶ ἐσαλεύθησαν, κω ἀνεστἀλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμπασα, καὶ πάντες οἱ κατοικοῦντες έν αὐτῇ.
Καὶ δι’ ἑτέρων εὐθὺς ἀποδείξεων ὁ λόγος ἔρχεται, τῇ θείᾳ φύσει τὸ παναλκές τε καὶ ἄμαχον εἰς ἐξουσίαν ἐπιμαρτυρῶν. χώρα μὲν γὰρ ἡ Βασανῖτις ἐστιν εὐθαλής τε καὶ πίειρα· Κάρμηλος d δὲ καὶ Αίβανος, τὸ μὲν τῆς Φοινίκης, τὸ δὲ τῆς Ἰουδαίας ὄρος, εὐδενδρότατα δὲ ἄμφω, καὶ ἀμφιλαφέσι κομῶντα δρυμοῖς. ἀλλὰ ταυτὶ δὴ πάντα, τήν τε Βασανῖίν φημι, καὶ αὐτὴν δὲ τὴν τοῖς ὄρεσι παρακειμένην χώραν, δεινά τε καὶ μαχιμώτατα κατενέμοντο γένη καὶ υἱοὶ γιγάντων, κάτα τὸ γεγραμμένον. πλὴν ἐξῄρηνται καὶ νενίκηνται πάρα τῶν υἱῶν Ἰσραὴλ, Θεοῦ προασπίζοντος, καὶ κεκληρονομήκασι τὴν γῆν αὐτῶν. ὅμοιον οὖν ὡς εἰ λέγοι πάλιν Αἱ πάλαι δεινοῖς καὶ ἀλκιμωτάτοις ἀνδράσι βρύουσαι χῶραι, καὶ οἷον δρυμοῖς τῶν ἐν αὐταῖς μαχίμων κομῶσαι πολλοῖς, ᾤχοντο καὶ πεπόρθηνται τῶν ἐνοικούντων παθοῦσαι τὴν ἐρημίαν. τοῦτο γὰρ οἶμαί ἐστι τὸ ὠλιγῶσθαι λέγειν αὐτάς.
Εἶτα, πῶς οὐκ ἃν ἁλοίη Θεοῦ κατανεύοντος ἡ διαβόητος Νινευΐ ; πρὸς δὲ δὴ τῇ Βασανίτιδι καὶ τῷ Καρμηλῳ, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. Λίβανος μὲν οὖν, ὡς ἔφην, ὄρος τῆς Φοινίκης ἐστιν, ἀπ’ αὐτοῦ δὲ σημαίνει τὴν ὑπ’ αὐτῷ τε κειμένην καὶ περὶ αὐτὸ σύμπασαν χώραν. ἐξανθοῦντας δὴ οὖν τοῦ Λιβανίου τοὺς Δαμάσκου καὶ Φοινίκης βεβασιλευκότας φησὶ κατὰ καιροὺς, οἱ καὶ ὑπὸ χεῖρας δέδονται τῶν υἱῶν Ἰσραήλ· νενίκηνται γὰρ καὶ αὐτοὶ κατὰ καιροὺς, καίτοι πλείστην ὅσην ἔχοντες χεῖρα, δειναῖς τε καὶ δυσαντήτοις ἐπικουρίαις ἀναφυσώμενοι. εὑρήσομεν δὲ τὰ τῶν βασιλειῶν ἐπερχόμενοι βιβλία πεπορθημένην κατὰ καιροὺς τὴν Δαμασκηνῶν βασιλείαν, διὰ τῶν ἐκ φυλῆς Ἰούδα βεβασιλευκότων. εξέλιπον δὴ οὖν τὼ ἐξανθοῦντα τοῦ Λιβάνου, τουτέστιν, ἐξῄρηνται καὶ ἀπολώλασι πλειστάκις καὶ αὐτὰ τῆς Φοινίκης ἤγουν τοῦ Λιβάνου, τὰ ἐξαίρετα, τουτέστιν, οἱ τῶν ἐκεῖσε κρατοῦντες πραγμάτων.
Καὶ τί ταῦτα λέγω, φησὶν, ὅτε καὶ μάλα ῥᾳδίως, Θεοῦ γε θέλοντος, κατασεισθεῖεν ἂν καὶ αὐτὰ τὰ ὄρη ὂρη οἱ βουνοὶ μεταστήσονται καὶ συμπασα δὲ η γῆ μέτα τῶν εωοικουντων αὐτὴν ανασταλησεται, τουτέστι, χωρήσει πρὸς τὸ μὴ ὂν, καὶ ἔσται πάλιν ὡς οὐχ ὑπάρχουσα ; ὁ γὰρ ποιήσας ἐν ἀρχῇ, C καὶ ἀφανιεῖ που πάντως εὐκόλως, καὶ οὐδὲν αὐτῷ τὰ μεγάλα παντελῶς. ἔοικε δὲ καὶ ὁ μακάριος Δαυεὶδ συνῳδὰ τοῖς προκειμένοις ἐννενοηκέναι τε καὶ λέγειν “ Τί γάρ ἐστι σοὶ, “ θάλασσα, ὅτι ἔφυγές ; καί σοι, Ἰορδάνη, ὅτι ἐστράφης εἰς “ τὰ ὀπίσω ; τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ “ βουνοὶ ὡς ἀρνία προβάτων ; ἀπὸ προσώπου Κυρίου ἐσα- “ λεύθη ἡ γῆ.’’
Ὡς γὰρ ἤδη προεῖπεν “Ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ.’’ ὅτι δὲ οὐδὲν ἡ σύμπασα γῆ, καὶ ὀλίγου παντελῶς ἀξιωθεῖεν ἂν λόγου τὰ ἐν αὐτὴ, τὴν θείαν τε καὶ ἀπόρρητον εἴ τις ἕλοιτο δόξαν ἀναμετρεῖν, ἐπιμαρτυρήσει λέγων ὁ προφήτης ‘Ησαΐας “ Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδδου, καὶ “ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· “ ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετρά- “ πόδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη ὡς “ οὐδέν εἰσι, καὶ εἰς οὐδὲν ἐλογίσθησαν· τίνι ὡμοιώσατε “ Κύριον, καὶ τίνι ὡμοιώματι ὡμοιώσατε αὐτόν ;
Δοκεῖ δὲ πάλιν ἑτέροις εὖ ἔχειν, εἰ καὶ ἐπ’ αὐτῆς ἐλογίσθη τῆς Νινευΐ τὰ τοιάδε πλαγίως. βούλονται γὰρ αὐτὴν παρεικάζεσθαι τῇ τε Βασανίτιδι ὡς ἀρίστῃ τε καὶ διαβοήτῳ χώρα, καὶ Καρμήλῳ τε καὶ Λιβάνῳ πάλιν, ὡς ἐπισήμοις τε καὶ διαφανεστάτοις ὄρεσι· θαυμαστὴ δὲ καὶ ἐπίσημος ἡ Νινευΐ ἦν. καὶ ὠλιγῶσθαί φησιν, ὡς ὅσον οὐδέπω δῃωθησομένης ὁμοῦ τοῖς ἐξανθοῦσιν ἐν αὐτῇ, τουτέστιν, ἡγουμένοις τε καὶ στρατηγοῖς καὶ τοῖς τῶν ἄλλων λαῶν ἐπιφανεστέροις. ἐπειδὴ γὰρ ὀρῶν ἐποιήσατο μνήμην καὶ χώρας εὐδενδροτάτης, φημὶ δὴ τῆς Βασανίτιδος, τετήρηκε τῷ λόγῳ μέχρι παντὸς τὴν τροπήν· τὴν πιοτάτην καὶ ἐξανθοῦσαν ἔφη τοὺς ἢ πλούτῳ τυχὸν διαφανεστέρους, ἢ ταῖς τῶν σωμάτων ἀλκαῖς ἐμπρέποντας, ἢ καὶ καθ’ ἕτερόν τινα τρόπον ὑπεροχῆς τῶν ἄλλων ἠρμένους.
Ἀνασκοπούμενος δέ τις τὰ παρὰ τῶν Ἰουδαίων εἰς Χριστὸν τολμήματα, καὶ τὴν ἐπενεχθεῖσαν αὐτοῖς ἐρήμωσιν καὶ τὴν ὁλοτελῆ συντριβὴν καὶ ἀπώλειαν, μετά γε τὸ ἀναβιῶναι καὶ ἀνελθεῖν εἰς τὸν οὐρανὸν, ἐφαρμόσαι ἂν εἰκότως αὐτοῖς καὶ τάδε. Βασανῖτις μὲν γὰρ καὶ Δάρημλος καὶ μέντοι καὶ Λίβανος νοοῖτο ἂν εἰκότως ἡ Ἰουδαία· καὶ Βασανῖτις μὲν, ἐπείτοι καὶ ὠνόμασται γῆ ῥέουσα μέλι καὶ γάλα, γῆ σίτου καὶ ἐλαίου καὶ ἀμπελώνων· Κάρημλος δὲ καὶ Λιβιινος διάτοι τὸ ὑψοῦ τε ἦρθαι κατὰ τὴν δόξαν, γενέσθαι τε διαφανῆ καὶ περίοπτον, καὶ οἷον ἀκαταλήκτοις δρυμοῖς τοῖς κατοικοῦσιν αὐτὴν ἐπιγάνυσθαι. ἀλλ’ ὠλιγῶσθαί φησιν αὐτήν· δεδαπάνηνται γὰρ τῆ Ῥωμαίων χειρὶ, μονονουχὶ δὲ καὶ δεινοῖς καὶ ἀλκιμωτάτοις περιπεσόντες δρυτόμοις, φυτοῖς ἐν ἴσῳ πεπτώκασι. κάσι. καί τι τοιοῦτον ὁ μακάριος προφήτης Ἠσαίας ὑπαινίττεται, λέγων ὡς πρός γε τὴν Ἱερουσαλήμ “ Διάνοιξον “ ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς “ κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, “ ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. ὀλολύξατε δρύες “ τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος· 5 σαφέστερον δὲ καὶ ἑτέρωθί που φησί “ Καὶ ἔσται ὁ κοπετὸς δὲ ὄντες ἄγαν, συνεθραύοντο τοῖς κακοῖς, καὶ τῆς εἰς Χριστὸν παροινίας δίκας ἐξῄτηνται.
Συνέτριψε δὲ δι’ ἡμᾶς καὶ ἑτέρως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς “ ‘Αρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκρά “τορας του σκότους του αἰῶνος τούτου, τὰ τε πνευματικὰ “ τῆς πονηρίας,’’ ἵνα ἡμᾶς ἐξέληται καὶ διασώσῃ. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ψάλλει Δαυείδ “ Σὺ φοβερὸς εἶ, καὶ τίς “ ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου ; ἐκ τοῦ οὐρανοῦ “ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀνα- “ στῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς “ τῆς γῆς.’’ δέδωκε δὲ ἡμῖν “ πατεῖν ἐπάνω ὄφεων καὶ σκορ “ πίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.’’ κατέταξε γὰρ ἀρχας, συνέθραυσεν ὡς πέτρας τὰς τῶν ἀνοσίων πνευμάτων ἀλαζονείας. ὀργιζομένῳ δὲ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῖς ἠδικηκόσι, παραχωρεῖν ἦν ἀνάγκη καὶ οὐχ ἑκοῦσιν αὐτοῖς.
Χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἑ ἡμέρα θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβομένους αὐτόν. καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται, τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθρούς αὐτοῦ διώξεται σκότεος.
Νουθετεῖ χρησίμως καὶ λίαν εὐτέχνως, οὔτε τῆς εὐημερίας ἀποκείρων τὴν ἐλπίδα, δι’ ὧν ἔφη χρηστὸν ἔσεσθαι τοῖς ὑπομένουσι τὸν Κῦρον, οὔτε μὴν ἀνιεὶς εἰς ἄφετόν τινα καὶ ἐξίτηλον ζωήν· μετατιθεὶς δὲ μᾶλλον εἰς εὐκοσμίαν καὶ εἰς τὸ βιοῦν ἑλέσθαι ἐννόμως, διά τοι τοῦ φάναι πάλιν, ὅτι τὴν ὡς ἐν κατακλυσμῷ νοουμένην ὁδὸν εἰ δὴ ποιοῖτο κατά τινων, καἐξῂτηνται θάπερ τινὰ σεισμὸν ποιήσεται, καὶ ὥσπερ ὑδάτων πολλῶν τε καὶ ἀφορήτων ὁρμὴ κατὰ πρανοῦς ἰοῦσα χωρίου χρῆμά τι e δεινὸν καὶ δυσδιάφυκτον παντελῶς, οὕτως εἰ διάττοι κατά τινων τὰ ἐκ θείας ὀργῆς, ἄρδην ἅπαντας ἀπολέσει τοὺς καθ’ ὧν ἂν ἴοι καὶ φέροιτο.
Σκότω γεμὴν τοὺς ἐχθροὺς αὐτοῦ καταδιωχθήσεσθαι καὶ καταληφθήσεσθαι λέγει. καὶ οὐχὶ δή που πάντως τῷ τῆς νυκτὸς, ἀλλ’ ἑτέρας οἶμαι τῆς νοητῆς καὶ ὡς ἐν τρόπῳ τοῦ παθεῖν νοουμένης. κατασκοτάζειν γὰρ οἶδε τὸν ἀνθρώπινον νοῦν, καὶ ἀμείλικτος συμφορὰ καὶ πικρὸν καὶ ἀδόκητον πάθος, ὃ δὴ τοῖς ἀρχαιοτέροις συμβέβηκεν, ἀπενηνεγμένοις εἰς αἰχμαλωσίαν, καὶ ἁλούσης αὐτοῖς τῆς χώρας. τοιγάρτοι Θεὸς οἴνῳ καὶ μεθύσματι τὰ τοιάδε τῶν κακῶν παρεικάζων, εὖ μάλα πρὸς τὸν μακάριον ἔφασκεν Ἱερεμίαν “ Λάβε τὸ ποτήριον “ τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου, καὶ ποτιεῖς “ πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτοὺς, “ καὶ πίονται καὶ ἐξεμοῦνται, καὶ μανήσονται ἀπὸ προσώπου “ τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν· καὶ μὴν καὶ διὰ φωνῆς Ἠσαίου πρὸς αὐτήν “ Τὸ ποτήριον γὰρ “ τῆς πτώσεως τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας. μέθῃ δὴ οὖν καὶ σκότῳ καταληφθήσεσθαί φησι τοὺς ἐχθρὰ φρονοῦντας Θεῷ, μετασοβῶν εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν ἅπερ ἦν ἄμεινον εἰδέναι τε καὶ δρᾶν αὐτούς.
Κεχώρηκε δὲ καὶ κατὰ τῶν Ἰουδαίων ἐν κατακλυσμῷ πορείας ὁ τῶν ὅλων Θεὸς, καὶ συντετέλεκεν αὐτοὺς τὰς ἐπὶ χριστῷ εἰσπραττόμενος δίκας. γεγόνασι δὲ καὶ ἐν σκότω, καὶ τοῦ θείου φωτὸς ὁλοτρόπως ἠμοιρηκότες, μωροὶ καὶ τυφλοὶ διατελοῦσιν οἱ τάλανες. οὐ γὰρ ἤθελον ἀκολουθεῖν ἐπιφωνοῦντι χριστῷ “ Ἕως τὸ φῶς ἔχετε, περι- “ πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβη. ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς καὶ ἐξήνιοι, ταύτῃτοι λοιπὸν, καθά φησιν ὁ προφήτης “ Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐ- “ τοῖς σκότος, μείναντες δὲ αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. γεγόνασι γὰρ ἐχθροὶ τοῦ θείου φωτὸς, καὶ κατεξανέστησαν ἀνοσίως τῆς δόξης Χριστοῦ.
Τι λογίζεσθε ἐπὶ τὸν κύρω ; συντέλεινα αὐτός ποιήσεται, καὶ οὑκ ἐκδικήσει δὶς ἐμ τὸ αὐτὸ ἐν θλίψει.
Ἔφην ἤδη καὶ ἐν ἀρχαῖς, ὅτι τοῦ Σαλμανασὰρ βασιλέως Ἀσσυρίων τὴν Σαμαρείαν πεπορθηκότος, συγκαταδῃώσαντος δὲ αὐτῇ καὶ ἑτέρας πόλεις τε καὶ κώμας τοῖς Ἰούδα σκήπτροις ὑποκειμένας, εἶτα τῶν ἐκ τοῦ πολέμου περιλελειμμένων ἐν ἀφορήτοις ὄντων δείμασι καὶ εἰς τὰς τῶν ὁμόρων ἐθνῶν ἀναφευγόντων χώρας· ᾤοντο γὰρ κατὰ τὸ εἰκὸς, τοῖς ἴσοις κακοῖς περιπεσεῖσθαι καὶ δεύτερον ἐπ’ αὐτοὺς τῶν Βαβυλωνίων ὑπονοστούντων· ἀναγκαίαν ἐποιεῖτο Θεὸς τὴν παράκλησιν διὰ τῆς τοῦ Προφήτου φωνῆς, δύο ταῦτα καθυπισχνούμενος, ὅτι καὶ τοὺς ἤδη κατειλημμένους τῷ πολέμῳ καὶ ἐν ἀφορήτοις ἲς ὄντας συμφοραῖς ἐλεήσει κατὰ καιροὺς, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπαλλάξει δεσμῶν, καὶ ὅτι παραδώσει τὴν Νινευῒ πρὸς ἐρήμωσιν καὶ ἀπώλειαν.
Ινα τοίνυν μὴ καὶ αὖθις τοῖς ἴσοις περιπεσεῖσθαι κακοῖς προσδοκήσαντες εὐάφορμον ἤδη ποιοῖντο τὴν ἀποδρομὴν, τὴν ἐκ τῆς Ἰουδαίας εἰς ἀλλοφύλους, μονονουχὶ καὶ ἀναπυνθάνεται λέγων τί ἄρα λογίζονται καὶ φρονεῖν ἐγνώκασι περὶ τοῦ κυριοῦ· σκληρὸν ἆρα, φησὶ, καὶ βαρύμηνιν ὑπάρχειν οἴεσθε τὸν τῶν ὅλων Δεσπότην, ὡς διττὰς ἐπὶ τοῖς αὐτοῖς πλημμελήμασι τὰς δίκας αἰτεῖν ; ἁλλὰ πολὺ τοῦ πρέποντος ἀποσφάλλεσθε. προστεθεικότων γὰρ ὑμῶν οὐδὲν τῶν ὅσα ἐστὶν ἔξω νόμου καὶ κατερεθίζει πρὸς ὀργὰς τοῦ νόμου τὸν ὁριστὴν, οὐδ’ ἂν αὐτὸς ἔτι δευτέραν ἐποίσῃ πληγήν. ἔθλιψεν ἀρκούντως ἐφ’ οἷς ἤδη δυσσεβοῦντες ἡλίσκεσθε. στήσατε τὴν ἁμαρτίαν, καὶ τὴν ὀργὴν ἀνακόψει. πεπαίδευκεν ἀποχρώτως, κατελεήσει λοιπὸν σωφρονεῖν ᾑρημένους. μέμικται τοίνυν ὁ λόγος, καὶ κεκραμένην ἔχει τὴν παραίνεσιν. ἐν ταὐτῷ γὰρ ἀναπείθει καὶ τὰ ἁνδάνοντα τῷ Θεῷ κατορθοῦν ἑλέσθαι γνησίως, καὶ τοῦτο δρᾶν ἑλομένοις δίδωσι θαρρεῖν, ὅτι χρηστὸς ἔσται περὶ αὐτοὺς, οὐκ ἀχάλινον αὐτοῖς ἐφιεὶς τὴν ὀργὴν, καθάπερ ᾤοντο κατὰ σφᾶς. ἄθρει δὲ ὅπως τετήρηκε πάλιν ὁ λόγος τῷ Ἰσραὴλ τὸ κατάλειμμα. ὅτι γὰρ οὐ συντελέσει ὁ Θεὸς αὐτοὺς, προαναπεφώνηκεν ἐναργῶς, ὡς ἐν ἐρωτήσει λέγων Τὶ λογίζεσθε ἐπὶ τὸν Κύριον ; συντλειαν αὐτὸς ποιήσεται ; οὐ γὰρ ποιήσεταί φησι τὴν συντέλειαν οὐδ’ ἂν ἐκ βάθρων αὐτῶν κατασείσας τὸν Ἰσραὴλ, εἰς ὄλεθρον παραδώσει παντελῆ. φείσεται δὲ διὰ τοὺς πατέρας, καὶ σωθήσονται κατὰ καιροὺς, κατόπιν ἐθνῶν εἰσβαίκαταδρομὴν νοντας διὰ πίστεως τῆς εἰς χριστὸν εἰς ἁγιασμὸν καὶ οἰκειότητα τὴν ὡς πρὸς Θεὸν δι’ Υἱοῦ ἐν Πνεύματι.
Ὂτι ἓως θεμελίων αὐτῶι χερσωθήσονται, καὶ ὡς σμίλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς καλάμη ξηρασίας μεστή. ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου πονηρὰ βουλευόμενος ἐναντία.
Ἀποφήνας διὰ πολλῶν, ὅτι καὶ τὸ πάντα δύνασθαι κατορθοῦν εὐκόλως τῷ τῶν ὅλων ἐνυπάρχει Θεῷ, ἀνήνυτον δὲ αὐτῷ παντελῶς οὐδὲν, μετακομίζει τὸν λόγον ἐπ’ αὐτὴν ἤδη τὴν Νινευΐ, καί φησιν, ὅτι κἂν εἰς τοῦτο προήκοι λαμπρότητος, ὡς ἐν ἴσῳ φαίνεσθαι τοῖς εὐδενδροτάτοις τῶν ὀρῶν, Λιβάνῳ τέ φημι καὶ Καρμήλῳ, πολλοῖς καὶ ἀναριθμήτοις κομῶσα λαοῖς· κἂν εἰ μηδὲν ἀποδέοι τῆς Βασσανίτιδος, ἀλλ’ ἥξει καιρὸς, ὅτε καὶ εἰς ἅπαν ἐρημωθήσεται. τοῦτο γὰρ οἶμαί ἐστι τὸ ἕως θεμελίου χερσωθήσεσθαι, τετηρηκότος τοῦ λόγου τὴν τροπὴν ὡς ἐπ’ ὁρῶν τε καὶ γῆς, ξύλων τε καὶ ὕλης. βρωθήσεσθαι δέ φησιν αὐτὴν κατανεμηθέντων τρόπον τινὰ Περσῶν τε καὶ Μηδῶν. εἷλον γὰρ οὗτοι τὴν Νινευΐ, πολεμαρχοῦντος τοῦ Κύρου. σμίλακι δὲ παρεικάζει τὴν τῶν Ἀσσυρίων πληθὺν, κατῴκουν γὰρ οὗτοι τὴν Νινευΐ. καὶ τίς ἂν γένοιτο λόγος τοῦ τοιοῦδε πάλιν ; ἔστι μὲν γὰρ ἡ σμίλαξ κιττοειδές τι φυτὸν, ἕρπει δὲ ἀεὶ πρὸς τὸ ὑψοῦ καὶ λεπτοὺς ἀνίησι κλῶνας, καὶ τῶν ἐγγὺς ἑστηκότων καταδράττεται φυτῶν, ὡς καταπνίγεσθαι πολλάκις ὑπ’ αὐτῆς καὶ τὰ εὐμηκέστατα τῶν ξύλων. ἔδρων δὲ τοῦτο καὶ Ἀσσύριοι, καταθρώσκοντες ἀεὶ χωρῶν καὶ πόλεων, καὶ οἷον συμπνίγοντές τε καὶ καταβρίθοντες ταῖς τῶν πολέμων συμπλοκαῖς καὶ ταῖς ἀφορήτοις καταδυναστείαις. ἔφη δὲ αὐτὴν καταπρησθήσεσθαι, καὶ ὡς Καλάμην ξηρασίας μεστήν. ἑτοιμότατον δὲ τῆς καλάμης τὸ χρῆμα πρὸς τὸ δαπανᾶσθαι πυρί. κατεμπιπραμένῃ δὲ ὥσπερ τῆ Νινευΐ καὶ πασχούσῃ τὰ εξ ὀργῆς καταδῃουμένῃ τε λοιπὸν ὁ Προφήτης ἐπιφθέγγεται καὶ τοῦ τὰ τοιάδε παθεῖν τὴν πρόφασιν καταλευκαίνει λέγων Κε σοῦ έξελεύσεται λογισμὸς κατὰ τοῦ κυροῦ πονηρα βουλευλομενος ἐναντία. προκείσῃ φησὶν εἰς ἐρήμωσιν, ἔση δὲ καὶ ὡς χέρσος, καὶ μὴν καὶ καταφλεχθήσῃ πυρὶ, λογιῇ γὰρ κατὰ τοῦ Θεοῦ δεινὰ καὶ ὑπέροπτα καὶ τὰ ἐναντία. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς πλημμελοῦντα τὸν Ἰσραὴλ κολάζων, εὐάλωτον ἀπετέλει καὶ τοῖς σοῖς αὐτὸν ὑπεκόμιζε ποσί. διακείσῃ γεμὴν οὐχ οὕτως αὐτὴ, νομιεῖς δὲ μᾶλλον ᾑρηκέναι τὴν Ἰουδαίαν καὶ οὐχ ἑκόντος αὐτοῦ. ἔχουσαν γὰρ οὕτως εὑρήσομεν τὴν Ῥαψάκου περιττοεπ́ειανι ὅτε τὴν τοῦ Θεοῦ κατεκερτόμει δόξαν, λέγων τοῖς καθημένοις ἐν τῷ τείχει “ Μῆ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνή- “σονται ῥύσασθαι ὑμᾶς καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας “ ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.” πρὸς δὴ τὴν οὕτως ἀβουλοτάτην καὶ ἀνόσιον ἀληθῶς ἀθυροστομίαν ἀπελογεῖτο ὁ Θεὸς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων “ Μῆ “ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ, ἢ ὑψω- “ θήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν “ ὥσπερ γὰρ ἡ ἀξίνη, κἂν τομωτάτη τις εἴη καὶ εὔχαλκος, οὐκ ἃν ἐνεργήσῃ περὶ τὰς τῶν δένδρων ἀποτομὰς, εἰ μή τις αὐτὴν ἰδίαις δυνάμεσι κατά τινος ἐπιφέροι, ὡσαύτως δὲ καὶ ὁ πρίων ἀπρακτήσει πάντως περὶ τὰ οἰκεῖα, καθέλκοντος αὐτὸν ἢ ἀνέλκοντος οὐδενός· οὕτω καὶ ἡ τῆς τῶν Νινευιτῶν βασιλείας ἤγουν στρατιᾶς ἰσχὺς οὐκ ἃν ἐκράτησε τῆς Σαμαρείας, μὴ οὐχὶ θείας ὀργῆς πόλεσί τε αὐτὴν ἐπιφερούσης καὶ κώμαις, καὶ οἷον ἐργαλείῳ χρωμένης, ὃ κινεῖται μὲν παρ’ ἑτέρου, καί ἐστι χρήσιμον εἰς ὑπουργίαν παραληφθὲν, ἐνεργήσειε δ' ἃν οὐδὲν αὐτὸ καθ’ ἑαυτό. κολάζεται τοίνυν ἡ Νινευΐ διάτοι τὸ πονηρὰ κατὰ Θεοῦ λογίζεσθαι καὶ τὰ ἐναντία μᾶλλον, ἢ ὡς ἃν ἔχοι κατὰ τὸ ἀληθὲς ἡ φύσις τοῦ πράγματος. παραδέδωκε γὰρ ὁ τῶν ὅλων Θεὸς ἡμαρτηκότα τὸν Ἰσραὴλ, καὶ οὐκ αὐτὴ μᾶλλον εἷλεν ἐπαμύνοντος Θεοῦ καὶ σώζειν αὐτοὺς θέλοντος ἔτι.
Τάδε λέγει Κύριος κατὰρχων ὑδάτων πολλῶ καὶ οὓτως διασταλήσονται, καὶ ἡ ἀκῶ θοῦ οὐκ ἐνακουσθήσεται ἒτι.
Ἒστι μὲν οὖν ὁ λόγος πρὸς τὴν Νινευΐ τὴν ἀλαζόνα καὶ θεομάχον. ὓδατα δὲ εἶναί φησιν ἐν τούτοις τὰς ἀμετρήτους κατά τε χώρας καὶ πόλεις καὶ ἔθνη πληθῦς, ποταμῶν ἢ θαλάσσης δίκην καταχεομένας εὐκόλως, ὧν ἃν ἕλοιτο Θεός. αὐτὸς γάρ ἐστιν αὐτῶν ὁ κατάρχαιν, ὡς Δημιουργὸς, ὡς τῶν ὅλων κύριος καὶ Θεὸς, ὡς ἰδίοις νεύμασι τὰ ὑπ’ αὐτοῦ γεγονότα πηδαλιουχῶν, καὶ τῆς ἁπάντων καρδίας τὸ νεῦμα μετατιθεὶς πρὸς τὸ αὐτῷ δοκοῦν, οὕτω τε Κύρος δὲ ἦν ὁ Καμβύσου· ἐντέλλεται δὲ οὐχὶ πάντως ὡς ἁγίῳ καὶ προφήτη προσλαλῶν, ἀλλ’ εἰς νοῦν ἐνιεὶς τὸ ἴδιον θέλημα, καὶ ὑπουργὸν ἀποφήνας τῶν δοκούντων αὐτῷ, καίτοι βέβηλον ὄντα καὶ εἰδωλολάτρην. ὥσπερ γὰρ ἐνετείλατο τῷ κήτει καταπιεῖν τὸν Ἰωνᾶν, καὶ τῇ κολοκύντῃ πάλιν, ἀναφῦναί τε ὑπὲρ κεφαλῆς αὐτοῦ καὶ ἐπισκιάζειν αὐτὸν, καὶ μὴν καὶ τῆ σκώληκι τῇ ἑωθινῇ πατάξαι τὴν κολοκύνταν· οὕτω φαμὲν ἐντετάλθαι καὶ Κύρῳ.
Καὶ ταυτὶ μὲν ἱστορικῶς· ἐπιφωνήσειε δ' ἃν ὁ Θεὸς καὶ Ηατὴρ κυριοκτόνῳ γεγενημένῃ τῆ Ἱερουσαλὴμ, ἤτοι τῇ τῶν Ἰουδαίων χώρᾳ “ ὅτι ἕως θεμελίων αὐτῶν χερσωθήσεται, “ καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς κα- “ λάμη ξηρασίας μεστή. ἐκ σοῦ ἐξελεύσεται λογισμὸς “ κατὰ τοῦ κυρίου πονηρὰ βουλευόμενος ἐναντία.” καταπέπρησται γὰρ καὶ κεχέρσωται, καὶ ὡς καλάμη ξηρὰ δεδαπάνηται. τετολμήκασι γὰρ λογίσασθαι πονηρὰ κατὰ τοῦ c κυριοῦ, καὶ μὴν καὶ ἀθύρῳ γλώττη χρήσασθαι· ποτὲ μὲν γὰρ Σαμαρείτην καὶ κάτοινον καὶ ἐκ πορνείας γεγεννημένον ὠνόμαζον. ποτὲ δὲ καὶ ἔφασκον ὅτι “ πλανᾶ τὸν ὄχλον, καίτοι ταύτης ἕνεκα τῆς αἰτίας ἀπεσταλμένου πάρα του Θεοῦ καὶ Παρρὸς, ἵνα τοῦ πλανᾶσθαι τὸ πλανώμενον ἀπαλλάξῃ καὶ προσκομίσῃ Θεῷ τὸ ἀποσκιρτῆσαν αὐτοῦ, καὶ προσάγῃ διὰ τῆς πίστεως τὸ πολυτρόπως ὠλισθηκὸς εἰς ἀπόστασιν, καὶ καταφωτίσῃ μὲν τὸ ἐν σκότει, καταδήσῃ δὲ τὸ συντετριμμένον. ἐπειδὴ δὲ οὐκ εἰσάπαν ὠλόθρευσε τὸν Ἰσραὴλ, τετήρηται δὲ, ὡς ἔφην ἤδη πλειστάκις, αὐτῷ τὸ κατάλειμμα· πεπιστεύκασι γὰρ καὶ ἐξ Ἰουδαίων οὐκ εὐαρίθμητοι, καὶ τοῖς ἔθνεσιν ἀναμὶξ δοξολογοῦσι Χριστόν· ἀκουέτωσαν μὲν οἱ ἐκ τῆς κατὰ σάρκα περιτομῆς ὅτι Συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ δοῦ καὶ τοὺς δεσμούς σου διαῤῥήξω καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύρος. ποίαν δὲ ἄρα φησὶ τὴν ῥάβδον, ἢ τίνας ὅλως δεσμοὺς, πῶς οὐκ ἀναγκαῖον εἰπεῖν ; ὑπέκειντο μὲν γὰρ οἷά τινι σκήπτρῳ, κατηχθισμένοι τῇ τῶν γραμματέων τε καὶ Φαρισαίων ἀπονοίᾳ τε καὶ ἀγριότητι, καὶ μονονουχὶ δεσμοῖς συνεχόμενοι τοῖς ἐκείνων ἐντάλμασιν, οὐ παρεδέχοντο τὴν πίστιν. ἀλλ’ ἐξῄρηται μὲν ἡ ῥιίβρος, τουτέστιν ἡ ἀρχὴ, διεῤῥάγη δὲ τὰ δεσμὰ, καὶ λοιπὸν ἐλευθέρῳ φρονήματι προσδεδραμήκασι τῷ χριστῷ, μονονουχὶ προτροπάδην ἐπιφωνοῦντες ἀλλήλοις, κἀκεῖνο λέγοντες τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας “ Διαρρήξωμεν τοὺς δεσμοὺς αὐ- “ τῶν, καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν.’’ Ακουέτεσαν δὲ πρὸς ἐκείνοις οὐδὲν ἧττον οἱ ἐξ ἐθνῶν Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαῤῥήξω καὶ ἐντελεῖται ὑπὲρ σοῦ Κύριος. πάλαι μὲν γὰρ τοῖς τοῦ διαβόλου σκήπτροις ὑπεζευγμένοι, καὶ τοῖς τῶν κοσμικῶν ἡδονῶν κατεσφιγμένοι δεσμοῖς προσεκύνουν “ τῇ “ κτίσει παρὰ τὸν κτίσαντα·’’ Θεὸν οὐκ ᾔδεσαν τὸν φύσει καὶ ἀληθῶς, καὶ κτηνῶν ἀλόγων ὀλίγα διενεγκόντες ταῖς ἡδοναῖς ἐδούλευον τῆς σαρκὸς, οἰκτρόν τε καὶ ἀλογώτατον διέζων βίον. ἀλλ’ ἠλευθέρωνται καὶ αὐτοὶ, χριστοῦ τὴν ἀρχαίαν ἐκείνην ῥάβδον συντρίψαντος καὶ διαῤῥηγνύντος τὰ δεσμὰ, καὶ ἁμαρτίας ἐξέλκοντος, καὶ μετατιθέντος ἐκ πλάνης εἰς ἐπίγνωσιν Θεοῦ, καὶ δικαιοῦντος τῇ πίστει, καὶ ἐντελλομένου λοιπὸν ὑπὲρ αὐτῶν, δῆλον δὲ ὅτι τοῖς ἁγίοις ἀγγέλοις. γέγραπται γὰρ ὅτι “ Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, “ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐντελεῖται γὰρ τοῖς ἁγίοις ἀγγέλοις διαφυλάσσειν ἡμᾶς ἐν πάσαις ταῖς ὁδοῖς καὶ λαμβάνειν ἐπὶ χειρῶν, μήποτε προσκόψωμεν πρὸς λίθον τὸν πόδα. καὶ ἀτρεκὲς ὅτι “ Παρεμβαλεῖ ἄγγελος “ Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐ- “τούς.”
Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι.
Ὃμοιον ὡς εἰ λέγοι πάλιν Οὐκ ἔση διεσπαρμένος εἰς πάντα τὰ ἔθνη, ἢ δορίληπτος καὶ ἀλήτης καὶ τῆς ἐνεγκούσης ὡς ἀπωτάτω καὶ παγχάλεπον ὑπομένων θητείαν ἐν πόλεσι δυσμενῶν οἰκτρῶς τε καὶ ἐλεεινῶς καὶ ἀθλίως κατεσκεδασμένος. σημειωτέον δὲ, ὅτι πρὸ τῆς ἐν Βαβυλῶνι δευτέρας αἰχμαλωσίας ἦν ὁ Προφήτης Ναούμ, καὶ μετὰ ταύτας τοῦ Προφήτου τὰς φωνὰς ἥλω καὶ πεπόρευται πρὸς αἰχμαλωσίαν ὁ Ἰούδας, καὶ δεδούλευκεν Ἀσσυρίοις. Ἐζεκίου μὲν γὰρ τοῦ Ἰερουσαλὴμ βασιλεύοντος, κατεστράτευσε τῆς Σαμαρείας μαρείας ὁ Σεναχηρεὶμ, καὶ τὰς ἐν αὐτῇ πόλεις καταδῃώσας, προσεμπρήσας δὲ καὶ ἑτέρας, ἀπέστειλεν ἐκ Λαχὶς τὸν Ῥαψάκην, ὃς καὶ ἄγροικον ἠφίει κατὰ Θεοῦ τὴν γλῶτταν, εἶτα πεπτώκασιν ἀγγέλου χειρὶ τῆς τῶν Ἀσσυρίων στρατιᾶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες· μετὰ δέ γε τὴν Ἐζεκίου βασιλείαν χρόνου μεταξὺ διαγεγονότος οὐ μικροῦ, Σεδεκίου βεβασιλευκότος, ὃς ἦν υἱὸς Ἰωσίου, πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ, προκαταδῃώσας ὅλην τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ, εἶτα κατὰ κράτος ἑλὼν τὴν ἁγίαν πόλιν, κατεμπρήσας δὲ καὶ τὸν διαβόητον ἐκεῖνον ναὸν, ἀπῴκισε τὸν Ἰούδαν καὶ προστέθεικε τοῖς ἐκ Σαμαρείας διὰ τοῦ Σεναχηρεὶμ ἀπενηνεγμένοις. ἆρ’ οὖν διαψεύδεται τὴν ὑπόσχεσιν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ Προφήτου λέγων πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι ; εἶτα πῶς οὐκ ἀμαθὲς, μᾶλλον δὲ καὶ εἰς λῆξιν ἃν ἴοι τοῦ παντὸς ἤδη κακοῦ, τὸ ψευδοεπεῖν οἴεσθαι τὸν Θεόν ; ἁμαρτοεπὲς γὰρ οὔτι που τὸ θεῖον, πολλοῦ γε καὶ δεῖ· ἀληθεύσει δὲ οὕτως. μνημονεύσας γὰρ πρότερον τῆς ἀφέσεως τῆς γεγένημένης κατὰ καιροὺς, Κύρου τοῦ τῶν Περσῶν ἀνῃρηκότος τὸ κράτος, τότε φησιν, ὡς οὐκ ἂν ἀλήτης γένοιτο μετὰ τοῦτο ἔτι καὶ ἔξοικος ὁ Ἰσραήλ. ἀνακεκλημένοι γὰρ εἰς τὰ ἑαυτῶν καὶ ὑπονοστήσαντες εἰς τὴν Ἰουδαίαν, κατῳκήκασιν ἀσφαλῶς. καὶ κεκίνηνται μὲν πόλεμοι κατ’ αὐτῶν ὑπό τε Ἀντιόχου τὸ ἐπίκλην Ἐπιφανοῦς, καὶ ἑτέρων δὲ μετ’ ἐκεῖνόν τινων· πλὴν οὐκ ἀπῴχοντο πρὸς αἰχμαλωσίαν· ἀλλ’, ὡς ἔφην, κατῳκήκασι τὴν ἐνεγκοῦσαν ἀσφαλῶς.
Οὕτω μὲν οὖν ἐπὶ τοῦ κατὰ σάρκα Ἰσραὴλ νοηθείη ἃν τό Οὐ σπαρήσεται ἐκ τοῦ ὁνόματός σου ἔτι· ἀκούσεται δὲ, καὶ μάλα εἰκότως, ὁ νοητὸς Ἰσραὴλ, τουτέστιν, οἱ τοῖς τῆς διανοίας ὄμμασιν ὁρῶντες Θεὸν καὶ τὴν δόξαν τοῦ Μονογενοῦς κατατεθηπότες Οὐ σπαρήσεται ἐκ τοῦ ὁνόματός σου ἔτι. γεγόνασι μὲν γὰρ πρὸ τῆς πίστεως ὑπὸ χεῖρας ἐχθρῶν, ὑποζεύξαντες τὸν τῆς διανοίας αὐχένα τῷ σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς, καὶ τοῖς κακοῖς τῆς φιλοσαρπροκαταδῃώσας] κίας ἐνδεδεμένοι. ἀλλ’ ἐξῄρηται λοιπὸν ἡ πλεονεξία τῶν πάλαι κεκρατηκότων, κατεσείσθη καὶ πέπτωκε σὺν ἐκείνοις ἡ ἁμαρτία, ἐξῄρηται τῶν παθῶν ἡ δύναμις. ἀνῆκε γὰρ ἡμᾶς ὁ Σριστὸς, συνεκόμισε διὰ τῆς πίστεως εἰς ἁγιασμὸν, καίτοι πολυτρόπως κατεσπαρμένους εἰς πολυειδῆ καὶ ἐξίτηλα πάθη, καὶ εἰς ἀμέτρητον πολυθείαν. ἀλλ’ οὐκ ἔτι διασπαρησόμεθα, μενοῦμεν δὲ πάντως ἐν Χριστῷ, μίαν ἔχοντες πίστιν, ἓν βάπτισμα, καὶ ἕνα κύριον Σωτῆρά τε καὶ Λυτρωτὴν, καὶ δι’ αὐτοῦ τῶ Θεῷ καὶ Πατρὶ πρὸς ἑνότητα τὴν πνευματικὴν συνδούμενοι.
Ἐξ οἲκου θεοῦ ὅου ἐξολοθρέυσω τὰ Γλυπτά, κω χωνευτὰ θήσομαι ταφὴν ὅου.
Προσκέκρουκε μὲν οὐ μετρίως ὁ Ἰσραὴλ, ἀπονενευκὼς εἰς ἀπόστασιν, καὶ ἀποφοιτήσας μὲν ἀνοσίως τοῦ σεσωκότος Θεοῦ, προσκείμενος δὲ ταῖς τῶν εἰδώλων λατρείαις, ταύτῃτοι καὶ γεγονὼς αἰχμάλωτος πεπόρευται πρὸς ἐχθροὺς, ἀπεκομίσθη τε οὕτως εἰς τὴν Νιωευΐ. οἱ δὲ δὴ περιλειφθέντες ἐν τοῖς Ἱεροσολύμοις, οὐδὲν ἧττον ἦσαν ῥᾴθυμοι πρὸς φιλοθεΐαν, καὶ ἀνασφαλεῖς εἰς εὐλάβειαν, καὶ ἀποσπουδάζοντες μὲν τὸ ἁνδάνον Θεῶ, καὶ τῆς ὑπ’ αὐτῶ δουλείας ἀποσειόμενοι τὸν ζυγόν· θύοντες δὲ τῇ Βάαλ ἔτι καὶ τῇ Ἀστάρτῃ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. ἐπειδὴ δὲ διὰ προφητῶν ἁγίων γεγόνασιν ἀπειλαὶ, Θεοῦ λέγοντος ἐναργῶς ὡς διολεῖται μὲν Ἰερουσαλὴμ, βαδιοῦνται δὲ τοῖς ἄλλοις ὁμοῦ πάντη τε καὶ πάντως αἰχμάλωτοι καὶ οἱ κατοικοῦντες αὐτὴν εἰς χεῖρας ἀλλοτρίων, ἐξένηψαν κατὰ καιροὺς τῶν ἐν αὐτὴ βεβασιλευκότων τινὲς, καὶ καθεῖλον τεμένη, βωμοὺς ἀνέτρεψαν, καὶ πυρὶ δεδαπανήκασι τὰ γλυπτά. μάλιστα δὲ τῶν ἄλλων διέπρεψεν ἐν τούτοις Ἰωσίας, περὶ οὗ λελάληκε καὶ ὁ ἄνθρωπος τοῦ Θεοῦ θύοντί ποτε τῷ Ἰεροβοὰμ τῷ τοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. ὁ μὲν γὰρ εἱστήκει ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἀνοίσων θυσίας· ὁ δὲ πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου φησί “ Θυσιαστήριον θυσιαστή “ ῥίον τάδε λέγει Κὐριος Ἴδου υἱὸς τίκτεται τῷ οἴκῳ “ Δαυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς “ τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων “ καύσει ἐπὶ σέ.’’ ὅτι δὲ εἰς πέρας ἐκβέβηκε τὸ προεπηγγελμένον, μεμαρτύρηκεν ἐναργῶς τὸ γράμμα τὸ ἱερόν. γέ- γραπταὶ δὲ οὕτως ἐν τῆ τετάρτῃ τῶν βασιλειῶν περὶ Ἰωσίου “ καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ “ καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσι τὸν “ σταθμὸν, τοῦ ἐξαγαγεῖν ἐκ τοῦ οἴκου κυρίου πάντα τὰ “ σκεύη τὰ πεποιημένα τῶ Βάαλ καὶ τῶ ἄλσει καὶ πάσῃ “ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἱερου “ σαλὴμ ἐν Σαδημὼθ κέδρων, καὶ ἔλαβε τὸν χοῦν αὐτῶν “ εἰς Βαιθὴλ, καὶ κατέκαυσε τοὺς χωμαρεὶμ οὓς ἔδωκαν “ βασιλεῖς Ἰούδα, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς “ πόλεσιν Ἰούδα καὶ ἐν τοῖς κερικύκλῳ Ἱερουσαλὴμ. καὶ “ τοὺς θυμιῶντας τῇ Βάαλ καὶ τῷ ἄλσει καὶ τῷ ἡλίῳ καὶ “ τῇ σελήνῃ καὶ τοῖς μαζουρὼθ καὶ πάση τῇ δυνάμει τοῦ “ οὐρανοῦ. καὶ ἐξήνεγκε τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν “ Ἰερουσαλὴμ εἰς τὸν χειμάρρουν τῶν κέδρων, καὶ κατέκαυ “ σεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τῶν κέδρων, καὶ ἐλέπτυνεν εἰς “ χοῦν, καὶ ἔρριψε τὸν χοῦν αὐτῶν εἰς τὸν τάφον τῶν υἱῶν “ τοῦ λαοῦ.’’ συνίης οὖν, ὅπως τισὶ τέθεινται ταφή τις ὥσπερ τὰ χωνευτὰ, καὶ ἐξωλοθρεύθησαν ἐξ οἴκου κυρίου τοι γλυπτα ;
Πιστώσεται δὲ τὸν ἐπὶ τῷδε λόγον καὶ ἑτέρα γραφή. ἔφη γὰρ οὕτως ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων “ Ἐν “ τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ.” δῆλον δὲ ὅτι τῆς Ἰωσίου· “ καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο τοῦ ζητῆσαι “ κύριον τὸν Θεὸν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ “ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι “ τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ “ τῶν ἀλσέων καὶ ἀπὸ τῶν χωνευτῶν, καὶ κατέσκαψαν κατὰ “ πρόσωπον αὐτοῦ τὰ θυσιαστήρια τῶν Βάαλ, καὶ τὰ “ ὑψηλὰ τὰ ἐπ’ αὐτῶν, καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ, “ καὶ τὰ χωνευτὰ συνέτριψε καὶ ἐλέπτυνε καὶ ἒῤῥιψεν ἐπὶ “ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς· καὶ “ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθά “ ρισε τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλήμ.” οὐκοῦν διολώλασιν ἐπ’ αὐτοῖς τεμένεσιν, ὡς ἔφην, καὶ βωμοῖς, καὶ τοῖς χωνευτοῖς μονονουχὶ συνεθάπτοντο, κατὰ τὸν τοῦ Προφήτου λόγον. ἰστέον δὲ, ὅτι κατά γε τοὺς χρόνους Ἐζεκίου προεφήτευσεν τευσεν ὁ Ναούμ. εἶτα γέγονεν ἐκ μὲν Ἐζεκίου Μανασσῆς, ὃς βεβασίλευκεν ἔτη πέντε καὶ πεντήκοντα· Μανασσῆ δὲ υἱὸς Ἀμὼς, ὃς ἔτη μόλις διεβίω δύο, καὶ μετ’ ἐκεῖνον ὁ Ἰωσίας, ἐφ’ οὗ τὰ τῆς προφητείας πεπλήρωται, καθὰ δέδειχεν ἡμῖν ἀρτίως ὁ λόγος.
Ὃτι ταχεῖς ἰδοὺ ἐπὶ τὰ ορη οἱ πόδες εὺαγγελιζομενου καὶ ἀπαγγέλλοντος εἰρήνην.
Διέτριβον μὲν ἐν Βαβυλῶνι γεγονότες αἰχμάλωτοι οἱ υἱοὶ Ἰσραὴλ, ἦσαν γεμὴν ἐν ἐλπίσι τοῦ καὶ αὖθις ἀνακομισθήσεσθαι κατὰ καιροὺς, καὶ εἰς τὴν ἄνωθεν αὐτοῖς καὶ ἐκ πατέρων εὐγένειαν ἀναφοιτήσειν οὐκ εἰς μακρὰν, τοῦτο προφητῶν ἁγίων ὡς Θεοῦ λαλοῦντος ἐπηγγελμένων. ἦν δὲ αὐτοῖς ὁ τῆς ἐλπίδος καιρὸς, τῆς Κύρου βασιλείας μέλλοντος αἱρήσειν κατὰ κράτος τὴν Νινευΐ, καὶ τοῦτο πάλιν αὐτοῖς Ἡσαΐου προαπηγγελκότος. ἔφη γάρ “ οὕτω λέγει κύριος “ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἐμπροσθὲν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ “ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς “συνθλάσω. ” καὶ μεθ’ ἕτερα πάλιν “ οὗτος οἰκοδομήσει “τὴν πόλιν Ἰερουσαλήμ, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ “μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε “Kύριος σαβαώθ.” ἥξει τοίνυν, φησὶν, ἄγγελος τοῖς ἐξ Ἰσραὴλ φήνης, τὴν Κύρου σημαίνων ἐκστρατείαν, ὅτε καὶ τὸν τῆς αἰχμαλωσίας ἀπεσείοντο ζυγὸν, καὶ τὴν τῶν κρατούντων ῥάβδον συνέτριψαν, καὶ τῆς ἀσυνήθους δουλείας ἀπορρήξαντες τὰ δεσμὰ, οἴκαδε πάλιν γεγονότες, ἐσώζοντο.
Εἰ δὲ δή τις ἕλοιτο τὴν δύναμιν τῶν προκειμένων τοῖς τοῦ ἁγίου βαπτιστοῦ κηρύγμασιν ἐφαρμόσαι, παλινδρομήσειεν ἃν καὶ οὗτος ὀρθῶς. ἐποιεῖτο γὰρ ἐν ἐρήμῳ τὰς διατριβὰς, καὶ οἷον ἐν ὄρεσι διακεκραγὼς εὐηγγελίζετο τὴν εἰρήνην, τουτέστι χριστόν. ὡραῖοι δὴ οὖν οἱ ποδες καὶ ταχεῖς τοῦ λέγοντος “ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς “ τρίβους τοῦ Θεοῦ ἡμῶν.”
Εόρταζε Ἰούδα τὰς ἑορτάς θοῦ, ἀπόδος τὰς εὐχάς θοῦ, Μου οὐ μὴ προσθῶσιν ἒτι τοῦ διελθεῖν εἰς παλαίωσιν.
Προστεταχότος τοῦ νόμου, μὴ δεῖν ἔξω θύειν τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, ἁλλ’ “ εἰς τὸν τόπον, ὃν ἃν ἐκλέξηται “ Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ,” ἐν ἀλλοδαπῇ γεγονότες οἱ ἐξ Ἰσραὴλ, καὶ τὴν Περσῶν τε καὶ Μηδῶν χώραν οἰκοῦντες, ἄπρακτοί που πάντως περὶ τά σφισι νενομισμένα καὶ ἀνενέργητοι διετέλουν, οὐ τὰς ἐξ ἔθους πληροῦντες ἑορτ‘ὶς, οὐ θυσίας προσάγοντες, οὐκ ἀπαρχὰς, οὐ χαριστήρια κατὰ τὸν νόμον, οὐ τὸν ἀμνὸν σφάζοντες ἐν μηνὶ τῷ νέῳ· τάχα που καὶ πρὸς μόνας ὀκνοῦντες δοξολογίας. καὶ τοῦτό φαμεν τοῦ θεσπεσίου Δαυεὶδ ὡς ἐκ προσώπου λέγοντος τοῦ ἐν Βαβυλῶνι λαοῦ “ Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν, ἐν τῷ μνη “ σθῆναι ἡμᾶς τῆς Σιῶν. ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς “ ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν.’’ καὶ πρὸς τούτοις ἔτι Πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας ” ἔξω γὰρ, ὡς ἔφην, τῆς ἁγίας γῆς γεγονόσιν αὐτοῖς, ἔξω ναοῦ καὶ σκηνῆς, καὶ τὸν ἱερὸν οὐκ ἔχουσι χῶρον, ἀπρακτεῖν ἦν ἀνάγκη περὶ τὰ ἐκ νόμου. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν ὁ τοῦ ἀνεῖσθαι καιρὸς, ἐπιφθέγγεταί τις εἰκότως αὐτοῖς ἢ ὁ τῆς εἰρήνης ἄγγελος, οὗ καὶ ταχεῖς οἱ πόδες, ἤγουν αὐτὸς ὁ Προφήτης, ὅτι μέτεστιν αὐτοῖς πληροῦν ἑορτας, ἀνάπτειν χαριστηρίους ᾠδὰς, καὶ ἀποπεραίνειν εὖ μάλα τὰ ἐν εὐχαῖς ἤγουν ὑποσχέσεσι. προσεπαγγέλλεται δὲ καὶ τὴν ὅσον οὐδέπω τῶν ἐχθρῶν ἐσομένην ἀπώλειαν. οὐ γὰρ μὴ προσθῶσί φησι τοῦ διελθεῖν εἰς παλαίωσιν, τουτέστιν οὐκ εἰς μακροὺς ἔτι χρόνους μενοῦσι, οὔτε μὴν παλαιουμένην ἤγουν ἀτελεύτητον ἕξουσι τὴν εὐημερίαν. πεπαύσεται γὰρ καὶ καταλήξει συστελλομένη.
Ακουέτω δὲ πρεπωδέστερον καὶ ὁ νοητὸς Ἰούδας τῶν τοιῶνδε φωνῶν. “ Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, “ οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ’ ὁ ἐν τῷ “ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ “ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ “ Θεοῦ.’’ ἑορτάσει μὲν οὖν ὁ τοιόσδε λαμπρῶς, ἐρηρεισμένην ἔχων τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, ἡγιασμένος τῷ Πνεύματι, καὶ τῇ τῆς υἱοθεσίας διαπρέπων χάριτι. προσοίσει δὲ τῷ Θεῶ θυσίας πνευματικὰς, ἑαυτὸν ἀνατιθεὶς εἰς ὀσμὴν εὐωδίας, καὶ πᾶν εἶδος συνεπιτηδεύων ἀρετῆς, σωφροσύνην, ἐγκράτειαν, ἀνδρείαν, ὑπομονὴν, ἀγάπην, ἐλπίδα, φιλοπτωχείαν, χρηστότητα, μακροθυμίαν· “ τοιαύταις γὰρ “ θυσίαις εὐαρεστεῖται Θεὸς. ἴστω γεμὴν ὁ νοητὸς Ἰούδας περὶ παντὸς ἐχθροῦ καὶ τῶν πάλαι κεκρατηκότων, ὅτι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν, τουτέστιν ἐκ μέσου γενήσονται πεμπόμενοι δηλονότι πρὸς κόλασιν. ὃ δὴ καὶ πεπλήρωκεν ὁ Χριστὸς, ἐπιτάσσων τοῖς ἀκαθάρτοις πωεύ μασιν εἰς τὴν ἄβυσσον ἀπελθεῖν, καὶ δοὺς τοῖς αὐτὸν ἀγαπῶσι τῶν ἐχθρῶν κατεξανίστασθαι, καὶ κατὰ παθῶν ἀνδρίζεσθαι καὶ ἁμαρτίας καταθλεῖν καὶ “ πατεῖν ἐπάνω “ ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ “ ἐχθροῦ.” Συντετέλεσται, ἐξῇρται· ἄι’ ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος ἐκ θλίψεως.
Ὡς ἀραρότως ἤδη, καὶ πάντη τε καὶ πάντως συμβησομένου τοῦ δεῖν ἀπολέσθαι τὴν Νινευΐ, συντετελέσθαι φησὶν αὐτὴν, τὸ οἷον ἐλθεῖν εἰς συντέλειαν διὰ τούτου δηλῶν. καὶ μὴν καὶ ὲξῇρθαι, τουτέστιν ἐκκεκόφθαι τε εἰσάπαν καὶ ἀνῃρῆσθαι παντελῶς. εὖ δὲ δὴ σφόδρα καὶ τὸ ἀνεβη φησὶν ἐπὶ Κύρου, μετ’ ἐμφάσεως οἶμαί που τοιοῦτόν τι σημαίνων, d ὁποῖον ἔφη περὶ αὐτοῦ καὶ ὁ προφήτης Ἱερεμίας, τὰ κατὰ καιροὺς ἐσόμενα τῇ Νινευΐ προαναφωνῶν “ Ανεβ́η λέων ἐκ “ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε, καὶ ἐξῆλθεν “ ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν σου εἰς ἐρήμωσιν, “ καὶ αἱ πόλεις σου ἐρημωθήσονται, παρὰ τὸ μὴ κατοικεῖσθαι “ αὐτάς.” θηρὸς γὰρ ἀγρίου δίκην ἐπιθρώσκων τῆ Νινευΐ, τοὺς ἐν αὐτῇ κατεδήδοκεν. ἀλλ’ ἐκείνοις μὲν ὡς πολέμιος δεινός τε καὶ ἀτεράμων ἦν, καὶ ἄθραυστος εἰς ὀργὰς γέγονε, τοῖς δὲ ἐξ Ἰσραὴλ ἐμφυσῶν εἰς πρόσωπον καὶ ἐζαιρούμενος ἐκ e θλίψεως, τουτέστιν ἀπαλλάττων αὐτοὺς τῆς ἀσυνήθους δουλείας, δεσμῶν ἀνιεὶς, αἰχμαλώτους ὄντας ἀνακτώμενος , διὰ τοῦ πέμψαι μὲν οἴκαδε, προστάξαι δὲ καὶ τὸν θεῖον αὐτοῖς ἀναδείμασθαι ναόν.
Τὸ δὲ ἐμφυσῶν εἰς πρόσωπον, ὡς ἐκ παραδόσεως τε καὶ συνηθείας φησὶν Ἰουδαϊκῆς. εὑρήσομεν δὲ καὶ τῶν τοιούτων τὴν μνήμην ὃτε ὅτε κειμένην παρὰ ταῖς θεοπνεύστοις γραφαῖς, ὁποῖόν ἐστι τὸ δεῖν οἴεσθαι τοὺς Ἰουδαίους ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφημίαις περιρρηγνύναι τὰ ἱμάτια. καὶ γοῦν ὁ Καιάφας Υἱὸν ἑαυτὸν τοῦ Θεοῦ λέγοντος τοῦ Χριστοῦ περιέρρηξε τὴν ἐσθῆτα, διακεκραγώς τε καὶ λέγων Ἐδυσφήμησε. δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ Παῦλός τε καὶ Βαρνάβας. γεγόνασι μὲν γὰρ ἐν Λυκαονίᾳ. ἐπειδὴ δέ τινα τῶν ἠρρωστηκότων τοῦ πάθους ἀπήλλαττον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν ἤθελον αὐτοῖς τῆς θεοσημίας οἱ θεωροί. ἔφασκον γὰρ ὅτι “ Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον πρὸς ἡμᾶς· ἐκά “ λοῦν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον “ ὅτι αὐτὸς ἦν, φησὶν, ὁ ἡγούμενος τοῦ λόγου.’’ ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέρρηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσιν Ἰουδαικαῖς καὶ ἀγράφοις ἔθεσιν ἀκολουθοῦντες ἔτι. διαβέβληται δὲ τὸ ἔθος, ὡς οὐκ ὂν ἐκ νόμου, καὶ ἀνόνητον νῆτον παντελῶς. καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων πλαττομένους τὰ τοιάδε καὶ τῆς ἀληθοῦς εὐσεβείας ἀποφοιτῶντας μακράν “ Ἐπιστρέψατε πρὸς μὲ ἐξ ὅλης “ καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, “ καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια “ ὑμῶν.’’ ὥσπερ οὖν ἔθος ἦν περιρρηγνύναι τισὶ τὴν ἐσθῆτα, δεδυσφημηκότος τινὸς, οὕτω καὶ τὸ ἐμφυσᾶν εἰς πρόσωπον τῶν ἠρρωστηκότων καθ’ ὁντιναοῦν τρόπον. ἔδρων δὲ τοῦτο μάλιστα, καὶ ἄγαν ἐκτόπως, οἱ ἀφορκίζειν εἰωθότες καὶ περιέργοις ἐπῳδαῖς, πνευμάτων τε καὶ ἀλγημάτων τοὺς κάμνοντας ἀπαλλάττειν προσποιούμενοι. δέχεται τοίνυν ἐκ τῆς παρ’ αὐτοῖς συνηθείας τὸ παράδειγμα, καί φησιν Ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου· Κῦρος δὲ δηλονότι· καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. τοῦτο γὰρ δύνασθαι κατορθοῦν, ὡς ἔφην, προσεποιοῦντό τινες, ἐμφυσῶντες ἑτέροις.
Σοφὸν δὲ καὶ ἀληθὲς εἰπεῖν, ὅτι καὶ τὸ τοῦ διαβόλου καὶ τὸ τῆς καθ’ ἡμῶν τυραννούσης ἁμαρτίας συνέσταλται κράτος, καὶ ἥλω μὲν ὥσπερ ὁ θάνατος, ἐξῇρται δὲ καὶ εἰς ἅπαν ἡ φθορά. ἀναβεβηκε γὰρ ἐξ ᾅδου καὶ ἀνεβίω χριστὸς, ὁ ἐμφυσῶν εἰς πρόσωπον τῶν ἁγίων ἀποστόλων καὶ λέγων Λάβετε Πνεῦμα Ἃγιον.” ἀπηλλάγμεθα γὰρ οὕτω παντὸς κακοῦ, καὶ μέτοχοι γεγονότες τοῦ Ἀγίου Πνευματος, εἰς τὸ ἀρχαῖον τῆς φύσεως ἀναστοιχειούμεθα κάλλος, καὶ εἰς εἰκόνα τὴν πρώτην νοητῶς μεταχαραττόμεθα. μορφοῦται γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός.
Σκόπευσον ὁδὸν, κράτησον ὀσφύος, ἂνδριδαι τῇ ἰσχύι σου σφόδρα, διότι ἀπέστρεψε Κύριος τὴν ὓβριν Ἰακὼβ καθὼς ὓβριν τοῦ Ἰσραή.
Ώς αὐτίκα δὴ μάλα βαδιουμένοις εἰς τὴν Ἰουδαίαν, οἴκαδέ τε ἰέναι μέλλουσιν, ἀναγκαίως ἐπιφωνεῖ τὸ χρῆναι λοιπὸν καὶ τὴν ὁδον κατασκέπτεσθαι καὶ χρατεῖν ὀσφύος, τουτέστιν ἑτοίμως τε καὶ ἐπιτηδείως ἔχειν πρὸς τοὺς τῆς ὁδοιπορίας πόνους, καὶ παντὸς ὄκνου κατανδρίζεσθαι, καὶ μακρῶν διαστημάτων ἀμείνους ὁρᾶσθαι φιλεῖν, προθυμίαις ἀμάχοις εἰς τοῦτο χρωμένους. ἑτοιμότητος δὲ σημεῖον, τὸ οἷον εὐπρεπῆ καὶ διεζωσμένην ἔχειν τὴν ὀσφύν. καὶ γοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις, μᾶλλον δὲ καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν “ Ἔστωσαν ὑμῶν αἱ ὀσφύες “ περιεζωσμέναι ” φησίν. ὁδοιπορικὸν γὰρ τὸ σχῆμα, καὶ ὅτι μάλιστα πρεπωδέστατον τοῖς τὸ θεῖον κηρύττουσιν εὐαγγέλιον, καὶ ἑτοιμοτάτους ἔχουσιν εἰς τοῦτο τοὺς πόδας. κρατητὸν δὴ οὖν ὀσφύος φησὶν, ἀντὶ τῶν παρεσκευασμένος ἕσο καὶ οἷον εὐτρεπὴς εἰς ἀποδρομήν. ἀπέστρεψε γὰρ Κύριος τὴν ὕβριν φησὶ τοῦ Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ. ἐπιτήρει πάλιν ἐν τούτοις ἀναγκαίως εἰσκεκομισμένην τὴν διαστολήν. Ἰακὼβ μὲν γάρ φησι τοὺς ἐν τῇ Σαμαρείᾳ κατῳκηκότας, τουτέστι τὰς δέκα φυλὰς, ὧν βεβασιλεύκασιν οἱ ἐκ φυλῆς Εφραΐμ καὶ Μανασσῆ, οἳ γεγόνασιν ἐξ Ἰωσὴφ, ὃς ἦν ἐξ Ιακώβ· Ἰσραὴλ δὲ ὀνομάζει τοὺς ἐν Ἱεροσολήμοις Ἰούδαν τέ φημι καὶ Βενιαμίν. ἐπειδὴ δὲ τοῦ Σεναχηρεὶμ τὴν Σαμάρεινα πεπορθηκότος, οὐχ ἥλω τὰ Ἱεροσόλυμα, Θεοῦ τὸ τηνικάδε προασπίζοντος καὶ δαπανῶντος ἀγγέλου χειρὶ τὸν Ἀσσύριον· ἀνῆκε δὲ Κῦρος οὐχὶ μόνους τοὺς ἐκ τῆς Σαμαρείας αἰχμαλώτους, ἀπενηνεγμένους εἰς τὴν Νινευΐ, ἀλλὰ γὰρ καὶ τοὺς ἐκ τῶν Ἱεροσλύμων, ἑλόντος τοῦ Ναβουχουδονόσορ τὴν χώραν· ἀναγκαίως φησὶν ὁ Προφήτης ὅτι ἀπέὂκνου στρεψε Κύριος τὴν ὕβριν τοῦ Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ. καὶ ὕβριν μέν φησι τὴν δουλείαν ἤτοι τὴν θητείαν. ὅτι δὲ ἅπαντας ἀνήσει Θεὸς, οὐ προασπίζων μὲν τινῶν, ἐναφιεὶς δὲ τοῖς πόνοις ἑτέρους ἐντρύχεσθαι, διδάσκει λέγων οὕτως Ἀπέστρεψε τὴν ὕβριν τοῦ Ἰακὼβ καθὼς ἀποστρέφεται καὶ ἡ τοῦ Ἰσραήλ. σύμπαντες γὰρ, ὡς ἔφημεν, ἀνέδραμον εἰς τὴν Ἰουδαίαν, τὰ ἐκ τῆς αἰχμαλωσίας διακρουσάμενοι βλάβη.
Χρῆναι δέ φημι ἔγωγε, καὶ μάλα εἰκότως, καὶ τοὺς ἐν Χριστῷ λελυτρωμένους ζῆν μὲν ἐθέλειν οὐκ ἀπερισκέπτως ἔτι· περιαθρεῖν δὲ μᾶλλον τῆς ἀρεσκούσης τῷ Θεῷ πολιτείας τὴν ὁδὸν καὶ τρίβον ἰέναι τὴν ἀγαθὴν καὶ κρατεῖν ὀσφύος, τουτέστιν ἀμείνους ὁρᾶσθαι γαστρὸς καὶ φιληδονίας, “ καὶ τῆς σαρκὸς μὴ ποιεῖσθαι πρόνοιαν εἰς ἐπιθυμίας, καταωεανιευεσθαι ἕσθαι δὲ καὶ παθῶν καὶ ὄκνου παντός· ἥξουσι γὰρ οὕτως εἰς τὴν ἁγίαν πόλιν τὴν ἐπουράνιον Ἰερουσαλὴμ, ἐκεῖ τε προσκομιοῦσι Θεῷ πνευματικὰς θυσίας, καὶ τῆς ἀρχαίας δουλείας τὸν ζυγὸν ἀποσεισάμενοι, τὸν εὐκλεᾶ καὶ ἐλεύθερον καὶ φαυλότητος ἁπάσης ἀπηλλαγμένον διαβιώσονται βίον.
Διότι ἐκτινάσσοντες ἐξετινάξαν αὐτοὺς καὶ τά καὶ τὰ κλήματα αὐτῶν. διέφθειραν ὤλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἂνδρας δυνατούς ἐμπαίζοντας ἐν πυρί. αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐὺ ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται ἑ ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἃρματα καὶ συμπλακπσονται ἐν ταῖς πλατείαις· ἡ ὃρασις αὐτῶ ὡς λαμπάδες πυρός καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.
Ἐνηχοῦντος μὲν τοῖς ἁγίοις προφήταις τὰ κατὰ καιροὺς ἐσόμενα τοῦ πάντα εἰδότος Θεοῦ, προαπήγγελλον ἀναγκαίως κατὰ τὸ αὐτῷ δοκοῦν. ἐγίνοντο δὲ πλειστάκις καὶ ἐν αὐταῖς ταῖς τῶν πραγμάτων ὁράσεσι. τοιγάρτοι καταπεπλήγασι καὶ μονονουχὶ πληρούμενα βλέποντες, τοὺς περὶ αὐτῶν ἐποιοῦντο λόγους· ὁποῖόν τι καὶ νῦν ὁ Προφήτης δοκεῖ πεπονθέναι ἐπί τε τοῖς οἰκοῦσι τὴν Νιευΐ, καὶ τοῖς Κύρῳ συνησπικόσιν, ὅτι καὶ ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλὴματα αὐτῶν. πεποίηται δὲ ὁ λόγος ὡς ἀπό γε τοῦ συμβαίνειν ταῖς ἀμπέλοις εἰωθότος. ἐκτινιίσσεται γὰρ ὁ βότρυς καὶ τὰς ῥᾶγας ἀποπτύει, ἢ ῥαγδαιοτάτου προσβάλλοντος πνεύματος, ἣ καύσωνος καταφλέγοντος, ἢ καὶ ἑτέρας ἡστινοσοῦν συμβαινούσης βλάβης, ὡς καὶ αὐτὸ τοῖς καρποῖς τὸ κλημα συναναφαίνεσθαι καὶ αὐτῆς τῆς ἄνθης ἀπογυμνούμενον. οὕτω δὴ οὖν ἀπετίναξαν αὐτοὺς ὡς ἀμπέλους. διέφθαρται δὲ καὶ τὰ ὅπλα αὐτῶν, τουτέστιν ἡ δυναστεία· ὃπλα γὰρ ἔσθ’ ὅτε σημαίνει τὴν δυναστείαν. δεινοὺς δὲ ὄντας ἱππέας, e καὶ τὰς ἐφ’ ἁρμάτων εἰδότας μάχας ἐν ἀφορήτοις ἄγαν φησὶ γενέσθαι δείμασιν, ὡς τραπέσθαι μὲν εἰς φυγὴν, συμπλέκεσθαι δὲ ἀλλήλοις, καὶ συνθραύεσθαι προσρηγνυμένους, οἴεσθαι δὲ οὕτως καταθεᾶν αὐτὸν τὰς τῶν πολεμίων φάλαγγας, ὡς οὐδὲν λαμπάσι παραχωρεῖν, ἢ καὶ ἀστραπαῖς ἐν ἴσῳ καταφλέγειν αὐτοὺς ὀξεῖ καὶ ἀσχέτῳ διαττούσας δρόμῳ.
Καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶι, καὶ φεύξονται ἡμέρας κοὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ οὐτῶ, καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη, κω ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν.
Καταβρίθοντος τοῦ πολέμου καὶ αὐτοὺς τοῖς ἄλλοις ὁμοῦ τοὺς δυνατωτάτους, εἰς νοῦν δέξονται, φησὶν, ἃ δεδράκασιν ἑλόντες τὴν Ἰουδαίαν, ἤγουν ὧν ἐκτόπως εἰρήκασι, παλιμφήμους ἱέντες φωνὰς, καὶ οἷον τὴν τοῦ Θεοῦ δόξαν ταῖς παρὰ σφῶν ἀθυροστομίαις κατασφενδονῶντες οἱ δείλαιοι. εἶτα τούτων ἐνηνεγμένοι πρὸς ἀνάμνησιν, εἴσονται λοιπὸν, ὅτι Θεὸν ἔχουσι δυσμενῆ καὶ τοῖς τῶν πολεμούντων αὐτοὺς ὑποστρωννύντα ποσὶ, καίτοι πάλαι δεινοὺς ὄντας ἄγαν, καὶ κομιδῆ δυσάντητον τὴν καθ’ ὧν ἂν ἴοιεν προσβολὴν ποιεῖσθαι μεμελετηκότας. εἰ δὲ δὴ καὶ τράποιντο πρὸς φυγὴν, δυσεξίτητον εὑρόντες τὸ χρῆμα, καὶ ἀσθενησαντες ἐν ταῖς πορείαις αὐτῶν μετοιχήσονται πρὸς βουλὰς ἑτέρας. ἐπιμελήσονται γὰρ τειχῶν, καὶ τὰς ἐπ’ αὐτῶν ποιήσονται φυλα,κάς. δείκνυσι δὲ διὰ τούτων ἠπορηκότας πανταχῆ, καὶ ὅ τι δράσαι προσήκοι μηδὲ εἰδότας ὅλως, ἀπό γε τοι τοῦ κατεσκοτίσθαι τὸν νοῦν, μονονουχὶ δὲ καὶ οἴνῳ μεμεθυσμένους ταῖς ἀκράτοις συμφοραῖς, τὴν τῆς σωτηρίας ἀπότευξιν c ὀλοφύρεσθαι καὶ διαρρίπτεσθαι πανταχῆ, μεθισταμένους εὐκόλως, ἐκ τούτων μὲν εἰς ἐκεῖνα, ἐξ ἐκείνων δὲ πρὸς ἕτερα, καὶ τὸν ἐφ’ ἅπασι τούτοις ἀνόνητον πόνον ἔχοντας. εἰ δὲ δὴ καὶ λέγοι ὅτι Καὶ φεύξονται ἡμέροις, ἐκεῖνο οἶμαί που δηλοῖ. δεινοὶ γὰρ ὄντες, ὡς ἔφην, δυσκαταγώνιστοί τε καὶ τραχεῖς, κατοιχήσονται λοιπὸν εἰς τοῦτο δειλίας ὡς ἀναφανδὸν ἑλέσθαι φυγεῖν, καὶ ἀκρύπτως ἤδη τοῦτο δρᾶν, καίτοι πάλαι παραιτουμένους καὶ μόναις ταῖς εἰς τοῦτο κατηγορεῖσθαι ψιλαῖς ὑποψίαις.
Ἤττηνται δὲ καὶ αἱ πονηραὶ δυνάμεις ὑπὸ τῆς μεγαλειότητος τοῦ Χριστοῦ, καὶ ἀντιπράττειν οὐκ ἔχουσαι τοῖς θείοις αὐτοῦ νεύμασι, τοῖς ὑπὲρ ἡμῶν δηλονότι, κατεκλῶντό τε τοῖς δείμασι καὶ πεφεύγασιν ἀληθῶς ὑπ’ οὐδεμιᾶς ἀσφαλείας ἔτι σωζόμεναι. Θεοῦ γὰρ τὰς δίκας ἐπάγοντος, τίς ἃν διαφύγοι ; ἢ τίς τοὺς προσκεκρουκότας ἐξονήσῃ τρόπος ;
Πόλοι τῶι πόλεων διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσεν, καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη· καὶ αὐτὴ ἀνέβαινε, κω αἱ δοῦλαι αὐτῆς ἢγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἑ καρδίαις αὐτῶν.
Οἱ μὲν οὖν μεγιστᾶνες, φησὶν, ἄπορον εὑρόντες τὴν φυγήν, ἐπὶ τὰ τείχη σπεύσουσι, καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν. ἔσται δὲ ἀνόνητος ἡ σκέψις αὐτοῖς, ἀνοιγνύντος Θεοῦ τοῖς δι’ ἐναντίας τὰς τῶν πόλεων πύλαις καὶ τὰ βασίλειαι παραδιδόντος, τουτέστι τοὺς τῶν βασιλέων οἴκους, ἐκκαλύπτοντός τε τὰ ἐν αὐτοῖς κεκρυμμένα, καὶ προτιθέντος αὐτοῖς τὴν ὑπόσταλσιν εἰς διαρπαγήν. ὑπόσταλσιν δὲ τὸν πλοῦτον ἀποκαλεῖ τὸν ἐκ διαρπαγῆς δηλονότι καὶ πλεονεξίας τῆς καθ’ ἑτέρων συνειλεγμένον. εἶτα πάλιν ὡς ἐν θεωρίᾳ γεγονὼς τοῦ συμβησομένου, ἑλκομένους ἤδη πρὸς αἰχμαλωσίαν ὁρᾶ, τήν τε βασιλεύουσαν πόλιν, φημὶ δὴ τὴν Νινευΐ, καὶ τὰς ὑπ’ αὐτῇ καὶ περὶ αὐτὴν, ἃς καὶ δούλας ὀνομάζει, διάτοι τὸ ὑπεζεῦχθαι καὶ ὑποκεῖσθαι τάχα που καὶ ὑπηρετεῖν αὐτῇ. φθεγγεσθαι δέ φησιν αὐτὰς ὡς περιστερας ἐν καρδίαις αὐτῶν, τουτέστιν οὐκ ἀναφανδὸν ἀλλὰ λεληθότως. ἔθος μὲν γὰρ τῷ πτηνῷ βαρύ τι καὶ δυσαχθὲς ἐνολολύζειν τῇ καρδίᾳ. τοῖς γεμὴν πεσοῦσιν εἰς χεῖρας ἐχθρῶν, ὲλκομένοις τε λοιπὸν εἰς αἰχμαλωσίαν συμβαίνειν τι τοιοῦτον, τὸ ἀπεικὸς οὐδέν. κατοιμώζουσι γὰρ τὴν ἑαυτῶν συμφορὰν, μονονουχὶ καταπνίγοντες ἔν γε δή σφισιν αὐτοῖς τοὺς θρήνους, ἐπεὶ μὴ ἐλεύθερον ἐσθ’ ὅτε κἂν γοῦν αὐτὸ τὸ κλαίειν αὐτοῖς.
Καὶ Νινευΐ ὡς κολυμβήθρα ὕδατος τά ὕδατα αὐτῆς, καἰ αὐτὼ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων. διήρπαςον τὸ ἀργύρω, διήρπαςον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ὑπὲρ πάντα τά σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς.
Κσλυμβήθρα τὴν Νινευι παρεικάζει πεπληρωμένη τε καὶ ἐκχεομένῃ, διάτοι τὸ πλείστην ὅσην ἔχειν τὴν ἐνοικοῦσαν αὐτῇ πληθὺν, καὶ τῶν ἐπεισχεομένων ἐθνῶν εἰς ἐπικουρίαν τὰ ἀναρίθμητα γένη. κατατέθηπε δὲ ὥσπερ, ἤγουν ἄμεινον ὡσπερ ἐπιτωθάζει, τοῖς φεύγουσιν, ὅτι πλεῖστοί τε ὄντες καὶ ἀριθμοῦ κρείττονες κατῴχοντο πρὸς δειλίας, καίτοι πάλαι τῇ πολυάνδρῳ χειρὶ παντὸς πολέμου καταθαρσήσαντες, καὶ ὑψηλὴν ἐπαίροντες ἐπί γε σφίσιν αὐτοῖς τὴν ὀφρύν. ἀλλ’ ἦν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ δειλίαις αὐτῶν καταφορτίζων τὸν νοῦν καὶ κατακομίζων εἰς κακανδρίαν, καὶ παραλύων τὸ μάχιμον. ἀληθὲς γὰρ ὅτι “Οὐ σώζεται βασιλεὺς διὰ πολ- “λὴν Λὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος “αὐτοῦ·” σώζει δὲ μᾶλλον οὓς ἂν ἕλοιτο καὶ λίαν εὐκόλως ὁ τῶν ὅλων Κύριος. εἶτα τί φησιν ὁ προφήτης; διήρπαζον τὸ ἀργύριον καὶ διηρπαζον τὸ χρυσίον· ταῦτα δὲ ἦν ἡ ὑπόστασις· Καὶ οὐκ ἠν περας τοῦ κόσμου αὐτῶν. ἔοικε δὲ καὶ λίθους ἐν τούτοις ὀνομάζειν τὰς Ἰνδικὰς, ἐφ’ αἷς δὴ μάλιστα βεβαρύνθαι φησὶν αὐτὴν, καίτοι καὶ ἐφ’ ἑτέροις σκεύεσιν ἀθύμως διακειμένην. Ἀσσυρίοις γὰρ ἔθος, ἤγουν Νινευίταις, πολλὴν καὶ ἐσπουδασμένην τῶν λίθων ποιεῖσθαι τὴν ἄθροισιν, καὶ κοσμεῖσθαι κορικῶς, ὡς καὶ ἐν αὐταῖς ἐπείγεσθαι ταῖς μάχαις τὴν τοῦ κόσμου λαμπρότητα καὶ περιηνθισμένους ὁρᾶσθαι. ἰσχνολογεῖ δὲ λίαν ὁ Προφήτης ἐν τούτοις οἰκονομικῶς, καί ποτε μὲν πίπτοντας, ποτὲ δὲ ἀλλήλοις συμπλεκομένους, καὶ ἀποροῦντας τὴν φυγὴν, καὶ ἀνονήτως ἔχοντας τὰς τὰς προφυλακὰς, ποτὲ δὲ καὶ πεπορθημένους τῷ λόγῳ ζωγραφεῖ, τὰς τῶν ὄντων ἐν αἰχμαλωσίαις περικόπτων λύπας, καὶ τῆ τῶν τοιῶνδε προαγορεύσει καταγοητεύων εὐφυῶς, καὶ ἡδίστοις αὐτοὺς διηγήμασιν ἀποφέρων εἰς εὐθυμίαν.
Διήρπασται δὲ καὶ ὁ σατανᾶς διὰ πρώτου μὲν τοῦ Σωτῆρος Χριστοῦ, εἶτα μετ’ αὐτὸν διὰ τῶν ἁγίων Ἀποστόλων, περὶ ὧν ἔφη που καὶ ὁ προφήτης ‘Ιερεμίας “Ὅτι ἐξαίφνης “ἀναστήσονται οἱ δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπί- “βουλοί σου, καὶ ἔση εἰς διαρπαγὴν αὐτοῖς.” εἰσκεκόμικε δὲ καὶ ὡς ἐν εἴδει παραβολῆς τὸ διήγημα Χριστὸς ἐν εὐαγγεS.Matth. λικοῖς κηρύγμασιν, ἔφη γάρ “Ἢ πῶς δύναταί τις εἰσελθεῖν “εἰς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, “ἐὰν ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ “σκεύη αὐτοῦ;” οἱ γὰρ προσκυνοῦντες τῷ σατανᾷ, τὰ ἀπόλεκτα σκεύη καὶ τίμια παρ’ αὐτῷ, προσδεδραμήκασι τῇ πίστει, μετατιθέντος αὐτοὺς πρὸς θεοσέβειαν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἀναπειθόντων δὲ καὶ αὐτῶν βαδίζειν εἰς τοῦτο τῶν ἁγίων Ἀποστόλων.
Ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ Καρδίας φραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφὺν, καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας.
Πᾶν εἶδος συντριβῆς συντριβήσεσθαι λέγει. τὸ γὰρ ἐκτινάσσεσθαί τε καὶ ἀνατινάσσεσθαι καὶ μέντοι καὶ ἐκβράττεσθαι τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ τοῦτο; διαρριπτεῖται γὰρ πανταχῆ τὸ τινασσόμενον καὶ ἀνατινασσόμενον. ἕψεσθαι δὲ λέγει καὶ καρδίας φραυσμὸν, Θεοῦ δηλονότι συνθραύοντος εἰς δειλίας, καὶ ὑπόλυσιν γονατων, τουτέστιν ἀσθένειαν καὶ σωμάτων πάρεσιν, καὶ ἀδῖνας ἐπὶ τούτοις, τὰς ἐξ ἀηδιῶν δηλονότι· πῶς γὰρ οὐκ ἔμελλον ἐν τοιούτοις ἔσεσθαι κακοῖς, οἱ πρὸς πᾶν ὁτιοῦν κατενηνεγμένοι τῶν καταλυπεῖν εἰωθότων Θεόν; γενήσεσθαι δὲ πρὸς τούτοις διισχυρίζεται Καὶ τὸ πρόσωπον παντων ὡς προσκαυμα χύτροις. καταμελαίνεται γὰρ ἀείπως τῶν ἐν ἀθυμίαις τὰ πρόσωπα, καὶ τῶν ὀμμάτων τὸ φαιδρὸν παραιρεῖται δεινῶς τῶν δειμάτων ἡ ἔφοδος. Συμβῆναι δὲ τὰ τοιάδε φαμὲν ἀληθεύοντες αὐτῷ τε τῷ καθ’ ἡμῶν τυραννήσαντι σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς. ἐπειδὴ γὰρ ἐξεπέμποντο τῆς ἀρχαίας ἐκείνης τιμῆς τε καὶ δόξης, πῶς ἦν εἰκὸς μὴ οὐχὶ πάντη τε καὶ πάντως τὰ τοιάδε παθεῖν αὐτούς;
Ποῦ ἔστι τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα ἐν τοῖς σκύμνοις; οὗ ἐπορευθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ· σκὐμνος λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν; λέων ἥρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ, καὶ ἔπλησε θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς.
Κατοικητήριον μὲν ὀνομάζει λεόντων τὴν Νινευΐ. κατῳκήκασι γὰρ ἐν αὐτῇ, καὶ λαμπρὸν ἐποιοῦντο καὶ ἀξιάγαστον ἐνδιαίτημα καὶ βασίλειον ἀσφαλὲς, οἱ κατὰ καιροὺς αὐτῇ βεβασιλευκότες Φουλὰ καὶ Σαλμανασὰρ καὶ Σεναχηρεὶμ καὶ μέντοι καὶ Ναβουχοδονόσορ· πεπολεμήκασι γὰρ οὗτοι τὴν Ἰουδαίαν. τὸ δὲ Ποῦ ἔστιν οὐ διερωτῶντος οἶμαί που· δεῖν γὰρ οἶμαι 1 παραιτεῖσθαι τὸ εὔηθες· ἐπιτωθάζοντος δὲ μᾶλλον, καὶ ὅτι διόλωλεν ὁλοτρόπως διὰ τούτου δεικνύοντος, ὡς μηδὲ ὅποι ποτὲ γέγονεν ὁρᾶσθαι λοιπόν. συντετέλεσται γὰρ καὶ ἐξῇρται, καθά φησιν αὐτός. ποῦ δὴ οὖν ἄρα φησὶ τὸ τῶν λεόντων κατοικητήριον, τουτέστιν ἡ Νινευΐ; ποῦ δὲ ἡ νομὴ τῶν σκύμνων; καὶ σκύμνους μὲν ὥς γε οἶμαι, φησὶ τοὺς ὑπὸ τῷ μεγίστῳ βασιλεῖ πράττοντας καὶ κειμένους, καὶ τὸ τίμιον ἔχοντας παρ’ αὐτῷ ἐν δόξη, σατράπας δὴ λέγω καὶ στρατηγοὺς, νομὴν δὲ αὐτῶν ἀποκαλεῖ τοὺς ὑπὸ χεῖρα καὶ ὑπεξευτὰ γμένους καὶ δασμὸν εἰσφέροντας καὶ χρημάτων ἄθροισιν ποιουμένους· “Νομαὶ Νομαὶ γὰρ πλουσίων πτωχοὶ, κατὰ τὸ γε. γραμμενον. ὡς ἐξηρημένης δὴ οὑν είσαπαν τῆς Νινευι, καὶ ἁπάσης δὲ τῆς περιοίκου χώρας, ποῦ δὴ ἄρα φησὶ τὸ τῶν λεόντων καταλυμα; ποῦ δὲ τῶν σκύμνων ἡ νομή; ὅτι δὲ ἀσφαλὲς οἱονεὶ γέγονε πὼς ὁρμητήριον τῶν κατὰ καιροὺς βεβασιλευκότων κότων ἡ Νινευῒ, δέδειχεν εἰπών Οὗ ἐπορεύθη τοῦ εἰσελθεῖν ἐκεῖ, σκύμνος λέοντος καὶ οὐκ ἠν ὁ ἐκφοβῶν. ἀπόρθητον γὰρ τῆ πόλει τὸ τεῖχος ταῖς ὑπὲρ λόγον μεγαλουργίαις εὖ μάλα πεποιημένον. ἐπειδὴ δὲ ἅπασαν καταδῃώσας τὴν Σαμάρειαν ὁ Ναβουχοδονόσορ, καὶ αὐτὴν δὲ τὴν Ἰουδαίαν, καὶ τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν ‘Ιερουσαλὴμ, ἀπεκόμισε μὲν εἰς τὴν ἑαυτοῦ τοὺς ἐξ αἵματος Ἰσραὴλ, διατέτεικε δὲ οὕτως ἐπ’ ἐξουσίας τοὺς ἅπαξ ἐνειλημμένους, ὡς τοὺς μὲν ὑφ’ ἑαυτῷ ποιῆσαι καὶ δεδεμένους ἔχειν, καὶ ἑτέροις χαρίζεσθαι καὶ καταπωλεῖν, καὶ πλήρη τὴν ἑαυτοῦ χώραν τε καὶ πόλιν τῶν δορικτήτων ἔχειν. ταύτῃτοί φησιν ὅτι Λέων ἥρπασε τοι ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ απεπνιξε τοῖς λέουσιν αυτου καὶ ἔμπλησε θηρας νοσσιαν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ὰρπαγῆς. πεποίηται δὲ πάλιν ὁ λόγος ὡς ἐκ τοῦ γίνεσθαι πεφυκότος. ἁρπάσαντες γὰρ οἱ θῆρες ἁπλῶς τὸ παρεμπῖπτον, εἶτα τὸ ἀρκοῦν κατεδηδοκότες, τῷ λοιπῷ ἀποτρέφουσι τοὺς σκύμνους, τοὺς ἰδίους αὐτοῖς δανείζοντες πόνους.
Λέγοιντο δ’ ἂν τὰ τοιάδε πάλιν καὶ ἐπ’ αὐτοῦ τοῦ σατανᾶ, Χριστοῦ κατωλοθρευκότος αὐτόν τε καὶ τὰ αὐτοῦ, καὶ ἐξῃρηκότος αὐτοῦ τὴν θήραν ἐκ γῆς. συνέτριψε γὰρ τῶν λεόντων τὰς μύλας, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν “Τὴν τὴν μύλαν “τῶν τῶν λεόντων συνέθλαψεν ὁ Κύριος.”
Ἴδου ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία, καὶ ἐξολοθρεύσω ἐκ γῆς τὴν ὥραι σου, κω οὐ μὴ ἀκουσθῇ οὐκ ἔτι τὰ ἔργα σου.
Ἐαυτὸν ἀνθίστησι Θεὸς, καὶ αὐτουργὸς ἀνίσταται, περιτρέπων εἰς ἀπόγνωσιν τῆς σωτηρίας αὐτούς. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ὁ σώζων ἔτι; ἢ τίς ἀποστήσει καταδῃοῦν ἐθέλοντα τὸν τῶν δυνάμεων Κύριον; “Τὴν γὰρ “χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” κατὰ τὸ γεγραμμένον. ἐκκαύσειν γεμὴν ἐν καπνῷ τὸ πλῆθος αὐτῆς φησὶν, ἵνα τι τοιοῦτον ἐννοῶμεν πάλιν. οἱ μελιττοκόμοι κατὰ καιροὺς, ὅτε τὰ κηρία τῶν σίμβλων ἐξορύττειν ἐθέλουσι, πῦρ ἐναύοντες καπνῷ τὰς ἃς μελίσσας διώκουσιν, ἵνα μὴ μάχοιντο καὶ κατατιτρώσκωσι τοῖς κέντροις αὐτοὺς ἀθρόαι περιπετόμεναι. συμβέβηκε τι τοιοῦτον καὶ τοῖς ἐπικεκλημένοις εἰς ἐπικουρίαν κινδυνευούσῃ τῆ Νινευΐ. ἀπῴχοντο γὰρ καὶ ἀπέδρασαν οἷα καπνοῦ τοῦ πολέμου προσβάλλοντος καὶ καταπτοοῦντος εἰς κακανδρίαν, καὶ ἀφορήτοις αὐτοὺς ἐνιέντος δείμασι. λέοντας γεμὴν ὀνομάζει τοὺς ἀλκιμωτάτους καὶ θρασεῖς, οἳ καὶ τάχα που τεθαρσήκασι τὴν ἀντίστασιν· πλὴν ἔργον γεγόνασι τῆς Κύρου ῥομφαίας. ἐπειδὴ δὴ ὁ λόγος ἡμῖν τὴν τῶν λεόντων εἰσκεκόμικε μνήμην, ἀναγκαίως καὶ τὴν αὐτῶν θήραν φησὶν ἐξολοθρευθησεσθαι, ὡς μηδὲν ἔτι γενέσθαι τῶν παρ’ αὐτοῖς ἀξιάκουστον. ἔθος γὰρ ἦν ἐπιφύεσθαι μὲν αὐτοὺς πόλεσί τε καὶ χώραις, ἐπιθρώσκειν τε θηριοπρεπῶς, οἷς ἃν ἕλοιντο τυχὸν, μυρία τε ὅσα δρᾶν, ὡς τῶν πεπονθότων τὰς συμφορὰς ᾠδὴν καὶ θρῆνον πολλοῖς γενέσθαι. ἐξολοθρευθήσεσθαι δὴ οὖν φησιν αὐτῶν τὴν θήραν. πῶς γὰρ ἔμελλον ἢ τίνα λοιπὸν καταθηρεύσειν ἔτι, κατεπτοημένων μὲν τῶν ἀγελαίων καὶ πεφευγότων ὡς ἐκ καπνοῦ, πεπτωκότων δὲ τῶν μαχιμωτάτων, οἳ δίκην λεόντων τοῖς ἀνθεστηκόσιν ἐπεφύοντο;
Ἐπεγήγερται δὲ καὶ τοῖς κυριοκτονήσασιν Ἰουδαίοις ὁ τῶν ὅλων Θεὸς, ὡς εἰς πάντα μὲν ἄνεμον τὴν τῶν ἀγελαίων κατασκεδασθῆναι πληθὺν, θῆρας δὲ ὥσπερ ὠμοὺς συνδιολέσθαι τοῖς πολλοῖς τοὺς τῶν ἄλλων ἐπιφανεστέρους. οὐ φορητῶς γὰρ δεδυσσεβήκασιν εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν.
Ὥ πὸλις αἱμάτων, ὅλη ψευδὴς, πλήρης ἀδικίας.
Αἱματων αὐτὴν πόλιν ὠνόμασεν· ἑτοιμότατοι γὰρ εἰς φόνους καὶ φιλαίματοι λίαν οἱ τῆς Νινευΐ βεβασιλευκότες· φιλοπόλεμοι δὲ καὶ ἑτέρως οἱ ἐν αὐτῇ, καὶ ἀτιθάσους ἀεὶ c καθ᾿ ὧν ἂν ἴοιεν τὰς ἐφόδους ποιεῖσθαι σπουδάζοντες. ψευδὴς δέ φησιν, ὅτι καὶ εἰδώλων μεστὴ, ἐφ᾿ ὧν μάλιστα τὸ ψεῦδος, οὐκ ἀναπόδεικτόν ἐστι. ψευδώνυμοι γὰρ, καὶ τὴν τῆς θεότητος δόξαν ὑποκλέπτοντες οἱ χειρόκμητοι θεοί “Ἀργύριον καὶ χρυσίον, κατὰ τὸ γεγραμμένον, ἔργα χειρῶν “ἀνθρώπων.” γῆν δὲ αὐτὴν τῶν γλυπτῶν ἀπεκάλεσέ που xxviii. καὶ ο σοφὸς ιερεμίας. ψευδης δ ἀν’ νοοῖτο καὶ καθ’ ἕτερον τρόπον, ὡς νοουμένου τοῦ ψεύδους εἰς πανουργίαν καὶ δόλους καὶ ἀπάτην τὴν θεομισῆ, δηλονότι συνθεούσης καὶ ἀδικίας. οὗ γὰρ ἀπάτη καὶ δόλος, ἐκεῖ που πάντως ἕψεται καὶ τὸ ἀδικεῖν.
Αἱμάτων δὲ πόλις, ψευδὴς καὶ ἀδικίας πλήρης καὶ ἡ κυριοκτόνος Ἱερουσαλήμ. διαμεμνήμεθα γὰρ εἰπόντος τοῦ Χριστοῦ “Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποκτενοῦσα τοὺς τοὺς προφήτας, “καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. ἔφη δέ που καὶ διὰ φωνῆς προφητῶν “Οὐαὶ αὐτοῖς ὅτι ἀπεπή- “δησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· “ἐγὼ ἐγὼ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ “ἐμοῦ ἐμοῦ ψευδῆ.” κατειρήκασι γὰρ τῆς δόξης Χριστοῦ, ποτὲ μὲν λέγοντες ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· ποτὲ δὲ κάτοινον ὀνομάζοντες, Σαμαρείτην τε πρὸς τούτῳ, καὶ τὰ πολὺ λίαν αἰσχίονα. ταῖς γὰρ ἐκείνων ἀθυροστομίαις πρέποι ἂν καὶ μόναις ἐκεῖνα ληρεῖν, ἃ καὶ φάναι τετολμήκασιν.
Οὐ ψηλαφηθήσεται θήρα. φωνὴ μαστίγων καὶ φωνὴ σεισμοῦ τροχῶ καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ῥομφαίας καὶ ἐξαστραπτόντων ὅπλων καὶ πλήθους τραυμάτων καὶ βαρείας πτώσεως, κὼ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς, καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας.
Ἐκ τοῦ πεφυκότος γίνεσθαι, πεποίηται πάλιν ὁ λόγος. τοὺς γάρ τοι δασὺ κομῶντας τῶν θάμνων καταπυκάζοντες λίνοις οἱ ὀρνιθοθῆραι, καταδράττονται πολλάκις τῶν ὑπ’ αὐτοῖς κεκρυμμένων χερσὶν ἐπαφώμενοι. καὶ τέχνη τοῦτο αὐτοῖς. οὐκ ἔτι δὴ οὖν ψηλαφηθήσεται θήρω αὐτοῖς φησὶ, τουτέστιν οὐκ ἂν ἔτι θηρεύσειαν καθὰ καὶ πάλαι τινὲς, ἤγουν τὰ ἑτέρων εἰς ἑαυτοὺς διαρπάζοντες, οὐδ’ ἂν γένοιντο πάγη καὶ βρόχος τοῖς ἀσθενεστέροις, φροντίδος αὐτοῖς ἑτέρας ἐπεισπεσούσης, καὶ τοῦ περὶ τῶν ἐσχάτων ἀγῶνος ἐπηρτημένου. ἔσται γὰρ ἐν αὐτῇ φωνὴ μαστίγων. καί μοι πάλιν ὁ Προφήτης δοκεῖ τὴν ἐκ τοῦ πολέμου τύρβην, οἷον ἐν ὄψει κειμένην, ἀφηγεῖσθαι σαφῶς. ὁρᾷ γὰρ ὥσπερ ἱπποκροτουμένην μὲν τὴν πόλιν, καὶ τοῖς τροχοῖς τῶν ἁρμάτων κατακτυπουμένην, καὶ παντευχίαις λαμπραῖς ἐναστράπτοντας τοὺς καταδῃοῦντας αὐτὴν, καὶ ἀριθμοῦ κρείττονας τοὺς διολωλότας, οἴκους τε τοὺς ἐν αὐτῇ κατασεσεισμένους· μέμνηται γὰρ καὶ βαρείας πτώσεως. κατατέθηπε δὲ, ὅτι πλείστη μὲν ὅση τῶν ἐν αὐτῇ συναγηγερμένων ἐθνῶν ἡ d πληθὺς, πάντες δὲ ἄνανδροι καὶ τὸ ἄναλκι νοσοῦντες ἐκτόπως, καὶ πολὺ λίαν εὔκολοι πρὸς δειλίαν. καὶ τὴν αἰτίαν εὐθὺς ἀποδίδωσι, λέγων ὅτι ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας. ἐπειδὴ γὰρ φαῦλοι γεγόνασι καὶ πονηροὶ τοὺς τρόπους, καὶ προσέτι καὶ εἰδωλολάτραι, καὶ εἰς πλάνησιν ἐκτόπως ἀπονενευκότες, ταύτῃτοι δικαίως ἀσθενεῖς ἔσονται καὶ περιδεεῖς, καὶ οὐδ’ ὅσον εἰπεῖν κἂν γοῦν ἐννοῆσαι μόνον ἀνασχόμενοι τὴν ἀντίστασιν.
Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρμάκων, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνεία αὐτῆς καὶ φυλὰς ἐν τοῖς φαρμάκοις αὐτῆς.
Ὁ ἐπ’ αἰσχροῖς ἔπαινος ἐπίτασιν ἔχει τῶν ἐγκλημάτων, οἷον ὡς εἴ τις ἕλοιτο λέγειν περί του τῶν ὄντων, ὅτι κλέπτης τεχνίτης καὶ λῃστὴς ἀνδρεῖος καὶ γόης εὐφυής. οὐκοῦν κἂν εἰ λέγοιτο περὶ τῆς Νινευΐ Πίρνη καλὴ καὶ ἐπίχαρις, οὐ πρὸς ἐπαίνου μᾶλλον αὐτῇ τὸ χρῆμα ἔσται, πολλοῦ γε καὶ δεῖ, χαλεπωτέραν δὲ μᾶλλον τὴν κατάρρησιν ἀπεργάσεται. γύναια γὰρ τὰ ἑταιριζόμενα τότε δὴ μάλιστα δοκοῦσι πολὺ τὸ ἐπίχαρι μελετᾶν, ὅτε φαίνοιντό γε στωμύλα τε καὶ κομψοεπῆ. τοιαύτη καὶ ἡ Νινευῒ, τεχνῖτις εἰς καὶ οὐκ ἀνικάνως ἔχουσα πόλεις τε καὶ χώρας ἑλεῖν, καὶ ἀναπεῖσαι φρονεῖν τὰ αὐτῇ δοκοῦντα καὶ φίλα. ταῦτα δὲ ἦν γοητεῖαί τε καὶ ψευδομαντεῖαι καὶ βέβηλοι τελεταὶ καὶ τὰ εἰδώλων παίγνια. καθίκετο γὰρ εἰς τοῦτο ληρωδίας, ὡς ἐν εὐκλείας λόγῳ ποιεῖσθαι τὸ καὶ ἤδη δοκεῖν ἡγεῖσθαι φαρμάκων, αὔχημά τε ποιεῖσθαι τὰ οὕτως αἰσχρὰ καὶ τὴν ἐσχάτην λαχόντα καταβοήν. ἔθος δὲ ἦν τῶν ἐν αὐτῇ τισιν ἔθνη τε καὶ χώρας καταπωλεῖν ἐν τοῖς φαρμάκοις αὐτῶν. πῶς δὲ ἢ τίνα τρόπον, ἐροῦμεν ὡς ἔνι. ἔθος ἦν Ἀσσυρίοις πολεμεῖν ἐθέλουσι καὶ ὅπλα κινοῦσι καθ’ ἑτέρων, ταῖς τῶν μάγων τέχναις προαναμανθάνειν ἐπείγεσθαι τὰ ἐσόμενα, οἳ καὶ τὰς ἐκ βασιλέως τιμὰς ὑποτρέχοντες, κατευμεγεθεῖν πολέμου παντὸς ἐκέλευον, καὶ τοῖς σφῶν ἐπιτηδεύμασι προαπονευροῦν ἐψεύδοντο τοὺς ἀνθεστηκότας. ὁποῖόν τι πράτ- τειν ἤθελεν ὁ Βαλὰκ, ὁ Μωαβιτῶν βασιλεύς. κατεμισθοῦτο γὰρ τὸν ἀλιτήριον Βαλαὰμ καὶ δὴ καὶ εἰς ὄρος ἀνεκόμιζε “λέγων Δεῦρο κατάρασαί μοι τὸν Ἰσραήλ.” ᾤοντο γὰρ, ὅτι ταῖς τῶν μάγων ἀραῖς ἀκολουθήσει τὰ πράγματα. πορνείαν δὴ οὖν ἐν τούτοις τὴν γοητικήν τε καὶ μάγον ὀνομάζει τέχνην, δι’ ἧς κατεπώλουν ἔθνη καὶ φυλὰς οἱ ταῦτα σοφοὶ, ἀεὶ τὸ κρατήσειν ὑπισχνούμενοι τοῖς προσάγουσι μισθούς.
Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, κω ἀπ[οκαλύψω τὰ ὀπίσω ὅου ἐπὶ τὸ πρόσωπόν σου, καὶ δείξω ἔθνει τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου· καὶ ἐπιῤῥίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου, καὶ θήσομαί σε εἰς παράδειγμα.
Ὅτι μὴ πρὸς ἄνθρωπον ὁ λόγος αὐτῇ μήτε μὴν ὁ πόλεμος, ἐπεμήνισε δὲ μᾶλλον ὁ τῶν δυνάμεων κύριος, καὶ κατεξανίστησιν αὐτῆς Πέρσας τε καὶ Μήδους, κατασημαίνει πάλιν. τῷ δὲ δὴ πάντων κατεξουσιάζοντι Θεῷ καὶ τῷ τῶν ὅλων ἔχοντι κράτος, τίς ὁ ἀντεξάγων, εἰ πολεμεῖν ἕλοιτό τισιν; εἶτά φησιν ὅτι καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου. γέγονε δὲ πάλιν ὁ λόγος ὡς ἐπὶ γυναικὸς ἑταιριζομένης, ἢ ὅσον μὲν ἧκεν εἰς πρόσωπον καὶ τὸν ἔξωθεν ὡραισμὸν, ἀξιέραστος εἶναι τοῖς ὁρῶσι δοκεῖ· εἰ δὲ δὴ πάθοι τὴν ἀπαμφίεσιν καὶ τοῦ κόσμου τὴν ἀπόθεσιν, γυμνῷ δὴ πάντως ἀσχημονήσει τῷ σώματι, τῶν μορίων τὸ ἀκαλλὲς ἀκρύπτως ἐκφαίνουσα. ἀποκαλύψω δὴ οὖν φησι τὰ ὀπίσω σου, τουτέστι, πᾶν ὅσον ἐστὶν ἄσχημον ἐν σοὶ, καὶ πρό γε τῶν ἄλλων παραδείξω σοι. τὸ γὰρ εἰς πρόσωπόν σου, τί ἕτερον ἡμῖν ἢ τουτὶ δὴ πάντως ὑπεμφήνειεν ἄν; αποκαλύψειν δὲ οὐδὲν ἧττον ἔθνεσί τε καὶ βασιλείαις τὴν ἀτιμίαν αὐτῆς διαρρήδην ἔφη. ἐδόκει μὲν γὰρ ὡραία τις εἶναι καὶ ἀξιέραστος ἡ Νινευῒ ταῖς τῶν μάγων τέχναις καὶ τὴν κατὰ πάντων ἀρχὴν καὶ δυναστείαν ἁρπάζουσα, εὐσθενής τε ἄγαν καὶ ἀμαχεὶ παρὰ πάντων λαβοῦσα τὸ νικᾶν. ἐπειδὴ δὲ ἥλω καὶ πέπτωκεν, ἀσχήμων καὶ ἀτερπὴς παρά γε τοῖς αὐτὴν εἰδόσι κατεφαίνετο, οἳ καὶ βδελυρὰν ἡγοῦντο λοιπὸν, κατεγνωκότες που πάντως, ὡς μεγαλαυχήσασαν μὲν ἐπὶ μηδενὶ, ἐπιθαρσήσασαν δὲ μάτην ταῖς ἐκ μάγων ἐπικουρίαις, μᾶλλον δὲ φενακισμοῖς καὶ ἀπάταις. διεβεβαιοῦτο δὲ ὅτι καὶ τεθήσεται εἰς παράδειγμα, ὡς ἐρούντων ἐσθ’ ὅτε τινῶν, εἰ δὴ διόλοιτο πόλις ἢ χώρα, πεπόρθηταί τε καὶ πέπτωκε, καθὰ καὶ ἡ ταλαίπωρος Νινευΐ.
Πεπολέμηκε δὲ, ὡς ἔφην, καὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ κατὰ καιροὺς ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς εἰς Χριστὸν ἀσεβείας ἐπράττετο δίκας, γυμνὴν καὶ ἀσχήμονα ἀναδεικνύων καὶ τῆς ἄνωθεν περιστολῆς ἀμοιροῦσαν παντελῶς. καὶ τοῦτο προἀνεφώνει διὰ φωνῆς Ὠσηὲ, λέγων “Διὰ τοῦτο ἐπιστρέψω “καὶ κομιοῦμαι τὸν σῖτόν μου καθ’ ὥραν αὐτοῦ καὶ τὸν “οἶνόν μου ἐν καιρῷ αὐτοῦ, καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου “καὶ τὰ ὀθόνιά μου τοῦ μὴ καλύπτειν τὴν αἰσχύνην αὐτῆς· “καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐναντίον τῶν “ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός “μον.” ἡ μὲν γὰρ ἐξ ἐθνῶν ἐκκλησία δοξολογήσει λέγουσα “Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με Πη “ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης·” ἡ δὲ, ὡς ἔφην, γυμνὴ καὶ ἀσχήμων καὶ ἀκαλλὴς ὁρᾶται λοιπὸν καὶ τῶν θείων χαρισμάτων οὐκ ἔχουσα τὴν περιστολὴν, γέγονε δὲ καὶ εἰς παράδειγμα καὶ βδελυρωτάτη, καὶ πᾶν εἶδος νοσοῦσα κοσμικῆς ακαθαρσίας.
Καὶ ἔσται, πἄς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σου κω ἐρεῖ Δειλαία Νιωευΐ, τίς στενάξει αὐτὴν; πόΘει ζητήσω παράκλησιν αὐτῇ;
Εἴ τις, φησὶ, τῶν πάλαι προεγνωκότων τὰς σὰς δυναστείας πεσοῦσάν τε καὶ ἠρημωμένην καταθεάσαιτο, κατοιμώξει μέγα καὶ ἀποφοιτήσει γοργῶς, ἐκεῖνο λέγων Τις στενάξει αὐτήν; ὡς γὰρ ὄντος οὐδενὸς, ἤγουν ὑπολελειμμένου, τοῦ κἂν οἵου τε ὄντος καταθρῆσαι μόνον, τὰ τοιάδε φησί. σφόδρα δὲ σοφῶς προστέθεικε τούτῳ τό Ποθεν ζητήσω παράκλησιν αὐτῇ; καὶ ἔστι τῶν εἰρημένων τοιοῦτός τις ὁ νοῦς. πολέμου καὶ μάχης συγκροτουμένων κατὰ πόλεις τυχὸν ἢ χώρας, ἀδικεῖται μὲν ἔσθ’ ὅτε μέρος, σώζεται δέ τε καὶ τυχὸν τοὺς νενικηκότας διέδρα· καὶ τοῦτό ἐστι τοῖς ἐνοικοῦσι παράκλησις. ἢ γὰρ οὐκ ἐμπέπρησται πᾶσα, καὶ μεμένηκεν ἀπόρθητος μοῖρα, ἢ πεπτώκασι μέν τινες, σέσωσται δὲ πληθὺς ἑτέρα· ἐπὶ δέ γε τῆς Νινευῒ, πόθεν ἄν τις ἕλοιτο παράκλησιν; ἢ ποῖος αὐτὴν παραμυθήσεται τρόπος; πᾶσα γὰρ ἥλω καὶ πᾶσα πεπόρθηται καὶ διόλωλεν ἅπας ὁ ἐν αὐτῇ. τὸ δέ Τίς στενάξει αὐτήν; καὶ ἑτέρως ἂν νοοῖτο πάλιν· ὅμοιον γὰρ εἰπεῖν Ἄρα τίς ἔσται τεχνίτης οὕτως εἰς θρήνους καὶ τὰς ἐπικηδείους ᾠδὰς, ὡς ἐπάξιόν τι τῶν συμβεβηκότων εἰπεῖν, καὶ τὸ ἀρκοῦν τοῖς πάθεσι καταστάξαι δάκρυον.
Ἑτοίμασαι μερίδα, ἅρμοσαι χόρδην, ἑτοίμασαι μερίδα Ἀμμών, ἡ κατοικοῦσα ἐν ποταμοῖς· ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἄρμ᾿ θάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς· καὶ Αἰθιοπία ἰσχὴς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστι πέρας τῆς φυγῆς σου, καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς· καὶ αὐτὴ εις μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπις αὐτὴς ἐδαφιοῦσιν ἀπ᾿ ἀρχῆς πασῶν τῶν ὁδῶι αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους, καὶ πάντε οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις.
Ἀσυμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς, νοηθείη δ᾿ ἂν οὐχ ἑτέρως, εἰ μή τις γένοιτο προαφήγησις τῆς ἐν αὐτοῖς ἱστορίας· ἔχει δὲ οὕτως. τραπομένου πρὸς ἀπόστασιν τοῦ Ἰσραὴλ, καὶ εἰδώλοις λελατρευκότος, καὶ διὰ μυρίων ὅσων ἀσεβημάτων ἐφ᾿ αὑτῷ καταθήγοντος τὸν τῶν ὅλων Θεὸν, ὡπλίζετο κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῶν Ἱεροσολύμων ὁ Ναβουχοδονόσορ, θείας αὐτὸν εἰς τοῦτο διανιστάσης ὀργῆς. εἶτα δέον τοὺς ἐξ Ἰσραὴλ καταλῆξαι τῆς ἐν χερσὶν ἀσεβείας, καὶ ἀποσχέσθαι μὲν τοῦ προσκυνεῖν ἐθέλειν θεοῖς ἑτέροις, ἀνατρέψαι δὲ βωμοὺς καὶ κατεμπρῆσαι τεμένη καὶ συντρίψαι μὲν τὰ χωνευτὰ, ταῖς δὲ εἰς μετάγνωσιν σπουδαῖς καὶ ἐπιεικείαις ἐκμειλίσσεσθαι Θεὸν καὶ καλεῖν εἰς ἐπικουρίαν, τοῦτο μὲν οὐκ ἔδρων οἱ τάλανες· ᾤοντο δὲ, ὅτι ταῖς ἐξ ἀνθρώπων συνδρομαῖς ἐπικουρούμενοι, καὶ ἀμείνους ἔσονται τῶν Βαβυλωνίων καὶ κατευμεγεθήσουσι τῶν ἐχθρῶν, κἂν εἰ μὴ σώζειν αὐτοὺς ἕλοιτο Θεός. τοιγάρτοι κατεμισθοῦντο πολλοὺς τῶν προσοίκων ἐθνῶν, ἐπρέσβευον δὲ καὶ πρὸς τοὺς Αἰγυπτίους, καὶ εἰς τὴν καλουμένην Ὢν, ἤτοι Ἀμμὼν, ἢ νῦν ἐστιν Ἀλεξάνδρεια. οἱ δὲ συνασπίζειν ἐπηγγέλλοντο, καὶ ἀποσοβεῖν εὐκόλως δύνασθαι τοὺς Βαβυλωνίους, καὶ γεγόνασιν ἀφορμὴ τοῖς ἐξ Ἰσραὴλ τοῦ νομίζειν, ὅτι κἂν εἰ μὴ σώζοι Θεὸς, αὐτοὶ πρὸς τοῦτο ἀρκέσουσι, δεηθέντες οὐδενός. ἐπειδὴ δὲ τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ εἷλε, Θεοῦ προασπίζοντος καὶ ὑποστρωννύντος αὐτῷ τοὺς ἀνθεστηκότας, κεχώρηκε μετὰ τοῦτο καὶ κατὰ τῆς Αἰγυπτίων, θείας αὐτὸν πεμπούσης ὀργῆς, εἷλέ τε πᾶσαν, καὶ αὐτὴν δὲ τὴν Ὢν, ἤτοι τὴν Ἄμμων· ὠνόμαστο γὰρ οὕτω κατὰ καιροὺς, ὡς ἔφην, ἡ Ἀλεξάνδρεια· ἣ δὴ καὶ μάλιστα παρὰ τὰς ἄλλας τῆς Αἰγύπτου πόλεις λαμπρά τε ἦν ἄγαν, ἄσυλόν τε καὶ ἀσφαλὲς ὁρμητήριον, διάτοι τὸ ὕδασι πανταχῆ διεζῶσθαι, καὶ ἐκ μὲν μοίρας τῆς βορειοτέρας ἔχειν τὴν θάλασσαν, ἐκ δὲ τῆς εἰς νότον εὐρεῖάν τε καὶ μακρὰν καὶ οἷον ἑτέραν θάλασσαν, λίμνην δὴ λέγω τὴν Μαριώτιδα, πεπυργῶσθαι δὲ καὶ ἑτέροις ποταμοῖς καὶ τελμάτων περιβολαῖς. ἐπήμυνον δὲ αὐτῇ καὶ οἱ τῆς ὁμόρου Λιβύης οἰκήτορες, παρατεινούσης μέχρι τῆς Αἰθιόπων γῆς, τῆς πρὸς ἑσπέραν καὶ νότον· Γαράμαντες δὲ οὗτοι, κατόπιν τῆς Ἄφρων κείμενοι γῆς· συνωπλίζοντο δὲ καὶ τῶν εἰς ἠῶ καὶ νότον Αἰθιόπων τινὲς, οἳ Μερόην τε τὴν ἐσωτάτω πόλιν ποιοῦνται, καὶ ἀγρίαν καὶ μέλαιναν κατανέμονται γῆν.
Αλλ' ὧδε μὲν ἡμῖν ὁ τῆς ἱστορίας ἐχέτω λόγος, ἴωμεν δὲ ἤδη πρὸς διασάφησιν τῆς ἐννοίας τῶν ἐγκειμένων. ἑτοίμασαί φησι μεριδα, ὅμοιον ὡσεὶ λέγοι Ὦ ἀθλία Νινευῒ, μερίδα σαυτῇ· ἐπειδὴ γὰρ μέγα πεφρόνηκας, οἴει τε πάντη τε καὶ πάντως ἀπόρθητος ἔση διά τοι τὸ τείχεσι περικεκλεῖσθαι μεγάλοις καὶ ἀναριθμήτους ἔχειν τοὺς συνασπίζειν ἐθέλοντας· κατὰ τίνα θέλεις εἶναι τῶν χωρῶν, αἳ πεπόρθηνται παρὰ σοῦ, καίτοι πλείστην ὅσην ἀπιτηδειότητα λαχοῦσαι, φησὶ, πρός γε τὸ δύνασθαι δυσαλώτως ἔχειν τε καὶ ἀλήπτως. ἅρμοσαι χορδὴν, τουτέστιν, ᾠδὴ καὶ μέλος καὶ αὐτὴ γενοῦ πόλεσί τε καὶ χώραις, παθοῦσα τοιαῦτα παρὰ Περσῶν καὶ Μηδῶν, ὁποῖα δέδρακας εἰς ἑτέρους αὐτή. ἑτοίμασαι μερίδα Ἄμμων, ἔστω σοί φησι μερὶς καὶ κλῆρος ἡ Ἄμμων· ἃ δέδρακας ἐπ’ ἐκείνῃ, τὰ αὐτὰ καὶ σὲ παθεῖν ἀναγκαῖον. καὶ τίς ἦν ἡ Ἄμμων, ἡ κατοικοῦσα ἐν ποταμοῖς; τουτέστιν, ἡ θαλάσσῃ καὶ ποταμοῖς εὖ μάλα τετειχισμένη, ἢ ταῖς Αἰγυπτίων ἐπικουρίαις καὶ τοῖς Αἰθιόπων τοξεύμασιν ἐπαυχήσασα, ἡ τὴν τῶν Λιβύων ἀλκιμωτάτην λαχοῦσα πληθύν. ἀλλὰ καὶ οὕτως ἔχουσα θέσεως τε καὶ ῥώμης καὶ τῆς ἔξωθεν ἐπικουρίας, εἰς μετοικεσίαν πεπόρευται, γέγονε δὲ αἰχμάλωτος καὶ ἠδαφίσθη αὐτης τοὶ νήπις, κληρωτοὶ δὲ γεγόνασιν οἱ διαφανεῖς, καὶ μερίδες τῶν νενικηκότων οἱ ἐνδοξότεροι, καὶ δέδενται πειροπέδαις. ὥσπερ οὖν εἷλες τὴν Ἀμμὼν ἀπόρθητον οὖσαν, ὅσον εἰς ἐπικουρίαν καὶ θέσιν· Θεὸς γὰρ ἦν ὁ παραδιδούς· οὕτω καὶ αὐτὴ δοθήσῃ πάντως εἰς χεῖρας ἐχθρῶν, κἂν εἰ μεγάλην ἔχοις ἐπί τε πληθύι· τῶν μαχίμων καὶ τείχεσι τὴν ὀφρύν. ἐγὼ γὰρ ἐπὶ σὲ, καὶ τὴν ἐμὴν οὐδεὶς ἀποστρέψει χεῖρα.
Καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ παρεωραμένη, καὶ οὐ ζητήσεις σεαυτῇστάσιν ἐξ ὠρῶ.
Ὅνπερ γὰρ τρόπον, φησὶν, ἡ Ἄμμων τεταλαιπώρηκε τὰ ἐκ τῆς σῆς ἀγριότητος βέλη ὑπενεγκοῦσα, καὶ τὰς ἐκ τῆς ἐφόδου συμφορὰς, οὕτω καὶ αὐτὴ σκοτοδινιάσεις, καὶ οἷον ἐν μέθη γενήσῃ, στάσιν οὐκ ἔχουσα, τουτέστι, κατασειομένη τε καὶ πίπτουσα παρ’ ἐχθρῶν, καὶ τῆς ἄνωθεν ἐποπτείας ἀπεστερημένη. οὓς γὰρ ἃν ἐπισκέπτοιτο Θεὸς, ἐλεεῖ δὴ πάντως καὶ ἐν τοῖς κατ’ εὐχὴν ἑστάναι ποιεῖ.
Μεμεθυσται δὲ ὥσπερ καὶ ἡ θεομάχος ‘Ιερουσαλὴμ, τὸ νήφειν οὐκ ἔχουσα, διάτοι τὸ θείῳ μὴ καταλάμπεσθαι φωτὶ, μήτε μὴν ἐπαΐειν ἐθέλειν λέγοντος τοῦ Χριστοῦ “Ἐγώ εἰμι “τὸ φῶς τοῦ κόσμου.” καὶ πάλιν “Ἕως τὸ φῶς ἔχετε, “περιπατεῖτε περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.” μέθη δ’ ἃν νοοῖτο καὶ σκότος εἰς νοῦν καὶ νὺξ εἰς καρδίαν ἡ τοῦ συμφέροντος ἀγνωσία, καὶ τὸ μηδαμόθεν δύνασθαι κατιδεῖν τὴν τῆς σωτηρίας ὁδόν. ὅτι δὲ καὶ σεσάλευται, καὶ πρὸς τὰ τῆς δικαιοσύνης ἔργα τὸ ἐρηρεισμένον οὐκ ἔχει, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; ἐκπέπτωκε γὰρ τῆς τῶν ὅλων κρηπῖδος, καὶ τὸν ἀρραγῆ θεμέλιον οὐκ ἔχει, τουτέστι Χριστόν. παρεώραται δὲ καὶ τοῖς ἐχθροῖς δέδοται, ἢ ‘Ρωμαίοις τυχὸν, ἤγουν τοῖς εἰς πᾶν ὁτιοῦν κατακομιοῦσι τῶν παθῶν, φημὶ δὴ τοῖς ἀκαθάρτοις πνεύμασι. Χριστὸς οὖν ἄρα, καὶ πίστις ἡ εἰς αὐτὸν, παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ, καὶ τῆς τῶν ἐχθρῶν δυστροπίας ἀποτελέσει κρείττονας, καὶ ἐν ὀφθαλμοῖς ἵστησι τοῦ Θεοῦ. περιόψεται γὰρ οὐδαμῶς τοὺς ἀγαπῶντας αὐτόν.
Πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι. ἐὰν σαλευθῶσι, καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος.
Τὰ πέπειρα τῶν συκῶν ἀποπίπτει ῥᾳδίως, εἰ δὴ κραδαίνοιτο τὸ φυτὸν, μονονουχὶ δὲ καὶ πρὸς τὴν τοῦ κατασείοντος καταθρώσκει χεῖρα, καὶ τοῖς δεομένοις τοῦ φαγεῖν αὐτομάτως ἐπιφοιτᾷ. οὐκοῦν ἐπειδήπερ Κύρου προσβαλόντος καὶ πολιορκοῦντος ἤδη τὴν Νινευΐ, τοῖς τείχεσί τε αὐτῆς ἐφιστάντος τὰς ἑλεπόλεις ἤτοι τοὺς Κρίους, τὰς ἐπάλξεις ἐτήρουν οἱ ἐπαμύνοντες· εἶτα τοξεύοντες οἱ μαχόμενοι, κατεκόμιζον εἰς γῆν εὐκόλως αὐτούς. δέχεται τὴν ὁμοίωσιν ἀπὸ τοῦ πεφυκότος γίνεσθαι περὶ τὰ πέπειρα τῶν συκῶν. ταύτῃτοί φησιν ὅτι παντα τὼ ὀχυρώματά σου, τουτέστι τὰ τείχη, συκαὶ σκοποὺς ἔχουσαι, οἳ πρὸς τὴν τοῦ φαγεῖν ἐθέλοντος ἵενται χεῖρα, καὶ μάλα εὐκόλως, εἰ δή τις μόνον καταδονήσειε τὸ φυτόν.
Ἔσται δὲ οὕτω καὶ πᾶσα ψυχὴ, τῆς ἄνωθεν ἐπικουρίας ἐκπίπτουσα καὶ ἐστερημένη, εὐχερὴς καὶ εὐάλωτος καὶ οὐ σὺν ἱδρῶτι ληπτὴ τῷ κατεσθίοντι σατανᾷ. γέγραπται γὰρ ὅτι “Τὰ βρώματα αὐτοῦ ἐκλεκτά.”
Ἰδοὺ ὁ λαός σου ὡς γυναὶκες έν σοι, τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καταφάγεται πῦρ τοὺς μοχλούς σου.
Ματαίαν αὐτῶν ἀποφαίνει τὴν ἐλπίδα. ᾤοντο μὲν γὰρ, ὡς οὐκ ἂν ἁλοῖέν ποτε, πληθὺν ἀμέτρητον τῶν αὐτοῖς συνασπιζοντως συναγηγερκότες, καὶ ἀρρήκτοις τείχεσι πεπυργωμένην οἰκοῦντες πόλιν. ἀλλ’ ὅτι καὶ ταῦτα παντελῶς ἀνόνητα αὐτοῖς προαναπεφώνηκεν ἐναργῶς, κακανδρίας εἰς τοῦτο κατοιχήσεσθαι λέγων τοὺς ἐπαμύνοντας, ὡς γυναίων ἀσθενῶν διενεγκεῖν οὐδέν· διανοιχθήσεσθαι δέ φησι καὶ τὰς πύλας, εἰσβιαζομένων μένων δηλονότι τῶν ἐχθρῶν. ἀληθὲς γὰρ ὅτι “Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ “φυλάσσων.”
Χρὴ δὴ οὖν ἄρα τὴν ἄνωθεν ἀσφάλειαν ἔχειν, πεποιθέναι τε ἡμᾶς ἥκιστα μὲν ἐφ’ ἑαυτοῖς, ἐπὶ Θεῷ δὲ μᾶλλον τῷ σώζοντι, καὶ μὴ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις μεγαλαυχεῖν, μήτε μὴν οἴεσθαι διεκνεύειν δύνασθαι τὴν ὀργὴν, εἰ δὴ παροτρύνοιτο Θεός. ἀπαλλάξει γὰρ οὐδεὶς θορύβου καὶ κακῶν, τὸν ᾧπερ ἂν ἐπιμηνίσειεν ὁ τῶν ὅλων κύριος. καὶ σοφὸς ἦν λίαν ὁ θεσπέσιος Δαυεὶδ ψάλλων τε καὶ λέγων “Οὐκ “ἐπὶ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ὁ βραχίων μου οὐ σώσει με.” “Ποιήσομαι γὰρ δύναμιν ἐν Θεῷ” κατά γε τὴν αὐτοῦ πάλιν φωνήν.
Ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ.
Φᾶσίν ὅτι Κύρου τε καὶ τῶν σὺν αὐτῷ τὰς περιοίκους τῆς Νινευΐ καταδῃούντων χώρας, καὶ πάσας αὐτῶν προαποκειρόντων ἐπικουρίας, τὴν πόρθησιν ἤδη δεδιότες οἱ Νινευῖται λοιπὸν εἰς πολλὰς καὶ μακρὰς ἀνέτεμον τάφρους τὰ περὶ τὸ ἄστυ χωρία, καὶ δὴ καὶ δυσπόρευτα τοῖς ἐχθροῖς ἀπετέλουν, παροχετεύοντες ποταμοὺς, καὶ ὑδάτων ἐμπιπλῶντες, καὶ τελμάτων ἔμπλεω ποιοῦντες τὴν γῆν. ἀλλ’ ἦσαν καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀμείνους οἱ μαχόμενοι, μᾶλλον δὲ ἡ θέλησις τοῦ παραδιδόντος Θεοῦ. ὅτι τοίνυν οὐδὲν ἔσται καὶ τοῦτο αὐτοῖς τὸ σπούδασμα, δείκνυσι λέγων Ὕδωρ περιοχῆς ἐπισπασαι σεαυτῇ. δοκεῖ δέ τισιν ὕδωρ ἐνθάδε νοεῖν τὸ ἐπισπώμενον, τὴν τῶν ἐπικεκλημένων ἐθνῶν εἰς ἐπικουρίαν ἄθροισιν ἢ πληθύν. βαδιεῖται γὰρ καὶ οὕτως ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ, ὕδατα γὰρ πολλαχῆ ἡ τῶν ἐθνῶν ὠνόμασται πληθύς.
Κατακράτησον τῶν ὀχυρωμάτων σου· ἔμβηθι εἰς πηλὸν καὶ συμπάτει ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον.
Οὐ προτρέποι δ' ἂν τὰ τοιάδε Θεός· ἐπειὴ δὲ πάντως τὰ ἐσόμενα προηπίστατο, διαγελᾶ τὴν σκέψιν, καὶ ὅτι, καθάπερ ἔην ἀρτίως, μάταιον αὐτῶν ἔσται σπούδασμα πᾶν, δείκνυσι διὰ τούτων. ἐπειδὴ γὰρ συμβέβηκεν ἢ ἐπάλξεων, ἤγουν ἑτέρας τινὸς ἐπιμελείας δεῖσθαι τὰ τείχη, πλίνθους εἰργάζοντο τὰς ἐκ πηλοῦ δηλονότι, πλὴν ὀχυρωτάτας· ὀπτωμένη γὰρ ἡ πλίνθος ἀναγκαιοτάτη πρὸς ἔργα, καὶ οὐκ ἂν ἔχοι τὸ εὐδιάθρυπτον. συμπάτει δὴ οὖν φησιν ἐν ἀχύροις, ἐργάζου καὶ πλίνθους. γενοῦ δὴ οὕτως ἰταμὸς καὶ ἀτεράμων εἰς μάχην, καθάπερ ἀμέλει καὶ ἡ πλίνθος αὐτή· ἔση γὰρ καὶ οὕτως εὐάλωτος, καὶ ἄθραυστος μὲν οὐδαμῶς, εὔκολος δὲ λίαν τοῖς κατασείειν εἰδόσι, καὶ τῆς σῆς σκληρότητος ἀλκιμωτέραν ἔχουσι τὴν ὁρμὴν.
Ἐκεῖ καταφάγεταί σε πῦρ, έξολοθρεύσει σε ῥομφαία, καταφάγεταί σε ὡς ἀκρὶς, καὶ βαρυνθήσῃ ὡς βροῦχος.
Τὸ ἐκεῖ νοήσεις ἀντὶ τοῦ τηνικάδε, κατὰ χρόνον γὰρ καὶ οὐ τοπικῶς τὴν λέξιν ἀποδεξόμεθα. εἰ γὰρ δὴ καὶ ταῦτα γένοιτό φησι, καὶ πλίνθους ἐργάσῃ, δαπανηθήσῃ καὶ οὕτως ὡς ἀπὸ πυρὸς, κατανεμηθήσεται ’δε σε τε καὶ τὴν σὴν χώραν, καὶ ἐν ἀκρίδος τάξει ὁ πολέμιος. ἔσῃ δὲ καὶ ὄκνῳ πεπεδημένος καὶ βραδὺς εἰς φυγὴν ὡς βροῦχος βαρυνθείς. φασὶ γὰρ ὅτι πιπτούσης χαλάζης καὶ ὑετῶν καταρρηγνυμένων, ἀδρανὴς ὁ βοοῦχος εἰς πτῆσιν, καταδεδευμένων αὐτῷ τῶν πτερῶν. οὐκοῦν τὸ ἄπορον εἰς φυγὴν τῶν Νινευιτῶν ὑποσημαίνει πάλιν ἀπὸ τοῦ τοῖς βρούχοις συμβαίνοντος.
Ἐπλήθυνας τὸς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησε καὶ ἐξεπετάσθη· ἐξήλατο ὡς ἀττέλαβος ὁ σύμμικτος σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέραις πάγου· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔτω τὸ τόπον αὐτῆς.
Ἐμπορίας ἔοικεν ἐνθάδε δηλοῦν οὐχὶ τὰς διὰ χρημάτων, τὰς ἐπὶ λήμμασι καὶ πλεονασμοῖς, τὰς γεγενημένας δὲ μᾶλλον ἐπὶ τῆ τῶν ἐθνῶν ἀθροίσει καὶ συγκομιδῇ. κατεμισθοῦντο γὰρ, ὡς ἔφην, τὰ περίοικα τῶν ἐθνῶν, τοὺς τεθνηξομένους μονονουχὶ ἐμπορευόμενοι, καὶ συλλέγοντες εἰς μάχην τοὺς αὐτίκα δὴ μάλα ἀπ’ ὄλου μένους· ἦσαν δὲ οὗτοι πλεῖστοί τε ὅσοι καὶ ἀριθμοῦ κρείττονες. τοιγάρτοι καὶ τῇ τῶν ἄστρων παρεικάζονται πληθύι·. ἀλλ’ εἰ καὶ συνήχθησαν, φησὶ, καὶ συνδεδραμήκασι, καταπτοηθήσονται τῷ πολέμῳ, καὶ ἀποδραμοῦνται πάλιν ὡς βροῦχος καὶ ὡς ἀττέλαβος. εἶδος δὲ τοῦτο μικρᾶς ἀκρίδος, ἣ ἐπειδὰν ἐμπέσῃ φραγμοῖς ἢ ταῖς c τῶν κήπων αἱμασιαῖς, πάγου μὲν ὄντος, ὡς ἔφην, καὶ ὑετοῦ κατασκήπτοντος, καταμέμυκε τε καὶ ἠρεμεῖ, τῇ τῆς ὑγρότητος βίᾳ τὴν πτῆσιν παρῃρημένη· ἡλίου γεμὴν ἀνίσχοντος καὶ θερμὴν αὐταῖς ἐνιέντος ἀκτῖνα, ταχεῖαν ποιοῦνται τὴν ἀποφοίτησιν, καὶ ἀφίπτανται κατὰ τὸ εἰωθός. οὕτως, φησὶν, ἔσονται οἱ σύμμικτοί σου. ἀποπτήσονται γὰρ καὶ οἴκαδε πάλιν ἀποδραμοῦνται, τὴν σὴν ἐλπίδα κενώσαντες. “Ἀγαθὸν οὖν ABBREY “ἄρα καὶ ἀτρεκὲς τὸ πεποιθέναι ἔπι κύριον, ἡ πεποιθεανι “ἐπ' ἄνθρωπον, κατὰ τὴν τοῦ προφήτου φωνήν.
Οὐαὶ αὐτοῖς. ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεύς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου· ἀπῇρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἠν ὁ ἐκδεχόμενος.
ταλανίζει τοὺς ὄχλους, ὡς κακανδρίας εἰς τοῦτο καὶ δειμάτων ἐλισθηκότας, ὡς καὶ πρὸς μόνην αὐτοὺς ἀτονῆσαι τοῦ πολέμου τὴν προσβολὴν, καὶ ἐπὶ τὰς τῶν ὀρῶν ἀναθρώσκειν κορυφὰς, καὶ οἷον προτείχισμα τοῦ κινδύνου ποιεῖσθαι τὰς δυσχωρίας. εἶτα τῆς ψοφοδεείας τὴν αἰτίαν ἀποδιδοὺς, εὐφυᾶ ποιεῖται διήγησιν τῶν καθηγεῖσθαι λαχόντων τὸν ὄλεθρον· ὡς ἐν ἤθει λέγων, ἀντὶ τοῦ πεπόρθηνται καὶ διολώλασιν, ἄποροί τε γεγόνασιν εἰς τὰς τέχνας τὰς στρατηγικὰς, γικὰς, τὸ ἐνύσταξαν τιθεὶς, καὶ ὅτι κατεκοιμίσθησαν οἱ ἐν δυνάμεσί τε καὶ ἐξουσίαις καὶ δημαγωγοὶ καὶ τὰς ἄνω καὶ διαφανεῖς λαχόντες τιμάς. πεπόνθασι δὲ τὸ νυστάζειν ὑπὸ βασιλέως Ἀσσυριου, τουτέστι, τὸ γένος ἔχοντος ἐξ αὐτῶν. αὐθιγενὴς γὰρ ὁ Κῦρος, καὶ ἐξ αἵματος Περσικοῦ. σκήπτεται δὲ ὁ προφητικὸς ἡμῖν λόγος μονονουχὶ τὸ θρηνεῖν, ἤγουν καταμειδιᾶν τῶν εὐκόλων εἰς πτοίαν. ἀπῆρε γάρ φησιν ὁ λαός σου ἐπὶ τὰ ὄρη καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος, τουτέστιν ὁ ἀνέχων εἰς εὐτολμίαν, ὁ περικόπτων τὰς τῶν φευγόντων δειλίας, καὶ ἀνασειράζειν δυνάμενος τὴν ἀδρανῆ καὶ ῥιψάσπιδα τῶν προδεδωκότων πληθύν. προαπολώλασι γὰρ οἱ τοῦτο δρᾶν εἰωθότες, καὶ τῆς ἐν πολέμοις εὐτεχνίας οἱ ἐπιστάται.
Νοηθείη δ’ ἂν, καὶ μάλα εἰκότως, καὶ περί γε τῆς Ἰουδαίων ἀγέλης, τό Οὐαὶ αὐτοῖς. ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας του. οὐαὶ γὰρ ὄντως τοῖς καὶ αὐτὸν τὸν τῶν ὅλων ἀπεκτονόσι Σωτῆρα καὶ Λυτρωτὴν, καὶ τοῖς τῶν ἁγίων αἵμασιν ἀνοσίως προστεθεικόσι καὶ αὐτὸ τὸ Δεσποτικόν. συμβέβηκε δὲ τοῦτο παθεῖν αὐτοὺς, διάτοι τὸ λίαν κατανυστάξαι πρὸς δυσβουλίαν τὸ ἡγούμενον καὶ τοὺς ἐν ποιμένων τάξει παρειλημμένους, γραμματέας δὴ λέγω καὶ Φαρισαίους καὶ τοὺς τοῖς τῆς ἱερουργίας κατεστεμμένους αὐχήμασιν, οὓς καὶ κατεκοίμισε νοητῶς ὁ Ἀσσύριος βασιλεὺς, τουτέστιν ὁ σατανᾶς. λαμβάνεται γὰρ εἰς τὸ ἐκείνου πολλάκις πρόσωπον ἡ τῶν Βαβυλωνίων ἀρχή. ὅτι δὲ καὶ ἐνύσταξαν οἱ ποιμένες καὶ οἱ Αυναστεύοντες παρ’ αὐτοῖς, πῶς ἐστὶν ἀμφιβαλεῖν, ἄνω τε καὶ κάτω τῆς θεοπνεύστου γραφῆς ἀνατιθείσης αὐτοῖς τῶν λαῶν τὴν ἀπώλειαν; γέγραπται γάρ “Ὠ οἱ ποιμένες οἱ διασκορ- “πίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς.” καὶ πάλιν “Οἰ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστὶ κύριος, καὶ οἱ ἀντεχό- “μενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν “εἰς ἐμὲ, καὶ οἱ προφῆται προεφήτευον τῆ Βάαλ·” ‘Ησαΐας δὲ πάλιν φησί “Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιῶν “πλήρης κρίσεως; ἐν ἧ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν “δὲ φονευταί. τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί “σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, “κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες άντα- “πόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κράτει χήρας οὐ “προσέχοντες.”
Οὐκ ἐστὶν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή θοῦ.
Ὅταν τι συμβαίνῃ τῶν ἀπευκτῶν παθεῖν, εἰ μὲν ἴοι τοῦτο μεμετρημένως, καὶ οὐχὶ δὴ πάντως πέρα τοῦ καθήκοντος, ἐλπὶς ὕπεστιν ἀγαθὴ τοῖς τῷ παθεῖν ὑπενηνεγμένοις, ὅτι καὶ ἀνασφῆλαι δυνήσονται καθάπερ ἐξ ἀρρωστίας ἐπὶ τὸ δύνασθαι διαβιοῦν εὐσθενῶς καὶ ὅτι μετοιχήσονται πρὸς εὐημερίαν, ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων ἐπὶ τὸ ἄμεινον. ἐπειδὰν δὲ εἰς λῆξιν αὐτοῖς ἀθλιότητος προήκοι τὰ πράγματα, τότε δὴ πάντως δυσδιάφυκτος ἡ συμφορὰ, μᾶλλον δὲ καὶ παντελῶς ἀνεξίτητος. τοῦτο παθούσῃ τῇ Νινευῒ, φησὶν ὅτι καὶ συνετρίβη καὶ ἀπόλωλε, καὶ τῆς τοῦ δύνασθαι θεραπείας τυχεῖν συνανῃρημένης ἐλπίδος καὶ οἱονείπως ἀθλίως καταφλεγμαίνοντος τοῦ κακοῦ καὶ τὴν ἐσχάτην ἐφ’ ἑαυτῇ ζητοῦντος τομήν.
Ὅτι δὲ καὶ ἐν τούτοις γέγονεν ἡ κυριοκτόνος ‘Ιερουσαλὴμ, ἀτρεκὲς εἰπεῖν. πολλάκις μὲν γὰρ ἐπλήττετο, καταθεόντων αὐτῆς τῶν ἐχθρῶν, ἀλλ’ ἠκολούθουν αἱ θεραπεῖαι, κατοικτεί- ροντος Θεοῦ καὶ οἷον καταμαλάσσοντος τὴν συμβᾶσαν αὐτοῖς πληγήν. ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς τὸν τῶν ὅλων Δεσπότην, συνετρίβη καὶ πέπτωκε καὶ οὐκ ἦν ἴασις, κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀμάλθακτος δὲ καὶ ἡ τῶν συμβεβηκότων αὐτοῖς ἀπομεμένηκε φλεγμονή. τοιγάρτοι καὶ ἔφασκον οἱ μακάριοι προφῆται, τῇ Βαβυλωνίων αὐτὴν παρεικάζοντες “Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη ἐγκαταλίπομεν ἕκαστος αὐτὴν, καὶ ἀπέλθομεν εἰς “τὴν γῆν αὐτοῦ, ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς, “καὶ ἐξῇρεν ἕως τῶν ἄστρων.” εἰς οὐρανὸν δὲ τὸ κρῖμα καὶ ὑψοῦ τὸ πλημμέλημα. πεπαρῳνήκασι γὰρ, ὡς ἔφην, οὐκ εἰς ἕνα τῶν ἁγίων ἁπλῶς, ἀλλ’ εἰς τὸν τῶν ἁγίων Δεσπότην.
Πάδντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου, χαρήσονται καὶ κροτήσουσι χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακώ σου διὰ παντός;
Ψῆφος ὅτι δικαία γέγονε παρὰ Θεοῦ, τὴν Βαβυλωνίων ἀρχὴν καταστρέφουσα, καταμαρτυρήσει λαμπρῶς τὸ ἐπιστυγνάζειν αὐτῇ παντελῶς οὐδένα· κροτεῖν δὲ μᾶλλον καὶ ἐπιγάνυσθαι καὶ καταμειδιᾶν κειμένης, διάτοι τὸ ἀφορήτους συμφορὰς ὑπενεγκεῖν καὶ πλεονεξίας, καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων εἰς πεῖραν ἐλθεῖν. καὶ γὰρ ἦν ἅπασι φορτικὴ καὶ δύσοιστος, πέμπουσα καὶ τοῖς εἰς μακρὰν τῆς ἐνούσης αὐτὴ δυστροπίας τὴν αἴσθησιν.
Φαίην δ’ ἃν, ὅτι καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ σατανᾶς, ὁ τῆς ἑαυτοῦ δυστροπίας τε λίνον κατευρύνων πανταχῆ, καὶ σαγηνεύσας εἰς πλάνησιν τὴν ὑπ’ οὐρανὸν, καὶ τοῖς τῆς ἀπωλείας ἐγκαταδήσας βρόχοις, ἀκούσειεν ἃν εἰκότως, καθῃρημένος ὑπὸ Χριστοῦ, καὶ τῆς καθ’ ἡμῶν τυραννίδος ἀπεληλαμένος Πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου χαρησονται καὶ κροτήσουσι χεῖρας ἐπὶ σε, διοτι ἔπι τίνα, οὐκ ἐπῆλθεν ἡ κακία σου δια παντός;
Commentary habakkuk: Του Εν Αγιοις Πατρος Ημων — Κυριλλου — Εις Τον Προφητην Αμβακουμ — Τομος Πρωτος
ΔΙΕΣΚΕΥΑΣΤΑΙ μὲν ἡμῖν εὖ μάλα σοφῶς καὶ εὐτέχνως καὶ τῆς προκειμένης προφητείας ὁ τρόπος, ἔμπλεω γεμὴν αὐτὸν οἰκονομίας ἁγιοπρεποῦς εὑρήσομεν· πρέπει γὰρ αὐτοῖς τοῖς ἁγίοις ἐπιφωνεῖν τε καὶ λέγειν “Οὐχ ὑμεῖς ἐστε “οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν “ἐν ὑμῖν.” δεῖ δὲ δὴ τοῖς ἐθέλουσι νοεῖν ἀγχινοίας οὐ μικρᾶς· ἐπεί τοι τῆς προφητείας τὸν σκοπὸν διττὴν ἐν ἑαυτῷ τὴν θεωρίαν ὠδίνοντα κατίδοι τις ἃν, πνευματικήν τε ἅμα καὶ ἱστορικήν· προαφηγήσομαι δὲ χρησίμως, καὶ ὡς ἐν βραχεῖ συνενεγκὼν, τῆς προφητείας τὰ μέρη, καὶ ἐφ’ ὅτῳ γέγονεν ἐρῶ. ἴοι γὰρ ἃν οὕτω τοῖς ἐντευξομένοις δι’ εὐμαρείας ὁ νοῦς, καὶ οὐδὲν εὑρήσει τὸ ἄναντες. ἀσχάλλοντος τοίνυν τοῦ Ἰσραὴλ οὐ μετρίως ἐπὶ τοῖς διὰ τῶν προφητῶν προαπηγγελμένοις· ᾖδον γὰρ ἦδον, ὡς ἔσται κατὰ καιροὺς αἰχμάλωτος, πεσεῖται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν, καὶ ὑπὸ ζυγὰ κείσεται τῆς ἀσυνήθους δουλείας· πειρᾶται δὴ διδάσκειν ὁ μακάριος οὗτος Ἀμβακοὺμ, ὅτι ψήφῳ δικαίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ κατὰ καιροὺς αὐτοῖς τὰ τοιάδε συμβήσεται, καὶ ἐπ’ αἰτίαις εὐλόγοις. ἐκτετιμηκότες γὰρ αὐτοὶ τὴν ἔξω νόμου καὶ ἐκτοπωτάτην ζωὴν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν κατεψευσμένων ἀπονενευκότες, οὐ διαλελοίπασιν ἐφ’ ἑαυτοῖς παραθήγοντες τὸν ἀκήρατον νοῦν, μέχρις ἂν αὐτοῖς εἰς τοῦτο λοιπὸν ἀθλιότητος κατέβη τὰ πράγματα. καὶ τοῦτο καθίστησιν ἐναργὲς, τῶν ἀνοσίως βιοῦν ᾑρημένων ποιούμενος τὴν κατάρρησιν, καὶ τῆς ὅλης προφητείας προεισβολὴν ὥσπερ τινὰ καὶ ὑπόθεσιν τὸ χρῆμα τιθεὶς, εἶτα Θεὸν εἰσκεκομικὼς ἀπειλοῦντα τοῖς καταφρονηταῖς τῶν Βαβυλωνίων τὴν ἔφοδον. ἐπειδὴ δὲ ἐχρῆν αὐτὸν οὐχὶ μόνων τῶν σκυθρωπῶν καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων προαγορευτὴν ἀναφαίνεσθαι, καὶ εἰς μέσον ἥκειν, καὶ τὰ πάντων αἴσχιστα τῶν κακῶν ὡς ἔσται κατὰ καιροὺς αὐτοῖς προαναφωνεῖν, ἁλλά τι καὶ τῶν τελούντων εἰς ἄκεσιν προαφηγεῖσθαι χρησίμως, καὶ τὰ δι’ ὧν εἰκὸς ἦν ἀναπνεύσειν τοὺς πεπονθότας προαναφθέγγεσθαι· κατακέκραγε καὶ αὐτῆς τῆς τῶν Βαβυλωνίων ὠμότητος, καὶ καταφρονητὰς ὀνομάζει τοὺς καὶ αὐτὸν τὸν θεῖον κατεμπρήσαντας ναὸν, καὶ τὴν ἁγίαν δὲ πόλιν πεπορθηκότας, καὶ σκευῶν τῶν ἱερῶν ἀφειδήσαντας. “Εἰς “τί γὰρ, φησὶν, ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας, παρασιω- “πήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;” εἶτα προστέᾔδει θεικε καὶ μάλα σαφῶς καὶ αὐτῆς τῆς Βαβυλῶνος τὴν ἅλωσιν, καὶ τῶν πεπονθότων τὴν ἀσυνήθη δουλείαν τὴν διὰ Κύρου d κατὰ καιροὺς ἐκλύτρωσιν. ἀπὸ δέ γε τῆς μερικῆς λυτρώσεως μέτεισιν ὁ λόγος εὐφυῶς ἐπὶ τὴν καθόλου καὶ γενικωτάτην, τουτέστι, τὴν διὰ Χριστοῦ γεγενημένην ἅπασι τοῖς διὰ πίστεως ἐκλελυτρωμένοις, καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν ἀποτιθεμένοις, καὶ πικρὸν καὶ ἀνήμερον ἀποφυγοῦσι δεσπότην, τὸν σατανᾶν. ἔχεις ἐν τούτοις τῆς ὅλης ἡμῖν προφητείας ὡς ἐν βραχέσι συνειλεγμένον τὸν σκοπόν· ἐροῦμεν δὲ, ἀνὰ μέρος ἕκαστα διαλαμβάνοντες ὡς ἔνι.
Τὸ λῆμμα ὃ εἶδεν Ἀμβακοὺμ ὁ Προφήτης. Λῆμμά φησιν ἐν τούτοις τὴν τῆς ὁράσεως, ἤτοι τῆς προγνώσεως λῆψιν, ἢν ἄν τις ἕλοι, διδόντος Θεοῦ· αὐτὸς Hos. xii. γὰρ ὁράσεις κατὰ τὸ γεγραμμένον ἐπλήθυνε, καὶ αὐτὸς λελάληκε πρὸς προφήτας, προαναφαίνων αὐτοῖς διὰ τοῦ Ἁγίου Πνεύματος τὰ ἐσόμενα, καὶ ὡς ἤδη παρόντα μονονουχὶ καὶ Hier. ἐν ὄψει τιθείς. ὅτι δὲ οὐ τὰ ἀπὸ τῆς σφῶν καρδίας λαλεῖν ἐγνώκασι, διαπορθμεύουσι δὲ μᾶλλον εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ λόγους, προαναπείθει σαφῶς, Προφήτην ἑαυτὸν ὀνομάσας καὶ τῆς εἰς τοῦτο χάριτος ἀποφαίνων ἔμπλεω.
Ἕως τίνος, κύριε, κεκράξομαι, καὶ οὐκ εἴσακούσῃ; βοήσομαι πρός σὲ ἀδικοὐμενος, καὶ οὐ σώσεις;
Σκήπτεται μὲν ὁ Προφήτης τὸ τοῦ πλεονεκτουμένου πρόσδουλεἰαν] ωπον, καὶ ὑπομένοντος δύσοιστον τὴν ἐκ τῶν ἀδικεῖν εἰωθότων ὕβριν τε καὶ παροινίαν· εὐτέχνως δὲ λίαν ἐπιμαρτυρεῖ τῷ Θεῷ τὴν ἐπέκεινα λόγου φιλανθρωπίαν. ἀποφαίνει μὲν γὰρ ἀνεξικακοῦντα λίαν, καίτοι μισεῖν εἰωθότα τοὺς πονηρούς. ὅτι δὲ οὐκ εὐθὺς τοῖς πταίουσιν ἐπάγει τὰς δίκας, δέδειχεν ἐναργῶς, εἰς τοῦτο σιωπῆς καὶ μακροθυμίας ἀφικέσθαι λέγων, ὡς δεῖσθαι λοιπὸν καὶ καταβοῆς, ὡς φορητὴν μὲν οὐκέτι ποιουμένων τινῶν τὴν καθ’ ἑτέρων πλεονεξίαν, ἀχάλινον δὲ ὥσπερ ἐπαφιέντων τοῖς ἀσθενεστέροις τὴν ὕβριν. δι’ ὧν γὰρ καταβοᾷ ἀνεξικακοῦντος Θεοῦ, διὰ τούτων αὐτῶν ἐπιμαρτυρεῖ τῷ Θεῷ τὸ πέρα μέτρου φιλάνθρωπον. μέχρι γὰρ τίνος φησί Κῦρε κεκράξομαι καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; καίτοι πλείας τε ὅσας καὶ πικρὰς τοῖς ἐθέλουσι παρανομεῖν ἀπειλῶν τὰς δίκας.
Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν;
Τῶν ἁγίων τὸ μισοπόνηρον κἀντεῦθεν ἃν μάθοις· ἰδίους γὰρ τοὺς ἑτέρων ὀνομάζουσι πόνους. ταύτῃτοι καὶ ὁ σοφώτατός φησι Παῦλος “Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς “σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;” προστέταχε δὲ καὶ ἡμῖν αὐτοῖς “κλαίειν μετὰ κλαίοντων,” τὸ συμπαθὲς καὶ Rom. φιλάλληλον ἁγιοπρεπὲς ὅτι μάλιστα δεικνύς· Θεὸν δέ φησιν αὐτῷ δεῖξαι κόπους τε καὶ πόνους· δῆλον δὲ ὅτι τῶν παρανομουμένων· ἀσεβειαν δὲ τῶν ἀδικεῖν εἰωθότων, οὐχ ὡς αὐτὸν αὐτῶ κατεσκευακότα τὸ παθεῖν, ἀλλ’ ὡς τοῖς δεδρακόσι μακροθυμήσαντα καὶ ἐν μακροῖς οὕτω χρόνοις, ἤγουν ὡς ἀπαλλάξαι μὲν τοῦ βίου δυνάμενον, ἵνα μὴ γένηται τῶν οὕτως ἐκτοπωτάτων καὶ θεατής. ἔθος δὲ τοῖς ἁγίοις ἐν ταῖς οὕτω πικραῖς ὀλιγοψυχίαις τὸ ἀναλῦσαι ζητεῖν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἰωνᾶς “Καὶ νῦν κύριε λάβε, φησὶ, “τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ “ζῆν·” γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος ὅτι “Κρεῖττον “τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.” πόνων γὰρ ἀπόθεσις τοῖς ἁγίως ἐθέλουσι ζῆν, τὸ ἀπαλλάττεσθαι λοιπὸν τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων, καὶ οἷον δεινῆς ἀνεῖσθαι τῆς ἐνθάδε φροντίδος.
Ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτἠς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νὁμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ b ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.
Ὅτι μηδὲν ἴδιον αὐτῷ τὸ μικροψυχεῖν ἀναπεῖθον, ἀλύει δὲ μᾶλλον ὡς ἅγιός τε καὶ φιλοδίκαιος τῆς θείας ἐντολῆς ἀλογοῦντας βλέπων, οὐχὶ τοὺς τυχόντας ἁπλῶς, ἀλλὰ τοὺς ταῖς ἀνωτάταις τιμαῖς ἐκλελαμπρυσμένους, μένους, καὶ λαῶν προεστηκότας, καὶ εἰς τὸ τῶν δικαζόντων ἀξίωμα τεταγμένους c δείκνυσιν ἐναργῶς, τὰς εἰς ὀρθότητα ψήφους παραλελύσθαι Deut. 1. λέγων, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος “Οὐ λήψῃ “πρόσωπον ἐν κρίσει ὅτι ἡ κρίσις τοῦ Θεοῦ εστι. μέγα δὴ οὖν τὸ κρίνειν ἐστὶ, καὶ τῆς θείας ὑπεροχῆς τε καὶ δόξης μιμητὴς ἂν γένοιτο σοφὸς ὁ ἀδέκαστος δικαστὴς, καὶ τὴν ψῆφον τοῦ δικαίου παρευθύνειν οὐκ ἀνεχόμενος· ὑβριστὴς δὲ λίαν, καὶ κατ’ αὐτῶν ἔρχεται τῶν θείων ἀξιωμάτων ὁ δωροδόκος, ἅτε δὴ τὸ κάλλος τῆς ἀληθείας παρασημαίνων, καὶ διαστρέφειν μὲν τὰ ὀρθὰ μεμελετηκὼς, λέγων δὲ “τὸ τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρὸν, καὶ τὸ μὲν σκότος εἰς φῶς, τὸ δὲ φῶς εἰς σκότος” ἀνοσίως καταλογιζόμενος. ἀποφαίνει δὴ οὖν ὁ Προφήτης, ὡς ἐν μιᾷ δὴ ταύτῃ τῆ παναρίστῃ καὶ λίαν εὐκλεεστάτη ἐντολῇ ὅλον πεπατημένον τὸν νόμον εὐθύς. ὁ γάρ τοι περὶ τὸ κράτιστον τοῦ πρέποντος διημαρτηκὼς, πῶς ἂν γένοιτο περὶ τὸ μεῖζον ἀσφαλής; ἑαυτὸν δὲ τῆς πλεονεξίας ὁ Προφήτης εἰσκεκόμικε μάρτυρά τε καὶ θεατήν. ἐπειδὴ δὲ τὸ κρίνειν φησὶν ὀρθῶς παρεώραται, ταύτῃτοι καὶ ὁ νόμος ἀσθενεῖ, καὶ ἡ τῶν κριμάτων ὀρθότης οὐ διεξάγεται κατὰ τό σοι δοκοῦν τῷ Δεσπότῃ, καταδυναστεύει δὲ καὶ ὁ ἀσεβὴς τὸν δίκαιον. ἔγκλημα δὲ τοῦτο τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καὶ διὰ φωνῆς ἑτέρων προφητῶν ἐπενηνεγκται παρὰ Θεοῦ. ἔφη γὰρ ὅτι “Οἱ ἡγούμενοι αὐτῆς Mich. μέτα δώρων ἔκρινον· καὶ πρὸς αὐτὴν δὲ πάλιν διὰ φω- νῆς ‘Ησαΐου “Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου “μίσγουσι μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπό- “δομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσ- “έχοντες.” ἔοικε δὲ καὶ νῦν ὁ Προφήτης Ἀμβακοὺμ ἐκεῖνο βούλεσθαι πληροῦν, τὸ ἐν βιβλίῳ παροιμιῶν “Ἃ εἶδον οἱ “ὀφθαλμοί σου, λέγε·” προσαποδείκνυσι δὲ λοιπὸν ὅτι καὶ εὐλογωτάτην τῆς ἐνούσης Θεῷ γαληνότητος ἐποιήσατο τὴν καταβοὴν, ἀνεξικακοῦντος μὲν οὕτως ὡς ἂν αὐτῷ πρέποι· Θεὸς γάρ ἐστιν ἀγαθός· πλὴν ὅσον ἧκεν εἰς νοῦν τὸν ἀνθρώπινον καὶ πέρα μέτρου παντὸς ποιουμένου τὸ ἀνεξίκακον.
Ἐκβέβηκε δὲ καὶ ἐπὶ Χριστῷ τὸ κρῖμα διεστραμμένον, καὶ διεσκεδασται ὁ νόμος. ὃν γὰρ ἦν ἄμεινον καταγεραίρειν ὡς Θεὸν, καὶ διὰ τοῦτο θαυματουργὸν, συκοφαντοῦντες οὐ διαλελοίπασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ταῖς σφῶν αὐτῶν ἀθυροστομίαις πάντα σείοντες κάλων, οὐδὲν τῶν ἀτόπων ἐστὶν, ὃ μὴ κατειπεῖν αὐτοῦ τετολμήκασιν· ὥς ποτε μὲν ἐν Βεελζεβοὺλ αὐτὸν ἐκβάλλειν οἴεσθαι τὰ δαιμόνια, ποτὲ δὲ καὶ φιλοπότην καλεῖν καὶ δαιμονῶντα. εἶτα δέον Σωτῆρά τε καὶ Λυτρωτὴν τῶν ὅλων αὐτὸν ὀνομάζειν, ἀπεκτόνασιν ἀνοσίως, διάστροφον τὴν ψῆφον ἐπ’ αὐτῷ ἐξενεγκόντες οἱ δείλαιοι, καίτοι τοῦ νόμου διηγορευκότος σαφῶς “Ἀθῷον Ἀθῷον “καὶ δίκαιον οὐκ άποκτενεῖς.” ἐπῃτιᾶτο δὲ καὶ ἑτέρως αὐτοὺς ὁ Χριστὸς, ὡς ὀρθὰ καὶ δίκαια φρονεῖν οὐκ ἀνέχω μένους, ἀλλὰ σιωπῶντας μὲν, καὶ τὸν τῆς διανοίας ὀφθαλμὸν οἱονεὶ καταμύοντας ἐφ’ οἷς ἂν λέγοι Μωυσῆς, καίτοι τὸν ἐπὶ σαββάτῳ παραλύων νόμον· ἐπιθρώσκοντας δὲ, καὶ μάλα πικρῶς, ἐφ’ οἷς ἃν αὐτὸς ἐργάσαιτο τῶν θεοπρεπῶν ἐν σαββάτῳ· ἔφη γὰρ οὕτως “Ἓν ἔργον ἐποίησα, καὶ πάντες “θαυμάζετε. διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περι- “τομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν, ἀλλ’ ὅτι ἐκ τῶν “πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. εἰ “περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ “ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ἄνθρωπον ὅλον ὑγιῆ “ἐποίησα ἐν σαββάτῳ; μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν “δικαίαν κρίσιν κρίνετε.”
Ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶ ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται.
Κατακεκραγότος τοῦ Προφήτου τῆς τῶν παρανόμων πλεονεξίας, καὶ τῆς ἐπ’ αὐτοῖς ἀνεξικακίας μονονουχὶ καταιτιωμένου τὴν μέλλησιν· μισοπόνηρον γάρ τι χρῆμα ψυχὴ δικαία καὶ φιλάρετος· τοῖς καταφρονεῖν εἰωθόσιν ὁ τῶν ὅλων Θεὸς ἐπιφθέγγεται λοιπὸν ἰδεῖν τε καὶ ἐπιβλέψαι καὶ θαύματος ἀξιοῦν τὰ ὅσαπερ ἂν θαυμάζεσθαι πρέποι. ταῦτα δὲ ἦν τὰ οἱονεί πὼς ἐπηρτημένα, καὶ ὅσον οὐδέπω μέλλοντα συμβήσεσθαι, καὶ ἀπευκτὴν ἔχοντα τὴν προσβολὴν καὶ κατεστυγημένην τὴν ἔφοδον, ἃ δὴ καὶ προαναθρεῖν αὐτοῖς χρησίμως προστέταχεν, οὐκ ἀνικάνως ἔχοντα πρός γε τὸ ἀφανίσαι δύνασθαι τοὺς ἐφ’ οὓς ἃν ἰόντα φαίνοιτο· θαυμαστὰ δὲ ὅτι καὶ ἀδόκητα, καὶ παρ’ ἐλπίδα καὶ δύσοιστα καὶ δι’ ὑπερβολὴν δεινότητος καταπλήττειν οἷά τε, τάχα δέ που καὶ ἀπιστούμενα. φιλεῖ γάρ πὼς ἀεὶ τὰ ἐν πολλῷ μεγέθει τῶν κακῶν ἐγγὺς εἶναι λίαν τοῦ καὶ ἀπιστεῖσθαι δεῖν, εἰ δὴ μάλιστα τοῖς οὐδαμόθεν παθεῖν ἠλπικόσιν ὁρῷτο συμβαίνοντα. τίς γὰρ ἂν ᾠήθη πώποτε τὸν ἠγαπημένον Ισραὴλ, τὸν πρωτότοκον ἐν τέκνοις, δι’ ὃν ἀπόλωλεν Αἴγυπτος, ἔθνη τε μυρία πεπτώκασι, Χαναναίων καὶ Ἀμοῤῥαίων, Εὐαίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων, καθικέσθαι πρὸς τοῦτο ταλαιπωρίας, ὡς ἅπασαν μὲν αὐτοῖς ἐξαναστῆναι τὴν χώραν, ἀκλεᾶ δὲ αὐτοὺς καὶ δύσοιστον ἀνατλῆναι δουλείαν, ἐπ’ ἀλλοδαπῆς ἀλητεύοντας μετὰ τὰς ἐκ τοῦ πολέμου προσβολὰς, αἷς οὐκ ἀπόχρη πᾶς λόγος, εἰ δὴ βούλοιτό τις ἕκαστα διατρανοῦν; ἐμπρησμοί τε γὰρ γεγόνασι καὶ ἀνδροκτασίαι, καὶ γυναικῶν ἕλξεις, καὶ νηπίων εἰς γῆν προσῥήγματα, καὶ ᾗ φησὶν ὁ προφήτης ‘Ιερεμίας “Χεῖρες γυ- “ναικῶν οἰκτιρμόνων ἕψησαν τὰ παιδία ἑαυτῶν.” πεπόρθηνται δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ τῶν εἰς λῆξιν κακῶν ἡκόντων τοῖς ἑλοῦσιν ἀνεπιτήδευτον ἦν οὐδέν. ἄπιστα δὴ οὖν καὶ οἷον ἀπίθανα πρὸς ἐξήγησιν δι’ ὑπερβολὴν ὠμότητος τῆς τῶν δεδρακότων. ταύτῃτοί φησιν ἐν ταῖς ἡμεραις αὐτῶν ἔργον εργάσασθαι ὃ οὐ μὴ πιστεύσωσιν, εἰ δή τις αὐτοῖς εκδιηγεῖται τυχόν. εἰπὼν δὲ τὸ ἐν ταῖς ὴμεραις ὑμῶν, ἐφῆκε νοεῖν, ὡς οὐ μακρὸς μεταξὺ διιππεύσει χρόνος· ἁλλ’ οἷον ἀγχίθυρος καὶ εὐθὺς καὶ γείτων ὁ πόλεμος, καὶ οὐκ εἰς μακρὰν ἡ δίκη.
Δότ’ ἰδοὺ ἐγὼ ἐξεγερῶ τοὺς Χαλδαίους τοὺς μαχητὰς τὸ ἔθνος τὸ ταχινὸν καὶ τὸ πικρὸν, τό πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς, του κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.
Τί τὸ ἀπιστούμενον, εἰ δὴ λαλοῖτο διήγημα, δέδειχεν εὐθύς. ἠπείλησε γὰρ ἐπαφήσειν αὐτοῖς τοὺς Βαβυλωνίους, τὸ μάχιμόν τε καὶ ἀγριώτατον γένος, καὶ τοῖς τῶν θηρίων ἀνημέροις κατ’ οὐδένα τρόπον εἰς ὠμότητα παραχωροῦν, καὶ ἐπ’ ἀκράτοις ἀεὶ μανίαις κατεγνωσμένον· ταχινὸν δὲ ὠνόμασεν, ἱππόται γὰρ ὡς ἐπίπαν· πικρὸν δὲ ὅτι δριμὺ καὶ παγχάλεπον καὶ οὐκ ἀπάνουργον εἰς τὰ τακτικὰ, στρατηγεῖν δὲ ἄριστα μεμελετηκός. ῥώμη δὲ φρονήσει συνθέουσα πρὸς τὰς τοῦ πολέμου χρείας, ῥᾷστα ἃν οἶμαί που κατορθώσειε τὸ τοῖς πολεμοῦσι δοκοῦν, καὶ περιέσται ῥᾳδίως τῶν ἀντανίστασθαι προτεθυμημένων. ἐπειδὴ δὲ ἐν ἔθει ἦν τοῖς Βαβυλωνίοις οὔτε οἴκοι μένειν ἀεὶ, οὔτε μήν σφισιν αὐτοῖς ἐπαμύνοντας τῶν ἐπιόντων αὐτοῖς ἀνακόπτειν ἐφόδους, κατευρύνεσθαι δὲ ὥσπερ τῆς γῆς ἁπάσης, καὶ καταδῃοῦν τὰς ἑτέρων, καὶ κλῆρον ἀεὶ ποιεῖσθαι φιλεῖν τὰ κατ’ οὐδένα τρόπον αὐτοῖς ἁρμόττοντα, φησὶν ἀναγκαίως τὸ ἔθνος τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ σκηνώματα οὐκ αὐτοῦ. φιλεῖ γὰρ, ὡς ἔφην, ταῖς τῶν ἄλλων χώραις ἐπιμαίνεσθαι, ἀεί τε τὴν ἑαυτοῦ κατευρύνειν ἀρχήν.
Πεπόνθασι δέ τι τοιοῦτον κυριοκτονήσαντες οἱ Ἰουδαῖοι· καίτοι γὰρ ἐξὸν νέμεσθαι τὴν ἑαυτῶν ἀνειμένως, καταθλίβοντος οὐδενὸς, δέδονται τοῖς κεκρατηκόσι, καὶ ὑπὸ δασμοὺς καὶ τέλη γεγόνασι, καὶ ὑπὸ σκῆπτρα τέθεινται τῶν ἀεὶ κατευρυνομένων μένων καὶ νενικηκότων ἅπασαν τὴν ὑπ’ οὐρανόν. ἀποσειόμενοι γὰρ αὐτοὶ τὸ ὑπὸ Χριστῷ βασιλεύεσθαι, διαῤῥήδην ἔφασαν “Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.”
Ἰστέον δὲ ὅτι καὶ ἀνθρώπου ψυχὴ παρ’ οὐδὲν τοὺς θείους εἰ ποιοῖτο νόμους, ὑπὸ τυράννοις πικροῖς ἔσται, τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ δουλεύσει δυνάμεσι πονηραῖς, ἀεὶ διψώσαις κληρονομεῖν τὰ οὐκ αὐτῶν σκηνώματα· Θεοῦ γὰρ ὁ ἄνθρωπος· d κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ταῖς τῶν ὁσίων ψυχαῖς ἐναυλίζεται.
Φοβερὸς καὶ ἐπιφανής ἐστιν· ἔξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται, κα τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.
Μέτεισιν ὁ λόγος ἐπὶ τὸν τοῦ ἔθνους ἡγούμενον, τουτέστιν, ἐπὶ τὸν τῶν Βαβυλωνίων τύραννον, τάχα που Ναβουχοδονόσορ, ὃς εἷλε τὴν Ἰουδαίαν, καὶ αὐτὸν δὲ τὸν θεῖον ναὸν κατεμπρήσας, αἰχμάλωτον ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ τὸν Ιούδαν. αὐτὸν δὴ οὖν ἄρα φοβερὸν μὲν εἶναί φησι δι’ ὠμότητα καὶ τὸ ἀκρατὲς εἰς ὀργὰς καὶ τὸ ἀτίθασον εἰς φρένα καὶ τὸ ἀπηχὲς εἰς δίκας, ἐπιφανῆ δὲ δὴ πάλιν, ὡς φιλότιμον καὶ φιλόκομπον καὶ δόξης ἄπληστον ἐραστήν· ἀλαζόνες γὰρ ἀεί τε καὶ φιλοδοξότατοι λίαν οἱ τῆς Βαβυλῶνος βεβασιλευκότες. ἐπειδὴ δὲ τῆς εἰς πᾶν ὁτιοῦν βουλῆς, ναὶ μὴν καὶ ἐγχειρημάτων ἦρχον αὐτοὶ, τὸ δοκοῦν εὖ ἔχειν ἁπλῶς τοῖς ὑπὸ χεῖρα ἀποπεραίνεσθαι δεῖν προστάττοντες, διὰ τοῦτό φησιν Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται· τουτέστιν, αὐτοκελεύστοις ὁρμαῖς ἵεται πρὸς τὸ κινοῦν, καὶ ἐκ πολλῆς ἄγαν ὀφρύος οὐκ ἃν τῆς ἑτέρων γνώμης ἀνάσχοιτο, κἂν εἰ μή τι τῶν ἐνδεχομένων γενέσθαι προστάξειεν. ὑπέροπτα γὰρ τὰ Περσῶν βουλεύματα. ἐπειδὴ δὲ ἔθος ἦν πάλιν αὐτοῖς προκαταμαντεύεσθαι τὰς μάχας, καὶ μάγῳ τέχνῃ προαναμανθάνειν πειρᾶσθαι τὸ ὅποι ποτ’ ἂν ἐκτελευτήσῃ τὸ ἐν χερσὶν, ἔφη πάλιν, ὅτι τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. λῆμμα δὲ ὀνομάζει τὸ μάντευμα. οὐ γὰρ ἐξ ἑτέρων, φησὶν, ἐθνῶν ἢ χωρῶν μεταπέμψεται τοὺς εἰδότας τὴν μαντικήν· ἔχει δὲ μᾶλλον συμβιοτεύοντας, ψευδομένους μὲν ἀεὶ καὶ τῶν ἀληθῶν εἰδότας οὐδὲν, πλὴν ἀεί πὼς κατερεθίζοντας καὶ ὅτι νικήσει προαναφωνεῖν εἰωθότας. ἐσεμνύνετο δὲ καὶ λίαν ἐπὶ τούτῳ ἡ Βαβυλωνίων ἀρχή. καὶ γοῦν ὁ Βαλὰκ ὁ Μωαβιτῶν βασιλεὺς, ὅτε τοὺς ἐξ Ἰσραὴλ καταρᾶσθαι ἐβουλεύετο, καὶ τῶν ἐσομένων τὴν γνῶσιν ἐζήτει, ἐκ τῆς Μεσοποταμίας μετάπεμπτον ἐποιεῖτο τὸν Βαλαάμ. ᾤετο γὰρ ὅτι δεινοί τε c καὶ ἀκριβεῖς τῶν Βαβυλωνίων οἱ μάγοι, καὶ πρὸς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν ἀλκιμώτατοι διά γε τῆς μάγου τέχνης.
Ἐκδεξόμεθα δὲ καὶ ἑτέρως, εἰ δοκεῖ, τοῦ προκειμένου τὴν θεωρίαν. ὁρισάμενος γὰρ τὸν τῶν Βαβυλωνίων τύραννον, εἰρηκώς τε ὅτι φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐπήνεγκεν εὐθύς Ἐξ αὐτοῦ τὸ καῖμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ αὐτοῦ εξελεύσεται. καὶ δή τι τοιοῦτον ἔξεσται νοεῖν. ἐβουλεύσατο μὲν γὰρ ὁ τῶν ὅλων δεσπότης Θεὸς, αἰσχρῶς τε καὶ φαύλως βιοῦν ᾑρημένον κολάσαι τὸν Ἰσραήλ. τοῦτο δὴ οὖν τὸ ἐπ’ αὐτῷ κρῖμα παρ’ αὐτοῦ γενήσεται, φησὶ, τοῦ Βαβυλωνίου. ὅμοιον ὡς εἰ λέγοι Σκεῦος ὀργῆς ἔσται τῆς ἐμῆς, καὶ δι’ αὐτοῦ σε τιμωρήσομαι, καὶ τὸ λῆμμα δὲ τὸ ἐπὶ σοὶ, τουτέστιν ἢν ἃν ἀναλάβοιμι σκέψιν καὶ βούλησιν, ἐξ αὐτοῦ πάλιν ἐξελεύσεται, τουτέστι πραχθήσεται· πρὸς πέρας γὰρ οἴσει τὰ ἐξ ἐμῆς βουλῆς καὶ σκέψεως.
Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν, καὶ τετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.
Καταπλήττει πάλιν αὐτοὺς ταῖς τῶν δειμάτων ὑπερβολαῖς, καὶ ὅτι δεινή τε καὶ ἄθραυστος ἡ τῶν πολεμίων πληθὺς, πειρᾶται διδάσκειν· συνελαύνει δὲ πρὸς μετάγνωσιν καὶ εἰς τὸ χρῆναι μαθεῖν, ἅπερ ἦν ἄμεινον ὁρᾶσθαι κατωρθωκότας. ὅτι τοίνυν κουφότατοι μὲν εἰς δρόμους οἱ Βαβυλώνιοι, πάντολμοι δὲ καὶ θρασεῖς, καὶ θηρῶν ἀγρίων διενεγκόντες οὐδὲν, καὶ τῶν ἁλίσκεσθαι δυναμένων οἱονεὶ καθιπτάμενοι, παρεγγυᾷ πάλιν, παρδάλεσι μὲν παρεικάζων τοὺς ἵππους· πηδητικὴ δὲ λίαν ἡ πάρδαλις, καὶ πολὺ δὴ λίαν εὐπετὴς εἰς τὸ καταθρώσκειν δύνασθαι τῶν διωκομένων· λύκοις γεμὴν τοῖς ἐξ Ἀραβιας αὐτοὺς, οὓς δή φασι μάλιστα τῶν ἄλλων ἀγριωτέρους, καὶ ὀξεῖ δρόμῳ διάττειν τὴν καθ’ ὧν ἃν ἕλοιντο ποιουμένους ὁρμήν· καὶ οὐχὶ μόνοις τοῖς λύκοις φησὶ προσεοικέναι, ἀλλὰ γὰρ καὶ ἀετοῖς τοῖς νεκροῖς τῶν σωμάτων καταθέουσιν ἀμελλητὶ καὶ καθιπταμένοις, ὡς ἔφην.
Εὐάλωτος δὲ καὶ ὁ τῶν Ἰουδαίων γέγονε νοῦς καὶ οἷον ἱππόκροτος ἤγουν εὐκατάτροχος ἡ καρδία, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, καὶ αὐτοῖς δὲ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ πρός γε δὴ τούτοις ταῖς ἀλκιμωτάταις τῶν ‘Ρωμαίων προσ- βολαῖς. προσκεκρούκασι γὰρ τῷ λέγοντι “Καὶ ἐγὼ “αὐτοῖς, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν “ἔσομαι ἔσομαι ἐν μέσῳ αὐτῆς.’ εὐάλωτος δὲ οἶμαι πᾶς νοῦς καὶ εὐανάτρεπτος κομιδῆ τῆς ἄνωθεν εὐσθενείας τητώμενος· πᾶσα γὰρ ἡμῶν ἰσχὺς καὶ ἀσφάλεια παρὰ Θεοῦ· ποιήσομεν γὰρ ἐν αὐτῷ καὶ “δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας “ἡμᾶς,” κατὰ τὸ γεγραμμένον.
Συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας.
Τοῦτο δὴ τῶν προηγγελμένων πέρας καὶ κορωνὶς τῶν κακῶν. ἥξουσι γάρ φησιν οἱ Χαλδαῖοι, ἔσονται δὲ καὶ τοιοίδε, καὶ τόδε τι δράσουσι, προσθήσουσι δὲ κἀκεῖνο, καὶ τὸ συναγόμενον ἐκ τούτων, τὸ ἄρδην τε καὶ πανοικὶ καὶ αὐταις ὁμοῦ πόλεσί τε καὶ κώμαις ἀπολέσθαι τοὺς ἠσεβηκότας, κατ’ οὐδένα τρόπον Θεοῦ κατοικτείροντος, ἀνέντος δὲ ὥσπερ εἰς ἐρήμωσιν τοὺς τοῖς αὐτοῦ νεύμασιν ἀνοσίως ἀνθεστηκότας, καὶ οἷον προσώποις ὑπαντιάζοντας, καὶ ἀναφανδὸν ἀντανισταμένους καὶ ἀντεξάγοντας ἐναργῶς οἷς ἃν βούλοιτο Θεὸς τὸ ἴδιον θέλημα.
Συντετέλεσται δὲ ὥσπερ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, Χριστῷ φρονοῦσα τὰ ἐναντία, καὶ μαχόμενος δόγμασι δεσποτικοῖς καὶ αὐτὸ δὴ τοῦτο ἀκρύπτως καὶ ἀναιδῶς αὐτῷ πρόσωπον ἀνατείνουσα, καὶ τὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν κακῶν ἐκτοπώτατα δρῶσά τε καὶ λέγουσα, καὶ μὴν καὶ αὐτῷ προσηλοῦσα τῷ ξύλῳ, καὶ συκοφαντοῦσα τὴν ἀνάστασιν. οὐ γὰρ μόνον ἀπεκτόνασι τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, ἀλλὰ γὰρ καὶ τοῖς Πιλάτου στρατιώταις χρήμάτα δεδώκασιν, ἐγηγερμένου Χριστοῦ, ἴνα δὴ λέγοιεν, ὡς xxviii. ἀνεβίω μὲν οὐδαμῶς, κεκλόφασι δὲ μᾶλλον αὐτὸν λαθόντες οἱ μαθηταί.
Καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν· καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.
Τῶν ἁγίων προφητῶν ἄνω τε καὶ κάτω τοῖς Ἰουδαίων δήμοις τὰ κατ’ αὐτῶν ἐσόμενα προαπηγγελκότων, μονονουχὶ δὲ καὶ κατεπᾳδόντων αὐτοῖς τὰ τοιάδε τῶν κακῶν, εἰς τοῦτο κατώλισθον ἀμαθίας αὐτοὶ καὶ ἀνοσίων σκεμμάτων, ὡς ἀνακαίεσθαι μὲν εἰς θράσος καὶ ὀργὴν, ὀφρὺν ἐπαίροντας ὑψηλὴν, καί ποτε μὲν οἴεσθαι μάλα ῥᾳδίως τῆ σφῶν αὐτῶν πληθύι· περιγενήσεσθαι τῶν ἐχθρῶν· ποτὲ δὲ αὖ καὶ τὰς κύκλῳ βασιλείας συλλέγοντας εἰς ἐπικουρίαν, τάχα που καὶ ἀμαχεὶ παραχωρήσειν αὐτοῖς τοῦ νικᾶν τοὺς ἐπιόντας τεθαρσήκεσαν· καταρρᾳθυμήσαντες δὲ τῶν πατρῴων ἐθῶν, οὐκέτι μὲν τὴν παρὰ Θεοῦ καὶ ἄνωθεν ἐζήτουν ἐπικουρίαν, ἐρανιζόμενοι δὲ, ὡς ἔην, τὰς τῶν ὁμόρων ἐθνῶν, καί ποτε μὲν τὰς Αἰγυπτίων, ποτὲ δὲ τὰς Σύρων, ναὶ μὴν τὰς Τυρίων ὡς ἐπ’ ἀκλονήτοις εὐημερίαις ἐρείσαντες τὴν ἐλπίδα, ἁβροὶ καὶ εὔθυμοι διετέλουν. ὅτι τοίνυν εἰκαιοτάτη μὲν λίαν ἡ τοιάδε σκέψις αὐτοῖς, βαδιεῖται δὲ οὐχ οὕτω τῶν πραγμάτων αὐτοῖς ἡ ἔκβασις, ἐξηγεῖται πάλιν. ἀφικόμενος γὰρ, φησὶν, ὁ Βαβυλώνιος, κἂν ταῖς ψάμμοις ἰσάριθμον τὸ ἐξ Ἰσραὴλ γένος εὕροι, ἀλλ’ οὖν οἴκαδε πάλιν ἐπανακομισθήσεται, δορικτήτους ἔχων τοὺς κατοικοῦντας τὴν Ἰουδαίαν, κἂν εἰ μυρίους τε ὅσους καὶ ἀλκιμωτάτους ἔχοιεν τοὺς ἐπαμύνοντας, ἀλλ’ οὖν καὶ τούτων περίεσται ῥᾳδίως. ἐντρυφήσει δὲ καὶ βασιλεῦσι καὶ τύραννοι παίγνια αὐτοῦ. δεδεμένον γὰρ ἀπῴκισεν εἰς Βαβυλῶνα τὸν Ἰεχονίαν, καὶ ἑτέρους δὲ τῶν τοπαρχῶν οὐκ ὀλίγους, οἳ καὶ εἰς γέλωτα τέθειντο τοῖς ἑλοῦσιν αὐτούς. κατευμεγεθήσει δὲ οὕτω τῶν πόλεων, καὶ τῶν ἄγαν εὐτειχεστάτων, ὡς ἐν ἀθύρματος τάξει τὴν ἅλωσιν ἑκάστης λελογίσθαι παρ’ αὐτῷ. ποιήσεται δὲ καὶ χωμάτων ἐγέρσεις. εἷλε δὲ οὕτω Τύρον, καίτοι πολὺ τῆς ἠπείρου πρὸς θάλασσαν νήσου δίκην ἐκτεταμένην.
Εἷλε δὲ καὶ ὁ σατανᾶς τὸν Ἰσραὴλ αἰχμάλωτον ἀπειθήσαντα τῷ Χριστῷ, καὶ τρυφὴ γεγόνασιν αὐτῷ πάντες οἱ ἡγούμενοι, καὶ τῆ τῆς ἱερωσύνης ἐπαυχοῦντες δόξῃ, οὓς καὶ τυράννους εἰπεῖν οὐκ ἀκαλλὲς οἶμαί που, διάτοι τὸ προεστάναι λαῶν, καὶ ἐν πολλῇ κεῖσθαι δόξη καὶ δυναστείᾳ τῆ κατ’ αὐτῶν. ἀλλ’ οὐκ ἃν ἐγένοντο παίγνια δυστροπίας διαβολικῆς, εἰ ταῖς τοῦ Σωτῆρος ἐντολαῖς ἠκολούθουν, καὶ τὴν πίστιν τετηρήκασι, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. ἦ γὰρ ἃν ἔφη καὶ αὐτοῖς ὁ τῶν ὅλων Σωτῆρ’ ὁ πάντα τιθεὶς ὑπὸ πόδας ἐχθρόν “Ἰδοὺ Ἴδου δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ “σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
Τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται καὶ ἐξιλάσεται.
Ὅτι μὴ εἰς ἅπαν ἀπολεῖται τὸ γένος τὸ ἐξ Ἰσραὴλ, μήτε μὴν εἰς αἰῶνα περιοφθήσεται, ἀλλ’ ἔτι τις αὐτοῖς καιρὸς εὐημερίας, καὶ λύσις τῆς ἀνηκέστου συμφορᾶς οἴκαδέ τε ἀνακεκομισμένοις, καὶ τοῦ τῆς δουλείας ἀπορραγέντος ζυγοῦ, δίδωσι νοεῖν, ὡς ἐν πνεύματος μεταβολῇ, τουτέστιν ἐν μετασκέψει τε καὶ ἑτεροβουλίᾳ γενήσεσθαι λέγων τὸν τῶν ὅλων Δεσπότην. καὶ οὔτι πού φαμεν ὅτι τῆς ἤδη γεγενημένης ἐπ’ αὐτοῖς καταψηφιεῖται βουλῆς, ὡς οὐκ ἂν ἐχούσης ἐφ’ ἑαυτῇ τὸ εὖ γεγενῆσθαι τότε, ἐκεῖνο δὲ μᾶλλον, ὅτι τὴν ἀποχρῶσαν δίκην αἰτήσας, καὶ ἀναλόγως τοῖς πταίσμασι τὴν κόλασιν ἐπενεγκὼν, μεταχωρήσει πρὸς ἔλεον, καὶ διελευσεται τὴν ὀργὴν, ἔσται δὲ καὶ ἵλεως τοῖς πεπονηκόσι. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ ἐξιλάσεται.
Αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου. οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεός ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν.
Ἐπαγγειλαμένου Θεοῦ τὸ κατοικτειρήσειν αὐτοὺς, καὶ τῶν σκυθρωπῶν τὴν ἐπί γε τὰ ἀμείνω μετάστασιν προαπηγγελκότος, ἐκ περιχαρείας ὁ Προφήτης μονονουχὶ καὶ ἀνασκιρτᾷ λέγων, ὡς οὐκ ἂν ἑτέρῳ τῳ πρέποι τὸ ἀνακομίσαι τὸν Ἰσραὴλ, καὶ ἀπαλλάξαι δεσμῶν καὶ δουλείας, καὶ κατελεῆσαι συντετριμμένον, πλὴν ὅτι μόνῳ Θεῷ, τῷ πάντα εὐκόλως ἰσχύοντι κατορθοῦν, καὶ καταλεαίνοντι μὲν τὸ τραχὺ, καταστορνύντι δὲ ὥσπερ τὸ ὑψοῦ τε καὶ ἄναντες, ᾧπερ ἂν λέγοιτο παρὰ παντὸς ἁγίου “Πάντα δύνασαι, καὶ οὐδέν σοι ἀδυνα- “τεῖ.” εἶτά φησιν ὁ Προφήτης οὐχὶ σὺ λό’ ἠχῆς Κύριος ο Θεὸς ο ἄγιος μου μου; καὶ οὐ μὴ αποανωμεν. εἰ γὰρ καὶ ηπάτηται, φησὶν, ὁ Ἰσραὴλ, καὶ πρὸς πλάνησιν παρεκομίσθη καὶ ψευδολατρείας ἀλλοκότους, ἀλλ’ ἦσθα σὺ πάλιν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ πάλαι πταίοντας κατοικτείρων ὡς ἅγιος, καὶ ἀνωλέθρους διατηρῶν, καὶ οὐκ ἐφιεὶς εἰσάπαν ἀπολέσθαι τὸν Ἰσραήλ. οὐκοῦν οὐ μακρὰν ἐλπίδος, ὅτι καὶ σωθήσεται καὶ τὰ σκυθρωπὰ παραδραμεῖται, κατοικτείροντός γε σου, καὶ τὰ πέρα λόγου κατανύοντος. ἔχαιρον δὲ καὶ οἱ ἅγιοι, τὴν ἐν ἐσχάτοις καιροῖς τοῦ Ἰσραὴλ σωτηρίαν ἀναμανθάνοντες, προσῆγον δὲ καὶ λιτὰς, καὶ φωνὰς ἀνῆπτον χαριστηρίους καὶ ᾠδάς. καὶ γοῦν ὁ μακάριος Δαυεὶδ τὴν ἐπ’ αὐτοῖς ἐσομένην ἡμερότητα προεγνωκὼς διὰ τοῦ Πνεύματος, καὶ μονονουχὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνιεμένους ὁρῶν, ψάλλει καί φησιν “Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρε- “ψας τὴν αἰχμαλωσίαν Ἰακώβ. ἀφῆκας τὰς ἀνομίας τῳ “λαῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.”
Κύριε, εἰς κρῖμα τέταχας αὐτὸν, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. καθαρὸς ὁ ὄφθαλμός σου του μὴ ὁρᾶ πονηρὰ καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ.
Ἔστι μὲν ὁ λόγος τῷ Προφήτῃ πάλιν· περὶ ὅτου δὲ ἄρα φησὶν ὡς εἴη τεταγμένος εἰς κρῖμα παρὰ Θεοῦ πολὺ λίαν ἀσυμφανές ἐστι. φέρε δὴ οὖν ἀναγκαίως πολυπραγμονοῦντες τὸν νοῦν τῶν εἴρη μένων, ἐκεῖνα διασκεπτώμεθα. εἰ γὰρ λέγοιτο μὲν περὶ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ὡς εἰς κρῖμα τετακται παρὰ Θεοῦ, φαμὲν ὅτι τέτακται πληρώσων τὸ κατά γε τῶν ἐξ Ἰσραὴλ ἐκβεβηκὸς ἄνωθεν κρῖμα, τουτέστι τὴν πόρθησιν, τὴν αἰχμαλωσίαν, τὸν τῶν πόλεων ἐμπρησμὸν, καὶ ἁπαξαπλῶς, τῆς Ἰουδαίας τὴν δήωσιν. εἰ δὲ τοῦτο μὲν οὐχὶ, περιτρέψομεν δὲ τὴν δύναμιν τοῦ νοήματος εἰς τὸ τοῦ Ἰσραὴλ πρόσωπον, πάλιν ἐκεῖνό φαμεν, ὅτι καὶ αὐτὸς τετακται εἰς κρῖμα παρὰ Θεοῦ· τὸ δὲ εἰς κρῖμά φαμεν, ὅτι εἰς κατάκριμα. καὶ γοῦν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἔφη που περὶ τῶν Ἰουδαίων “Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον “τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ “βλέποντες τυφλοὶ γένωνται· τὸ δὲ εἰς κρῖμα φησιν εἰς κατάκριμα. κατακέκριται τοίνυν ὁ Ἰσραὴλ ὡς ἠδικηκὼς, ὡς καταρρᾳθυμήσας τῶν νόμων, ὡς λελυπηκὼς οὐ μετρίως τὸν τῶν ὅλων Δεσπότην. ἐμὲ δὲ, φησὶ, τουτέστι τὸν Προφήτην, ἔπλασεν, ἤγουν ἐποίησέ τε καὶ παρεσκεύασεν εἰς τὸ δεῖν ἐλέγξαι τὴν παιδείαν, ἢν ὡρίσατο κατ’ κὐτοῦ· ὡς γὰρ παιδεία καὶ μάστιξ τῷ Ἰσραὴλ ἐπενήνεκται ὁ πόλεμος, καὶ τρόπος ἦν τιμωρίας τὸ συμβεβηκὸς, οὐ Βαβυλωνίων ἁπλῶς ἐγχείρημα. εἰ δὲ δή τις ἔροιτο καὶ λέγοι, φησὶν, Ἀνθ’ ὅτου δὴ κολαστὴς τέθειται ὁ Βαβυλώνιος, ἤγουν εἰς κατάκριμα καὶ εἰς τὸ παθεῖν ὁ Ἰσραὴλ, ἐκεῖνο λέγων ἀντακούσεται ‘Ως ἔστιν ὁ τοῦ Δεσπότου καθαρὸς ὀφθαλμὸς, καὶ οὐκ ἂν ἀνάσχοιτό ποτε πονηρῶν τε καὶ ἀνοσίων πραγμάτων γίνεσθαι θεατὴς, οὐδ’ ἂν ἐπιβλέψειεν ἐπὶ πόνους τοὺς ἐξ ἀδικιῶν καὶ πλεονεξίας τοῖς ἀσθενεστέροις συμβαίνοντας. ἀποφέρει γὰρ ἀεὶ τῶν τὰ τοιάδε δρᾶν εἰωθότων τὸν ὀφθαλ- μόν. οὗ δὴ γεγονότος, πάντη τε καὶ πάντως τὰ δεινὰ συμβήσεται, καὶ ἐν τοῖς ἐσχάτοις ἔσται κακοῖς ὁ πεπονθὼς τὴν ἀποστροφήν. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαυεὶδ ἐλιπάρει “Μὴ Μῆ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκ- “κλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.” ἕψεται γὰρ πάντως ταῖς θείαις ἀποστροφαῖς τὰ ἐξ ὀργῆς συμβαίνοντα.
Εἰς τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; παρασιωπήσῃ ἐν τᾤ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγοὑμενον;
Προαπαγγείλας ὅτι καθαρός ἐστιν ὁ τῆς θεότητος ὀφθαλμὸς, καὶ οὐκ ἂν ἐπίδοι ποτὲ τοὺς τῶν πονηρῶν ἐργάτας, οὐδ’ ἂν εὐμενῶς ἐπιβλέψειε τισιν ᾑρημένοις πλεονεκτεῖν, καὶ ὀδύἤγουν] νᾶς πλέκουσι τοῖς ἀσθενεστέροις, εἰς ἐννοίας ὁ Προφήτης εὐθὺς τοιαυτασί πὼς ἁρπάζεται. μυρία μὲν γὰρ ὅσα δεινὰ καὶ παγχάλεπα τοὺς τῶν Ἰουδαίων δήμους εἴργασται κακὰ τῶν Βαβυλωνίων ἡ ὠμοτάτη πληθὺς, οἳ καὶ τῆς ἑαυτῶν ἀγριότητος τὴν ὑπερβολὴν εἰς τοῦτο δεινότητος μέτρον παρεκόμισαν, ὡς μηδὲ αὐτῶν ἀποσχέσθαι τῶν θείων χώρων, προσεμπρῆσαι δὲ τοῖς ‘Ιεροσολύμοις καὶ τὸν διαβόητον νεὼν, καὶ ὁμοῦ τοῖς ἀγελαίοις τοὺς τῶν θείων θυσιαστηρίων ἱερουργοὺς ἁρπάσαι καὶ βεβηλῶσαι τὰ ἅγια, κατὰ τὸ γεγραμμένον. ἐπειδὴ δὲ οἴκοι γεγόνασιν, εὔθυμοί τε διετέλουν, καὶ πλοῦτον τὸν ἐξ ἁρπαγῆς ἔχοντες, οὐ τῶν ἀνοσίως αὐτοῖς πεπλημμελημένων αἰτούμενοι δίκας, οὐ δεδιότες ἐχθροὺς, οὐ πολέμου πτοίας· κατεξανιστάμενοι ἱστάμενοι δὲ μᾶλλον ἁπάντων αὐτοὶ, καὶ ὧν ἃν ἕλοιντο κατακρατοῦντες εὐκόλως, καὶ εὐημεροῦντες ἄγαν, καὶ ταῖς τῶν ἀπολωλότων ἐναβρυνόμενοι συμφοραῖς, καὶ ἐν αὐχημάτων ποιούμενοι τάξει τὸ εἰς ὀργὰς ἀκρατὲς, τὸ εἰς πλεονεξίας ἀχάλινον, τὴν κατὰ πάντων ὑπεροχήν.
Κατατέθηπε δὴ οὖν ὁ Προφήτης, κατευρυνομένους μένους αὐτοὺς ὁρῶν ἐν εὐπαθείαις, καὶ θείων ἤδη κριμάτων ἅπτεται, καὶ τὰ πᾶσιν ἀζήτητα, καὶ ἀνέπαφα νῷ παντὶ, πολυπραγμονεῖν ἐπιχειρεῖ καὶ ἀναμανθάνειν εὔχεται, τίς λοιπὸν ἂν εἴη ὁ λόγος τῆς οὕτω μακρᾶς ἀνεξικακίας τοῦ πάντα ἰσχύοντος Θεοῦ, ὡς καὶ τοῖς οὕτω καταφρονεῖν εἰωθόσι καὶ ἀνοσίως ζῆν ᾑρημένοις πρᾶον ἔσθ’ ὅτε καὶ ἥμερον τὸν ὀφθαλμὸν ἐνιέναι, καὶ παρασιωπᾶν καὶ ἀνέχεσθαι κατεδηδοκότος ἀνδρὸς ἀσεβοῦς μονονουχὶ τὸν ἐπιεικῆ καὶ δίκαιον. ἀπὸ δὴ τούτου φησὶν, ὅτι μὴ κατὰ πόδας εὐθὺς τοῖς πλημμελοῦσι τὸ κολάζεσθαι δεῖν ἀκολουθεῖ, κεχωρήκασι δὲ μᾶλλον εἰς ἀνάβλησιν οἱ θυμοὶ, ταύτῃτοι κατώλισθον οἱ ἐπὶ τῆς γῆς εἰς τὸ βουλεύεσθαι λοιπὸν, καὶ δὴ καὶ ἐπιχειρεῖν κατὰ τὸν ἴσον ἰχθύσι τρόπον καὶ τοὺς ἀσθενεστέρους κατανέμεσθαι, καὶ οἷον ἀλλήλους καταρροφᾶν ἀθύρῳ τε καὶ ἀπλήστῳ στόματι· σκληρὰν δὲ οὕτω καὶ ἄμικτον καὶ τραχεῖαν ζωὴν ἐπιτηδεύειν, ὡς ἑρπετῶν τῶν ἐν ὄρεσι καὶ χειαῖς ὀλίγα διενεγκεῖν, ἃ διὰ πολλὴν ἀγριότητα καὶ ὑπερβολὴν πικρίας ἀτίθασά τε ἐστὶ καὶ τὰς τῶν ἑτέρων ζῴων οὐκ ἀπομιμεῖται φύσεις, ἃ καὶ ἀγεληδὸν ἔσθ' ὅτε καὶ ὑφ’ ἑνὶ τῷ προὔχοντι καὶ τῆς ἀγέλης προβεβλημένῳ ποιεῖται τὰς νομὰς, ὁρᾶται δὲ ὥσπερ καὶ στρατηγούμενα. ἄμικτοι δὲ καὶ οἱ Βαβυλώνιοι, καὶ τοῖς ἄλλοις ἀπρόσιτοι, πικροί τε καὶ ἰοβόλοι καὶ ὀλέθρου μεστοὶ καὶ χανδὸν καταπινοντες τοὺς ἀσθενεστέρους.
Οὐκ ἀπίθανον δὲ τὴν φωνὴν τοῦ Προφήτου κατά τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν γενέσθαι δοκεῖν. καταφρονηταὶ γὰρ ὄντως ἐκεῖνοι, τὸν μὲν θεῖον φόβον ὁμοτρόπως ἀποσειόμενοι, φαυλότητος δὲ ἁπάσης καὶ μέντοι καὶ σκαιότητος εἰς ἅπαν ἥκοντες μέτρον, καίτοι πολὺ λίαν ἀνεξικακοῦντος Θεοῦ. ἐπειδὴ δὲ ἅπαξ γεγόναμεν ὑπ’ ἐκείνοις, ἀλλήλους οἱ δείλαιοι κατεδηδόκαμεν. οὐ γὰρ ἦν τῆς εἰρήνης ὁ βραβευτὴς, ἡγούμενος ἐφ’ ἡμᾶς, τουτέστι χριστὸς, ὁ γῆς τε καὶ οὐρανοῦ καὶ πάντων δεσπότης· ταύτῃτοι γεγόναμεν ὡς ἰχθύες, ἀλογώτατοι μὲν καὶ ἄφωνοι παντελῶς. οὐ γὰρ ἦν ἐν ἡμῖν εὐσεβείας λόγος, οὐ φωνὴ δοξολογίας τῆς εἰς Θεὸν, ἀλληλοκτονοῦντες δὲ μᾶλλον καὶ ζωὴν ἔχοντες τὴν ἀλογωτάτην, Θύσιν ἐν ἴσῳ διετελοῦμεν ἐν κόσμῳ, πικρός τε ἦν οὕτως ἐν ἑκάστῳ νοῦς, ὡς ἤδη δοκεῖν ἐκτεθηριῶσθαι παντελῶς, καὶ τοῖς ἰοβόλοις ὅσον ἧκεν εἰς θυμοὺς καὶ πικρίας ἢ λοιπὸν παρισῶσθαι, ἢ καὶ ἔτι τὰ ἐκείνων ἐπείγεσθαι νικᾶν.
Συντέλειαν ἐν ἀγκιστρῳ ἀνέσπασε, καὶ είλκυσεν αὐτό ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγηναις αὐτοῦ· ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρησεται ἠ καρδία αὐτοῦ· ἕνεκεν τούτου Θύοει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερῖδα αὐτοῦ κὼ τὰ βρώματα αὐτοῦ ἐκλεκτά· διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ, καὶ διὰ παντὸς ἀποκτένειν ἔθνη οὐ φείσεται.
Ἰχθῦς ὀνομάσας ἐμφιλοχωρεῖ ἔτι τῇ τροπῇ, καὶ ὡς περί τινος τῶν θαλασσουργῶν, ἤγουν τῶν ἁλιέων ποιεῖται τοὺς λόγους. ἰχθυοθῆραι μὲν γὰρ τῶν ἰδίων ἐπιτηδευμάτων κατὰ πολλοὺς ἅπτονται τρόπους. ἢ γὰρ ἀγκίστροις ἁρπάζουσι τοὺς ἰχθῦς, καὶ σκαίροντας ἐκ κυμάτων ἀνιμῶνται ταῖς ὁρμιαῖς, ἢ σαγήναις περιφράττοντες ἕλκουσι κατὰ πληθὺν, ἤγουν ἑτέροις τισὶ καταπυκάζουσι λίνοις. ἐπὰν δὲ δὴ πράττωσι δεξιῶς, πολλῶν συναγηγερμένων, χαίρουσι τῇ τέχνῃ, καὶ τοῖς λίνοις μονονουχὶ καταθύουσιν, ὡς λιπαρωτάτην αὐτοῖς μερίδι προεξενηκόσι. τοιοῦτόν τι πεπρᾶχθαι φησιν ὁ προφήτης παρὰ τοῦ Ναβουχοδονόσορ, ὃς οἷον ἀγκίστρῳ τε καὶ σαγήναις καὶ μέντοι καὶ ἀμφιβλήστρῳ αὐτοῦ τόν τε Ἰσραὴλ αὐτὸν, καὶ ἕτερα δὲ σὺν αὐτῷ περιβαλὼν ἔθνη συνεκόμισεν εἰς τὴν ἑαυτοῦ, καὶ ὡσπερεὶ θοίνην τοῖς ἰδίοις ὑπασπισταῖς παραθεὶς, ἐντρυφᾶν ἐκέλευσε, καὶ τῶν ἅπαξ ᾑρηκότων τοὺς ἁλόντας γενέσθαι κλῆρον καὶ μερίδα λιπαρωτάτην. ταύτῃτοί φησι τάχα που καὶ θύσει τῇ σαγήνη αὐτοῦ καὶ θυμιάσει τῲ ἀμφιβλήστρῳ αὐτοῦ, τουτέστι ταῖς δυνάμεσι, δι’ ὧν τὰ ἔθνη ἐσαγήνευσε, καὶ προσέτι τὸν Ἰσραὴλ, ἀνάψει τὰ χαριστήρια. ἐπειδὴ δὲ λίαν αὐτῷ τὸ χρῆμα ἐκβέβηκεν ἐπιτευκτικῶς, οὐκ ἃν ἀπόσχοιτό φησιν ἀποκτενων ἔθνη, καὶ φυλὰς ἁρπάζων, καὶ χώρας ὑφ’ ἑαυτῷ ποιούμενος, καὶ φειδοῦς οὐδένα παντελῶς ἀξιῶν;
Πέπραχε δὲ τοῦτο καὶ κατὰ παντὸς μὲν ἀνθρώπων γένους ὁ σατανᾶς, ἰδικῶς δὲ κατὰ τοῦ Ἰσραήλ. ἑνὶ μὲν γὰρ ὥσπερ λίνῳ καὶ σαγήνη μιᾷ, τῇ τῆς ἁμαρτίας φημὶ, περιβέβληκεν ἅπαντας· τῆς γεμὴν εἰς χριστὸν ἕνεκα δυσσεβείας, καὶ ἰδικῶς τὸν Ἰσραήλ. τὰ γὰρ βρώματα αὐτοῦ φησὶν ἐκλεκτά. ἀπόλεκτοι δὲ καὶ κατὰ τὸν βίον παρὰ τοὺς ἄλλους ἅπαντας Ἰουδαῖοι. “Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς “διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν “ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ “Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.” ἐξειλεγμένος οὖν ἄρα παρὰ τοὺς ἄλλους ὁ Ἰσραὴλ, ὡς καὶ ἐν τέκνοις πρωτότοκος, ὡς ἐκ ῥίζης ἁγίας, τῆς τῶν πατέρων φημὶ, καὶ ὡς νόμον ἔχων τὸν παιδαγωγὸν, καὶ κεκλημένος Gal. iii. εἰς ἐπίγνωσιν τοῦ φύσει καὶ ἑνὸς καὶ ἀληθῶς ὄντος Θεοῦ· ἀλλὰ καὶ οὕτως ἔχων εὐκλείας ὁμοῦ καὶ χάριτος, ἥλω καὶ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ. καὶ οἱ μὲν ὅτι πεπλάνηνται, μερὶς γεγόνασι διαβολική· οἱ δὲ ὅτι τὸν φύσει Θεὸν ἐγνωκότες, τὸν ἐξ αὐτοῦ γεννηθέντα κατὰ φύσιν Υἱὸν, καὶ ἐν ἀνθρωπείᾳ γεγονότα μορφῇ καὶ ἐν σχήματι τῷ καθ’ ἡμᾶς ἀπεκτόνασιν ἀνοσίως, ἐνδέδενται ταῖς σαγήναις αὐτοῦ· καὶ σκόπος ἐκείνῳ πάντας ἄρδην ἀπόλεσαι τοὺς ἐπὶ τῆς γῆς καὶ φείσασθαι μηδενός. Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ καὶ β. ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐνῶ, κὼ τι ἀποκριθῶ ἐμ τὸ ἔλεγχόν μου. Προφητικὸν μὲν ἡμῖν ἐν τούτοις ἐξηγεῖται μυστήριον· ἔθος γὰρ τοῖς ἁγίοις, εἰ ἀναμανθάνειν βούλοιντο τὰ παρὰ b Θεοῦ, καὶ τὰς τῶν ἐσομένων εἰσδέχεσθαι γνώσεις, εἰς νοῦν καὶ καρδίαν ἐνηχοῦντος αὐτοῦ, περισπασμῶν καὶ φροντίδων καὶ μερίμνης ἁπάσης βιωτικῆς ἀπωτάτω ποιεῖσθαι τὸν νοῦν, σχολαῖον δὲ οὕτω καὶ ἠρεμαῖον ἔχοντας καὶ τετηρηκότας, καθαπερr εἴς τινα κολωνὸν καὶ περιωπὴν καὶ πέτραν ἀναθρώσκειν τότε πρὸς θεωρίαν ὧν ἂν ἕλοιτο διατρανοῦν αὐτοῖς ὁ τῶν γνώσεων κύριος. τὸ γάρτοι τῆς διανοίας χθαμαλόν τε καὶ καταβεβλημένον ἀπηχθημένον αὐτῷ, ζητεῖ δὲ καρδίας ὑψοῦ πετ́ασθαι δυναμένας, καὶ τῶν ἐπιγείων πραγμάτων καὶ προσκαίρων ἐπιθυμιῶν ἠρμένας. γέγραπται γάρ “Ὅτι τοῦ Θεοῦ Ps. xlvi.10 τ. νόμον ἔχ’. τ. π. κοὶ] νόμῳ τῷ παλαίω D. 2. ἐπίγνωσιν] εἴδησιν D. τοῦ καὶ φύσει καὶ D. ἀληθοῦς D. 3. ὁμοῦ D. τε Edd. 6. ἀνθρώπου D. ἐνδέδονται Edd. 9. τοὺς assumptum ex B.D. τῆς om. D. Haec κοὶ φείσασθαι μηδενός accesserunt ex B.D. 11. καὶ ἐπιβήσωμ. (sic) ἐπὶ π. post ἐν ἐμοὶ tr. D. 14. προφητικῶς Β. invitis D.b. μὲν om. D.b. ἐξηγεῖται μυστήριον D. τὸ μ. ἐξηγ. Edd. 15. ἕλοιντο b. παρὰ] + τοῦ b. βιωτικῆς] κοσμικῆς D. favente quoque b. ἀνωτάτω b. 19. ἠρεμαίως Β. ἔχοντας καὶ τετηρηκότας D. ἔχοντα καὶ τετηρηκότα Edd. 22. γνώσεων] ὅλων D. 25. ἠρμένας B.D. ὑπερηρμένας Edd. “οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.’’ καὶ πάλιν “Νεοττοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτανται.’’ ἐθῶν γὰρ τῶν ἐπιγείων καὶ πραγμάτων τῶν γεωδεστέρων ἀπῴκισται πολὺ τῶν ἁγίων ὁ νοῦς. στήσομαι δὴ οὖν ἐπὶ τῆς φυλακῆς μου, φησὶν, τουτέστι τὴν ἐντριβῆ καὶ συνήθη νῆψιν ἐμαυτῷ ποιήσομαι πάλιν, καθαριῶ τὸν νοῦν, ἀπαλλάξω φροντίδος κοσμικης, ἀναπτήσομαι δὲ ὥσπερ εἰς πέτραν, τουτέστιν εἰς ἑδραιοτάτην τινὰ καὶ οἷον ὑψοῦ κειμένην ἐννοιῶν ἀσφάλειαν· ἐκεῖ γεγονὼς, καθάπερ ἐξ ἀκρωρείας κατασκέψομαι νοητῶς, οἵπερ ἂν πρὸς μὲ γένοιντο λόγοι παρὰ Θεοῦ, καὶ τί ἂν μέλλοιμι λέγειν αὐτὸς, εἰ ἐλέγχειν βούλοιτο Θεὸς, ὡς οὐκ ἀσφαλῶς εἰρηκότα τό “Εἰς τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦν - “τὰς; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;
Καὶ ἀπεκρίθη Κύριος πρὸς μέ καὶ εἰπε Γράψον ὅρασιν σαφῶς εἰς πυξίον, ὅπως δωκῃ ὁ ἀναγινώσκων αὐτά. διότι ἔτι ὅρασις εἰς καιρὸν, καὶ ἀνατελεῖ εἰς πέρας καἰ οὐκ εἰς κενόν.
Γραφῇ κελεύει παραδοῦναι τὴν ὅρασιν, ἤτοι τῶν ἐσομένων τὴν ἀποκάλυψιν· ἀξιάκουστον γὰρ τὸ χρῆμά ἐστι, καὶ τῶν ὅτι μάλιστα τεθαυμασμένων· φιλεῖ δέ πὼς ἀεὶ τῶν γραμγυπὸς] μάτων ἠρμένων πρὸς τὸ ἐξαίρετον μακραῖς καὶ ἀτελευτήτοις μνήμαις τιμᾶσθαι. γράφε δὴ οὖν, ὦ Προφῆτα, φησὶ, τὴν ὅρασιν, ὡς ἂν οἱ κατὰ καιροὺς εἰδεῖεν τὰ προηγγελμένα, καὶ τοῖς σοῖς περιτυγχάνοντες λόγοις διώκωσιν αὐτὰ, τουτέστιν ἐπιθυμῶσι νοεῖν τῶν ἐν αὐτοῖς τὴν δύναμιν, οὕτω τε πιστεύ- σειαν, ὅτι καὶ ἔσται που πάντως ἀληθὴς ἢ προάγγελσις. ἡ μὲν γὰρ ὅρασις εἰς καιροὺς, τουτέστιν εἰς ἀνάβλησιν καὶ ἀνοκωχὴν, καὶ βραχὺς μεταξὺ διιππεύσει χρόνος. ἐκτελευτήσει γεμὴν εἰς ἀλήθειαν καὶ οὐκ εἰς μακρὰν, κοί) οὐκ εἰς κενόν· ψευδοεπήσει γὰρ οὐδαμῶς ἡ ἀλήθεια· κενὸν δὲ καὶ μάταιον οὐκ ἃν γένοιτό τι τῶν παρ’ αὐτῆς λελαλημένων.
Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἑ αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
Οὐδένα σαφῶς ὀνομάσας, ὑπόμεινόν φησιν αὐτὸν, τουτέστι προσδόκα καὶ μέλλοντα, καὶ μὴ σκάζουσαν ἐπ’ αὐτῷ δέχου τὴν ἐλπίδα, βεβαίαν δὲ μᾶλλον καὶ ἐρηρεισμένην, κἂν εἰ γένοιτό c τις μεταξὺ χρόνου παράτασις. ἔοικε τοίνυν ὁ τῶν ὅλων Θεὸς ἐνηχῆσαι μὲν τῷ Προφήτῃ κατὰ τὸν νοῦν καὶ ἀποκαλύψαι μυστικῶς, ὡς ἥξει δὴ πάντως ὁ προηγγελμένος· προστάξαι γεμὴν ὑπομένειν αὐτὸν, διά τοι τὸν μεταξὺ τῆς μελλήσεως χρόνον, καθάπερ ἔφην ἀρτίως. εἰ γὰρ δὴ γένοιτό τις ὑποστολή τε καὶ ὄκνος τοῦ πεπιστευκότος, οὐκ ἄν εὐδοκησαιμι, φησὶν, ἐν αὐτῷ, τοῖς τῆς ψυχῆς ἐγκλήμασιν ἐνισχημένον ὀρῶν, οὐδ’ ἃν γενοίμην τῷ τοιῷδε συγγνώμων· καταλογιοῦ δὲ μᾶλλον ἄπιστον καὶ ἀπηχθημένον. ἕψεται δὲ πάντως τῷ τὴν ἀλήθειαν τοῖς ἐμοῖς ἐπιμαρτυροῦντι λόγοις, τὸ καὶ ἐν μεθέξει ζωῆς γενέσθαι, κα τοῦτο γέρας τοῖς τιμῶσι Θεὸν, καὶ καλὸν εὐνοίας ὀψώνιον. ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸν τῆς ἱστορίας λόγον, Κύρος ἦν ὁ Καμβύσου, περὶ οὗ φησὶν ἐαν ὑστερηση, ὑπόμεινον αὐτόν. εἷλε γὰρ εἷλε τὴν Βαβυλῶνα, συγκαταδῃώσας αὐτῇ καὶ τὰς ἑτέρας πόλεις.
Ὅσον δὲ αὖ πρὸς λόγους τοὺς μυστικοὺς καὶ εἰς ἀφήγητὴν πνευματικὴν, φαίην ἂν ὅτι περὶ τοῦ πάντων Σωτῆρος χριστοῦ νοοῖτ’ ἃν εἰκότως τῶν προκειμένων ἡ δύναμις. αὐτὸς γάρ ἐστιν “ὁ ὣν, ὁ ἦν, ὁ ἐρχόμενος,” καὶ ὅτι μὲν παρέσται κατὰ καιροὺς ὁ τῶν ἁγίων προφήτων προανατεφώνηκε λόγος. ὅτι δὲ ἀφιγμένος ἀνατρέψειν ἔμελλε τοῦ διαβόλου τὸ κράτος, καὶ τὴν ἀνοσίαν καὶ βέβηλον τῶν δαιμονίων πληθὺν τῆς καθ’ ἡμῶν ἐξελάσαι πλεονεξίας, προκεχρησμῴδηκε μὲν ἐναργῶς τὸ γράμμα τὸ ἱερὸν, αὐτὴ δὲ λοιπὸν τῶν πεπραγμένων ἡ ἔκβασις αὐτόμαρτυς εἰσβήσεται, πλὴν “εἰς καιρὸν’’ ἡ προάγγελσις. ἐν γὰρ ἡμέραις ἐσχάταις τοῦ παρόντος αἰῶνος ἐπέλαμψεν ὁ Μονογενὴς, καὶ ὁ μὲν ὑποστειλάμενος, καὶ τὴν εἰς αὐτὸν πίστιν ἀβουλότατα παρωσάμενος, προσκέκρουκε τῷ Θεῷ καὶ τῶν οὐρανίων ἄγευστος ἀπέμεινεν ἀγαθῶν, ἔξω τε τῆς ἱερᾶς τῶν ἁγίων πληθύος ἀπεληλαμένος γέγονε, κατὰ τὸν τοῦ προφήτου λόγον “ὡς ἡ ἀγρία μυρίκη ἡ ἐν τῇ ἐρήμῳ, ἢ οὐκ ὄψεται “ὅταν ἔλθῃ τὰ ἀγαθά.” ὁ δὲ κρείττων ὄκνου καὶ ὑποστολῆς, καὶ τὴν εἰς αὐτὸν ἀγάπην καὶ πίστιν εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενος, ἀντέκτισιν ἔχει τῆς τοιᾶσδε γνώμης, καὶ γέρας ἐξαίρετον τὴν ἀμήρυτον ζωὴν, καὶ τὴν τῶν πλημμελημάτων ἀπόθεσιν, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. δεδικαιώμεθα γὰρ “οὐκ ἐξ ἔργων νόμου, κατὰ τὸ γεγραμμένον, διὰ πίστεως δὲ μᾶλλον τῆς εἰς Χριστόν. καὶ “Ὁ μὲν νόμος Rom. iv. “ἀργὴν κατεργάζεται,” καλεῖ γὰρ εἰς δίκας τοὺς παραβαίνοντας, ἐξίστησι δὲ τὴν ὀργὴν ἡ χάρις, λύουσα τὰ ἐγκλήματα.
Ὁ δὲ κατοιόμενος καὶ καταφρονητὴς, ἀνὴρ ἀλαζὼν οὐθὲν οὐ μὴ περάνῃ.
Προκαταμηνύσας ὅτι παρέσται κατὰ καιροὺς ὁ προκατηγγελμένος, καταλύσων τὰ σκυθρωπὰ καὶ ταλαιπωρίας ἁπάσης ἀπαλλάσσων τοὺς συντετριμμένους, διαμέμνηται λοιπὸν τοῦ πεπορθηκότος, καὶ πᾶν εἶδος ἀπανθρωπίας καὶ ὠμότητος θηριοπρεποῦς εἰς αὐτοὺς ἅπαντας ἐκπεπληρωκότος. σημαίνεται δὲ διὰ τούτων ἱστορικῶς μὲν ὁ βέβηλος καὶ θεομάχος Ναβουχοδονόσορ, νοητῶς δὲ πάλιν ὁ σατανᾶς. κατοιόμενον δὲ καὶ καταφρονητὴν καὶ ἀλαζονα καλεῖ, καὶ σφόδρα εἰκότως. ἔχει γὰρ ὧδε τῇ φύσει, κἂν εἰ ἐπ’ αὐτοῦ νοοῖτο τοῦ σατανᾶ τῶν λόγων ἡ δύναμις, κἂν εἴτε τις λέγοι τὸν ἄνδρα τὸν Βαβυλώνιον. κατοιόμενον ’δε φησι τὸν περὶ αὐτὸν ἢ ληματίαν ἣ βλάκα, καταφρονητὴν δὲ πάλιν καὶ ἀλαζόνα ὡς ἐκ πολλῆς ἄγαν ὀφρύος καὶ διακένου φυσήματος οὐδ’ ὅσον εἰπεῖν εἰς νοῦν ἔχειν ἐθέλοντα τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ. ὁ δὲ τοιοῦτος οὐδὲν οὐ μὴ περάην φησὶν· οὐ γὰρ πάντως αὐτῷ κατὰ νοῦν ἐκβήσεται τῶν πραγμάτων τὸ πέρας, οὐ μέχρι παντὸς ἐντρυφήσει καὶ κατευρυνθήσεται καὶ ἐν εὐκλείαις ἔσται λαμπραῖς. καὶ ἔστιν ἀληθὲς, ὅπερ ἔφη ψάλλων καὶ ὁ μακάριος Δαυείδ “Εἶδον τὸν ἀσεβῆ ὑπερ- “ὑψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, “καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν, καὶ “οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.” ἕρπει γὰρ πάντως πρὸς ταπείνωσιν ἡ ὑπεροψία· φρόνημα δὲ τὸ μεμετρημένον ταῖς ἀνωτάτω στεφανοῦται τιμαῖς. πιστοῦται δὲ πρὸς τοῦτο ἡμᾶς τοῦ Σωτῆρος ὁ μαθητὴς, γεγραφώς τε καὶ λέγων “καυχάσθω “δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος “ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύ- “σεται.”
“Ος ἐπλάτυνε καθὼς ὁ ᾄδης τὴν ψυχὴν αὐτοῦ, κὼ αὐτὸς ὡς θάνατος οὐκ ἐμπιπλάμενος, καὶ ἐπισυνάξει πρὸς αὐτον πάντα τὰ ἔθνη, καὶ εἰσδέξεται πρός αὐτὸν πάντας τοὺς λαυύς.
Συνᾴδει τῷ Προφήτῃ Θεὸς, καὶ δέδειχεν ἀληθεύοντα, τοῖς παρ’ ἑαυτοῦ λόγοις ἐπισφραγίζων εἰς ἀλήθειαν τά τε τοῦ διαβόλου καὶ τὰ τοῦ Ναβουχοδονόσορ ἐγκλήματα. ὁ μὲν γὰρ Προφήτης ἔφασκε “Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε, “καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν “ἐν ταῖς σαγήναις αὐτοῦ·” ὁ ’δε γε τῶν ὅλων Θεὸς ἐπὶ τὸ ἔτι μεῖζον καὶ ἀληθέστερον ἀναφέρων τὰς αἰτίας, ᾄδῃ παρεικάζει καὶ θανάτῳ λοιπόν. χρῆμα γὰρ ἀκόρεστον Θάνατός τε καὶ ᾅδης. ἀληθὲς δὲ ὅτι κατά γε τὸ τῷ Βαβυλωνίῳ πάντα ἃν ἐπ’ αὐτῶ συνήχθη τὰ ἔθνη. καὶ νοοῖτ’ ἂν εἰκότως Περσικῆς φιλοτιμίας ἐγκλήματα τὰ τοιάδε τῶν κακῶν. μικρὰ γὰρ αὐτοῖς ἡ ὑπ’ οὐρανὸν, καὶ οὐκ ἃν ἀρκέσειαν εἰς τὸ δουλεύειν αὐτοῖς πάντα τὰ τῶν ἀνθρώπων γένη.
Ἁλοίη δ’ ἂν καὶ αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ σατανᾶς, πᾶσαν, ὡς ἔπος εἰπεῖν, ὑφ’ ἑαυτῷ τὴν γῆν ποιεῖ σθαι σπουδάζων, καὶ οἷον ᾅδης καταρροφῶν τοὺς ταῖς παρ’ αὐτοῦ δυστροπίαις ἀπολλυμένους. ἔφη δέ που καὶ αὐτὸς, ὅτι “Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῆ χειρὶ μου ὡς “νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς “διαφεύξεταί με ἢ ἀντείπῃ μοι.” ἄπληστον γὰρ καὶ ἀτίθασον τὸ θηρίον καὶ ἀλαζονείας μεστὸν, μιαρὸν ἀληθῶς καὶ μισάνθρωπον.
Οὐχὶ ταῦτα πάντα παραβολὴν κοτ’ αὐτοῦ λήψονται κω πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ἕως τίνος; καὶ βαρύνων τὸν κλοιόν αὐτοῦ στιβαβῶς.
Ὅτι μήτε ἀκράδαντον αὐτῷ τὸ κρατεῖν, μήτε μὴν τὸ δεῖν ἐντρυφᾶν ἐπὶ πληθύι· τῶν συναγηγερμένων, ἀπολισθήσει δὲ πάντως ἀρχῆς τε καὶ δόξης, καὶ ᾠδὴ δὲ πολλοῖς ἔσται πεσὼν δὴ, καταμεμήνυκεν ἐναργῶς. λήωεσθαι γὰρ ἔφη παραβολὴν ἐν αὐτῷ οἷον πρόβλημα καὶ δημώδη λόγον καὶ ἐν γλώτταις πολλῶν. καὶ τίς δὴ οὗτός ἐστιν; Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, τουτέστι φορτικωτέραν ἀεὶ καθιστὰς ἐφ’ ἑαυτῷ τὴν ἐφ’ οἷς ἠσέβησε δίκην, ἀπολέσας ἔθνη καὶ χώρας ὅλας συνενεγκὼν, καὶ τοῖς κατ’ οὐδὲν αὐτῷ προσήκουσιν ἐπιθρώσκων ἀεὶ, καὶ τοῖς ἰδίοις σκήπτροις ὡς ἐξ ἀνάγκης ὑποτιθεὶς, καὶ ἀναριθμήτους ἔχων τοὺς ὑπὸ χεῖρα λαούς. ἐπιπεφώνηκε δὲ διὰ μέσου τό ἕως τίνος; ἀκόρεστον ὄντα δεικνὺς εἰς πλεονεξίαν, ἀχάλινον εἰς ὠμότητα, καὶ τὸ τῆς ἀδικίας μὴ μισοῦντα πέρας. ἄπληστοι μὲν οὖν οἱ Βαβυλωνίων τύραννοι καὶ δεινοὶ πρὸς ὠμότητα καὶ τὰ πάντων αἴσχιστα τολμᾶν εἰωθότες.
Τοιοῦτος δὲ καὶ ὁ σατανᾶς, συλλέγων ἀεὶ τὰ μὴ ἑαυτοῦ, καὶ δυσαχθεστέραν ἑαυτῷ τὴν κόλασιν ἐπιτιθείς. εἴρηται ’δε που καὶ πρὸς αὐτόν “Ὅν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρ- “μένον οὐκ ἔσται καθαρὸν· οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, “διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας· “οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον.” ποίους γὰρ οὐκ ἀπολώλεκε λαούς; ἢ τίνων ἐθνῶν ἐφείσατο; τί δὲ τῶν ἄγαν ἀπηχεστάτων οὐκ ἃν ἁλοίη τετολμηκώς; ἕψεται δὴ οὖν αὐτῷ δικαίως τὸ οὐαὶ, καὶ γενήσεται παραβολὴ, τῆς ἀρχῆς αὐτοῦ καθῃρημένης, καὶ τῆς κατὰ πάντων πλεονεξίας ἐξῳκισμένης. καὶ τοῦτο πάλιν ὁ σοφὸς ἡμῖν Ἱερεμίας ὑπαινιττετα λέγων περὶ αὐτοῦ “Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ “οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει “ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτὸν, καὶ ἐπ’ ἐσχάτων “αὐτοῦ ἔσται ἄφρων.” πέπρακται δὲ τοῦτο ἱστορικῶς. εἷλε μὲν γὰρ τὴν Ἰουδαίαν ὁ Βαβυλώνιος, καὶ μέντοι καὶ τὴν Σαμάρειαν, καὶ ἑτέρας δὲ σὺν αὐταῖς χώρας ἐξαναστήσας, ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ· Κύρου δὲ τῆς Βαβυλωνίων κατεστρατοπεδευκότος Πέρσας τε καὶ Μήδους, ἀπῴχοντο πάλιν οἱ συναγηγερμένοι, μονονουχὶ δὲ καὶ ἀποπτάντες οἴκαδε πάλιν ἤεσαν οἱ τοῖς τῆς αἰχμαλωσίας ἐνειλημμένοι δεσμοῖς. ἀποπεφοιτήκασι δὲ καὶ τῆς ὑπὸ τῷ διαβόλῳ λατρείας οἱ ἐξ ἐθνῶν, καὶ τὸν πάλαι φωνήσαντα καὶ πρὸς ἑαυτὸν κεκληκότα ἀφέντες ἔρημον προσδεδραμήκασι τῷ Χριστῷ. συνήγαγε γὰρ ἐκεῖνος τοὶ οὐκ ὄντα αὐτοῦ, προσεδέξατο δὲ Χριστὸς τὰ ὄντα αὐτοῦ. κύριος γάρ ἐστι τῶν ὅλων ὡς Θεός.
Ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί θοῦ, καὶ ἔχῃ εἰς διαρπαγήν αὐτοῖς.
Αδοκήτως αὐτοῦ λέγει κατεξανταστήσεσδαι τοὺς οἷον δάκνοντάς τε καὶ κατεσθίοντας, καὶ ταῖς τοῦ πολέμου προσβολαῖς δαπανῶντας τὴν ὑπ’ αὐτῷ ἰσχύν· ἦσαν δὲ οὗτοι Κῦρός που πάντως, καὶ οἱ ἀμφ’ αὐτὸν Πέρσαι τε καὶ Μῆδοι καὶ Ἐλαμίται, οἳ μονονουχὶ καὶ ὕπνον ὀμμάτων ἀποτιναξάμενοι, καὶ καθάπερ ἐκ μέθης ἀνανήφοντες, μόλις τῶν ἀρχαίων ἔσονται κρείττους δειμάτων καὶ τὴν πρὸς αὐτὸν ἀράμενοι μάχην, καταδραμοῦνται γενικῶς. εἶτα πολυτρόπως ἐπιβου- λεύοντες καταθλήσουσιν εὐκόλως, ἄγοντές τε καὶ φέροντες b τὰ Χαλδαίων πράγματα καὶ διαρπάζοντες τὴν Βαβυλωνίων. τοῦτο δὲ πεπονθότα καὶ αὐτὸν εὑρήσομεν τὸν ἀλιτήριον σατανᾶν. συνεκόμισε μὲν γὰρ εἰς ἑαυτὸν πάντα τὰ ἔθνη, τὸ τῆς πολυθέου πλάνης ἁπλώσας λίνον, καὶ τοῖς βρόχοις τῆς ἁμαρτίας καταπυκάζων. πλὴν ἐξανέστησαν οἱ δάκνοντες αὐτὸν, τουτέστι, τῶν εὐαγγελικῶν θεσπισμάτων οἱ κήρυκες, οἷον ὀδοῦσι σπαράσσοντες τὸ σῶμα αὐτοῦ, τοὺς τὰ αὐτοῦ δηλονότι φρονεῖν ᾑρημένους. ὥσπερ γάρ “Ὁ κολλώμενος “τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν,” οὕτως ὁ τῷ διαβόλῳ κολλῶ. μένος, ἓν πρὸς αὐτόν ἐστι σῶμα. ἐκνήψουσι δὴ οὖν οἱ ἐπιβουλεύοντες αὐτῷ. συνέντες γὰρ ὅτι τέθειται λοιπὸν ὑπὸ S. Luc. πόδας ἁγίων, Χριστοῦ λέγοντος ἐναργῶς “Ἰδοὺ δέδωκα “ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ,” τοὺς τὰ αὐτοῦ φρονοῦντας ἁρπάσουσι, καὶ εἰς τὴν τῆς ἁληθείας ἐπίγνωσιν μετακομιοῦσιν εὐκόλως, τίς ὁ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς ἐκδιδάσκον. τες, καὶ τὸ τοῦ Χριστοῦ μυστήριον ἐξηγούμενοι, ὃς δὴ καὶ 1 πρῶτος ὁρᾶται διηρπακακὼς αὐτόν. ἔστιν οὖν ἀκοῦσαι λέγοντος “Ἤ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διάρπασαι, ἔαν μὴ πρῶτον “δήσῃ τὸν ἰσχυρὸν; καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ. εὐθὺς δὲ τεχθεὶς ἐκ τῆς ἁγίας παρθένου, διαρπάζειν ἤρξατο τὰ σκεύη αὐτοῦ. ἀφίκοντο γὰρ ἐξ ἀνατολῶν οἱ Μάγοι, “λέγοντες Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; “εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν “προσκυνῆσαι αὐτῷ.” καὶ δὴ καὶ προσκεκυνήκασι, καὶ δώροις τετιμήκασι, καὶ ἀπαρχὴ γεγόνασι τῆς τῶν ἐθνῶν ἐκκλησίας· σκεύη δὲ ὄντες διαβολικὰ, καὶ τῶν ἐκείνου μελῶν τὰ τῶν ἄλλων ἁπάντων ὅτι μάλιστα τιμιώτατα, προσδεμὲν δραμήκασι τῷ Χριστῷ. ὅτι δὲ διαρπάζειν ἔμελλε τὰ σκεύη τοῦ ἰσχυροῦ, προαναπεφώνηκεν αἰνιγματωδῶς καὶ ὁ προφήτης Ἡσαΐας· ἔφη γὰρ ὧδε πάλιν περὶ αὐτοῦ Διότι “πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, “δύναμιν Δαμάσκου καὶ τὰ σκύλα Σαμαρείας ἀπέναντι τοῦ “βασιλέως Ἀσσυμίων.” δοκεῖ μὲν οὖν ἢ τοῦ λόγου δύναμις ὑπαινίττεσθαί τι τῶν ἱστορικῶς πεπραγμένων· μένων· πεπόρθητο γὰρ ἡ Σαμάρεια παρά τε τοῦ βασιλέως Δαμάσκου, καὶ τοῦ τῶν Ἀσσυρίων ἐξάρχοντος. πλὴν νοητὸν ὑπεμφαίνει μυστήριον. ὅτι γὰρ τοῦ Σωτῆρος ἡ δύναμις τοὺς τὸν αὐτοῦ λαὸν πεπορθηκότας σκυλεύσει ῥᾳδίως, ὁ προφητικὸς ἡμῖν ὑπέφηνε λόγος. Διότι σὺ ἐσκύλευσας ἔθνη πολλά, σκυλεύσουσί σε πάντες οἱ ὑπολελειμμένοι λαὼ, δι’ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γης καὶ πόλεως καὶ πάντων τῶι κατοικούντων αὐτήν.
Ἀτρεκὴς ὁ λόγος, κἂν εἰ ἐπ’ ἀμφοῖν νοοῖτο πάλιν. ἐπόρθησε μὲν γὰρ ὁ Βαβυλώνιος ἔθνη πολλά· πέπραχε δὲ τοῦτο καὶ ὁ σατανᾶς. τοιγάρτοι πεπόνθασι τὸ ἐναλῶναι τοῖς καὶ πεπόρθηται μὲν ὑπὸ Κύρου τὰ Χαλδαίων πράγματα· ὑπὸ δὲ τῶν ἁγίων ὁ σατανᾶς. ἴσα δὲ ἀμφοῖν τὰ ἐγκλήματα, καὶ ἀδελφὰ τὰ πλημμελήματα, συγγενὴς δὲ ὥσπερ ἡ ἀγριότης c καὶ ἡ κατὰ πάντων ὠμότης. ἀπεκτόνασι γὰρ χώρας τε καὶ πόλεις, ὁ μὲν σαρκικῶς, ὁ δὲ νοητῶς, ὀξείᾳ βολίδι τῇ ἁμαρτίᾳ χρώμενος. εὖ δὲ δὴ σφόδρα φησὶ σκυλεύσειν αὐτὸν πάντας τοὺς ὑπολελειμμένους λαούς, ὡς γὰρ ἅπαντας ἀνῃρηαἰνιγματωδῶς κότος τοῦ Βαβυλωνίου, τοὺς διαφυγεῖν ἰσχύσαντας πολεμιωπάτους αὐτῷ γενέσθαι λέγει, καὶ ὀλίγους ὄντας κατακρατήσειν εὐκόλως, Θεοῦ τὸ νικᾶν ἀπονέμοντος καὶ τὸ πάντα δύνασθαι κατορθοῦν αὐτοῖς κατανεύοντος. ἀληθὲς δ’ ἂν νοοῖτο τὸ χρῆμα, κἂν εἰ ἐπ’ αὐτοῦ φέροιτο τοῦ πάντων ἐχθροῦ, φημὶ δὴ τοῦ σατανᾶ. πάντας μὲν γὰρ τοὺς ἐπὶ τῆς γῆς εἷλε τε καὶ πεπόρθηκε, καὶ τοῖς τῆς ἁμαρτίας ἐγκατέδησε ζυγοῖς. διηρπάσθη δὲ καὶ αὐτὸς ὑπὸ τῶν καταλελειμμένων λῶων, τουτέστιν, ὑπὸ τῶν ἐν πίστει δεδικαιωμένων διὰ Χριστοῦ καὶ ἡγιασμένων ἐν Πνεύματι. σέσωσται μὲν γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. ἐξ αὐτῶν δὲ ὄντες οἱ θεσπέσιοι μαθηταὶ, γεγόνασιν ἀπαρχὴ τῶν διηρπακότων τὸν ἀλιτήριον. εἶτα μετ’ ἐκείνους εἰσέτι νῦν διαρπάζουσιν οἱ λαῶν ἡγούμενοι, μένοι, καὶ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, καὶ εἰς τὴν τῆς εὐσεβείας ἀποκομίζοντες τρίβον τοὺς ὑπεζευγμένους.
Ὤ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ, τοῦ κάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ, τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶ. ἐβουλεύσω αἰσχύνην τῷ οἴκῃ σου, συνεπέρανας λαούς πολλοὺς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου. Επιπλήττει ὁ λόγος τῷ Βαβυλωνίῳ πάλιν, ἐθέλοντι συγκροτεῖν τὴν ἰδίαν ἀρχὴν ἐκ τῆς κατὰ πάντων πλεονεξίας, αἴροντί τε ὑψοῦ τὸν ἴδιον οἶκον, καὶ μὴν καὶ ὑπεροχαῖς ταῖς ἐπέκεινα μέτρου καταχρυσοῦν εἰωθότι καὶ ὀχυροῦν λίαν, ὥστε καὶ ἑτοίμως δύνασθαι τυχὸν ἐκ χειρὸς ἐκσπᾶσθαι κακῶν, τουτέστι, διεκνεύειν ἀεὶ τὰ συμβαίνοντα κακά. σκοπὸς γὰρ ἀεὶ τοῖς Βαβυλωνίοις, πολλοῖς τῶν ἐπαμυνόντων πλήθεσι περιφράττεσθαι, καὶ ἀναριθμήτους ἔχειν τοὺς εἰδότας b τὰ τακτικὰ, καὶ τὸν πολέμου νόμον ἐξηρτυμένους, ὡς ἀμογητὶ δύνασθαι τὰ ἐκ τῶν ἐπιόντων αὐτοῖς ἀποκρούεσθαι βλάβη. ἀλλ’ ὅτι πρὸς αἰσχύνης ἔσται καὶ ἐντροπῆς τὸ χρῆμα αὐτῷ, διαπιπτούσης αὐτῷ τῆς ἐλπίδος εἰς τὸ ἐναντίον, ἐδίδαξεν εἰπών Ἐβιυλεύσω αἰσχύνην τῷ οἴκῳ σου. συνεπέρανας ἤτοι συντετέλεκας, λαούς πολλοὺς, πανωλεθρίᾳ διεφθαρκώς. ἐπειδὴ δὲ ἐξήματρεν ἡ ψυχή σου, πικρὰς ἀποτιεῖς δίκας, ὁ πάλαι λαμπρὸς καὶ τάττων εἰς ὕψος νοσσιὰν αὐτοῦ, οἰκτρὸς καὶ κατερριμμένος καὶ ὑπὸ πόδας ἐχθρῶν ἀδοκήτως εὑρεθείς.
Πρέποι δ’ ἂν ὁ λόγος ὅτι μάλιστά γε καὶ αὐτῷ τε τῶ σατανᾷ καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, οἳ φιλαρχίας ἡττώμενοι, καὶ τοῦ δοκεῖν ἡγεῖσθαι πολλῶν, συνεπέραναν λαούς πολλοὺς, καὶ κακὴν ὄντως πλεονεξίαν τοῖς ἰδίοις προεξένησαν οἴκοις, ὑψοῦ τε τετάχασι τὰς ἑαυτῶν νοσσιὰς, “ὑπέρ- “ογκα ματαιότητος λαλοῦντες ῥήμαται,” καὶ κατὰ τῆς θείας ἐρευγόμενοι δόξης, ἃ μόναις ἂν πρέποι ταῖς αὐτῶν γλώσσαις τε καὶ διανοίαις. ἐξήμαρτον δὴ οὖν αἱ ψυχαὶ αὐτῶν· πεπαρῳνήκασι γὰρ εἰς αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, “Ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, κάτα τὸ γεγραμμένον.
Δῶτ’ λίθος ἐκ τοίχου βοήσεται, καἰ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά.
Ἀπονέμει πολλάκις ἡ θεία γραφὴ καὶ τοῖς ἀψύχοις τε καὶ ἀναισθήτοις φωνὰς, οὐχ ὡς φάναι τι τυχὸν δυναμένοις, ἀλλ’ οἷον αὐτοῖς πράγμασι μονονουχὶ διακεκραγόσι. καὶ γοῦν ὁ μακάριος Ἡσαΐας “Αἰσχύνθητι Σιδῶν, εἶπεν ἡ θά- “λασσα” φησί· καὶ μέντοι Δαυείδ “Οἱ οὐρανοὶ διηγοῦν- “ται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ “στερέωμα.” αὐτὴ γὰρ ἡ κτίσις, δι’ ὧν εὖ πεποιημένη θαυμέζεται, διὰ τούτων αὐτῶν τοῦ πεποιηκότος ἀνακηρύττει τὴν δόξαν. οὐκοῦν ἐν πράγμασιν αἱ φωναὶ, κἂν εἰ μὴ γίνοιντο λόγοι. τοιοῦτόν τι κἀνθάδε συνήσεις πάλιν. λῇον γὰρ ἐκ τοίχου φησὶ, καὶ κάνθαρον ἐκ ξύλου καταφθέγξασθαι τοῦ Βαβυλωνίου· τίνα δὲ τρόπον, ἐροῦμεν· ταῖς τῆς Ἰουδαίας πόλεσιν, ἢ καὶ ταῖς ἑτέραις εἰσβαλὼν ὁ Βαβυλώνιος, πάσας κατενέπρησε τὰς ἐν αὐταῖς οἰκίας. εἶτα συμβέβηκεν ἀναγκαίως καὶ λίθους συνθραύεσθαι καὶ κατασείεσθαι τοίχους, συνεκπίπτειν δὲ αὐτοῖς καὶ ξύλα, καὶ ὀροφὰς ἐκ τῆς ἄγαν παλαιότητος, κανθάρους μικροὺς, ἤτοι σῆτας ἐχούσας. ταύτῃτοί φησι καταβοήσειν αὐτοῦ τῆς ὠμότητος τὰ κατεστραμμένα· ταῦτα δὲ, ὡς ἔφην, ἦν λίθοι τε διερριμμένοι, καὶ ἐν μέσῳ πλατειῶν κείμενοι, καὶ ξύλα πάντως ἡμίφλεκτα, καὶ ἀπό γε τοῦ σεσῆφθαι λοιπὸν μαρτυροῦντα ταῖς πόλεσι τὸ ἀρχαῖον. ἔγκλημα δὴ οὖν τῷ Βαβυλωνίῳ τὰς παλαιὰς οὕτω καὶ ἀρχαιοτάτας κατεμπρῆσαι πόλεις, καθελεῖν δὲ καὶ οἴκους, ἀνῃρημένων δηλονότι τῶν ἐν αὐτοῖς.
Ἰστέον δὲ, ὅτι ἀντὶ τοῦ, κάνθαρος εἰπεῖν, ἕτεροι τῶν ἑρμη- ωευτῶν ἐκδεδώκασιν Ἔνδεσηος ξύλου. ὅθεν ἐστὶν ἐννοεῖν, ὅτι τάχα που τὰς τῶν οἰκιῶν μίτρας καὶ τὴν ἐν αὐταῖς ἀναπλοκὴν τῶν ξύλων ἤτοι σύνδεσμον κανθαρους ὠνόμαζον κατ’ ἐκεῖνο καιροῦ, διὰ τὸ οἷον πολλοῖς ἀντέχειν ποσὶ τὴν ἐπικειμένην αὐτοῖς ὀροφή ὁροφήν.
Οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἴμασι, καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις. οὐ ταῦτά ἐστι παρά Κυρίου παντοκράτορος· καὶ ἐξἐλιπον λαὼ λαοὶ ἱκανοὶ ἐν πυρί, καὶ ἔθνη πολλὰ ὠλιγυψύχησαν.
Ταλανίζει τὸν Βαβυλώνιον πάλιν, ὡς ὑψοῦ μὲν τὴν ἰδίαν αἴροντα δόξαν, καὶ τῆς ἀρχῆς τὸ περιφανὲς, οὐκ ἐξ ὣν ἐδεῖ μᾶλλον, ἀλλ’ ἀφ’ ὧν ἥκιστα ἐχρῆν, ποιεῖσθαι σπουδάζοντα. οὐ γὰρ ὅτι πολλοὺς ὠλόθρευσε λαοὺς, διαβόητον εἶναι ἐχρῆν, ἑτέρῳ δὲ μᾶλλον κατασεμνύνεσθαι κόσμῳ, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασιν ὁρᾶσθαι λελαμπρυσμένον. ἀλλ’ ὡς ἀχρεῖον τοῦτο μεθεὶς, ᾠκονόμησεν αὐτὴν ἐν αιμασι καὶ ἀδικιαις. ὅτι γὰρ ὠμοτάτη γέγονεν ἡ Χαλδαίων ἀρχὴ, καὶ ἁπάσαις ἁπλῶς πόλεσί τε καὶ χώραις ἐπιθρώσκουσα θηριοπρεπῶς, τὰ πέρα λόγου παντὸς εἴργασται κακὰ, πᾶσιν ἃν γένοιτο καταφανὲς τοῖς τὴν θείαν ἀνεγνωκόσι γραφήν. ἀλλ’ οὐ ταυτα ἐστι παρα κυροῦ παντοκρατορος. οὐ γὰρ ἐστιν, οὐκ ἔστι τὰ τοιάδε τῶν κακῶν ἄνωθεν γεγενῆσθαι λέγειν· ἁλλ’ οὐδ’ ἃν νοοῖτο θεόσδοτον, τὸ ἔν γε δὴ τούτοις κατασεμνύνεσθαι δεῖν. ἔσται δὴ οὖν οὐκ ἐρηρεισμένα, μᾶλλον δὲ οὐκ ἔξω δίκης. ἃ γὰρ οὐκ οἶδεν ἐπαινεῖν ὁ θεῖος τε καὶ ἀκήρατος νοῦς, κολάζει πάντως, ὡς οὐκ ἔχοντα τὸ εἰκός. πῶς γὰρ οὐκ ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, τὸ ἐκλεῖψαι μὲν λαοὺς ἱκανοὺς ἐν πυρὶ, ἔθνη δὲ ἀλιγοψυχῆσαι πολλὰ, τουτέστι, τὸ λαμπρὰς μὲν κατεμπρησθῆναι πόλεις ὁμοῦ τοῖς οἰκοῦσιν αὐτὰς, ἔθνη δὲ ὅλα καὶ φυλὰς ἀπειπεῖν ἐν κακοῖς;
Τοῦτο δ’ ἄν τις εἰκότως καὶ αὐτοῖς ἐπιφωνήσειε τοῖς Ἰουδαίων καθηγηταῖς, οἳ πάντας μὲν ἀπεκτόνασι τοὺς ἁγίους προφήτας· ᾤοντο γεμὴν οὐ μετρίως ὀνήσειν τὴν Ἱερουσαλὴμ, καὶ οἰκοδομεῖν αὐτὴν ἐν αἵμασι καὶ τῆ κατὰ πάντων πλεονεξίᾳ· οὓς μὲν γὰρ ὕβρισαν, οὓς δὲ ἀπέκτειναν, οὓς δὲ ἐλίθασαν, καὶ τελευταῖον τοῖς ἄλλοις προσέθεσαν τὸν Υἱὸν, καὶ πρόφασις αὐτοῖς τῆς ἀπονοίας ὁ νόμος ἦν. ὑπεπλάττοντο γὰρ τὸ ἐπαλγύνεσθαι δοκεῖν ἀθετουμένῃ παρὰ χριστοῦ τῆ διὰ Μωυσέως ἐντολῇ. ἀλλ’ ὅτι θεοστυγὴς ὁ ζῆλος αὐτοῖς, Rom. x. καὶ “οὐ κατ’ ἐπίγνωσιν,” ὡς γοῦν ὁ θεσπέσιος γράφει Παῦς λος, ἀποφήνειεν ἂν εὐκόλως ὁ Προφήτης λέγων Οὐ ταῦτά ἐστι παρὰ κυροῦ παντοκράτορος. τοιγάρτοι καὶ ἐκλελοίπασιν ἐν πυρὶ καὶ ὠλιγοψύχησαν, δαπανῶντος αὐτοὺς τοῦ πολέμου καὶ κατατήκοντος τοῦ λιμοῦ. συμβέβηκε γὰρ τὰ τοιάδε τοῖς Ἰουδαίων δήμοις πεπαρῳνηκόσιν εἰς τὸν Υίὸν, καὶ ἀπεκτονόσιν, ὡς ἔφην, πρὸ αὐτοῦ τοὺς προφήτας.
Ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ του γνῶναι τὴν δόξαν Κυρίου, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.
Ἀδιαφορεῖ πολλάκις περὶ τοὺς χρόνους ἡ θεία γραφὴ, καὶ τὰ ἐσόμενα τίθησιν, ὡς ἤδη πεπερασμένα. τοῦτο δὴ οὖν κἀνθάδε γεγονὸς εὑρήσομεν. δέον γὰρ εἰπεῖν τὸ ἐμπλησθήσεται, τὸ ἐνεπλήσθη φησίν. ὅταν τοίνυν, ἐπιῤῤιφείσης τῆ Βαβυλῶνι τῆς θείας ὀργῆς, τὰ ἐν αὐτῇ πάντα γένηται διά τε Γύρου καὶ τῶν σὺν αὐτῶ, καὶ ἡ πάλαι δεινὴ καὶ ἄθραυστος, καὶ δυσάντητον τοῖς ἄλλοις ἀεὶ κατεξανιστᾶσα τὴν ἑαυτῆς ὠμότητα φαίνηται λοιπὸν οἰκτρά τε καὶ ἄναλκις, καὶ ὁλοτρόπως ἠρημωμένη καὶ ὑπὸ πόδας ἐχθρῶν, τότε δὴ τότε πᾶσα λοιπὸν ἡ ὑπ’ οὐρανὸν τὴν θείαν συνήσει δόξαν ὅση τε καὶ ἡλίκη, κατεμπλησθήσεται δὲ τῆς εἰς τοῦτο γνώσεως. ἐκράτει μὲν γὰρ ἡ Χαλδαίων ἀρχὴ, καὶ ἦν οὕτω περίοπτος, δεινή τε καὶ ἄμαχος, ἀνεξικακοῦντος Θεοῦ καὶ δόντος αὐτῇ τὸ καὶ αὐτῆς κρατῆσαι τῆς Ἰουδαίας, μυρίας τε ὅσας ἐζαναστῆσαι πόλεις. ἐπειδὴ δὲ τοῖς αὐτῇ πρέπουσι κακοῖς περιβαλεῖν ἐσκέψατο, κατεσείσθη καὶ πέπτωκε καὶ δέδοται πρὸς ἐρήμωσιν. τοιοῦτόν τι φησὶ καὶ ὁ προφήτης Ἱερεμίας περὶ αὐτῆς “Πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφύρα πάσης τῆς “γῆς πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν; “ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ Βαβυλὼν καὶ οὐ γνώσῃ· “εὑρέθης καὶ ἐλήφθης, ὅτι τῷ κυρίῳ ἀντέστης. ἤνοιξε “Κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη τῆς “ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ Κυρίῳ Θεῷ ἐν γῇ Χαλδαίων, “ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς.
Ἰστέον δὲ, ὅτι μετὰ τὴν τῶν Ἱεροσολύμων πόρθησιν, μεταπεφοίτηκε μὲν ἐπὶ τὰ ἔθνη Χριστὸς, ἔγνω δὲ πᾶσα λοιπὸν ἡ ὑπ’ οὐρανὸν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς δόξαν, τουτέστιν, αὐτὸν ὡσανεὶ χειμάρρου τὴν γῆν ἐπικλύζοντος. ποταμοῦ γὰρ δίκην ἐξένευσεν ἐπ’ αὐτοὺς ὁ Χριστὸς, ὁ καὶ πάλαι λέγων διὰ προφήτου φωνῆς Ἴδου ἐγὼ ἐκκλίνω “ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπι- “κλύζων δόξαν ἐθνῶν.” μεμοσχοποιηκότος γάρ ποτε κατὰ τὴν ἔρημον τοῦ Ἰσραὴλ, καὶ προσκεκρουκότος ταύτῃτοι Θεῷ, τὴν τοῦ Σωτῆρος ἀνάδειξιν καὶ τῆς δι’ αὐτοῦ χάριτος τὸ ἀμφιλαφὲς κατεπηγγέλετο λέγων “Ἀλλὰ ζῶ ἐγὼ, καὶ ζῶν “τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα κυρίου πᾶσαν τὴν “γῆν.” μεστὰ γὰρ τὰ πάντα Χριστοῦ, ὅς ἐστι δόξα τοῦ Πατρός. τοιγάρτοι καὶ ἔφασκεν “Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς “γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω.”
Ὤ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν, κοὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τά σπήλαια αὐτῶι· πλημονὴν ἀτιμίας ἐκ δόξης πίε.
Επιφθέγγεται πάλιν τό Ὤ τοῖς τοῦ Ναβουχοδοόσορ ἀνο- σί[οι]ς τολμήμασι, προφωνῶν ἃ πείσεται, καὶ ὅτι ἔμπλεως ἡ πληγὴ, διὰ τούτου σημαίνων. ἔοικε δὲ θολερὰν ὀνομάζειν ἀνατροπὴν τὴν ἄκρατον λύπην ἤγουν αἰκίαν, ἢν καὶ μονονουχὶ ποτίζων τοὺς ἁλισκομένους ὁρᾶσθαι παρεσκεύαζε διενεγκόντας ὀλίγα τῶν ἐν οἴνῳ καὶ μέθαις. καὶ τί τὸ ἐντεῦθεν; καθάπερ τι σπήλαιον ἀνοιγνὺς, τὸν ἑκάστου νοῦν καὶ τοῖς ἄλλοις ἅπασι καθίστη διαφανῆ. πικρὰς γὰρ, ὡς ἔφην, ἐπάγων αἰκίας τοῖς τῶν εἰλημμένων περιφανεστέροις, ἣ τάχα που καὶ βασιλεῦσιν αὐτοῖς, ὀλοφύρεσθαι παρεσκεύαζε, καὶ τὴν κεκρυμμένην ἔσθ’ ὅτε μικροψυχίαν ἤγουν δειλίαν ὡς ἐξ ἀφορήτου λοιπὸν ἀνάγκης ἀπογυμνοῦν. ὁ δὲ ἦν οὕτω δεινός τε καὶ ἀτεράμων ὡς, ἐπαλγύνεσθαι δέον καὶ κατοικτείρειν αὐτοὺς, ἐντρυφᾶν ἐποιμώζουσιν, αὔχημά τε τοῦτο τῆς ἰδίας ποιεῖσθαι ἀρχῆς. καὶ τοῦτο οἶμαί ἐστι τὸ ποτίζειν τὸν πλησίον ἀνατροπὴν θολεράν, ὅπως ἃν ἐπιβλέπῃ ἐπὶ τα αὐτῶν, τουτέστι, τὰ κεκρυμμένα καὶ λεληθότως ἐνόντα τισίν. ἐπειδὴ τοίνυν ἀκράτοις ἐχρῆτο θυμοῖς, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης, μικροὺς καὶ μεγάλους, καὶ λαμπροὺς καὶ ἀσήμους ταῖς ἀνηκέστοις περιβέβληκε συμφοραῖς, ταύτῃτοί φησιν ὁ τῶν ὅλων Δεσπότης Πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε, τουτέστιν, ἦσθα μὲν γὰρ διαβόητός τε καὶ εὐκλεὴς καὶ περίοπτος τοῖς ἁπανταχῆ καὶ ἐξ ὠμότητος γνωριμώτατος· ἀλλ’ ἔση λοιπὸν ἠτιμωμένος, καὶ τῆ τῆς εὐκλείας ὑπεροχῇ τὴν ἰσόρροπον ἀνατλήσῃ δίκην.
Πρέποι δ’ ἃν τοῦτο καὶ ἐπ’ αὐτῶν, εἴπερ ἕλοιτό τις, τῶν ἀνοσίων Φαρισαίων ἀληθὲς εἶναι λέγειν. πεποτίκασι γὰρ τὸν πλησίον ἀνατροπὴν θολεράν· ταύτην δὲ εἶναί φαμεν τὴν αὐτῶν διδασκαλίαν, τὰ τῶν ἀνθρώπων ἐντάλματα, καὶ πρός γε δὴ τούτοις τὴν κατὰ Χριστοῦ μανίαν, καὶ τὰ τῆς ἀθυροστομίας ἐγκλήματα. ὁ μὲν γὰρ ἐκάλει πρὸς ζωὴν, οἱ δὲ εἰς τοῦτο κατώλισθον ἀπονοίας, ὥστε καὶ φάναι τοῖς ἀκροωμένοις “Δαιμόνιον Δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;” ἔδρων δὲ τοῦτο, ἵνα τὸν τῆς σωτηρίας ἀποσειόμενοι λόγον, τὸν καταλαμπρύνοντα νοῦν, εἰς τοι αὐτῶν ἐπιβλέπωσι σπήλαια, τουτέστιν, εἰς τὰ σκοτεινὰ καὶ ἀφεγγῆ καὶ τεθνηκότα διδάγματα. τοιγάρτοι πεπώκασι πλησμονὴν ἀτιμίας, καίτοι πάλαι λαμπροί τε ὄντες καὶ δόξης εἴσω βεβηκότες οὐ μικρᾶς. καθηγοῦντο γὰρ ποιμνίων, ἦσαν δὲ καὶ ἱερεῖς καὶ κριταί.
Ἁρμόσαι δ’ ἂν ὁ τοιόσδε λόγος καὶ τοῖς τῶν ἀνοσίων δογμάτων εὑρεταῖς, οἳ ποτίζουσι κατὰ τὸ ἀληθὲς τὸν πλησίον ἀνατροπὴν θολερὰν, τὸν τῆς ἀπάτης ἰὸν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς ἐπιχέοντες, ἵνα δὴ καὶ ἐπιβλέπωσιν ἐπὶ τὰ σπήλαια αὐτῶν. σκοτεινὸς γὰρ ὁ ἐκείνων νοῦς, ἀπάτης ἔμπλεως, ἀχλύος διαβολικῆς ἐπίμεστος ἀληθῶς, καὶ σπηλαίων, οἶμαι, διενεγκὼν οὐδὲν, ἃ νεκρῶν ἐστι σωμάτων ἔμπλεω καὶ δυσωδίας ἁπάσης καὶ ἀκαθαρσίας.
Χρῆναι δὲ οἶμαι πρὸς διασάφησιν τῶν προειρημένων ἀκριβεστέραν κἀκεῖνο εἰπεῖν. Ἑβραῖοί φασιν· ὡς ἐκ παραδόσεως δὲ πάλιν ὁ λόγος· ὅτι πορθήσας τήν τε Ἰουδαίαν καὶ ἁπάσας δὲ τὰς ἄλλας χώρας ὁ Ναβουχοδονόσορ, καὶ ἀποκομίσας εἰς τὴν ἑαυτοῦ τοὺς τῶν ἐθνῶν ἡγουμένους, ἐποιεῖτο πότους κατὰ καιρούς. εἶτα τοὺς ἁλόντας εἰσφέρων, καὶ περιέργοις πόμασι καταμεθύσκων αὐτοὺς ὀρχεῖσθαι παρεσκεύαζε· κατασειομένοις δὲ καὶ διαπίπτουσι καὶ ἀπογυμνουμένοις ἔσθ’ ὅτε καὶ τὰ κεκρυμμένα τοῦ σώματος μέρη δεικνύουσιν, ἐπιμειδιῶν τρυφὴν ἐποιεῖτο τὸ χρῆμα καὶ πρό. φασιν εὐθυμίας. ταῦτά φασιν ὠνομάσθαι εὐφυῶς σπήλαια· ἔχει ’δε πὼς καὶ τὸ εἰκὸς ὁ λόγος. ἐκδεδώκασι γὰρ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν 1 ἀντὶ τῶν σπηλαίων, τὴν γύμνωσιν, ἵν ᾖ τοιοῦτον τὸ λεγόμενον Οὐαὶ ὁ ποτιζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὴν γύμνωσιν αυτων.
Καὶ σὺ καρδία σαλεύθητι καὶ σείσθητι· ἐκύκλωσεν ἐπἰ σὲ ποτήριον δεξιᾶς Κυρίου, καὶ συνήχθη ἄτιμα ἐΜ ὦι δόξα σου.
διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων πτοήσει σε, δι’ αἴματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως, καὶ πάντων τῶν κατοικούντων αὐτήν.
Ἔνεστί πὼς ἀεὶ καὶ προσπεφυκὸς ὁρᾶται δεινῶς ταῖς τῶν ἀλαζόνων ψυχαῖς καὶ τὸ πλείστην ὅσην εἰς νοῦν ἔχειν ἀναισθησίαν, καὶ μέντοι καὶ πρὸς τῷδε τὸ οἴεσθαι κατὰ σφᾶς ἀκράδαντον ἕξειν τῆς εὐημερίας τὴν μέθεξιν, ἀποσείονται δὲ ὥσπερ, καὶ σφόδρα γενικῶς, τὸ προσδοκᾶν ὅλως ἔσεσθαί ποτε τὴν ἐπὶ τὰ χείρω τῶν πραγμάτων μεταδρομήν. ὁποῖόν ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ ὡς ἐκ προσώπου λεγόμενον τῶν ἐν εὐπαθείαις ὄντων καὶ τρυφαῖς “Ἑγὼ δὲ εἶπα ἐν τῇ “εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. δὴ οὖν ἐκ πολλῆς ἄγαν ὑπεροψίας τῷ Βαβυλωνίῳ τὸ ἀνάλγητον, μονονουχὶ καὶ ἐπιπλήττει λοιπὸν ὡς ἀτέγκτῳ, λέγων Καὶ σὺ καρδία σείσθητι, τουτέστι, μὴ ἐν ἀκλονήτοις εὐημερίαις ἐρηρεῖσθαι νομίσῃς, εἰσδέχου λοιπὸν τὰς περὶ] τῶν λυπούντων ἐννοίας, ἐν αἰσθήσει τῶν συμβησομένων γενοῦ, καὶ παραχώρει τῇ πείρᾳ, καίτοι πρὸ[ς] αὐτῆς οὐδ’ ὅσον εἰπεῖν κἂν γοῦν ἐν ψιλαῖς ἐπινοίαις ἀξιώσας ἑλεῖν, ὅτι γενήσῃ ποτὲ καὶ αὐτὸς ἐν σκυθρωποῖς, καὶ τοῖς ἀνιᾶν οὐ μετρίως πεφυκόσιν ἡ σὴ περιπεσεῖται καρδία. τί δὴ οὖν ἄρα τὸ σαλεῦον αὐτὴν καὶ καταδονοῦν εἰς λύπας; Ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς κυροῦ κα) συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου. γὰρ αὐτὸς ἐπότιζες τὸν πλησίον ἀνατροπῇ θολερᾷ, τὸν αὐτὸν τρόπον τὰ ἐκ τῆς θείας ὀργῆς ἐπενεχθησόμενα πεπ[τ]ωκὼς, βδελυρὸς ἔση παρὰ πᾶσιν ἠτιμωμένος, οἰκτρός τε καὶ ἀπεῤῥιμμένος, καὶ τῆς ἀρχαίας ἐκείνης εὐκλείας ὁλοτρόπως ἡττῶ μένος. δεξιᾶς δὲ Κύρου τὸ ποτήριον εἶναι λέγων ὁ μακάριος Προφήτης, οἷον ἀναπείθει φρονεῖν, ὡς οὐκ ἃν ἐνδέχοιτο μὴ πιεῖν, αὐτὸ Θεοῦ προσκομίζοντος. ἔδει γὰρ πάντως ἀνατλῆναι τὰ ἐξ ὀργῆς· “Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώπου, τίς “ἀνοίξει;” κατὰ τὸ γεγραμμένον, καὶ ᾗ φησὶν ὁ προφήτης “Tὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” ἀνθ’ ὅτου οὖν τὰ τοιάδε συμβήσεται, διατρανοῖ λέγων Ὅτι ἀσεβεια τοῦ Λιβάνου καλύψει σε καὶ ταλαιπωρια θηριων πτοήσει σε. καὶ Λίβανος μὲν ὄρος τῆς Φοινίκης ἐστὶ, τῶν ὅτι μάλιστα διαφανεστάτων, εὔξυλόν τε καὶ εὐῶδες ὡς λιβανοφόρον. παρεικάζει δὲ αὐτῷ τὴν Ἱερουσαλὴμ ἔσθ’ ὅτε τὸ γράμμα τὸ ἱερὸν, διά τοι τὸ πολλαῖς ἁγίαις ἐπισεμνύνεσθαι κεφαλαῖς, ὑψοῦ τε ἠρμέναις καὶ φρονούσαις τὰ ἐν οὐρανοῖς, καὶ τῷ τῆς εὐσεβείας κάλλει περιβυθισμέναις. τούτων διαμέμνηται καὶ ὁ μακάριος Δαυεὶδ, οὕτω λέγων πρὸς Θεόν “Aï κέδροι τοῦ “Λιβάνου ἃς ἐφύτευσας, ἐκεῖ στρουθία ἐννοσσεύσουσι.’ κέδρου γὰρ δίκην τῶν ἁγίων ἕκαστος, καθάπερ ἔφην ἀρτίως, αἴρεται ὑψοῦ, τῷ μὴ φρονεῖν ἀνέχεσθαι τὰ κατερριμμένα τουτέστι τὰ ἔπι γῆς, καὶ οἷον σκέπη γίνεται τοῖς ἑτέροις στρουθίων δίκην δεχόμενος τοὺς ὑπ’ αὐτῷ μαθητεύεσθαι βουλομένους. οὐκοῦν ἐπειδήπερ ἐκπεπόρθηκε μὲν ὁ Χαλδαῖος τὴν Ἱερουσαλὴμ, ἠσέβησε δὲ καὶ προσκέκρουκε τῷ Θεῷ, προσεμπρήσας τῇ πόλει τὸν θεῖον ναὸν, ἥλω δὲ καὶ αὐτὰ περιυβρίσας τὰ ἅγια, τούτῃτοί φησι καλύψειν αὐτὸν τὴν ἀσεβειαν τοῦ Λιβάνου τὴν κατ’ ἐκείνου γεγενημένην. Λίβανον δὲ, ὡς ἔφην, ἢ τὴν Ἰουδαίαν, ἤγουν τὰ Ἱεροσόλομα καλεῖ· οἰηθείη δ’ ἄν τις καὶ αὐτὸν ἴσως τὸν νεὼν πολὺ τὸ εὐῶδες ἔχοντα, καὶ ταῖς τῶν ἱερέων καθάπερ τισὶ κέδροις κομῶντα κεφαλαῖς. τίνα δὲ τρόπον αὐτὸν ἡ κατὰ τοῦ Λιβάνου γεγενημένη καλύψειν ἔμελλεν ἀσέβεια, παρέδειξε προστιθείς Ὅτι ταλαιπωρία θηρίων πτοήσει σε. ὄοικε δὲ πάλιν θῆρας ἀποκαλεῖν τοὺς Κύρῳ συνωπλισμένους Πέρσας τε καὶ Μήδους, ὡς πολὺ τὸ ἀτίθασον ἔχοντας, καὶ εἰς ὠμότητα τεθηγμένους. ὅτι δὲ κολάζει Θεὸς οὐ μάτην, ἀλλ’ οἷς ἄν τις δράσειε τὰς ἰσορρόπους ἐπάγει ποινὰς, ἐδίδαξεν ἐπειπών Δι’ αἴματα ἀνθρώπων καὶ ἀστεβειας τῆς πόλεως καὶ παντων τῶν κατοικουντων αυτην.
Ἀκούσεται δὲ καὶ τῶν Φαρισαίων ἕκαστος, οἳ καὶ τῆς κατὰ Χριστοῦ μανίας γεγόνασιν εὑρεταὶ καὶ συνθέται Καὶ σὺ καρδία σαλεύθητι καὶ σείθητι. ἐκύκλωσε γὰρ ἐπ’ ποτήριον δεξιᾶς Κυρίου, συνήχθη δὲ καὶ ἀτιμία ἐπὶ τὴν δόξαν αὐτῶν. ἐκπεπώκασι δὲ ὡς ὀλέθρου ποτήριον τὴν ἐπισυμβᾶσαν αὐτοῖς ὀργὴν, ἄτιμοί τε γεγόνασι καὶ ἁπάσης εὐκλείας ὡς ἀπωτάτω. ἠσέβησαν γὰρ καὶ οὗτοι κατὰ τοῦ Λιβάνου. Λίβανον δὲ νοήσεις τὴν Ἐκκλησίαν, τὴν ἀληθῶς εὐώδη, τὸ ὄρος τὸ διαφανὲς, καὶ τοῖς ἁπανταχῆ γνωριμώτατον. ἐδίωξαν δὲ τὴν Ἐκκλησίαν μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. τοιγάρτοι καὶ κατεπτόηνται καθάπερ ὑπὸ θηρίων τῶν πεπορθηκότων αὐτοὺς, καὶ πολλοῖς αἵμασι γεγονότες ἔνοχοι τοῖς τῶν ἁγίων προφητῶν, προσέθηκαν τούτοις καὶ τὰ τῶν πεπιστευκότων εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὧν ἀπαρχὴ γέγονεν ὁ μακάριος Στέφανος, τῶν ἁγίων μαρτύρων πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ δεδειγμένος.
Τί ἐφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασεν αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ, ὅτι πέποιθεν ὁ πλάσας ἐμ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωφά.
Ἡ μὲν οὖν θέσις τοῦ ῥητοῦ κατὰ τοῦτόν ἐστι τὸν τρόπον. τι γὰρ ὠφελεῖ φησι τὸ γλυπτὸν ὅτι ἔγλυφαν αὐτό; τί δὲ ὠφελεῖ ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ ὅτι πέποιθεν ἐπ’ αὐτῷ; τίς ἴς δὲ δὴ πάλιν ὁ τοῦ Προφήτου σκοπὸς, ἐροῦμεν ὡς ἔνι. Κύρου καὶ Μηδῶν κατὰ τῆς τῶν Βαβυλωνίων ἐμβεβληκότων, καὶ τοῦ πολέμου λοιπὸν περιηγγελμένου, τὰ αὐτοῖς συνήθη δρῶντες οἱ μάγοι τοὺς ψευδωνύμους ἐκάλουν θεοὺς εἰς ἐπικουρίαν κινδυνευούσῃ τῇ πόλει, θυσίας τε καὶ σπονδὰς τοῖς ἀναισθήτοις προσῆγον, ὅλην ἐπ’ αὐτοῖς τοῦ σώζεσθαι τὴν ἐλπίδα θέμενοι. ἁλλ’ ἦν ὕθλος καὶ φενακισμὸς ἐκεῖνα, ἀπάτη τε καὶ κενοβουλία, καὶ ἕτερον οὐδέν· ἥλω γὰρ καὶ πεπόρθηται, καὶ τοῦτο παθεῖν οὐκ οἰηθεῖσά ποτε. διαγελᾶ τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς τῶν πεπλημμελημένων τὴν σκέψιν, καὶ τὴν ἐπὶ τοῖς ἀψύχοις ἐλπίδα. τί γὰρ ὠφελεῖ φησι τὸ γλυπτὸν, ἕτερον οὐδὲν ὑπάρχον ἣ φαντασία ψευδὴς οὐδὲν ἔχουσα τὸ ἀληθές; θεία γὰρ ὅλως δύναμις πῶς ἃν ἢ πόθεν εἶναι πιστεύοιτο τοῖς ἐξ ἀνθρωπίνων χειρῶν πεπλαστουργλημένοις; εἰκαῖον οὖν ἄρα τὸ ἐπ’ αὐτοῖς πεποιθέναι, καὶ καταγέλαστον ἀληθῶς τὸ χρῆμά ἐστι παρά γε τοῖς ἐρρωμένον ἔχουσι νοῦν καὶ τὴν φρένα διεγηγερμένην. δοκεῖ ’δε τις καὶ καθ’ ἕτερον τρόπον τὴν τῶν προκειμένων δύναμιν ἀναπτύξαι. ᾑρηκὼς γὰρ τὰς πόλεις ὁ Βαβυλώνιος, καὶ πάσας, ὡς ἔπος εἰπεῖν, ἀναστήσας τὰς χώρας, ἀπονένευκεν ἀσχέτως εἰς τὸ ὑψοῦ καὶ ἀχάλινον, ἐνόσει λοιπὸν τὴν ὑπεροψίαν, καὶ τὴν Θεοῦ δόξαν ὁ δείλαιος τῆ οἰκείᾳ περιθεὶς κεφαλῇ, γράφει μὲν εἰκόνα χρυσῆν, καθάπερ καὶ ὁ θεσπέσιος προφήτης γέγραφε Δανιὴλ. εἶτα προσκυνεῖν ἐκέλευεν αὐτῇ φυλάς τε καὶ γλώσσας, καὶ τοῖς τοῦτο δρᾶν οὐκ ἀνεχομένοις θάνατος ἦν ἡ δίκη. τί τοίνυν τὸ ἐντεῦθεν ὤφελος; εἰπέ φησιν. ὁ γὰρ οἰηθεὶς εἶναι καὶ θεὸς, εἰς λῆξιν ἤδη διελήλακε λοιπὸν τοῦ παντὸς κακοῦ, καὶ ταῖς ἐπέκεινα λόγου περιπέπτωκε συμφοραῖς.
Οὐαὶ ὁ λέγων τῶ ξύλῳ Ἔκνηψον ἐξεγέρθητι, καὶ τῷ λίθῳ Ὑψώοητι· κω αὐτό ἐστι φαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶ πνεῦμα οὐκ εστίν ἐν αὐτῷ. ὁ δὲ Κύριος ἑ ἀφ’ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πάσα ἡ τῆ.
Ἕπεται πάλιν, ὡς ἔφην ἀρτίως, τῶν προκειμένων ἡ δύναμις. ταλανίζει γὰρ εἰκότως τοὺς πεπλανημένους, οἳ τὸν ἕνα τε καὶ φύσει καὶ ἀληθῶς καταλελοιπότες Θεὸν, καὶ τῆς εἰς αὐτὸν εὐλαβείας παρεκθέοντες τὴν ὁδὸν, ἵενται πρὸς ἀπώλειαν, ξύλῳ μὲν ἐπιφωνοῦντες Ἔκνηψον, ἐγέρθητι, λίθῳ δὲ λέγοντες ἀβουλοτάτως Ὑψώθητι. ἔθος γὰρ τοῖς πεπλανητρόπον μένοις, εἰ δήπου τις καταπτοήσειε φόβος, ἀνάπτειν βωμοὺς, ἀνοιγνύναι τεμένη, καὶ τοῖς ἀψύχοις εἰδώλοις ἐπιφωνεῖν Ἐλεήσατε, σώσατε, ὑψώθητι καὶ σὺ λίθε, προασπίζων ὡς θεὸς τῶν τὰ σὰ σεβόντων κράτη, καὶ σε προσκυνεῖν ᾑρημένων. οὐαὶ δὴ οὖν τοῖς τοιούτοις εἰκότως, ὅτι τοῖς ἐκ χρυσίου καὶ ἀργυρίου πεποιημένοις, τοῖς οὐκ ἔχουσι πνεῦμα, προσκείμενοι τὰς τοιαύτας λέγουσι φωνὰς, ἃς ἦν δήπου Θεῷ λέγειν ἄμεινον τῷ κατοικοῦντι τὸν οὐρανὸν καὶ ναὸν ἴδιον ἔχοντι τὴν ἄνω πόλιν. ἅγιος γὰρ ἐν ἁγίοις κατοικεῖ, καὶ τοῖς σεβομένοις αὐτὸν ἐναυλίζεται.
Χρήσιμον οὖν τι καὶ ἀναγκαῖον ὁ Προφήτης ἡμῖν ἐπιφθέγγεται, τό Εῦλαβείσθω ὰπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. προσκυνητέον γὰρ τοῖς γε ἀληθῶς ἀρτίφροσιν ἕνα τὸν φύσει καὶ ἀληθῶς Θεὸν καὶ αὐτῷ τὸ σέβας ἀνάψει πᾶς σοφὸς, αὐτῷ προσοίσει καὶ τὰς ἱκετείας, παρ’ αὐτοῦ ζητήσει τὸ τὸ σώζεσθαι, καὶ αὐτὸν ὁμολογήσει Δημιουργὸν, Δεσπότην τῶν ὅλων, Σωτῆρα καὶ Λυτρωτὴν, πανσθενῆ, πάναγνον, καὶ τῶν πραγμάτων μετασκευάζοντα φύσεις, ἐφ’ ὅπερ ἂν ἕλοιτο κατὰ καιροὺς καὶ ἰδίοις νεύμασι τόδε τὸ πᾶν διιθύνοντα.
Τομος Δευτερος Προσευχὴ Ἀμβακοὺμ τοῦ Προφήτου μετ’ ὠδῆς.
Διαπεράνας εὖ μάλα τὸν ἐπὶ τῆ Βαβυλῶνι λόγον, καὶ ὅτι πικρὰς ἀποτιοῦσι δίκας οἱ καταδῃώσαντες μὲν τὴν ἁγίαν πόλιν, ἀποκομίσαντες δὲ τὸν Ἰσραὴλ. αἰχμάλωτον διαρκέστατα προαναπεφωνηκὼς, εὐαφόρμως ἔρχεται πρὸς τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ὡς ἐκ λυτρώσεως τῆς γεγενημένης ἐφ’ ἑνὸς ἔθνους καὶ μερικῶς, παρακομίζει τὸν λόγον εἰς τὴν κατὰ πάντων καὶ γενικωτάτην, ὑφ’ ἧς σέσωσται μὲν τὸ κατ’ ἄλειμμα τοῦ Ἰσραὴλ, σέσωσται δὲ οὐδὲν ἧττον ἡ σύμπασα γῆ. Κῦρος μὲν γὰρ ὁ Καμβύσου τῆς αἰχμαλωσίας ἀνῆκε τὸν Ἰσραὴλ, τὴν ἀλαζόνα καὶ θεομισῆ βασιλείαν καθελὼν, φημὶ δὲ δὴ τὴν Χαλδαίων. ἐξεικονσμὸς δὲ ἄρα καὶ ὑποτύπωσις τὸ δρώμενον ἦν τῶν διὰ Χριστοῦ κατωρθωμένων· ὃς πᾶσαν τὴν ἀνθρωπότητα δορίληπτον ὥσπερ εὑρὼν, καὶ ὑπὸ χεῖρα κάμνουσαν τὴν τυραννικήν· βεβασίλευκε γὰρ ὥσπερ ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ σατανᾶς· ἀπἔφηνε μὲν ἐλευθέρους δεσμῶν τε καὶ πόνων, καὶ αὐτῆς δὲ τῆς ἐκτόπου δουλείας ἀνεὶς, ἀνεκόμισεν ὥσπερ εἰς τὴν ἁγίαν πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλήμ. γεγόναμεν γὰρ, κατὰ τὸ γεγραμμένον, συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ “Θεοῦ καὶ πατρίδα λοιπὸν ἐπεγραψάμεθα τὸν οὐρανόν. κατατεθηπὼς δὴ οὖν ὁ Προφήτης τοῦ μυστηρίου τὴν δύναμιν, καὶ τὴν ἄφραστόν τε καὶ θεοπρεπῆ τῆς μετὰ σαρκὸς ἐπιδημίας τοῦ Μονογενοῦς οἰκονομίαν ὑπεραγάμενος, ποιεῖται τὴν προσευχὴν, ὡς ἐν ᾠδῆς τρόπῳ, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ φωνῆς τοῦ Δαυείδ “Ἡ γλῶσσά μου μελετήσει τὴν “δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.”
Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, κω ἐφοβήθην, κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.
Νοοῖτο δ’ ἂν ὁ λόγος καὶ πρὸς αὐτὸν, εἴπερ ἕλοιτό τις, γεγονὼς τὸν τῶν ὅλων Πατέρα καὶ Θεὸν, ὡς ἀποκαλύπτοντα τὸν Υίὸν, ἀκοήν τε τὴν περὶ αὐτοῦ διατρανοῦντα διὰ τοῦ Πνεύματος· ἢ καὶ πρὸς αὐτὸν εἰκότως τὸν ἐνανθρωπήσαντα Λόγον. καὶ εἰ μέν τις λέγοι πρὸς τὸν Πατέρα γενέσθαι τυχὸν, τοιόνδε τι συνήσομεν Ὠ τῶν ὅλων Δέσποτα, φησὶ, τὴν δοθεῖσαν ἀποκάλυψιν, ἤγουν ἀκοὴν τὴν περὶ τοῦ σοῦ γεννήματος κατατέθηπά τοι· φρικτὰ γάρ ἐστι, καὶ πέρα λόγου τὰ διηγήματα, καὶ τῆς οἰκονομίας ὁ τρόπος παντὸς ἃν εἴη λοιπὸν ἐπέκεινα νοῦ· εἰ δὲ δὴ λεπτὸν ἐνιεὶς τῆς καρδίας τὸν ὀφθαλμὸν τὴν τῶν σῶν ἔργων καταθρήσαιμι δύναμιν, ἔκστασις ἔσται τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. βλέποντος δὲ 2 τοῦ λόγου πρὸς τὸν Υἱὸν, οὐδὲν ἧττον προσβαλοῦμεν κατὰ τοιόνδε τινὰ τρόπον Ὦ κύριε καὶ κατάρχων τῶν ὅλων, κἂν εἰ καὶ γένονας σὰρξ, τὴν περὶ σοῦ δεξάμενος ἀκοὴν, ἤγουν ἄκουσμά τε καὶ ἀποκάλυψιν, εἰς δέος ἐμπέπτωκα. καταπέπληγμαι δὲ, καὶ σφόδρα εἰκότως, τὴν τοῦ πράγματος ὑπερβολήν. μανθάνω γὰρ, ὅτι ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν ὁτιοῦν ὑπάρχων τῷ γεγεννηκότι, σαυτὸν μὲν καθήσεις εἰς ἑκούσιον κένωσιν, γενήσῃ δὲ καθ’ ἡμᾶς ἄνθρωπος ἐκ γυναικὸς, καὶ τὴν τῆς δουλείας ἀνατλήσῃ μορφὴν, καὶ Θεὸν μεθ’ ἡμῶν ἐπιγράψῃ τὸν σεαυτοῦ Πατέρα, ὑπήκοος δὲ γενήσῃ, καὶ “μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. εἰσακήκοα τοίνυν τὴν ἀκοην σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργω σου καὶ ἐξέστην. εὐηγγελίσω γὰρ τυφλοῖς ἀνάβλεψιν, ἐκήρυξας αἰχμαλώτοις ἄφεσιν, ἰάσω τοὺς συντετριμμένους τὴν καρδίαν, ἐπέστρεψας τὸ πλανώμενον, κατέδησας τὸ συντετριμμένον, φῶς γέγονας τοῖς ἐν σκότει, θύρα καὶ ὁδὸς εἰς ζωὴν καὶ ἁγιασμὸν, γέγονας εἰρήνη, συνείρων διὰ τῆς πίστεως εἰς ἕνα λαὸν τούς τε ἐκ περιτομῆς, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν, γέγονας “λίθος ἀκρογωνιαῖος, ἐκλεκτὸς, ἔντιμος·” κατεκτήσω τὴν οἰκουμένην τῷ Θεῷ καὶ Πατρὶ, ἠλευθέρωσας ἁμαρτιῶν τοὺς ἐξ ἀσθενείας ἑαλωκότας, ἐξείλου χειρὸς διαβολικῆς, τῇ τῆς υἱοθεσίας χάριτι κατελαμπρύνθη τὸ δοῦλον, οὐρανοῦ πολίτης ὁ ἐκ γῆς γέγονεν ἄνθρωπος· ἀξιάκουστον δὲ πρὸς τούτοις κἀκεῖνο, οἶμαί που· ὁ γὰρ πάντα ζωογονῶν, ὑπομεμένηκας μεθ’ ἡμῶν τὸν τῆς σαρκὸς θάνατον. πλὴν γέγονας “πρωτοτοκος ἐκ νεκρῶν, καὶ ἀπαρχὴ των κεκοιμημένων, μένων, καὶ πρωτόλειον ἀνθρωπότητος ἀνακομισθείσης εἰς ἀφθαρσίαν. ἀνεβίως γὰρ ὡς Θεὸς, τὸ σκληρὸν καὶ δυσάντητον c πατήσας θηρίον, τουτέστι τὸν θάνατον, παρέλυσας τῆς ἀρχαίας ἀρᾶς ἐκείνης τὴν δύναμιν. πέπαυται δὲ ἐν σοί τε καὶ διὰ σοῦ τό “Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,” καθ’ ἡμῶν εἰρημένον.
Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.
Κατὰ διαφόρους τρόπους ἡρμήνευται τοῦτό τισι. καὶ ὁ μὲν ἔφη, δύο κεκλῆσθαι ζῷα τὸ Πνεῦμα καὶ τὸν Υἱὸν, ὧν καὶ ἐν μέσῳ γινώσκεσθαι τὸν Θεὸν καὶ Πατέρα. ἀμαθὲς οἶμαι τὸ τῇδε νοεῖν, καὶ πολὺ τὸ εὔηθες ἔχον. τίς γὰρ ὁ φάναι τολμῶν, ὅτι ζωόν ἐστιν ἡ ζωὴ, τουτέστιν, ὁ Υἱὸς ἤτοι τὸ Πνεῦμα τὸ Ἅγιον; ζωὴ γὰρ μᾶλλον τὸ ζωοποιοῦν, ζῷον δὲ δὴ τὸ τῆς παρ’ ἑτέρου μέτεχον ζωῆς. ἄτοπον δὲ καὶ ἑτέρως μέσον ὥσπερ ἀμφοῖν νοεῖσθαι τὸν Πατέρα, ὅς γε καὶ πρῶτος ὀνομάζεται κατά γε τὴν σύνταξιν τῆς ὁμολογίας τῆς ἁγίας τε καὶ ὁμοουσίου τριάδος. καὶ οὐ δήπου φαμὲν, ὡς προτεταγμένος κατὰ τὴν κλῆσιν τοῦ τε Υἱοῦ καὶ τοῦ Πνεύματος, προὐφέστηκεν αὐτῶν· λῆρος γὰρ τοῦτο καὶ ψευδοέπεια· διακείμεθα δὲ μᾶλλον καὶ πεπιστεύκαμεν, ὅτι καὶ συναΐδιον ἔχει τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, καὶ ἦν, ὅ ἐστιν, οὐ δίχα τοῦ ἰδίου Πνεύματος, ἀλλ’ ἅμα τε Θεὸς νοεῖται ὁ Πατὴρ, καὶ συνεισβέβηκεν εὐθὺς ἡ ὕπαρξις τοῦ δι’ ὅν ἐστι Πατὴρ, καὶ αὐτὸ δὲ τὸ θεῖον αὐτοῦ καὶ ἅγιον νεῦμα. ἐπειδὴ δὲ πηγή τις ὥσπερ ἐστὶ τοῦ ἰδίου γεννήμάτος, οἰκονομικῶς προωνόμασται. ὅπως οὖν ἔσται μέσος Υἱοῦ καὶ νεύματος, ἐννοεῖν οὐκ ἔχω. ἀλλ’ ἐροῦσιν ἴσως, κατά γε τὸ εἰκὸς, ὡς ἐν τόπῳ χρῆναι νοεῖσθαι τὸ μέσον. ἀλλὰ καὶ τοῦτο ἄτοπον. οὐ γὰρ ἐν τόπῳ τὸ θεῖον, ὅτι μήτε ἐν ποσῷ, μήτε μὴν κατὰ σῶμά ἐστιν.
Ἕτεροι δὲ αὖ δύο ζῷα εἰρήκασι, τήν τε νέαν καὶ τὴν παλαιὰν διαθήκην, ὧν ἐν μέσῳ γινώσκεται ὁ χριστός. ἐν δὲ τοῖς τοιούτοις θεωρήμασιν οἶμον ἴτω τις, ἢν ἂν βούλοιτο καθ’ ἑαυτόν· ἡμεῖς δὲ ἅπαξ τὸν λόγον εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον περιτρέποντες, νομικὴν ποιησόμεθα τὴν τῶν νοημάτων ἀφήγησιν. γέγονε τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἱλαστήριον διὰ τῆς πίστεως· ἐδόκει γὰρ ὧδε φρονεῖν τε καὶ λέγειν καὶ τῷ θεσπεσίῳ Παύλῳ· ἀπηλλάγμεθα γὰρ δι’ αὐτοῦ παντὸς αἰτιάματος, ἵλεώ τε καὶ εὐάντητον ἐσχήκαμεν τὸν Πατέρα. καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης “Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁ,αρτάμξτε. “καὶ ἐάν τις δὲ ἁμάρτη, παράκλητον ἔχομεν πρὸς τὸν Πα- “τέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι “περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, “ἁλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.’ ἐπειδὴ δὲ ἦσαν τύποι τῶν ἐσομένων κατὰ ἀλήθειαν τὰ πάλαι δι’ αἰνιγμάτων ἀνατυπούμενα, φέρε τι λέγωμεν τὸν ἐν τῆ ἁγίᾳ σκηνῇ γεγονότα παρὰ τοῦ Πατρὸς ἱλαστήριον δεικνύοντες τὸν Υἱόν. προστέταχε τοίνυν ὁ τῶν ὅλων Θεὸς κιβωτὸν γενέσθαι καὶ Exod. λυχνίαν, καὶ μέντοι καὶ τράπεζαν ἐν τῇ ἁγίᾳ σκηνῇ· εἶτα πρὸς τούτοις ἱλαστήριον ἐκ χρυσοῦ καὶ πορφύρας καὶ βύσσου κεκλωσμένης καὶ κοκκίνου διανενησμένου, καὶ τοῦτο ἐπὶ τεσσάρων αἰρόμενον στύλων ἐπεκρέματο τῆ ἁγίᾳ κιβωτῷ· d εἶτα δύο Χερουβὶμ εἰς δεξιόν τε καὶ εὐώνυμον ἐκ χρυσοῦ πεποιημένα περιειστήκει τὸ ἱλαστήριον, τὰ πρόσωπα πρὸς αὐτὸ συντείνοντα. αἴνιγμα ’δε ἢν τὸ χρῆμα πάλιν μυστηρίου τοῦ κατὰ Χριστόν. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, καίτοι Θεὸς καὶ κύριος τῶν ὅλων ὑπάρχων, ὡς ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνὼς κατὰ φύσιν. ἀλλ’ εἰ καὶ γέγονε σὰρξ, καὶ τέθειται παρὰ τοῦ Πατρὸς ἱλαστήριον, οὐκ ἀποβέβληκεν ὅπερ ἦν, τουτέστι, τὸ εἶναι Θεός· ἀλλ’ ἔστι καὶ οὕτως ἐν ἐξουσίᾳ καὶ δόξῃ τῇ θεοπρεπεῖ, καὶ πάλιν αὐτὸν περιεστᾶσιν αἱ ἄνω δυνάμεις, τὰς αὐταῖς συντεταγμένας ἀποπεραίνουσαι λειτουργίας. ταύτῃτοι τὰ Χερουβὶμ περιεστᾶσι τὸ ἱλαστήριον, καὶ πρὸς αὐτὸ βλέπουσι διὰ παντός. ἔθος γὰρ ταῖς ἄνω δυνάμεσιν, ἁγίαις οὔσαις καὶ πανάγνοις, ἀεὶ κατασκέπτεσθαι τὰ Θεοῦ, καὶ εἰς αὐτὸν βλέπειν, καὶ εἰς τὰ αὐτῶ δοκοῦντα καὶ φίλα τετράφθαι διὰ παντός. γνωσθήση δὴ οὖν, ὦ Δέσποτα, φησὶ, τίς ἔσῃ, καθ’ ἡμᾶς γεγονώς· ὅτι γὰρ ἱλαστήριον, ὡς ἐκ παραδείγματος τοῦ ἐν τῆ ἁγίᾳ σκηνῇ, γνωσθήσῃ σαφῶς. ἕστηκας γὰρ ἐν μέσῳ δύο ζῴων, τουτέστι, τῶν Χερουβὶμ, καὶ ὄνομά σοι, τὸ ἱλαστήριον. καὶ ἀληθὴς ὁ λόγος· ὡς γὰρ αὐτός φησιν ὁ Χριστός “Οὐκ ἀπέστειλεν ὁ Πατὴρ “τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον· ἀλλ’ ἵνα “σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.” Ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ἐπιγνωσθήσῃ· έν τῷ παρεῖναι τὸ καιρόν ἀναδειχθήσῃ. Προκεχρησμῴδηκε μὲν ὁ νόμος τὸ Χριστοῦ μυστήριον· καὶ μὴν καὶ ὁ τῶν ἁγίων προφητῶν προανεκεκράγει χορός· συμβάλλοντες δὲ χρησίμως τοῖς πάλαι περὶ αὐτοῦ γεγραμμένοις τὰ ἐν καιρῷ τῆς ἐπιδημίας συμβεβηκότα τε καὶ κατωρθωμένα, βεβαιοτέρους ἡμᾶς εἰς τὴν ἐπ’ αὐτῷ πίστιν προκαθιστᾶσιν οἱ μυσταγωγοὶ ποικίλως, καὶ αὐτοὺς δὲ πλειστάκις εὑρήσομεν τὸν οἰκεῖον ἐντεῦθεν ἐμπεδοῦντας νοῦν· ὁποῖον ἐστὶν ἐκεῖνο τὸ διὰ φωνῆς εὐαγγελιστῶν. ἐκβέβληκε μὲν γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τοὺς βόας, καὶ τὰς τραπέζας ἀνέτρεψε τῶν κολλυβιστῶν, “Καὶ ποιήσας φραγέλλιον “ἐκ σχοινίων πάντας ἐξέβαλε, λέγων Μῆ ποιεῖτε ’τον “τοῦ Πατρός μου οἶκον ἐμπορίου·” καὶ τί τὸ ἐντεῦθεν; “Ἐμνήσθησαν, φησὶν, οἱ μαθηταὶ αὐτοῦ, ὅτι ἦν γεγραμ- “μένον Ό ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.” οἰηθέντι ’δε ποτε τῷ Ἰωσὴφ τὴν μνηστευθεῖσαν αὐτῷ διεφθάρθαι παρθένον, ἐθέλοντί τε λάθρα ἀπολῦσαι αὐτὴν, “Ὤφθη, φησὶν, “ἄγγελος κυρίου κατ’ ὄναρ λέγων Ἰωσὴφ υἱὸς Δαυεὶδ, μὴ “φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ “ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν Ἁγίου. τέξεται δὲ “υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ “σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ. εἶτα λόγιον ἱερὸν παρεκόμιζε πρὸς πληροφορίαν· ἔφη γὰρ πάλιν ὡδί “τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ “τοῦ προφήτου λέγοντος Ἴδου ἡ παρθένος ἐν γαστρὶ ἕξει “καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ- “μανουήλ.” εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν Ἐμμανουὴλ ἐκ τῶν τοῖς προφήταις προεπηγγελμένων τὴν ἐφ’ ἑαυτῷ κρατύνοντα πίστιν, ἀξιοῦντά τε δι’ αὐτῶν ἤδη τῶν πραγμάτων ἐπιγινώσκεσθαι, καὶ τοῖς ἤδη προειρημένοις τὴν τῶν ἀποτελεσμάτων συμφέροντας ἔκβασιν, ἐνδοιάζειν οὐδαμῶς ὡς αὐτὸς εἴη λοιπὸν, ὁ διὰ νόμου καὶ προφητῶν προκεκηρυγμένος. ἧκον μὲν γὰρ πρὸς αὐτόν τινες τῶν Ἰωάννου μαθητῶν, φιλοπευστοῦντες καὶ λέγοντες “Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἧμας λέγων Σὺ εἰ ο ἐρχόμενος ἢ ἕτερον ὁ δὲ, καίτοι λέγειν ἐξόν Ἐγὼ καὶ οὐχ ἕτερος, ἐπὶ τὴν ἀρχαίαν αὐτοὺς ἀναπείθει προάγγελσιν ἀναφοιτῆσαι λέγων “Πορευ- “θέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ “ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ “κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελί- “ζονται, καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν “ἐμοί.” ἀτρεκὲς οὖν ὅτι, καθά φησιν ὁ Προφήτης, ἐν τῷ εγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, καὶ ὅτι κατὰ καιροὺς τοὺς πάλαι προωρισμένους ὡς ἐν θελήσει τε καὶ βουλῇ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀνεδείχθη Χριστός. ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς ἐπέφανεν ἡμῖν, ἐπεγνώσθη τε καὶ ὡμολόγηται, καθάπερ ἀμέλει καὶ πρό γε τῶν ἄλλων ὁ Ναθαναὴλ ἀνακεκράγει λέγων “Ῥαββὶ σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ “Ισραήλ.” ἐπεγνώσθη δὴ οὖν ἐν τῷ ἐγγίζειν τ‘ὶ ἔτη, τουτέστιν, ὡς ἐν τῶ καιρῷ τῆς μετὰ σαρκὸς οἰκονομίας. ἐπεγνώσθη τε παρά τε ἁγίων καὶ ἁπάσης ἤδη λοιπὸν τῆς ὑπ’ οὐρανόν. ἐγνώκαμεν γὰρ τὸν ἐν μέσῳ δύο ζῴων, ἱλαστήριον ὡς ἐν αἰνίγμασι νομικοῖς προανατυπούμενον, τουτέστι, Χρἴστον.
Ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἑ ὄρω ἐλέους μνησθήσῃ.
Προσκέκρουκεν ἡ ἀνθρώπου φύσις τῷ Δημιουργῷ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὃς ὀλίγου παντελῶς ἠξίωσε λόγου τὴν δοθεῖσαν ἐντολήν. τοιγάρτοι καὶ τεταράγμεθα καὶ διολώλαμεν, ἀρᾷ καὶ δίκη περιπεσόντες οἱ δείλαιοι, καὶ θανάτῳ κεκρατήμεθα παροργισθέντος Θεοῦ· ἤκουε γὰρ ὁ προπάτωρ Ἀδὰμ, ὡς ῥίζα τοῦ γένους “Γῆ εἶ, καὶ εἰς γῆν “ἀπελεύσῃ.” πλὴν οὐ μέχρι παντὸς περιεῖδεν ἡμᾶς ὁ Δημιουργὸς, ἀλλὰ κατηλέησεν ὡς Θεός. εἰ γὰρ καὶ “Κατέπιεν “ὁ θάνατος ἰσχύσας” κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀλλὰ “πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· “τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς.” κατήργηται γὰρ ἐν Χριστῷ τοῦ θανάτου τὸ κράτος, ἀνῃρημένης τῆς ἁμαρτίας, ἐφ’ ἧ καὶ ὠνειδίσμεθα· “Κύριος γὰρ ἐμνήσθη “ἡμῶν, καὶ ἠλέησεν ἡμᾶς,” καθὰ καὶ ὁ θεσπέσιος ἀναμέλπει Δαυείδ. ἀνεκόμισε γὰρ ἡμᾶς εἰς ἀφθαρσίαν καὶ ζωὴν, καίτοι τεταραγμένους, καθάπερ ἔφην ἀρτίως, ἀπό γε τῆς θείας ὀργῆς, ὡς καὶ ἐν ἐκλείψει γενέσθαι τοῦ Πνεύματος, τουτέστιν, ἐν ἀποθέσει τε καὶ ἀποβολῆ τῆς ψυχῆς· πράττεται γὰρ οὕτως ἐν ἡμῖν ὁ θάνατος. ὅτι δὲ καταδεδικάσμεθα μὲν τῷ θανάτῳ προσκεκρουκότες Θεῷ, σεσώσμεθα δὲ πάλιν ἠλεημένοι, πιστώσεται λέγων ὁ μακάριος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Δημιουργόν “Ἀποστρέψαντος δὲ σοῦ τὸ πρό- σωπον ταραχθησονται, καὶ εἰς τὸν χοῦν αὐτῶν επιστρεψου- “σιν. ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ “ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. πεπονθότες μὲν γὰρ τὴν ἀποστροφὴν διὰ τὴν ἐν ἀδὰμ παράβασιν, ὑπεστρέψαμεν εἰς τὸν χοῦν ἐξ οὗπερ καὶ γεγόναμεν. ἐπειδὴ δὲ πάλιν ἐν Χριστῷ καὶ διὰ Χριστοῦ τὸ θεῖον πεπλουτήκαμεν Πνεῦμα, τῆς αὐτοῦ φύσεως γεγονότες μέτοχοι, κατὰ τὰς γραφὰς, ἀνεστοιχειώμεθα πρὸς τὸ ἐν ἀρχαῖς, καὶ κεκαινουργήμεθα καὶ σεσώσμεθα. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ αὐτὸς ἡμῖν ὁ θεῖος γέγραφε Παῦλος, ὅτι πάντα τὰ “ἐν Χριστῷ καινὴ κτίσις, “καὶ τὰ ἀρχαῖα παρῆλθε, ἰδοὺ γέγονε τὰ πάντα καινά. οὐκοῦν τεταράγμεθα μὲν ἐξ ἀρχῆς, τὰ ἐκ τῆς θείας ἀνατλάντες ὀργῆς. ἐπειδὴ δὲ ἐγγιζόντων τῶν ἐτῶν ἐπεγνώσθη Χριστὸς, ἀνεδείχθη δὲ κατὰ τοὺς πάλαι προωρισμένους καιῥοῦς, ἐμνήσθη λοιπὸν ἐλέους. δεδικαιώμεθα γὰρ οὐκ “ἐξ “εργων νομου, κατα τὰς γραφὰς, ἀλλ’ οὐδὲ ἐξ ἔργων τῶν “ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ “αὐτοῦ ἔλεος.”
Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους φαρὰμ λατασλόπθ δασέως.
Διττὴν ἔχει θεωρίαν τῶν προκειμένων ὁ νοῦς, καὶ δὴ ἐροῦμεν τὰ ἐπ’ αὐτοῖς ὡς ἔνι· ἑρμηνεύεται γὰρ Θαιμαν ὁ νότος· ἔστι δὲ νοτιωτάτη λίαν ἡ ἔρημος Φαρὰν, οὗ καὶ ὁ χωρὴβ ὄρος εἶναι λέγεται, ἔνθα παρέστησεν ὁ Μωυσῆς τῷ Θεῷ τοὺς ἐξ Ἰσραὴλ τῶν πρακτέων τοὺς ὁριστὰς ὁρίζοντι νόμους. οὐκοῦν μίαν μὲν τοῖς προκειμένοις ἐφαρμόζοντες ἔννοιαν, ἐκεῖνό φαμεν· ἥξει φησὶν ὁ Θεὸς ἐκ Θαιμὰν, ἐξ ὄρους θαρὰν Φαρὰν ἤτοι Χωρὴβ, τουτέστιν, ὁ πάλαι κατὰ ἔρημον ἐν τῷ ὄρει Χωρὴβ ὀφθεὶς τοῖς πατράσιν ἐν εἴδει πυρὸς, αὐτὸς ὁ πάλαι λαλήσας τὸν νόμον, ἥξει, καὶ μετὰ σαρκὸς ὀφθήσεται καθ’ ἡμᾶς, ἐν τάξει προφήτου καὶ μεσίαὐτῆς του· καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωυσῆς, πρὸς ὂν εἴρηται παρὰ Θεοῦ “Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν “ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς “τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν “ἐντείλωμαι αὐτῷ.’’ εἰ δὲ δὴ βούλοιτό τις τοῖς γεγραμμένοις προσβαλεῖν καὶ καθ’ ἕτερον τρόπον, ἐστι καὶ οὕτως. Θαιμὰν, ὡς ἔφην, τὴν νοτιωτάτην ἔρημον ἀπεκάλουν. φασὶ τοιγαροῦν ἐν τοῖς ὅτι μάλιστα νοτιωτάτοις τῆς Ἰουδαίας μέρεσι κεῖσθαι τὴν Βηθλεὲμ, ἐν ἧ ὁ χριστὸς γεγέννηται· εἴρηται γάρ που πρὸς αὐτὴν διὰ φωνῆς προφήτου “Καὶ σὺ “Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν “χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὃς ποι- “μανεῖ ’τον λαὸν μου ’τον Ἰσραὴλ. οὔκουν ὁ Θεὸς ἑκ Θαιμαν ἥζει, τουτέστιν, ἐκ Βηθλεὲμ τῆς πρὸς νότον. ὁ γὰρ φύσει τε καὶ ἀληθῶς Θεὸς ὁ Μονογενὴς τοῦ Πατρὸς Λόγος καθ’ ἡμᾶς γεγονὼς, γεγέννηται διὰ γυναικὸς ἐν τῆ Βηθλεέμ. ἐπειδὴ δὲ ἔθος τῇ θείᾳ γραφῆ, τοῖς τῶν ὀρέων περιφανεστέροις ἔσθ ὅτε τὴν τῶν Ἰουδαίων παρεικάζειν Συναγωγὴν, διάτοι τὸ πλείστοις τε ὅσοις καὶ εὐκλεεστάτοις ἀνδράσιν ὁρᾶσθαι κατάκομον, ταύτῃτοι καὶ νῦν τῷ ὄρει φαρὰν ἐξομοιοῖ, λέγων, ὡς ἐξ ὄρους ἥξει κατασκίου δασέος· κατάσκιον δὲ καὶ δασὺ τὸ ὄρος φησὶ διὰ τοὺς πατέρας ἐξ ὧν γενεαλογεῖται χριστός. ἐστι γοῦν ἀκοῦσαι σαφῶς τοῦ μὲν μακαρίου Λουκᾶ τὸν τῆς γενεαλογίας ἐκλογισμὸν ἀναφέροντος ἐξ Ἰωσὴφ ἐπὶ τὸν Ἀδὰμ, Ματθαίου γεμὴν ἐκ Δαυείδ τε καὶ Ἀβραὰμ κατα- κομίζοντος πάλιν στοιχηδὸν, ὡς ἔφην, ἔπι ’τον Ἰωσὴφ. opos οὖν δασὺ καὶ κατάσκιον ἡ Συναγωγὴ, πολλοὺς ἐνεγκοῦσα κατὰ καιρὸν τοὺς ἐξ ὧν ἀνέφυ χριστός. ὅτι γάρ ἐστιν ἐξ Ἰουδαίων, πῶς ἔστιν ἀμφιβάλλειν; γεγέννηται γὰρ ἐξ αἵματος Ἀβραὰμ καὶ Δαυεὶδ, κατά γε τὴν σάρκα φημὶ, καὶ αὐτὸς δέ που φησὶ περὶ ἑαυτοῦ “Ὅτι ἡ σωτηρία ἐκ τῶν “Ἰουδαίων ἐστίν.’’
Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τὴς αἰνέσεως πληρης ἡ τῆ.
Γέγονε μὲν γὰρ ἱλαστήριον διὰ πίστεως τοῖς ἐπὶ τῆς γῆς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ὅτε πέφηνε καθ’ ἡμᾶς καὶ ἐν δούλου μορφῇ, τουτέστιν, ἄνθρωπος. ἔδοξε δέ πὼς ταύτης ἕνεκα τῆς αἰτίας καὶ αὐτῶν μειονεκτεῖσθαι τῶν ἁγίων ἀγγέλων, καὶ τῆς ἐκείνων εὐκλείας ἰέναι κατόπιν· ἀλλ’ ἦν ἀνωτάτω πάλιν ὡς Θεός. καὶ πιστώσεται λέγων ὁ σοφώτατὸς Παῦλος “τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττω- “μένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξη “καὶ τιμῇ ἐστεφανωμένον.” ἐπειδὴ γὰρ γέγονεν “ὑπήκοος “μέχρι θανάτου, θανάτου δὲ σταυροῦ ταύτῃτοι· καθὰ γέγραφε πάλιν ὁ αὐτός· “ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ “ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ “ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων “καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι “Κύριος Ἰησοῦς χριστὸς εἰς δόξαν Θεοῦ πατρός δὴ οὖν ὁ Προφήτης λέγων Ἐκαλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνεσεως αὐτοῦ πλήρης ἡ γῆ. οἱ μὲν γὰρ τὴν ἁγίαν οἰκοῦντες πόλιν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτώμενοι, “Πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστῶ “λόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν· ὁ δὲ τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις· καὶ οὐδενὶ μὲν ἐκείνων εἴρηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός “Υἱός μου εἶ σὺ,’’ τὸν δὲ καὶ Υἱὸν ὁμολογεῖ καὶ ἀγαπητὸν ὀνομάζει, καὶ σύνεδρον ἔχει συνυμνούμενόν τε καὶ συμπροσκυνούμενον. ἔφη γὰρ πάλιν ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ “Ὅταν δὲ πάλιν “εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει καὶ “προσκυνησάτωσαν αὐτῶ πάντες ἄγγελοι Θεοῦ. οὐκοῦν κἂν εἰ γέγονεν ἱλαστήριον κατηγμένος εἰς ἀνθρωπότητα δι ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ ὑπὲρ πᾶσαν κτίσιν, ὁρατὴν δὴ λέγω καὶ ἀόρατον. καλύπτει γὰρ οὕτως οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔσται δὲ πλήρης καὶ ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ. τοῦτο καὶ αὐτὰ διακέκραγεν ἐναργῶς τὰ ἅγια Σεραφὶμ, τὸν θεῖον αὐτοῦ περιεστῶτα θρόνον, καὶ ταῖς εὐφημίαις ὡς κύριον Σαβαὼθ καὶ τῶν ὅλων Θεὸν εὖ μάλα καταγεραίροντα· πλήρη γὰρ φάσκουσι τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο λέγειν, ὅτι μεγάλη καὶ ὑπερτελὴς ἡ ἀρετὴ τοῦ χριστοῦ, ὡς καὶ αὐτοὺς καλύψαι τοὺς οὐρανοὺς, εἰ ἐν μεγέθει νοοῖτο μετρητῷ, πιθανὸν εἰσδέξεται νοῦν· ἔφη γάρ που καὶ ὁ μακάριος Δαυείδ “Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεος σου, καὶ ἡ “ἀλήθειά σου ἕως τῶν νεφελῶν,’’ τὸ τῆς χρηστότητος ἐπηρμένον καὶ τῆς ἀληθείας τὴν ὑπεροχὴν ὡς ἐν ποσότητι τῆ κατὰ σῶμα καὶ κατὰ τόπους σημαίνων.
Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται.
Ὅτι φωτιῶν ἀφίκηται τοὺς ἐν σκότει τὸ διὰ πίστεως ἱλαστήριον, τουτέστι, χριστὸς, σαφὲς ἃν γένοιτο καὶ διὰ φωνῆς τῶν ἁγίων προφητῶν. ὁ μὲν γὰρ ἔφασκε “Χώρα “Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν “λίαν κατοικοῦντες Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθή- “μένος ἐν σκότει, εἶδε φῶς μέγα·’’ ὁ δὲ “Φωτίζου, φωτίζου “Ἰερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς καὶ ἡ δόξα κυρίου ἐπὶ “σὲ ἀνατέταλκε,’’ μεμαρτύρηκε δὲ καὶ αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ οὕτω λέγων “Διὰ Σιῶν οὐ σιωπήσομαι, καὶ διὰ “Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιο- “σύνῃ μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.” δικαιοσύνη γὰρ καὶ σωτήριον ὁ χριστὸς, “ὃς ἐγενήθη ἡμῖν “σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύ- “τρωσις,’’ κατὰ τὰς γραφάς. οὐκοῦν οἷαπερ ἐν σκότει βαδίζουσι λαμπὰς ἡμῖν ἀνεδείχθη ὁ χριστὸς, διὰ παιδεύσεως εὐαγγελικῆς τῆς ἀρχαίας ἐκείνης ἀπαλλάττων ἀχλύος, ἢν ταῖς ἡμετέραις διανοίαις ἐνιεὶς ὁ πάντων ἐχθρὸς, καταθρεῖν οὐκ ἠφίει τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, οὔτε μὴν τὴν τῆς εὐσεβείας καὶ ζωῆς κατασκέπτεσθαι τρίβον. τὸ τοίνυν φέγγος, ὅπερ ἡμῖν ἔδειξεν ὁ χριστὸς, ὡς φῶς ἔσται, τουέστιν, οὐκ ἀμυδρὸν οὐδὲ οἷον ἀσθενὲς, καθάπερ ἀμέλει τὸ διὰ Μωυσέως· ἐν αἰνίγμασι γὰρ καὶ σκιαῖς ὁ νόμος· ἀλλ’ ὡς φῶς καθαρὸν καὶ ἀμιγὲς ἀχλύος, καὶ εἰς νοῦν καὶ καρδίαν εἰσδυόμενον, καὶ τὴν νοητὴν ἡμῖν ἐναστράπτον αὐγὴν, καὶ τὴν τῆς ἀκιβδήλου γνώσεως ἐνοικίζον ἀκτῖνα.
Κέρατα ἑ χερσὶν αὐτοῦ.
Τὸ κέρας ἀεὶ λαμβάνεται παρὰ ταῖς θεοπνεύστοις γραφαῖς ἢ εἰς βασιλείαν καὶ δύναμιν, ἤγουν εἰς ὑπεροψίαν. καὶ τοῦτο διδάσκει ὁ μακάριος Δαυεὶδ λέγων “Εἰπα τοῖς παρανομοῦσι “Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι Μῆ ὑψοῦτε κέρας· “ μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ “τοῦ Θεοῦ ἀδικίαν.’’ “ὑπέρογκα γὰρ ματαιότητος ῥήματα “φθεγγόμενοί’’ τινες, κατὰ τὸ γεγραμμένον, ἀδικίαν κατὰ Ps. τοῦ Θεοῦ λαλοῦσι, τῶν περὶ αὐτοῦ δογμάτων παρασημαίνοντες τὴν ὀρθότητα, ἢ καὶ καθ’ ἕτερον ὁντινοῦν περιυβρίζοντες τρόπον.
Δυνάμεως δὲ σημαντικὸν τὸ κέρας, ὅταν λέγηται περὶ τοῦ Θεοῦ καὶ πατρὸς ἀναδείξαντος ἡμῖν τὸν Υἱόν· “ἤγειρε κέρας “σωτηρίας ἡμῖν,’’ καὶ πάλιν “Τὸ κέρας αὐτοῦ ὑψωθήσεται “ἐν δόξῃ.” ἐν εὐκλείᾳ δὲ πάντα τὰ ἐν δυνάμει Χριστοῦ παραδόξως κατωρθωμένα. ἀφῖκται δὴ οὖν ὁ Μονογενὴς ἐν εἴδει μὲν τῷ καθ’ ἡμᾶς, καὶ ὅσον ἧκεν εἰς σάρκα καὶ ἀνθρωπότητα, τῆς ἐν ἡμῖν ἀσθενείας ὑπομένων τὴν δόκησιν· πλὴν ἐν χερσὶν ὡς Θεὸς ἔχων πάντα τὰ δέρατα, τουτέστι, τὰς βασιλείας, κατὰ πᾶσαν τὴν δύναμιν τῶν ἀντικειμένων ἐνεργειῶν. τὸ δὲ ἐν χερσὶν ὅταν λέγωμεν, τὸ ἐν ἐξουσίᾳ λέγομεν. καὶ γοῦν πρὸς Θεὸν δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς, “Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.’’ ὅτι δὲ ὑπενήνεκ- τᾶι τῷ Χριστῷ πᾶσα δύναμις διαβολικὴ, καὶ τὰ κέατα, τουτέστιν, αἱ κατὰ πόλεις τε καὶ χώρας τῶν ἀκαθάρτων πνευμάτων τυραννίδες· διεμερίσαντο γὰρ τὴν σύ σύμπάσαν γῆν· πῶς ἂν ἐνδοιάσειέ τις; τὰ μὲν γὰρ ἐπ’ ἐξουσίᾳ τῶν ἀνθρώπων ἐξήλαυνε, τὰ δὲ προσῄεσαν “καὶ παρεκάλουν “αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.’’ γέγραπται γὰρ οὕτως παρὰ τοῖς ἁγίοις Εὐαγγελισταῖς. ὅτι δὲ τῆς καθ’ ἡμῶν τυραννίδος καὶ αὐτὸν ἀπεσόβησε τὸν τῶν ἀκαθάρτων πνευμάτων ἐπιστάτην, τουτέστι τὸν σατανᾶν, ἀκονιτὶ καταθρήσομεν, αὐτοῦ λέγοντος τοῦ Χριστοῦ “ Νῦν “κρίσις ἐστι του κόσμου τούτου· νυν ὁ ἄρχων του κόσμου “ἐκβληθήσεται ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς πάντας “ἑλκύσω πρὸς ἐμαυτόν.’’ οὐκοῦν κἂν εἰ γέγονεν ἄνθρωπος, ἀλλ’ οὖν ἐν χερσὶ, τουτέστιν ἐν ἐξουσίᾳ, τὰς τῶν ἀντικειμένων δυνάμεων ἔχει τυραννίδας ἤτοι βασιλείας ἤγουν καὶ δυνάμεις. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο νοεῖν ἀπεριεργότερον, ὡς ἐν χερσὶν ἔχει κερατα Χριστὸς, τουτέστιν, ἄμαχόν τε καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, καὶ οὓς ἃν ἕλοιτο τῶν ἐχθρῶν κεραίζουσαν εὐκόλως καὶ καταδῃοῦσαν εὐχερῶς, καὶ οἷον μόσχου δίκην ἀφορήτως ἐπιθρώσκουσαν, συνήσει πάλιν ὀρθῶς.
Καὶ ἔθετο ἀγάπησιν κραταιὰ ἰσχύος αὐτοῦ.
Δύο ταῦτα κατορθώσων ἀφίκετο Χριστὸς, καθελεῖν μὲν τοὺς δι’ ἐναντίας, οἳ πᾶσαν ἐπλάνησαν τὴν ὑπ’ οὐρανόν· ἀπεκόμισαν γὰρ τοῦ κτίσαντος Θεοῦ, τὴν αὐτῷ καὶ μόνω πρεπωδεστάτην κλέπτοντες δόξαν, καὶ ταῖς σφῶν αὐτῶν ἀνάπτοντες κεφαλαῖς· ἀνασώσειν δὲ τοὺς ἠπατημένους καὶ δυσδιάφυκτον ἀληθῶς ὑπομείναντας πλεονεξίαν. ἀλλ’ ὅτι μὲν τὰ ἐκείνων οἴχεται καὶ κατηφάνισται παντελῶς, ἐδίδαφεν εἰπών “κέρατα ἐν χερσὶν αὐτοῦ,’’ τὰ καταστρέφοντα δηλονότι τὰ ἐκείνων κράτη, καὶ οἷον ἐκκεραίζοντα τὴν ὑπεροψίαν. ὅτι δὲ ἔμελλεν ἀνασώζειν ἡμᾶς, προσαποδείκνυσι λέγων Ἔθετο ἀγάπησιν κραταιὰν ἰαύος αὐτοῦ. σεσώσμεθα γὰρ “οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν” αὐτοὶ, οὐκ ἐξ αὐχημάτων νομικῶν· τετελείωκε γὰρ ὁ νόμος οὐδένα. ἀλλ’ ἐξ ἡμερότητος τοῦ Θεοῦ καὶ Πατρὸς, κραταιὰν, τουτέστιν ἰσχυρὰν καὶ μεγάλην, θέντος τὴν ὑπὲρ ἡμῶν ἀγάπησιν τοῦ Υἱοῦ. “Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς καὶ Πατὴρ τὸν κόσμον, “ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ “πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.” σεσώσμεθα δὴ οὖν ἐξ ἀγάπης τοῦ Θεοῦ καὶ πατρὸς, καὶ μὴν καὶ αὐτοῦ τοῦ Υἱοῦ τὸν ὑπὲρ ἡμῶν ἀνατλάντος θάνατον. εἰ καὶ ἀνεβίω πάλιν, καταργήσας μὲν τὸ τῆς φθορᾶς κράτος, ἀποστήσας δὲ ἡμῶν τὴν ἁμαρτίαν. τοιγάρτοι καὶ ἔφασκε “Μείζονα ταύτης ἀγάπην οὐδεὶς ὦι, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.’’ κραταιὰ τοιγαροῦν ἀληθῶς ἡ ἀγάπησις τῆς ἰσχύος τοῦ Θεοῦ καὶ πατρὸς, δι’ ἧς καὶ θανάτου καὶ ἁμαρτίας καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξῃρήμεθα.
Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος.
Προβαδιεῖται, φησὶν, αὐτοῦ προάγγελσις καὶ προαναπτήσεται θρῦλος, καὶ πολὺς ἔσται λόγος περὶ αὐτοῦ. ἅμα τε γὰρ ἐκ τῆς ἁγίας παρθένου γεγέννηται Χριστὸς, καὶ ἧκον εὐθὺς ἀνατολῶν οἱ Μάγοι, μονονουχὶ καταγγέλλοντος αὐτοῖς τὴν γέννησιν οἰκονομικῶς τοῦ παραδόξως ὀφθέντος κατὰ τὸν οὐρανὸν ἀστέρος. ἐπειδὴ δὲ προβαίνοντος τοῦ καιροῦ καὶ σημείων ἤρξατο καὶ τῶν παραδόξων ἐργάτης εἶναι, τότε “ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ,” καθά φησιν ὁ εὐαγγελιστὴς, “εἰς ὅλην “τὴν Συρίαν.” ἄλλως τε καὶ διαβόητος γέγονεν ἐν πάσῃ ἀληθῶς τῇ ὑπ’ οὐρανόν. τίς γὰρ ἠγνόηκε τὴν δόξαν Χριστοῦ; ποῖον ἔθνος, ἢ χώρα τῆς ἐνούσης αὐτῷ ἰσχύος μεμένηκεν ἀνήκοον ἢ ἀπείρατον; ὡς γὰρ αὐτὸς ἔφη πάλιν, κεκήρυκται τὸ εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη, καὶ περιπεφοίτηκεν ἡλίου δίκην τὴν σύμπασαν γῆν ἡ τῶν παρ’ αὐτοῦ γεγονότων λαμπρότης.
Καὶ ἐξελεύσονται εἰς πεδία οἱ πόδες αὐτοῦ.
“Ομοιον ὡς εἰ λέγοι πάλιν Οὐδὲν ἄναντες αὐτῷ καὶ ἀνήνυτον· βαδιεῖται δὲ ὥσπερ ἐφ’ ἑκάστῳ πράγματι διὰ ψ.ιλῆς τε καὶ λείας ὁδοῦ. βάσιμα μὲν γὰρ καὶ εὐπόρευτα τῶν πεδίων τὰ ἐψιλωμένα· δυσχερῆ δὲ καὶ οὐχ ἱππήλατα τὰ εἰς γηλόφους ἀνεστηκότα. εὔκολα δὴ οὖν τὰ πάντα τῷ Χριστῷ καὶ ἢν ἃν βούλοιτο διάττειν ὁδὸν, τὴν ἐφ’ ἑκάστῳ φημὶ τῶν δρωμένων, αὕτη που πάντως ἐστὶ καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένη. τί γὰρ οὐκ ἂν κατορθώσειε, καὶ λίαν ἀμογητὶ, Θεὸς ὢν φύσει καὶ τῶν δυνάμεων Κύριος; οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν ἐν τοῖς πεδίοις ἰόντων τῆς ἐν πράγμασι θεωρίας ποιεῖται τὴν δήλωσιν. εἰ δὲ δὴ βούλοιτό τις πεδία νοεῖν τοὺς ταπεινοῦς τὴν καρδίαν οἳ καὶ “γῆ θελητὴ” χρηματίζουσι καὶ "Θεοῦ γεώργιον,” ἅτε δὴ τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ δεχόμενοι σπόρον, καὶ ποιοῦντες καρπὸν, οἱ μὲν ἑκατὸν, οἱ ’δε ἐξήκοντα, οἱ ’δε τριάκοντα, νοήσει πάλιν ὀρθὼς. ἔξεισι γὰρ ὥσπερ εἰς τὰ τοιαῦτα πεδία γεωργήσων ὁ Υῖος, κατ’ ἐκεῖνό που πάντως τὸ παρ’ αὐτοῦ λεγόμενον ὡς ἐν εἴδει παραβολῆς “Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν "σπόρον αὐτοῦ.” ψάλλει δέ που καὶ ὁ Δαυείδ "καὶ τὰ "πεδία σου πλησθήσονται πιότητος·” προσετίθει δὲ ὅτι “καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον.” ὅτι δὲ νοηταὶ πάλιν καὶ αἱ κοιλάδες ἐφῆκε νοεῖν προσεπενεγκὼν εὐθύς “Κεκρά- “ξονται, καὶ γὰρ ὐμνήσουσιν.” οὐ γὰρ τῶν ἀναισθήτων κοιλάδων τὸ ὑμνεῖν ἐστιν, ἤτοι διακεκραγέναι, ἀλλὰ τῶν νοητῶν· τούτοις δ’ ἂν δρόσου δίκην ὁ θεῖός τε καὶ ἄνωθεν ἐνιζήσειε λόγος.
Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ.
Τὸ ἔστη πλειστάκις νοηθείη ἂν παρά γε τῆ θεοπνεύστῳ γραφῇ καὶ ὡς ἐπί τινος πράγματος εἰς πέρας ἐκβεβηκότος. οἷον ὡς εἴτις λέγοι τυχόν ἔστη τόδε τὸ πρᾶγμα, ἤγουν ὁ τοῦδε λόγος, τουτίστιν, ὡρίσθη καὶ πέπρακται. οὕτω καὶ ἡ Σεπφώρα τὸ Μωυσέως τῇ ψήφῳ περιτεμοῦσα παιδίον, πρὸς τὸν ἄγγελον ἔφασκε τὸν ὀλοθρευτήν “Ἔστη τὸ αἷμα "τῆς περιτομῆς τοῦ παιδίου μου.” οὐ γὰρ ὅτι πέπαυται τοῦ Exod. iv.25. αἵματος ἡ ῥύσις κατασημαίνειν ἤθελεν, ἀλλ’ ὅτι πέπρακται τῆς περιτόμης τὸ χρῆμα, καὶ τετέλεσται τὸ ζητούμενον. δυσωπεῖ γὰρ θάνατον, ὁ τῇ νοητῇ φήφῳ περιτεμνόμενος. αὕτη δέ ἐστι τὸ πνεῦμα τοῦ Χριστοῦ, καθάπερ ἀμέλει καὶ Ἰησοῦς ὁ μετὰ Μωυσέα διαβιβάσας Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ μαχαίραις πετρίναις προστέταχε περιτέμνεσθαι, τῆς ἐν πνεύματι περιτομῆς ἀποπληρῶν τὸν τύπον. ὥσπερ γὰρ ὠνόμασται πέτρα ὁ Χριστὸς, οὕτω καὶ ψῆφος, ἤγουν μάχαιρα πετρίνη, τὸ Πνεῦμα αὐτοῦ. οὐκοῦν τὸ ἔστη κατασημαίνει πολλάκις καὶ πράγματος πλήρωσιν.
Ἔστη τοίνυν ὁ Χριστός· τουτέστιν, εἰς πέρας ἐκβέβηκε τὰ περὶ αὐτοῦ, καὶ ὤφθη τοῖς ἐπὶ τῆς γῆς· καὶ ἐσαλεύθη ἡ γῆ γῆν δέ φησι τοὺς κατοικοῦντας τὴν γῆν, οἳ καὶ ἐσαλεύθησαν. καὶ τίνα δὴ τρόπον, φέρε λέγωμεν ὡς ἔνι. οἱ γὰρ πάλαι τὸν νοῦν οἷον ἀκράδαντον ἔχοντες εἰς τὸ θέλειν ἐργάζεσθαι τὰ πονηρὰ,‘ οἱ ἑδραῖοι πρὸς ἀσεβείας, οἱ πεπηγότες εἰς φιλοσαρκίας, οἱ ἐρηρεισμένοι πρὸς πλάνησιν, σεσάλευνται καὶ κεκίνηνται, μετατεθειμένοι πρὸς θεογνωσίαν καὶ πρὸς ἔφεσιν ἀρέτης· κεκίνηνται δὲ ὁμοίως καὶ τῆς κατὰ νόμον λατρείας οἱ ἐξ αἵματος Ἰσραὴλ, τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι· μετακεχωρήκασι γὰρ εἴς γε τὸ ἑλέσθαι βιοῦν εὐαγγελικῶς, καὶ τοῖς τοῦ Σωτῆρος πολιτεύεσθαι νόμοις. ὅτι δὲ τὸ σαλεύεσθαι τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάθεσιν ἔσθ’ ὅτε δηλοῖ, σαφὲς ἂν γένοιτο, τοῦ μακαρίου Δαυεὶδ ψάλλοντός τε καὶ λέγοντος “Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἢ γῆ.” οὐ γάρ που φαμὲν καταδονεῖσθαι τὴν γῆν· ταύτην δέ φημι, τίην ὑπὸ πόδας ἀνθρώπων καὶ αἰσθητήν· παρακαλεῖν αὐτὸν· ἐζήτει δὲ μᾶλλον τὴν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω γενέθαι μετάστασιν.
Καὶ εἰς μὲν οὕτος τῶν προκειμένων ὁ νοῦς, εἰσδέξεται ’δε τις καὶ ἕτερον ἐπ’ αὐτοῖς κατὰ τοιόνδε τινὰ τρόπον. Εστη φησὶ καὶ ἐσαλεύθη ἡ γῆ. δύο δὴ ταῦτα πέπονθεν ἡ γῆ, ἔστη τε γὰρ καὶ σεσάλευται. καὶ τίς ἃν εἴη πάλιν ὁ ἐπ’ ἀμφοῖν λόγος, διατρανοῦν ἀναγκαῖον. ἔστη τοίνυν· μεθύουσα γὰρ ὥσπερ καὶ κατασειομένη ῥᾳδίως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, καὶ οἷον παντὶ πνεύματι περιφερομένη, βεβαίαν ἔχει λοιπὸν καὶ ἐρηρεισμένην τὴν στάσιν, ἐμπεδοῦντος αὐτὴν τοῦ Χριστοῦ, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ φωνῆς Ἠσαίου πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν εἰρημένον “Στῆσον σεαυτὴν Σιών.’’ σεσάλευται δὲ πάλιν, καθάπερ ἤδη πρόειπον, τῆς ἀρχαίας ἀπάτης ἀποχωρήσασα, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων τῷ Θεῷ τιμῶσα μετάθεσιν. παράδοξον οὖν ἀληθῶς, τὸ καθ’ ἕνα καιρὸν στῆναί τε καὶ σαλευθηναι τὴν γῆν. Χριστὸς γάρ ἐστιν ὁ καὶ ἱδρυμένην αὐτὴν ἀποτελῶν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ μελετᾶν ἀναπείθων τὸν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω κλόνον.
Ἐπέβλεψε κω ἐτάκη ἔθνη· διεθρύβη τὰ ὄρη βίᾳ.
Τὸ ἐπιβλέψαι Θεὸν, δηλοῖ μὲν ἐσθ’ ὅτε τὴν ὡς ἐν πραότητι καὶ ἀγάπη κατάσκεψιν, ποτὲ δὲ τὴν ἐν θυμῷ τε καὶ ἀπειλῇ. “ Καὶ γοῦν ἐπὶ τίνα, φησὶν, ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς “λόγους;” ἐλιπάρει δέ που καὶ ὁ θεσπέσιος Δαυεὶδ οὕτω λέγων “Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με·” διὰ δέ γε φωνῆς Ἰεζεκιὴλ ἔφασκε περί τινος, ὅτι “καὶ στηριῶ τὸ “πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ θήσομαι “αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ “μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.” τοῦτο δὲ ἦν ἀπειλοῦντος ὀργὴν καὶ ὄλεθρον καὶ τὴν τοῖς παροτρύνουσι πρέπουσαν δίκην. ἅμα τε τοίνυν ἐπέβλεψεν ὁ Χριστὸς, τουτέστιν, ἐν ὀργῇ τὸ ὄμμα τισὶν ἐπήνεγκε, καὶ παραχρῆμα κηροῦ δίκην ἐτάκησαν, καὶ οἷον πυρὸς κατακαταφλέγοντός Φλέγουτος διεθρύβη τὰ ὄρη βία. ἔθνη δὲ καὶ ὄρη φησὶ τὰ ἀκάθαρτα πνεύματα, καὶ τοὺς ἐν αὐτοῖς ὑψηλούς τε καὶ 10 ἐπηρμένους καὶ ὀρῶν δίκην τῶν ἄλλων ἀνεστηκότας· ἐν φαυλότητι δὲ πάντως ἡ ὑπεροχὴ, καὶ ἐν ὑπεροψίαις τὸ πλεονέκτηνα. ἢ τάχα που καὶ κατ᾿ ἰσχὺν τὸ τῆς ἐνούσης αὐτοῖς ἀγριότητος μέτρον. ὑπέροπτα γὰρ τὰ δαιμόνια, καὶ γοῦν ἀντεξάγει Θεῷ, καὶ τὴν αὐτῷ πρέπουσαν δόξαν ἑαυτοῖς ἀνάπτειν ἐπείγονται. πλὴν διεθρύβησαν βιᾳ. συνθραύονται γὰρ ἐν δυνάμει Kριστοῦ, καὶ κεχωρήκασιν εἰς τὸ μηδὲν, καὶ ὑπὸ πόδας τέθεινται τῶν πεπιστευκότων. ὄρος δέ που καὶ ἑτέρωθι κατωνόμασται πάλιν ὁ σατανᾶς, πρὸς ὃν ἔφη που ὁ Θεὸς διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς ἐκ προσώπου τοῦ Ναβουχοδονόσορ “ Ἴδου ἐγὼ ἐπὶ σὲ τὸ ὄρος τὸ “διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν.”
Ἐτάκησαν βουιὼ αἰώνιοι.
Μνημονεύσας αἰνιγματωδῶς τῶν πονηρῶν καὶ ἀντικειμένων δυνάμεων, αἳ καὶ ἀντιπράττουσι τῇ δόξῃ τοῦ Χριστοῦ, καταστρέφουσαι πρὸς ἁμαρτίαν τοὺς ἐπὶ τῆς γῆς, εἰσκεκόμικεν ἀναγκαίως καὶ τῆς Ἰουδαίων Συναγωγῆς τοὺς προεστηκότας, οὓς καὶ βουνοὺς ὀνομάζει, διάτοι τὸ ἦρθαι δοκεῖν ὑψοῦ καὶ ὑπερκεῖσθαι τῶν ἄλλων, κατά γε τὴν τάξιν τῆς ἱερουργίας καὶ τὴν ἐντεῦθεν τιμήν. αἰωνιους δέ φησιν αὐτοὺς, διὰ τὸ τοῦ πράγματος διηνεκές· ἀκατάληκτος γὰρ ἡ τοῦ Θεοῦ λειτουργία· δοξάζεται γὰρ ἐν παντὶ καιρῷ τε καὶ χρόνῳ. εἰ γὰρ καὶ πέπαυται τυχὸν τῆς ὡς ἐν σκιαῖς καὶ τύποις λατρείας ἡ δύναμις, ἀλλ’ οὖν ἡ τοῦ πράγματος φύσις μετακεχώρηκεν ἐπὶ τὸ ἄμεινον. λειτουργοῦσι γὰρ οὐδὲν ἧττον Θεῷ τῶν ἁγίων ἐκκλησιῶν οἱ προεστηκότες, καὶ τὴν ἀναίμακτον αὐτῷ τελοῦσι θυσίαν. αἰώνιοι τοιγαροῦν οἱ βουνοὶ διὰ τὸ τῆς λειτουργίας διηνεκές τε καὶ ἀκατάληκτον. πλὴν τοῖς ὄρεσι τοῖς νοητοῖς ὁμοῦ συνεθραύσθησαν, καὶ τοῖς ἔθνεσι συνετήκοντο. ἐπειδὴ γὰρ πεφρονήκασι τὰ τοῖς δαιμονίοις ἁνδάνοντα, καὶ τὸ τῷ διαβόλῳ δοκοῦν πεπληρώκασι, σταυρῷ παραδόντες τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ κατὰ πολ- αὐτῷ τρόπους ἐμπαροινήσαντες, ταύτῃτοι δικαίως τὴν αὐτὴν ἐκείνοις ἀνατλάντες δίκην καθῄρηνται καὶ πεπτώκασι, καὶ ᾗ φησιν ὁ προφήτης “Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν “ὁ ἀναστήσων αὐτόν.”
Πορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον.
Πορείας ἔσθ’ ὅτε καὶ ὁδοὺς καὶ τρίβους, τὰς θείας ἐντολὰς ὀνομάζειν ἔθος τοῖς ἱεροῖς γράμμασιν, ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου “Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρί- “βους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ “καὶ βαδίζετε ἐν αὐτῇ καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς “ὑμῶν·” καὶ μὴν καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαυείδ “Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν “μου.” ἐτάκησαν δὴ οὖν βουνοὶ, φησὶ, τουτέστιν, οἱ παρὰ τοῖς Ἰουδαίοις τὴν τοῦ καθηγεῖσθαι λαχόντες δόξαν, καὶ τὰ τῆς κατὰ νόμον ἱερουργίας ἀνημμένοι αὐχήματα. τὰς γάρ τοι πορεἰας, ἤτοι τὰς ἐντολὰς τοῦ Ἐμμανουήλ· δῆλον δὲ ὅτι τὰ εὐαγγελικὰ θεσπίσματα· καὶ τῶν ἀρχαίων χρησμῳδημάτων τὴν ἀσυγκρίτως ἀμείνω τε καὶ φανοτέραν παίδευσιν ἀντὶ κόπων εἶδον, τουτέστιν, ἡγήσαντο φορτικὴν καὶ ἱδρῶτος ἔμπλεω, καίτοι λέγοντος ἐναργῶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ “Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ “πεφορτισμένοι, κἄγω ἀναπαύσω ὑμὰς. ἄρατε ’τον ζυγόν “μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ “ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς “ὑμῶν. ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον “ἐλαφρόν ἐστι.” δύσοιστον δὲ καὶ ἑτέρως ἐποιοῦντό τινες τὰς πορειας αὐτοῦ, δι’ ὧν ἦν δύνασθαι διάττειν εὐκόλως εἰς ζωὴν αἰώνιον. ὁ μὲν γὰρ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς μυστικῆς εὐλογίας τὴν δύναμιν ἥτις ποτε ἐστι διεσάφει λέγων “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν “τοῦ υἱοῦ του ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ “ἔχετε ζωὴν ἐν ἑαυτοῖς.” οἱ δὲ τῶν οὕτω σεπτῶν ἀκροώμενοι λόγων παραληροῦντες ἔφασκον “Σκληρός ἐστιν ὁ λόγος “οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; πῶς δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν;" ἐπεμαρτύρατο δὲ λέγων ὁ Εὐγγελιστὴς ὅτι “Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπά- “τουν.” ὅτε καὶ αὐτοῖς τοῖς μαθηταῖς προσετίθει Χριστὸς τὸ, εἴπερ ἕλοιντο καὶ αὐτοὶ ἀποφοιτᾶν αὐτοῦ λέγων “Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;” προσυπήντα γεμὴν ὁ Πέτρος διακεκραγώς “Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥή- “ματα ζωῆς αἰωνίου ἔχεις.” οὐ γὰρ τεθέανται τὰς ἀντὶ κόπων αὐτοὶ, ἀλλ’ ἦν ἡδύς τε αὐτοῖς καὶ ἀξιάκουστος ἀληθῶς ὁ λόγος. αἰωνίους δὲ τὰς πορείας εἶναί φησιν. πεπαύσεται γὰρ οὐδαμῶς, παρατενεῖ δὲ μᾶλλον εἰς αἰῶνα τὸν ἐνεστηκότα, καὶ μέχρι παντὸς στήσεται τὸ εὐαγγελικόν τε καὶ σωτήριον κήρυγμα, καίτοι τῆς ἀρχαιοτέρας καὶ νομικῆς παλαιωθείσης ἐντολῆς, καὶ τὸ ἄμεμπτον οὐκ ἐχούσης, καθά φησιν ὁ σοφώτατος Παῦλος, καὶ διὰ τοῦτο τῆς δευτέρας εἰσκεκομισμένης, “ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις” νενομοθετῆσθαι λέγεται. καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ ἐν πνεύματι προανακέκραγε λέγων πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν “Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς ’τον αἰῶνα, καὶ ο νόμος σου ἀλήθεια. οὐ μεμένηκε γὰρ, ὡς ἔφην, τὰ ἐν σκιαῖς, ἀλλὰ καὶ κατέληξαν μὲν οἱ τύποι, διαπέπηγε δὲ τὰ Χριστοῦ, καὶ μέχρι παντὸς τὸ ἀκράδαντον ἔχει.
Σκηνώματα Αἰθιόπων πτοηθήσονται, καὶ σκηναὶ γῆς Μαδιάμ. Τὰ χρηστότερα τῶν διηγημάτων ἀεί πὼς ἔχει τὸ ἀξιάκουστον, καὶ ἀπροσκορῆ τὴν ἐπαγγελίαν, κἂν εἰ διὰ τῶν αὐτῶν τις ἴοι ῥημάτων. προαφηγησάμενος τοίνυν τῶν ἀντικειμένων δυνάμεων τὴν εἰς τὸ ἄναλκι φορὰν, καὶ παραδείξας αὐτὰς ὡς ἐν ὁμοιώματι τῶν ἐθνῶν τηκομένας, καὶ μὴν καὶ ὡς ὄρη συντριβομένας, παρεικάζει πάλιν αὐτὰς τοῖς ἀλλοφύλοις, οἳ τῆς Ἰουδαίων κατεστρατεύοντο γῆς. οὗτοι δὲ ἦσαν οἵ τε πρὸς ἠῶ καὶ νότον Αἰθίοπες τὴν Ἰνδικὴν προσοικοῦντες θάλασσαν, καὶ μέντοι καὶ Μαδιηναῖοι, καὶ αὐτοὶ τὴν ὅμορον οἰκοῦντες ἔρημον. πτοηθησονται τοίνυν, φησὶν, οἱ τῆ ἁγίᾳ μαχόμενοι πόλει, ἵνα νοῶμεν τὴν νοητὴν Σιῶν, ἥτις ἐστὶν Ἐκκλησία Χριστοῦ, ἢν οἰκοῦσιν οἱ ἅγιοι, καὶ τὸ ἀπόλεκτον γένος, ὡς ἐν τύπῳ πάλαι τῷ Ἰσραὴλ, καθὸ καὶ ἑρμηνεύεται Νοῦς ὁρῶν Θεὸν ὁ Ἰσραήλ. τεθαύμασται δὲ καὶ ὁ Ναθαναὴλ, ὡς “ἀληθῶς ὢν Ἰσραηλίτης, ἐν ᾧ δόλος “οὐκ ἔστιν. οὐκοῦν ὡς ἐν εἰκόνι καὶ τύποις τοῖς Αἰθιοψι καὶ Μαδιηναίοις, οἳ τὸ ἀπόλεκτον ἀεὶ κακοῦν ἤθελον γένος, τουτέστι τὸν Ἰσραὴλ, τὰ τῶν δαιμονίων συνήσομεν στίφη, τὰ τοῖς ἁγίοις ἀνθεστηκότα. φαίη δ’ ἄν τις καὶ ἑτέρως Αἰθίοπας ὀνομάζεσθαι τοὺς εἰδωλολάτρας, οἷς ὁ βίος ἐστὶ σαρκικὸς, γεώδης τε καὶ ἐν ἀκαθαρσίαις· Αἰθίοπες δὲ οἱ τοιοῦτοι· τὸ γάρ τοι θεῖον εἰς νοῦν οὐκ ἔχουσι φῶς, ἀλλ’ εἰσὶ μονονουχὶ μέλανες τὴν καρδίαν καὶ κατεσκοτισμένοι τὰς φρένας, οἷς καὶ ὁ δράκων εἰς κατάβρωσιν δεδόσθαι λέγεται. ψάλλει γάρ που καί φησιν ὁ Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “Σὺ συνέτριψας τὴν κεφαλὴν τοῦ δρά- “κοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. ὥσπερ γὰρ ἡμεῖς τὸν ζωοποιὸν τοῦ Θεοῦ Λόγον πνευματικὴν καὶ ἁγίαν πεποιήμεθα τροφὴν, οὕτω καὶ οἱ φιλαμαρτήμονες καὶ τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες μονονουχὶ σιτοῦνται τὸν σατανᾶν, αὐτὸν ἔχοντες εἰς νοῦν, καὶ τὰ αὐτοῦ φρονοῦντες c καὶ λέγοντες. Μαδιηναῖοι δὲ πάλιν εἶεν ἃν, ὡς ἔφην, βαλὼν, οὐχ ὕδασι τὴν ἰδίαν ἐπιχέων ὀργὴν, οὐ θαλάσσης κύματα διελὼν, οὐκ ἀνθρώποις ὄλεθρον ἐπιφέρων· ἀποκτείνας ἃς δὲ μᾶλλον αὐτὸν τὸν μιαιφόνον δράκοντα, καὶ τὴν παρ’ αὐτοῦ τε καὶ δι’ αὐτὸν ηὑρημένην καθελὼν ἁμαρτίαν, καὶ τὸ δυσάντητον τοῦ θανάτου καταλύσας κράτος, καὶ καλέσας ἅπαντας εἰς θεογνωσίαν, διὰ τῶν ἁγίων Ἀποστόλων, οἳ πᾶσαν ἐκπεριθέοντες τὴν ὑπ’ οὐρανὸν, καὶ τὸ τοῦ Χριστοῦ περιφέροντες ὄνομα, καὶ μάλα δικαίως, κατεθαυμάζοντο. ὦ τοίνυν Δέσποτα, φησὶν, ἀξιάκουστα λίαν τὰ ὧν αὐτὸς γέγονας αὐτουργὸς, καὶ πολὺ τὸ ἄμεινον ἔχοντα τῶν διὰ Μωυσέως τὰ παρὰ σοῦ πάλιν κατωρθωμένα. οὐ γὰρ ποταμοῖς ἐποίσεις ὀργήν· οὐχ ὁρμήσεις κατὰ θαλάσσης· οὐκ ἐν ἐκείνοις· πόθεν; τῆς σῆς θεοπρεποῦς ἐξουσίας διαλάμψει τὸ θαῦμα· ἀλλ’ ἐπιβήσῃ μᾶλλον ἐπὶ τοὺς ἵππους σου, και η ιππασια σου σωτηρια. τινες ο ἀν’ εἶεν οἱ ἵπποι πάλιν; οἱ μακάριοι μαθηταὶ Ἀπόστολοί τε καὶ Εὐαγγελισταὶ, οἱ τοῖς θείοις αὐτοῦ θελήμασιν ὁλοτρόπως ὑπεζευγμένοι, οἱ τρυφεροὶ καὶ εὐήνιοι καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως ἔχοντες τῶν δοκούντων αὐτῷ, οἱ Χριστὸν ἔποχόν τε καὶ ἡνίοχον ἔχοντες, ὧν εἷς ἐστὶ καὶ ὁ μακάριος Παῦλος, περὶ οὗ φησιν αὐτός “Ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος “βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν.’’ ὀξεῖς δὲ λίαν οἱ ‘ίπποι, περινοστοῦντες ἅπασαν τὴν ὑπ’ οὐρανόν. οὕτω καὶ “Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον εἶναι λέγεται, “δας ἔχον εὐθηνούντων.’’ πλεῖστοι γὰρ ὅσοι κατὰ καιροὺς, καὶ μετ’ ἐκείνους γεγόνασι λαῶν ἡγούμενοι καὶ τῆς διανοίας τὸν αὐχένα ταῖς τοῦ Σωτῆρος ὑπέχοντες ζεύγλαις, καὶ τοῖς ἁπανταχῆ τὴν δόξαν αὐτοῦ περιφέροντες, καὶ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, καὶ οἷον ἅπασαν ἱπποκροτοῦντες τὴν γῆν. σωτηρία δὲ τῶν ἵππων ἡ ἱππασία ἔτρεχον γὰρ οὐ μάτην, ἀλλ’ ἵνα σώσειαν πόλεις, χώρας τε ὁμοῦ καὶ ἔθνη, καταστρέφοντος τοῦ χριστοῦ τὰς τῶν δαιμόνων ἀρχὰς, οἳ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν γῆν διενείμαντο, τοῖς ἰδίοις θελήμασιν ὑποφέροντες τοὺς κατοικοῦντας αὐτήν. ἐπειδὴ δὲ ἔμελλον διαπίπτειν αἱ πάλαι τῶν δαιμόνων ἀρχαὶ, ταύτῃτοί φησιν εἰκότως Ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τοὶ σκῆπτρα. ὁρμήσει γὰρ, καθάπερ ἔφην ἀρτίως, οὐκ ἐν ποταμοῖς ἢ θαλάσσαις, ἀνατρέψει δὲ μᾶλλον τῶν δαιμονίων τὰ σκῆπτρα.
Ποταμῶν ῥαγήσεται γῆ, ὄψονταί σε κὼ ὠδινήσουσι λαοί· σκορπίζων ὕδατα πορείας αὐτοῦ.
Διαμέμνηται πάλιν τῶν τοῦ Σωτῆρος κατορθωμάτων, καὶ τοῖς ἄλλοις ἔθνεσι, καθ’ ὧν τὸ τόξον ἐντείνεται, ἤγουν ἐνταθήσεται, λέγει προστεθήσεσθαι καὶ τὴν τῶν ποταμῶν τάχα που τὴν τῶν Βαβυλωνίων ὑποδηλῶν· ὑπ’ αὐτὴν γὰρ ἐτέλει τὸ τηνικάδε καὶ ἡ μέση τῶν ποταμῶν· ἵνα διὰ τούτου πάλιν ὡς ἐξ εἰκόνος ἐχθρῶν αἰσθητῶν, καὶ ἡ τῶν νοητῶν καὶ ἀοράτων πληθὺς σημαίνηται, πρὸς ἣν τοῖς ἁγίοις ἡ πάλη. κέκρυπται δέ πὼς ἀεὶ τῶν προφητῶν ὁ λόγος. οὐκοῦν ὡς ἐκ μέρους τῆς μέσης τῶν ποταμῶν, ἢ Βαβυλωνίων σημαίνεται γῆ, καὶ δι’ αὐτῆς αἰνιγματωδῶς ἡ τῶν δαιμονίων ἀγέλη.
Ἢ τάχα τι καὶ ἕτερον ὁ προφητικὸς ἡμῖν λόγος. ποταμῶν γὰρ ἔοικε γῆν ἀποκαλεῖν τὴν Ἰουδαίαν, διά τοι τὸ πλείστους ἐν αὐτῇ γενέσθαι προφήτας, ποταμῶν δίκην τὸ ἔθνος κατάρδοντας, καὶ οἷον θείοις νάμασιν ἐπικλύζοντας. περὶ ὧν οἶμαί που φησὶ καὶ ὁ μακάριος Δαυείδ “κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό·’’ καὶ μὴν καὶ διὰ Ἡσαΐου Θεός· “Εὑλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες “καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, “ποταμοὺς ἐν γῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ “λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου ὁ μὲν γὰρ κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς τάχα που χειμαρῤους τρυφῆς ὠνόμασται, καὶ ἔστιν ἀληθῶς, καὶ μέντοι καὶ ποταμός· ἔφη γάρ που περὶ αὐτοῦ διὰ φωνῆς ἁγίων “Ἰδοὺ “ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς “μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.’’ εἴρηται δὲ καὶ φωνῆς τοῦ Δαυείδ “Τοῦ ποταμοῦ τὰ ὁρμήματα “τὴν πόλιν τοῦ Θεοῦ.’’ Λυπεῖ δὲ οὐδὲν καθ’ ὁμοιότητα τὴν πρὸς αὐτὸν, καὶ αὐτοὺς τοὺς ἁγίους ὀνομάζεσθαι ποταμοὺς, ἅτε δὴ συμμόρφους γεγονότας αὐτῷ νοητῶς. ὥσπερ γάρ ἐστι τὸ φῶς μὲν αὐτὸς τὸ ἀληθινὸν, ἔφη δέ που τοῖς ἁγίοις ἀποστόλοις “Ὑμεῖς “ἐστε τὸ φῶς τοῦ κόσμου·’’ οὕτω καὶ ποταμὸς ὑπάρχων αὐτὸς καὶ μέντοι καὶ ὕδωρ ζῶν, χαρίζεται τὸ τοῖς ἴσοις ἐπισεμνύνεσθαι καὶ τοῖς ἁγίοις. ἡ τοίνυν γῆ τῶν νοητῶν ποταμων, τουτέστιν ἡ Ἰουδαία, πιεῖν οὐκ ἀνασχομένη τὸ ὕδωρ τὸ ζῶν, καὶ τὸν τῶν ἁγίων προφητῶν οὐκ εἰσδεξαμένη λόγον, οὔτε μὴν τὸν διὰ Μωυσέως· εἰ γὰρ ἐπίστευσαν Μωυσεῖ, ἐπίστευσαν ἂν τῷ χριστῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος γέγραφε· ῥαγησεται, τουτέστι διψήσει. ῥήγνυται γὰρ ἡ διψῶσα γῆ.
Καταθαυμάζει δὴ οὖν ὁ Προφήτης, καὶ οἷον ἐν ἤθει Φησίν Ἡ πάλαι πολλοὺς ἔχουσα ποταμοὺς, καὶ τῶν θείων δαψιλεστάτην τὴν χορηγίαν, διψὰς καὶ ἀνάρδευτος ἔσται γῆ. ἐπειδὴ ’δε σε, φησὶν, ὦ Δέσποτα, τεθέανται νοητῶς ἐπιφανέντα λαοὶ, τουτέστιν, οἱ ἐξ ἐθνῶν συνέντες τὸ ἐπὶ σοὶ μυστήριον, ἔλαβον εὐθὺς ἐν ὠδῖσι τὸ ἀγαθὸν, ἔγκαρποι τε γεγόνασιν. ἁρμόσειε δ’ ἃν αὐτοῖς καὶ λέγειν “Διὰ τὸν “φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ “καὶ ἐτέκομεν. πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς. οἱ γὰρ Σωτῆρα καὶ Λυτρωτὴν ἐπιγραψάμενοι τὸν Εμμανουὴλ, τὸν θεῖον ὠδίνουσι φόβον, καὶ πᾶν αὐτοῖς ἔσται κύημα νοῦ καρπὸς ἀρετῆς, καὶ εἰς πνεῦμα σωτηρίας ἐκτελευ- τήσει τὸ σπούδασμα· οὐκοῦν ὅψονταί σε καὶ ὠδινήσουσι λαοὶ τὸ σὸν ἐκπίνοντες νᾶμα, καὶ τοῖς εὐαγγελικοῖς νάμασιν ἐκμεμεθυσμένοι. προσῄεσαν γὰρ φιλοτίμως λέγοντι “Εἴ τις “διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω,’’ ἦσθα γὰρ, οὕτω πλουσίοδωρός τε καὶ ἀγαθὸς, ὡς καὶ ἐν αὐταῖς ταῖς πορείαις σκορπίζειν ὕδατα, τουτέστι, τὸν ζωοποιὸν τῆς εὐαγγελικῆς παιδεύσεως λόγον ὡς γάρ φησιν ὁ Ματθαῖος “Περιῆγεν ὁ Ἰησοῦς πάσας τὰς πόλεις καὶ τὰς κώμας, “διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων “εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν “καὶ πᾶσαν μαλακίαν ἐν τῶ λαῷ.” τοῦτο οἶμαί σκορπίζων ὕδατα πορείας αὐτοῦ. ὅτι δὲ τῆς θεοπνεύστου διδασκαλίας ὁ λόγος ὕδωρ ὠνόμασται πανταχοῦ παρά γε τοῖς ἱεροῖς γράμμασι, πῶς ἔστιν ἀμφιβαλεῖν;
Ἔδωκεν ἡ ἄβυσσος φωνἠν αὐτῆς, ὕψος φαντασίας αὐτῆς. ἐπήρθη ὁ ἥλιος, κὼ ἡ σελήνη ἔστη ἐν τῇ τάζει αὐτῆς εἰς φῶς.
Τοὺς ὠδινήσαντας λαοὺς καὶ ἐγκάρπους ἤδη γεγενημένους ἄβυσσον ἀποκαλεῖ, πολλοὺς καὶ ἀναριθμήτους ὄντας ἀποφαίνων· τοιαύτη γὰρ ἡ ἄβυσσος. ὀνόματι δὲ τῷ τοιῷδε καὶ ἡ τῶν ἁγίων ἀγγέλων κέκληται πληθὺς διὰ φωνῆς Ἰεζεκιήλ. καὶ γοῦν ἔφη που ὁ Θεὸς ὡς ἐκ προσώπου τοῦ ἄρχοντος Τύρου περὶ τοῦ σατανᾶ Ὅτε ἐξέπεμπον αὐτὸν εἰς τὸν ᾅδην, ἐθρήνησεν ἡ ἄβυσσος ἐπ’ αὐτῷ. κατενηνεγμένου γὰρ καὶ πεπτωκότος τοῦ πάντων ἐπέκεινα καὶ ἐν δόξῃ προὔχοντος, ὃς καὶ μετ’ αὐτῶν ἐτέθειτο τῶν Χερουβὶμ, κατὰ τὴν αὐτοῦ τοῦ προφήτου φωνὴν, τὸ ἀπεικὸς οὐδὲν, σφόδρα λελυπῆσθαι τὴν νοητὴν ἄβυσσον, τουτέστι, τὰς τῶν ἄνω πνευμάτων ἀγέλας, μονονουχὶ δὲ καὶ ἐπιστυγνάσαι πεπονθότι καὶ τῷ τῶν ὅλων προσκεκρουκότι Θεῷ. οὐκοῦν ἡ ἄβυσσος, φησὶ, τουέστιν ἡ ἀμέτρητός τε καὶ ἀκατάληπτος τῶν πεπιστευ- κότων πληθὺς, καὶ μέντοι καὶ τὸ ὕψος τῆς ἐν αὐτῇ Φαντασιας, τουτέστι πάλιν πᾶν ὅσον ἐστὶν ἐν αὐτῇ λαμπρόν τε καὶ ἐπηρμένον, καὶ ταῖς ἐν τῷδε τῷ κόσμῳ φαντασίαις, ἤτοι δόξαις κεναῖς κατηγλαισμένον ἔδωκε φωνὴν αὐτῆς. δοξολογῖται γὰρ ὁ Χριστὸς παρὰ παντὸς ἀνθρώπων ἔθνους, καὶ τοῦτο δρῶντας προθύμως κατίδοι τις ἃν μικροὺς καὶ μεγάλους, λαμπροὺς καὶ ἀσήμους, καὶ τοὺς τῶν ἄλλων περιφανεστέρους, καὶ ὑπεροχὴν ἔχοντας ἢ τὴν ἐν δόξη τυχὸν, ἢ τὴν ἐν πλούτῳ καὶ λαμπρότητι τῇ κατὰ τὸν βίον· ἃ λίαν ὀρθῶς ὠνόμασε Φαντασιας ἤγουν ὕψος Φαντασίας. οὐδὲν γὰρ ἕτερον αὐτοῖς ἢ δόκησις, ὅτι “Πᾶσα σὰρξ χόρτος “καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.’’ ὅτι δὲ ἡ ἄβυσσος φωνὴν αὐτῆς, καὶ ταῖς εὐφημίαις καταγεραίρουσι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Κριστὸν μικροὶ καὶ μεγάλοι, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος Δαυείδ “Αἰνεῖτε τὸν Κύριον “ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.” προσθεὶς δὲ δὴ τούτοις ὄρη καὶ βουνοὺς, ξύλα τε καρποφόρα καὶ πάσας κέδρους, θηρία τε καὶ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτὰ, προσεπάγει πάλιν “Ἄρχοντες καὶ πάντες κριταὶ γῆς, “νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων “νεσάτωσαν τὸ ὄνομα κυρίου. ἔφη δέ που καὶ ὁ ἡμῖν Ησαΐας περὶ αὐτοῦ “Βασιλεις ὄψονται αὐτὸν “φοβηθήσονται· ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ.”
Ἀποδίδωσι δὲ ὥσπερ τὴν αἰτίαν, τοῦ τὴν ἄβυσσον καὶ μέντοι καὶ τὸ ὕψος τῆς Φαντασίας αὐτῆς δοῦναι τὴν φωνὴν, ἐπάγων εὐθύς Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τυ, τάξει αὐτῆς εἰς φῶς. ὥσπερ δὲ τὴν ἄβυσσον νενοήκαμεν, οὐ κατά γε τὸν ἐν αἰσθήσει λόγον· παχὺς γὰρ λίαν· πνευματικῶς δὲ μᾶλλον καὶ νοητῶς, οὕτω καὶ νῦν οὐχὶ τοῖς στοιχείοις, ἡλίῳ τε φημὶ καὶ σελήνη, τὸν τῆς διανοίας ἐνήσομεν ὀφθαλμόν· ἀλλ’ ἐξ ὁμοιότητος τῆς ἀπ’ αὐτῶν ἐπὶ τὰ ἀμείνω διάττοντες, τὴν τῶν νοημάτων δύναμιν κατοψόμεθα. οὐκοῦν ἥλιον μὲν γοῦν φαμεν τὴν φωτοειδῆ τε καὶ ἔκλαμπρον τῶν εὐαγγελικων θεσπισμάτων μυσταγωγίαν, σελήνην δὲ αὖ τὸ μεῖόν τε καὶ ἀμυδρότερον τοῦ νόμου φῶς, φαίνοντος, ὡς ἐν νυκτὶ καὶ σκότει, τῷ πρὸ τῆς ἐπιδημίας καιρῷ. κέκληται γὰρ ἡμέρα καθ’ ἢν ἀνέλαμψεν ὁ Χριστὸς, ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ νοητὸς ἑωσφόρος, ἐν καρδίαις ἀνατέλλων τῶν πεπιστευκότων. καὶ γοῦν ὁ θεσπέσιος Δαυείδ “Αὕτη ἡ ἡμέρα, “φησὶν, ἢν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασόμεθα καὶ “Φρανθῶμεν ἐν αὐτῇ.’’ ὥσπερ δὲ χθαμαλὸς ὣν ἔτι, μόλις ἀνίσχων τῆς γῆς ὁ αἰσθητὸς ἥλιος, οὔπω μὲν εὐρὺ καὶ λαμπρὸν, συνεσταλμένον δὲ ὥσπερ ἐν ἑαυτῷ τὸ ἴδιον ἔχει φῶς, ἀναθρώσκων γεμὴν ὑψοῦ, φαιδροτάτην τοῖς ἁπανταχῆ τῆς ἀκτῖνος ποιεῖται τὴν ἐκβολήν· οὕτω καὶ ἡ διὰ Χριστοῦ παίδευσις, τουτέστιν ἡ εὐαγγελικὴ, συνεστέλλετο μὲν ἐν ἀρχαῖς, καὶ ἠγνοεῖτο πολλοῖς· ἡλίου δὲ δίκην μονονουχὶ καὶ ἀνίσχουσα, καὶ εἰς ὕψος ἰοῦσα κατὰ βραχὺ, καὶ τὴν τῆς θεογνωσίας αὐγὴν ἀφιεῖσα πανταχῆ καταπλήττει τὴν ἄβυσσον, τουτέστιν ἅπαν ἀνθρώπων γένος· τοιγάρτοι καὶ δέδωκε τὴν φωνήν. δοξολογεῖ γὰρ, ὡς ἔφην, καὶ Θεὸν ὀνομάζει, καὶ τῶν ὅλων κύριον καὶ λυτρωτὴν ὁμολογεῖ τὸν Ἐμμανουήλ.
Ἐπήρθη οὖν ὁ ἥλιος, οὐδὲν δὲ ἧττον καὶ ἡ σελήνη, τουτέστιν ὁ νόμος, ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς. κατόπιν μὲν γὰρ τῆς εὐαγγελικῆς παιδεύσεως ἐστιν ἡ διὰ Μωυσέως, καὶ αὕτη τάξις αὐτῇ, ὅτι καὶ σκιὰ καὶ τύπος. ἐπειδὴ δὲ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός, ἐξέλαμψε καὶ ὁ νόμος. τοῖς γὰρ πάλαι δι’ αὐτοῦ προαπηγγελμένοις τὰ ἐκβεβηκότα συμβάλλοντες, τεθαυμάκαμεν ἤδη καὶ αὐτοῦ τοῦ νόμου τὸ φῶς προανατυποῦντος ἡμῖν ἀστείως κατὰ πολλοὺς τρόπους τὸ χριστοῦ μυστήριον. ἔστη δὴ οὖν εἰς φῶς. μακαρίζει δὲ καὶ αὐτὸς ὁ χριστὸς τοὺς συνενεγκόντας ἐν ἑαυτοῖς νομικήν τε ἅμα παίδευσιν καὶ εὐαγγελικήν. ἔφη γὰρ οὕτω “Διὰ “τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς,’’ τουτέστιν ὁ τὸν νόμον εἰδὼς, “μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν “ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ “θησαυροῦ αὐτοῦ νέα καὶ παλαιά.”
Παραδεξόμεθα δὲ καὶ ἕτερον ἐπὶ τῷδε νοῦν, οὐκ ὥς γε μοι φαίνεται· βαίνοντα δὲ μᾶλλον τοῦ εἰκότος c ἐγγύς. ἥλιον μὲν γὰρ εἶναί φαμεν, καὶ μάλα ὀρθῶς, τὸν Εμμανουήλ. ὠνόμασται γὰρ οὕτω, καὶ ἐστιν ἀληθῶς. σελήνην δὲ λέγεσθαι νομιστέον, ὡς ἐξ ὁμοιότητος τοῦ στοιχείου, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, φαίνουσαν τοῖς ἐν σκότει, καὶ ὡς ἐν νυκτὶ διαλάμπουσαν. ὅτε τοίνυν ἐπήρθη ὁ ἥλιος κ‘ατὰ τὴν τοῦ, Προφήτου φωνήν· ἀναβέβηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς ἐπὶ τὸν τίμιον σταυρόν· τότε καὶ ἀνέλαμψεν ἡ ἐξ ἐθνῶν ἐκκλησία καὶ ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς, τουτέστι, πλησιφαὴς οἷά τις σελήνη, καὶ τὴν τάξιν τοῦ ἰδίου d σώζουσα κύκλου, φῶς γέγονε τοῖς ἐν σκότει, καθάπερ ἔφην ἀρτίως. ὅτι δὲ ὑψουμένου τε καὶ τὸν ὑπὲρ τῆς πάντων ζωῆς ἀνατλάντος σταυρὸν τοῦ Χριστοῦ, συνέστη λοιπὸν ἡ Ἐκκλησία, διδάξει πάλιν ὁ αὐτός “Ἀμὴν αμὴν λέγω ὑμῖν, “ἑὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ, αὐτὸς μόνος “μένει· ἐὰν δὲ ἀποθάνῃ, παρπὸν πλείονα φέρει.” καὶ πάλιν “Κὰγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυ- “τόν.’’ οὐκοῦν τὸ ὑψοῦσθαι τὸν ἥλιον, σημαίνει που ἢ τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, ἤγουν τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν· ὑψοῦσθαι γὰρ δὴ καὶ ὧδέ φαμεν αὐτόν.
Βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου.
Βολίδας ἐνταῦθά φησι τὰς ἀνὰ πᾶσαν ἰούσας τὴν γῆν, καὶ ὡς ἀπὸ τόξου πεμπομένας, ἤγουν χειρὸς εὐσθενοῦς, τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, περὶ ὧν ἔφη που καὶ ὁ μακάριος Δαυείδ “Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, “οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων.’’ ἐξετινάχθη μὲν γὰρ ἐκβέβληται τὸ τῶν Ἰουδαίων ἔθνος, διάτοι τὸ ἐμπαροινῆσαι χριστῷ καλοῦντι πρὸς ζωήν· οἱ γεμὴν ἐκείνων υἱοὶ καὶ ἐξ αἵματος ὄντες τοῦ Ἰσραὴλ, οἱ ἀπόλεκτοι μαθηταὶ βολίδες τε καὶ βέλη γεγόνασιν, οἷον ἐκ χειρός τρέχοντες τῆς ἀλκιμωτάτης, καὶ παντὸς εὐκόλως δι·ι·κνούμεναι τοῦ πληττομένου πρὸς θάνατον. αἱ τοιαῦται βολίδες ἀποστέλλονται μὲν, ὡς ἀπὸ χειρὸς τοῦ Χριστοῦ, ἐμπήγνυνται δὲ τοῖς τοῦ σπλάγχνοις, καὶ ἀναιροῦσι τὸν δράκοντα. καὶ γοῦν καὶ ὁ μακάριος Δαυεὶδ ἀναμελῳδεῖ που λέγων πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν “Τὰ βέλη σου ἠκονημένα, “νατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν “τοῦ βασιλέως.’’ οὐκοῦν δαπανῶνται μὲν τοῖς τοιοῖσδε λεσι τὰ τῶν δαιμονίων στίφη, καὶ πρὸς ὀλέθρου γίνονται τοῖς ἐχθροῖς· τοῖς γεμὴν ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τετιμηκόσι διὰ τῆς πίστεως, ἑτέραν ἀποπληροῦσι χρείαν. τετρωμένους γὰρ ἀγάπης ἐργάζονται, κατά γε τὴν λέγουσαν νύμφην ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “Ὅτι τετρωμένη “ἀγάπης ἐγώ εἰμι.”
Εὑρίσκονται δὲ καὶ ἑτέρως φέγγος ἀστραπης τῶν ὅπλων αὐτοῦ· ὅπλα δὲ αὐτοῦ νοηθεῖεν ἂν, οἷς καὶ ἡμᾶς ἐναρμόσασθαι δεῖν ὁ μακάριος Παῦλος ἐπιτάττει λέγων Ενδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ.’’ αὕτη ’δε ἐστιν ὁ θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, τὸ ὑποδεδέσθαι τοὺς πόδας ἐν ἑτοιμασία τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἡ μάχαιρα τοῦ Πνεύματος. οὐκοῦν ὅπλα μὲν τὰ τοιάδε Χριστοῦ, οὐκ αὐτὸν περιβάλλοντα, παρ’ αὐτοῦ δὲ μᾶλλον τοῖς ἀξίοις δωρούμενα. λαμπρὰ ’δε τὰ οπλα, καὶ οἷον αστραπης ἔμπλεα· φανοτάτη γὰρ ἡ ἀρετή· αἱ τοίνυν βολίδες εἰς φέγγος ἔσονται τῆς ἀστραπῆς των ὅπλων σου. ὅτι γὰρ ἀπαστράπτει τὰ ὅπλα, φωτιοῦσιν αὐτοὶ διδάσκοντες τοὺς ἠγνοηκότας. παρὰ μὲν γὰρ τοῖς φιλαμαρτήμοσιν ἀκαλλὴς οἷά τις ἐστιν ἡ ἀρετὴ, καὶ οὔπω λαμπρά· παρὰ ’δε γε τοῖς εἰδόσιν αὐτὴν, οὐδὲν ἀστραπῆς ἔλαττον, λαμπρὸν καὶ διαφανῆ, καὶ τοῖς ἁπανταχῆ γνωριμώτατον ἀποτελοῦσα τὸν ἄνθρωπον. πρῶτοι δὴ οὖν οἱ θεσπέσιοι μαθηταὶ τὴν τῶν σῶν ὅπλων ἔχοντες ἀστραπὴν, ἔσονται καὶ ἑτέροις εἰς φέγγος αὐτῆς. ὅνπερ γὰρ τρόπον οἱ τῆς ἰατρικῆς ἐμπειρίας ἐπιστήμονες, τοὺς ταῖς τῶν ὀμμάτων ἀρρωστίαις ἐμπεπτωκότας, καὶ τὸ τῆς ἡλιακῆς ἀκτῖνος φεύγοντας φῶς, ἀπαλλάττοντες τοῦ πάθους τῆς τοῦ φωτὸς προσβολῆς ἀνέχεσθαι λοιπὸν ἀναπείθουσι, καὶ φέγγος ὥσπερ τι γεγονότες αὐτοῖς ἁλοῖεν ἂν, καὶ μάλα εἰκότως· οὕτω καὶ οἱ θεσπέσιοι μαθηταὶ, θαυμάζοντές τε καὶ ἐπαινοῦντες τὰς ἀρετὰς, αἳ καὶ εἰς ὅπλα τετάχαται τοῦ Χριστοῦ, ὥσπερ τι τῆς ἐνούσης αὐταῖς ἀστραπῆς, ἤγουν ἐκλάμψεως, τοῖς ἄλλοις εὑρίσκονται.
Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν, κω έν Θυμῷ κατάξεις ἔθνη.
Ὑπεσταλμένως ἡμῖν ὁ Προφήτης τῆς Ἰουδαίων χώρας τὴν δήωσιν, καὶ τῶν ἐν αὐτῇ κατοικούντων ἐθνῶν τὴν ἀπώλειαν, διὰ τούτων ὑποδηλοῖ. ἐπειδὴ γὰρ τὴν εἰς Χριστόν πίστιν οὐ προσιέμενοι, κατεξανέστησάν τε αὐτοῦ, καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, ταύτῃτοι καὶ δέδονται πρὸς ἐρήμωσιν, καὶ τοῦτο αὐτοῖς προαναπεφώνηκεν Ἠσαίας, λέγων “Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ “βήσεται αὐτῷ.”
Ἐεῆθες εἰςσωτηρίαν εἰς σωτηρίαν λαοῦ σου, του σῶσαι τοὺς χριστούς ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοῦς ἕως τραχήλου εἰς τέλος.
Τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ὅλην ὥσπερ ἡμῖν τὴν οἰκονομίαν ἐξηγεῖται πάλιν. σέσωκε μὲν γὰρ τοὺς διὰ πίστεως δεδικαιωμένους, καὶ τῷ Ἁγίῳ Πνεύματι κατακεχρισ μένους, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς ἀναδεδειγμένους· συγκεχώρηκε δὲ ταῖς αὐτῶν ἁμαρτίαις ἐντήκεσθαι τοὺς ἀπειθεῖν ᾑρημένους, οἷς καὶ ἔφασκεν ἐναργῶς “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις “ὑμῶν ἀποθανεῖσθε.’’ ἐξῆθες τοίνυν, φησὶν, οἱονεί τις ἐπὶ τὰ τῶν δυσμενῶν ἐρχόμενος στίφη, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένος. καὶ ὁ τῆς ἐξόδου σκοπὸς ανασωσαι τοὺς χριστοὺς τοὺς σούς· δῆλον δὲ ὅτι τοὺς τῶ Ἁγίῳ κεχρισμένους Πνεύματι, περὶ ὧν καὶ πάλαι διὰ προφητῶν ἐνετείλατο λέγων “Μὴ ἅπτεσθε τῶν χριστῶν μου, “καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε·’’ τῶν γεμὴν ανομων καταρτίσαι θάνατον, ὃν αὐτοὶ ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς ἁλοῖεν ἂν, τὴν δικαιοῦσαν πίστιν οὐ προσιέμενοι. τοιγάρτοι καὶ ἀρρήκτοις ἐνδέδενται δεσμοῖς, καἲ τα,ῖς τῶν ἰδίων πλημμελημάτων σειραῖς κατασφίγγονται· καὶ οὐ μερικῶς, ἁλλ’ οἷον δι’ ὅλου σώματος, καὶ μέχρι τραχήλου.
Εἰ δὲ δὴ λέγοιντο Χριστοῦ τὰ δεσμὰ, θορυβείσθω μηδείς. ἀεὶ γάρ πὼς τὰ κατὰ συγχώρησιν Θεοῦ συμβαίνοντά τισιν αὐτοῦ λέγονται· ὁποῖόν ἐστι τό “Οὐκ ἔστι κακία ἐν πόλει, “ ἢν Κύριος οὐκ ἐποίησεν.’’ οὐ γὰρ αὐτὸς ποιεῖ τὴν συμβῆναι δὲ μᾶλλον ταῖς τῶν πόλεων πλημμελούσαις ἐπιτρέπει πολλάκις. εἰ δὲ δὴ νοοῖντο τυχὸν τῶν ἐπαινουμένων, οἱ ἐνθ,άδε λεγόμενοι δεσμοὶ, πάλιν ἐκεῖνό φαμεν, ὅτι βέβληται μὲν εἰς κεφαλὰς ἀνόμων θάνατος, συντείνει δὲ ὥσπερ δεσμοῖς ἀγάπης ὁ τῶν ὅλων Θεὸς τοὺς προσιόντας αὐτῷ, καὶ τῇ πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν Πνεύματι, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον περὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Καὶ ἐγὼ συνεπόδισα τὸν Hos. “Ἐφραῒμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν “αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεως μου.’’ ὁ δέ γε δεσμὸς τρόιχήλους ἐνθάδε νοεῖται καὶ τὸ εὐήνιον τῶν ὑποτεθεικότων αὐτῷ τὸν τῆς διανοίας αὐχένα, καὶ τὸν χρηστὸν ἀληθῶς τοῦ Σωτῆρος ἡμῶν ὑποδεδυκότων ζυγόν.
Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν Τὸ τῆς ἐκστάσεως ὄνομα κατὰ διαφόρους νοεῖται τρόπους παρά γε τῆ θεοπνεύστῳ γραφῆ. σημαίνει μὲν γὰρ ἔσθ’ ὅτε τὴν κατάπληξιν, ὡς ἂν εἰ λέγοιτο τυχὸν περὶ τῶν ἡμαρτημένων τοῖς ἐξ Ἰσραήλ “Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ·’’ καὶ Ib. V. 30 πάλιν “Ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς·’’ δὲ δὴ αὖ τὴν ἀπὸ τοῦ γηίνου φρονήματος εἰς θείαν τινὰ καὶ πνευματικὴν ἠθῶν τε καὶ βίου κατάστασιν μετάστασιν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισὶ, καί φησιν “Εἴτε “γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν.’’ ὥσπερ δὲ τὴν ἀπό γε τῶν αἰσχιόνων ἐπὶ τὰ ἀμείνω μετάκλισιν ἔκστασιν εἶναί φαμεν Θεῷ φιλουμένην· οὕτω καὶ τὴν ἐκ τῶν χρησίμων ἐπὶ τὰ αἰσχίω μεταβολὴν ἔκστασιν εἶναι διισχυριζόμεθα φαύλην τε καὶ διαβεβλημένην.
Ἐν ἐκστάσει τοίνυν τῇ τοιᾷδε γενομένας τὰς τῶν δυναστῶν κεφαλὰς διέκοψάς φησι. δηλοῖ δὲ δὴ τὰς τῶν ἡγουμένων τοῦ Ἰσραὴλ, γραμματέων που πάντως καὶ Φαρισαίων, καὶ τῶν κατὰ νόμον ἱερουργῶν. ἐξέστησαν γὰρ ἀληθῶς καὶ ὀρθοῦ φρονήματος καὶ φρενὸς ἀγαθῆς καὶ τῆς εἰς Θεὸν ἀγάπης, οὐ προσηκάμενοι τὸν Υἱὸν, μᾶλλον δὲ καὶ ἀπεκτονότες, καίπερ εἰδότες τε καὶ λέγοντες, ὅτι “οὗτός ἐστιν ὁ κληρονόμος.’’ τίς δὲ δὴ ἄρα τῆς διακοπῆς ὁ τρόπος νοοῖτ᾿ ἃν, εἰκότως σαφηνιεῖ λέγων ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν “Διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν·’’ ἦν μὲν γὰρ καὶ “μερὶς’’ Θεοῦ, καὶ “σχοίνισμα κληρονομίας αὐτοῦ Ισραηλ. ἐπειδὴ ’δε πεπαρῳνήκασιν ἀνοσίως εἰς τὸν Υἱὸν, ἀπόπεμπτος γέγονεν ὁ ἠγαπημένος, καὶ μεμέρισται, καὶ τῶν πεπιστευκότων ἀπώλισθε τῆς ἐλπίδος, ἀπόκληρος καὶ ἀπεῤριμμένος, καὶ ἐκ προσώπου τέθειται, καὶ ἐν μοίρᾳ δευτέρᾳ, καὶ κατόπιν ἐθνῶν, οἳ δὴ καὶ ἐφ’ ἑαυτοῖς ἐκεῖνό φασιν “Εὐ- “λογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ “τὴν γῆν·” “Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.’’ διεκόπη τοίνυν ὁ Ἰσραὴλ, καὶ τῆς εὐλογίας ἐκπεπτωκὼς, μερὶς γέγονε Θεοῦ μὲν οὐκέτι, διαβολικὴ δὲ μᾶλλον καὶ ἀτιμοτάτη καὶ βέβηλος. εἶτα περὶ τῆς ἐκστάσεώς φησι ὅτι σεισθήσονται ἐν αὐτῇ, τουτέστι πεσοῦνται. τὸ γὰρ ἐν δονήσει καὶ κλόνῳ, τοῦ πίπτειν ἐγγύς. ἐποιμώζει δὲ ὥσπερ αὐτοῖς πολυτρόπως διολωλόσι καὶ προφήτης λέγων “Οἶκος Ἰσραὴλ ἔπεσεν, “οὐκ ἔστιν ὁ ἀναστήσων αὐτόν.”
Διανοίξουσι χαλινοὺς αὐτῶ, ὡς ὁ ἐσθίων πτωχὸς λάθρα.
Πλείστη μὲν ὅση τῆς τε συνθήκης αὐτῆς καὶ τῆς λέξεως ἡ δυσχέρεια· πλὴν ἐροῦμεν ὡς ἔνι, διαστέλλοντες εὖ μάλα τῶν ἐννοιῶν τὴν δύναμιν. ἀφηγησάμενος τοίνυν τὴν κατάστασιν, ἐν ᾗ πάντως ἔδει τὰς τῶν δυναστῶν γενέσθαι κεφαλὰς, τουτέστι, τοὺς καθηγεῖσθαι λαχόντας τῆς τῶν Ἰουδαίων Συναγωγῆς, μέτεισιν εὐθὺς ἐπὶ τοὺς ἁγίους ἀποστόλους, οἳ πολὺ μὲν εἶχον ἐν ἀρχαῖς τῶν διωκόντων τὸ δέος. ἐμαστίζοντο γὰρ ἐν συνεδρίοις, καὶ παρηγγέλλοντο μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ· συνιόντες δὲ λεληθότως τὰς πρὸς Θεὸν ἱκετείας ἐποιοῦντο λέγοντες “Ἐπ’ “γὰρ συνήχθησαν ἐν τῆ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον “σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλάτος “σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ. καὶ τὰ νῦν, κύριε, “ἐπὶ τὰς ἀπειλὰς αὐτῶν·’’ δῆλον δὲ ὅτι τὰς τῶν “καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας λαλεῖν τὸν “σου.” οὐκοῦν οἱ μονονουχὶ καθαπερεὶ χαλινῷ τινι τῷ δέει κατεσφιγμένοι καὶ σιωπᾶν ἀναγκαζόμενοι, οἱ μαστιζόμενοι καὶ τεθλιμμένοι, λάθρα τε καὶ μόλις προσλαλοῦντές τισι, καὶ οἷον ἐσθίοντι πτωχῷ προσεοικότες, διανοίξουσι χαλινοὺς ὅμοιον ὡς εἰ λέγοι, κατευρυνθήσονται πάντως εἰς τὴν αὐτοῖς ὅτι μάλιστα φιλαιτάτην τε καὶ πρέπουσαν παρρησίαν, φροντιοῦσι μὲν γὰρ οὐδαμῶς τῆς Ἰουδαίων Συναγωγῆς· διαπτύσαντες δὲ τὰς ἀπειλὰς, καὶ μονονουχὶ διαρρήξαντες τὸν ἐπιρριφέντα αὐτοῖς χαλινὸν, οἷον ἵπποι τινὲς ἀγαυοὶ καὶ ἀγέρωχοι, καταχρεμετιοῦσι λοιπὸν, ἐπιπλήττοντος οὐδενὸς, καὶ τῆς ἑαυτῶν φωνῆς κατεμπλήσουσι τὴν ὑπ’ οὐρανόν. τοιοῦτόν τι φησὶ καὶ ὁ θεσπέσιος Ἡσαΐας τοῖς τὸ εὐαυγελικὸν ἱερουργοῦσι κήρυγμα “Ἐπ᾿ ὄρος ὑψηλὸν “ὁ εὐαγγελιζόμενος μένος Σιῶν, ὕψωσον τῇ ἰσχύι· τὴν φωνήν “ὁ εὐαγγελιζόμεωος μένος Ἰερουσαλήμ· ὑψώσατε, μὴ “ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ “βραχίων αὐτοῦ μετὰ κυρείας.’’ οὐκοῦν οἱ πάλαι, φησὶν, ὄντες ὡς ἐσθίων πτωχὸς λάθρα, τουτέστιν, οἱ παρρησίαν οὐκ ἔχοντες, οἱ λεληθότως καὶ μόλις τῆ τῶν πιστευόντων τρεφόμενοι πίστει, πρὸς εὐθυμίαν διανοίξουσι χαλινοὺς αὐτῶν, κατὰ τὸν ἤδη προειρημένον τρόπον. ὅτι δὲ τροφή τις ὡσπερεὶ τῶν σωζομένων ἡ πίστις καὶ Θεῷ καὶ ἁγίοις, ἐμπεδοῖ λέγων αὐτὸς ὁ Χριστὸς περὶ τῆς τῶν Σαμαρειτῶν ἐπιστροφῆς “Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἢν ὑμεῖς οὐκ οἴδατε.’’ καὶ πάλιν Εμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.’’
Καὶ ἐπεβίβασας εἰς θἀλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.
Τετήρηκε πάλιν ὁ λόγος τῆς τροπῆς τὸ σχῆμα. χαλινοὺς γὰρ ὀνομάσας, ἵππους ἀπεκάλεσε τοὺς ἁγίους Ἀποστόλους οἷς καὶ αὐτὸς ἐποχεῖται Χριστὸς, ἐνιζήσας ὥσπερ εἰς νοῦν καὶ καρδίαν. ὅτι τοίνυν ἔμελλον παιδαγωγῆσαι πρὸς πίστιν οὐχ ὅτι μόνους τοὺς ἐξ Ἰσραὴλ, ἁλλὰ καὶ αὐτὴν τὴν τῶν ἑτέρων ἐθνῶν πλείστην τε ὅσην καὶ ἀμέτρητον πληθὺν, πειρᾶται διδάσκειν. θαλάσσῃ μὲν γὰρ παρεικάζει τὸν κόσμον, κατά γε τὸ ἐν ψαλμοῖς ὑμνούμενον “Αὕτη ἡ θάλασσα ἡ Ps. “μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός.’’ ὕδασι δὲ πολλοῖς τὰς τῶν ἐθνῶν ἀγέλας, τὰς ἀνὰ πᾶσαν τὴν γῆν· ἵπποις γεμὴν, ὡς ἔφην, τοὺς ἁγίους Ἀποστόλους, οἳ πᾶσαν περινοστοῦντες τὴν ὑπ’ οὐρανὸν, μονονουχὶ ῥέγχοντας καὶ ἐνηρεμοῦντας τῇ πλάνῃ τοὺς εἰδωλολάτρας χρησίμως ετάραττον· τεθορυβήκασι γὰρ, καλοῦντες εἰς δέος ὡς εἰς κόλασιν βαδιουμένους, καὶ τὴν διὰ πυρὸς δίκην ὑποστησομένους, εἰ μὴ ἕλοιντο μετανοεῖν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἐπιγνῶναι Θεόν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς Ἀθη- ναίοις προσλαλῶν, εἶτα τῶν ἄλλων ἁπάντων νεστέρους εἴπων, τεθορύβηκεν οὐ μετρίως, ἐκεῖνο προστίθεις “Τοὺς τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ “νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ “νοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ἧ μέλλει κρίνειν τὴν “μένην ἐν δικαιοσύνη, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν “πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.’’ οὐκοῦν τὸ μενον ὕδωρ, ἡ πληθύς ἐστιν ἡ κατὰ τὸν κόσμον· ὕδασι γὰρ ἔσθ’ ὅτε παρεικάζεται, καὶ μάλα εἰκότως· εἴπερ ἐστὶ θαλάσσῃ προσεοικὼς ὁ ἀνθρώπων βίος· ὅτι πολλὴ τῶν ἐν αὐτῷ πραγμάτων ἡ τύρβη, καὶ ἡ πρὸς τὸ ἄνω τε καὶ κάτω καὶ πρὸς πᾶν ὁτιοῦν ἀνάχυσίς τε καὶ κίνησις· πολὺ δὲ τὸ ὕδωρ τὸ ταραττόμενον, ὡς πρός γε τὸν Ἰσραήλ· οἱ μὲν γὰρ ἔθνος ἦσαν ἕν· τὰ ’δε ἐστι παντὸς ἀριθμοῦ κρείττονα.
Ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ καρδία μου ἀπὸ φωνὴς προσευχὴς χειλέων μου, κὼ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, κα ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου. ἀναπαύσομαι ἑ ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.
Ἔθος τοῖς ἁγίοις προφήταις τὴν εἰς καρδίαν καὶ νοῦν ἐπιτήρησιν, ἢν ἃν ποιοῖντο τυχὸν, προενηχοῦντος αὐτοῖς τοῦ ἁγίου Πνεύματος τῶν ἐσομένων τὴν γνῶσιν, φυλακὴν ἀποκαλεῖν ἤγουν ἀκοήν. τοιγάρτοι φησὶν ὁ αὐτὸς Ἀμβακούμ Επὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου·’’ ἕτερος δὲ αὖ Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη “ἐξαπέστειλε, ” καὶ “ἐξαπέστειλε,” καὶ μέντοι πρὸς τῷδε Δαυείδ “Ἀκούσομαι, φησὶ, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεος. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ὑπεμφαίνει τό Ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ καρδία μου. τετήρηκα, φησὶ, τῶν εἰρημένων τὴν δύναμιν· εἶτα κατεπτόημαι δεινῶς ἀπο φωνῆς προσευχῆς χειλέων μου. ἐποιεῖτο μὲν γὰρ μετ’ ᾠδῆς τὴν πρὸς Θεὸν ἱκετείαν, καὶ μέλος ἦν αὐτῷ τῆς προφητείας ὁ τρόπος· ἀλλ’ ἦν ὁ σκοπὸς αὐτῷ καὶ ὁ νοῦς οὐκ εἰς τὴν εὔρυθμον ἀναφώνησιν, κατεπικραίνετο δὲ μᾶλλον εἰς λύπας, καὶ περιδεὴς ἦν ἄγαν, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα τοῖς ἐξ Ἰσραὴλ διαρθροῦντος ἐν αὐτῷ τοῦ Πνεύματος. τὸ δὲ δὴ μάλιστα θορυβοῦν αὐτὸν καὶ ὀρρωδεῖν ἀναπεῖθον, κατά γε τὸ εἰκὸς, ἐκεῖνό που τάχα καὶ μόνον ἦν, μὴ ἄρα πὼς ἐναποληφθείη τοῖς κακοῖς, καὶ τὴν τοῦ λαοῦ συντριβὴν ἐπαθρήσειε, καὶ ἴδοι βαλλόμενον μὲν εἰς κεφαλὰς ἀνόμων θάνατον, διακοπτομένας δὲ αὐτὰς ἐν ἐκστάσει, καὶ σειομένας ἐν αὐτῇ, κατά γε τὸν ἤδη προαποδοθέντα νοῦν. εἶτα μανθάνων ὡς ἔσται μὲν εἰς καιροὺς ἡ ὅρασις, εἰς ἀνάβλησιν δὲ μακρὰν τὰ προηγγελμένα, μονονουχὶ καὶ ἀνενεγκὼν ἐξ ἀκράτου λοιπὸν δυσθυμίας Ἀναπαύσομαί φησιν ἐν ἡμέρα μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου. οὐ γὰρ ἐνσχεθήσομαι, φησὶ, τοῖς τοιοῖσδε κακοῖς, οὐδ’ ἃν εὑρεθείην ἐν τῷδε τῷ βίῳ, ἐνεστηκότος καιροῦ, καθ’ ὃν ἔσται πάντως τὰ τοιάδε τῶν κακῶν τοῖς ἐξ Ἰσραήλ. βαδιοῦμαι γὰρ ἐν- τεῦθεν, καὶ ἀνοιχήσομαι πρὸς λαὸν τὸν οὕτω πάροικον ἐν τῷδε τῷ βίῳ γεγενημένον, καθάπερ ἀμέλει καὶ αὐτὸς ἐγώ. πάροικοι γὰρ καὶ παρεπίδημοι πάντες οἱ ἅγιοι κατὰ τόνδε τὸν κόσμον. τοιγάρτοι φασίν “Οὐκ ἔχομεν ὧδε μένουσαν “πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.’’ ψάλλει δέ καὶ ὁ Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “Ἄνες μοι, “πάροικος ἐγώ εἰμι ἐν τῆ γῇ καὶ παρεπίδημος, καθὼς “οἱ πατέρες μου.’’ ἀξιάγαστος τοιγαροῦν τῶν ἁγίων σκοπὸς, οὐδ’ ὅσον εἰπεῖν ἀνεχομένων ἰδεῖν τὰ ἐφ’ οἷς ἃν συμβαίνῃ παροτρύνεσθαι Θεόν· ἡδίονα δὲ καὶ αὐτοῦ τοῦ ζῆν ποιεῖσθαι μεμελετηκότων τὴν ἀπὸ τοῦ κόσμου τούτου μετάστασιν, εἰ μὴ σώζοιτο πρὸς ἡμῶν τὰ εἰς δόξαν Θεοῦ. καὶ γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος, ὅτι τὸ ἀναλῦσαι κρεῖττον, καὶ αὐτῷ συνεῖναι Χριστῷ τοῖς εἰς τοῦτο ἥκουσι γνώμης, ὡς ἡγεῖσθαι παροικίαν τὴν ἐν σώματι ζωήν.
Διότι συκῆ οὐ καρποφορήσει, κω οὐκ ἔσται γ ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἒργον ἐλαίας, καὶ τὰ πεδία βρῶσιν· ἐθέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ βόες ἐπὶ φάτναις ἐξ ἰάσεως αὐτῶν.
Ὥσπερ τινὸς ἐρομένου καὶ ἀναμανθάνειν ἐθέλοντος, ἀνθ’ ὅτου ποιοῖτο περὶ πολλοῦ τὸ ἀποβιῶναι, μᾶλλον δὲ εἰς λαὸν ἀναβῆναι παροικίας αὐτοῦ, κατασκιάζει μὲν ἀσαφείᾳ πολλῇ τῆς τῶν Ἰουδαίων Συναγωγῆς τὴν κατάργησιν, μονονοὐχὶ δὲ καὶ κατολοφύρεσθαι δοκεῖ τὴν συμβησομένην ἀκαρπίαν αὐτῇ. καὶ τρόποις ἡμῖν αὐτὴν κατασημαίνει πολλοῖς, ὡς συκῆν ἔσεσθαι λέγων, ἧς ἃν οὐδεὶς γένοιτο καρπός. οὕτω γὰρ αὐτὴν καὶ αὐτὸς ὠνόμασεν ὁ Σωτῆρ’, ὡς ἐν παραδείγματος τρόπω̣ λέγων “Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἄμπελῶνι “αὐτοῦ.” ἢν καὶ ἄκαρπον οὖσαν, δεῖν ἔφη λοιπὸν ἵνα μὴ τὴν γῆν καταργῇ. ἐπάρατον δέ που καὶ τὴν πρὸ τῶν Ἱεροσολύμων ἐποιεῖτο συκῆν· οὐ γὰρ εὑρὼν ἐν αὐτῇ αἰῶνα. “Μηκέτι, φησίν, ἐκ σου καρπός γένηται “εἰς τὸν αἰῶνα.”
Παρεικάζει δὲ αὐτὴν καὶ ἀμπέλῳ βοτρύων ἐρήμῳ. καὶ γάρ ἐστι πάλιν, καθά φησιν ὁ προφήτης Ἡσαΐας “Ὁ “ἀμπελὼν κυρίου Σαβαὼθ ἄνθρωπος τοῦ Ἰούδα, “ἠγαπημένον.” ἀλλ’ “ἐχαράκωσε μὲν αὐτὸν, καὶ φραγμὸν “περιέθηκε, καὶ ἀνεδείματο πυργίον ἐν αὐτῷ, καὶ ὤρυξε “προλήνιον, καὶ ἐπέμεινε τοῦ ποιῆσαι σταφυλὴν, “δὲ ἀκάνθας.’’ ταύτῃτοι δὴ ἐλυμήνατο μὲν αὐτὴν, φησιν ὁ Δαυείδ “Ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενε- “μήσατο αὐτήν·’ καθεῖλε δὲ “τὸν φραγμὸν αὐτῆς, καὶ τε- “τρυγήκασιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν.”
Ἐψεύσατο δὲ καὶ τῆς ἐλαίας τὸ ἔργον, τουτέστι πάλιν τῆς Ἰουδαίων Συναγωγῆς. οὕτω γὰρ αὐτὴν κατασημαίνει λέγων καὶ ὁ προφήτης Ἱερεμίας “Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει “ἐκάλεσε κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς· “ἀνήφθη πῦρ ἐπ’ αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σὲ, “θῆσαν “θησαν οἱ κλάδοι αὐτῆς, καὶ κύριος τῶν δυνάμεων ὁ κατα- “φυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακά.” ἐπειδὴ δὲ, καθά φησιν ὁ Προφήτης, τὸ ἔργον αὐτῆς ἐψεύσατο· παιδαγωγούμενοι γὰρ εἰς Χριστὸν διὰ νόμου καὶ προφητῶν, οὐ προσήκαντο τὴν πίστιν· ταύτῃτοι καὶ ἐξεκόπη, καὶ πεπτώκασι μὲν οἱ κλάδοι αὐτῆς, ἐνεκεντρίσθησαν δὲ λοιπὸν οἱ ἐκ τῆς ἀγριελαίου, τουτέστιν, οἱ ἐξ ἐθνῶν, “ καὶ κοινωνοὶ τῆς ῥίζης “ καὶ τῆς πιότητος τοῦ καλλιελαίου γεγόνασιν.
Εἶτά φησιν ὅτι τοι πεδία οὐ ποιήσει βρῶσιν. παρεικάζει πάλιν τὸν Ἰσραὴλ ληίοις, οἶμαι, κατεφθαρμένοις, ἐξ ὧν οὐδ᾿ ἂν αὐτό που τὸ ἀποχρῶν εἰς βρῶσιν ἀθροίσειεν ὁ γηπόνος. ἀκαρπίας δὲ τοῦτο γένοιτ᾿ ἂν τῆς ἐσχάτης ἀπόδειξις ἐναργής. Ὅτι δὲ ἔμελλον τὸν τῶν θείων μαθημάτων ἀνατλάντες λιμὸν ἐν τοῖς ἁπάντων ἐσχάτοις πεσεῖσθαι κακοῖς, διεσάφει, προστιθεὶς, ἐκλελοιπέναι μὲν ἀπὸ βρώσεως πρόβατα, τουτέστιν, ἀπὸ τοῦ βρῶσιν οὐκ ἔχειν· οὐχ ὑπηχεῖν δὲ βοῦς ἐπὶ φάτνης. δι᾿ οὗ σημαίνεται τὸ εἰσάπαν ἐκλελοιπέναι τὸ παρ᾿ αὐτοῖς ἱερὸν καὶ ἀπόλεκτον γένος, τουτέστι, τοὺς ἀπὸ φυλῆς Λευὶ, οἳ βουσὶν ἐν ἴσῳ τὴν νοητὴν ἅλω καταλεπτύνοντες καὶ τῶν ἐκ τῆς ἀσαφείας περιβλημάτων τὸν διὰ τοῦ πανσόφου Μωυσέως ἀπογυμνοῦντες λόγον, οἷά τινα σίτου κόκκον προὐτίθεσαν μὲν τοῖς ἄλλοις εἰς νόησιν καὶ οἷόν τινα βρῶσιν πνευματικήν. αὐτοὶ δὲ ἦσαν ἐν Φάτναις καταβοσκόμενοι τὰς ἐκ τοῦ λαοῦ δωροφορίας, δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. οὐκοῦν ἐκλελοίπασι μὲν ἀπὸ βρώσεως προβατα· βόες δὲ οὐκ ἦσαν ἐπὶ Φάτνης ἔτι, τουτέστιν, οἱ καθηγηταὶ τῶν λαῶν καὶ διδάσκαλοι. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος τό “Οὐ φιμώσεις βοῦν ἀλοῶντα,” ταῖς τῶν διδασκάλων προσάπτει κεφαλαῖς, διερμηνεύων ἡμῖν σαφῶς τὰ ἐν νόμῳ. ἐκλελοιπέναι γεμὴν τὰς βοῦς ἐξ ἰάσεως αὐτῶν φησι. καὶ ἔστι μὲν ἀσαφὴς ὁ λόγος· δηλοῖ γεμὴν τόδε, καθάπερ ἐγῷμαι πάλιν. ἐπειδὴ γὰρ ἀπεσπούδαζον ἀμαθῶς τὸ ἰᾶσθαι παρὰ χριστοῦ, καίτοι ῥωννύντος τὸν ἀσθενῆ καὶ δικαιοῦντος τὸν ἀσεβῆ, ταύτῃτοι καὶ ἐκλελοίπασι, τουτέστιν, εἰσάπαν ἠσθένησαν καὶ κεχωρήκασιν εἰς τὸ μηδέν. δεινὸν οὖν ἄρα τὸ προσκρούειν Θεῷ, καὶ ἀκαρπίας ἔσται πρόξενον τῆς ἐσχάτης. ἀπορήσομεν δὲ καὶ τροφῆς τῆς πνευματικῆς, καὶ παντὸς ἐπέκεινα κακοῦ τοὐντεῦθεν ἐσόμεθα.
Ἐγὼ δέ ἑ τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῶ τῶ Σωτῆρί μου· Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοῦς πόδας μου εἰς συντέλειαν· ἐΜ τὰ ὑψηλὰ ἐπιβιβᾷ νικῆσαί με ἐν τῆ ᾠδῆ αὐτοῦ.
Ἐνταῦθα λοιπὸν ἢ αὐτὸ τὸ τοῦ Προφήτου πρόσωπον εἰσεκόμισται σαφῶς, τὰ τοιάδε λέγον· ἤγουν τῶν ἐν πίστει δεδικαιωμένων φαίη τις ἂν εἶναι τοὺς λόγους, οἳ θυμηδίαν ποιοῦνται Χριστὸν, καὶ χαίρουσι μὲν ἐπ’ αὐτῷ, καὶ τῆς ἐνούσης σης αὐτοῖς εὐσθενείας χορηγὸν ἀναγράφουσιν, ἐν αὐτῶ τε τὰ πάντα δύνασθαί φασι, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος “Πάντα ἰσχύω, φησὶν, ἐν τῷ ἐνδυναμοῦντί με “Χριστῷ.” ψάλλει δέ που καὶ ὁ μακάριος Δαυείδ “Ὅτι “τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ·” προσδοκῶσι καὶ τὸ βεβηκὸς εἰς εὐσέβειαν παρ’ αὐτοῦ δὴ καὶ μόνου καταπλουτῆσαι καλῶς. τὸ γάρ Τάξει τοὺς πόδας μου εἰς τέλειαν, δηλοῖ που πάντως ἕτερον ἡμῖν οὐδὲν ἢ τοῦτο· καὶ γοῦν Ἑβραίων ἡ ἔκδοσις ἀντὶ τῆς συντελείας τέθεικε τὴν Ἀσφάλειαν. οἱ δὲ ταττόμενοι πόδες εἰς ἀσφάλειαν, τί ἂν ἕτερον ἡμῖν ὑποφήνειαν, ἢ τὸ βεβηκὸς, ὡς ἔφην, εἰς εὐσεβειαν, καὶ τὸ ἀκράδαντον εἰς ἀρετὴν, καὶ τὸ εἰς πίστιν ἐρηρεισμένον καὶ ἀγάπην τὴν εἰς Χριστόν; ὅτι δὲ οὐ χθαμαλὸς καὶ χαμαιριφὴς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων, ἁλλὰ παντὸς γηΐνου καὶ σαρκικοῦ πράγματος τέ ἐστι καὶ ἀνῳκισμένος, ἀποφαίνει λέγων Ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾶ με. ὑψηλα γὰρ ὄντως παρὰ Θεῷ τῆς εὐαγγελικῆς πολιτείας τὰ αὐχήματα.
Ὅτι δὲ καὶ περιεσόμεθα τῶν ἀνθεστηκότων, καὶ ἀμείνους ἐσόμεθα τῶν ἐχθρῶν, δοξολογοῦντες αὐτὸν, ἀναπείσει λέγων τοῦ νικησαι με ἐν τῃ ῳοῃ αυτου.
Commentary zephaniah: Κυριλλου
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΣΟΦΟΝΙΑΝ.
ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τοῦ Χουσὶ υἱὸν Γοδολίου του Ἀμορίου τοῦ Ἐζεκίου ἐν ἡμέραις Ἰωσίου Ἀμὼς βασιλέως Ἰούδα.
ΠΡΟΦΗΤΕΥΕΙ μὲν ἐν τοῖς Ἱεροσολύμοις ὁ μακάριος Σοφονίας, οὐκ ἄσημος ὢν τὸ κατὰ σάρκα γένος, οὔτε μὴν κατ’ ἐκείνους ὑπάρχων, οἷς ἦν ἔθος τὸ ψευδοεπεῖν, καὶ τοὺς θείους τοῖς ἀκροωμένοις ὑποπλάττεσθαι λόγους, περὶ ὧν ἔφη καὶ ὁ θεσπέσιος Ἰεζεκιήλ “Οὐαὶ οἱ προφητεύοντες ἀπὸ καρ- “δίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέποντες,” καὶ μὴν αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς “Οὐκ ἀπέ- “στελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα “πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον.” ἀλλ’ ἧν ἀλη- προφήτης, τοὺς ἐκ στόματος Κυρίου διαπορθμεύων λόγους, καὶ Ἁγίου μὲν ἀναπιμπλάμενος Πνεύματος, ἀναβρύων δὲ ὥσπερ ἐκ πηγῆς ἀγαθῆς τῆς καρδίας αὐτοῦ τὰ ἀγαθά· ψευδηγορεῖν γὰρ οὐκ οἶδε τῶν ἁγίων ἢ γλῶττα.
Ὁ δέ γε τῆς προφητείας σκοπὸς ἐπίπληξιν ἔχει τῶν οὐσῶν σῶν ἐν τοῖς Ἱεροσολύμοις δύο φυλῶν· τοῦ τε Ἰούδα φημὶ καὶ τοῦ Βενιαμίν. γράφεται γὰρ ὡς ἠσεβηκότας, καὶ ταῖς τῶν εἰδώλων ἀπάταις ἀνοσίως προσνενευκότας, καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως διάττοντας τῶν ἀπᾳδόντων Θεῷ· προσεπ- ενήνεκται δὲ χρησίμως καὶ τῆς βασιλείας ὁ χρόνος, καθ’ ὃν τὰ τοιάδε προσλελάληκε τοῖς προσκεκρουκόσιν, ἵνα τὴν τῶν τὸ τηνικάδε πραγμάτων πολυπραγμονοῦντες κατάστασιν, λοιπὸν ἐννοῶμεν ἐφ’ ὅτῳ τε καὶ ὅση γέγονεν ἐπ’ αὐτοὺς τῆς θείας ὀργῆς ἡ κίνησις.
Οὐκοῦν· ἀφηγήσομαι γὰρ ἀνὰ μέρος ἃ δὴ καὶ ὀνίνησι τοὺς ἐντευξομένους· βεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Ἑζεκίας, ἀνὴρ τῶν ὅτι μάλιστα φιλοθεωτάτων, εὐσεβείας ἐραστὴς, δικαιοσύνης πρύτανις, ἀπάτης ἐχθρὸς, καὶ τὰ ἐκ τῆς εἰδωλολατρείας περικόπτων βλάβη· προσμεμαρτύρηκε γὰρ αὐτῷ τὰ τοιάδε σαφῶς τὸ γράμμα τὸ ἱερόν. τούτου διέποντος τὴν ἐν τοῖς Ἱεροσολύμοις βασιλίδα τι- μὴν, ἀνέβη Σεναχηρεὶμ, ὁ Ἀσσυρίων τύραννος, εἷλέ τε Σαμάρειαν, καὶ ἀπῴκισε τὸν Ἰσραήλ· τουτέστι, τὰς δέκα φυλάς· εἰς τὰ ὄρη Περσῶν καὶ Μηδῶν, προσεμπρήσας δὲ καὶ τῆς Ἰούδα βασιλείας οὐκ εὐαριθμήτους πόλεις, οὐ κεκράτηκε τῶν Ἱεροσολύμων, Θεοῦ προασπίζοντος. ἐναργῆ δὲ ὄντα τῆς ἱστορίας τὸν λόγον παραδραμεῖν ἀναγκαῖον.
Εἰτα τεθνεῶτος Ἐζεκίου διαδέχεται τὴν βασιλείαν ὁ Μανασσῆς, νασσῆς, γεγονὼς ἐξ αὐτοῦ, ὃς ἦν οὕτω δυσσεβὴς, ὡς μηδένα τρόπον φαυλότητος ἀνεπιτήδευτον ἐᾶν. γέγραπται δὲ οὕτως περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν “Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατά τὰ βδελύγματα “ἐθνῶν ὧν ἐξῆρε κύριος ἀπὸ προσώπου τῶν υἱῶν “καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ ἃ Εζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῆ “Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ “λεὺς Ἰσραὴλ, καὶ προσεκύνησε πάσῃ τῆ δυνάμει τοῦ καὶ ἐδούλευσεν αὐτοῖς· καὶ ᾠκοδόμησε θυσιαστήριον “ἐν οἴκῳ Κυρίου, ᾧ εἶπεν Ἐν Ἱερουσαλὴμ θήσω μου, καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου, καὶ διήγαγε “τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ, καὶ ἐκληδονίζετο καὶ καὶ ἐποίησε θελητὴν, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ “πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου παροργίσαι αὐτόν. “ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπε “πρὸς Δαυεὶδ καὶ πρὸς Σολομῶνα τὸν υἱὸν αὐτοῦ Ἐν “ οἴκῳ τούτῳ καὶ ἐν Ἱερουσαλὴμ ἧ ἐξελεξάμην ἐκ “φυλῶν Ἰσραὴλ καὶ θήσοι τὸ ὄνομά μου ἐκεῖ εἰς “αἰῶνα.” αἰῶνα. ταῦτα δρῶντος ἀνοσίως τοῦ Μανασσῆ ἠγανάκτει, καὶ μάλα εἰκότως, ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς Ἰεροσολήμοις ἐποίσειν ἤδη τὰ ἐξ ὀργῆς ἠπείλει σαφῶς. γέγραπται δὲ οὕτω πάλιν “Καὶ ἐλάλησε κύριος ἐν χειρὶ δούλων αὐτοῦ “ τῶν προφητῶν λέγων Ἀνθ᾿ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ “ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ “ πάντων ὧν ἐποίησεν ὁ Ἀμορραῖος ὁ ἐμπροσθὲν, καὶ ἐξή᾿ “ μαρτε καί γε Ἰούδας ἐν τοῖς εἰδώλοις αὐτῶν, οὐχ οὕτω “ τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Ἴδου ἐγὼ φέρω κακὰ “ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν ὥστε παντὸς ἀκούοντος αὐτὰ, “ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, καὶ ἐκτενῶ ἐπὶ Ἱερου “ σαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου “ Ἀχαὰβ, καὶ ἀπαλείψω τὴν Ἰερουσαλὴμ, καθὼς ἀπαλεί- “ φεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται “ ἐνώπιον αὐτῶν, καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρο- “ νομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐ- “ τῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι “ τοῖς ἐχθροῖς αὐτῶν, ἀνθ᾿ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν “ ὀφθαλμοῖς μου.” καὶ ταυτὶ μὲν, ὡς ἔφην, ἐποίσειν οὐκ εἰς μακρὰν τοῖς κατοικοῦσι τὴν Ἱερουσαλὴμ, ἐπηπείλει Θεός.
Κατοιχομένου δὲ τοῦ Μανασσῆ ἤδη, βεβασίλευκεν Ἀμὼς υἱὸς αὐτοῦ, κατ᾿ οὐδὲν ἀποδέων τοῦ φύσαντος εἰς ἀνοσιότητα τρόπων, ἁμιλλώμενος δὲ οὕτω ταῖς ἐκείνου δυσσεβείαις, ὡς τάχα που καὶ ὑπερκεῖσθαι λοιπόν. ἐπειδὴ δὲ καὶ αὐτὸς ἀπεβίω, βεβασίλευκεν Ἰωσίας, υἱὸς μὲν αὐτοῦ, πλὴν τὴν Ἐζεκίου ζηλώσας φιλοθεΐαν, καὶ τῶν ἐκείνου τρόπων ἄριστος ἐραστής καθεῖλε μὲν γὰρ βωμοὺς καὶ τεμένη, τὸν δὲ δὴ θεῖον ναὸν καθαρὸν ἀποφήνας τῶν Μανασσῆ βδελυγμάτων, τὰ συνήθη δρᾶν εἰς δόξαν Θεοῦ τοὺς κατὰ νόμον ἱερουργοὺς ἐκέλευεν· ἐνέπρησε πρὸς τούτῳ τοῦ ἡλίου τὸ ἅρμα, ἐξήλασε τῶν Ἱεροσολύμων ψευδομάντεις, οἰωνοσκόπους, καὶ τερατoλόγους, καὶ μέντοι καὶ γνώστας· οὐκ εὐαρίθμητόν τε τῶν τεμενιτῶν ἀποσφάξας πληθὺν, ἐν τοῖς τῶν εἰδώλων κατέκαυσε βωμοῖς· ἀνέτρεψέ τε τὸ θυσιαστήριον τῶν δαμάλεων τὸ ἐν Βαιθὴλ, ὃ πεποίηκεν Ἱεροβοάμ. ἐπειδὴ δὲ ἦν φιλόθεος οὕτω καὶ ἀγαθὸς, ἀνεβάλετο τὴν ὀργὴν, καὶ οὐδὲν ἐπήγαγε τῶν προεπηγγελμένων ὁ Θεός. ἐπειδὴ δὲ ἀπεβίω καὶ Ἰωσίας, βεβασίλευκεν Ἰωάχαζ, ὃν ἐχειρώσατο Φαραὼ Νεχαὼ καὶ δέσμιον ἐποιήσατο, τῇ τῆς βασιλείας στεφανώσας τιμῇ τὸν Ιεχονίαν, Ἰωσίου πάλιν υἱὸν δεύτερον, οὗ δὴ βασιλεύοντος κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς πᾶσαν καταδῃώσας τὴν χώραν εἷλε τε τὰ Ἱεροσόλυμα, καὶ τὸν θεῖον ἐμπρήσας ναὸν, ὁμοῦ τοῖς ἱεροῖς σκεύεσι δορίληπτον τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ἀπεκόμισεν εἰς τὴν ἑαυτοῦ. εἰδέναι δὲ ἀναγκαῖον, ὅτι καὶ τὰς τῶν ἀλλοφύλων πόλεις, τὰς πρὸς τῇ θαλάττῃ κειμένας, Γάζαν τέ φημι καὶ Ἀσκάλωνα καὶ ἑτέρας σὺν αὐταῖς, Ἰδουμαίους τε καὶ Ἀμμανίτας, ἡ τοῦ Βαβυλωνίου σκαιότης συντέτριφε τε καὶ διέθηκε κακῶς. διαμέμνηται γὰρ καὶ τούτου τῆς προφητείας ὁ λόγος.
Εκλείψει ἐκλιπέτω πατὰ ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος· ἐκλιπέτω ἂνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.
Ὡς ἐρήμου παντελῶς ἐσομένης αὐτοῖς τῆς χώρας, καὶ ὅσον οὐδέπω σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτὴν ἀπολουμένης, ὑπερβολικὸν ἐν τούτοις τὸν τῆς προαγορεύσεως ποιεῖται λόγον. οὐ γάρ που φαμὲν, εἴπερ ἐσμὲν ἐν καλῷ τοῦ φρονεῖν ὀρθῶς, ὅτι καὶ ζῴοις ἀλόγοις καὶ νηκτοῖς καὶ πετεινοῖς ἐφίησι τὴν ὀργὴν ὁ τῶν ὅλων Θεός· ἐκεῖνο δὲ μᾶλλον ἐννοεῖν ἀναπείθει τοὺς ἀκροωμένους, ὡς οὐδενὸς τὸ παράπαν ἔσται φειδώ· ἀλλ’ ὥσπερ νεὼς ὁμοῦ τοῖς πλωτῆρσι βεβαπτισμένης, οὐδὲν ἀπομένει λείψανον· οὕτω, φησὶν, ἁλούσης τῆς Ἰουδαίας, οὐδὲν ἔσται τὸ σωζόμενον, οὐκ ἄνθρωπος, οὐ κτήνη, οὐ πτηνὸν, οὐ νηκτόν. ἐπειδὴ δὲ ἦν καὶ σφόδρα εἰκὸς εἶναί τινας ἐν αὐτῇ καὶ ζῶντας ἐννόμως, εὐφυᾶ τε καὶ ἀξιάγαστον ἐπησκηκότας τὴν πολιτείαν, ἵνα μὴ φαίνοιτο κατὰ πάντων ἁπλῶς καὶ ἀδιακρίτως ἱεὶς τὴν ὀργὴν, καὶ συναπολλύων μὲν τῷ ἀδίκῳ τὸν δίκαιον, τοῖς δὲ βεβήλοις καὶ ἀσεβέσι συγκαταφθείρων τὸν εὐσεβῆ, ταύτῃτοι καθίστησιν ἐναργεῖς, καθ’ ὧν ἂν ἴοι τὰ ἐξ ὀργῆς. ἔφη γὰρ ὅτι Καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς καὶ ἐξαρῶ τοὺς ἀνόμους απο προσώπου τῆς γῆς. καὶ ἀσθενησουσι μὲν ὑπὸ χεῖρα πίπτοντες ἐξαιρονται δὲ αὖ ἢ τεθνεῶτες καὶ ῥομφαίας ἔργον γεγενημένοι, ἤγουν ἀποκομισθέντες αἰχμάλωτοι καὶ τοῖς ᾑρηκόσι δουλεύοντες.
Εἰ δὲ δή τις ἕλοιτο μεταπλάττειν ἀστείως εἰς ἤθη καὶ τρόπους, ἄνθρωπόν τε καὶ κτήνη καὶ τὰ λοιπὰ, νοήσει μὲν ἀνθρώπους τοὺς κατὰ σάρκα ζῶντας, καὶ γήινον ἔχοντας φρόνημα, καὶ τοῖς προσκαίροις ἐντετηγμένους, οἷς καὶ ὁ θεῖος προσπεφώνηκε λόγος “Ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ “Ὑψίστου πάντες, ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε.” τῶν γὰρ ἁγίων ἀνθρώπινος μὲν οὐκ ἔτι, θειότερος δὲ μᾶλλον καὶ πνευματικὸς ὁ βίος· εἴπερ ἐστὶν ἀληθὲς, ὡς περιπατοῦσι μὲν ἐν σαρκὶ, ζῶσι δὲ οὐ κατὰ σάρκα, κατὰ τὸ γεγραμμένον· ἔχουσι δὲ μᾶλλον ἐν οὐρανοῖς τὸ πολίτευμα· κτήνη δὲ αὖ τοὺς ἀμαθίᾳ πολλῇ συζῆν εἰωθότας, καὶ νωθεῖς τὴν φρένα, περὶ ὧν φησί διὰ φωνῆς τοῦ Δαυείδ “Ἄνθρωπος ἐν τιμῇ ῾ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις “καὶ ὡμοιώθη αὐτοῖς·” προσεπιτάττει δὲ λέγων “Μὴ γί- “νεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.” δὲ δὴ λογιούμεθα τοὺς ἐπηρμένην τε καὶ οἱονεὶ μετέωρον ἔχοντας φρένα, καὶ ὑψοῦ μὲν φέρεσθαι μεμελετηκότα τὸν νοῦν, καὶ τοῖς ταπεινοῖς συναπάγεσθαι παραιτούμενον. τοιουτοσι ουτοσὶ δε πὼς ὁ ἀλαζὼν, καὶ τοῖς τῆς θεομισοῦς ὑπεροψίας ἐγκλήμασιν ὁλοτρόπως ἐνισχημένος. μένος. ἐκδέξῃ δὲ καὶ ἰχθῦς τὴν ἀλογωτάτην πληθύν· ἀφωνότατα δὲ τῶν ἰχθύων τὰ γένη· τοιοῦτοι δὲ καὶ οἱ πολλοὶ, οἳ καθάπερ θαλάττῃ τινὶ τῇ τοῦ βίου τύρβῃ περιχεόμενοι, καὶ τὴν ἁλμυράν τε καὶ πικρὰν τῶν ἐν αὐτῇ πραγμάτων ἡδονὴν τρεφόμενοι, τοῖς τοῦ θανάτου τετήρηνται λίνοις, ὄλεθρον ἔχοντες τοῦ βίου τὸ πέρας. οὗτοι δὴ οὖν ἐκλείψουσι, ποινὴν ἐπ’ αὐτοὺς ἱέντος Θεοῦ, καὶ κολάζειν ᾑρημένου λοιπὸν ὡς ἀσελγῆ καὶ ἀκόλαστον τρίβοντας βίον, καὶ παρότρυνε ἱν αὐτὸν οὐ παραιτουμένους.
Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδαι καὶ ἐπὶ πάντας τοῦς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τὰ ἀνόματα τῶν Βααλεὶμ, καὶ τὰ ἀνόματα τῶν ἱερέων, μετὰ τῶν ἱερῶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν, καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου καὶ τοὺς μὴ ζητοῦντας τὸν Κύριον, καὶ τοὺς μὴ Κυρίου.
Kαταλευκαίνει λοιπὸν τὸ ἀμυδρῶς εἰρημένον, καὶ ὅτι κατὰ τῆς Ἰούδα φυλῆς, κατά τε τῶν Ἱεροσολύμων τὰ ἐξ ὀργῆς συμβήσεται, διαγορεύει σαφῶς. ἐκταθήσεσθαι γὰρ κατ’ αὐτῆς τὴν ἑαυτοῦ χεῖρά φησιν, οἱονεὶ καταδραττομένην καὶ πλήττουσαν, καὶ ὑποτιθεῖσαν αὐτοὺς τοῖς ὅσον οὐδέπω προσδοκωμένοις, μέλλουσί τε καταδῃοῦν καὶ τῆς ἐνεγκούσης ἀποκομίζειν αὐτοὺς τοῖς τῆς δουλείας βρόχοις ἐνειλημμένους. ἀπογυμνοῖ δὲ δὴ τὰ ἐγκλήματα, καὶ ἐκ μέσου μὲν ἔσεσθαί φησι τὰ ἀνόματα τῶν Βάαλ, οἰχήσεσθαι δὲ σὺν αὐτοῖς τὰ τῶν ἱερέων. καὶ ὅτι μὲν πολλὴ παρ’ αὐτοῖς ἡ τῶν σεβασμάτων πληθὺς, καὶ διάφορος ὁ τῆς πλανήσεως τρόπος, διὰ τούτου σημαίνει. ὅτι δὲ τῷ πολέμω δαπανηθήσονται, καὶ ὀλιγανδρίας εἰς τοῦτο τὰ τῶν Ἰουδαίων ἔθνη περιστήσεται, ὡς μὴ εἶναι τάχα που τοὺς ὀνομάζοντας τὴν Βάαλ, ἤγουν τοῖς τῶν εἰδώλων τεμένεσι προσιζῆσαι δυναμένους, ὑπεσήμηνεν εὐφυῶς, ἐξαρθήσεσθαι λέγων τὰ ἀνόματα τῶν εἰδώλων αὐτῶν, καὶ μέντοι τῶν ἱερέων. τὰ δὲ ἀνόματά φησιν ἀντὶ τοῦ τὰς μνήμας, ἤγουν τὰς δόξας. οὕτω γὰρ αὐτὸ καὶ ὁ σοφώτατος Σολομὼν διερμηνεύει λέγων ℵ “Αἱρετὸν ὄνομα καλὸν, ἢ πλοῦτος πολύς.’’ ὁμοῦ δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ὀνόμασι τῶν Βααλεὶμ ὀλοθρευθήσεσθαι λέγει τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα· εἶεν δ’ ἃν οὗτοι πάλιν οἱ σελήνη καὶ ἄρκτῳ καὶ τῃ λοιπῇ στρατιᾷ τοῦ οὐρανοῦ προσκυνεῖν εἰωθότες. ἐξαρῶ δέ φησιν ὁμοίως καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν και τοὺς εκκλινοντας ἀπο τοῦ κυροῦ. ἔθος γὰρ ἦν τῶν πεπλανημένων τισὶν ὅρκιον ποιεῖσθαι τὸν οὐρανὸν, καὶ κατευρύνειν ευρύνειν ἐπ’ αὐτῷ τὴν γλῶτταν· φιλοτιμότατα δὲ ὥσπερ ἀναφωνεῖν Νὴ τὸν βασιλέα καὶ δεσπότην ἥλιον. οἷς ἀνάγκη τοῦτο δρᾶν ᾑρημένοις καὶ ἀποφοιτᾶν ἀγρίως τῆς εἰς Θεὸν ἀγάπης, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος “Κύρων τὸν “Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, “ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ.’’ καὶ γοῦν ὁ προφήτης προσμαρτυρεῖ ποτε τοῖς ἐξ Ἰσραὴλ τῆς διὰ Μωυσέως ἐντολῆς τὴν τήρησιν, ἔφασκέ τε πρὸς Θεὸν, τῆς ἐπ’ αὐτοῖς ἀποφέρων ὀργῆς “Ζῇ κύριος λέγουσιν.’’ οἱ ’δε γε μὴ ζητοῦντες τὸν Κῦρον, μήτε μὴν ἀντέχεσθαι μελετῶντες αὐτοῦ, τοῦ, νοοῖντ’ ἃν εἰκότως οἱ φαύλην τε καὶ ἀσχήμονα διαβιοῦντες ζωὴν, καὶ τὴν ἔξω νόμου πολιτείαν ἐκτετιμηκότες. ζητεῖται γὰρ παρ’ ἡμῶν ὁ τῶν ὅλων Θεὸς οὐχὶ μᾶλλον τοπικῶς, ἀλλ’ οἶμαι πραγματικῶς, διὰ γνώσεως ἀληθοῦς, καὶ τὸ ἀνεπίπληκτον ἐχούσης ἐφ’ ἑαυτῇ, διὰ πίστεως καὶ ἐπιεικείας, καὶ τῆς εἰς πᾶν ὁτιοῦν τῶν ὁσίως τεθαυμασμένων καὶ ἁνδανόντων αὐτῷ σπουδῆς τε καὶ προθυμίας.
Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι ταῦτα μὲν τετέλεσται καὶ παρ’ αὐτοῦ τοῦ βασιλεύοντος ἐν τοῖς Ἱεροσολύμοις, Ἰωσίου φημὶ, καθ’ ὃν καὶ ὁ τῆς προφητείας γέγονε λόγος. καθεῖλε γὰρ καὶ αὐτὸς βωμοὺς καὶ τεμένη καὶ τὰ χειρόκμητα· κατέσφαξε τοὺς ἱερουργοὺς, ψευδομάντεις, οἰωνοσκόπους. ἔοικε δὲ ὁ Προφήτης οὐχὶ δὴ πάντως τὰ ἐνεστηκότα δηλοῦν, καὶ περὶ τῶν ἤδη πεπραγμένων ποιεῖσθαι τοὺς λόγους, προαγγέλλειν δὲ μᾶλλον, ὡς ἔσται ταῦτα κατὰ καιροὺς, ἃ δὴ καὶ τετέλεσται διὰ τοῦ Ναβουχοδονόσορ, οὐκ εἰς δόξαν δρῶντος Θεοῦ· πῶς γὰρ ἢ πόθεν, ὅς γε καὶ τὸν θεῖον ἐνέπρησε ναόν; ἀνελόντος δὲ μᾶλλον καὶ κατεμπρήσαντος ὁμοῦ τοῖς εἰδώλοις τοὺς προσκυνοῦντας αὐτά.
Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου, ὅτι ἡτοίμασε κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασε τοὺς κλητοὺς αὐτοῦ.
Ἀναπλέκει χρησίμως ταῖς ἀπειλαῖς τὴν παραίνεσιν, καὶ καταπτοήσας τοῖς δείμασι, μετασοβεῖ πρὸς τὸ ἄμεινον, ὑποβλέπεσθαι κελεύων· τοῦτο γὰρ οἶμαι τὸ εὐλαβεῖσθαί ἐστι· τὸν τῶν ὅλων Θεὸν, καὶ τὰς τοῦ βίου τροχιὰς ἐπ- ἀνορθοῦν ἐπείγεσθαι, καὶ ἀμελλητὶ μετατρέπειν πρὸς τὸ αὐτῷ φίλον καὶ δοκοῦν. δεῖν δέ φησιν ὁρᾶσθαι τοιούτους απὸ προσώπου κυροῦ, κατά γε τὸ εἰρημένον διὰ φωνῆς Ἡσαΐου “Λούσασθε, Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ “τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε “ἀπὸ τῶν πονηριῶν ὑμῶν.” ταὐτὸν γὰρ οὔτι που τὸ πονηρίαν ἀφελεῖν ἐξ ὀφθαλμῶν ἀνθρωπίνων καὶ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, πλείστη δὲ ὅση τῶν πραγμάτων ἐστὶν ἢ διαφορά. πονηρὸς γὰρ ἐσθ’ ὅτε καὶ οὐκ ἀγαθὸς τοὺς τρόπους ἀνὴρ, εὐλαβείας δόκησιν ὑποτρέχει καὶ χρηστότητος ὄνομα περιπλάττεται, καίτοι τοῦτο κατ’ ἀλήθειαν οὐκ ὤν· καὶ γοῦν ὁ Χριστός “Προσέχετε, φησὶν, ἀπὸ τῶν ἐρχομένων “πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι “ἅρπαγες.” ὁ τοιοῦτος εὐλαβὴς ἐν ὀφθαλμοῖς ἀνθρώπων, καὶ οὐχὶ δὴ πάντως ἐν ὄψει Θεοῦ· ὁ δὲ ἀκάκουργος ἀληθῶς ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ, καὶ οὐχὶ μόνον τὴν ἐξωφανῆ χρηστότητα καὶ τὸ ἀγαθὸς εἶναι δοκεῖν ἀμφιέννυται, καρδίαν δὲ μᾶλλον ἀβέβηλον ἔχει, καὶ δὴ καὶ ὁρᾶται τοιοῦτος. ἔφη γάρ που ὁ Σολομών “Ἔνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ “ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ “σκοπεύει.” ἡμέραν δὲ ὀνομάζει Κυρίου τῆς ἁλώσεως τὸν καιρὸν, ὃν καὶ ἐγγὺς εἶναί φησιν, οὐκ ἐφιεὶς τοῖς ἀμελεστέροις ἐκεῖνό που τάχα διενθυμεῖσθαι καὶ φρονεῖν παρά γε σφίσιν αὐτοῖς, ὡς μακρά τις ἔσται τῶν ἔσεσθαι προεπηγγελμένων γελμένων ἡ ἀνάβλησις, καὶ ὑπερτρέχουσι τὸ παθεῖν εἰς τὸ τῆς οἰκείας ζωῆς καταντήσαντες τέλος. ἔθος γὰρ ἦν Ἰουδαίοις ἐν ταῖς προρρήσεσι τῶν ὅτι μάλιστα σκυθρωπῶν τοιάδε τινὰ φρονεῖν τε καὶ λέγειν. καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ “Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος “Ἰσραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν Ἡ ὅρασις “ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς “οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε “λέγει Ἀδωναῒ κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες “λόγοι μου, οὓς ἂν λαλήσω· ὅτι λαλήσω λόγον καὶ “ποιήσω, λέγει Ἀδωναῒ Κύριος.” τοῦτο καὶ νῦν, ὥς οἶμαι, φησὶν, ἠγγικέναι διαβεβαιούμενος τὴν ἡμέραν Κυρίου καὶ ἡτοιμᾶσθαι μὲν τὴν θυσίαν αὐτοῦ, ἡγιᾶσθαι δὲ τοὺς κλητούς. καὶ θυσίαν μὲν ὀνομάζει τὴν κατὰ βούλησιν αὐτοῦ πραχθησομένην σφαγὴν τῶν ἠσεβηκότων· κλητοὺς γεμὴν τοὺς Χαλδαίους, οὓς καὶ ἡγιᾶσθαί φησιν, οὐχ ὡς ἁγίους γεγενημένους, ὡς ὁρισθέντας δὲ μᾶλλον καὶ κεκλημένους παρὰ Θεοῦ πρὸς τὸ ἐμπρῆσαι τὴν Ἰουδαίαν, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης ὀλοθρεῦσαι τοὺς ἐν αὐτῇ. τοιοῦτόν τι φησὶ καὶ ἑτέρωθι τὸ γράμμα τὸ ἱερόν. κέκληντο μὲν γὰρ κατὰ τῆς Νινευὶ Πέρσαι τε καὶ Μῆδοι καὶ οἱ Κύρῳ συνησπικότες. ἔφη δὲ καὶ περὶ αὐτῶν ὁ τῶν ὅλων Θεός “Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται “πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.” οὐκοῦν ὁ ἁγιασμὸς ἐν τούτοις οὐ φαυλότητος ἀπόθεσιν, οὔτε μὴν Πνεύματος Ἁγίου μέθεξιν κατασημήνειεν ἄν, ἀλλ’ οἱονεὶ τὸ πρὸς ἐκπλήρωσιν τοιοῦδε τινος πράγματος προωρίσθαι τε καὶ ἐκνενεμῆσθαί τινας.
Καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπί τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τούς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς ἐπὶ τὰ πρόπολα ἐν τῇ ὴμέρᾳ ἐκείνῃ, τοὺς τὸ οἶκον Κυρίου τοῦ Θεοῦ αὐτῶ ἀσεβείας κοὶ δόλου.
Τρία ταῦτά ἐστι τὰ δι’ ὧν ἂν εὖ ἔχοιεν πόλεις τε καὶ χῶραι, βασίλεια τε καὶ τὰ ὑπ’ αὐτὴν τῶν ἐξουσιῶν τάγματα, καὶ ἡ διαβόητος ἱερωσύνη. ταῦτα δὲ εἰ μὲν ἔχοι καλῶς, κατά γε τὸ ἑκάστῳ πρέπον, εὖ ἃν ἔχοι καὶ τὰ ὑπ’ αὐτὰς πράγματα, καὶ σώζεται τὸ ὑπήκοον. εἰ δὲ δὴ τὴν διεστραμμένην ἕλοιντο τιμᾶν, καὶ μὴν καὶ διάττοιεν τρίβον, ἅπαντα εὐθὺς πρὸς τὸ ἀκαλλὲς οἰχήσεται, καὶ μονονουχὶ καταμεθύει πρὸς ὄλεθρον. ὥσπερ γὰρ εἰς τὴν τοῦ σώματος κεφαλὴν ἀλγήματος γεγονότος, συναισθάνεσθαί τε αὐτῇ καὶ συναῤῥωστεῖν ἀναγκαῖον τὰ λοιπὰ τῶν μελῶν. οὕτω καὶ τῶν ἡγουμένων ἐκτετραμμένων ἐπὶ τὸ φαῦλον καὶ μέντοι ῥοπὴν τὴν εἰς τὰ χείρω νενοσηκότων συγκαταφθείρεσθαί πως ἀνάγκη τοὺς ὑπεζευγμένους. φιλεῖ γάρ πὼς τὸ ὑπήκοον ταῖς τῶν λαχόντων κρατεῖν ἕπεσθαί τε καὶ ὑποφέρεσθαι γνώμαις. ἐν ἡμέρᾳ τοίνυν, φησὶ, τῆς ἁνδανούσης Θεῷ θυσίας, τουτέστιν ἐν καιρῷ καθ’ ὃν ἂν γένοιτο τῶν τὰ πάνδεινα πεπλημμεληκότων ἡ σφαγὴ, ἐπ’ αὐτὰ δὴ καὶ πρῶτα τὰ τῶν ἄλλων ἐξῃρημένα κατὰ τὴν δόξαν καὶ προεκκείμενα πράγματα, βαδιεῖται τὰ ἐξ ὀργῆς. ταῦτα ’δε ἐστιν, ὁ τοῦ βασιλεύοντος οἶκος· καὶ ὁ γείτων εὐθὺς τῶν ἐν δόξη καὶ περιφανείᾳ κειμένων· καὶ τρίτος ἐπ’ αὐτοῖς ὁ καὶ τῶν ἄλλων παρὰ Θεῷ προτιμότερος ὁ τῶν θείων ἱερουργῶν· ἄρχοντες δὲ καὶ αὐτοὶ, καὶ λαῶν ἡγούμενοι, κατά γε τῆς ἱερωσύνης τὴν τάξιν. αἰτιᾶται δὲ λίαν αὐτοὺς, ὡς ἐνδεδυμένους ἐνδύματα αλλοτρια, τουτέστιν, εἰς τοῦτο λοιπὸν ἀφιλοθεΐας καὶ τῶν πάλαι διὰ Μωυσέως τεθεσπισμένων καταφρονεῖν ᾑρημένους, ὡς μηδὲ αὐτὸ τῆς ἱερωσύνης τὸ σχῆμα τηρεῖν, καιροῦ καλοῦντος αὐτοὺς ἐπί γε τὸ δεῖν ἀποπεραίνειν τὰ ἱερά.
ὥσπερ οὖν οἱ Ἀαρὼν γεγονότες δεδαπάνηνται πυρὶ, καὶ ἦν αὐτοῖς ἐπίκλημα καὶ γραφὴ, τὸ ἀλλότριον ἐπιθεῖναι τῷ θυσιαστηρίῳ πῦρ· τὸν αὐτὸν οἶμαι τρόπον καὶ οὗτοι, περὶ ὧν ἦν ὁ λόγος, ἐξαιτοῦνται δίκας, ὅτι τῆς πρεπούσης αὐτοῖς εὐκοσμίας ἠφειδηκότες, ἱεροπρεπῶς μὲν οὐκ ἐστέλλοντο κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν, ἐνδύμασι δὲ ἀλλοτρίοις ἠμφιεσμένοι, δρᾶν ἀπετόλμων τὰ ἱερά. ἀπόδειξις δὲ καὶ τοῦτό ἐστι καταφρονήσεως τῆς ἐσχάτης καὶ τοῦ μηδενὸς ἀξιοῦσθαι λόγου παρ’ αὐτοῖς τὸν νόμον. εἶτα πῶς ἦν ἐν- νοεῖν ἐν φροντίδι γενέσθαι τοῖς ἄλλοις τοῦ νόμου τὴν τήρησιν, εἰ μηδεὶς αὐτοῦ τοῖς ἡγουμένοις ὁ λογος; φησιν Ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα· καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον. πλημμελοῦντα πλειστάκις τὸν Ισραὴλ, καὶ τοῖς διὰ τῶν προφητῶν οὐκ εἴκοντα λόγοις, ἐκάλει πρὸς μετάγνωσιν, ταῖς ἔξωθεν λύπαις ἐπανορθῶν ὡς πατὴρ, ἁπτόμενος δὲ καὶ τῶν σωμάτων αὐτῶν ἔσθ᾿ ὅτε· οἷόν τι φημὶ, ἐπάταξεν ἐν ἀνεμοφθορίᾳ τοὺς ἐν ἀγρῷ καρποὺς, ἣ βροῦχον ἔσθ’ ὅτε καὶ ἀκρίδα καθιεὶς, ἢ κάμπην ἐπισωρεύσας, ἢ τὴν κάλου μένην ἐρυσίβην· λελύπηκε δὲ καὶ “ἐν “καὶ ἐν ἰκτέρῳ,” κατὰ τὴν τοῦ προφήτου φωνήν. ταῦτα κατὰ καιροὺς ἐπιφέρων, οἷον ἔπληττε λεληθότως· νυνὶ δὲ, φησὶν, ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα, τουτέστιν, οὐ λεληθότως ἐποίσω τὰ ἐξ ὀργῆς, οὐ βροῦχος ἔσται καὶ ἐρυσίβη τὰ καθ’ ὑμῶν, οὐκ ἀρρωστία σωματική· ἀλλὰ γυμνῶς ἀποστίλβον τῶν πολεμίων τὸ ξίφος, καὶ τοῖς εἰς ἐμὲ δεδυσσεβηκόσιν ἀπειλοῦν τὸν ὄλεθρον, καὶ εἰς αὐτὰ τοῦ ναοῦ τὰ πρόπυλα καταφθεῖρον ὠμῶς τοὺς πληροῦντας τὸν οἰκον τοῦ Θεου αὐτων ἀσεβείας καὶ δόλου. τίς οὖν ἡ ἀσέβεια; τίς δὲ καὶ ὁ ἕτερος ἡμῖν προφήτης σαφηνιεῖ λέγων περὶ τῆς Ἱερουσαλήμ “Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον καὶ οἱ προφῆται “αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο·” καὶ μὴν καὶ ὁ σοφὸς Ησαΐας ἀποτείνεταί που πρὸς αὐτὴν καί φησιν “Οἱ ἄρ- “χοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, “διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίτες, καὶ κρίσει “χήρας οὐ προσέχοντες.”
Προσεκτέα δὴ οὖν τοῖς τῶν θείων θυσιαστηρίων ἱερουργοῖς, μὴ ἄρα πὼς ταῖς τοιαῖσδε περιπίπτοιεν γραφαῖς. τυπικῶς c μὲν γὰρ οἱ πάλαι τὴν ταῖς ἱερουργίαις πρέπουσαν ἐδέχοντο στολήν. ἐπειδὴ δὲ τῆς ἐν πνεύματι λατρείας ἐνέστηκεν ὁ καιρὸς, ἄμφιον ἔστω λαμπρὸν καὶ στολή τις ὥσπερ ἱεροπρεπὴς ἑκάστῳ τῶν κεκλημένων εἰς λειτουργίαν, πίστις ὀρθὴ καὶ ἀμώμητος, βίος εὐαγγελικὸς, πολιτεία σεμνὴ καὶ ἐννομωτάτη, καὶ τρόπος ὀρθὸς, λημμάτων αἰσχρῶν οὐχ ἡττώμενος, φροντὶς ὁρῶσα πρὸς ἀρετὴν, καὶ τοῦ παντὸς ἀξιοῦσα λόγου τὸ ἁνδάνον Θεῷ.
Καὶ ἔσται ἐν ἐκίνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.
Καταγράφει σαφῶς τοῦ πολεμοῦ τὰς συμφορὰς, καὶ οἷον πίπτοντάς τε καὶ ὄλλυ μένους καί σφισιν αὐτοῖς ἐποιμώζοντας ἐπιδεικνύει τινὰς, ἵνα τῷ μεγέθει τῶν ἐσομένων κακῶν ἡττώμενοι, μεταφοιτᾶν ἕλοιντο πρὸς τὸ ἐπείγεσθαι δρᾶν τὰ ἀμείνω καὶ πρεπωδεστέρα, οὕτω τε λοιπὸν ἔξω φέροιντο τῆς ὀργῆς. ἀγαθὸς γὰρ ὁ Δημιουργὸς, καὶ οὐ θέλει “τὸν θάνατον “τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ “αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῆν αὐτὸν,” κατὰ τὴν τοῦ προφήτου φωνὴν Ἰεζεκιήλ. κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ φησιν ἀπὸ μιᾶς μὲν πύλης τῶν ἀποκεντούντων, τουτέστι, τῶν ἀποσφαττόντων τοὺς παρεμπίπτοντας, ὄντας, δεινή τις ἔσται καὶ ἀμειδὴς ἀναφώνησις. ἀεὶ γάρ πὼς ἐν ταῖς ἁλισκομέναις τῶν πόλεων εἰσελαύνοντες οἱ πολέμιοι φρικτόν τι καταλαλάζουσι, προκατακλῶντες εἰς φόβον τοὺς ἐν αὐταῖς, προτροπάδην τε ὥσπερ ἀλλήλους καταθήγοντες εἰς ὠμότητα. ἀπὸ ’δε γε τῆς ἑτέρας πύλης ἔσται, φησὶν, ὀλολυγὴ καὶ δάκρυον, συνωθουμένων ἀλλήλοις τῶν ἑαλωκότων, καὶ ἑκάστου διασπεύδοντος τῆς πόλεως ἀποπηδᾶν ὡς νεὼς βεβαπτισμένης. ἔσεσθαι δὲ καὶ συντριμμὸν μέγαν φησὶν ἀπὸ τῶν Βουνῶν, τάχα που βουνοὺς τὴν καλουμένην ἄνω πόλιν ἐν τοῖς Ἱεροσολύμοις, ἤτοι τὴν Σιῶν ὀνομάζων, ἤγουν ἕτερόν τι δηλῶν. ἀεὶ γάρ πὼς ἐν ταῖς τῶν πολέμων καταδρομαῖς εἰς τὰς τῶν ὀρῶν καταφεύγουσι κορυφὰς οἱ ἔνοικοι, τὴν τῶν τόπων δυσχωρίαν πρὸς ἐμποδὼν ἔσεσθαι τοῖς ἐχθροῖς ἡγούμενοι, καὶ τὰς τῶν διωκόντων αὐτοὺς ἀνακόψειν ὁρμάς. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς προσπεφώνηκε ποτε τοῖς Ἰουδαίων δήμοις “Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν “Ἱερουσαλὴμ, τότε οἱ ἐν τῆ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη.
Oὐκοῦν Θεοῦ πλήττοντος, καὶ δίκας αἰτοῦντος τῶν ἡμαρ- τημένων τοὺς καταφρονεῖν ᾑρημένους, οὐδὲν ὀνήσει τοὺς πάσχοντας, οὐ πόλις εὐπυργοτάτη, οὐ τειχῶν ἀκατάσειστοι περιβολαὶ, οὐκ ὀρῶν ἀναστήματα καὶ πετρῶν ἀγριότητες, οὐκ ἀστιβὴς δυσχωρία· σώζει δὲ μόνη μετάγνωσις, ἐκδυσωποῦσα τὸν κριτὴν, καὶ κατευνάζουσα τὸν θυμὸν, καὶ εἰς τὴν αὐτῷ πρέπουσαν ἡμερότητα καλοῦσα προχείρως ἀγαθὸν ὄντα φύσει τὸν Δημιουργόν. καὶ ἄμεινον μὲν τὸ παντὶ παραιτεῖσθαι σθένει τὸ προσκρούειν αὐτῷ· ἐπειδὴ δὲ διανένευκεν ἡ ἀνθρώπου φύσις ἐπὶ τὸ φαῦλον ἀεὶ, καὶ “πολλὰ “πταιομεν ἅπαντες, τὸ βεβηκὸς εἰσάπαν πρὸς ἀρετὴν οὐκ d ἔχοντες, κὰν γοῦν ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν σπουδάζωμεν τὰς ἑαυτῶν γνώμας, καὶ ταῖς μεταγνώσεσι καλῶμεν εἰς ἡμερότητα χρηστὸν ὄντα κατὰ φύσιν, καθάπερ ἔφην ἀρτίως, τὸν τῶν ὅλων Δεσπότην.
Θρηνήσατε οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χαναὰν, ἐξωλοθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ.
Ὅτι φείσεται μὲν οὐδενὸς τῶν Βαβυλωνίων ὁ σίδηρος, ἀπολεῖ δὲ ἄρδην τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, σημαίνει μὲν διὰ τούτων. κατολοφύρεσθαι δὲ προστέταχε τοὺς ἐν τοῖς Ἱεροσολύμοις περιλελειμμένους, καὶ διαφυγεῖν ἰσχύσαντας, ὡς ὠλοθρευμένην τὴν Ἰουδαίαν, καὶ τὴν διαβόητον παρ’ αὐτοῖς κατακεκομμένην πόλιν· διάτοι τὸ πάντα τὸν ἐν αὐτῇ λαὸν τοῖς τῶν Χαναναίων ἁμιλλᾶσθαι τρόποις, καὶ τὰ ἐκείνῶν νῶν ἑλέσθαι ζηλοῦν, παρισοῦσθαι δὲ οὕτως εἰς πάντα αὐτοῖς, ὡς τάχα που καὶ ὑπερφέρεσθαι καὶ κατόπιν ἐᾶν. ἀλλογενεῖς δὲ οἱ Χαναναῖοι, θεομισεῖς τε καὶ ἀλιτήριοι καὶ εἰδωλολάτραι, καὶ τῶν ὅτι μάλιστα διαβεβλημένων ἐφ’ ἅπασι τοῖς ἐκτοπωτάτοις. καὶ γοῦν παρά γε τοῖς ἱεροῖς γράμμασιν ὀνειδίζεταί τις, ἀκούων “Σπέρμα Χαναὰν, καὶ οὐχὶ Ἱούδα.” ὅτι δὲ ἀνόνητος ο πλοῦτος αὐτοῖς, ἔρεισμά τε σαθρὸν καὶ διερμηνεύει πάλιν, ἀπολέσθαι διαβεβαιούμενος τοὺς ἐπηρμένους τῷ ἀργυρίῳ, τουτέστι, τοὺς μέγα φρονεῖν εἰωθότας ἐπὶ πλούτῳ καὶ χρήμασιν, καὶ ὑψηλὴν ἀνασπῶντας ἐπ’ αὐτῷ δὴ τούτῳ τὴν ὀφρύν. ἐπειδὴ γὰρ λημμάτων αἰσχρῶν ἡττώμενοι, καὶ κεχηνότες εἰς τοῦτο, “τὸν οἶκον τοῦ “Θεοῦ αὐτῶν, καθά φησιν αὐτὸς, ἀσεβείας ἐπλήρουν καὶ “δόλου,” ταύτῃτοι δικαίως ὡς ἀδρανὲς καὶ ἀνόνητον, καὶ οὐδένα σώζειν εἰδὸς τὸ πλουτεῖν ἐξελέγχεται. “Αἱρετὸν οὖν “ὄνομα καλὸν ἢ πλοῦτος πολὺς,” κατὰ τὸ γεγραμμένον· “οὐ “γὰρ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται “ἐκ θανάτου,” καὶ “Κρείσσων ἀληθῶς μικρὰ μερὶς μετὰ “φόβου Θεοῦ, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.”
Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν, οἱ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος οὐδ᾿ οὐ μὴ κακώσῃ.
Ὅσα δρᾶν ἔμελλον οἱ πολέμιοι μανίαις ἀκράτοις χρώμένοι κατὰ τῶν ἑαλωκότων, ταῦτα τῷ ἰδίῳ προσώπῳ προσάπτει Θεὸς, οὐχ ὡς αὐτὸς ὢν τῶν οὕτως ἐκτόπων ἐργάτης, ὡς ἐφιεὶς δὲ μᾶλλον κατὰ τῶν ἠσεβηκότων ἰέναι τὰ ἐξ ὀργῆς ἐν δίκῃ. καὶ γάρ ἐστιν ἀληθὲς, ὅπερ εἴρηκεν αἰνιγματωδῶς ἐν παροιμίαις ὁ Σολομών “Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν “ἑαυτοῖς κακά.” ἐξὸν γὰρ ὡς ἀπωτάτω καὶ ποινῆς ἰέναι καὶ δίκης, ἀνθῃρημένους μένους τῶν φαύλων τὴν ἀρετὴν, αὐτοὶ κατὰ σφῶν αὐτῶν καταθήγουσι τὴν ὀργὴν, καὶ εἰς αὐτόκλητον ὄλεθρον τὰς ἑαυτῶν ἱέντες ψυχὰς, ἁλοῖεν ἂν παρά γε τοῖς ὀρθὰ κρίνειν εἰδόσιν. ἐρευνᾶται τοιγαροῦν ἡ Ἱερουσαλὴμ μετὰ λύχνου. πεπόνθασι γάρ τι τοιοῦτον οἱ Ἰουδαῖοι παρὰ Ῥωμαίων, ὃ συνέβη παθεῖν αὐτοὺς ἁλόντων τῶν Ιεροσολύμων ὑπὸ Οὐεσπασιανοῦ καὶ Τίτου· ὡς γὰρ ἱστορεῖ, ὁ μυρίοις στόμασι τὰ Ἰουδαίων ἐκτραγῳδήσας πάθη, μετὰ τὰς ἐν τοῖς πολέμοις σφαγὰς καὶ τὴν ἀναρίθμητον τῶν ἀνὰ τὴν πόλιν ἀπολωλότων πληθὺν, τοὺς ἐν τοῖς σπηλαίοις καὶ τοῖς ὑπονόμοις καταπηδήσαντας, μετὰ λύχνου διερευνώμενοι καὶ εἰς φῶς ἄγοντες, ὠμῶς τε καὶ ἀνημέρως ἀπέσφαττον. ἐκδικήσειν δέ φησιν ἐπ’ αὐτοὺς ὡς καταφρονήσαντας, φρονήσαντας ἐπὶ τὰ φυλάγματα αὐτῶν, τουτέστιν, ἢ τοὺς ἐφ’ ἑκάστῳ τῶν πρακτέων διορισθέντας νόμους, οὓς παραβαίνοντες ἐδυσσέβουν, τὸ μηδὲν εἶναι καταλογιζόμενοι τὴν ἐπ’ αὐτοῖς τήρησιν· ἤγουν ἰδικῶς φυλάγματα καλεῖ τὰ τῶν ἱερέων ἔθη. πλείστη γὰρ ὅση κατὰ τὸν νόμον ἡ ἐπιτήρησις τῶν τε ἀμφίων αὐτοῖς καὶ σχημάτων ἱεροπρεπῶν καὶ μέντοι καὶ θυσιῶν. οὐ γὰρ καθ’ ἕνα τρόπον προσεκόμιζον τῷ θυσιαστηρίῳ τὰ θύματα. καὶ ἀναμάθοι τις ἂν τὴν ἔν γε τούτοις διαφορὰν τοῖς Μωυσαϊκοῖς περιτυχὼν συγγράμμασιν. ἀλλ’ οὐδεὶς αὐτοῖς τῶν φυλαγμάτων ὁ λόγος, διάτοι τὸ πρὸς τοῦτο καθικέσθαι ληρωδίας καὶ ψυχρῶν ἐννοιῶν, ὡς τάχα που καὶ οἴεσθαι καὶ τολμᾶν εἰπεῖν οὐδένα τῶν καθ’ ἡμᾶς ποιεῖσθαι λόγον τὸν τῶν ὅλων Θεόν· ἀφειδῆσαι δὲ οὕτω τῶν ἐπιγείων πραγμάτων, ὡς μήτε ἀγαθοὺς ἐπαινεῖν, καὶ γέρα νέμειν αὐτοῖς τῆς ἐπιεικείας ἀντάξια· μήτε μὴν τοῖς ἁμαρτάνουσιν ἐπιθήγεσθαι, καὶ δίκας ἐπάγειν αὐτοῖς τῶν ἀνοσίων ἐγχειρημάτων τὰς ἰσοστάθμους. τοῦτο οἶμαί ἐστι τό Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, οὐδ᾿ οὐ μὴ κακώσῃ. ἀπρονοησία δὴ οὖν καὶ ἕτερον οὐδὲν τὸ θρυλλούμενον. αἰσχρὸν δὲ οὕτω τὸ δόγμα καὶ κατεστυγημένον, ὡς μηδὲ αὐτοῖς τοῖς Ἑλλήνων ἀρέσαι σοφοῖς. ἄθεον γὰρ ὠνόμαζον τὸν τῶν τοιούτων εἰσηγητήν· Ἐπίκουρος οὗτος ἦν, εἷς τῶν παρ’ αὐτοῖς ἐπὶ σοφίᾳ διαβεβοημένων. ἔστι τοίνυν εἰπεῖν ὡς “Ἐνώπιόν “εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας “τὰς τροχιὰς αὐτοῦ σκοπεύει.” καὶ γερῶν μὲν ἀξιοῖ τοὺς τῆς ἀρετῆς ἐργάτας· κατεστυγημένον δὲ σφόδρα ποιεῖται τον ἀλιτήριον, καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ, κατὰ τὸ γεγραμμένον. δεῖ δὴ οὖν ἄρα τροχιὰς μὲν ἡμᾶς διαθεῖν ὀρθὰς, καὶ τὴν ἁνδάνουσαν τῷ πάντων Δεσπότη Θεῷ ποιεῖσθαι τρίβον, ζῶντάς τε οὕτως ἐννόμως καὶ τὸν πανάριστον ἀληθῶς ἐπιτηδεύοντας βίον, ἵλεώ τε καὶ εὐμενῆ τὸν τῶν ὅλων ἔχειν Δεσπότην, καὶ καταπικραίνεσθαι καθ’ ἡμῶν οὐκ ἐᾶν παραιτουμένους τὸ φαῦλον καὶ ταῖς μεταγνώσεσιν ἐπανορθοῦν διασπεύδοντας τὰ ὕπνου τε καὶ ῥᾳθυμίας ἐγκλήματα.
Καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγὴν, καὶ οἱ οἶκοι αὐτῶν ἀφανισμόν· καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ έν αὐταῖς, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ οὐ πίωσι τοι οἶνον αὐτῶν.
Ἐπὶ καιροῦ τάχα που καὶ νῦν πρὸς ἡμῶν εἰρήσεται “Οὐκ ὠφελήσουσι θησαυροὶ ανόμους.” δραπέτης μὲν γὰρ ὁ πλοῦτος ἀεὶ, καὶ τὸ βεβηκὸς οὐκ ἔχει· μεθύει δὲ μᾶλλον καὶ διανένευκεν εἰς ἀποστασίαν, καὶ πόδας ἔχει σαθρούς. τὸ δὲ δὴ καὶ ἐπ’ αὐτῷ μέγα φρονεῖν ἐθέλειν, ἠλίθιον κομιδῆ. ἐξελεῖται γὰρ ἥκιστά γε τοὺς ὑπὸ θείαν ὀργὴν, οὐδ’ ἄν ἀπαλλάξειεν αἰτιαμάτων τινὰς, Θεοῦ ποινὴν καθορίζοντος, καὶ τὴν τοῖς πλημμελοῦσι πρέπουσαν ἐπάγοντος δίκην. τί οὖν ὁ πλοῦτος; σάρκα θεραπεύει μόνην καὶ ὑπηρέτης ἐστὶν ἀνοσίου καὶ βδελυρᾶς ἡδονῆς, καὶ πατὴρ ἀλαζονείας, καὶ τύφου ῥίζα καὶ γένεσις, καὶ προσκαίρων δοξαρίων περιποιεῖται τὴν μέθεξιν, ἃ σκιαῖς ἐν ἴσῳ παρελαύνει τοὺς ἐσχηκότας. κότας. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι “Πᾶσα σὰρξ ὡς χόρτος, “καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.’’ ὅτι τοίνυν ἀνόνητος παντελῶς τοῖς ἠσεβηκόσιν ἡ ἐπὶ πλούτῳ σπουδὴ, διδάσκει λέγων, ὡς ἔσται μὲν τοῖς Χαλδαίοις εἰς διαρπαγὴν ἡ δύναμις αὐτῶν. εἰσὶ γάρ εἰσιν οἱ περὶ ὧν ἂν λέγοιτο, καὶ μάλα εἰκότως, τὸ ἐν ψαλμοῖς ὑμνούμενον “Ἰδοὺ ἄνθρωπος “ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ’ ἐπήλπισεν ἐπὶ “τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐπὶ τῇ ματαιότητι “αὐτοῦ ἐνεδυναμώθη.” εἰ δὲ δὴ καὶ οἶκοι γεγόνασιν αὐτοῖς πολυτελῶς ἠσκημένοι, εἶεν ἂν οὐκ αὐτῶν· κατεμπρησθήσονται θήσονται γάρ· καὶ εἰ πρὸς τούτοις ἔτι γεγόνασιν ἀμπέλων μελεδωνοὶ, οὐκ αὐτοὶ πίονται· πόθεν; οἰχήσονται γὰρ αἰχμάλωτοι, τὰ οἴκοι μεθέντες καὶ παντὸς ἐστερημένοι τοῦ κατευφραίνειν εἰδότος. καὶ τοῦτο σαφὲς ἐποίει Θεὸς διὰ φωνῆς Ἱερεμίου λέγων πρός τινα τῶν ἐν Σαμαρείᾳ βεβασιλευκότων κότων “Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα Hier. “ῥιπιστὰ διεσταλμένα θυρίσι καὶ ἐξυλωμένα ἐν κέδρῳ “καὶ κεχρισμένα ἐν μίλτῳ. μὴ βασιλεύσεις, ὅτι σὺ παρω- “ξύνθης ἐν Ἀχαὰβ τῷ πατρί σου; οὐ φάγονται καὶ “οὐ πίονται. βέλτιον ἦν σε ποιεῖν κρῖμα καὶ δικαιοσύνην “καλήν.”
Χρὴ τοιγαροῦν ἡμᾶς ἐφίεσθαι τῶν ἐπιγείων οὐδενὸς, διαῤ- ῥίπτειν δὲ ὡς ἀπωτάτω τὸ τοῖς προσκαίροις ἐφήδεσθαι καὶ μεταποιεῖσθαι πλούτου τοῦ φεύγοντος καὶ ἐν καιρῷ ὀργῆς οὐδὲν ὀνῆσαι δυναμένου τοὺς ἔχοντας· καύχημα δὲ ποιεῖσθαι τὴν ἐν Χριστῷ ζωὴν, καὶ τῆς ἐξαιρέτου πολιτείας τὰ αὐχήματα, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, ἀναφωνεῖν τε καὶ λέγειν “Κύριε ὁ Θεὸς τῶν δυνάμεων, “μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σοί·” καὶ πρός γε δὴ τούτοις ὅτι “Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ “χιλιάδας. ἐξελεξάμην παραρρίπτεσθαι ἐν τῷ οἴκῳ τοῦ “Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρ- “τωλῶν.”
Ὅτι ἐγγύς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ Γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῶς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.
Αποκείρει πάλιν τὴν ἐλπίδα τῶν ἔσθ’ ὅτε διακεισομένων εἰς μακρὰν ἀνάβλησιν δραμεῖσθαι τοὺς λόγους. ἀγχίθυρον γὰρ ὥσπερ ἀποφαίνει τὴν δίκην, καὶ τρέχουσαν κατὰ πόδας τὴν ἐκ τοῦ πολέμου συμφοράν. ἡμέραν δὲ κυροῦ τὸν καιρὸν ἀποκαλεῖ, καθ’ ὃν ἔσται τὰ τοιάδε. καὶ μὴν καὶ ταχεῖαν ὠνόμασεν ὡς μελλησμοῦ τίνος δίχα παρεσομένην, καὶ ὀφθησομένην οὐκ εἰς μακράν· σκληρὰν δὲ αὐτῆς τὴν φωνὴν εἶναί φησι καὶ δυνατωτάτην, τὸν τῶν πολεμίων ἀλαλαγμὸν ὑποφαίνων οἶμαί που· ὀργῆς τε καὶ θλίψεως, ἀφανισμοῦ τε καὶ αωριας, σκότους τε καὶ γνόφου φησὶν ημεραν ἀυτὴν. τι γὰρ τῶν τοιούτων οὐ συμβήσεται τοῖς ἀθλιότητος εἰς τοῦτο ἀφικομένοις, ὡς ἐν αὐτοῖς γενέσθαι τοῖς τοῦ θανάτου δείμασι, καὶ ἐν τοῖς ἐσχάτοις κεῖσθαι κακοῖς; πολεμίων δὲ πόλιν κατειληφότων, τί τοῖς ἁλοῦσιν οὐ συμβήσεται; ἢ τί τῶν ἄγαν ἐκτόπων ἀνεπιτήδευτον; ἢ οὐκ ἄνηβοι μὲν καταφθείρονται παῖδες, κόρια δὲ ῥιπτεῖται νεκρὰ, καὶ οἷον φυτὰ πρὸ ὥρας ἀναβεβοθρευμένα; οὐχὶ δὲ νὺξ οἷά τις καὶ σκότος ἡ δυσθυμία τὴν τῶν ἑαλωκότων καταμελαίνει καρδίαν, ὡς ἀπορῆσαι βουλῆς καὶ σκεμμάτων· μόνον δὲ οὐχὶ καὶ ἀχλύι· καὶ νεφέλαις τὸν ἑκάστου κατασκιάζουσα νοῦν, οὐδὲ, ὅποι ποτέ ἐστιν, ἐφίησιν ἐννοεῖν. εἶτα πῶς τοῦτο ἀμφίβολον; ὅτι δὲ ἀφόρητος ἔσται τῶν δυσμενῶν ἡ ἔφοδος καὶ πόλεσι ταῖς πολυανδρούσαις καὶ γεγυμνασμέναις τὰ τακτικὰ, καὶ μὴν καὶ ἑτέραις, αἵπερ ἂν εἶεν τοῖς τῶν τειχῶν περιβόλοις περιεζωσμέναι, καταμεμήνυκε προστιθεὶς, ὡς ἔσται σάλπιγγος καὶ κραυγης ἥμεροι η ημερα τοῦ κυροῦ ἐπὶ τοῖς πόλεις τας οχυρας καὶ ἐπὶ τοῖς γωνίας τας υψηλας. οχυρας μὲν γὰρ, ὡς ἔφην, τὰς εὐανδρούσας ἀποκαλεῖ, καὶ πολὺ λίαν ἐχούσας τὸ μάχιμον γένος· γωνίας γεμὴν ὑψηλὰς τὰς τετειχισμένας. ἀεὶ γάρ πὼς ἐν ταῖς τῶν τειχῶν περιβολαῖς ἀνέχουσιν αἱ γωνίαι, καὶ εἰς πύργους ἀνεστήκασι, τῶν ἄλλων ὑψηλοτέρους. “Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ “ζῶντος” κατὰ τὸ γεγραμμένον. ἀντιτετάξεται γὰρ αὐτῷ παντελῶς οὐδείς· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων κύριος.
Καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ Κυρίῳ ἐξήμαρτον· κὼ ἐκχεῶ τό αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα. καὶ τὸ ἀργύριον αὐτῶι καί τὸ χρυσίον αὐτῶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου, ὅτι ἑ πυρί ὤλου αὺτοῦ καταναλωθήσεται πάθα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τήν τῆν.
Ἐναργὴς μὲν σφόδρα τῶν προκειμένων ὁ νοῦς, καὶ οὐδενὸς ἂν δέοιτο, καθάπερ ἐγῷμαι, λόγου πρὸς διασάφησιν. πλὴν ἐροῦμεν ἐπιτροχάδην. ἀπειλεῖ γὰρ αὐτοῖς τὰ παντὸς ἐπέκεινα κακοῦ, καὶ τὸν εἰς νοῦν σκότον· καὶ τὴν αἰτίαν εὐθὺς ἀφηγεῖται, προστιθείς Ὄτι τῷ Κυρίῳ ἐξήμαρτον. ὅμοιον ὡς εἰ λέγοι Πεπαρῳνηκότες εἰς ἀδελφοὺς, καὶ εἰς αὐτὸν ἀφυλάκτως δεδυσσεβήκασι τὸν τῶν ὅλων Δεσπότην καὶ τῆς θείας κατεξανιστάμενοι δόξης ἁλοῖεν ἄν. εἴπερ ἐστὶν ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, αὐτὴν μὲν τῶν ἰδίων ἀποστερῆσαι γερῶν, καὶ μονονουχὶ τῶν τῆς θεότητος ἀποσοβῆσαι θώκων, ἐνιδρύσαι δὲ ὥσπερ αὐτοῖς τὴν κτίσιν καὶ κτηνῶν ἀλόγων μορφάς. οἱ μὲν γὰρ δαμάλεσιν ἀνῆπτον τὸ σέβας· οἱ δὲ Ἀστάρτῃ τινὶ καὶ Βεελφεγώρ· οἱ δὲ σελήνῃ καὶ ἄστροις. ταύτῃτοι λοιπὸν ἐπιφέρειν αὐτοῖς ἀπειλεῖ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, συντέλειάν τε καὶ σπουδήν. καὶ ἡ μὲν συντελεια τὸν εἰσάπαν ὄλεθρον τῆς Ἰουδαίων χώρας κατασημήνειεν ἄν· ἡ δέ γε σπουδὴ τὸ οἷον ἐν τάχει καὶ ἀμελλητὶ γενέσθαι τὰ προηγγελμένα. δηλοῖ δὲ πολλάκις τὸ τῆς σπουδῆς ὄνομα παρά γε τοῖς ἱεροῖς γράμμασι καὶ θορύβων ἔφοδον. πάνδεινον οὖν ἄρα τὸ ἁμαρτάνειν εἰς ἀδελφούς· εἰ δὲ δὴ καὶ εἰς τοῦτο φαυλότητος προίοι τὰ πλημμεληθέντα τισὶν, ὡς καὶ αὐτὴν τὴν ἀπόρρητον καταλυπῆσαι φύσιν, οὐδεὶς ἀνατρέψει τρόπος τὰ ἐξ ὀργῆς.
Ἄραρεν οὖν ὅτι κατοιμώζειν ἄξιον τοὺς θεομισεῖς αἱρετικοὺς, ἐπιθήγοντας τὴν γλῶτταν τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ κτιστὸν εἶναι λέγοντας, καὶ μὴν καὶ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατήρ. εἴδωλον δὲ ὥσπερ ἀναπλάττουσι καὶ αὐτοὶ, κατά γε τό σφισιν αὐτοῖς εὖ ἔχειν δοκοῦν, καὶ τοῦτο προσκυνεῖν ἐπιτάττουσι. εἰ γὰρ ἐκπέπτωκεν ὅλως τοῦ εἶναι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, καὶ ἐστι γενητὸς, προσκυνεῖται δὲ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων, πῶς οὐκ ἐναργῶς τῇ κτίσει λατρεύομεν, καθάπερ Ἑλλήνων παῖδες εἰς ἡλίου τύπον, ἤγουν ἑτέρου τινὸς τῶν κτισμάτων, τὸ ἐξ ἀνοίας καὶ ματαιότητος τητος λογισμῶν εἴδωλον ἀναπλάσαντες;
Συναχθητε καὶ συνδέθητε, τὸ εθνος τὸ ἀπαιδευτον, προ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον ἡμέρᾳ, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ἀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ἡμέραν Θυμοῦ Κυρίου.
Παραδείξας εὖ μάλα τοῦ πολέμου τὴν ἀγριότητα καὶ τῆς ἐσομένης συμφορᾶς τὸ μέγεθος, μεθίστησι πάλιν ἐπὶ καιροῦ τὸν λόγον ἐπὶ τὸ χρῆναι καλεῖν εἰς μετάγνωσιν, ὅτε καὶ ἢν ἀναπείσειν εὐκόλως, εἰκὸς δήπου πεφοβημένους. ἀπεσκληκότος μὲν γὰρ ἔσθ’ ὅτε τοῦ νοῦ καὶ πολὺ λίαν διανενευκότος εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα, οὐκ εὐκόλως προσιέμεθα τὸ κἂν γοῦν ἑλέσθαι μετανοεῖν, συνωθεῖ δὲ πολλάκις εἰς τοῦτο καὶ οὐχ ἑκόντας τὸ δεῖμα. καλεῖ τοίνυν εἰς οἰκειότητα τὴν πρὸς αὐτόν. ὥσπερ γὰρ αὐτοὺς ἀποστῆναί φαμεν, καὶ ἀλλοτρίους γενέσθαι, λελατρευκότας εἰδώλοις, καὶ τοῖς ἰδίοις πάθεσιν ἐπιδόντας τὸν νοῦν· οὕτω πάλιν ἀνόπιν ὥσπερ ἰέναι νοήσομεν, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐπιδράττεσθαι, προσκυνεῖν ἑλομένους αὐτῷ δὴ καὶ μόνῳ, καὶ τοῖς παρ’ αὐτοῦ παρακολουθεῖν θεσπίσμασιν. ἔθνος γεμὴν ἀπαίδευτον τὸ ἐξ Ισραὴλ ὀνομάζει γένος, ὡς καὶ αὐτὴν ἀτιμάζον τὴν ἀρχαίαν ἐντολὴν, καὶ διωθούμενον ἀνοσίως τὸν παιδαγωγοῦντα νόμον καὶ πρὸς πᾶν εἶδος ἐπιεικείας ἀποκομίζειν δυνάμενον. ἀπειλεῖ δὲ πάλιν, ὡς εἰ μὴ συνδεθεῖεν αὐτῷ, κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους, διοίσουσι μὲν κατ’ οὐδὲν ἀνθέων τῶν ἐν ἀγροῖς, ἃ σαθρά τε ἐστὶ καὶ εὐμάραντα, ὑποπεσοῦνται δὲ πάντως τοῖς ἐξ ὀργῆς.
Οὐκοῦν “Ἕως καιρὸν ἔχομεν, ἐργαζόμεθα τὸ c πρὸς πάντας.” ἕως ἐνδίδωσιν ὁ Δεσπότης ἀνεξικακῶν ὡς Θεὸς, ποιώμεθα τὴν μετάγνωσιν, προσάγωμεν ἱκετείας, ἀνα- φωνῶμεν δεδακρυμένοι “Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας “μου μὴ μνησθῇς,” συνάπτωμεν ἑαυτοὺς δι’ ἁγιασμοῦ καὶ νήψεως· σκεπασθησόμεθα γὰρ οὕτως ἐν ἡμέρᾳ ὀργῆς, καὶ τὴν ἐκ τῶν πταισμάτων κηλῖδα διανιψόμεθα πρὸ τοῦ ἐπελθεῖν ἐφ’ ἡμᾶς ἡμέραν θυμοῦ κυροῦ. ἥξει γὰρ ἥξει κατὰ καιροὺς ἐξ οὐρανῶν ὁ κριτὴς, ἀποδώσει τε ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ.
Ζητήσατε τὸ Κύριον πάντες ταπεινοἰ γῆς, κρῖμα ἐργάζεσθε, καὶ ζητήσατε δικαιοσύνην, ζητήσατε πραότηατα, καὶ ἀποκρίνεσθε αὐτὰ, ὅπως σκεπασεθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.
Tίνα δὴ τρόπον συνδεθεῖεν αὐτῷ, καίτοι βδελυρὸν καὶ ἀπαίδευτον ὄντες ἔθνος, καταμηνύει σαφῶς. ζητεῖν γὰρ ἐπιταττει τὸν Κῦρον, κρῖμά τε ἐργάζεσθαι καὶ δικαιοσύνην καὶ αποκρινεσθαι αὐτά. ζητεῖται μὲν οὖν πρὸς ἡμῶν ὁ Θεὸς διά γε τοῦ ἑλέσθαι διψῆν τὰ αὐτῷ δοκοῦ ντα δρᾶν, δρᾶν, ῥᾳθυμίας ἁπάσης ἐξῃρημένης· ἐργασόμεθα δὲ καὶ τὸ κρῖμα, τὸν θεῖον αὐτοῦ νόμον ἀποπεραίνοντες, ἀοκνότατα δὲ κατορθοῦντες τὴν ἀρετήν· κερδανοῦμεν δὲ πάλιν τῆς δικαιοσύνης τὴν δόξαν, τοῖς ἐξ ἀγαθουργίας αὐχήμασιν εὖ μάλα κατεστεμμένοι, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἀληθῶς τῆς εἰς Θεὸν εὐσεβείας, καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης διάττοντες τρίβον· “Πλήρωμα γὰρ νόμου η ἀγάπη, κατὰ τὸ γεγραμμένον. δεῖ δὲ οἴμαι προσεπενεγκεῖν οἷς ἔφην, τὸ ἀποκρίνεσθαι αὐτὰ, τουτέστι, τὸ καὶ ἑτέροις προσλαλεῖν καὶ νουθετεῖν ἀδελφούς· ἐσόμεθα γὰρ ὧδε καὶ οὐχ ἑτέρως ἄρτιοι πρὸς ἀρετήν. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν ἔργῳ τε καὶ λόγῳ δοκιμώτατον δοκι- μέγαν ἔφη κληθήσεσθαι ἐν τῆ βασιλείᾳ τῶν οὐρανων· ἐλάχιστον δὲ τὸν εἰσηγεῖσθαι μὲν μεμελετηκότα καὶ ἀποχρῶντα εἰς τοῦτο, μὴ μὴν ἔτι καὶ δρᾶν ἀνεχόμενον ἅπερ ἂν εὖ ἔχειν οἴηται, καὶ κατορθοῦν ἐπιτάττῃ τισί. ταλανίζει δέ που καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οὕτω λέγων “Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑπο- “κριταὶ, ὅτι δεσμεύετε φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ‘ἐπιτίθετε τοῖς ἀνθρώποις, αὐτοὶ δέ’ φησὶν, οὐδ’ ὅσον εἰπεῖν ἄκρῳ “δακτύλῳ προσψαύετε αὐτοῖς’’ τελεωτάτης οὖν ἄρα θεοσεβείας ἀπόδειξις, τὸ καὶ κατορθοῦν ἀρετὴν, εἰσηγεῖσθαι δὲ καὶ ἑτέροις τὰ δι’ ὧν ἂν γένοιντο λαμπροί.
ὅτι δὲ οὐκ ἄμισθος ὁ ἐπὶ τῷδε πόνος, σαφηνιεῖ λέγων ὁ χριστοῦ μαθητής “ὧι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης “ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει “πλῆθος ἁμαρτιῶν.’’ εἰ δὲ δή τις οἴοιτο τὸ ἀποκρινεσθαι αὐτὰ καταδηλοῦν, ὅτι μελέτην αὐτὰ ποιεῖσθαι προσήκει, καὶ τῇδε νοείτω. προστέταχε γὰρ καὶ ὁ Μωυσέως νόμος περὶ τῶν τοῦ Θεοῦ λογίων, ὅτι “καὶ λαλήσεις ἐν αὐτοῖς καθή- “μένος, καὶ πορεύομενος ἐν ἀγορᾷ, κοιταζόμενος καὶ διαν- “ιστάμενος.” ψάλλει δὲ καὶ ὁ Δαυείδ “καὶ μελετήσω ἐν “τοῖς δικαιώμασί σου διὰ παντός.
Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμὸν, καὶ Ἄζωτος μεσημβρίας ἐκριξήσεται, καὶ Ἀκαρὠν ἐκριζωθήσεται.
Oἰκονομεῖ τι πάλιν ὁ λόγος καὶ προαπαγγέλλει σαφῶς τῶν ἐσομένων κατὰ καιροὺς εἰς παράκλησιν καὶ παραμυθίαν τοῖς ἐξ Ἰσραήλ. καὶ τί δὴ τοῦτο, ἐρῶ. πεπορθημένων τῶν Ἱεροσολύμων, καὶ ἁπάσης δὲ τῆς Ἰουδαίας κατειλημμένης ὑπὸ τοῦ Ναβουχοδονόσορ, αἱ περίοικοι τῶν ἀλλοφύλων πόλεις ἐπεγάνυντο τοῖς πεπονθόσι καὶ κατεμειδίων τῶν πεπορθημένων, ἔθυον δὲ καὶ τοῖς ἰδίοις θεοῖς, ὡς τὸ πᾶσιν ἀπηχθημένον ἀπολωλεκόσι γένος· ἀπετόλμων δὲ λέγειν, ὡς ἀνόνητον αὐτοῖς τὸ ἐπὶ Θεῷ πεποιθέναι διὰ πραγμάτων αὐτῶν ἐξελήλεγκται, ᾤοντό τε ὅτι καὶ τῆς ἄνωθεν ἐπικουρίας εὐσθενεστέρα τε καὶ ἐν ἀμείνοσιν ἢ τῶν Βαβυλωνίων ἐγένετο χείρ. εἰ δὲ δήπου τις τῶν ἐκ τῆς Ἰουδαίας τὰ οἴκοι μεθεὶς, καὶ τῆς ἐνεγκούσης ἀποδραμὼν κατὰ τὸν τοῦ πολέμου καιρὸν, ὡς πρὸς ὁμόρους ἀφίκετο σώζεσθαι προσδοκῶν, οὗτος ἦν ἐν χείροσιν, ὠμοτέροις τῶν Βαβυλωνίων περιτυχὼν, τοῖς κατοικτείρειν ὀφείλουσιν. οὐκοῦν κατεσοβαρεύοντο τῆς τοῦ Θεοῦ δόξης οἱ τάλανες, σκληροί τε καὶ ἄτεγκτοι τοῖς πεπραχόσιν ἀθλίως ἀπήντων, τὸ συναλγεῖν παραιτούμενοι· μᾶλλον δὲ καὶ ἀγρίως τῆ παρ’ ἑαυτῶν σκαιότητι τοὺς ἁλόντας ἐπιφορτίζοντες. τί οὖν; μετὰ τοῦτο ἐπανῆκον μὲν κατὰ καιροὺς ἐκ τῆς αἰχμαλωσίας οἱ ἐξ Ἰσραὴλ, Κύρου μόλις ἀνέντος, καὶ δὴ ἐν τοῖς Ἱεροσολύμοις γεγονότες ἀνετείχιζον τὴν πόλιν, καὶ αὐτὸν δὲ τὸν θεῖον ἀνεδείμαντο ναὸν, καὶ ἦσαν ἤδη πὼς ἐν ἐλπίσι λοιπὸν τοῦ εὐημερεῖν, προασπίζοντος τοῦ Θεοῦ. ἐπειδὴ δὲ ταῦθ’ οὕτως πράττεσθαι μεμαθήκασι, Γαζαῖοί τε καὶ Ἀσκαλωνῖται, καὶ μὴν καὶ Ἀζώτιοι, καὶ οἱ ἐκ τῆς καλουμένης Ἀκαρὼν, Μωαβῖται καὶ Ἰδουμαῖοι καὶ Αμμανῖται, ἕτερά τε ἅττα πρὸς τούτοις ἔθνη, τῇ τοῦ φθόνου κατετήκοντο φλογὶ, καὶ διακωλύειν ἤθελον περιφράττοντας τῷ τείχει τὴν πόλιν, καὶ δὴ συναγηγερμένοι τῶν ἐκ τῆς αἰχμαλωσίας ἀνακεκλημένων κατεστρατεύοντο. καὶ συγκεκρότηται μὲν ἡ μάχη κατὰ τὴν κοιλάδα τοῦ Ἰωσαφάτ· πεπτώκασι δὲ καὶ ἀνῄρηνται, Θεοῦ νευροῦντος τὸν Ἰσραήλ. εἷλον δὲ οὕτω κατὰ κράτος τὰς τῶν ἐθνῶν πόλεις, ὡς καὶ εἰς ἐρημίαν αὐτὰς καταστῆσαι παντελῆ, καὶ ποιμνίων ταύτας ἀποφῆναι σηκούς. ταύτης διαμέμνηται τῆς ἱστορίας εἰς τὸ παρὸν, ἐπαγγελίαν ἐχούσης, πρῶτον μὲν τῆς ἐπανόδου τῆς ἐκ τῆς αἰχμαλωσίας, εἶτα τῆς ἐσομένης εὐκλείας καὶ τῆς κατὰ πάντων νίκης. διαρπασθήσεσθαι μὲν γὰρ τὴν Γάζαν φησὶν, οἰχήσεσθαι δὲ τὴν ’ν πρὸς ἀφανισ μον, καὶ Ἄζωτον μεσημβριας ἐκριφησεσθαι· τὸ δὲ μεσημβριας ἀντὶ τοῦ φανερῶς καὶ οὐ τρόπῳ λῃστρικῷ, ἀλλ’ ἐναργῶς καὶ πολέμου νόμῳ· τὴν γεμὴν Ἀκαρὼν ἐκριζωθήσεσθαι. εὐφυῶς δὲ σφόδρα πρὸς τὴν τοῦ ὀνόματος δήλωσιν ποιεῖται τὴν ἀπειλήν· ἑρμηνεύεται γὰρ Ἀκαρὼν ἐκριζωσις. τοῦτο δὲ αὐτὸ πείσεσθαί φησιν αὐτὴν, οἷον ἔχουσαν ἐν τῇ κλήσει φῆς ἐπενεχθησομένης αὐτῇ συμφορᾶς τὴν δήλωσιν.
Οὐαί οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι λόγος Κυριου ἐφ’ ὑμᾶς Χαναὰν, Γῆ ἀλλοφύλων.
Ἀποχρώντως ἀπειλήσας, καὶ τὰ ὅσον οὐδέπω συμβησόμενα προαπηγγελκὼς τοῖς τὴν Παλαιστίνην οἰκοῦσι, Γαζαίοις τε φημι καὶ Ἀσκαλωνίταις, Ἀζωτίοις τε ὁμοῦ καὶ τοῖς ἐξ Ἀκαρὼν, τὸν ἴσον ὑφαίνει λόγον καὶ ἐπὶ ταῖς πόλεσι ταῖς Φοινικικαῖς, μάλιστα δὲ τῶν ἄλλων ταῖς πρὸς τῆ θαλάσσῃ κειμέναις. ταύτῃτοί φησιν Οὐαὶ οἱ κατοικουντες τὸ σχοίνισμα τῆς Φαλάσσης. ἐπειδὴ δὲ καὶ πολλαὶ τῶν κατὰ τὴν Παλαιστίνην πόλεων τῇ θαλάσσῃ προσῳκήκασιν, ἀποδιιστὰς ωσπερ τὰς σημαινομένας, εἰς τὸ παρὸν παροίκους αὐτὰς Κρητῶν ἀποκαλεῖ, ἵν ἐντεῦθεν νοῶμεν τοὺς τῆς Φοινίκης οἰκήτορας, οὓς καὶ Κρητῶν, ὡς ἔφην, παροικους ὀνομάζει, διὰ τοιαύτην αἰτίαν. Κρῆτες καὶ Λίβυες διείργονται μὲν ἀπ’ ἀλλήλων, μεσολαβούσης θαλάσσης, ὀλίγοις κομιδῇ διαστήμασιν. ὡς γὰρ ὁ πολὺς ἔχει λόγος, ἀνέμου πνέοντος, ἔσθ’ ὅτε τῶν ἐκ Κρήτης βοτανῶν διάττουσιν αἱ ὀσμαὶ καὶ τοὺς ἐν Λιβύη κτείνουσι θῆρας, ἑρπετά τε φημὶ καὶ τὰ τῶν ἰοβόλων ἔθνη, τετάχατο δὴ οὖν Λίβυές τε καὶ Κρῆτες ὡς ἔθνος ἕν. ἐντεῦθεν κατὰ καιροὺς ἀποικίαν στείλαντες, τὰς ἐν τῇ Φοινίκῃ κατῳκήκασι καὶ ἀνεδείμαντο πόλεις, καθάπερ ἀμέλει καὶ Καππαδόκαι κατὰ καιροὺς τὰς τῆς Παλαιστίνης. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἀμῶς “Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς “ἐστέ μοι υἱοὶ Ἰσραήλ; λέγει Κύριος. οὐ τὸν Ἰσραὴλ “ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου.’’ καὶ ἀλλοφύλους μὲν τοὺς Παλαιστηνοὺς ὀνομάζει, Σύρους γεμὴν τοὺς Φοίνικας, οὓς καὶ ἀναγαγεῖν ἐκ βόθρου διϊσχυρίζεται, βόθρον, οἴμαι, τὴν Λιβύην ἀποκαλῶν, διὰ τὸ εἶναί που τάχα κοίλην τε καὶ χθαμαλὴν τὴν χώραν. κατευρύνεται γὰρ εἰς κόλπους ἡ παρ’ αὐτῇ θάλασσα, μονονουχὶ καὶ ἀναφευγούσης ἀνόπιν τῆς χέρσου, καὶ τοῖς ὅτι μάλιστα νοτιωτάτοις κλίμασιν εἰσδυομένης. ἰστέον δὲ ὅτι ἀντὶ τοῦ Ἐκ βόθρου, Κυρήνην ὠνόμασαν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν, ὅτι Λιβύων ἄποικοι Φοίνικες ἀποφαίνονται ἐναργέστερον· Κυρήνη γὰρ τῆς Λιβύης ἐστὶν ἐπισημοτάτη πόλις.
Λόγος τοίνυν, φησὶ, κυρίου ἐφ’ ὑμᾶς, ὦ πάροικοι τῶν κρητῶν, ἤγουν Λίβυες· τὸ δὲ πάροικοί φησιν ἀντὶ τοῦ ἄποικοι καὶ μετανάσται. Χαναὰν δὲ πάλιν αὐτοὺς ἀποκαλεῖ. Χαναναῖοι γὰρ ἦσαν ἅπαντες οἱ τὰς τῆς Φοινίκης κατοικοῦντες πόλεις, εἰ καὶ γεγόνασιν ἀπ’ ἀρχῆς ἄποικοι Κρητῶν. ἰστέον δὲ ὅτι πάλιν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ πάροικοι Κρητῶν ἐκδεδώκασι Λόγος κυρίου ἐφ’ ὑμᾶς ἔθνος ὠλοθρευμένον. ἐπειδὴ δὲ ἦν ἀναγκαῖον ἀκολουθῆσαι πάλιν τῆ τῶν ἑβδομήκοντα γραφῇ, τὰ ἐκ τῆς ἱστορίας παρηγάγομεν εἰς μέσον, ἃ φέρει μὲν εἰς ἡμᾶς ἡ παράδοσις, ἐπεσφράγισε δὲ ὡς ἀληθῆ καὶ ὁ τοῦ προφήτου λόγος.
καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας, κω ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβήτων.
Ἰδοὺ δὴ πάλιν ὡς μετοίκοις προσλαλεῖ, καὶ ὡς μετανά- σταὶς διαλέγεται, καὶ μεμαρτύρηκε τῆ ἱστορίᾳ τὸ ἀληθές· ἀπολέσειν γὰρ αὐτούς φησιν ἐκ κατοικίας, τουτέστιν ἐκ γῆς εἰς ἢν παρῳκήκασί τε καὶ μετῳκίσαντο· εἰς τοῦτο γεμὴν ἐρημίας ἀφίξεσθαί φησι τὰς παρ᾿ αὐτοῖς πόλεις, ὡς νομὴν καὶ μάνδραν γενέσθαι ποιμνίων. Κρήτην δὲ αὖ τὴν Φοινίκην, ἤτοι τοὺς ἐν τῇ Φοινίκη ἀποκαλεῖ ὡς ἐκ Κρήτης ὄντας τῆς Λιβύων ὁμόρου καὶ γείτονος. ἓν δὲ ἦσαν κατὰ τοὺς ἄνωθεν χρόνους, καὶ μέμικτο ἀλλήλοις τὰ γένη καθ᾿ αἷμά τε καὶ ἔθη καὶ νόμους.
Καὶ ἔσται τὸ σχοἰνισμα τῆς θαλάσσης καταλοίποις οἴκου Ἰσύδα· ἐπ᾿ αὐτοῖς νεμήσονται ἐν τοἷς οἴκοις Άσκάλωνος, δείλης καταλύσουσιν ἀπό προσώπου υἱών Ἰουδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ Θεός αὀτῶι, καὶ ἀπεστρεψε τὴν αἰχμαλωσίαι αὐτῶι.
Φθάσας ἤδη προεῖπον, ὅτι συναγήγερτο μὲν πάντα τὰ ἔθνη φθόνῳ διακεκαυμένα, καὶ κατεστρατεύοντο τῶν Ἱεροσολύμων μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, καὶ δὴ πολέμου συστάντος ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ ἥττηνται καὶ πεπτώκασιν οἱ τοῖς λελυτρωμένοις ἀνοσίως ἐπιβουλεύοντες. κεκρατηκότες οὖν οἱ ἐξ Ἰσραὴλ κατέβοσκον ὡς ἐρήμους τοὺς τῶν ἀλλοφύλων ἀγροὺς, καὶ οἷον σηκοῖς ἐχρῶντο ταῖς ἠρημωμέναις πόλεσι τῶν Φυλιστιεὶμ, τουτέστι τῶν Παλαιστηνῶν, διὰ τὸ πάντας ἄρδην ἀπολέσθαι τοὺς ἐν αὐταῖς. ἔσται τοίνυν φησὶ τὸ σχοίνισμα τῆς θιιλάσσης, τουτέστιν, αἱ πρὸς τῇ θαλάσσῃ τῶν Παλαιστηνῶν πόλεις, αἱ πολυανδροῦσαί ποτε, αἱ δειναὶ καὶ δυσκαταγώνιστοὶ νομὴ ποιμνίων τοῖς κιιταλοί- ποις οἰκοῦ Ἰούδα. οἱ γὰρ ἐκ τῆς αἰχμαλωσίας ἀνασεσωσμένοι καὶ περιλελειμμένοι μόλις, αὐτοὶ κεκρατήκασιν, αὐτοὶ καὶ ἐν τοῖς οἴκοις Ἀσκάλωνος δείλης καταλύσουσι. πρὸς ἑσπέραν γὰρ οἱ ποιμένες ἐγκατακλείουσι τοῖς σηκοῖς τὰς τῶν θρεμμάτων ἀγέλας. τίς οὖν ἡ τοσαύτη δύναμις; ἢ πῶς ἔσται τοῦτο, τὸ καὶ πίστεως ἐπέκεινα καὶ λόγου παντός; ὅτι ἐπεσκεπταί φησιν αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν ίαν αὐτῶν. ὅμοιον ὡς εἰ λέγοι Κατέληξε τῆς ἐπ’ αὐτοῖς ὀργῆς, ἀνῆκεν αὐτοῖς τὰ ἐγκλήματα καὶ συνοπλίζεται μὲν ὥσπερ καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ, Καρίζεται δὲ τὸ νικᾶν τοὺς ἀνθεστηκότας, καὶ τοῦτο ἀμογητί.
Oὐκοῦν ὅταν ἁμαρτάνοντας ἀποστρέφηται Θεὸς, ὑπὸ πόδας κεισόμεθα τῶν ἐχθρῶν, καὶ οὐδεὶς ὁ σώζων ἢ ἐπαμύνων ἐστίν. εἰ δὲ ἐποπτεύοι πάλιν ἐφιεμένους ἀρετῆς καὶ ζῆν ἐννόμως ἐθελοντὰς, ἀμείνους μὲν ἐσόμεθα πολέμου παντὸς, κατευμεγεθήσομεν δὲ καὶ μάλα ῥᾳδίως τῶν ἀνθεστηκότων, καὶ πληροφορήσει λέγων αὐτὸς περὶ δικαίου παντός “Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν σκεπάσω αὐτὸν, ὅτι “ ἔγνω τὸ ὄνομά μου. κεκράξεται πρὸς μὲ καὶ ἐπακούσομαι “αὐτοῦ· μετ’ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτὸν καὶ “δοξάσω αὐτόν. μακρότητος ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ “δείξω αὐτῷ τὸ σωτήριόν μου.”
Ἤκουσα ὀνειδισμοὺς Μωάβ καὶ κονδυλισμοὺς υἱῶι Ἀμμὼν, ἐν οῐς ὠνείδιζον τοι λαόν μου κω ἐμεζαλύνοντο ἐπὶ τὰ ὅρω μου. διὰ τοῦτο ζῶ ἐΓὼ, λέζει Κύρνος τῶ δυνάμεων ὁ Θεὸς Ἰσραὴλ, δῶτ’ Μωὰβ ὡς Σόδομα ἐσται, κὼ υἱοὶ Ἀμμὼν ὡς Γόμοῤῥα, κὼ Δαμασκὸς ἐκλελειμμένη, ὡς θημωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸ αἰῶνα· κω οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς.
Πεπορθημένοις τοῖς Ἱεροσολύμοις, καὶ πεπραχόσιν ἀθλίως τοῖς ἐξ Ἰσραὴλ, ἐπετώθαζον, ὡς ἔφην, τὰ πρόσοικα τῶν ἐθνῶν, ᾤοντό τε ὅτι τῶν παρά σφισι ψευδωνύμων θεῶν ἔργον ἦν τὸ ἁλῶναι τὴν Ἰουδαίαν, ἀνατετραμμένης εἰσάπαν καὶ οἰχομένης τάχα που πρὸς τὸ μηδὲν τῆς ἀεί τε καὶ ἄνωθεν ἐπι- κουρούσης αὐτοῖς χειρὸς, δῆλον δὲ ὅτι τῆς τοῦ πάντων κρατοῦντος Θεοῦ. δυσβουλίας γὰρ εἰς τοῦτο καθικέσθαι τ ἰνᾶς τὸ ἀπεικὸς οὐδὲν, ὡς πεπλανημένους, ξύλοις τε καὶ λίθοις λελατρευκότας, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἠγνοηκότας Θεόν. ἀκήκοα τοίνυν, φησὶ, τοὺς Μωαβιτῶν ὀνειδισμοὺς καὶ κονδυλισμοὺς υἱῶν Ἄμμων. διοίσει γὰρ οἶμαι κατ’ οὐδένα τρόπον τοῦ καταπαίοντος ἢ ῥάβδῳ τυχὸν ἢ λίθῳ τοὺς πεπονθότας ὁ πλήττων ὀνειδισμοῖς, καὶ ἀχάλινον ἐπ’ αὐτοῖς 1 ἀνευρύνων στόμα, ἀνερευγόμενός τε καὶ λέγων τὰ δι’ ὧν ἦν εἰκὸς καταπικραίνεσθαί τινας εἰς δυσθυμίας καὶ λύπας, καὶ φορτικωτέραν ἔχει τῆς συμφορᾶς τὴν ἔφοδον. ἐπειδὴ δὲ καὶ κατ’ αὐτῆς τῆς θείας τε καὶ ἀπορρήτου δόξης ἀθυροστομοῦντες ἠλέγχοντο, ταύτῃτοι, φησὶ, τὴν Σοδομιτῶν ἀνατλάντες δίκην βαδιοῦνται πρὸς ὄλεθρον, καὶ μικρά που τάχα τὰ Γομόῤῥιις ἀποφαίνοντες πάθη ταῖς ἑαυτῶν συμφοραῖς, ὀψέ τε καὶ μόλις δι’ αὐτῶν εἴσονται τῶν συμβεβηκότων τὴν τοῦ κολάζοντος δύναμιν. Δαμασκὸς γεμὴν ἡ Φοινίκων μητρόπολις ἡ λαμπρὰ καὶ περίοπτος, ἐν ᾗ τὰ βασίλεια., ψωρὸς ἔσται καλάμης, οὐκ ἐχούσης ἄσταχυν, ἧς οὐδεὶς μὲν ὁ λόγος, εἰς κατάπρησιν δὲ τὸ πέρας, ἤγουν εἰς διασκεδασμόν. τοὺς γὰρ τῶν ἀχύρων σωροὺς αἱ τῶν πνευμάτων ὁρμαὶ διαῤῥιπτουσι πανταχῆ· κατὰ τὸν ἴσον δὲ τρόπον καὶ τοὺς ἐν ταῖς πόλεσι ταῖς ἁλισκομέναις αἱ τῶν ἑλόντων δυνάμεις διασκιδνᾶσι πανταχοῦ, τοῖς ῥαγδαιοτάτοις ἐν ἴσω πνεύμασι κατεμπιπτόντες. ὅτι δὲ οὐχ ἑτέρου του μᾶλλον, ἁλλ’ αὐτοῦ τοῦ πεπονθότος καὶ ὀνειδισθέντος λαοῦ τὰ ποιάδε τῶν κακῶν κατόρθωσις ἔσται κατὰ καιροὺς, ὑπεμφαίνει λέγων Οἱ κατάλοιποι τοῦ λαοῦ μου διαρπῶνται αὐτους καὶ οἱ κατάλοιποι ἔθνους μου κατακληρονομησουσιν αὐτούς. καταλοιπους γὰρ ἔθνους, ὡς ἤδη προεῖπον, τοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνασεσωσμένους ἀποκαλεῖ, οἳ κεκρατήκασι τῶν ἐθνῶν, καὶ τὰς τῶν ἀλλοφύλων ἑλόντες πόλεις, εἰς ἐρημίαν αὐτὰς κατέστησαν παντελῆ.
Ὅταν τοίνυν οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς διαγυμνάζῃ τὴν Ἐκκλησίαν, ἢ θλίψεις ἐπάγων, ἢ διωγμοὺς πράττεσθαι συγχωρῶν, ἐπιφυομένων αὐτῇ τῶν ἐχθρῶν, ἢ Ἑλλήνων τύχον, ἢ ἀνοσίων αἱρετικῶν, καταμειδιάτω μηδεὶς, περιμενέτω δὲ μᾶλλον τοῦ παντὸς ἀγῶνος τὸ πέρας. οἱ γὰρ πλατὺ γελῶντες ἐσθ’ ὅτε, καὶ μονονουχὶ κατονειδίζοντες τὸν χριστὸν, ὡς τῶν ἰδίων οὐ προασπίζοντα, ἤγουν, ὡς οἴονται, καὶ ἀσθενοῦντα πρὸς τοῦτο, τὰ Σοδομιτῶν ὑπομενοῦσι πάθη, καὶ πυρὸς ἔσονται τροφὴ, καὶ πρός γε δὴ τούτοις, οὓς ἡττῆσθαι νενομίκασι, κρατοῦντας εὑρήσουσιν.
Αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν κω ἐμεγαλύνοησαν ἐπὶ τὸ κύρω τοι παντοκρήτορα. ἐπιφανής ἔσται Κύριος ἐπ’ αὐτοὺς, κὼ ἐξολοθρεύσει πάντας τοὺς θεούς τῶι ἐθνῶν τῆς ζῆς.
Αὕτη, φησὶν, αὐτοῖς ἡ μερὶς καὶ οὗτος ὁ κλῆρος. πεπαρῳνηκασι γὰρ καὶ κατ’ αὐτῆς τῆς ἀπορρήτου δόξης, ἀθυροστομοῦντες οἱ δείλαιοι καὶ παλιμφήμους ἱέντες φωνὰς, καὶ τοῦ πάντων ἐπέκεινα μονονουχὶ κατεξανέστησαν, δεινῷ τε καὶ ἀχαλίνῳ πρὸς τοῦτο χρώμενοι θράσει. ἐπειδὴ δὲ τὴν ἐπὶ τῷ πάντα δύνασθαι δόξαν τοῖς ἰδίοις ἀνῆπτον θεοῖς, ἐπιφανὴς ἔσται Κύριος ἐπ’ αὐτοὺς, τουτέστι, τὴν ἰδίαν αὐτοῖς ἐμφανιεῖ δύναμιν, διά γε τοῦ πάντας αὐτῶν ὀλοθρεῦσαι τοὺς θεούς. ἀνῄρηνται γὰρ καὶ πεπτώκασι τὰ παρ’ αὐτοῖς τεμένη διὰ χειρὸς Ἰσραὴλ, καὶ πυρὸς ἔργον γεγόνασι τὰ χειρόκμητα πανταχῆ τε καὶ ἐν παντὶ ἔθνει τῶν ἑαλωκότων. ποῖ δὴ οὖν τῶν θεῶν ἡ δύναμις; ἢ πῶς ἂν ἑτέρους σώσειαν, οἵγε δή σφισιν αὐτοῖς ἐπαμύνειν οὐχ οἷοί τε; μᾶλλον δὲ τί γὰρ ὅλως κωφὴ καὶ ἀναίσθητος ὕλη; “Τὰ εἴδωλα τῶν ἐθνῶν “ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων, καὶ εἰ μὴ φορτικὸν εἰπεῖν, μᾶλλον δὲ καὶ εἰρήσεται “Τί “γλυπτὸν ὅτι ἔγλυψαν αὐτὸ, ἔπλασαν αὐτὸ χώνευμα φαν- “τασίαν ψευδῆ” κατὰ τὴν τοῦ προφήτου φωνήν; καὶ ᾗ φησὶν ὁ θεσπέσιος Δαυείδ “Ὅμοιοι αὐτοῖς γένοιντο πάντες “οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.”
Καὶ προσκυνήσουσιν αὐτῷ ἔκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πάσαι αἱ νῆσοι τῶι ἐθνῶν.
Ἐπιφανῆ γενέσθαι φαμὲν ἐπ’ αὐτοὺς τὸν κύριον, ὡς ὠλοθρευκότα πάντας αὐτῶν τοὺς θεοὺς, πάλαι μὲν διὰ τῶν ἐξ Ἰσραὴλ ταῖς τῶν ἀλλοφύλων πόλεσι συγκαταπιμπράντων εὐσθενῶς τά τε ἐν τοῖς τεμένεσιν ἕδη καὶ τοὺς ἐν αὐτοῖς βωμούς. κατὰ ’δε γε τὸν καιρὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τουτὶ γεγονὸς ἀληθέστερον κατίδοι τις ἃν, ὅτε καὶ Θεὸς ὢν ὁ Λόγος, γέγονε καθ’ ἡμᾶς καὶ ἐπιφανής· καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ τὸν ὄντα ἀπ’ ἀρχῆς, ὃν ἀκηκόασι, τοῦκατεξανέστησαν τον αὐτὸν ψηλαφῆσαί τε χερσὶ καὶ ἰδεῖν ἔφασκον ὀφθαλμοῖς. ἐμφανὴς γὰρ γέγονεν ὁ τοῦ ὁρᾶσθαι κρείττων ὡς Θεὸς, ψάλλει δέ που καὶ ὁ Δαυείδ “Ὁ Θεὸς ἐμφανῶς ἥξει, “ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.’’ ἐπειδὴ δὲ γέγονεν ἐμφανὴς “καὶ ἐπὶ γῆς ὤφθη,’’ κατὰ τὸ γεγραμμένον, “καὶ “τοῖς ἀνθρώποις συνανεστράφη,’’ τότε καὶ ἀπολώλασιν αἱ βδελυραί τε καὶ βέβηλοι τῶν εἰδώλων ἀγέλαι· ἀνῄρηται δὲ εἰσάπαν καὶ τὸ τοῦ διαβόλου κράτος, ἕκαστος δὲ λοιπὸν τῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς ἐπίγνωσιν ἀληθείας ἐνηνεγμένων μένων προσάγει δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ τὴν προσκύνησιν ἐκ του τόπου αυτου, καὶ οὐκ ἔτι μὲν ἐστι κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεὸς, ἀλλὰ καὶ αἱ τῶν ἐθνῶν χῶραί τε καὶ πόλεις, κἂν εἰ τῆς Ἰουδαίας ἀπονοσφίζοιντο μεσολαβούσης θαλάσσης, οὐδὲν ἧττον προσίασι τῷ Χριστῷ, προσάγουσι τὰς λιτὰς, ἀνάπτουσι τὰς δοξολογίας, ἀκαταλήκτοις εὐφημίαις καταγεραίρουσι. πάλαι μὲν γὰρ ἦν “ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ·’’ νυνὶ δὲ λοιπὸν τοῖς ἁπανταχῆ γέγονε γνωριμώτατον, γῆ δὲ καὶ θάλαττα μεστὴ τῆς δόξης αὐτοῦ. καὶ τοῦτο ἦν ἄρα τό “Σῶ ἐγὼ, λέγει κύριος Ἤ μὴν ἐμπλησθήσεται τῆς δόξης “κυρίου πᾶσα ἡ γῆ.’’ προσκυνήσει δὴ οὖν ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ φησι. προανατυπῶν μὲν γὰρ ὁ νόμος τῆς Ἐκκλησίας τὸ κάλλος, τὴν ἀρχαίαν ἐκείνην τοῖς ἐξ Ἰσραὴλ ἀνώρθου σκηνήν· ἧς εἰς τύπον καὶ ἐν τοῖς Ἰεροσολύμοις ὁ διαβόητος ἐκεῖνος ἐγήγερτο ναός. προστέταχε δὲ τοῖς ἀρχαιοτέροις ὁ θεσπέσιος Μωυσῆς, ἤγουν δι’ ἐκείνου Θεὸς, ἐκ πάσης τῆς Ἰουδαίων χώρας τοὺς προσκυνεῖν ἐθέλοντας ἀναφοιτᾶν εἰς Ἱεροσόλυμα, θύειν τε οὕτω καὶ προσκυνεῖν τῷ Θεῷ, καὶ θάνατος ἦν ἡ δίκη τοῖς ἔξω θύουσι τοῦ ναοῦ. ἐπειδὴ δὲ παρελήλακε τῆς σκιᾶς ὁ καιρὸς, πέπαυται τὰ ἐν τύποις, ἐγνώκαμέν τε λοιπὸν ὡς οὐκ ἐν τόπῳ τὸ θεῖον, οὔτε μὴν “Ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,” πληροῖ δὲ μᾶλλον οὐράνους τε καὶ γῆν καὶ τὰ κατωτέρω· ταυτῃτοι πανταχῆ τε αὐτὸν καὶ ἐν πᾶσιν εἶναι πιστεύοντες ᾗπερ ἂν ἕκαστος ὢν τυγχάνῃ, ἐκεῖ ποιεῖται τὴν προσκύνησιν, ὡς ἐγγὺς ἔχων τὸν λέγοντα Θεόν “Θεὸς ἐγγίζων ἐγώ εἰμι, “λέγει κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν.”
Ἰστέον δὲ, ὅτι νήσους ἔσθ᾿ ὅτε τὸ γράμμα τὸ ἱερὸν τὰς ἐκκλησίας ἀποκαλεῖ, οἷον ἐν θαλάσσῃ κειμένας ἐν τῷδε τῷ κόσμῳ, καὶ πικροῖς ὕδασι περιχεομένας ταῖς ἐν αὐτῷ περιστάσεσι, καὶ μονονουχὶ ῥαγδαιοτάτοις κύμασι καταπαιομένας τοῖς διωγμοῖς, πλὴν ἀδιαπτώτως ἐρηρεισμένας καὶ ἀνεχούσας ὑψοῦ, καὶ ταῖς θλίψεσιν οὐ βαπτιζομένας. ἀκλόνητοι γὰρ διὰ Χριστὸν αἱ ἐκκλησίαι, “καὶ πύλαι ἅδου “οὐ κατισχύσουσιν αὐτῶν.” οὐκοῦν εἰ δὴ βούλοιτό τις νήσους ἐθνῶν ἐννοεῖν τὰς ἐξ ἐθνῶν ἐκκλησίας, οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ· ὡς περικλυζομένας μὲν τοῖς τῶν πειρασμῶν σάλοις, ἐχούσας δὲ τὸ πάγιον ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Του Αυτου Εις Τον Αυτον Προφητην — Τομος Δευτερος Καὶ ὑμεῖς Αἰθίοπες τραυματίαι ῥομφαίας νοῦ ἐστε.
Παντὸς διαμέμνηται γένους, ἤγουν ἔθνους, πεπολεμηκότος τῷ Ἰσραὴλ καὶ κατὰ τῆς θείας δόξης πεφλυαρηκότος. μέτεισι τοίνυν ἐξ Ἰδουμαίων καὶ Ἀμμανιτῶν ἐπὶ τοὺς Αἰθίοπας, ἣ τοὺς πρὸς ἠοῖ καὶ νότῳ κειμένους, καὶ τῆς Περσῶν γῆς τὴν ἀγχιτέρμονα κατοικοῦντας χώραν· ἤγουν Αἰγυπτίους ὡς ὁμόρους ὄντας καὶ γείτονας τοῖς ἐξ Ἰσραήλ· Αἰθιοπίας δὲ μοῖρα καὶ τῶν Αἰγυπτίων ἡ γῆ· καὶ γοῦν ποταμοὺς Αἰθιοπίας ὀνομάζειν ἔθος τοῖς ἱεροῖς γράμμασι τοὺς τῆς Αἰγυπτίων. πίνουσι γὰρ καὶ αὐτοὶ τὸν Γηὼν, περὶ οὗ φησιν ἡ γραφή “Οὗτός ἐστιν ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.’’ ἔσεσθε τοίνυν καὶ ὑμεῖς Αἰθίοπες τῆς ἐρῆς τραυματίαι ῥομφαίας. ἑαυτοῦ ’δε φησι ῥομφαίαν τὴν τῶν Ἰουδαίων, ὡς αὐτὸς ἐπάγων αὐτὴν τοῖς ἀνοσίως πεπραχόσιν εἴς τε τὴν αὐτοῦ δόξαν, ὡς ἔφην, καὶ μέντοι τὸν Ἰσραήλ.
Ἐπειδὴ δὲ οἶδεν ἡ θεόπνευστος γραφὴ καὶ νοητοὺς Αἰθίοπας, φέρε τι καὶ ἐπ’ αὐτοῖς λέγωμεν, οὐκ ἔξω βαίνοντες τῆς τῶν προκειμένων ἐννοίας. ἔφη που ψάλλων ὁ μακάριος Δαυεὶδ, ὡς πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν χριστόν “Σὺ “συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. “σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν “βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.’’ ἀλλὰ καὶ ἑτέρωθί που “Ἐνώ “πιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ “χοῦν λείξουσιν.’’ ὁμολογεῖ ’δε που καὶ ἡ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ἀνατυπουμένη νύμφη μέλαινά τε εἶναι καὶ καλή. οὐκοῦν Αἰθίοπας νοητέον τοὺς οἱονεὶ σκοτεινήν τε καὶ ἀλαμπῆ τὴν διάνοιαν ἔχοντας, τοὺς οὔπω κατηυγασμένους, καὶ τὸ θεῖον οὐκ ἔχοντας φῶς. ἁλλ’ οἱ μὲν προσπίπτοντες Χριστῷ, καθάπερ ἀμέλει καὶ ἡ νύμφη, καταλαμπρύνονται παρ’ αὐτοῦ, διακεκράγασι γὰρ εὐχόμενοι “Καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς· οἱ δὲ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ ἐν τῷ μελαίνεσθαι μεμενηκότες, καταθοινήσονται μὲν τὰς τοῦ δράκοντος κεφαλάς· τροφὴ γὰρ αὐτοῖς ὁ δράκων ὁ ἀποστάτης· ὑποκείσονται δὲ τῆ ῥομφαίᾳ. πρέπειν δὲ οἶμαι μάλιστα τοῦ λόγου τὴν δύναμιν τοῖς ἀκαθάρτοις πνεύμασιν, ἃ τετραυμάτικεν ὁ Χριστὸς, τῆς καθ’ ἡμῶν τυραννίδος ἐκβεβληκὼς, συνανελὼν δὲ αὐτοῖς τὸν τοῦ σκότους πατέρα, τὸν ἁπάσης ἁμαρτίας εὑρετὴν, τὸν κατασκοτίζοντα “τὰ νοήματα τῶν “ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγ- “γελίου τῆς δόξης τοῦ Χριστοῦ.” καὶ τοῦτο οἶμαί ἐστιν ὃ καὶ αὐτὸς ὁ σοφὸς ἡμῖν εἴρηκεν Ἡσαΐας “Καὶ ἔστα ἐν “τῇ ἡμέρᾳ ἐκείνη, ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν., “τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν “τὸν σκολιὸν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγοντα, καὶ “ἀνελεῖ τὸν δράκοντα.
Καὶ ἐκτεvῶ τὴν χεῖρά μου ἐπὶ βοῤῥᾶν καὶ ἀπολῶ τὸν Ἀσσύριον, καὶ θήσω τὴν Νινευὶ εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον. καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γὴς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς.
Ἅψομαι, φησὶ, καὶ τῶν εἰς ἠῶ καὶ βοῤῥᾶν χωρῶν τε καὶ πόλεων, καὶ συνδιολῶ τοῖς ἄλλοις τοὺς Ἀσσυρίους καὶ ταῖς ἠρημωμέναις τῶν πόλεων, καὶ αὐτὴν προσθήσω τὴν διαβόητον Νινευὶ, τὴν τῶν Χαλδαίων μητρόπολιν. ἔσται δὲ ἄνυδρος, ταῖς ἀβάτοις καὶ ἀοικήτοις ἐν ἴσῳ γαῖς. εἰκὸς δὲ δὴ πάλιν ὕδασιν ἐξομοιοῦν τὸν λόγον τὴν τῶν ἐνοικούντων πληθύν· ἔθος γὰρ τοῦτο τοῖς ἱεροῖς γράμμασιν. καὶ γοῦν τῶν Ἀσσυρίων τὴν ἔφοδον, ἢν πεποίηνται κατὰ τῆς Ἱερουσαλὴμ, ἕτερος τῶν ἁγίων προφητῶν προανακηρύττων ἔφασκεν “Ἴδου “δὴ ὕδατα ἔρχεται ἀπὸ βοῤῥᾶ, καὶ ἔσται εἰς χειμάρρουν “κατακλύζοντα.’’ ὅταν τοίνυν ἄνυδρον ἔσεσθαι τὴν Νινευὶ λέγη, φαίην ἂν ὅτι κενὴν ἔσεσθαι τῶν ἐνοικούντων φησί· κατανεμηθήσεσθαι γεμὴν ἐν μέσῳ αὐτῆς ποίμνια διϊσχυρίζεται, σημεῖον οἶμαί που τὸ χρῆμα τιθεὶς τῆς ὁλοτελοῦς ἐρημίας καὶ τοῦ μηδένα κατοικεῖν ἐν αὐτῇ· φύεται μὲν γὰρ οὐκ ἐν ἄστει τὰ ἐν ἀγροῖς. εἰ δὲ δήπου γένοιντο πόαι καὶ ἐν πόλει τυχὸν, ὁμολογία τις ὥσπερ ἐστὶν ἐναργὴς τὸ πραττόμενον τοῦ κένανδρον εἶναι παντελῶς. προστίθησι δὲ καὶ ἑτέρων σημείων οὐ μετρίαν πληθύν. καταλύσειν γὰρ ἐν αὐτῇ φησὶ πάντα τὰ θηρία τῆς γῆς, χαμαιλέοντάς τε καὶ ἐχίνους ἐν τοῖς φατνώμασι κοιτασθήσεσθαι· καὶ μὴν καὶ ἐν τοῖς διορύγμασι, τουτέστιν, ἢ ἐν βόθροις, ἤγουν καὶ σπηλαίοις τοὺς ἀγρίους ἀναφωνήσειν θῆρας, ἐναυλισθήσεσθαι δὲ καὶ κόρακας τοῖς πυλῶσιν αὐτῆς. ἔστι δὲ οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίβολον, ὡς οὔτ’ ἂν ἐν οἴκοις καταλύσειαν ἐχῖνοι, οὔτε μὴν ἐν μέσῃ πόλει καταυλισθήσονται θῆρες, ἀλλ’ οὐδ’ ἂν ἐμφιλοχωρήσειαν τοῖς πυλῶσιν οἱ νυκτικόρακες, εἰ μὴ πλείστη τις ὅση καὶ ἁνδάνουσα λίαν τοῖς ὧδε φύσεως ἔχουσιν ὑπάρχοι σχολή. φιλοῦσι γάρ πὼς οἱ θῆρες, καὶ μέντοι τὰ ἕτερα περὶ ὧν ὁ λόγος, οὐκ ἀνθρώποις συναυλίζεσθαι· πόθεν; ἀλλ’ ἧπερ ἂν εἴη πολλή τις ἐρημία, σχολαία τε παντελῶς ἡ δίαιτα, καὶ τῆς ἐρημίας τὸ πλάτος μονονουχὶ πρυτανεύῃ τὴν ἀσφάλειαν, ἔξω τε παντὸς ἀποκομίζει δέους.
Εἰ δὲ χρή τι τούτοις ἐπειπεῖν ἀναγκαῖον, ἀσφαλιζώμεθα τὰς ἑαυτῶν καρδίας, καὶ τὸ προσκρούειν Θεῷ κατά τι γοῦν ὅλως παντὶ παραιτώμεθα σθένει, ἵνα μὴ γενώμεθα πονηρῶν τε καὶ ἀνημέρων ἐνδιαίτημα θηρίων, φημὶ δὴ τῶν ἀκαθάρτων πνευμάτων, ἐξηρημένης ἤμων ἀπάσης ἀρέτης. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν Ἰερουσαλὴμ εὖ μάλα καὶ σοφῶς εἰρημένον “Πόνῳ καὶ μάστιγι παιδευθήσῃ “Ἱερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω “σε ἄβατον γῆν, ἥτις οὐκ ἀποικηθήσεται.’’ Θεοῦ γὰρ ἡμῶν ἐξελόντος τὴν ἀρετὴν, εἰσελάσει πάντως εἰς νοῦν καὶ καρδίαν τὰ βδελυρά τε καὶ ἀνόσια πάθη, καὶ οἷά τινες θῆρες ἐνδιαιτήσονται, συνεισφρήσει δὲ καὶ αὐτὴ τῶν ἀκαθάρτων πνευμάτων ἡ ἀγρία πληθύς.
Διότι κέδρος τὸ ἀνάστημα αὐτῆς. αὔτη ἡ πόηις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπ’ ἐλπίδι, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς εἰμι κὼ οὐκ ἔσται μετ’ ἐμὲ ἐὺ. πῶς ἐγενήθη εἰς νομὴ θηρίων· πῆς ὁ διαπορευόμενος δἰ αὐτῆς συριεῖ κα κινήσει τὰς χεῖρας αὐτοῦ.
Ὠς ἀεὶ μέγα φρονεῖν ᾑρημένη, καὶ ὑπέρφρων καὶ ἀλαζὼν ἡ Νινευὶ διαβέβληται. καὶ ἦν τοῦτο κατὰ ἀλήθειαν, ὀφρὺν ἀνασπῶσα τὴν ὑπερτάτην κατὰ παντὸς ἔθνους καὶ πάσης ἀρχῆς, καὶ ὀλίγου παντελῶς ἀξιοῦσα λόγου τὴν ἑτέρων ἰσχύν. μεμαρτύρηκε δὲ τοῦτο καὶ ὁ προφήτης Ἀμβακοὺμ περὶ τοῦ βασιλέως Ἀσσυρίων λέγων, ὅτι “Καὶ αὐτὸς ἐν “βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ “αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται.’’ ὅτι τοίνυν ὑπερόφρυς ἄγαν, ὑψοῦ τε ἠρμένη, καὶ ἀναφοιτῶσα λίαν εἰς τὸ ἐξήνιον ἡ τῶν Χαλδαίων μητρόπολις, διατρανοῖ πάλιν, άναστήματι κέδρου παρεικάζων αὐτὴν, καὶ φαυλίστριαν ὀνομάζων. τοῦτο δ’ ἂν μάθοις ὀρθῶς τε καὶ ἀτρεκῶς εἰρημένον ἐκ τῶν τοῦ Ῥαψάκου λόγων· ὃς, ἐπείπερ ἧκεν εἰς τὴν Ἰουδαίαν, εἶτα τοῖς ἐν τῷ τείχει προσέβαλε, τῆς ἀνωτάτω κατεφλυάρει δόξης. ἔφασκε γάρ “τάδε λέγει ὁ βασιλεύς Μῆ ἀπατάτω “ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς, “καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς ὁ Θεός. καὶ μετ’ ὀλίγα “Μῆ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος “τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;” αὕτη τοίνυν ἡ φαυλιστρια πόλις, ἡ κατοιομένη τε καὶ λεγουσα Ἐγώ εiμι καὶ οὐκ ἔστι μετ’ ἐμὲ ἔτι. ἐπειδὴ τοίνυν τὴν οὕτως αἰσχρὰν καὶ ἐπάρατον ἀλαζονείαν ἐν καυχήματος τάξει λαμπροῦ ποιεῖσθαι φιλεῖ, ταύτῃσι λοιπὸν πρὸς τοῦτο ἀθλιότητος κατοιχήσεται, ὡς καὶ ἐπ’ αὐτῇ χρῆναι λέγειν Πως ἐγενήθης εἰς ἀφανισμὸν, νομὴ θηρίων· τὸ δὲ πῶς εἴη ἂν οὐκ ἐρωτῶντος καὶ ἀναμαθεῖν ἐθέλοντος, τεθαυμακότος δὲ μᾶλλον τὴν ἐλπαραπορευόμενος πίδος ἐπέκεινα μεταβολήν. τὰ γάρ τοι μεγάλα καὶ ἀδόκητα τῶν κακῶν οὐκ ἔξω θαύματος, φιλεῖ δέ πὼς καταπλήττειν τοὺς θεωμένους, ἤτοι τοὺς μεμαθηκότας. οὕτω καὶ συριεῖ πᾶς ἐπ’ αὐτῇ καὶ κινήσει τὰς χεῖρας, συμπλήττων ἀλλήλαις, καθάπερ ἐγᾦμαι, καὶ ἀνακροτῶν ἀπὸ τοῦ θαυμάσαι, καὶ ἠχὴν ἐκ στόματος ἱεὶς, τὴν ἐν συριγμῷ καὶ ἀσημοτέραν. γράφει δὲ ὥσπερ ἡμῖν καὶ διὰ τούτων εὖ μάλα τὸν ἐπ’ ἀδοκήτοις συμφοραῖς οἱονεὶ καταπεπληγμένον.
“Ὑπερηφάνοις οὖν ἄρα Θεὸς ἀντιτάσσεται· καὶ σοφὸν εἶναι φημι καὶ ἀξιόληπτον τὸ παράγγελμα “Μὴ ἐξύψου “σεαυτὸν, ἵνα μὴ πέσῃς,’’ καὶ πάλιν “ Ὅς ὑψηλὸν ποιεῖ τὸν xvii. ἑαυτοῦ οἶκον, ζήτει συντριβὴν. ὅνπερ γὰρ τρόπον τὰ εἰς ὕψος πολὺ καὶ πέρα μέτρου διανιστάμενα τῶν οἰκοδομημάτων ἑτοιμότερά πὼς εἰς κλόνον εἰσὶ, πλείστην τε ὅσην τὴν ὑποψίαν τοῦ σφισιν αὐτοῖς περιθραυσθήσεσθαι νοσεῖ· οὕτω καὶ ἀνθρώπου ψυχὴ τῆ τῶν λογισμῶν ματαιότητι πρὸς ὑπεροψίαν ἐξογκουμένη, σαθρά τε καὶ εὐανάτρεπτος καὶ ῥᾳδία πεσεῖν. εἰ δὲ δὴ πράττοιτο τὸ χρῆμα κατὰ Θεοῦ, τὸ τηνικάδε λοιπὸν τὸ ἀντερεῖδον οὐδέν.
Ὤ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη ἡ πόλις ἡ περιστερά.
Μέτεισιν εὐθὺς εἰς ἀνάμνησιν τῆς Ἰουδαίων, φημὶ δὴ τῆς Ιερουσαλήμ, ἢν ἐπείπερ εἷλον Ἀσσύριοι, τετίκασι δίκας. τετιμώρηνται δὲ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν ὡς τὴν τοῦ Θεοῦ δόξαν κατακερτομοῦντα, ἐπιστυγνάζει δὲ ὥσπερ αὐτῇ παθούσῃ τὰ παρ’ ἐλπίδα, καὶ τῆς ἀνηκέστου συμφορᾶς οὐχ ἑτέρῳ τινὶ μᾶλλον ἀναγράφει τὰς αἰτίας, αὐτὴν δὲ μᾶλλον γεγενῆσθαί φησιν ἑαυτῇ προμνήστριαν. σχετλιάζει οὖν καί φησιν Ὤ ἡ ἐπιφανὴς καὶ λελυτρωμένη ἡ πόλις ἡ περιστερα.
ἵνα τί γὰρ ὅλη, φησὶν, ἀτιμοτάτη γέγονας, οἰκτρά τε καὶ αἰχμάλωτος, ἡ οὕτω λαμπρὰ καὶ διαφανὴς, ἢ παντὸς ἔθνους κρατήσασα, καὶ νικῶσα μὲν ἀμογητὶ τοὺς ἀνθ’ ἱσταμένους, σκληρά τε ἀεὶ καὶ δυσάντητος τοῖς ἀντεξάγειν ἐθέλουσι, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένοις· ἡ πολλοῖς σημείοις καὶ τέρασι τῆς Αἰγυπτίων θητείας λελυτρωμένη καὶ τῆς ἀφορήτου πλεονεξίας ἐκλύσασα τὸν αὐχένα· δι’ ἣν ποταμοὶ μὲν εἰς αἷμα μετακεχωρήκασι, χάλαζα δὲ καὶ σκότος τὴν τῶν Αἰγυπτίων κατεσίνοντο γῆν, ἧ καὶ θάλασσα συνωπλίζετο, καταπνίγουσα τοὺς διώκοντας, μυρία τε ὅσα πρὸς τούτοις γέγονεν ἀξιάκουστα; ὢ ἡ πόλις ἡ περιττερὰ, τουτέστιν ἡ περικαλλεστάτη. δέχεται γὰρ ἀεί πὼς ἡ θεόπνευστος γραφὴ τὸ στρουθίον εἰς εὐειδίαν· καθάπερ ἀμέλει καὶ τὴν ἐν τῷ ᾄσματι πλαττομένην νύμφην τῷ τῆς περιστερᾶς ὀνόματι κατασεμνύνειν ἤθελεν ὁ νυμφίος “Ἀνάστα, λέγων, ἐλθὲ ἡ “πλησίον μου, καλή μου, περιστερά μου.’’ περικαλλεστάτη δὲ λίαν ἡ Ἰερουσαλὴμ, διάτοι τὸ τῷ θείῳ λελαμπρύνθαι νόμῳ, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὁρᾶσθαι διαπρεπὴς, ἐπασκεῖν δὲ καὶ δικαιοσύνην, καὶ Θεῷ τῷ κατὰ φύσιν προσκυνεῖν, καὶ αὐτῷ τελεῖν τὰς λατρείας. κάλλος δὲ τοῦτο πνευματικόν. δύναιο δ’ ἂν καὶ ἑτέρως περιστερὰν εἰρῆσθαι νοεῖν τὴν Ἰερουσαλήμ. ἔθος γὰρ ἀεὶ τῷ πτηνῷ, κἂν εἴ τις αὐτὸ τῆς φιλτάτης αὐτῷ καλιᾶς ἀποκομίσειεν ἀπωτάτω, εἶτα δοίη τῇ πτήσει καιρὸν, ἀναθεῖν οἴκαδε πάλιν καὶ ἀνακομίζεσθαι πρὸς τὰ οἰκεῖα. ὃ δὴ γεγονὸς καὶ ἐπ’ αὐτῆς εὐρήὅλη σομεν τῆς Ἱερουσαλήμ. ἔχουσα γὰρ ἐκ προγόνων τὸ εὐσεβὲς, καταπεφοίτηκε μὲν εἰς Αἴγυπτον· ἐκβαίνουσα δὲ ὥσπερ τὴν ἐκ πατέρων λατρείαν, ἐκεῖ προσκεκύνηκεν εἰδώλοις· ἀλλὰ κέκληται διὰ Μωυσέως, καὶ ἀπέπτη τρόπον τινὰ τῆς ἐν Αἰγύπτῳ πλάνης, παλινδρομήσασα πρὸς Θεόν. ἀλλὰ γὰρ τίς ἡ αἰτία, φησὶ, τοῦ καὶ ὅλως ἁλῶναι τυχὸν, καὶ ὑφ᾿ ἑτέροις γενέσθαι πάλιν τὴν λελυτρωμένην ;
Οὐκ εἰσήκουσε φωνῆς.
Ἤκουσε γὰρ ἐν τῷ ὄρει Σινᾶ τοῦ Θεοῦ λέγοντος “Ἄκουε “Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. οὐ ποιήσεις “σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ “ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.” παρατρέχουσα δὲ τὸ διηγγελμένον, κατώλισθεν ἀμαθῶς εἰς πολύθεον πλάνησιν. οὐκοῦν οὐκ εἰσήκουσε φωνῆς, ἢ τῆς ἐν τῷ ὄρει Σινᾷ πρὸς αὐτὴν γεγενημένῃς· ἤγουν τὴν φωνὴν ἀντὶ τῆς νουθεσίας παραδεξόμεθα.
Οὐκ ἐδέξατο παδείαν.
Περιυβρίζουσα γὰρ τὸν παιδαγωγοῦντα νόμον καὶ ἀποκομίζοντα κομίζοντα πρὸς δικαιοσύνην, ἐτράπετο πρὸς “διδασκαλίας, “ ἐντάλματα ἀνθρώπων,” καὶ ταῖς ἰδίαις ἀκολουθοῦσα γνώμαις, ἔξω γέγονε τῆς εὐθείας ὁδοῦ, καὶ ἀπομεμένηκεν ἀμαθὴς καὶ τῶν θείων ἄμοιρος παιδευμάτων.
Ἐπί τῷ Κυρίῳ οὐκ ἐπεποίθησε.
Πολέμου γὰρ καταθλίβοντος, καὶ ἀγῶνος ἐγκειμένου, καὶ κινδύνων ἐπηρτημένων, δέον αὐτὴν τὴν τῶν προγόνων εὐσέβειαν ἀπομιμεῖσθαι φιλεῖν, καὶ ἐπὶ μόνῳ πεποιθέναι τῷ διασώζοντι Θεῷ, “Αἴγυπτον ἐτεκαλεῖτο,” κατὰ τὸ γεγραμμένον, μένον, “καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν,” καὶ κατεμισθοῦτο Σύρους ἤγουν Ἄραβας, μονονουχὶ τὴν θείαν ἀτιμάζουσα δύναμιν.
καὶ πρὸς τὸν Θεὸν αὐτῆς οὐκ ἤγγικεν. Ἐγγίζομεν δὲ τῷ Θεῷ διὰ πάσης ἐπιεικείας, καὶ τὰ αὐτῷ δοκοῦντα κατορθοῦν ᾑρημένοι. ἐγγίζομεν δὲ καὶ καθ’ ἕτερον τρόπον, αὐτὸν εἶναι μόνον φύσει τε καὶ ἀληθῶς Θεὸν καὶ βασιλέα τῶν ὅλων καὶ δημιουργὸν πιστεύοντες, καὶ ἐπ’ αὐτῷ τὸ σύμπαν ἕτερον οὐδένα παραδεχόμενοι.
Οἱ ἄρχοντες αὐτῆς ἐν ἀυτῇ ὡς λέοντας ὠρυόμενοι.
Ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ παράγει τὰς αἰτίας, ἐφ’ αἷς εἰκότως κεκίνηται καὶ κέκλιται πρὸς ὀργὰς, ἵνα δὴ φαίνοιτο λοιπὸν κολάζων ἐν δίκη τοὺς ἠσεβηκότας καὶ καθιγμένους εἰς τοῦτο φαυλότητος, ὡς ἀφόρητον ἤδη πὼς τὸ χρῆμα καὶ αὐτῷ γενέσθαι Θεῷ. ἦσαν οὖν, φησὶν, οἱ ἄρχοντες αὐτῆς ὡς λέοντες. τί δὲ δὴ δρῶσιν ἐκεῖνοι; λιμοῦ καταθήγοντος, καὶ εἰς ἔφεσιν αὐτοὺς καλοῦντος τροφῆς, ὄρη τε καὶ νάπας περιθέουσιν εὐσθενῶς, δεινόν τι καὶ ἀπηχὲς καταβρυχώμενοι· κἂν εἴ τι που θεάσαιντο τῶν ἐπιτηδείων εἰς βρῶσιν, οἷον βροντὴν κατηχήσαντες, εἰς δέος ἄγουσι τοσοῦτον, ὡς ἀποπεπῆχθαι δοκεῖν, καὶ οἷόν τι σικάλοις ἐνεσφιγμένον, περιμένειν τὸν δαιτυμόνα. τοῦτο ’δε τινες ἔδρων καὶ τῶν ἡγουμένων ἐν Ἰσραὴλ, τὸν ἐκ νόμου θάνατον τοῖς παραβαίνουσιν ὡρισμένον, ἐπιφέρειν ἔσθ’ ὅτε καὶ τοῖς πλημἀπηρτημένων μέλουσιν οὐδὲν ἀπειλοῦντες, εἰ μὴ δρᾶν ἕλοιντο τὰ αὐτοῖς θυμήρη τε καὶ φίλα, καὶ παραχωροῦντες ἐγκαλοῦσιν ἑτέροις, ἤγουν αὐτοῖς τοῖς δικάζουσι κτήσεων ἰδίων ἐξιστάμενοι. καταγράφει γὰρ αὐτῶν τὰ τοιάδε τῶν κακῶν καὶ δι’ ἑτέρου προφήτου, λέγων· Μιχαίας δὲ οὗτος· “Ἐγένοντο “λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις “αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ “ἦραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν. καὶ ἐπεθύμουν ἀγροὺς, “καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ “διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κλη- “ρονομίαν αὐτοῦ.’’
Καταβρυχῶνται δὲ ὥσπερ τῶν ἐν ἁπλῆ πίστει βιοῦν ᾑρημένων καὶ οἱ τῶν αἱρέσεων εὑρεταὶ, καὶ θεοστυγὲς ἀνοίγοντες στόμα, τοὺς οὐδὲν εἰδότας μονονουχὶ κατεσθίουσιν ἀμαθεστέρους ἀποτελοῦντες, καὶ ψυχρὰς αὐτοῖς καὶ δίε. στραμμένας ἐνιέντες ἐννοίας, καταμυθολογοῦντες· δὲ οὕτως, καὶ τό γε σφίσιν αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον φρονεῖν ἀναπείθοντες, ὡς ἤδη δοκεῖν τοὺς τοῖς παρ’ αὐτῶν ἐναλόντας βρόχοις, τάχα που καὶ ἐκτεθνάναι, καὶ λίθοις ὀλίγα τοῖς ἀναισθήτοις παραχωρεῖν, οἷς ἄν τις ἐπιφωνήσειε, καὶ μάλα 2 εἰκότως “Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, “καὶ ἐπιφαύσει σοι ὁ Χριστός.” πλὴν, ὥς φησιν ὁ μακάριος Δαυείδ “Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ “στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ “Κύριος.”
Οἱ κριταὶ αὐτῆς ὡς λύκω τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωί.
Φᾶσί τοὺς ἐν Ἀραβίᾳ λύκους παντὸς ἐπέκεινα θηρὸς ἰέναι πρὸς ἀγριότητα, κατηῤῥωοηηκέναι τε λίαν τὸ ἀκόρεστον εἰς τροφὰς, ὀξεῖς δὲ οὕτως εἰς δρόμον, ὡς ἀποφοιτᾶν εὐκόλως παντὸς τοῦ διώκοντος. ἔφη γάρ που καὶ δι’ ἑτέρου προφήτου περὶ τῶν ἐκ Βαβυλῶνος ἵππων “ὀξύτεροι ὑπὲρ τοὺς “λύκους τῆς Ἀραβίας.’’ δέχεται τοίνυν εἰς τὸ παρὸν τὴν τῶν λύκων ἀπληστίαν εἰς ὑποτύπωσιν τῶν κριτῶν, οἷον ὅλῳ στόματι καὶ ἀκορέστοις ὀδοῦσι δαπανώντων τοὺς κρινομένους, διὰ τοῦ πλεῖστά τε ὅσα καὶ τὰ ὑπὲρ δύναμιν ἐξαιτεῖν ἐπὶ τῇ τοῦ δικαίου παρατροπῇ, καὶ ἵνα τὸ τῷ θείῳ νόμῳ δοκοῦν εἰς τὸ ἑτέροις τισὶν ἁνδάνον ἀνοσίως παρευθύνοιτο. ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν αὐτοὺς, ὅτι καθά φησιν ὁ παροιμιαστής “Λαμβάνοντος δῶρα ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοί.” “Τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται “ῥήματα δίκαια, κατὰ τὸ γεγραμμένον. τί γὰρ ὅλως τὸ περιττὸν ἐκ δωροδοκίας; τί δὲ τὸ αἰσχρὸν ὀνήσει λημμάτιον τοὺς ἀγαπῶντας αὐτό; μᾶλλον δὲ ποίαν ἂν αὐτοῖς ζημίαν οὐκ ἐνεργάσαιτο; καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων “Οἰ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πει- “ρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ “βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον “καὶ ἀπώλειαν.’’ “Αἱρετὸν οὖν ὄνομα καλὸν ἢ πλοῦτος “πολὺς,” καὶ ἔστιν ἀληθῶς σοφὸς δὴ λίαν καὶ ἀτρεκὴς ὁ λόγος.
Οἰ προφῆται αὐτῆς πνευματοφόροι ἄνδρες καταφρονηταὶ.
Εὖ γε τὸ αὐτῆς ἐπὶ προφητῶν ἐνθάδε, ὅτι μὴ γεγόνασι Θεοῦ, λαλοῦντες ἐπισφαλῶς τὰ “ἀπὸ καρδίας αὐτῶν καὶ οὐκ ἀπὸ στόματος Κυρίου,” κατὰ τὸ γεγραμμένον. κατειρωνεύεται δὲ ὁ λόγος, πνευματοφόρους ἀποκαλῶν· οὐχ ὡς ἐν μεθέξει γεγονότων ἐκείνων τοῦ Ἁγίου Πνεύματος ἀληθῶς, ἀλλ’ ὡς πλάττεσθαι τολμώντων τὸ τῆς προφητείας χρῆμα, καὶ ὅτι μεμέστωνται τοῦ Ἁγίου Πνεύματος οὐ κατοκνούντων εἰπεῖν. θέλοντες τοίνυν εἶναι, φησὶ, καὶ προφῆται καὶ πνευματοφόροι, καὶ τὸ σεμνὸν οὕτως ὄνομα ταῖς σφῶν αὐτῶν περιπλάττοντες κεφαλαῖς, τοσοῦτον γεγόνασι καταφρονηταὶ, ὡς μηδὲ ὅτι ποτ’ ἐστὶ τὸ ἐπιεικὲς εἰδέναι, προσαπολλύναι δὲ καὶ ἑτέρους, οἷς ἐλάλουν τὰ ἀπὸ καρδίας, καὶ τοῦτο ἐπὶ σμικροῖς καὶ εὐτελεστάτοις τισὶ λημματίοις οἱ τάλανες, καὶ ὡς ὁ προφήτης φησὶν Ἰεζεκιήλ “ἕνεκεν δρακὸς κριθῆς καὶ “κλάσματος ἄρτου.’’ καὶ ἀποπληξίας δὲ πρὸς τοῦτο κατώλισθον, ὡς τῆς ἀπορρήτου δόξης βουλὰς εἶναι λέγειν τὰς ἑαυτῶν, καὶ τὰ ἀπὸ γνώμης ἰδίας ἀποβρασσόμενα ῥήματα, θείους εἶναι λόγους διισχυρίζεσθαι. καὶ γοῦν ἔφασκε περὶ αὐτῶν διὰ τῆς Ἱερεμίου φωνῆς “Οὐκ ἀπέστελλον προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεφήτευον·’’ αὐτοῦ δὲ τοῦ προφήτου διακεκρα γότος ἐναργῶς καὶ λέγοντος “Ὁ ὣν Δέσποτα κύριε, ἰδοὺ “οἱ προφῆται αὐτῶν προφητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε “μάχαιραν καὶ λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ “ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ·’’ μονον οὐχὶ καὶ ἀντεκεκράγει λέγων ὁ τῶν ὅλων Θεός “ψευδῆ οἱ “προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα “αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς “αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα “καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν. “εἰ προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, “ἀπαντησάτωσάν μοι. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕ- “τὼς οἱ λόγοι μου, λέγει κύριος. οὐχ οἱ λόγοι μου ὡς “πῦρ φλέγον, λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;” καθικνεῖται γὰρ εἰς νοῦ βάθος ὁ παρὰ Θεοῦ λόγος, καὶ μονονουχὶ διαρρήγνυσι τὴν τῶν ἀκροωμένων καρδίαν· ψυχρὸς δὲ καὶ ἄναλκις ὁ ἐξ ἀνθρώπου βουλῆς, ὁποῖός τις ἦν ὁ τῶν ἀνοσίων ψευδοπροφητῶν.
Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια κω ἀσεβοῦσιν εἰς τὸν νόμον.
Οὐκ ἔξω μομφῆς οὐδὲ αὐτὸ πεφώραται τὸ ἀπόλεκτον γένος, τουτέστι, τὸ ἐκ φυλῆς Λευί· βεβηλοῦν δὲ καὶ αὐτοὺς τὰ ἄγιά φησι, καὶ ἀσεβεῖν εἰς νόμον. γέγραπται μὲν γάρ “ὅτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητή- “σουσιν ἐκ στόματος αὐτοῦ.’’ ἀλλ’ ὡς αὐτός που πάλιν φησὶν ὁ τῶν ὅλων Δεσπότης ”Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστι “Κύριος.” τὸ γάρ τοι μὴ βούλεσθαι διατρανοῦν τὸν τοῖς οὐκ εἰδόσιν αὐτὸν, μήτε μὴν ἀποκομίζειν ἐπείγεσθαι τοὺς ὑπὸ χεῖρα λαοὺς εἰς τὸ ἁνδάνον Θεῷ, τοῦτο οἶμαί ἐστι τὸ ἀσεβεῖν εἰς νόμον. καὶ οὐ μέχρι τούτου τὰ ἐκείνων ἐγκλήματα· ἀλλὰ γὰρ καὶ βεβηλοῦσι δὲ τὰ ἅγιά φησιν. ὁ μὲν γὰρ διὰ Μωυσέως νόμος πλείστην ἔχει τὴν ἐπιτήρησιν περὶ θυσιῶν καὶ προσαγωγῆς, ἡνίκα τε ἑκάστην καὶ τίνα χρὴ τρόπον ἀποπεραίνεσθαι· οἱ δὲ κατὰ τὸ εἰκὸς προσεκόμιζον μὲν τὰς θυσίας, πλὴν ἀφυλάκτως καὶ ἀτημελῶς, οὐ καιρὸν, οὐ τύπους ἀξιοῦντες ἐπιτηρεῖν, ἀλλ’ οὐδὲ ἡγνισμένοι τάχα, οὔτε μὴν ἐν ἐσθήμασι τοῖς σφῶν ἱεροπρεπῶς ἐσταλμένοι καὶ ἐν κόσμῳ δρῶντες τὰ ἱερὰ, ἀτιμάζοντες δὲ ὥς τι τῶν ἀχρείων τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον λειτουργίαν.
Παραφυλακτέον δὴ οὖν τοῖς τῆς Ἐκκλησίας ἱερουργοῖς, μὴ βεβηλοῦν τὰ ἅγια· τρόπος δὲ τῆς βεβηλώσεως οὐχ εἷς, διάφορος δὲ καὶ πολύς. δεῖ γὰρ εἶναι κεκαθαρμένους καὶ ψυχὴν καὶ σῶμα, καὶ πᾶν εἶδος ἀποσειομένους βδελυρᾶς ἡδονῆς, ἠγλαισμένους δὲ μᾶλλον τοῖς εἰς ἀγαθουργίαν σπουδάσμασι, μεμνημένους λέγοντος τοῦ θεσπεσίου Παύλου “Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τε- “λέσητε.”
Ὁ δὲ Κύριος δίκατιος ἐν μέσῳ αὐτῆς κὼ οὐ μὴ ποιήσῃ ἄδικον· πρωΐ πρωΐ δώσει τὸ κρίμα αὐτοῦ, κὼ οὐκ εἰς νῖκος ἀδικίαν.
Ἀσύμβατόν ἐστί πὼς ἀεὶ τῶ ἀδίκω τὸ δίκαιον, καὶ οὐκ ἂν ἴοι κατὰ ταὐτὸν τῷ βεβήλῳ τὸ καθαρόν. “ τίς γὰρ ἂν “γένοιτο κοινωνία φωτὶ πρὸς σκότος;” μάχεται γὰρ τὰ τοιάδε τῶν πραγμάτων, καὶ πολὺ τῆς ἀλλήλων φιλίας διῳκισμένα κατίδοι τις ἂν αὐτά. ἠγαπηκότος δὴ οὖν τὴν δικαιοσύνην καὶ οὐκ εἰδότος αδικίαν τοῦ πάντων κρατοῦντος Θεοῦ, πῶς ἀεὶ κρατήσειν ἔμελλον, ἤγουν διεξάγεσθαι πρὸς πέρας, οὐκ ἀνακοπτόμενα παντελῶς τὰ παμμόχθηρα τῶν Ἰουδαίων ἐγκλήματα; δοκεῖ ’δε πὼς ἀδικίας εἶναί τις τρόπος, τὸ μὴ ποιναῖς ὑποφέρειν τὸν ἀλιτήριον, καὶ τὸ μὴ δίκας αἰτεῖν τὸν ἀσελγῶς τε καὶ ἀνοσίως διαβιοῦν ᾑρημένον, καὶ πεφροντικότα μὲν τῶν νόμων οὐδὲν, διανενευκότα δὲ οὕτω πρὸς ἀδικίαν, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, αὔχημά τε ποιεῖσθαι λαμπρὸν τὰ ἐφ’ οἷς ἦν εἰκὸς ἐρυθριῶντα ὁρᾶσθαι. ἐπειδὴ τοίνυν δίκαιος ὁ Κύριος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· οὐ γὰρ ἀνάσχοιτο τῶν ἀδικεῖν εἰωθότων· πρωὶ πρωὶ ποιήσει τὸ κρῖμα αὐτοῦ, τουτέστιν, ὄρθρου τε καὶ ἐμφανῶς καὶ ὡς ἐν ἡμέρᾳ λοιπὸν, οὐκέτι συστέλλων τὰ ἐξ ὀργῆς, ἀλλ’ εἰς μέσον ἄγων, καὶ ἐμφανῆ καθιστὰς, καὶ οἷον ἐν ὄψει τιθεὶς τὰ προεπηγγελμένα. οὐ γὰρ ἐάσει δραμεῖν εἰς νῖκος ἀδικίαν. τὸ δὲ εἰς νῖκος, τὸ εἰς ἐκνίκησιν, ἤγουν εἰς ἅπαν ὑποδηλοῖ. κεκολασμένων γὰρ τῶν ἠσεβηκότων, πεπαύσεται πάντως καὶ τῆς ἀδικίας ὁ τρόπος· οὐ γὰρ ἔχει τοὺς δρῶντας ἔτι.
Δεῖ τοίνυν τούς γε ἀληθῶς ἀρτίφρονας περινοεῖν, ὅτι φιλοδίκαιος ὁ Δεσπότης, καὶ οὐκ ἂν ἀνάσχοιτο τῶν πλημλελούντων ἀσχέτως. ἀλλ’ εἰ μέν τις ἴοι πρὸς μετάγνωσιν, καὶ τὸ ἐπὶ τοῖς ἰδίοις πλημμελήμασι καταστάζοι δάκρυον, ἡμερωτάτῳ περιτεύξεται, καὶ ἐξαιτήσει τὴν ἀμνηστίαν, καὶ ἔξω δραμεῖται βρόχων καὶ τοῦ κολάζεσθαι δεῖν. εἰ δὲ ἄτεγκτός τις εἴη, καὶ δυσμετακόμιστον ἔχων τὴν γνώμην εἴς γε τὸ δεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, τοῖς οἰκείοις ἐνιζήσει πταίσμασιν, μᾶλλον δὲ καὶ ἐναπολεῖται λοιπὸν, καὶ ὑπὸ κίνησιν ἔσται τὴν δεσποτικὴν, ὅτι μὴ μέχρι παντὸς τῶν πλημμελούντων ἀνέχεται.
Ἐν διαφθορά κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶ, διὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν.
Ἐπειδὴ γὰρ, ὡς ἔφην, οἱ μὲν ἱερεῖς ἐβεβήλουν τὰ ἅγια, ἠσέβουν δέ τινες καὶ εἰς αὐτὸν τὸν νόμον, “ὁ δὲ κύριος “δίκαιος ἐν μέσῳ αὐτῆς πρωὶ πρωὶ ποιήσει τὸ κρῖμα αὐτοῦ. καὶ ποῖον δὴ τοῦτό ἐστι; κατέσεισεν ὑπερηφάνους ἐν διαφθορᾷ, τουτέστι, παρέδωκεν εἰς φθορὰν τοὺς ἀλαζόνας καὶ ὑβριστάς. ἢ γὰρ οὐκ ἀλαζόνες, οἱ θεομαχεῖν εἰωθότες, καὶ τοῖς διὰ Μωυσέως θεσπίσμασι τὸ οἰκεῖον ὥσπερ ἀντεξάγοντες θέλημα· καὶ ὀλίγα μὲν κομιδῇ τῶν θείων πεφροντικότες νόμων, ἀποκλίνοντες δὲ πρὸς τὸ ἄγαν ἐξήνιον καὶ λέγοντες τῷ κυρίῳ “Ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι “οὐ βούλομαι;” εἶτα πῶς ἂν ἐνδοιάσειε τις εἴπερ ἐστὶ πτωχος τῷ πνεύματι καὶ ταπεινὸς τῆ καρδίᾳ, κατὰ τὸ γεγραμμένον, ὁ εὐφαὴς καὶ εὐήνιος καὶ πολὺ βλέπων εἰς εὐπείθειαν, ὃν καὶ ἐποπτείας ἀξιοῖ; καὶ γοῦν ἔφη δι’ ἑνὸς τῶν ἁγίων προφητῶν ὁ τῶν ὅλων Θεός “καὶ ἐπὶ τίνα “ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ “τρέμοντά μου τοὺς λόγους;” οὐκοῦν κατεσπάσθη μὲν εἰς φθορὰν τὸ ὑπέροφρυ γένος, ἀφανίσθησαν δὲ καὶ αἱ γωνίαι αὐτῶν. καὶ γωνίας οἶμαί που τὰ τείχη λέγεσθαι νυνὶ, καὶ τὰς τῶν πόλεων περιβολάς. ὑψηλαὶ γὰρ ἀείπως αἱ γωνίαι, πύργους ἔχουσαι διαφανεστάτους. ὅμοιον οὖν ἄρα τυχὸν ὡς εἰ καὶ λέγοι πάλιν Ἔρημοι τειχῶν αἱ παρ’ αὐτοῖς ἔσονται πόλεις. ἐπηπείλησε δὲ πρὸς τούτοις καὶ ἐξερημοῦν τὰς ὁδοὺς αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰσραὴλ, τοῦ μὴ διοδεύειν τὸ παράπαν. καί μοι δοκεῖ βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν· ὁ διὰ Μωυ σέως προστέταχε νόμος εἰ τελοῖτο κατὰ καιροὺς ἡ ἑορτὴ τῆς σκηνοπηγίας, ἐκ πάσης τῆς Ἰουδαίων χώρας ἀναθεῖν εἰς Ἱεροσόλυμα, καὶ πληροῦν ἐκεῖσε τὰ νενομισμένα. ὅτε τοίνυν κατεσείσθησαν αἱ πόλεις, ἀπολώλασιν οἱ ἐν αὐταῖς, τότε καὶ ἠρημῶσθαί φαμεν τὰς ὁδοὺς, ὡς οὐδενὸς ἔτι δι’ αὐτῶν ἐρχομένου, καὶ πρός γε τὸ χρῆναι πληροῦν τὴν τεταγμένην αὐτοῖς ἑορτὴν, καθ’ ἁ καὶ πρώην, διάττοντος. πέπτωκε γὰρ εἰς τοῦτο ταλαιπωρίας τὰ τῶν Ἰουδαίων τάγματα, ὡς μὴ εἶναι τοὺς ἑορτάζοντας, μήτε μὴν ἐν εὐπαθείαις εἶναι δύνασθαι τοὺς ἀνασωθέντας μόλις καὶ ἐκ τοῦ πολέμου περιλελειμμένους. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας μοῖραν ἐποιεῖτο τῶν θρήνων τὸ χρῆμα λέγων “ Ὁδοὶ Σιῶν πενθοῦσι παρὰ τὸ μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ. ὅτι δὲ ἀτρεκὴς ὁ λόγος αὐτὸ πάλιν ἡμῖν σαφηνιεῖ τὸ προκείμενον· ἐπιφέρει γὰρ εὐθύς Ἐζ́ελιπον αἱ πόλεις aict τὸ μηδενα ὑπάρχειν μηδὲ κατοικεῖν.
“Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζ́ων- “τος.” παροτρύνοντες γὰρ αὐτὸν διά γε τοῦ πλημμελεῖν ἑλέσθαι, καὶ τοῦτο ἀσχέτως, τότε δὴ τότε, καὶ μάλα δικαίως, τοῖς τῆς ὑπεροψίας ἐγκλήμασιν οἱονείπως ἐνειλημμένοι κατασπώμεθα πρὸς διαφθορὰν, καὶ γυμνοὶ μὲν τῆς ἄνωθεν ἐσόμεθα περιβολῆς, εὐάλωτον δὲ ὥσπερ καὶ ἀτείχιστον ἐν ἑαυτοῖς τὴν καρδίαν εὑρήσομεν, καὶ πρός γε δὴ τούτοις τὰς τῆς δικαιοσύνης οὐχ εὑρήσομεν ὁδούς· ἀπονεύσειε δ᾿ ἃν εὐκόλως τῶν τοιῶνδε κακῶν ὁ δεσποτικοῖς θελήμασιν ἀκολουθεῖν ᾑρημένος, καὶ τρυφερὸν ὑπέχων αὐτῷ τῆς ψυχῆς τὸν αὐχένα. Εἶπα Πλὴν φοβεῖσθέ με κω δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα έπ’ αὔω.
Ὅτι πάλιν αὐτοὶ ταῖς σφῶν κεφαλαῖς τὰ ἐξ ὀργῆς καταχέοντες ἁλοῖεν ἂν, πειρᾶται διδάσκειν. νενουθέτηκε μὲν γὰρ τὸ χρῆναι διαβιοῦν ἐν φόβῳ Θεοῦ πλειστάκις προστεταχὼς, καὶ ὅτι προσήκοι δεξασθαι παιδείαν, δῆλον δὲ ὅτι τὴν διὰ νόμου καὶ προφητῶν. ἦν γὰρ οὕτως, καὶ οὐχ ἑτέρως, ἀποσείεσθαι τὴν ὀργὴν καὶ ἀποκρούσασθαι τὰ συμβεβηκότα. ἐπειδὴ δὲ ἦν ἄτεγκτος ὁ Ἰσραὴλ, σκληρὸς καὶ δυσάγωγος, ἐκπέπτωκε δὲ τῆς παιδείας, τουτέστιν, ἔξω γέγονε τοῦ εἶναι σοφὸς, ὠλόθρευται δὲ ὥσπερ ἐξ ὀφθαλμῶν καίτοι πᾶν ἐμφιλοχωρεῖν ἀεὶ τοῖς ἀγαθοῖς παιδεύμασι, καὶ πρὸς δέον ὁτιοῦν ἑτοίμως ἔχειν τῶν ἄρες κοντῶν Θεῷ. ἐξῆν γὰρ οὕτως ἐκκλῖναί φησι πάντα ὅσοι ἐξεδικησα ἐπ’ αὐτήν.
Ὅτε τοίνυν τῆς ἑαυτῶν διανοίας τὸν θεῖον ἐκπέμπομεν φόβον, ὅτε παραιτούμεθα τὴν παιδείαν, καὶ ὀλίγου παντελῶς ἀξιοῦμεν λόγου τὸ εἶναι σοφοὶ, τότε δὴ πάντως ἐκεῖνα πεισόμεθα, ἅπερ ἂν πρέποι τοῖς εἰωθόσι καταφρονεῖν· τότε καὶ ἐκδικήσει Θεὸς, καὶ τοὺς τῆς ἀνοσιότητος αἰτήσει λόγους. διαμεμνῆσθαι δὴ οὖν ἀναγκαῖον λέγοντός τινος, ὅτι “ Φόβος κυρίου ζωὴν ποιεῖ.’’ “ Φόβος κυρίου δόξα καὶ “καύχημα. ἐστι ’δε καὶ “ἄγνος,” τουτεστιν ἀγνοποιὸς, “διαμένων εἰς αἰῶνα αἰῶνος,’’ κατὰ τὴν τοῦ ψάλλοντος φωνήν.
Ἐτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ἐπιφυλλίς αὐτῶι. Ἐπειδὴ γὰρ οὐκ ἐδέξω, φησὶ, τὴν παρ’ ἐμοῦ παιδείαν, ἀπώσω δὲ καὶ μεμίσηκας καὶ τὸ ἐν φόβῳ ζῆν καὶ ἐπιεικείαις, εὐτρεπίζου πρὸς ἀποδρομὴν καὶ πρὸς τὸ ἤδη παθεῖν, ἃ διαφυγῖν ἐξὸν, εἴπερ ἦσθα φιλάρετος καὶ σοφός. ὀρθρίζειν γεμὴν προστέταχε, τῆς συμφορᾶς τὸν καιρὸν ἐπὶ θύραις ὄντα δεικνύων, καὶ οἷον εἰς αὔριον ἥξοντα, παρεσόμενόν τε πάντως, ἀρξομένης ἠοῦς. τοῦτο δὲ ἦν ἀποκείροντος τὴν ἐλπίδα τῆς ἀναβολῆς, καὶ οὐκ ἐῶντος ἐννοεῖν, ὡς ἔσται τις ἀνοκωχὴ καὶ ἀνάβλησις καὶ μακρὸς μεταξὺ διελάσει καιρὸς, εἰς ἐκγόνους τάχα που παραπέμπων τὰ ἐξ ὀργῆς. οὐκοῦν ὡς ἐπ’ ἀναγκαίῳ πράγματι προετοίμαζε σεαυτὸν καὶ ὄρθριζε πρὸς ἀποδρομήν. οἰχήσῃ γὰρ εἰς ἐχθροὺς αἰχμάλωτος, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, οἰκτρὸς ἔσῃ παρ’ ἑτέροις. εἶτα τῷ Προφήτῃ φησὶν ὁ τῶν ὅλων Θεὸς, μονονουχὶ καὶ ἐπιστυγνάζων ἑαλωκόσι· διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. τί δ᾿ ἂν βούλοιτο καὶ τοῦτο δηλοῦν, ἐροῦμεν ὡς ἔνι. πεπορθήκασι τὴν Σαμάρειαν καὶ ἑτέρας δὲ πρὸς αὐτῇ τῆς Ἰουδαίας πόλεις τῶν Βαβυλωνίων οἱ τύραννοι, καὶ Φουλὰ μὲν πρῶτος, εἶτα μετ’ αὐτὸν ὁ Σαλμανασὰρ, καὶ τρίτος ὁ Σεναχηρείμ. ὥσπερ δὲ ἀμπελῶνα τετρυγηκότες ἀνεκομίζοντο πάλιν εἰς τὴν ἑαυ- τῶν, ἐν ὀλίγοις παντελῶς λειψάνοις ἀφέντες τὸν Ἰσραὴλ, καὶ οἷον ἐπιφυλλίδα μόνην αὐτοῖς καταλελοιπότες. ἐπιφυλλίδα δὲ εἶναί φαμεν τὰ μικρὰ τῶν βοτρυδίων, καὶ ἐν ὀλίγαις ὄντα ῥαξὶν, ἃ καὶ τοῖς φύλλοις ἐγκεχωσμένα διαλανθάνει πλειστάκις τὸν τοῦ συλλέγοντος ὀφθαλμόν. καί τι τοιοῦτόν φησιν ἕτερος τῶν ἁγίων προφητῶν “ Οἴ μοι ψυχὴ, ὅτι “ ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπι- “φυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν “ τὰ πρωτόγονα.’’ οὐκοῦν τετρυγήκασι μὲν ἐκεῖνοι, ἀφιγμένος δὲ μετ’ αὐτοὺς ὁ Ναβουχοδονόσορ, καὶ αὐτὴν διέφθειρε τὴν ἐπιφυλλίδα, καὶ τὸ βραχὺ τοῦ Ἰσραὴλ ἀποτρυγήσας λείψανον, οἴκαδέ τε ἀνέθει, καὶ διετέλει μεγαλαυχούμενος . καὶ γοῦν ὁ προφήτης Ἱερεμίας ἁλοῦσαν τὴν Ἰερουσαλὴμ κατεθρήνει, λέγων περὶ τῶν ἠρημωκότων 7 Εἰσέλθοι πᾶσα “ ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐ “ τοῖς ὃν τρόπον ἐπεφύλλισάν μοι·’’ καὶ πάλιν “ Ἴδε κύριε “ καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως. εἰ φάγονται “ γυναῖκες καρπὸν κοιλίας αὐτῶν ; ἐπιφυλλίδα ἐποίησε μά· “ γειρος.”
Ὅταν τοίνυν παροτρύνωμεν τὸν Θεὸν, τότε καὶ ἁπάσης ἐπικουρίας ἐστερημένοι καὶ φειδοῦς ἀπογυμνούμενοι, δοθηδὴ σόμεθα τοῖς ἐχθροῖς, καὶ οὐδὲν ἐν ἡμῖν ἀρετῆς ἢ ἐπιεικείας λείψανον ἀπομενεῖ, ἀποτρυγῶντος τοῦ σατανᾶ πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν ἀγαθὸν, καὶ οἷον ἐπιφυλλίδα συλλέγοντος καὶ αὐτάς που τάχα τὰς εἰς νοῦν ἐπιθυμίας, τὰς ἐπί γε τὸ κατορθοῦν ἑλέσθαι τὴν ἀρετὴν ἀποφερούσας αὐτόν.
Διά τοῦτο ὑnóμοιόι με, λέγει Κύτριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτυρῶ. Ἐπειδὴ γὰρ τῶν θείων ἐνταλμάτων ἠφειδηκότες δέδονται τοῖς ἐχθροῖς, καὶ εἰς χεῖρα πεπτώκασι τοῦ καὶ αὐτὴν ἀπολέσαντος τὴν ἐπιφυλλίδα, λοιπὸν ὑπομεῖναι προστέταχε καὶ τληπαθεῖν, εὐσθενῶς πεπονθότας τὴν δουλείαν, ἄχρις ἂν διεγερθῇ πρὸς ἐπικουρίαν αὐτοῖς, ἢν διὰ τῶν ἁγίων προφητῶν μονονουχὶ καὶ διεμαρτύρατο καὶ προαπήγγελκεν ἐναργῶς, ὡς ἔσται κατὰ καιρούς. ἡμέραν οὖν ἀναστάσεως τῆς εἰς μαρτύριον τὸν τῆς ἐπικουρίας σημαίνει καιρὸν, ὂν ὡς ἥξει πάντως προδιεμαρτύρατο.
Καὶ ὁ μὲν τῆς ἱστορίας οὑτοσὶ λόγος· ἐκβεβηκέναι γεμὴν εἰς δήλωσιν μυστηρίου τοῦ κατὰ Χριστὸν τὴν τῶν προκειμένων θεωρίαν φαμὲν, βούλεσθαί τε καταδηλοῦν τῆς λυτρώσεως τὸν καιρὸν, τῆς καθόλου καὶ γενικωτάτης, τουτέστι τῆς διὰ χριστοῦ. πάλαι μὲν γὰρ τῶν ἑβδομήκοντα τετελεσμένων ἐτῶν ἐγήγερται πρὸς ἐπικουρίαν τοῖς ἐκεῖνα πεπονθόσιν ὁ τῶν ὅλων Θεὸς, ἐν ἐσχάτοις γεμὴν τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, οὐχ ἵνα μόνον ἐξέληται τὸν Ἰσραὴλ, ἀλλ’ ἵνα πάντα τὰ ἔθνη τῆς ὑπὸ τῷ διαβόλῳ δουλείας ἀπαγαγὼν, ἐλευθέρους ἀποφήνῃ, καὶ ἀπαλλάξῃ φθορᾶς καὶ ῥύπου καὶ ἁμαρτίας, καὶ πρό γε τῶν ἄλλων τοῦ προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. καὶ ἐπειδὴ γέγονεν ἄνθρωπος, “ Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας,” ἵνα τῷ ἰδίω αἵματι κατακτήσηται τῷ Θεῷ καὶ Πατρὶ τούς τε ζῶντας ἔτι, καὶ οὓς ἤδη φθάσας “ κατέπιεν ὁ θάνατος,” κατὰ τὸ γεγραμμένον. “ Εἰς τοῦτο γὰρ ὁ Χριστὸς ἀπέθανέ “καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. εἰκότως δὴ οὖν ἐλέγετο τοῖς ἀρχαιοτέροις Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. μαρτύριον δὲ ὥσπερ τοῦ κατηργῆσθαι τὸν θάνατον τὸ ἀναβιῶναι Χριστὸν, ᾧ καὶ ἡμεῖς αὐτοὶ συνεγηγέρμεθα, δικαιωθέντες διὰ τῆς πίστεως, καὶ ὁμοῦ τῷ θανάτῳ τὴν τοῦ θανάτου μητέρα διαδιδράσκοντες, ἁμαρτίαν.
Διότι τὸ κρῖμά μου εἰς συναζωζὰς εθνῶν του εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ’ αὐτοὺς πάσαν ὀρζὴν θυμοῦ μου· διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ Γῆ.
Τοῖς τῶν Χαλδαίων ἔθνεσιν ἀπειλεῖ τὴν δήωσιν, τὴν διὰ Κύρου γεγενημένην καὶ τῶν ὅσοι σύνοπλοί τε ἦσαν αὐτῷ καὶ συνεισβεβλήκασι, τάς τε τῶν Βαβυλωνίων καταθέοντες πόλεις καὶ φρικωδεστάτην ἔχοντες τὴν κατὰ πάντων ἔφοδον. ἔσται τοίνυν τὸ κριμα φησι τὸ ἐμὸν εἰς συναγωγας ἐθνῶν, ὥστε καὶ εἰσδέξασθαι βασιλεῖς· δῆλον δὲ ὅτι τοὺς ὠνομασμένους· κολάσαι δι’ αὐτῶν καὶ σθμαγωγὰς ἐθνῶν, πολὺ λίαν ἡττωμένας τῆς ἐκείνων χειρός τε καὶ εὐσθενείας, καὶ πάντα τρόπον ὑπομενούσας ὠμότητος· ἐκχεῶ γὰρ ἐπ’ αὐτούς φησι πᾶσαν ὀργὴν θυμοῦ μου. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς οὐ μετρίοις κινήμασι τὰ μεγάλα καὶ ὑπερφερῆ τῶν πλημμελημάτων κολάζει Θεός· ἀλλ’ οἷς ἄν τις ἁλοίη πλημμελῶν, ἐπιφέρει πάντως ἰσοπαλεῖς τὰς δίκας. ὅτι δὲ ἐμ́ελλον μοἵν’ νονουχὶ καταπίμπρασθαι τὰ Χαλδαίων πράγματα, διεσάφει λέγων Ὅτι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ. καὶ ποῖος ὁ ζῆλος ἢ ἐπὶ τίσιν ὅλως, σαφηνιεῖ λέγων ὁ προφήτης φήτης Σαχαρίας “ Τάδε λέγει κύριος Παντοκράτωρ Ἐζψ “ λωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιῶν ζῆλον μέγαν, καὶ “ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέ- “ μένα, ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέ- “ θέντο εἰς κακά.”
Οὕτω μὲν δὴ τοῖς προκειμένοις προβαλοῦμεν ἱστορικῶν νοοῖντο δ' ἂν καὶ ἑτέρως, μετενηνεγμένων μένων τῶν θεωρημάτων εἰς τὸ χριστοῦ μυστήριον. ἔφασκε γὰρ διά γε τῶν ἤδη προανεγνωσμένων Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ημεραν αναστασεως μου εἰς μαρτυριον· διοτι τὸ κριμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ’ αὐτοὺς πασαν ὀργὴν θύμου μου. ἀνεβίω μὲν γὰρ ὁ Χριστος, σκυλεύσας τὸν ᾅδην, καθότι οὐκ ἦν δυνατὸν, ζωὴν ὄντα κατὰ φύσιν, αὐτὸν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου, κατὰ τὸ γεγραμμένον. οὐκ ἠφίει γεμὴν ὑπὸ χεῖρας ἔτι διαβολικὰς τοὺς τὴν εἰς αὐτὸν πίστιν προσιε μένους· ἀλλ’ ὅσιον καὶ θεοπρεπὲς ποιεῖται τὸ κρῖμα συναγωγὰς ἐθνῶν, τουτέστι, τὰς τῶν δαιμόνων ἀγέλας, καὶ αὐτοὺς δὲ τοὺς κεκρατηκότας ποτὲ καὶ τῶν πλανωμένων βεβασιλευκότας οἷον εἰσδεχόμενός τε καὶ κατακλείων, καὶ εἰς αὐτὸ καθιεὶς τὸ κατωτάτω βάραθρον, τουτέστιν, εἰς ᾅδου, καὶ πᾶσαν ἐπ’ αὐτοὺς ἐκχέων ὀργὴν, καὶ μονονουχὶ πυρὶ καταφλέγων, τῆ ἀρρήτῳ καὶ θείᾳ δυνάμει, καὶ ζήλῳ μεγάλῳ κεκινημένος. μένος. ὠργίσθη μὲν γὰρ αὐτὸς ὀλίγα, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν· “ αὐτοὶ δὲ συν “ ἐπέθεντο εἰς κακὰ, ὅλην εἰσάπαξ ἀφιστάντες Θεοῦ τὴν ὑπ’ οὐρανὸν, καὶ τοῖς τῆς ἁμαρτίας τελέσμασι τὸν τῶν ὑπὸ χεῖρα καταπνίγοντες νοῦν. ἐζήλωσε τοίνυν ὁ τοῦ Θεοῦ Λόγος τὴν νοητὴν Σιῶν, τουτέστι τὴν Ἐκκλησίαν. ἐξείλετο γὰρ αὐτὴν, καὶ αὐτὸς “ ἑαυτῷ παρέστησεν,’’ ὡς ὁ μακάριος γράφει Παῦλος, “ μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα, ἤ τι τῶν “ τοιούτων, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον.”
Ὅτι τότε μεταστρέψω ἐΜ λαοὺς ζλῶσσαν εἰς ζενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑnὸ ζυζὸν ἕνα. ἐκ περάτων ποταμῶι Αἰθιοπίας οἴσουσι θυσίας μοι.
Φησὶ μὲν, ὅτι πεπορθημένης τῆς Βαβυλωνίων, καὶ κατεσπασμένων ἐν διαφθορᾷ τῶν ὑπερηφάνων, ἐπιγνώσονται τὰ ἔθνη τὴν κατασείουσαν αὐτὰ τοῦ Θεοῦ δύναμιν. καὶ οἱ γελῶντές ποτε πίπτοντα καὶ ἀπολλύμενον τὸν Ἰσραὴλ, ὅταν ἴδωσιν οἴκαδε μὲν αὐτὸν ἰόντα λαμπρὸν, καὶ ὑπονοστοῦντα πάλιν εἰς τὴν ἁγίαν πόλιν, ἀπολωλότας δὲ εἰσάπαν τοὺς πάλαι πεπορθηκότας, τότε μεταβαλοῦσι τὴν γλῶτταν καὶ ταῖς εἰς Θεὸν εὐφημίαις ἀναθήσουσι λοιπὸν, καίτοι πάλαι σείοντες τὰς κεφαλὰς, οἰόμενοί τε καὶ λέγοντες ἁλῶναι τὴν Ἰουδαίαν, διάτοι τὸ τῶν Βαβυλωνίων τὸν τύραννον κατισχῦ- σαι τάχα που τοῦ βοηθοῦντος αὐτοῖς, τουτέστι Θεοῦ. ὅταν τοίνυν ἴδωσι τὴν τῶν πραγμάτων μεταστροφὴν εἰς τὸ ἐναν- τίον, τότε μεταστήσουσι τὰς γλώσσας κατὰ γενεὰς αὐτῶν, ἤγουν κατὰ φυλάς τε καὶ γένη, εἰς δοξολογίας τὰς ἐπὶ Θεῷ· ἕλοιντο δ’ ἂν οἶμαί που καὶ δουλεύειν ὑπὸ ζυγὸν ἕνα, καὶ θυσίας προσάγειν, εἰ καὶ πόρρω που διακέοιντο τῆ τῶν χωρῶν θέσει, καὶ τὰς Αἰθιόπων νέμοιντο χώρας. καὶ ταυτὶ μὲν εἰς τὸ γράμμα πάλιν εἰρήσθω τέως· ἐκβεκαὶ βηκέναι γεμήν φαμεν τὸν Αόγον εἰς τοὺς τῆς ἐπιδημίας καιροὺς, καὶ σημεῖον τίθησιν ἐναργὲς τῆς τῶν γλωσσῶν μεταβολῆς. γέγραπται γὰρ ἐν ταῖς πράξεσι τῶν ἁγίων Ἀποστόλων, ὅτι κατὰ τὰς ἡμέρας τῆς ἁγίας πεντηκοστης ἤσαν πάντες συνηγμένοι “ έπιτοαυτο, καὶ ἰδοὺ ἐγένετο “ ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ “ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ἰδοὺ “ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ “ ἐκάθισαν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες “ Πνεύματος Ἀγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, “ καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς’’ κατ’ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶ, μεταβαλῶ γλῶσσαν ἐπὶ λαούς. ἤκουον γὰρ πάντες “ τῆ ἰδίᾳ διαλέκτῳ” λαλούντων αὐτῶν, “ Πάρθοι τε καὶ Μῆδοι καὶ Ἐλαμῖται,’’ καὶ τὰ ἕτερα τῶν ἐθνῶν. πλὴν ἄθρει τὴν ἐπιτήρησιν. μεταβαλεῖν γὰρ ἔφη τὴν γλῶσσαν εἰς γενεὰν αὐτῆς, τουτεσ́τιν, οὕτω μένουσαν ἐν τοῖς ἅπαξ εἰρηκόσι μέχρι τέλους τῆς αὐτῶν ζωῆς, ἤτοι γενεᾶς. ἄχρι γὰρ ἐκείνων γέγονε τὸ σημεῖον, οἷς καὶ ἐφιζῆσαι τὰς γλώσσας ἔφη τὸ γράμμα τὸ ἱερόν· διὰ τοῦτό φησιν, ὅτι μεταβαλῶ γλῶσσαν εἰς γενεὰν αὐτῆς. οὐ γὰρ συμβέβηκεν ἔτι τοῖς μετ’ ἐκείνους τὸ χρῆμα. διὰ ποίαν αἰτίαν, ὁ σοφὸς ἡμᾶς διδασκέτω Παῦλος. ἔφη γὰρ ὅτι “ Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, “ ἀλλὰ τοῖς ἀπίστοις. γέγραπται γὰρ, ὅτι ἐν ἑτερογλώσσοις “ καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ “ οὕτως πιστεύσουσιν. ὀνίνησιν οὖν ἄρα κατὰ τίνα τρόπον, τὸ μεταβεβλῆσθαι τὴν γλῶσσαν εἰς γενεὰν αὐτῆς, αὐτὸς ἡμῖν πάλιν διαλευκαίνει λέγων τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνω, ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. ἐπειδὴ γὰρ τεθέανται τοὺς Ἀποστόλους γλώσσαις λαλοῦντας ἑτέραις, οὐκ ἐν μετρίοις θαύμασι ποιούμενοι τὸ παράδοξον, πεπιστεύκασιν εἰς χριστὸν, πολλοί τε καὶ ἀναρίθμητοι τῶν τὸ τηνικάδε ἐπεκαλέσαντο τὸ ὄνομα τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ· ὑπήγαγον τοῖς εὐαγγελικοῖς θεσπίσμασι τὸν αὐχένα· δεδουλεύκασι τῷ Χριστῷ. καὶ ἀναφέρουσι θυσίας ἐκ περάτων ποταμῶν Αὶθιοπιας. παρατείνει δὲ τὸ τῶν Αἰθιόπων γένος ἐξ ἠοῦς εἰς δύσιν, πίνουσι δὲ τὸν Γηών· “Αὐτὸς γάρ ἐστιν “ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.’’ ἐκτελευτᾷ δὲ λοιπὸν εἰς ἀλήθειαν τῆς προφητείας ὁ λόγος. οὐ γὰρ μόνον κατὰ τὴν Ῥωμαίων γῆν κεκήρυκται τὸ Εὐαγγέλιον, περιφοιτᾷ δὲ λοιπὸν καὶ τὰ βάρβαρα τῶν ἐθνῶν. καὶ γοῦν ἐκκλησίαι πανταχοῦ, ποιμένες καὶ διδάσκαλοι, καθηγηταὶ καὶ μυσταγωγοὶ καὶ θεῖα θυσιαστήρια, θύεται δὲ νοητῶς ὁ ἀμνὸς παρὰ τῶν ἁγίων ἱερουργῶν καὶ παρ’ Ἰνδοῖς καὶ Αἰθίοψι. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς ἑτέρου προφήτου σαφῶς εἰρημένον “Διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει “Κύριος· καὶ ὅτι τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, “καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου “καὶ θυσία καθαρά.”
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶ ἐπιτηδευμάτων σου ὧι ἠσέβησας εἰς ἐμέ· ὅου τότε περιελῶ ἀπὀ θοῦ τὰ φαυλίαματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἐὺ μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐμ τὸ ὄρος τὸ ἅγιόν νοῦ.
Δυσὶν ἐν ταὐτῷ προσώποις διαλέγεται πάλιν ὁ τῶν ὅλων Θεός. δεῖ δὲ, οἶμαι, λεπτὸν τοῖς λεγομένοις ἐνιέναι τὸν νοῦν, ἀσύγχυτον γὰρ οὕτως τὴν ἐν αὐτοῖς θεωρίαν εὑρήσομεν. οὐκοῦν πλημμελημάτων μὲν ἀμνηστίαν, καὶ τῶν πάλαι διετε πταισμένων τὴν ἄφεσιν τοῖς ἐξ Ἰσραὴλ ἐπαγγέλλεται, διαβεβαιούμενός τε καὶ λέγων, ὡς οὐκ ἂν ἔτι καταισχυνθείν διὰ τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς πάλαι γεγενημένας εἰς Θεὸν δυσσεβείας· ἀπειλεῖ δὲ ὥσπερ τῷ Βαβυλωνίῳ καί φησιν, ὡς οὐκ ἂν ἔτι φρονήσειε μέγα, τὴν ἁγίαν καὶ ἀνακειμένην αὐτῷ καταδῃώσας πόλιν, τουτέστι τὴν Σιῶν, ἢν καὶ ὄρος ἀποκαλεῖ. μετὰ γάρ τοι τὴν ἐπάνοδον, τὴν ἀπό γε τῆς αἰχμαλωσίας φημὶ, μεμένηκεν ἀπόρθητος ἡ Ἱερουσαλὴμ, καὶ λοιπὸν ἀπείρατος ἔτι τῆς Βαβυλωνίων ἀπανθρωπίας.
Ὅτι δὲ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἀμνηστία καὶ ἄφεσις γέγονεν ἐπὶ πάντας τοὺς πεπιστευκότας, ἐνδοιάσειεν ἂν οὐδείς. δεδικαιώμεθα γὰρ “οὐκ ἐξ ἔργων δικαιοσύνης “ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος.᾿ ἀπηλλάγμεθα δὲ καὶ αἰσχύνης· ἔφη γάρ που πρὸς ἡμᾶς ὁ τὴν πίστιν τετιμηκώς “Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης· “μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης.” ἀνεκόμισε γὰρ ἡμᾶς εἰς παρρησίαν, ὁ δι’ ἡμᾶς ἐν νεκροῖς, καὶ ὑπὲρ ἡμῶν εἰς οὐρανὸν, ἐν ὄψει Πατρός. πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη Χριστὸς, “νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ.’’ οὐκοῦν περιεῖλε μὲν τὰς ἁπάντων αἰτίας, καὶ πταισμάτων ἀπήλλαξεν αἰσχύνης τε καὶ ἐντροπῆς τοὺς πεπιστευκότας. εἴρηται δὲ παρ’ αὐτοῦ καὶ τῷ πάλαι καταδυναστεύσαντι σατανᾷ Ὅτι περιελῶ ἀπὸ σοῦ τ‘ὶ φαυλίσματα τῆς ὕβρεως σου καὶ οὐκ ἔτι μὴ προσθῃς του μεγαλαυχησαι ἐπὶ τὸ ὄρος τὸ αγιον μου. εκφαυλιεῖ γὰρ οὐκέτι τοὺς ἐπὶ τῆς γῆς, ὡς πολὺ νοσοῦντας τὸ ἄναλκι, ἀλλ’ οὐδὲ ὑβριεῖ τοὺς ἡγιασμένους, κατασείων εὐκόλως εἴς γε τὸ αὐτῷ δοκοῦν. παρώχηκε γὰρ τὰ ἀρχαῖα, καὶ μετακεχώρηκεν εἰς καινότητα τῶν πραγμάτων ἡ φύσις, ἀναστοιχειοῦντος εἰς τοῦτο αὐτὰ τοῦ Χριστοῦ, καὶ εὐσθενὲς μὲν ἀποτελοῦντος εὖ μάλα τὸ ἄρρωστον, κρατύνοντος δὲ πρὸς εὐσέβειαν τὸ ταῖς ἁμαρτίαις εὐάλωτον, καὶ ἑδραῖον ἀποτελοῦντος τὸ σεσαλευμένον. οὐκοῦν περιῄρηται τὰ φαυλέσματα τῆς ὕβρεως, δηλονότι τῆς διαβολικῆς, καὶ οὐκ ἃν ἔτι φρονήσειε μέγα κατὰ τοῦ ὄρους του αυιου, τουτέστι τῆς νοητῆς Σιῶν, “ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος.” τεθεμελίωται λίωται γὰρ ἐπὶ τὴν “πέτραν· καὶ πύλαι ᾅδου οὐ καταισχύσουσιν S.Matth. αὐτῆς. ὄρος δὲ τὴν Εκκλησιαν καὶ ὁ προφήτης ἡμῖν Ἡσαΐας ὠνόμαζε, λέγων “Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις “ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ “ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν “βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι Δεῦτε καὶ ἀναβῶμεν εἰς “τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼρ, καὶ “ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν “αὐτῇ.”
Καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραΰν κὼ ταπεινόν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ονόματος Κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ μὴ ποιήσωσιν ἀδικίαν, οὐδ’ οὐ μὴ λαλήσουσι μάταια, κὼ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶι Γλώσσα δολία.
Διαλέγεται πάλιν πρὸς τὴν Σιῶν, ἤτοι τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἐν ἧ καὶ ἐπαγγέλλεται τὸν πραότατόν τε καὶ ταπεινὸν ὑπολειφθήσεσθαι λαόν. πεπαρῴνηκε μὲν γὰρ εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ ἀπεφάνθη κυριοκτόνος, καὶ ἐξαιτεῖται μὲν τὰς ἐπὶ τῶδε δίκας, διόλωλε δὲ οὐ πᾶσα· τετήρηται γὰρ τὸ κατάλειμμα καὶ σέσωσται τὸ ὑπόλοιπον. πεπιστεύκασι γὰρ ἐξ αὐτῶν οὐ μετρία πληθύς. οὗτοι δὲ ἦσαν οἱ πραεῖς, οὐκ ἀποταυρούμενοι πρὸς ὀργὰς τὰς ἐπὶ Χριστῷ, καθάπερ ἀμέλει καὶ οἱ Πιλάτῳ τότε προσκεκομικότες αὐτὸν, κατακεκραγότες τε καὶ λέγοντες “ Αἶρε αἶρε, σταύρου αὐτόν·’’ προστεθει κότες ’δε τούτοις τὸ “Ἐὰν τοῦτον ἀποκτείνῃς, οὐκ εἰ “ φίλος τοῦ Καίσαρος.” τί γὰρ ἃν γένοιτο τῶν τοιούτων τὸ ἀπηνέστερον, ἢ τί πρὸς θυμοὺς ἀγριώτερον ; οἵ γε καὶ αὐτὸ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς, ἀπεριμερίμνως ἔφασκον “ Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ “ ἐπὶ τὰ τέκνα ἡμῶν.’’ πρᾶος δὴ οὖν ὁ λαὸς, ὁ τῆς τούτων ἀγριότητος μὴ μετεσχηκώς· ταπεινὸς δὲ πάλιν, κατά γε τὸ ὑποτετάχθαι Χριστῷ, καὶ ταῖς ὑπ’ αὐτῷ ζεύγλαις τοὺς τῆς διανοίας αὐχένας ὑπενεγκεῖν, ὑπακοῦσαί τε καὶ μάλα ἀσμένως ἐξ ἀγάπης λέγοντι “ Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ “ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν 1 “ μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ “ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς “ ὑμῶν. σύμμορφοι δὴ οὖν καὶ κατὰ τοῦτο τῷ Χριστῷ τῷ δι’ ἡμᾶς πτωχεύσαντι, μόνον δὲ οὐχὶ καὶ θεοπρεποῦς δόξης ἠμεληκότι καὶ τῆς κατὰ φύσιν ὑπεροχῆς, ἵνα τὸ δουλοπρεπὲς ὑπέλθοι μέτρον οἰκονομικῶς. οὐκοῦν μετριόφρονες κατ’ αὐτὸν, οἱ τοῖς αὐτοῦ νόμοις παιδαγωγοῦ μενοι. οὗτοι καὶ εὺλαβηθησονται ἀπὸ τοῦ ὀνόματος κυροῦ. γεγόνασι γὰρ τῶν ὅτι μάλιστα φιλοθεωτάτων, καὶ πρό γε τῶν ἄλλων, οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ τοῦ κόσμου τέθεινται φῶς. οἱ δὲ δὴ θεο φιλεῖς τε καὶ ἀγαθοὶ παραιτήσονται, φησὶ, τὴν αδικίαν καὶ λόγον εἰκαῖον· οὐ γὰρ λαλήσουσι μάταια· καὶ γλῶσσαν οὐκ ἀτρεκῆ· τοῦτο γὰρ ἡ δολία. κόσμος δὲ οὗτος πνευματικὸς, καὶ οἷά τις στέφανος τοῖς ἐξ ἀρετῶν αὐχήμασιν εὖ μάλα διαπρεπής. ἔνθα γὰρ πραότης καὶ ταπείνωσις, καὶ μὴν καὶ δικαιοσύνης ἔφεσις, ἀπομαθοῦσά τε γλῶσσα τὸ εἰκαιόμυθον, καὶ ἥκιστα μὲν ἁμαρτοεπὴς, ὀρθὴ δὲ μᾶλλον καὶ ἀτρεκείας ἐργάτις, ἐκεῖ που πάντως λαμπρὰ καὶ τελεωτάτη πέφηνεν ἀρετή. πρέποι δ’ ἃν ἡ τοιάδε τοῖς ἐν Χριστῷ· ὅτι μὴ ἐν νόμῳ τῆς εὐσεβείας ὁρᾶται τὸ κάλλος, ἀπαστράπτει δὲ μᾶλλον ὡς ἐν δυνάμει παιδεύσεως εὐαγγελικῆς.
Διότι αὐτὼ νεμήσονται κὼ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.
Πάλαι μὲν γὰρ τὰς τῶν Ἰουδαίων ἀγέλας διεποίμαινον ἀδρανῶς οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι. τετάχατο γὰρ ἐκ νόμου καθηγεῖσθαι λαῶν, διά τοι τὸ τετιμῆσθαι τοῖς τῆς ἱερωσύνης πρεσβείοις . οὔκουν ἦσαν μὲν ἦσαν ποιμένες, μισθωτοὶ δὲ ὅμως, καὶ οἷον ἀλλοτρίοις ἐφεστηκότες θρέμμασιν, ἐθεώρουν τὸν λύκον ἐρχόμενον, καὶ ἠφίεσαν τὰ πρόβατα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ὅτι δὲ λίαν ἠφειδηκότες τῶν λογικῶν θρεμμάτων καὶ θηρσὶν ἀνέντες αὐτὰ, ἁλοῖεν ἃν, μᾶλλον δὲ αὐτοὶ γεγονότες λύκοι, κατίδοι τις ἃν εὐκόλως ἀπό γε τῶν εἰρημένων διὰ φωνῆς προφητῶν. ὁ μὲν γὰρ ἔφασκεν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ “ Ὤ οἱ ποιμένες, “ οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς “ αὐτῶν,’’ ἕτερος δὲ αὖ “Τάδε λέγει κύριος κύριος ἃ οἱ “ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς ; οὐχὶ “ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ- “ ἐσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε, “ καὶ τὰ πρόβατά μου οὐ βόσκετε. τὸ ἠσθενηκὸς οὐκ ἐν- “ ἰσχύσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ “ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζη- “τήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ· καὶ δι- “ἐσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ “ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ “τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ” καὶ πρὸς αὐτοὺς δέ που φησὶ τοὺς ποιμένας “ Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἅ “ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμέλοντο· καὶ οἱ “ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς κύριος, καὶ πεπλου- “ τήκαμεν.’’
Οὐκοῦν ἀπώλλυον οἱ ποιμένες τῶν λογικῶν θρεμμάτων τὰς ἀγέλας, θηρῶν οὐ δεδεημένοι, μᾶλλον δὲ αὐτοὶ τὰ θηρῶν μιμούμενοι. ἐπειδὴ δὲ λοιπὸν ἐπέλαμψεν ὁ Χριστὸς, ὁ ποιμὴν ὁ καλὸς ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων, νενεμήμεθα μὲν ἐν κήποις, κατεποιμάνθημεν δὲ καὶ ἐν κρίνοις, κάτα τὸ γεγραμμένον· εκοιτασθημεν δὲ καὶ ἐν σηκοῖς· ἐνηυλίσμεθα γὰρ ἐκκλησίαις καὶ ναοῖς ἁγίοις, οὐδενὸς ἡμᾶς ἐκδεδιττομένου καὶ διαρπάζοντος, οὐκ ἐπιθρώσκοντος λύκου, Matth. οὐ καταπατοῦντος λέοντος, οὐ κλέπτου διορύττοντος, οὐδενὸς ἡμῖν ἐπιόντος ἔτι, “ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ.” δια- τελοῦμεν δὲ μᾶλλον ἐν ἀσφαλείᾳ καὶ βεβαιότητι, καὶ ἐν μεθέξει παντὸς ἀγαθοῦ, αὐτὸν ἔχοντες ἐπιστάτην τὸν τῶν ὅλων Σωτῆρα, φημὶ Κριστόν. καὶ τοῦτο ἡμῖν διὰ φωνῆς Ἰεζεκιὴλ φανερὸν ἐποιεῖτο λέγων ὁ Θεὸς καὶ Πατήρ “ τάδε “ λέγει κύριος Ἐγὼ σώσω τὰ πρόβατά μου, καὶ κρινῶ “ἄνα μέσον κριοῦ πρὸς κριὸν, καὶ αναστησω ἐπ’ αὐτοὺς “ ποιμένα ἕνα τὸν δοῦλόν μου Δαυεὶδ, καὶ ἔσται αὐτῶν “ ποιμήν.”
χῶρε σφόδρα Θύγατερ Σιὼν, κήρυσσε Θύγατερ Ἱερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἕε ὅλης τῆς καρδίας σου, ΘύΓατερ Ἱερουσαλήμ. περιεῖλε Κύριος τὰ ἀδικήματὰ σου, λελύτρωταί σε ἐκ χειρὸς ὠρῶ σου· βασιλεύσει Κύριος ἑ μέσῳ θοῦ, οὐκ ὄψει κακὰ οὐκ ἔτι.
Ὅσον μὲν ἧκεν εἰπεῖν εἴς γε τὸν τῆς ἱστορίας λόγον, ὑπισχνεῖται σαφῶς τὴν εἰρήνην αὐτοῖς μετά γε τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ὅτε καὶ ἀμνηστουμένων αὐτοῖς τῶν ἀρχαίων αἰτιαμάτων, συνεῖναί τε καὶ προασπίζειν αὐτῶν ἐπαγγέλλεται Θεός· ὅσον δὲ ἧκεν εἰς τὸν ἐσωτάτω νοῦν, χαίρειν τε σφόδρα, καὶ κατευφραίνεσθαι λίαν, καὶ μὴν καὶ ἐξ ὅλης κατατέρπεσθαι τῆς προστέταχεν προστέταχεν ἀναγκαίως, ὡς ἐξῃρημένων αὐτῆς τῶν πλημμελημάτων, διὰ Χριστοῦ δηλονότι. δεδικαίωται γὰρ ἡ νοητὴ καὶ ἁγία Σιῶν, τουτέστιν ἡ Ἐκκλησία, ἤγουν τῶν πεπιστευκότων ἡ ἁγία πληθὺς, ἐν Χριστῷ δὴ καὶ μόνῳ, καὶ σεσώσμεθα δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ, τὰ τῶν ἀοράτων ἐχθρῶν ἀποφεύγοντες βλάβη, καὶ μέσον ἔχοντες καὶ αὐτὸν ἐν εἴδει τῷ καθ’ ἡμᾶς πεφηνότα τὸν τῶν ὅλων βασιλέα καὶ Θεὸν, τουτέστι, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· δι’ ὃν οὐκ εἴδομεν ἔτι κακὰ, τουτέστιν, ἀπηλλάγμεθα παντὸς τοῦ κακοῦν ἰσχύοντος. αὐτὸς γάρ ἐστι τὸ τῆς εὐδοκίας ὅπλον, ἡ εἰρήνη, τὸ τεῖχος, τῆς ἀφθαρσίας ὁ χορηγὸς, τῶν στεφάνων ὁ πρύτανις, ὁ τὸν τῶν νοητῶν Ἀσσυρίων ἐξείργων πόλεμον, καὶ τὰς ἐκ τῶν δαιμόνων ἐπ’ ικουφίζων ἐπιβουλάς· ὁ διδοὺς ἡμῖν “ πατεῖν “ ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ “ ἐχθροῦ,’’ δι’ ὃν ἐπέβημεν ἐπὶ ἀσπίδα τε καὶ βασιλίσκον, καὶ καταπατοῦμεν λέοντα καὶ δράκοντα· δι’ ὃν ἐν ἐλπίσι γεγό- ναμεν ἀγαθαῖς ἀφθαρσίας καὶ ζωῆς, υἱοθεσίας τε καὶ δόξης· δι’ ὃν οὐκ ὀψόμεθα κακὰ οὐκ ἔτι.
Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλήμ Θάρσει Σιὼ, μὴ παρείσθωσαν αἱ χεῖρές θοῦ. Κύριος ὁ Θεός σου ἑ σοὶ δυνατὸς σώσει σε, ἐπάξει ἐμ σὲ εὐφροσύνην κω καινιεῖ σε ἔ τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σοί ἑ τέρψει ὡς έν ἡμέρᾳ ἑορτῆς· καὶ συνάξω τοὺς συντετριμμένους σου.
Ἐναργὴς μὲν ἡ προαναφώνησις τοῦ χρῆναι θαῤῥεῖν· καὶ ἀψευδὴς ὁ ἐπαγγειλάμενος· ἀκηκόαμεν δὲ τουτὶ καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, καὶ τὺ ἀρχαῖον ὥσπερ ἀνανεοῦντος χρησμῴδημα, μᾶλλον δὲ τιθέντος ἐν ὄψει τὸ προετηγγελμένον. ἔφη γὰρ, ὅτι “ Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ· ἀλλὰ “θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.’’ ὅτε γὰρ γέγονεν “ ἐν “ μέσῳ” ἡμῶν, τότε τὰς χεῖρας οὐκ ἔτι παρειμένας ἐσχήκαμεν, οὐ γόνατα παραλελυμένα· τετράμμεθα δὲ μᾶλλον ἐπ’ ἔργα τε καὶ πόνους τοὺς ἐπ’ ἀγαθοῖς κατορθώμασι καὶ ὧν εἴρηταί τε καὶ ἔστιν ὁ “ καρπὸς εὐκλεής·’’ τότε καὶ τεθαρσήκαμεν, ὅτι παναλκὴς ὑπάρχων ὡς Θεὸς ὁ ἐν ἡμῖν Χριστὸς ἐκρύεταί τε καὶ σώζει τοὺς εἰς αὐτὸν πιστεύοντας· κατῴκηκε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος, καὶ ταύτην ἐφ’ ἡμᾶς ἐπήγαγε τὴν νοητὴν δηλονότι καὶ ἀξιόληπτον εὐφροσύνην. τί γὰρ ἕτερον ἂν εἴη τὸ μεταλαχεῖν Ἁγίου Πνεύματος, ἢ τέρψις καὶ χαρὰ καὶ πᾶν εἶδος εὐφροσύνης ; ὅτε τοίνυν ἐπήγαγεν ἐφ’ ἡμᾶς τὴν διὰ Πνεύματος εὐφροσύνην, τότε καὶ ἀνεκαίνισεν ἐν τῇ ἀγαπήσει αὐτοῦ, τουτέστιν, ἐν καιρῷ τῆς ἐπιδημίας τῆς μετὰ σαρκὸς, ὅτε καὶ “ εἷς ὑπὲρ πάντων’’ ἀποθανὼν ἄλφ’ S. Joan. θεύων ἔφασκε “ Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις 2 “ τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. ἐπειδὴ δὲ τέθεικε τὴν ψυχὴν, καὶ γέγονεν ἐν νεκροῖς δι’ ἡμᾶς, ζωὴ κατὰ φύσιν ὑπάρχων, ἀνεβίω πάλιν, τὴν ἀνθρώπου φύσιν ἀναμορφῶν εἰς καινότητα ζωῆς, καὶ ἀναχαλκεύων εἰς τὸ ἀπ’ ἀρχῆς.
“Εἴ τις γὰρ, φησὶν, ἐν Χριστῷ καινὴ κτίσις.’’ ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ, ἐν αὐτῷ “ ἀνακεφαλαιώσασθαι τὰ πάντα, κατὰ τὸ γεγραμμένον. τὸ δὲ ἀνακεφαλαιούμενον, ἀναλαμβάνεταί πὼς καὶ οἷον ἀναβιβάζεται πρὸς τὸ ἐν ἀρχαῖς. ἐπειδὴ δὲ ἀνεκαίνισε, τότε καὶ εὐφράνθη χριστὸς ἐφ’ ἡμῖν, ὡς ἐν τέρψει, καὶ ὡς ἐν ἡμέρᾳ ἑορτῆς· πῶς γὰρ οὐκ ἔμελλεν ἐπι- γάνυσθαι τοῖς καθ’ ἡμᾶς τὸ θεῖον, ὅτε καὶ ἁμαρτίας ἀπηλ- λάγμεθα, καὶ θανάτου καὶ φθορᾶς ἀμείνους γεγόναμεν, καὶ ἐν μεθέξει Πνεύματος καὶ ἁγιασμοῦ. τότε καὶ συνήγαγε τοὺς συντετριμμένους. ὡς γὰρ ὁ σοφὸς γράφει Παῦλος “ Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι· ” καὶ αὐτὸς δέ που φησίν “ Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς “ μετάνοιαν.’’ οὐκοῦν συνήγαγεν ὁ Χριστὸς οὓς διὰ τῆς ἁμαρτίας σύντριψας ὁ σατανᾶς παρειμένους ἀπέφηνε, καὶ βαίνειν ὀρθὰ μὴ εἰδότας, μήτε μὴν τ ἃς τῆς δικαιοσύνης ἰέναι τρίβους· ἀλλ’ εἰ καὶ συνέτριψεν ἐκεῖνος, κατέδησεν ὁ Χριστός. τεθεράπευκε γὰρ τοὺς ἠρρωστηκότας, καὶ “ Αὐτὸς τ ἃς ἀσθε- νείας ἤμων αἴρει, κάτα τὸ γεγραμμένον.
Οὐαὶ, τὶς ἔλαβεν ὀνειδισμὸν ἐπ’ αὐτήν;
Τὸν τοῦ Σωτῆρος σταυρὸν τὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τε καὶ ἀφθαρσίας ἐγηγερμένον, καύχημα μὲν εἶναι τῆς Ἐκκλησίας, ἄριστά γε φρονεῖν ᾑρημένοι διαβεβαιωσόμεθα· ὁμολογεῖ δὲ καὶ αὐτὸς ὁ σοφώτατος Παῦλος ὡδὶ γεγραφώς “ Ἐμοὶ “δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, “ δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. πλὴν c ἔφη πάλιν αὐτὸς, ὡς γέγονεν ὁ σταυρὸς “ Ἰουδαίοις μὲν “σκάνδαλον, ἔθνεσι δὲ μωρία.’’ πλατὺ γὰρ γελῶσιν οἱ τάλανες, τὴν τοῦ μυστηρίου δύναμιν εἰσάπαν ἠγνοηκότες· ἀλλ’ οὐκ ἔξω δίκης ἔσονται· πόθεν ; οὔτε μὴν ἀντικαταμειδιάσουσι τοῦ Χριστοῦ, ἤγουν τῶν ἐκκλησιῶν· ἔσονται δὲ κατὰ καιροὺς πυρὸς ἀνημέρου τροφὴ, καὶ φλογὸς ἔργον τῆς ἀκατευνάστου καὶ μακρᾶς. ἀφίκοντο γὰρ εἰς τοῦτο μανίας καὶ σκαιότητος νοῦ τῶν παρ’ Ἕλλησι τινες, ὡς ἀσελγῆ καταθῆξαι γλῶσσαν τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύγματος, καὶ βίβλοις ἐγγεγραμμένην ἀφεῖναι τὴν κατάρρησιν· ἵνα μὴ μόνον αὐτῶν αἱ ἁμαρτίαι προάγωσιν εἰς κρίσιν, ἀλλὰ γὰρ ἕποιντο καὶ τεθνεῶσιν αὐτοῖς, διά τοι τὸ οἷον ἔμψυχον ἐγκαταλελοιπέναι τὴν ἁμαρτίαν. ταλανίζει δὴ οὖν, καὶ σφόδρα εἰκότως, τοὺς λαβόντας ὀνειδισμὸν κατὰ τῆς ἁγίας Ἐκκλησίας, οἷς δὴ καὶ μάλα εἰκότως ἁρμόσειεν ἂν τό Οὐαί.
Ἰδού ἐγὼ ποιώ ἐν θὼ ἔνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, λέγε Κύριος, κὼ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, κὼ θήσομαι αὐτοὺς εἰς καύχημα κω ὀνομαστοὺς ἐν πάσῃ τῇ φῇ. καὶ καταισχυνθήσονται ἑ τώ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, κοὶ ἐν τῷ καιρῷ ὅταν εἰσδέχωμαι ὑμᾶς.
Τέτραπται πάλιν ὁ λόγος εἰς τὸ τῆς Σιῶν πρόσωπον, ὑπισχνεῖται δὲ τὰ διὰ Χριστοῦ παραδόξως κατωρθωμένα, περί τε τὰς ἐξ ἐθνῶν ἀγέλας καὶ τὸν ἀπόβλητον Ἰσραήλ. ἐν σοὶ γάρ φησιν ενεκα σου ποιήσω. επειδη γὰρ οἱ μὲν ἐκ πλεονεξίας ἀπεκομίσθησαν εἰς μέθην· οἱ δὲ ἠγνοήκασι τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων ἐνηνθρωπηκότα Θεὸν, ἀμφοτέροις ἐπιδαψιλεύεται τὸν ἔλεον ὁ πάντων Δημιουργὸς, καὶ ἕνεκα ἡμῶν ἐν ἡμῖν πεποίηκε θαύματα. σέσωσται μὲν γὰρ ἡ ἐκ. πεπιεσμένη, τουτέστιν, ἢ τεθλιμμένη ποτὲ τῶν πεπλανη- μένων πληθὺς, καὶ εἰς τοῦτο λοιπὸν ἐνηνεγμένη ταλαιπωρίας ὑπὸ τοῦ καταπιέσαντος σατανᾶ, ὡς πᾶσαν ἰκμάδα ζωτικὴν ἀποβαλεῖν· νεκρὸς γὰρ νοῦς ὁ πλανῶ μένος· εἰσ δεχθήσεται δὲ καὶ ἡ ἀπωσμένη ὡς μένη τῶν Ἰουδαίων Συναγωγή. πεπαρῴνηκε μὲν γὰρ εἰς Χριστόν· ταύτῃτοι καὶ δικαίως ἀπόπεμπτος ἦν, καὶ παρώλισθε τῆς ἐλπίδος, καὶ τῆς εἰς Χριστὸν οἰκειότητος ἀπενοσφίζετο· πλὴν ἠλέηται καὶ αὐτή· κληθήσεται γὰρ πρὸς μετάγνωσιν καὶ εἰς τὴν διὰ πίστεως κάθαρσιν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. ἔσονται δὴ οὖν εἰς καύχημα καὶ ὀνομαστοὶ καὶ αἰσχύνης ὡς ἀπωτάτω. αὐτοὶ δὲ δὴ τίνες, ἢ ὅτι πάντως οἱ δύο λαοὶ οὐκ ἔτι διῃρημένοι, καὶ ἀσύμβατον ἔχοντες ἀλλήλοις τὴν γνώμην, καὶ μεμερισμένοι πρὸς δόξας τὰς ἐπὶ Θεῷ, καθὰ καὶ πάλαι· ἀλλ’ ἑνότητι τῇ διὰ Πνεύματος εὖ μάλα κατεσφιγμένοι πρὸς ὁμοψυχίαν τε ἅμα καὶ ὁμοπιστίαν. γέγραπται γὰρ ὅτι “ τοῦ δὲ πλήθους τῶν “ πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.’’ ἔκτισε δὲ καὶ ὁ Χριστὸς “ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, “ ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ “ πνεύματι,’’ καθὰ γέγραπται. εἰ δὴ οὖν γένοιντο ζηλωτοὶ, τότε δὴ πάντως καταισχυνθήσεσθαί φησι τοὺς ἐχθροὺς, τὸ τῆς δοθείσης εὐκλείας μέγεθος κατατεθηπότας , καὶ τὸ τῆς εὐημερίας ἀκράδαντον, καὶ τῆς ἐλπίδος τὸ βεβηκός. ἴδοι δ’ ἄν τις καὶ ἐξ αὐτῶν ἤδη τῶν πραγμάτων ἀληθῆ τὴν ὑπόσχεσιν. δεδόξασται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ λαμπρῶν αὐχημάτων ἐπίμεστος οὖσα θαυμάζεται παρὰ πάντων. πλὴν ὁρίζει καὶ τὸν καιρὸν, καθ’ ὃν τὰ τοιάδε συμβήσεται· ἐν τῷ καιρῷ γάρ φησιν ὅταν εἰςδεχωμαι ὑμᾶς. οὐ γὰρ πρὸ τῆς πίστεως τὰ μετὰ τὴν πίστιν, μετ’ αὐτὴν δὲ μᾶλλον νοοῖντ’ ἃν εἰκότως. κεκλήμεθα δὴ οὖν ἐν καιροῖς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς. τότε γὰρ δὴ τότε τῆς ἐπὰν γελίας τὸ πέρας ἐκβέβηκεν εἰς τὸ ἀτρεκές. Διότι δώσω ὑμᾶς ὀνομαστοὺς κω εἰς καὺχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς φῆς, τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶ ἐνώπιον ὑμῶv, λέγει Κύριος.
Ἀνακεφαλαιοῦται τρόπον τινὰ τῆς θεοπρεποῦς φιλοτιμίας τὸν σκοπὸν, καὶ ἐν οἷς ἔσονται πάντως οἱ πεπιστευκότες, διὰ τούτων ἡμῖν ὑποφαίνει σαφῶς. διαβοήτους γὰρ ἔσεσθαι φησὶ, καὶ αὐχημάτων εἴσω λαμπρῶν, καὶ παντὸς ἔθνους ἐν ἀμείνοσι. προσεπάγει δὲ πάλιν καὶ καθ’ οὓς ἔσονται τὰ τοιάδε καιροὺς, πανταχῆ μεμνημένος τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς, ὅτε, καθάπερ ἔφην ἀρτίως, ἡ παντός ἀνάδειξις ἀγαθοῦ, καὶ πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἐκβέβηκεν εἰς ἡμᾶς. τότε γὰρ τότε καὶ ὑπὸ χεῖρα πράττοντας διαβολικὴν καὶ τοῖς τῆς σαρκὸς πάθεσιν ὑπεζευγμένους, μένους, παραδόξως ἐξείλετο· τότε καὶ τῆς πολυθέου πλάνης ἀπήλλαττε καὶ μετετίθει πρὸς ἀλήθειαν· τότε καὶ τῶν τοῦ θανάτου δεσμῶν ἐξείλετο, δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, καὶ τῷ Θεῷ καὶ Πατρὶ κατακτώμενος τὴν ὑπ’ οὐρανόν. κεκλήμεθα γὰρ δι’ αὐτοῦ, καὶ τὴν ἐν Πνεύματι προσαγωγὴν καὶ οἰκειότητα πεπλουτήκαμεν δι’ αὐτοῦ, φημὶ δὴ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Commentary haggai: Του Αυτου — Εξηγσις — Εις Τον Προφητην Αγγαιον
ΤΗΣ Ἀγγαίου προφητείας τὸν σκοπὸν ἐφ’ ἑτέροις τισὶ γεγονότα καταθρήσαιμεν ἂν, καὶ οὐκ ἐφ’ οἷς ἂν οἴοιτό τις τοὺς παρὰ τῶν ἑτέρων γεγενῆσθαι λόγους. Ὠσηὲ μὲν γὰρ ὁ θεσπέσιος καὶ μὴν καὶ οἱ καθεξῆς, μέχρι Σοφονίου, τὰ τοῖς Ἰουδαίοις κατὰ καιροὺς συμβησόμενα προαπήγγελον, καὶ ὡς ὅσον οὐδέπω παρεσομένων αὐτοῖς τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἐκδειματοῦν ἐπεχείρουν τὸν Ἰσραὴλ, ἄνω τε καὶ κάτω τὰς τῶν πολεμίων φάλαγγας ὀνομάζοντες, τὰς τῶν πόλεων b ἀναστάσεις, τοὺς ἐμπρησμοὺς, τὰς διαρπαγὰς, καὶ ἁπάσης δὲ τῆς χώρας τὴν δήωσιν τοῖς καταφρονεῖν ᾑρημένοις χρησίμως προαπαγγέλλοντες. ᾤοντο γὰρ, ὅτι κἂν εἰ μὴ ἕλοιντο πληροῦν ὡς ἐξ ἀγαθῆς διανοίας τὸ ἁνδάνον Θεῷ, καὶ τῶν εἰς τὸ ἄμεινον ἔχεσθαι σπουδασμάτων, ἀλλ’ οὖν ἔσεσθαι τοιούτους τὸ τῆς συμφορᾶς μέγεθος ὑποφρίττοντας. Ἀγγαῖος γεμὴν ὡς τετελεσμένων ἤδη τῶν τῆς αἰχμαλωσίας καιρῶν, καὶ εἰς τὴν ἁγίαν πόλιν ἀνακομισθέντος τοῦ Ἰσραὴλ ἐκ τῆς Περσῶν τε καὶ Μηδῶν, ποιεῖται τοὺς λόγους, ἐπ’ αἰτίαις τοιαύταις. ἀνῆκε μὲν γὰρ αὐτοὺς τῆς αἰχμαλωσίας ὁ Κῦρος, καὶ ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς οἴκαδέ τε ἰέναι προστέταχε, καὶ τὸν θεῖον αὖθις ἀναδείμασθαι νεὼν, τὸν ἔν γε τοῖς Ἱεροσολύμοις, καὶ προσέτι τούτῳ καὶ αὐτὴν, εἰ ἕλοιντο, διατειχίζειν τὴν πόλιν. οὗ δὴ γεγονότος, καὶ ἐν πρώταις ὄντος καταβολαῖς τοῦ ναοῦ, διαπεφθονηκότες τῶν ἐν Σαμαρείᾳ τινὲς, Βήλεμός τε καὶ οἱ ἀμφ’ αὐτὸν, καταγεγράφασι τῶν ἐξ Ἱσραὴλ, τὴν εἰς τοὺς κρατοῦντας τῶν Βαβυλωνίων εὔνοιαν ὑποπλαττόμενοι, φιλοπόλεμόν τε καὶ δυσάντητον γενέσθαι λέγοντες τὴν Ἰερουσαλὴμ, καὶ αὐτοῖς δὲ τοῖς Περσῶν βασιλεῦσιν ἀφόρητον. εἶτα πείθουσι προστάξαι κατηρεμεῖν Ἰουδαίους, καὶ μήτε ’τον νέων ἐγείρειν ἔτι, μήτε μὴν τῆς εἰς τὴν πόλιν ἔχεσθαι φιλεργίας. ὀλίγου δὲ μεταξὺ διελάσαντος χρόνου, διαδέχεται τὴν βασιλείαν ὁ Δαρεῖος, καὶ ἦν μὲν ἔτος αὐτῷ τῆς βασιλείας δεύτερον. ἐπειδὴ δὲ τῶν ἐν Βαβυλῶνί τινες Ἰουδαίων προσπίπτοντες ἐλιπάρουν ἀνεῖναι λοιπὸν τὸν θεῖον ἔγειραι νεὼν, προσέταν Ib. vi. τεν ὁ Δαρεῖος, γέγραφε δὲ τοῖς ἀνὰ πᾶσαν τὴν Φοινίκην διέπουσι τὰς ἀρχὰς, μήτε ἐξείργειν Ἰουδαίους, εἰ ἀνορθοῦν ἕλοιντο τὸν ναόν· ἀλλὰ γὰρ καὶ χρημάτων ἐπιδαψιλεύεσθαι χορηγίαν, καὶ τὰς ἐν τῷ Λιβάνῳ κέδρους κατακομίζεσθαι παρ’ αὐτῶν ἀπαρεμποδίστως ἐᾶν, ὡς ἂν οὐδενὸς ἐνδέοντος τῶν εἰς τὴν χρείαν αὐτοῖς, ἀποπεραίνοιτο λοιπὸν εὐκόλως τὰ εἰς τιμήν τε καὶ δόξαν τοῦ πάντων κρατοῦντος Θεοῦ. εἰρημένης δὲ τῆς ἱστορίας λεπτῶς καὶ σαφῶς ἐν τῆ πρώτη τοῦ Εσδρα συγγραφῆ, περιττὸν οἶμαί που τὸ ἰσχνολογεῖν ἐν τούτοις εἰς τὸ παρόν. οὐκοῦν ἐπειδήπερ ἐξὸν ἤδη πονεῖν τοῖς ἐξ Ἰσραὴλ, καὶ τὸν θεῖον ἐργάσασθαι νεὼν, ἀποπληροῦν τε θυσίας καὶ λιτὰς, καὶ τοῖς κατὰ νόμον ἕθεσι πολιτεύεσθαι, κατημέλουν οἱ ἐξ Ἰσραὴλ, εὖ τιθέντες ἕκαστοι τὰ οἰκεῖα, καὶ ἐπί γε τό σφισιν αὐτοῖς ἡδύ τε καὶ φίλον ὁλοτρόπως ἐκνενευκότες, καὶ ἐν σμικρῷ κομιδῇ ποιούμενοι λόγῳ τὰ εἰς δόξαν Θεοῦ, κατῃκίζοντο πάλιν, Θεοῦ πλήττοντος, πολέμῳ μὲν οὐχὶ, λιμοῖς δὲ μᾶλλον καὶ ἀκαρπίαις καὶ κτηνῶν καταφθοραῖς. ἀμείνους γὰρ ἤθελεν ἀποτελεῖν, οὐ ταῖς ἰσορρόποις τῶν πταισμάτων ποιναῖς ὑποφέρων· ἀλλ’ ὁμοῦ μὲν ὡς κεκμηκότας ἐλεῶν, ὁμοῦ δὲ πάλιν ὡς ἐξ ἀγάπης ἐπανορθῶν. αὕτη τῆς Ἀγγαίου προφητείας ὡς ἐν ὀλίγοις ἡ πρόφασις. μέμικται δὲ ὁ λόγος, καὶ τοῖς πεπραγμένοις τε καὶ εἰρημένοις ἱστορικῶς ἡ μυστική τε καὶ ἐσωτάτη καὶ πρέπουσα τοῖς πνευματικοῖς ἐγκέχωσται θεωρία.
Έν τῷ δευτέρῳ ἕτει ἐμ Δαρείου τοῦ βασιλέως ἐι τῷ τῷ ἕκτῳ μιᾷ του μΗνὸς ἐγνετο Αόγος Κυρίου ἐν Χειρὶ Ἀγγαίου του προφήτου λέΓωι.
Φθάσας ἔφην, ὡς ἦν εὐάφορμος τοῖς ἐξ Ἰσραὴλ ἡ ἐπί γε τῷ ναῷ ῥᾳθυμία, παρῃρημένης αὐτῶν τῆς ἐξουσίας, καὶ διεφθονηκότων εἰς τοῦτο τῶν ἐν Σαμαρείᾳ, πλείστην τε ὅσην τῆς Ἱερουσαλὴμ πεποιημένων μένων τὴν κατάρρησιν παρά γε τοῖς τὰ Περσῶν ἰθύνουσι κράτη. Δαρείου γεμὴν ἔτος ἤδη τρίβοντος ἐν τῇ βασιλείᾳ δεύτερον, εἶτα τῆς φιλεργίας αὐτοῖς ἀπαραπόδιστόν τε καὶ ἐλευθέραν ἀνέντος τὴν ἐξουσίαν, καὶ δρᾶν τὸ δοκοῦν ἐπιτεταχότος, καὶ ὁσίων ἔχεσθαι σπούδασμάτων, προσαπονείμαντος δὲ καὶ χρημάτων πόρους, εὐάφορμον μὲν οὐκ ἔτι τὸ ῥᾳθυμεῖν, ἀλλ’ ἔξω παντὸς ἐφαίνετο λόγου, καὶ ἀπίθανον κομιδῇ κομιδῇ τὴν σκῆψιν. γίνεται τοίνυν ὁ λόγος ἐν χειρὶ Ἁγγαιου. τὸ δὲ ἐν χειρὶ νοήσεις, ἀντὶ τοῦ, διαχειρίζοντος, ἤγουν διακονουμένου τοῖς παρὰ Θεοῦ λόγοις, καὶ τὴν τῆς προφητείας λειτουργίαν ἐκπράττοντος. ἐπισημαίνεται δὲ χρησίμως καὶ αὐτοὺς τοὺς χρόνους, καθ’ οὓς ὁ Δαρεῖος τὰ τοιάδε προστέταχε, προαποτέμνων, ὡς ἔφην, τῶν ἐξ Ἰσραὴλ τὰς ἐπί γε τῷ ῥαθυμεῖν ἑλέσθαι πάλιν ἀσυνέτους εὐρεσιλογίας.
Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν ἐκ φυλῆς Ἰοὐδα καὶ πρὸς ἸΗσοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων Τάδε λέγει Κύριος Παντοκράτωρ Ὁ λαὸς οἶτος λέγουσιν ἤκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.
Σαλαθιὴλ γέγονεν Ἰεχονίου παῖς, ἐκ φυλῆς ὄντος καὶ αἵματος τοῦ Δαυεἰδ. τούτου τοίνυν τὴν βασιλίδα διέποντος ἀρχὴν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰούδαν, πεπόρθηται μὲν ἢ πόλις, ἀπῴχετο δὲ καὶ πᾶς ὁ Ἰδραὴλ αἰχμάλωτος, κατεμπιπράντος τὸ τηνικάδε τοῦ Ναβουχοδονόσορ καὶ αὐτὸν τὸν θεῖον ναὸν, εἴληπτο δὲ καὶ αὐτὸς Ἰεχονίας, καὶ ὁμοῦ τοῖς ἄλλοις αἰχμάλωτος ἦν. γέγονε δὲ Σαλαθιὴλ υἱὸς Ζοροβάβελ. τοιγάρτοι καὶ ὑπονοστήσαντος τοῦ Ἰσραὴλ ἐν τοῖς Ἱεροσολύμοις, ἅτε δὴ καὶ ἐξ αἵματος ὣν τῆς τὸ βασιλεύειν λαχούσης φυλῆς, βεβασίλευκεν ἐπὶ τὸν Ἰούδαν. Ἰησοῦς Ἰησοῦς ἐκ φυλῆς τε καὶ αἵματος ὢν τοῦ Δευὶ, καὶ ὡς ἐκ ῥίζης τοῦ Ἀαρὼν, τὴν ἐξῃρημένην τῶν ἄλλων καὶ ἀπόλεκτον ἀνῆπτο τιμὴν, καὶ μέγας ἦν ἱερεύς. οὕτω γὰρ ὁ νόμος τὸν τῶν ἱερῶν ταγμάτων ἡγεῖσθαι λαχόντα κατωνόμαζε λέγων, μὴ δεῖν ἀνεῖσθαι φυγῆς τοὺς ἐν ταῖς πόλεσι τῶν φυγαδευτηρίων· ἀλλ’ ἔνθαπερ ἂν εἶεν ἕκαστοι, μένειν αὐτοῦ, “ ἕως οὗ ἀποθάνῃ “ο ἱερεὺς ὁ μέγας, τουτεστιν, ο ἀρχιερεύς. γεγονε ὁ λόγος πρὸς ἄμφω, τόν τε βασιλέα φημὶ καὶ τὸν τῶν ἱερῶν ταγμάτων προεστηκότα. αὐτοὺς γὰρ ἦν καὶ εἰκὸς τοῖς ἄλλοις ἅπασι περιαγγεῖλαι τὸ χρησμῳδούμενον. οὐκ ἠγνοηκόσι δὲ, οἶμαι, τὰς τῶν λαῶν σκήψεις, ἀπαγγεῖλαι προστέταχεν ὁ τῶν ὅλων Θεός· ἀλλ’ οἷον ἐπιμειδιῶν ἀναπίπτουσιν οὐκ ἐν καιρῷ πρὸς τὸ ῥᾴθυμον, καὶ ὧν ἦν εἰκὸς ἐσπουδασμένην ποιεῖσθαι φροντίδα, τούτων αὐτῶν οὐ μετρίως ἠφειδηκόσιν. ἦν γὰρ ἄμεινον ἐννοεῖν ὡς, εἴπερ ἦν αὐτοῖς ἐν προὐργιαιτέρῳ λόγῳ τὰ τοῦ Θεοῦ, πάντως που καὶ τῆ παρ’ αὐτοῦ φειδοῖ καὶ χάριτι πρὸς τὸ εὖ ἔχειν διακρατούμενοι, διήγαγον ἃν εὐημερίαις καὶ πλούτῳ, καὶ ἀμφιλαφῶς ἔχοντες τὰ ζωαρκῆ. οὐκοῦν οἱονεί πὼς ἐπιμαρτύρεται διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς ἀνοσίως ἠμεληκότα τὸν Ἰσραὴλ τῶν ὅτι μάλιστα χρησίμων αὐτῷ καὶ εἰς δόξαν ὁρώντων Θεοῦ. περιστέλλοντες γὰρ, καθάπερ οἴονται κατὰ σφᾶς αὐτοὺς, εὐπροσώποις εὑρεσιλογίαις τὰ ἐγκλήματα, οὔπω παρεῖναί φασι τὸν καιρὸν τοῦ ἀναδείμασθαι τὸν ναὸν Κυρίου· ἀλλ’ ὅ γε τοῦ δρᾶν ἐθέλειν ὀρθῶς ἀεὶ πάρεστι καιρὸς, καὶ τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσι τὰ εἰς δόξαν Θεοῦ τελοῦντα πληροῦν, ἐν ἐξουσίᾳ διαπαντός. εἰ δὲ δὴ καὶ τὸ ἀπεῖργον καὶ ἀντιτετάχθαι δοκοῦν οἴχοιτό πὼς ἐκποδὼν, τότε δὴ παγχάλεπος ἀληθῶς ἡ ἀνάβλησις, καὶ ὄκνου λοιπὸν ἐγκλήματα καὶ τῆς εἰς ἄκρον ἀφιλεργίας, οἵπερ ἃν γένοιντο περὶ τούτου λόγοι. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυείδ “ Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους “ πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.”
Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ Προφήτου Εἰ καιρός ὑμῖν μέv ἐστι, τοΰ οἰκεῖν ἐν οἵκοις ὑμῶν κοιλοστάθμοις, στάθμοις, ὁ δὲ οἶκος οὖτος ἐξΗρήμωται,
Δεύτερος χρηματισμὸς παρὰ Θεοῦ πρὸς Ἀγγαῖον ἐλέγχῳ σαφεῖ κατακρίνων τὸν Ἰσραὴλ, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐν ἀμείνοσι τιθέντα δεικνύων τὰ εἰς ἰδίαν ἀνάπαυλαν καὶ τρυφήν. ἆρα γὰρ, φησὶν, οὔπω μὲν ἐνέστηκεν ὁ καιρὸς τοῦ χρῆναι τιμᾶσθαι τὸν τῶν ὅλων Θεὸν ἐγηγερμένου τοῦ ναοῦ, ἥκει δὲ τὰ ὑμῶν εἰς τοῦτο πράγματα κοίου τε καὶ δόξης, ὡς ἐντρυφᾶν μὲν ἑστίαις πλουσίως κατεσκευασμέναις, καὶ κοιλοστάθμοις αὐλαῖς ἐναβρύνεσθαι ; εἶτα ὑμῖν οὐ φορτικὸν καὶ δύσοιστον εἶναι δοκεῖ, περιυβρισμένον οὕτως ἀτίμως ὁρᾶν τὸν νεὼν, ἀνατετ ραμμένον τε καὶ ἐν ὄψει τῇ λίαν ἀκαλλεστάτῃ, καὶ μονονουχὶ κατακεκραγότα τῆς Βαβυλωνίων ἀνοσιότητος καὶ τῶν ἀρχαίων ἐκείνων ἐμπρησμῶν ; καίτοι πῶς οὐκ ἄμεινον εὖ ἔχοντα βλέπειν καὶ ἐν ὄψει τῇ πρώτῃ ; μετὸν γὰρ οὕτω λοιπὸν καὶ καταθύειν Θεῷ, καὶ τὰς ὑπὲρ ὧν ἃν ἕλοισθε ποιεῖν λιτάς. κοιλοστάθμους δὲ οἴκους, φησὶν, ὧν ἃν αἱ φλιαὶ, ἤτοι τῶν θυρῶν οἱ σταθμοὶ, σιδήρῳ διακοιλαίνοιντο, περιορυττόντων οἶμαί που τεκτόνων αὐτοὺς, καὶ τὰ ἀπό γε τῆς σφῶν εὐτεχνίας ἐγχαραττόντων δαιδάλματα. τρυφώντων δὲ ἤδη τὸ χρῆμα σημεῖον, καὶ πλούτῳ λοιπὸν ἐναβρυνομένων. τὸ γάρτοι χρείας ἐπέκεινα καὶ φιλότιμον οὕτω περὶ τὰς τῶν οἴκων κατασκευὰς, ἀπόδειξις ἂν γένοιτο, καὶ μάλα σαφὴς, τῆς τῶν χρημάτων ἀμφιλαφείας.
Πάνδεινον οὖν ἀληθῶς, καὶ ἀπροφάσιστον ἔχον τὴν ἁμαρτίαν, εἰ ἐν δευτέροις ποιοίμεθα τὰ τοῦ Θεοῦ καὶ τῶν ἀνθρωπίνων ὕστερα.
Καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶ εἰς τὰς ὁδοὺς ὑμῶν. ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα. ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν. επίετε καὶ οὐκ εἰς μέθΗν. περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθτε ἐν αὐτοῖς. καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.
Ἠφειδηκότες, ὡς ἔφην, τῶν προὐργιαιτέρων οἱ ἐξ Ἰσραὴλ, καὶ τῶν εἰς δόξαν Θεοῦ κατημεληκότες, ἐτράποντο ἐτράποντο μὲν εἰς φροντίδας τὰς ἐπί γε σφίσιν αὐτοῖς, οἴκους ἀνιστάντες πολυτελῶς κατεσκευασμένους. μένους· εἶτα λέγοντες ἀμαθῶς “ οὐχ ἥκει “ ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον ρίου.” ἐπειδὴ γὰρ ἦν ἀναγκαῖον προσάγειν αὐτοὺς τὰ εἰς τὴν τοῦ θείου ναοῦ κατασκευὴν, εἶτα τοῦτο δρᾶν οὐκ ἤθελον, ταύτῃτοι χρημάτων ἔνδειαν προισχόμενοι, χρῆναι μὲν ἕφασκον προσυναγείρειν αὐτοὺς, καὶ οἱονεὶ προαποτρίβεσθαι τὴν πτωχείαν, γηπονοῦντας τέως, ἤγουν ἐμπορευομένους, ἢ θρεμμάτων ἀγέλας συναγηγερκότας, ἤγουν ἕτερόν τι τῶν τοιούτων ἐπιτηδεύοντας. ἀλλ’ ἦν ἄμεινον ἐπιθαρσῆσαι Θεῷ, τῷ καὶ ἐξ ἀμηχάνων εὑρίσκοντι μηχανὰς, καὶ πλουτίζειν ἰσχύοντι καὶ γηπονοῦντας εὐλογεῖν, καὶ τὰς τῶν ὁσίων πορισμῶν ἀνευρεύνοντα τρίβους. ἐπειδὴ δὲ τῶν εἰς εὐσέβειαν ἀμοιρήσαντες λογισμῶν, καὶ τῆς ἄνωθεν εὐμενείας ἀποπεπτώκασι, κατ’ οὐδένα τρόπον πεπραχότες δεξιῶς, ταύτῃτοί φησιν ἀναγκαίως τάξατε δὴ τὰς καρδιας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν. ὅμοιον ὡς εἰ λέγοι Κατανοήσατε λεπτῶς, ποίας ἐβαδίσατε τοῦ βίου τρίβους, ἢ τί τῶν εἰς φιλοκέρδειαν ἐπιτηδεύσαντες, ἐπράξατε κατ’ εὐχήν. ἐσπείρατε πολλα καὶ εἰσηνεγκατε ὀλίγα. ἀλλ’ ἦν ἄμεινον, εὐλογοῦντος Θεοῦ σπείρειν μὲν ὀλίγα, συγκομίζεσθαι δὲ πολλά. ἐπειδὴ δὲ ἀπῆν ὅπερ ἦν ἀναγκαῖον, πολλοὶ μὲν οἱ κόποι, βραχεῖς δὲ λίαν οἱ καρποί. εφάγετε καὶ οὐκ εἰς πλησμονήν. πάνδεινον τοῦτο, καὶ τῆς ἐσχάτης ἐνδείας τε ὁμοῦ καὶ ταλαιπωρίας ἀπόδειξιν ἔχον, εἰ πολλὰ μὲν τὰ ἐσπαρμένα, καρποὶ δὲ τοσοῦτοι, ὥστε τοῖς πεπονηκόσι λιμοῦ κατηρτῆσθαι δίκην, καὶ κόρου κατόπιν ἰέναι τὰς τροθάς. ἐπίετε καὶ οὐκ εἰς μεθην. οὐ γὰρ ἦν εὔβοτρυς ἀμπελών. συγκατηῤῥώστησε δὲ τοῖς ληΐοις καὶ τὰ λίαν εὐκληματοῦντα τῶν ξύλων. περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, λοιμοῦ τάχα που καὶ ταῖς οἰῶν ἀγέλαις ἐνσκήψαντος, ὡς ἐν ἐνδεία γενέσθαι περιβλημάτων καὶ τοὺς πολλὰ κεκτημένους. ἀλλὰ καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον. σημαίνει δὲ διὰ τούτων τοὺς ἐμπορικὸν ἔχοντας ἐπιτήδευμα, οἳ τρόπον τινὰ τοὺς τῆς ἐμπορίας μισθοὺς συλλέγουσι, πλεονασμοὺς ἑκάστῳ τῶν ἠγορασμένων ἐπιρριπτοῦντες ἀεὶ, καὶ ταῖς τῶν τιμημάτων προσθήκαις ἁδρὰ ποιοῦντες τὰ βαλάντια. ἀλλ’ ἦν οὐδὲ τούτοις τὸ ἀπόνασθαι, φησὶν, τῆς φιλοκερδείας. ζημίαις γὰρ τάχα που καὶ ναυαγίοις ἀδοκήτοις περιπίπτοντες, οὐδὲν διαφέρειν ἐδόκουν τῶν ἀργύριον ἱέντων εἰς δεσμὸν τετρυπημένον. ἄμεινον οὖν ἄρα καὶ σοφὸν τὸ εὐλογεῖσθαι ζητεῖν ὑπὸ τοῦ πάντα ἡμῖν ὀρέγοντος Θεοῦ. προσγένοιτο δ᾿ ἂν καὶ τοῦτο ῥᾳδίως τοῖς τὰ αὐτοῦ ᾑρημένοις, καὶ τὰ εἰς δόξαν αὐτοῦ τῶν ἰδίων προτετιμηκόσιν. οὕτω που καὶ αὐτὸς ἡμῖν εἴρηκεν ὁ Σωτῆρ’ “ Μῆ μεριμνᾶτε “ τῇ ψυχῇ ὑμῶν τί φάγητε, καὶ τῷ σώματι ὑμῶν τί ἐνδύσεσθε. ζητεῖτε δὲ μᾶλλον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ “ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται “ὕμιν.”
Διαρκῆ δὲ οἶμαι τῆς ἱστορίας ἐχούσης ἐφ’ ἑαυτῇ τὴν ἀφήγησιν, ’φερε τοῖς πνευματικοῖς θεωρήμασιν ἐνιέντες τὸν νοῦν, ἐκεῖνο καταθρήσωμεν, ὅτι τῆς καθόλου καὶ γενικωτάτης οἰκονομίας τῆς διὰ Χριστοῦ γεγενημένης τύπος ἂν εἶεν, καὶ μάλα σαφὴς, τὰ τοῖς Ἰουδαίοις συμβεβηκότα. οἱ μὲν γὰρ ἦσαν ἐν Βαβυλῶνι τῷ τῆς ἀβουλήτου δουλείας κατηχθισμένοι ζυγῷ, καὶ δίκας ἐκτίνυντες τῶν σφισιν ἡμαρτημένων· ταύτης τε ἕνεκεν τῆς αἰτίας τεθειμένοι τε καὶ πράττοντες ὑπὸ χεῖρας ἐχθρῶν, λελύτρωνται δὲ κατὰ καιροὺς Θεοῦ κατοικτείροντος, καὶ οἴκαδε πάλιν ἀνεκομίζοντο, καὶ τὴν ἁγίαν κατῳκήκασι γῆν, ἡγουμένων τε καὶ προεστηκότων Ζοροβάβελ τε καὶ Ἰησοῦ. καὶ Δαρεῖος μὲν, καίτοι ταῖς τῶν εἰδώλων λατρείαις ἔτι προσκείμενος, ὅτι χρὴ τὸν θεῖον ἀναδείμασθαι νεὼν ὁρᾶται προστεταχὼς, ξύλα τε προσεπιδοὺς τὰ ἐκ τοῦ Λιβάνου καὶ χρημάτων πόρους· οἱ δὲ ὀκνηροὶ καὶ βραδεῖς ἦσαν ἔτι περὶ τὸ χρῆναι πληροῦν τὰ θυμήρη Θεῷ. ἡλίσκοντο δὲ καὶ προφὰς ἱστᾶί λέγοντες οὐχ ἥκει ὁ καιρὸς τοῦ οίκοδομῆσαι τὸν οἶκον κυρίου. ὑπέστρωτο δὲ καὶ ἡ σύμπασα γῆ τῷ πεπλανηκότι καὶ τυραννήσαντι σατανᾳ, καὶ ἦν αἰχμάλωτος, σεσαγηνευμένη πρὸς τοῦτο διὰ τῆς ἁμαρτίας, καὶ ὑπό γε τοῦ μὴ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καὶ τῶν ὅλων Δημιουργόν. ἀλλ’ ἐξείλετο Θεὸς ἐν Χριστῷ τὰ τῆς δουλείας διαρρήξας δεσμά. δι’ αὐτοῦ γὰρ πεποδηγήμεθα, καὶ διατριβὰς ἀφείντες τὰς παρ’ ἐχθροῖς, καὶ τὴν πολύθεον πλάνησιν οἷά τινα γῆν ἀλλοφύλων ἀπολελοιπότες, ἀνεδράμομεν εἰς Σιῶν, τὴν νοητὴν δηλονότι, τουτέστι τὴν ἐκκλησίαν.
Ἅθρει γὰρ ὅπως ἡμῖν ὡς ἐν Ἰησοῦ τε καὶ Ζοροβάβελ διαγράφεται Χριστός. ἦν μὲν γὰρ, ὡς ἔφην, ὁ Ζοροβάβελ ἐκ τῆς Ἰούδα φυλῆς. ἀνατέταλκε δὲ ἐξ αὐτῆς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς χριστός. τοιγάρτοι καὶ βεβασίλευκεν ἐπὶ τὸν Ἰσραήλ. οὕτω γάρ που φησὶ διὰ φωνῆς τοῦ Δαυείδ ô Ἐγὼ “ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον " αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυμίου.” ἦν δὲ δὴ καὶ ὁ Ἰησοῦς ἐκ φυλῆς τε καὶ αἴματος τοῦ Λευὶ, δὲ καὶ μέγας ἱερεύς· γέγονε δὲ καὶ ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργῶν, ὡς ἄμωμον ἱερεῖον, ὡς ἀμνὸν ἀληθινὸν εἰς ὀσμὴν εὐωδίας ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί. πιστώσεται ’δε πὼς τὸν ἐπὶ τῶδε λόγον ἰσχνοεπεῖν ἑλομένοις καὶ αὐτὴ τῶν ὀνομάτων ἡ διασάφησις, ἤγουν ἑρμηνεία. δηλοῖ μὲν γὰρ ὁ Ζοροβάβελ Ῥύσις μετατεθειμένη· Σαλαθὴλ γεγὴν Ἕκκλισις Θεοῦ. ἔφη ’δε που καὶ ὁ Χριστός “ Ἴδου ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς Χει- “ μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.” ἔστι μὲν γὰρ ὁμολογουμένως αὐτὸς ὁ χειμάρρους τῆς τρυφῆς, καὶ οἷον τῆς εἰρήνης ἡ ῥύσις. ἀλλ’ ἐκκέκλικεν εἰς ἡμᾶς, καὶ μονονουχὶ μετατέθειται καταλελοιπὼς τὸν Ἰσραήλ. κεχώρηκε δὲ, ὡς ἔφην, εἰς τοὺς ἐξ ἐθνῶν κεκλημένους, τοῖς ἄνωθεν καὶ πνευματικοῖς ἀγαθοῖς ἀμφιλαφῆ τὴν χύσιν εὖ μάλα δωρούμενος. Ἰησοῦς δὲ πάλιν “ἰαὼ σωτηρίαν” ὑποδηλοῖ, καὶ μὴν καὶ Ιωσεδὲκκ “ Ἱαὼ δικαιοσύνην.” ἰαὼ δὲ ἐστὶν ὁ τῶν ὅλων Θεός. γέγονε δὲ ἡμῖν ὁ Χριστὸς σωτηρία τε καὶ δικαιοσύνη παρὰ τοῦ Θεοῦ καὶ Πατρός. σεσώσμεθα γὰρ ἐν αὐτῷ τὸ τοῦ θανάτου φυγόντες λίνον, καὶ δεδικαιώμεθα διὰ πίστεως, τὴν καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν ἀποσεισάμενοι. οὐκοῦν. ἀνακομιῶ γὰρ αὖθις εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον· βασιλέα μὲν αὐτὸν ἐν τῷ Ζοροβάβελ, ἀρχιερέα γεμὴν ὡς ἔν γε τῶ Ιησοῦ καταθρήσομεν. πλὴν ὁράτω πάλιν ὁ χρηστομαθὴς τὸ τῶν Ἰουδαίων ἀναπεπτωκὸς εἰς τὸ ῥᾴθυμον καὶ εἰς τὸ ἑλέσθαι πονεῖν τὰ πρὸς σύστασιν τοῦ θείου ναοῦ, τῆς Ἐκκλησίας χριστοῦ. προσεπαθρείτω δὲ τούτοις καὶ τὸ πρόθυμον τῶν ἐθνῶν, καὶ τὸ πολὺ λίαν διεγηγερμένον εἰς φιλεργίας. Δαρεῖος μὲν γὰρ, ὡς ἔφην, ἐγείρεσθαί τε προστέταχε τὸν νεὼν, καὶ τὰ εἰς δόξαν πληροῦσθαι τοῦ πάντων κρατοῦντος Θεοῦ· οἱ δὲ ἦσαν ὀκνηροὶ καὶ ἀφιλεργέστατοι, καὶ τῶν ἁνδανόντων Θεῷ τὰ οἰκεῖα προτιθέντες, καὶ πολὺ λίαν διανενευκότες ἐπὶ τὰ γεωδέστερα. οἴκους γάρ φησι κατεσκεύαζον κοιλοστάθμους. τοιγάρτοι φησὶν ὁ θεσπέσιος Δαυείδ περὶ τῶν ἐθνῶν “ τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσή- “ κουσας Κύριε. κύριε· τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε “ τὸ οὖς σου.” ἑτοιμότεροι γὰρ εἰς τὸ πιστεύειν οἱ ἐξ ἐθνῶν, ὀκνηροὶ δὲ λίαν οἱ ἐξ Ἰσραήλ. ἴδοις δ’ ἃν ὅ φημι καὶ ἐν εὐαγγελικοῖς συγγράμμασιν, ἤτοι παραβολαῖς. ἔτρεχον μὲν γὰρ οἱ δειπνοκλήτορες, συναγείροντες εἰς τοὺς γάμους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν, ἐπλάττοντο δὲ " προφάσεις ἐν ἁμαρτίαις. ὁ μὲν γὰρ ἔφασκεν “ Ἀγρὸν ἠγόρασα.” ὁ ’δε “ Γυναῖκα ἔγημα· ᾤχοντο δὲ καὶ ἕτεροι πρὸς τὴν ἐμπορίαν ἀυτῶν. οὐκοῦν κέκληνται καὶ εἰσέδραμον εἰς τοὺς γάμους οἱ ἐν ταῖς ὁδοῖς, οἱ παρὰ τοῖς φραγμοῖς ηὑρημένοι, καὶ γεγόνασιν ἀληθῶς οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. οὕτω καὶ ἔφασκεν ὁ Χριστὸς διὰ φωνῆς Δαυεὶδ περί τε τῶν ἐξ αἵματος Ἰσραὴλ καὶ τῶν ἐθνῶν " Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν " ὠτίου ὑπήκουσε μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντο μοι, υἱοὶ “ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων “ αὐτῶν.
Τάδε λέΓει Κύριος παντοκράτωρ Θέσθε τἀς καρδίας ὑμῶν εἰς τὰς ὀδοὺς ὑμῶν. ἀνάβΗτε ἐπὶ τὸ ὅρος καὶ κόψατε ξύλα καὶ οἰκοδομἡστε τὸν οἶκον, καὶ εὐδοκἡσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι, εἶπε Κύροις. ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένετο ὀλίγα. καὶ εἰσηνέχθη εἰς τὸv οἶκον καὶ ἐξεφύσησα αὐτά.
Συχνὴν ποιεῖται τὴν ὑπόμνησιν, συντελοῦν τὸ χρῆμα εἰς ὄνησιν εἰδὼς τοῖς ἀκροωμένοις. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισί “ Τά αὐτὰ γράφειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, “ ὑμῖν δὲ ἀσφαλές.’ κατανοήσατε τοίνυν φησὶν εἰς τὰς ὁδοὺς, ἃς πεποίησθε νῦν. ποῖαι δὲ αὗται, διατρανοῖ παραχρῆμα Ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὁλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά. ἀφημαρτήκασι μὲν γὰρ ἐλπίδος τῆς ἐπί γε φημὶ τῷ ἑλέσθαι γηπονεῖν. μακροὺς γὰρ ἱδρῶτας δεδαπανηκότες, ὀλίγοι μόλις συνεκομίσαντο. πλὴν ἐστέρηνται καὶ τούτων· ἐκπεφύσηνται γὰρ, τουτέστιν, γεγόνασιν ἑτέρων, καὶ ἥκιστα μὲν αὐτοῖς, δεδαπάνηνται δὲ μᾶλλον τοῖς πλεονεκτεῖν εἰωθόσιν. εἰκαῖον οὖν ἄρα τὸ σπούδασμα καὶ ὁ πόνος αὐτοῖς, ὅτι μὴ μᾶλλον ἀποπεραίνειν ἤθελον τὸ τῷ Δεσπότη δοκοῦν, καὶ τῆς εἰς τὰ ἀμείνω φιλεργίας τὴν εἰς τὰ αἰσχίω καὶ γεωδέστερα προὐργιαιτέραν ἐποιοῦντο φροντίδα. ἆρ’ οὖν ἀνουθέτητον ἀφῆκε τὸν Ἰσραὴλ, οὐ παρέδειξε τοῖς πεπλανημένοις τῆς ἐπανορθώσεως τὴν ὁδόν ; καὶ μὴν καὶ τοῦτο καταθρήσομεν εὐθὺς γεγονός. ἕφη γὰρ ὅτι Ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλω καὶ οἰκοδομήσατε τὸν οἶκον καὶ ενδοξασθήσομαι πάλιν ἐν αὐτῷ, καὶ εὐδοκήσω, τουτέστι, προσδέξομαί τε καὶ ἐπαινέσω τὰς τῶν εἰς τοῦτο πεπονηκότων σπουδάς τε καὶ προθυμίας.
Καλὸν οὖν ἄρα καὶ ἁνδάνον τῷ Θεῷ τὸ ἐπείγεσθαι πληροῦν τὰ ὅσαπερ ἃν φαίνοιντο χρήσιμά τε καὶ ἀναγκαῖα πρὸς σύστασιν τῆς Ἐκκλησίας καὶ πρὸς οἰκοδομὴν αὐτῆς. δράσομεν δὲ τοῦτο, καὶ λίαν ἐμφρόνως, οἷον ὕλην χρειωδεστάτην συλλέγοντες, καὶ ὡς ἐκ δρυμοῦ κόπτοντες ξύλα τὰ ἐν τῇ θεοπνεύστῳ γραφῆ πνευματικὰ θεωρήματα· δι’ ὧν ἄν τις ἀσφαλῆ καὶ ἐρηρεισμένην ποιήσαιτο τὴν ἐπὶ Θεῷ δόξαν ἤτοι διάληψιν, καὶ εὖ ἔχοντα καὶ πεποιημένον ἐξόχως ἀποφανεῖ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον· ἀποκομιεῖ δὲ πρὸς τούτῳ καὶ εἰς εἴδησιν ἀκριβῆ τῆς πνευματικῆς εὐτεχνίας, καὶ τῆς ἐν ἤθει καὶ τρόποις νοουμένης ἐπιεικείας. διά τοι τούτων οίκοδοείσθαί φαμεν τὸν οἶκον τοῦ Θεοῦ καὶ τῆς Ἐκκλησίας πράττεσθαι σύστασιν.
Ἐρῶ δὲ πρὸς τούτοις, ὅτι καὶ ἕκαστος ἡμῶν ναὸς ἃν νοοῖτο καὶ οἶκος Θεοῦ. κατῴκηκε γὰρ ἐν ἡμῖν Χριστὸς διὰ τοῦ Πνεύματος· καὶ ἐσμὲν ναοὶ Θεοῦ ζῶντος, κατὰ τὰς γραφάς. οὐκοῦν καὶ ἕκαστος ἡμῶν οἰκοδομείτω τὴν ἑαυτοῦ καρδίαν διὰ πίστεως ὀρθῆς, αὐτὸν ἐχέτω θεμέλιον τὸν τῶν ὅλων Σωτῆρα Χριστόν, τὸν ἔντιμον ἀληθῶς· προσεπαγέτω δὲ τούτοις καὶ ὕλην ἑτέραν, τὴν ὑπακοὴν δὴ λέγω, καὶ τὸ εἰς πᾶν ὁτιοῦν εὐήνιον, τὴν ἀνδρείαν, τὴν ὑπομονὴν, τὴν ἐγκράτειαν. συναρμολογούμενοι γὰρ οὕτω “ διὰ πάσης ἁφῆς “τῆς ἐπιχορηγίας,” “ εἰς ναὸν ἅγιον ἀναβησόμεθα καὶ εἰς κα- “τοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.” οἱ δὲ βραδεῖς εἰς πίστιν, ἢ καὶ πιστεύσαντες μὲν, ὀκνηροὶ δέ πὼς ἔτι πρὸς ἀπόστασιν τὴν ἐκ παθῶν τε καὶ ἁμαρτίας καὶ φιληδονίας κοσμικῆς, δι αὐτὸ δὴ τοῦτο μονονουχὶ καὶ κεκράγασιν " οὐχ ἥκει ὁ “ καιρὸς τοῦ οἰκοδομήσαι τὸν οἶκον Κυρίου.” ταύτῃτοι καὶ περιπίπτουσι ταῖς τῶν οὐρανίων ἀγαθῶν ἐνδείαις, καὶ νοηταῖς ἀκαρπίαις, καταφθίνοντος ἐν αὐτοῖς τοῦ νοῦ, καθάπερ τινὸς γῆς, ὡς μήτε σῖτον ἔχειν, τουτέστιν ἰσχὺν, μήτε μὴν οἶνον, ὅ ἐστιν εὐφροσύνης σύμβολον. γέγραπται γὰρ ὅτι “ ἄρτος “ στηρίζει καρδίαν ἀνθρώπου· καὶ οἶνος εὐφραίνει καρδίαν “ ἀνθρώπου.”
Διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ ’λΘ’ ὧν ὁ οἶκός μου ἐστίν ερΗμος, υμεις δὲ διώκετε ἕκαστος εἰς τον οικον αὐτου, διὰ τοῦτο ἀνέξει ὁ οὐρανός απὸ δρόσου, καὶ ἦ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς εφ' ὖμᾶς. καὶ ἐπάξω ῤομφαίαν ἐπἰ τήν γῆν καὶ ἐπὶ τὰ ὅρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ἐπὶ πάντα ὄσα ἐκφέρε ἡ γῆ καὶ ἐπὶ τοῦς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους χειρῶν αὐτῶν.
Οὐκ ἐᾷ τῶν θείων καταρρᾳθυμοῦντας ἐκτόπως ποιεῖσθαι τὰ σφῶν ἐν ἀμείνοσι, καὶ τῶν εἰς δόξαν αὐτοῦ προτάττειν τὰ γεωδέστερα· ἀναπείθει δὲ μᾶλλον ἐννοεῖν, ὡς εἰ μὴ κέοιτο καλῶς τὰ ἀσυγκρίτως ὑπερκείμενα, οὐδ’ ἂν τοῖς μείοσιν ἕποιτο τὸ εὖ κεῖσθαι πώποτε, καὶ ἐν οἷς εἶναι βεβούληνται. ταύτῃτοί φησιν Ανθ' ὦν ὁ οἶκος μου ἐστὶν ἔρημος, υμεις δε διωκετε εκαστος εἰς ’τον οἶκον αυτου, δια τοῦτο συμβήσεται τοῦτό τε κἀκεῖνο, δι’ ὧν ἂν εὐθὺς καταξθίνοιτο τὰ ἐν ἀγροῖς, οὐρανοῦ μὲν δρόσον οὐ καθιέντος ἔτι, γῆς δὲ τὴν οἰκείαν ἀνακοπτούσης ἰσχὺν, καὶ μὴν καὶ ῥομξαίας ἤγουν ὀργῆς ἐπενηνεγμένης, ληΐοις τε ὁμοῦ καὶ ἀμπέλοις συναυαινομένης ἐλαίας, ἐλαίας, καταβοσκομένης τε πρὸς τούτοις ἀνθρώπους τε καὶ κτήνη.
Οὐκοῦν τοῖς ὀκνοῦσιν ἀποπληροῦν τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι’ ὧν ἂν ὁρῷτο συνεστηκὼς ὁ οἶκος αὐτοῦ, τουτὄ ἐστιν ἡ Ἐκκλησία, οὔτ’ ἃν δρόσος γένοιτο πνευματικὸς, τουτέστι παράκλησις ἡ ἐξ οὐρανοῦ ψυχὰς καὶ καρδίας καταπιαίνουσα· οὔτε μὴν ἡ ἀπὸ γῆς εὐκαρπία, τουτέστι, τὰ διὰ σώματος κατορθώματα· οὐ σῖτος, οὐκ οἶνος, οὐκ ἐλαίου χρῆσις. ἀνίσχυες γὰρ πάντη τε καὶ πάντως ἔσονται, καὶ τοῦ κατευφραίνεσθαι μακρὰν, καταπιανθεῖεν δ’ ἃν οὐδαμῶς ἐλαίῳ τῷ νοητῷ τῷ τῆς ἀγαλλιάσεως, καὶ ἁπαξαπλῶς ἄγευστοι καὶ ἀμέτοχοι τῆς εὐλογίας ἀπομενοῦσι τῆς διὰ Χριστοῦ. καὶ πρός γε δὴ τούτοις ὑπενεχθήσονται τῇ ῥομφαία, καὶ ἄμισθον παντελῶς ὑπομενοῦσι πόνον, κἂν εἴ τις αὐτοῖς ἐπιεικείας ἐπιτηδεύοιτο τρόπος. στεφανοῦται γὰρ οὐδεὶς, “ ἐὰν “ μὴ νομίμως ἀθλήσῃ,’ κατὰ τὸ γεγραμμένον. οὐκοῦν περισπούδαστον καὶ τῶν ὅτι μάλιστα σεπτῶν τὴν εἰς τὰ ἀμείνω σπουδήν· τετάχθω δὲ καὶ τὰ καθ’ ἡμᾶς ἐν μείονι λόγῳ, καὶ ἴτω κατόπιν τῶν εἰς δόξαν Θεοῦ. καὶ οὐχὶ δὴ μόνον ἑστίαι, καὶ χρήματα, καὶ τὰ εἰς δόξαν κενὴν, ἀλλὰ γὰρ καὶ γένη, καὶ ἀδελφοὶ, καὶ πατέρες. οὕτω γάρ που φησὶ καὶ ὁ Χριστός " Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, “ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ “ ἐμὲ, οὐκ ἐστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν “ αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.”
Καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ὁ ἐκ Φθλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ Ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ κατά- λοιποι τοῦ λαοῦ τῆς Φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ τῶν λόγω Ἀγγαίου τοῦ προφήτου, καΘότι ἐξαπέστειλεν αὐτὸν κύριος ὁ Θεὀς αὐτῶν πρὀς αὐτοὐς, καὶ ἐφοβήθη ὁ λαός άπὀ προσώπου Κυρίου.
Ὅτι μὴ μάτην ποιεῖται τὰς ἀπειλὰς, χρῆμά τε ἐστὶν οὐκ ἀνόνητον τοῖς ῥᾳθυμεῖν εἰωθόσιν ὁ φόβος, κατίδοι τις ἃν κἀντεῦθεν εὐκόλως. ἰδοὺ γὰρ ἰδοὺ τῶν θείων ἐπείπερ ἐπύθοντο λόγων, τρέπονται παραχρῆμα πρὸς φιλεργίαν, εἴκουσί τε λοιπὸν τοῖς καθηγεῖσθαι λαχοῦσι, Ζοροβάβελ τε φημι καὶ Ἰησοῦς, διὰ πλείστης τε ὅσης αἰδοῦς τὰς τοῦ προφήτου ποιοῦνται φωνὰς, καὶ δεδυσώπηνται τὴν ἀποστολὴν, καίτοι πάλαι κομιδῇ σμικρῶν ἀξιοῦντες τὸ χρῆμα λόγων. οὐκοῦν ἀληθὲς καὶ δι’ αὐτῶν ὁρᾶται τῶν πραγμάτων ὅτι “Ὃν “ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα- “ δέχεται.” μετατάττει γὰρ ἔσθ’ ὅτε πρὸς τὰ ἀμείνω τὸν νοῦν τὸ τοῦ κολάζεσθαι δεῖμα· καὶ τῶν σκυθρωπῶν ἡ ἔφοδος εἰς τὸν θεῖον ἡμᾶς μεθορμίζει φόβον· καὶ ἔστιν ἀτρεκὲς, τὸ ἐν βιβλίῳ παροιμιῶν, ὅτι “ Ὁ φοβούμενος τὸν “ κύριον οὗτος οὖτος καὶ πάλιν “ Φόβος κυρίου εἰς “ ζωὴν ἀνδρί.” καὶ ὁμοίως ἡ σοφία “ Φόβος Κυρίου δόξα “ καὶ καὶ καὶ “ Φόβος κυρίου τέρψει καρδίαν, καὶ “ δώσει πρὸς τούτοις εὐφροσύνην καὶ χαρὰν καὶ μακρο- “ ημέρευσιν.” θέα δὲ ὅπως ἡμέρως τε ἡμᾶς καὶ ὡς ἂν αὐτῶ πρέποι πλήττει Θεός. οὐ γὰρ εὐθὺς τοῖς ἀνθρωπίνοις σώμασιν ἐπάγει τὰ ἐξ ὀργῆς, καταπτοεῖ δὲ μᾶλλον τοῖς ἔξωθεν καὶ ὀλίγοις δείμασι, καὶ ταῖς τῶν ἐδωδίμων ζημίαις μεταποιεῖ πρὸς τὸ ἄμεινον καὶ πρὸς τὸ ἑλέσθαι λοιπὸν ἐργάξεσθαι τὰ αὐτοῦ.
Καὶ εἶπεν Ἀγγαῖος ὁ ἅγγελος Κυρίου τῶ, λαῷ Ἐγώ εἰμι μεΘ’ ὑμῶ, λέγει Κύριος.
Ὅρα ταῖς εἰς τὰ ἀμείνω μεταστάσεσι παρομαρτοῦσαν εὐθὺς τὴν φιλανθρωπίαν. συμμεθίσταται γὰρ οἱονεί πὼς ὁ τῶν ὅλων Θεὸς τοῖς μετανοεῖν ᾑρημένοις, ᾐρημένοις, συνεῖναί τε σφίσι κατεπαγγέλλεται, οὗ τί ἃν γένοιτο τὸ ἰσοστατοῦν ; Θεοῦ γὰρ συνόντος, ἅπαν μὲν ἡμῖν ἐκποδὼν οἰχήσεται βλάβος, εἰσβαλεῖ δὲ πάντως τὰ ἀγαθὰ, καὶ βεβηκότες εὐθὺς οἱ τῆς εὐημερίας ἀναφανοῦνται τρόποι, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων συμβήσεται. εἰ δὲ δὴ φάσκοι τὸ γράμμα τὸ ἱερὸν ἄγγελον κυριοῦ τὸν Ἀγγαῖον, οἰέσθω μηδεὶς ἄγγελον μὲν εἶναι κατὰ φύσιν αὐτὸν, γεννηθῆναι δὲ καθ’ ἡμᾶς ἄνθρωπον ἐκ γυναικός· ἀπόπληκτον γὰρ κομιδῆ τὸ ὧδε νοεῖν· οἰησόμεθα δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ φρενὸς καὶ νοῦ βλέποντος εἰς τὸ ἀτρεκὲς, ἀπὸ τοῦ ἀγγέλλειν ἅγγελον εἰρῆσθαι καὶ ὀνομάζεσθαι. ἐπεὶ τὸ λυποῦν οὐδὲν καὶ εἰς ἑτέραν ἡμᾶς ἀτοπίαν ἐκβαίνοντας, ἀγγέλους ὑπάρχειν ὁμολογεῖν τῇ φύσει καὶ τοὺς ἀπαγγέλλοντας τῷ Ἰὼβ τά τε ἐν ἀγροῖς παρά τε τῶν ἱππέων συμβεβηκότα, καὶ μὴν καὶ ὅτι τεθνᾶσιν οἱ παῖδες αὐτοῦ κατασεσεισμένης τῆς οἰκίας. εἴρηται δὲ καὶ ὁ τοῦ Θεοῦ Λόγος “ Μεγάλης βουλῆς ἅγγελος.” ἀπήγγειλε γὰρ ἡμῖν τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός. οὐκοῦν ἀπὸ τοῦ ἀγγέλλειν ἄγγελος, καὶ οὐχὶ δὴ πάντως, εἰ ἐπ’ ἀνθρώπων λέγοιτο τυχὸν ἡ κλῆσις, ἀπό γε τοῦ εἶναι κατὰ φύσιν οὐχ ὅπερ ἡμεῖς.
Καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ τὸ πνεΰμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεΰμα τῶν κατακοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν τὰ ἔργα ἐν τῷ οἲκῳ Κυπίου παντοκράτορος Θεοῦ αὐτῶι, τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνός τοῦ ἕκτου.
Πεφόβηνται μὲν οἱ ἐξ Ἰσραὴλ ἀπὸ προσώπου κυρίου. πλὴν ἄθρει μοι πάλιν, ὡς οὐ πρότερον κεχωρήκασιν εἴς γε τὸ ἑλέσθαι δρᾶν τὰ ἁνδάνοντα τῷ Θεῷ, εἰ μὴ καὶ γέγονε μετ’ αὐτῶν, καὶ ἐξήγειρε τὸ πνεῦμα αὐτῶν. εἰσόμεθα δὴ οὖν κἀντεῦθεν, ὅτι κἂν εἰ ἕλοιτό τις τὸ ἐθελουργεῖν εἰς τὸ ἀγαθόν· κἂν εἰ ἐν προθυμίαις γένοιτο ταῖς τοιαῖσδε τυχὸν, ἀλλ’ οὐδὲν ὅλως ἀποπερανεῖ, μὴ οὐχὶ συνόντος τε αὐτῷ τοῦ Θεοῦ καὶ διανιστάντος εἰς εὐτολμίαν, καὶ καταθήγοντος εἰς τὸ τληπαθὲς, καὶ τὸν ἐπὶ ταῖς φιλεργίαις ἀποκείροντος ὄκνον. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος περὶ τῶν τὸ θεῖον πεπιστευμένων κήρυγμά φησιν ὅτι περισσότερον αὐτῶν “ πάντων ἐκοπίασα·’’ προσεπήγαγε δὲ πανσόφως “ οὐκ “ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.’’ καὶ μὴν καὶ αὐτὸς ὁ Σωτῆρ’ τοῖς ἁγίοις ἀποστόλοις “ Χωρὶς ἐμοῦ,” φησὶν, “ οὐ δύνασθε ποιεῖν οὐδέν. αὐτὸς γὰρ ἡμῶν ἡ ἔφεσις καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν προθυμία, αὐτὸς ἡ ἰσχὺς, καὶ συνόντος μὲν ἡμῖν εὐδοκιμήσομεν, ἑαυτοὺς οἰκοδομοῦντες “ εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ “ ἐν Πνεύματι·” ἀποφοιτῶντος δὲ καὶ νοσφιζομένου, πῶς ἃν ἐνδοιάσειε τις, ὅτι καὶ ἀπρακτήσομεν ὄκνῳ τε καὶ ἀνανδρίᾳ νικώμενοι, καὶ ὡς ἀκερδῆ τὸν πόνον ἀποσειόμενοι;
Πλὴν ὅρα τοὺς πάλαι διὰ πολλὴν ἀπείθειαν ὑποπεσόντας ὀργῇ, λοιπὸν εἰσθέοντας ἐν οἵκῳ κυροῦ καὶ ἐργαζομένους, συνόντων αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ τύπος δ' ἂν εἴη τὸ χρῆμα πάλιν τῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐσομένης κλήσεως τοῦ Ἰσραήλ. οἳ καὶ ἠπείθησαν μὲν ἐν ἀρχαῖς, ταύτῃτοι καὶ ἄκαρποι μεμενήκασι, δίχα δρόσου καὶ σίτου καὶ οἴνου καὶ μὴν καὶ ἐλαίου· πεπτώκασι δὲ καὶ ὑπὸ ῥομφαίαν. ἐπειδὴ δὲ πεφόβηνται λοιπὸν ἀπὸ προσώπου Κυρίου, καὶ τοὺς τῶν ἁγίων προφητῶν δεδυσώπηνται λόγους, συνόντα τε σφισι τὸν τῶν ὅλων ἕξουσι Θεὸν, καὶ ἐξεγερθήσεται τὸ πνεῦμα αὐτῶν, ἐργάσονται δὲ καὶ αὐτοὶ τὰ εἰς τὸν ναὸν τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν. ἐν Χριστῷ δὲ καὶ ταῦτα· διαμορφοῦται γὰρ ὥσπερ ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ Ἰησοῦ· ὁμοῦ γάρ ἐστι βασιλεὺς μὲν ὡς Θεὸς, ἀρχιερεὺς δὲ πάλιν ὡς ἄνθρωπος, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων· μεσιτεύει γὰρ ὁ ἱερεύς.
Προσεπενήνεκται δὲ ἀναγκαίως καὶ τό τῇ τετράδι καὶ εἰκαδι τοὐ μηνὸς τοῦ ἕκτου, τὸ ἀγχίστροφον τῆς γνώμης τῶν ἐξ Ἰσραὴλ εὖ μάλα καταδηλοῦν. γέγονε μὲν γὰρ πρὸς αὐτοὺς ὁ λόγος ἐν χειρὶ Ἀγγαίου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς, εἰσέδραμον δὲ τοὺς ἔπι γε τῳ ναῷ πόνους τη τετραδι καὶ εικαδι του μηνὸς τοῦ ἕκτου· ὡς εἶναι τὰς μεταξὺ τῆς ἀναβολῆς, ἤγουν διασκέψεως, ἡμέρας τρεῖς τε καὶ εἴκοσι τὸν ἀριθμόν.
Τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, τῶ ἑβδόμῳ μηνὶ, μιᾷ καὶ εἰκάδι τοῦ μΗνὸς. ἐλάλησε Κύριος ἐν χειρὶ Ἀγγαίου τοῦ Προφήτου λέγων Εἰπόν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ Φυλῆς Ἰούδα καὶ πρὀς Ἰησοῦν τὸν τοῦ Ἰωαεδὲκ τὸ ἱερέα τὀν μέΓα, καὶ πρὀς πἀντας τοὐς καταλοίπους τοῦ λαοῦ λαοῦ Τίς ἐξ ὑμῶν ὄς εἶδε τὀν οἶκον τοῦτον ἐν τῇ δίξῃ αὐτοῦ τῇ ἐμπροσθεν; καὶ πῶς ὗμεῖς βλέπετε αὐτόν νῦν καθώς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;
Ἐισᾠχοντο μὲν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ μετεποιοῦντο τῶν ἕργων τῇ τετράδι καὶ εἰκάδι τοῦ ἕκτου μηνὸς· εἶτ’ εὐθὺς τῇ εἰκάδι καὶ μιᾷ τοῦ ἑξῆς ἑβδόμου γέγονεν ὁ τοῦ Θεοῦ λόγος πρὸς τὸν μακάριον Προφήτην Ἀγγαῖον. τί δὴ οὖν ἄρα κἀπὶ τούτῳ λογιούμεθα, καὶ τίς ἡ πρόφασις, εἰπεῖν ἀναγκαῖον. τληπαθεῖν ἀρξάμενοι, καὶ τῶν εἰς τὸν θεῖον ναὸν ἁψάμενοι φροντισμάτων, ἑβδόμην τε καὶ εἰκοστὴν εἰς τοῦτο λοιπὸν διατετελεκότες ἡμέραν, ὀλιγοψυχοῦντες ἡλίσκοντο, κἀκεῖνό που τάχα διαψιθυρίζοντες ἢ ἔν γε σφίσιν αὐτοῖς, ἢ πρὸς ἀλλήλους, ὅτι πονοῦσιν εἰκῆ· κἂν εἰ γένοιτο τυχὸν ἀναδείμασθαι τὸν νεὼν, ἀλλ’ οὖν ἕσται κατ’ οὐδένα τρόπον τῷ πρώτῳ προσεοικώς. ὁ μὲν γὰρ ἦν λαμπρὸς ἄγαν καὶ φιλοτίμῳ χειρὶ κατεσκευασμένος, χρυσοῖς τε καὶ ἀργυροῖς ἀναθήμασιν εὐπρεπής· ὁ δὲ ἀκαλλὴς καὶ παντὸς κόσμου δεδεημένος καὶ τῆς ἐκ πλούτου φιλοτιμίας τητώμενος. ἐκεῖνον μὲν γὰρ τὸν πρῶτον πλούτῳ κομῶντες ἔτι κατηγλάιζον ἀμφιλαφῶς οἱ ἐν τοῖς Ἰεροσολύμοις βεβασιλευκότες κατὰ καιροὺς, καὶ πρό γε τῶν ἄλλων ὁ Σολομών. τὸν δὲ μόλις ἀνανενευκότες, καὶ τὸν τῆς αἰχμαλωσίας ἱδρῶτα στάζοντες ἔτι, ἔχοντές τε κατ’ οἴκους παντελῶς οὐδὲν, οἰκοδομεῖν προσετάττοντο. τοιούτοις τισὶ διαλογισμοῖς νηχόμενοι καὶ ἀλύοντες εἰργάζοντο μὲν, πλὴν ἀπρόθυμοί τε καὶ ὀκνηροὶ γεγονότες κατεφωρῶντο πάλιν. ταύτῃτοι ὁ Θεὸς ἀσθενοῦντας επιρρωννυσι, ἐπιρρώννυσι, καὶ χρησιμωτάτην αὐτοῖς προσάγει τὴν πεῦσιν, εἰ δή τις ἄρα ἐστὶν ἐν αὐτοῖς, ὃς ἐν δόξῃ τῇ πρώτη τὸν πάλαι τεθέαται ναόν. ὀλίγοι δὲ ἦσαν κομιδῆ καὶ γεγηπακότες. πεπόρθητο μὲν γὰρ ὑπὸ τοῦ Ναβουχοδουόσορ ὁ ναὸς, καὶ ἦν αἰχμάλωτος ὁ Ἰσραὴλ, ἀνείθη δὲ μόλις πεπερασμέων ἐτῶν ἑβδομήκοντα. δυσεύρετος οὖν ἄρα καὶ σφόδρα πρεσβύτης ὁ καὶ πρὸ τῆς πορθήσεως ὢν, καὶ ζήσας ἐν τῆ αἰχμαλωσίᾳ, καὶ ὑπονοστήσας αὖθις εἰς Ἱεροσόλυμα. διὰ τοῦτό φησι Τις ἕσταιξ ἐξ ὑμῶν ἅνθρωπος, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν, εἶτα ὄψεται τὸν ἐσόμενόν τε καὶ νεόν ὡς μηδόλως ὑπάρχοντα ; ἔνεστι δὲ δὴ τῇ πεύσει μομφὴ, ὡς μὴ οἰηθέντων, ὅτι κἂν εἶεν αὐτοὶ στενοί τε λίαν καὶ ἐν ἐνδείᾳ χρημάτων, ἀλλ’ οὖν οὐκ ἂν ἠτόνησεν ὁ Θεὸς, ἀρκέσει δὲ πάλιν αὐτὸς εἴς γε τὸ χρῆναί φημι πανεύφημόν τε καὶ εὐκλεᾶ τὸν ἴδιον ἀποδεῖξαι ναόν.
Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε ἸΗσοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λἐγει Κὐριος, καὶ ποιεῖτε, διότι ἐγὼ μεΘ’ ὑμῶ εἰμι, λἐγει Κύριος Παντοκράτωρ, καὶ ὁ λόγος μου ὃν διεθέμΗν ὃμῖν ἐξελθόντων ὑμῶ ἐκ γῆς Αἰγύπτου, καὶ τὸ πενῦμά μου ἐφέστηκεν ἐν μέσω ὁμῶ. θαρσεῖτε.
Οὐκ ἐᾷ κατασείεσθαι πρὸς ἀκηδίαν, οὔτε μὴν τοῖς εἰς ὄκνον ἡττᾶσθαι δείμασιν· ἀνευρύνει δὲ μᾶλλον εἰς φιλεργίαν, καὶ σφριγῶσαν αὐτοῖς τὴν προθυμίαν ἐνεργάζεται· διαγυμνάζει δὲ ἅμα πρὸς πίστιν αὐτοὺς, καὶ ἐρηρεισμένους ἀποφαίνει, χρῆναι θαῤῥεῖν εἰπὼν, καὶ τὸ ἔτι τούτων ἐπέκεινα καὶ πολυεθκτότατον ἀληθῶς, συνεῖναί σφισι κατεπαγγέλλεται· καὶ τίνα δὴ τρόπον, προσετίθει λέγων Τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. θαρσεῖτε.
Ἐνδοιάσειε δ᾿ ἂν οὐδεὶς τῶν εἴσω φρενὸς ἀγαθῆς καὶ νοῦ βεβηκότος, ὅτι τοῖς πονοῦσι γενικῶς εἰς οἰκοδομὴν τοῦ θείου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας, ἰσχύν τε ἅμα χαρίζεται καὶ δίδωσι τὸ θαρσεῖν, ὅτι καὶ συνέσται διὰ τοῦ Ἀγίου Πνεύματος, καὶ πάντα αὐτοῖς ἀποπερανεῖ τὰ δι᾿ ὧν ἂν δύναιντο λαμπρὸν καὶ εὐδόκιμον τὸν οἰκεῖον ἀποφῆναι βίον. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οἰκοδομεῖν μέλλουσι τὴν Ἐκκλησίαν τοῖς ἁγίοις ἀποστόλοις, καὶ εἰς ναὸν ἅγιον συναγείρειν τοὺς πεπιστευκότας ἔφασκεν ἀναγκαίως, ὅτι “ Ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας “καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος.” ὅτι δὲ ἕμελλε συνεῖναι πάλιν αὐτοῖς διὰ τοῦ Πνεύματος, σαφηνιεῖ πάλιν αὐτὸς, ποτὲ μὲν λέγων ὅτι “Oὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἔρχομαι πρὸς ὑμᾶς.” ποτὲ δὲ τὸν τῆς ἀφίξεως τρόπον ἐναργῆ καθιστὰς, διὰ τοῦ φάναι πάλιν “Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ ἐγὼ “ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς, ἐὰν δὲ “ ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς.” οὐκοῦν σύνεστι μὲν τοῖς οἰκοδομοῦσι τὸν οἶκον αὐτοῦ, ἀποφοιτᾷ δὲ πάλιν καὶ ὁλοτρόπως ἀπανίσταται τῶν κατασειόντων αὐτόν. εἶεν δ ἃν οὗτοι πάλιν, οἱ ἐν Βεελξεβοὺλ λέγοντες Ἀνάθεμα Ἰησοῦν, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, καὶ ταῖς τῶν ἁπλουστέρων ψυχαῖς τὸν τῆς ἀπωλείας ἰὸν ἐγχέοντες.
Διότι τάδε λέγει Κύριος Παντοκράτωρ Ἕτι ᾶπαξ, ἐΓὼ σείω τοι οὐρανὸν καὶ τἠν γῆν καὶ ὦι θάλασσαν καὶ τὴν ξηρὰν, καὶ συσσείσω πάντα τὰ ἕθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν εθῶν, καὶ πλἠσω τὸν οἶκον τοῦτον δὀξης, λἐγει Κὐριος παντοκρἀτωρ. ἐνὸν τὸ ἀργύριον καὶ ἐμὀν τὸ χρυσἰον, λέΓει Κὐριος παντοκρἀτωρ.
Ἀνακομίξει τὸν λόγον ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, καὶ εἰς χρόνους τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας. τότε δὴ κατεπαγγέλλεται καταδονήσειν αὐτόν τε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ μέντοι καὶ τὴν θάλασσαν, καὶ πρὸς τούτοις ἔτι πάντα τὰ ἔθνη. ἔφη γὰρ ὅτι Ἕτι ἄπαξ σείω. τοῦτο δὲ τοιοῦτόν τινα νοῦν ὑπεμφαίνειν ἔοικε, κατά γε τὸ αὐτῷ μοι καλῶς ἔχειν δοκοῦν. οὐκοῦν ὅτε τοῖς εἰδώλοις λελατρευκότα τὸν Ἰσραὴλ, καὶ τοῖς Αἰγυπτίων ἕθεσί τε καὶ νόμοις ἐκτεθραμμένον ἐλευθεροῦν ἐσκέπτετο, καὶ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν μετακομίζειν ἤθελε , μονονουχὶ καὶ καταδονήσας ὁρᾶται τὰ πάντα, τῶν μὲν ὑδάτων εἰς αἷμα μετεσκευασ μένων, οὐρανοῦ δὲ χάλαζαν καθιέντος, τεμνομένης θαλάσσης καὶ πηγνυμένων τῶν ἐν αὐτῇ κυμάτων ἐν εἴδει τειχῶν, οὐρανοῦ τὸ μάννα καταστάζοντος. καί τι τοιοῦτον ὁ ψαλμῳδὸς ὑπεμφαίνει λέγων “ Ὁ Θεὸς ἐν τῷ προπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἕσταξαν.” σεσεῖσθαι δέ φαμεν τὸ τηνικάδε τὴν γῆν, οὐχ ὑπομείνασαν τὸν συνήθη κλόνον, ἀλλ’ ὡς ἐπισήμου γενομένης τῆς ἐξόδου τῶν υἱῶν Ισραὴλ, καὶ λαθούσης οὐδένα τῶν ἐπὶ τῆς γῆς. τοιοῦτόν τινα σεισμὸν πάλιν ἔσεσθαι φησι κατὰ τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, ὡς οὐδενὸς ἀγνοήσειν μέλλοντος τὰ δι’ αὐτῆς κατορθώματα. ἔγνω μὲν γὰρ ὁ οὐρανὸς τὸ μυστήριον, καὶ τούτου μάρτυς ὁ Παῦλος λέγων “ Ἵνα γνωρισθῇ “νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρό- “ θέσιν τῶν αἰώνων ἢν ἐποίησεν ἐν τῷ χριστῷ Ἰησοῦ “ Κυρίῳ ἡμῶν.” ἔγνω δὲ ὁμοίως καὶ ἡ σύμπασα γῆ, καὶ ἡ θάλασσα, τουτέστιν αἱ νῆσοι. τίς γὰρ ὅλως τῆς εἰς τοῦτο γνώσεως ἀμοιρήσας ὁρᾶται ; ποία θάλασσα, ποῖον ἔθνος, ποία μοῖρα τῆς ὑπ’ οὐρανόν ; κεκήρυκται “ τὸ εὐαγ- “ γέλιον εἰς πάντα τὰ ἔθη,” κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ἔτι τοίνυν φησὶν ἄπαξ ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τότε ηξει τα εκλεκτα παντων τῶν ἐθνῶν εθνων πλήσω τὸν οἰκον τοῦτον δόξης. πλεῖστοι γὰρ ὅσοι καὶ ἐκ παντὸς ἔθνους καὶ λαμπροὶ καὶ ἀπόλεκτοι γεγόνασιν οἱ πεπιστευκότες, καὶ ὡς ἐν τάξει λαμπρῶν ἀναθημάτων εἰς τὸν οἶκον τοῦ Θεοῦ συναγηγερμένοι, καὶ δόξαν αὐτῷ διὰ τούτου προσάπτοντες, εὐκλεᾶ τε καὶ ἀοίδιμον ἀποφαίνοντες, καὶ δεδοξασμένοι παρὰ Χριστοῦ. μεμαθήκασι γὰρ προσεύχεσθαί τε καὶ “Καὶ ἕσται ἡ λαμπρότης κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ καὶ πάλιν “ Εὐλογημένοι ἡμεῖς τῷ κυρίῳ, τῷ ποιήσαντι “ οὐρανὸν καὶ τὴν γῆν.” ὅτι δὲ οὐχ ὕλης ἀψύχου δεῖται Θεὸς, ἀλλὰ νοητῆς εὐκοσμίας, ὑπεμφαίνει λέγων Ἐγὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει Κύριος παντοκρἀτωρ. ὅμοιον γὰρ ὡς εἰ λέγοι Μῆ ἀκλεᾶ νομίζετε τὸν ναὸν, ὅτι χρυσοῦ καὶ ἀργύρου καὶ τῆς ἐκ πλούτου λαμπρότητος ἀμοιρήσει τυχόν. οὐ δεδέημαι τῶν τοιούτων· πόθεν ; ἐμὸν γὰρ τὸ πᾶν ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει Κύριος παντοκράτωρ. ζητῶ δὲ μᾶλλον γνησίους προσκυνητὰς, τῇ τοιούτων λαμπρότητι τὸν ἐμὸν καταχρυσώσω ναόν. ὥσπερ γὰρ, ὅτε τῶν κατὰ νόμον θυσιῶν ἐξίστη τὸν Ἰσραὴλ, ἔφασκεν ἀναγκαίως “Οὐ “ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, ούδἐ ἐκ τῶν ποιμνίων “ σου χιμάρους· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ “ κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες·’’ οὕτω κἀνθάδε τὸν ἐξ κόσμον παραιτούμενος, ζητῶν δὲ μᾶλλον τὸν νοητὸν, ἐμὸν φησὶ τὸ άργύριον κα) ἐμὸν τὸ χρυσίον, τουτέστιν Ἀπέχω καὶ πεπλήρωμαι καὶ δεδέημαι τῶν τοιούτων οὐδενός· ἴτω δὲ μᾶλλον ὁ πίστιν ἔχων ὀρθὴν, ὁ τοῖς ἐξ ἀρετῆς αὐχήμασι διαπρέπων, ὁ ἀγάπη τῆ εἰς ἐμὲ κατηγλαϊσ μένος, ὁ καθαρὸς τὴν καρδίαν, ὁ πτωχὸς τῷ πνεύματι, ὁ φιλοικτίρμων καὶ ἀγαθός. συναγηγερμένοι γὰρ οὕτως εἰς ’τον ἐμὸν ναὸν, τουτέστι τὴν κλησίαν, εὐκλεᾶ καὶ περίοπτον ἀποφανοῦσιν αὐτήν.
Διότι μεγάλη ἕσται ἡ δόξα τοῦ οἵκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ, καὶ ἑ τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέΓει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυκῆς εἰς περιποίησιν παντί τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τουτον.
Κατὰ γάρ τοι τὸν καιρὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας εὐκλεέστερος μὲν ἀσυγκρίτως ὁ θεῖος ἐδείχθη ναὸς, ἀμείνων δὲ οὕτω τοῦ πάλαι καὶ ὑπερκείμενος, ὅσῳπερ ἂν οἴοιτό τις διενεγκεῖν καὶ τῆς κατὰ νόμον λατρείας τὴν ἐν Χριστῷ τε καὶ εὐαγγελικῆν, καὶ τῶν ἐν σκιαῖς τὴν ἀλήθειαν. ἄλλως τε· φάναι γὰρ ἤδη κἀκεῖνο χρησίμως οἰήσομαι δεῖν· εἷς ἦν, καὶ ἐν μόνοις τοῖς Ἱεροσολύμοις ὁ πάλαι ναὸς, καὶ ἦν ἔθνος ἓν τὸ ἐξ Ἰσραὴλ τὰς ἐν αὐτῷ θυσίας ἐπιτελοῦν. ἐπειδὴ δὲ γέγονε καθ’ ἡ ἡμᾶς ὁ Μονογενὴς Θεὸς ὢν “ Κύριος “καὶ ἐπέφανεν ἡμῖν, κατὰ τὰς γραφὰς, μεμέστωται λοιπὸν ἡ ὑπ’ οὐρανὸν οἴκων τε ἁγίων καὶ ἀναριθμήτων προσκυνητῶν, οἳ πνευματικαῖς θυσίαις καὶ νοηταῖς εὐωδίαις τὸν τῶν ὅλων καταγεραίρουσι Θεόν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ προφήτου Μαλαχίου προαναφωνούμενον, ὡς ἐκ προσώπου τοῦ Θεοῦ “ Διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει “ κύριος, καὶ τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἕθνεσι, “ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ “ θυσία καθαρά.” οὐκοῦν ἀτρεκὴς ὁ λόγος, ὡς ἕσται μείζων ἡ δόξα τοῦ τελευταίου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας.
Ὅτι δὲ τοῖς πεφροντικόσι τοῦ οἰκοδομεῖν αὐτὴν ξένιον ὥσπερ τι παρὰ τοῦ πατρὸς καὶ δῶρον ἐξ οὐρανοῦ δοθήσεται Χριστὸς, ἡ πάντων εἰρήνη, δι’ οὗ “ τὴν προσαγωγὴν ἐσχήκα- “μὲν ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα,” σαφηνιεῖ λέγων ὅτι δωσω εἰρήνην ἐν τῳ τόπω τούτῳ καὶ εἰρήνην ψυχης εἰς περιποίησιν παντὶ τῷ κατίξοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον· ἔφη γάρ που καὶ αὐτὸς ὁ χριστος “ Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρή- “ νῆν τὴν ἐμὴν ἀφίημι ὑμῖν.” καὶ ὅπως ὀνίνησι τὸ τοὺς ἠγαπηκότας, διδάξει πάλιν ὁ Παῦλος γράφων “ Ἡ “ εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει “ τὰς καρδίας ὑμῶν καὶ τὰ σώματα ὑμῶν.” ἐλιπάρει δέ που καὶ ὁ σοφὸς Ἡσαΐας λέγων " κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην “ δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν.” ὡς τοῖς γε ἠξιωμένοις τὴν Χριστοῦ λαβεῖν εἰρήνην, μετὸν εὐκόλως τὴν ἰδίαν ἀνασῶσαι ψυχὴν καὶ πρὸς κατόρθωσιν ἀρετῆς ἀπευθύναι τὸν νοῦν. οὐκοῦν παντὶ τῷ κτίξοντι δοθήσεσθαί φησιν τὴν φήνην. εἴτε γὰρ Ἐκκλησίαν οἰκοδομεῖ τις, καὶ τέτακται μυσταγωγὸς ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ· εἴτ’ οὖν τὴν ἰδίαν αὐτὸς ὀνίνησι ψυχὴν, ὡς λίθον ζῶντα καὶ πνευματικὸν ἑαυτὸν παριστὰς “ εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον “ Θεοῦ ἐν νεύματι, ὁ τοιοῦτος πάντη τε καὶ πάντως τὸ δύνασθαι τὴν ἰδίαν εὐκόλως ἀνασῶσαι ψυχήν.
Τῇ καὶ καὶ εἰκἀδι τοῦ μηνὀς τοῦ ἐνάτου, ἕτους δευτέρου Δαρείου, ἐγένετο λὀγος Κυρίου πρὀς Ἀγγαῖον τὸν Προφήτην λέγω Τάδε λέγει Κύριος παντοκράτωρ Ἐπερώτησον τοὺς ἰερεῖς νόμον λέΓω Ἐὰν λάβῃ ἅνθρωπος κρἐας ἅγιον ἐν τῷ ἅκρῳ τοῦ ἱματίου αὐτοῦ, καὶ ἄψηται τὸ ἅκρον τοῦ ἱματίου αὐτοῦ ἅρτου ἥ ἐψήματος ἥ οἵνου ἥ ἐλαίου ἥ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπον Οὐχί. καὶ εἶπεν Ἀγγαῖος Ἐὰν ἄψηται μεμιασμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων, εἰ μιανθήσεται, καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπον Μιανθήσεται. καὶ ἀπεκρίθη Ἀγγαῖος καὶ εἶπεν Οὔτως ὁ λαὸς οὖτος, καὶ οὔτως τὸ ἕθνος τοῦτο ἐνώπιόν μου, λἐγει Κύριος, καὶ οὔτως πάντα τὰ ἔργα τῶν Χειρῶν αὐτῶ, καὶ ὄς ἅν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται.
Ἕτερος οὗτος χρηματισμὸς διὰ τοῦ προφήτου πρὸς τὸν Ἰσραὴλ, ἐπ’ αἰτίᾳ δέ φαμεν γεγενῆσθαι τοιαύτῃ. ἔτους μὲν γὰρ ἐνεστηκότος δευτέρου τῆς Δαρείου βασιλείας, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, κατονειδίζοντος Θεοῦ τοὺς ἐκ τῆς αἰχμαλωσίας λελυτρωμένους, καὶ ὄκνον αὐτοῖς ἐγκαλοῦντος, τὸν ἐπί γε φημὶ τὸ δεῖν ἐργάσασθαι τὸν νεὼν, εἰσδεδραμήκασι μόλις, καὶ τῶν εἰς φιλεργίαν ἱδρώτων μετεποιοῦντο λοιπόν. εἶτα τοῦτο δεδρακότας ἐπῄνει Θεὸς, συνέσεσθαί τε σφίσι κατεπηγγέλλετο, καὶ ἐπευλογεῖν αὐτοὺς, καὶ θαρρεῖν ἐκ- ἐλευεν, ὡς ἐφεστηκότος ἐν μέσῳ ἀυτῶν του Πνεύματος. οἱ δὲ οὐδὲν ἧττον ὀκνηροί τε ἦσαν καὶ δυσέργαστοι, καὶ δύο που τάχα μηνῶν διαγεγονότων μόλις, ἀνέπιπτον εἰς ῥᾳθυμίαν, καὶ δεινῶς ἀλύοντες κατεφωρῶντο πάλιν. πρὸς γάρ τοι τὰ τῆς ἐμπορίας ἔργα δεινῶς καὶ ἐκτόπως ἀπονενευκότες, καὶ ἀκρατῶς ἔχοντες εἰς φιλοκερδείας, εἰσεδέχοντο τὴν ἀκηδίαν, ὡς οὐκ ἐξὸν αὐτοῖς ὡς ἐν εὐρείᾳ σχολῇ τῶν εἰς ἐμπορίαν ἔχεσθαι φροντισμάτων· εἶτα θυσίας προσάγοντες, ἀρκέσειν ἔφασκον τὸ χρῆμα αὐτοῖς εἰς τὸ ἁγιάζεσθαι δεῖν, κἂν εἰ μήπω γένοιτο τυχὸν ὁ θεῖος νεώς. προστάττεται τοίνυν ὁ Προφήτης εὐφυέσιν ἐλέγχοις κατατιτρώσκειν αὐτοὺς καὶ διδάσκειν, ὅτι κἂν εἰ ἕλοιντο πληροῦν εὐχὰς καὶ θυσίας, ῥᾴθυμοι δὲ ὄντες ἁλίσκοιντο περὶ τὸ χρῆναι πληροῦν τὸν οἶκον τοῦ Θεοῦ, οὐκ εἰς ὄνησιν ἔσται μᾶλλον αὐτοῖς, ἀλλ’ εἰς ὀργήν τε καὶ κρῖμα τὸ μὴ ἐν καιρῷ βούλεσθαι βουθυτεῖν, καὶ τῷ θείῳ προσιέναι θυσιαστηρίῳ· διατρανοῖ δὲ πρὸς τούτοις, ὅτι τῶν προκειμένων αὐτοῖς ἐμποριῶν ἕνεκα, πονηροῖς καὶ ἀλλογενέσιν ἀνδράσιν ἀναμιγνύμενοι, πάντως ’δε που καὶ εἰδωλολάτραις, ἐσχάτως καταμιαίνονται. νομικωτάτη δὲ λίαν ἡ ἐρώτησις καὶ δυσερμήνευτος μέν· πλὴν, ὡς ἔνι, σαφηνιῶ, δι’ ὧν ἂν δύνωμαι λόγων παριστὰς τὸ δηλούμενον.
Ἐρωτᾷ τοίνυν ὁ προφήτης τοὺς ἱερέας νόμον· γέγραπται γάρ “ Οτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον “ σουσιν ἐκ στόματος αὐτοῦ.” καὶ τίς ἢ ἐρώτησις ; Ἐὰν λίβῃ ανθρωπ ος κρεας ἄγιον ἐν τῳ ακρῳ του ἰματιου αῦτου καὶ αψηται το ακρον του ιματιου αυτου αρτου η εψηματος η ὄνου η ελαὶου ἢ παντὸς βρώματος, εἰ ἀγιασθησεται ; καὶ ἀπεκρίθησαν οἱ ἱερῖς καὶ εἶπον Οὔ. καὶ κρέας μὲν ἄγιόν φησι τὸ ἀπὸ ζῴου ληφθὲν προσενηνεγμένου πρὸς ἱερουργίαν τῷ Θεῷ· πλὴν ἐκεῖνο βούλεται διδάσκειν αὐτούς· οἱ ἱερεῖς ἔσθ’ ὅτε τὰς κατὰ νόμον τελοῦντες θυσίας, ἥπτοντο καὶ διὰ τῶν ἐσθημάτων τῶν μελλόντων καπνίζεσθαι κρεῶν. ἆρ’ οὖν, φησὶν, ἐὰν ἐσθὴς ἱερὰ ἡγιασμένη τυχὸν διὰ κρέως ἀγίου ἅψηταί τινος ἑτέρου, τοῦ μὴ προσενηνεγμένου τῷ Θεῷ, ἆρ’ ἔσται κἀκεῖνο ἄγιον ; ἀπέφησαν τοῦτο κατὰ νόμον οἱ ἱερεῖς. οὐκοῦν· ὡς ἐκ παραδείγματος δείγματος ἴωμεν ἐπὶ τὸ ἀληθέστερον· ἆρ᾿ ὁ προσάγων εἰ παροτρύνοι Θεὸν καθ’ ἑτέρους τρόπους, ἁγιασθήσεται παρ’ αὐτῆς ; οὐδαμῶς, κατακρίνεται δὲ μᾶλλον, ὡς οὔπω μὲν ἀποκαθηράμενος, προσαγαγὼν δὲ θυσίαν. ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἄκουε τί φησιν ὁ νομοθέτης ἐν τῷ Λευιτικῷ “ Καὶ “ κρέα ὃ ἂν ἅψηται παντὸς ἀκαθάρτου, οὐ βρωθήσεται, ἐν “ πυρὶ κατακαυθήσεται. πᾶς καθαρὸς φάγεται κρέα, ἡ δὲ “ ψυχὴ, ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας “ σωτηρίου, ὅ ἐστι τῷ κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ “ αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. καὶ “ ἡ ψυχὴ ἣ ἃν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἣ ἀπὸ “ ἀκαθαρσίας ἀνθρώπου ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτων “ ἣ παντὸς βδελύγματος ἀκαθάρτου, καὶ φάγῃ ἀπὸ τῶν “ κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστι τῷ κυρίῳ, “ λεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.” ὁρᾷς ἀνόνητον, μᾶλλον δὲ καὶ ὀργῆς καὶ θανάτου πρόξενον ἀναπονίπτοις χερσὶ προσάγειν θυσίας. ὥσπερ οὖν τὰ τῶν ἱερέων ἐσθήματα, καίτοι καθηγιασμένα διὰ τῶν κρεῶν τῆς θυσίας οὐκ ἂν ἁγιάσαι τι τῶν προσψαυόντων αὐτοῖς· οὕτω, φησιν, οὐκ ἂν ἁγίους ἀποτελέσῃ τὸ καταθύειν Θεῶ τοὺς καθ’ ἕτερον τρόπον λυπεῖν ᾑρημένους, καὶ ἀπρακτεῖν ἐθέλοντας περί τὸ ἁνδάνον Θεῶ.
Ὅτι δὲ, ὡς ἔφην, τῶν ἐμποριῶν ἕνεκα, καὶ τῶν ἐκ ταύτης λημμάτων, βεβήλοις ἀνδράσιν ἀναμιγνύμενοι ἐν μεθέξει πάντως καὶ αὐτοὶ τῆς ἐκείνων ἔσονται βδελυρίας, διὰ τῆς ἑτέρας ἐπερωτήσεως καθίστησιν ἐναργές· ἔφη γὰρ πάλιν Ἐὰν ἄψηται μεμιασμένος ἐπὶ ψηχῇ ἀπὸ παντὸς τούτων, εἰ μαιανθήσεται; καὶ ἀπεκριθησαν οἱ ἱερεῖς καὶ εἶπον Μιανθήσεται. προστέταχε μὲν γὰρ ὁ διὰ Μωυσέως νόμος τοῖς ἡγιασμένοις νεκροῦ σώματος μὴ ἀποθιγεῖν, μήτε μὴν ἀνθρώποις τεθνεῶσιν ἐπιφοιτᾶν. καὶ γοῦν ἔφη δεῖν μὴ καταμιαίνεσθαι τοὺς ἱερουργοὺς εἰ μὴ ἐπὶ μόνοις πατρὶ καὶ μητρὶ καὶ ἀδελφοῖς, τὸν ’δε γε τῶν ἱερῶν ταγμάτων προεστηκότα τε καὶ προὔχοντα μηδὲ ἐπὶ τούτοις ὅλως. αἴνιγμα δὲ τὸ κεκελευσμένον ἦν· σκιὰ γὰρ ὁ νόμος· ὁ γάρ τοι νεκρὸς νεκρῶν ἔργων καὶ ἀκαθαρσίας κοσμικῆς τύπος ἂν εἴη πάλιν. δεῖ δὲ οἶμαι τοὺς ἱεράν τε καὶ πάναγνον ἐπησκηκότας ζωὴν, νεκρῶν ἔργων ἀπονοσφίζεσθαι καὶ σαπρίας κοσμικῆς ἀπανίστασθαι φιλεῖν. ἀλλ’ εἰ συνέβη τὸ τηνικάδε ἐπιφοιτήσαντα νεκρῷ τινος τῶν ἄλλων ἀποθίγειν, ἢ ἀνθρώπου τυχὸν, ἤγουν ἐδέσματος, τοῦτο πάντως ἦν κατὰ νόμον ἐν μολυσμῷ. ἐρωτᾷ δὴ οὖν ὁ Προφήτης, εἰ ὅταν τις νεκροῦ σώματος ἁψάμενος, εἶτα μεμενηκὼς ἀναπόνιπτος ἑτέρου τινὸς ἅψαιτο τυχὸν, εἰ πάντη τε καὶ πάντως αὐτὸν καταμιαίνῃ. τῶν δὲ εἰρηκότων τό Μιανεῖ· λοιπὸν ἐπιφέρει Θεός Οὔτως ὁ λαὸς οὖτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιόν μου λέγει Κύριος, καὶ οὕτω πάντα τὰ ἕργα τῶν χειρῶν αὐτῶν λέγει Κύριος, καὶ ὃς ἃν ἐγγίσῃ ἔκει, μιανθησεται. ἐπειδὴ γὰρ νεκρῶν ἔργων ἅπτεται, φησὶν, οὐχὶ μεμίανται μόνον αὐτὸς, ἀλλὰ γὰρ πρὸς τοῦτο ἥκει φαυλότητος, ὡς ἐπιτηδείως ἔχειν εἴς γε τὸ δύνασθαι καὶ μάλα νεανικῶς καταμιαίνειν ἑτέρους.
Ἐπιμελητέον δὴ οὖν ἕργων ἀγαθῶν, καὶ πληροῦν σπουδάξωμεν δάζωμεν τὸ ὅτι μάλιστα φίλον ἀληθῶς τῷ Θεῷ, θύωμέν τε οὕτω πνευματικῶς. τότε γὰρ προσδέξεται, καὶ οὐκ εἰς κατάκριμα τὴν εὐχὴν, ἕξομεν δὲ μᾶλλον εἰς ὄνησίν τε καὶ εὐλογίαν· ἀποσειώμεθα δὲ καὶ νεκρὰς ἐπιθυμίας, καὶ οἷον ἀψύχους ἡδονὰς καὶ ἀκαθαρσίαν κοσμικήν. κεκαθαρμένοις γὰρ οὕτω καὶ ἡγιασμένοις συνέσται Θεός.
Ἕνεκεν τῶ λημμάτων αὐτῶι τῶι ὀρθρινῶν ὀδυνηθήγονται ἀπὸ προσώπου πονηριῶν αὐτῶ, κὼ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας.
Ταῦτά φασι μήτε τὴν Ἑβραίων ἔκδοσιν, μήτε μὴν τοὺς ἐτέρους ἑρμηνευτὰς ἢ εἰπεῖν ἢ εἰδέναι. πλὴν συμβαίνουσαν ἔχοντα διαφαίνεται τοῖς προλαβοῦσι τὴν ἔννοιαν. ἐπειδὴ γὰρ, ὡς ἔφην, ἀνεπτόηντο λίαν εἰς φιλοκερδείας καὶ πλεονασμούς· πρόφασις δὲ αὕτη τῆς ῥᾳθυμίας αὐτοῖς ἀνεδείκνυτο, καίτοι τὸν θεῖον ἀναδείμασθαι ναὸν ἐπιτεταγμένοις· αἰτιᾶται λοιπὸν ἀναγκαίως ἐπὶ τούτοις αὐτούς. ὀρθρινὰ δὲ λήμματά φησι διά τοι τὸ ἐφ’ ἑτέρῳ μηδενὶ τὰς ἐν ὄρθρῳ προόδους τε καὶ σπουδὰς ἑωθινὰς, πλὴν ὅτι τούτου γε ἕνεκα καὶ μόνου, τοῦ λημμάτων ἐφίεσθαι λέγω. καὶ ὕπερ γε τούτων ὀδυνηθήσεσθαί φησιν αὐτοὺς, μηδὲ εἰς πέρας αὐτοῖς τὸ πόθου μένον ἐξιόντος τοῦ σκοποῦ. Θεοῦ γὰρ οὐ κατευθύνοντος, νοντος, καὶ τὴν τῶν πρακτέων ἡμῖν οὐ καταλεαίνοντος ὁδὸν, εἰκαία που πάντως καὶ ἀνόνητος ἡ ἐφ’ ὁτῳοῦν ἀνθρώπου σπουδή. γέγραπται γὰρ ὅτι “ Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ “ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν.“ προτετιμηκότες δὴ οὖν τοῦ τὸν θεῖον ἐγείρειν ναὸν τὰ ὡς ἐν ὄρθρῳ τε καὶ ὑπὸ τὴν ἕω λημματα, καὶ τῶν ἀμεινόνων τὰ αἰσχίω προτάττοντες, ἕτερόν τι πρὸς τούτῳ δεινὸν προσαῤῥωστοῦντες ἡλίσκοντο. μεμισήκασι γὰρ τοὺς ελέγχοντας ἐν πύλαις. τὸ δὲ ἐν πύλαις νοήσεις, ἀντὶ τοῦ, ἐναργῶς. ἀνθ᾿ ὅτου δὲ μεμισήκασι; τοῖς γὰρ ἅπαξ κεκρατημένοις ὑφ᾿ ἡδονῶν πονηρῶν, καὶ ἀχαλίνως ὠλισθηκόσιν ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἃ μὴ θέμις, οὐδ᾿ ἂν εἶεν ἡδεῖς οἱ ἐπανορθοῦν ἰσχύοντες, φορτικοὶ δὲ μᾶλλον καὶ κατεστυγημένοι· καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων καταλογισθεῖεν ἄν;
Πάνδεινον τοίνυν ἀῤῥώστημα νοῦ, τὸ καὶ προσκεκλίσθαι τοῖς φαύλοις, καὶ τοὺς ὠφελεῖν εἰδότας καταμυσάττεσθαι, καὶ νοσεῖν ὡς ἥδιστα τὸ συμβὰν, κἂν εἴ τι τῶν ἄγαν ἐκτόπων ὑπάρχον ὁρῷτο. ἄμεινον δὲ καὶ σοφὸν ἀποκρούεσθαι μὲν γενικῶς τὰ εἰς ψυχὴν ἕσω καὶ νοῦν εἰσχεόμενα βλάβη. εἰ δὲ δή που τι συμβαίη παθεῖν, ζητεῖν μὲν ᾗ τάχος τοὺς ἰατροὺς, καὶ τοὺς ἐλέγχοντας ἀγαπᾶν, προκυλινδεῖσθαι δὲ ὥσπερ Θεοῦ λέγοντας “ Ἴασαί με κύριε, καὶ ἰαθήσομαι, σῶσόν με “ καὶ σωθήσομαι· ὅτι τὸ καύχημά μου σὺ εἶ.”
Καὶ νῦν θέσθε δἠ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἠμέρας ταύτης Καὶ ὐπεράνω, πρὸ του Θεῖαι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου, τίνες. ἦτε, ὄτε ἐνεβάλλετε εὀς κυωέλην κριθῆς εἴκοσι σάτα καὶ ἐγίνετο δέκα σάτα κριθῆς, καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαιξ πεντήκοντα μετρητὰς, καὶ ἐφίνετο εἴκοσι; ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πατὰ τὰ ἔργα τῶι χειρῶν ὑμῶ, κω οὐκ ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.
Ἐξ ἀναγκαίων αὐτοὺς ἀναπείθει λογισμῶν, ὅτι πεπράχασι δεξιῶς, οἰκοδομεῖν ᾑρημένοι τὸν θεῖον ναὸν, καὶ εἰσὶν ἀμείνους νους ἢ πάλαι, τῆς εἰς τοῦτο σπουδῆς ἁψάμενοι. κατανοήσατε γὰρ, φησὶ, καὶ ἀναμνήσθητε, τίνες ἦτε, τουτέστιν, ὅπως τε καὶ τίνα τρόπον διέκεισθε, πρὶν ἐπιθεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου. τότε μὲν γὰρ, φησὶ, συναγηγερμένα μόλις ἱδρῶσι μακροῖς τὰ ἐξ ἀγρῶν τε καὶ ἅλω, κριθῆς εἴκοσι σάτα· μέτρον δὲ οἶμαι τὸ σάτον· ἐναπετίθεσθε κυψέλῃ· εἶδος δ’ ἃν νοοῖτο καὶ τοῦτο καρπῶν ἀποθήκης· καὶ ἐγινετο κριθης δέκα σάτα, σητὸς δηλονότι δαπανῶντός που τάχα καὶ εἰς χοῦν ἀπολεπτύνοντος τοὺς καρποὺς ἐκ θείας ὀργῆς. εἰ δὲ δὴ καὶ εἰς ληνὸν ἀφίκετό τις, πεντήκοντα μετρητὰς ἀρυσόμενός τε καὶ μεταγγιῶν, ἐν ἀδοκήτῳ μειώσει τὸ μέτρον εὑρὼν, κατετεθήπει λοιπόν. ἐπατάχθητε δὴ, φησὶ, καὶ ἑτέραις πληγαῖς, ἀφορίαις, ἀνεμοφθορίαις, χαλάζαις· καὶ πάλιν ἦτε σκληροί. οὐ γὰρ ἐπεστρέψατε πρὸς μὲ, φησί.
Τί οὖν ἐντεῦθεν εἰσόμεθα; πρόδηλον ὅτι τοῖς οὐκ ἐθέλουσιν λουσιν οἰκοδομεῖν τὸν οἶκον κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, ἤγουν τὰς ἰδίας ψυχὰς εἰς ναὸν ἀποφαίνειν Θεοῦ κατωκνηκόσιν ἐκτόπως, καὶ τὰ ἤδη πορισθέντα τῶν ἀγαθῶν οἰχήσεται πρὸς οὐδὲν, προσέσται δὲ πάντως καὶ τὰ ἐκ τῶν ἀκαθάρτων πνευμάτων βλάβη, ἀκαρπίαι τε καὶ κάλαζαι, τουτέστιν, ἀφόρητοι ρητοι πειρασμῶν ἐπιφοραὶ πρὸς πᾶν ὁτιοῦν κατασείουσαι τῶν κακῶν, καὶ τὰ ἐκ θείας ὀργῆς συμβήσεται.
Τάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπό τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα, ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς, καὶ ἀπὸ τῆς ἡμέρας ἧς ἐθεμελιώθη ὁ ναὸς Κθρίου· θέσθε ταῖς καρδίαις ὑμῶν, εἰ ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω, καὶ ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥοὰ καὶ τὰ εύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπὸν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.
Προαναπείσας εὖ μάλα διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων, ὡς ἀφιλεργεῖν ᾑρημένοις περὶ τὸν θεῖον ναὸν πλείστη τις ὅση συμβέβηκε τῶν ἀνιαρῶν ἡ ἔφοδος, ἐκ τοῦ κατευφραίνειν εἰδότος πληροφορηθήσεσθαί φησιν, ὅτι τῆς εἰς τὰ αὐτῷ δοκοῦντα σπουδῆς καρπὸν ἕξουσι τὴν εὐημερίαν, καὶ μισθὸν ἐπιεικείας τῆς εἰς τὸν οἶκον αὐτοῦ, τὸ ἐν παντὶ δὴ πάντως κατευρύνεσθαι καλῷ. ὑπισχνεῖται δὲ ὅτι μάλιστα χορηγήσειν αὐτοῖς τὴν ἐξ ἀγρῶν εὐκαρπίαν, ὡς ἀπιστίας ἐγγὺς γενέσθαι τὸ χρῆμα, καὶ ὑπὲρ ἐλπίδα πολλὴν τοὺς ἀπὸ τῆς ἅλω διαφαίνεσθαι σωροὺς, καὶ ξύλων δὲ τῶν ἐν κήποις ἀνιεμένων ὡς εὔβοτρυν μὲν ὁρᾶσθαι τὴν ἄμπελον, συκῆν τε, καὶ ῥοὰν, καὶ ἁπαξαπλῶς πλουσίως αὐτοῖς ἐκτεθηλέναι τὰ ἐξ ὡρῶν, καὶ μὴν καὶ ἐλαίας ἐν ἀδοκήτῳ πλεονασμῷ τὸν οἰκεῖον αὐτοῖς ἐκδούσης καρπὸν, διάτοι τὸ εὐλογεῖσθαι παρὰ Θεοῦ.
Ὥσπερ γὰρ τοῖς κατοκνεῖν ᾑρημένοις τὴν Ἐκκλησίαν οἰκοδομεῖν, ἤγουν ἑαυτοὺς εἰς ναὸν ἅγιον παραστῆσαι Χριστῷ. πάντα καταρρεῖ πρὸς τὸ χεῖρον· καὶ μὴν καὶ τὸ εἶναι πάντως ἐν πειρασμοῖς καὶ νοηταῖς ἀκαρπίαις ὁρᾶται συμβαῖνον· οὕτω καὶ τὸ ἔμπαλιν ἀληθὲς, τοῖς οἰκοδομεῖν ἐθέλουσι καὶ τὸν τῆς ἐπιεικείας ἱδρῶτα τετιμηκόσι, δοθήσεται παρὰ Θεοῦ τὸ ἐν παντὶ δὴ πάντως ὁρᾶσθαι καλῷ, καὶ ταῖς εἰς νοῦν εὐκαρπίαις καταπιαίνεσθαι, καὶ οἷον ἐκτεθηλότα διαφόροις ἀρετῶν αὐχήμασι κῆπον ἔχειν τὸν ἐσωτάτω, μόνον δὲ οὐχὶ καὶ τοῖς ὡρίμοις κατάκομον, ὡς καὶ δύνασθαι λοιπὸν ἐκ παρρησίας ἀνακραγεῖν τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “ καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω “ καρπὸν ἀκροδρύων αὐτοῦ.’’ τροφὴ γὰρ ὥσπερ Θεῷ τὰ ἐξ ἀρετῶν βλάστη μάτα, καὶ τῆς εἰς νοῦν εὐκαρπίας ἡ χάρις.
Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς ’Αγγαῖον τὸν Προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέΓω Εἰπὸν πρὸς Ζοροβάβελ τὸν του Σαλαθιὴλ ἐκ φυλῆς ’Ιούδα λέΓω Ἔτι ἅπαξ ἐΓὼ σείω τὸν οὐρανὸν καὶ τὴν γην καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν, καὶ καταστρέψω θρόνους βασιλέων, καὶ ἐξολοθρεύσω δύναμιν βασιλέων ἐθνῶν, καὶ καταστρέψω ἄρματα καὶ ἀναβάτας, καὶ ἀναβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν, ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸv ἀδελρὸν αὐτοῦ.
Ἐκ τῶν μερικῶν ἀεί πὼς ὁ λόγος ἡμῖν ὁ προφητικὸς, καὶ ἐκ τῶν ἐν χερσὶ πραγμάτων ἐπὶ τὰ καθόλου καὶ γενικώτατα ποιεῖται τὴν ἐκδρομήν. εἰ γάρ που περὶ λυτρώσεως τῆς τινων ποιοῖτο τὴν μνήμην, ἀποφοιτᾷ πολλάκις ἐπὶ τὴν διὰ Χριστοῦ. τοιοῦτόν τι καὶ νῦν ὁ προφητικὸς ἡμῖν ὑποφαίνει λόγος· ἐπενήνεκται γὰρ ἀναγκαίως τοῖς ἤδη προειρημένοις καὶ τάδε, μυστηρίου τοῦ κατὰ Χριστὸν ὡς ἐν αἰνίγμασί τε καὶ σκιαῖς ἔτι λεπτῶς εἰσκομίζοντα τὴν ἀνάρρησιν. ἀποστέλλεται γὰρ ὁ Προφήτης πρὸς τὸν ἐκ φυλῆς Ἰούδα Ζοροβάβελ, ἐρῶν ὅτι σεισθήσεται μὲν ὁ οὐρανος καὶ ἡ γῆ καὶ μὴν καὶ ἡ θάλασσα καὶ ἡ ξηρὰ, καθαιρεθήσονται δὲ καὶ οἱ βασιλέων θρόνοι. καὶ ὁ μὲν σοφώτατος Παῦλος ταῖς τῶν προκειμένων θεωρίαις προσβαλὼν, τὸ σεισθησεταί φησιν ἐκεῖνο δηλοῦν, ὅτι τῶν σαλευομένων ἔσται μετάθεσις, “ἵνα “μείνῃ τὰ μὴ σαλευόμενα.” ἀλλ’ ἔδει ταῦτα τελεῖσθαι διὰ Χριστοῦ, πάντα γὰρ ἐν αὐτῷ καινὰ καὶ “τὰ ἀρχαῖα παρῆλθε,” τὰ μεθύοντά τε καὶ σαλευόμενα, γέγονε δὲ καινὰ τὰ δι’ αὐτοῦ, δηλονότι τὰ βεβηκότα τε καὶ ἐρηρεισμένα καὶ μένοντα. ὅρα τοίνυν τοῦ λόγου τὴν οἰκονομίαν· ἀξιάγαστον γὰρ αὐτοῖς εὐκαρπίαν ἐπαγγειλάμενος, καὶ πάντα παρέξειν εἰπὼν πλουσίως τὰ εἰς εὐθυμίαν καὶ τρυφὴν, εἰσκεκόμικεν εὐθὺς τὸν τῆς ἀληθοῦς εὐκαρπίας καιρὸν, δῆλον δὲ ὅτι τῆς πνευματικῆς καὶ τῆς ἄνωθεν εὐλογίας τὴν ἀμφιλαφῆ χορηγίαν. ἔσεισα μὲν γὰρ, φησὶ, τὴν ὑπ’ οὐρανὸν, ὅτε τὸν Ἰσραὴλ ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· πλὴν σείσω καὶ ἔτι, τουτέστιν, ἐπίσημόν τι καὶ διαβόητον τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐργάσομαι πάλιν, μονονουχὶ κατασείων τὰ πάντα.
Kαὶ θρόνους μὲν βασιλέων καθελῶ, καὶ πᾶσαν αὐτῶν ἀφανιῶ τὴν δυναμιν, καὶ οἷόν τινας ἱππέας ὅλης καταθέοντας τῆς ὑπ’ οὐρανὸν τῆς κατὰ πάντων πλεονεξίας ἐκβαλῶ, ἐγερῶ γεμὴν ἑτέρους ἱππέας, ἤτοι πολεμιστὰς, ῥομφαίαν σπωμένους κατὰ γένους καὶ ἀδελφῶν. ἔοικε δὲ διὰ τούτων ὑποφαίνειν ἡμῖν τὰς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος καθῃρημένας πονηράς τε καὶ ἀντικειμένας δυνάμεις, ἀρχάς τε καὶ ἐξουσίας ἃς τεθριάμβευκε τῶ ἰδίω σταυρῷ, καὶ τῆς κατὰ πάντων πλεονεξίας ἐκβαλὼν ἐπήμυνε τοῖς ἠδικημένοις, ἡμῖν δηλον- ὅτι. καὶ γοῦν ἡ ἁγία καὶ ἄμωμος παρθένος ἔτι κυοφοροῦσα Χριστὸν, ἅτε δὴ καὶ Ἁγίου Πνεύματος ἀνάπλεων φέρουσα τὸν νοῦν, προανακεκράγει τὰ τοιάδε λέγουσα “Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον καὶ ἠγαλλίασε τὸ “πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. καὶ μεθ’ ἕτερα πάλιν “καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτὸν ἐποίησε κράτος “ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρ- “δίας αὐτῶν· καθεῖλε δυνάστας ἄπο θρόνων καὶ ὕψωσε “ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας “ἐξαπέστειλε κενούς. ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ “μνησθῆναι ἐλέους καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν “τῷ ῾Αβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
Οὐκοῦν καθῄρηνται μὲν οἱ δυνάσται, καὶ πεπτώκασιν ἐξ ἰδίων θρόνων. πλὴν οὐ μέχρι τούτων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ κατορθώματα· ἀλλὰ γὰρ ἐγήγερταί τις ἱππέων ἑσμὸς, ἄνδρες μαχηταὶ καὶ ἐμπειροπόλεμοι καὶ στρατηγεῖν εἰδότες, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις ἀντεξάγοντες γενικῶς. εἶεν δ’ ἂν οὗτοι πάλιν οἱ θεσπέσιοι μαθηταὶ, οἳ τὴν τοῦ Πνεύματος μάχαιραν νοητῶς ἐσπασμένοι· τουτέστι, τῆς μυσταγωγίας τὸν λόγον, τὸν ζῶντά τε καὶ ἐνεργῆ καὶ τομώτατον· ἐχώρουν κατὰ παντὸς ἀνθρώπου καὶ κατὰ γένους καὶ κατὰ ἀδελφῶν, οὐ πλήττοντες τὰ εἰς θάνατον, ἀναιροῦντες δὲ μᾶλλον τὴν ἐν αὐτοῖς ἀμαθίαν, καὶ οἷον νεκροῦντες τῷ κόσμῳ, καὶ ἐκτεθνάναι ταῖς ἁμαρτίαις παρασκευάζοντες, ἵνα ζήσειαν τῷ Θεῷ, τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἠγαπηκότες ζωὴν, δῆλον δὲ ὅτι τὴν εὐαγγελικήν. ὅτι δὲ ἔμελλον τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα καὶ υἱοὶ πατράσιν ἀντιτετάξεσθαι, καὶ μὴν μητράσι θυγατέρες, καὶ ἀδελφοῖς ἀδελφοὶ, πῶς ἔστιν ἀμφιβαλεῖν; τοῦ Σωτῆρος λέγοντος ἐναργῶς “Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν “γῆν, οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν· ἦλθον “γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυ- “γατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς “πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ “τοῦ.’’ ἐχθροὶ μὲν οὖν καθὸ καὶ ἑτερόφρονες· φίλοι δὲ καὶ οὐκ εἰς μακρὰν, ὡς ἐν ὁμοψυχίᾳ πίστεως καὶ ὡς ἐν ἑνότητι Πνεύματος καὶ ἀγάπης τῆς ἐν Χριστῷ.
᾿Εν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Οὐ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σε ᾐρετίσαμην, Κύριος παντοκράτωρ.
Οὐ πρὸς Ζοροβάβελ ἀληθῶς ὁ τοιόσδε λόγος, γέγονε δὲ μᾶλλον ὡς πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς ἔν γε τῷ Ζοροβάβελ εὖ μάλα γραφόμενον· ὅτι καὶ ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ βασιλεὺς, καὶ τῶν τῆς αἰχμαλωσίας λελυτρωμένων ἡγούμενος, καὶ οἷον ἐπιστάτης τῶν οἰκοδομούντων τὸν οἶκον κυρίου. σὲ τοίνυν, φησὶ, λαβὼν τὸν δοῦλόν μου· τουτέστι τὸν ἐν δούλου μορφῇ πεφηνότα, πλὴν κατὰ φύσιν ἐλεύθερον· κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἃν ἑλοίμην καθελεῖν δυνάστας ἀπὸ θρόνων καὶ ἐκβαλεῖν ἀρχὰς, ὡς σφραγῖδα θήσομαι. σφραγὶς γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅλην αὐτοῦ καὶ ἀκραιφνῆ τὴν ὁμοίωσιν ἔχων, καὶ ἐν ἰδίῳ κάλλει τὴν τοῦ γεννήσαντος ἀπαστράπτων φύσιν. ἐν αὐτῷ δὲ καὶ ἡμᾶς εἰς ὁμοίωσιν ἰδίαν κατασφραγίζει Θεός· εἴπερ εἰς Χριστὸν μορφούμενοι, τὴν ὡς πρὸς Θεὸν εἰκόνα κερδαίνομεν. σήμαντρον οὖν ἄρα τὸ ἀκριβὲς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, καὶ αὐτὸν ᾑρετίσατο, τοῦτ’ ἐστιν, αἱρετὸν ἐποιήσατο καὶ ἐξειλεγμένον. καὶ γοῦν ἐπὶ τοῖς Ἰορδάνου νάμασιν αὐτὸν ὡμολόγει, λέγων “Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.” εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀναστοιχειῶσαι τὰ πάντα, καὶ ἀναγαγεῖν εἰς τὸ ἀπ’ ἀρχῆς, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, “ἆνα- “κεφαλαιώσασθαι τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς “γῆς ἐν Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas edited by Philip Edward Pusey (Oxford, Clarendon: 1868)), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.
Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0) . You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.