Eclogae propheticae (Greek)
The Greek text of Eclogae propheticae. This page has 2 section groups and about 4,990 words. Each row carries its standard reference.
»Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ«, ὁ Δανιὴλ λέγει, ὁμοδοξῶν τῷ Ἐνὼχ τῷ εἰρηκότι· »καὶ εἶδον τὰς ὕλας πάσας.« ἄβυσσος γὰρ τὸ ἀπεράτωτον κατὰ τὴν ἰδίαν ὑπόστασιν, περαιούμενον δὲ τῇ δυνάμει τοῦ θεοῦ. αἱ τοίνυν οὐσίαι ὑλικαί. ἀφ᾿ ὧν τὰ ἐπὶ μέρους γένη καὶ τὰ τούτων εἴδη γίνεται. ἄβυσσοι εἴρηνται· ἐπεὶ μόνον τὸ ὕδωρ οὐκ ἂν εἶπεν ἄβυσσον. καίτοι καὶ ὕδωρ ἄβυσσος ἢ ὕλη ἀλληγορεῖται.
»Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«. τὰ γήινα καὶ τὰ οὐράνια. ὅτι δὲ τοῦτο ἀληθές, εἶπεν ὁ κύριος πρὸς Ὠσηέ· »βάδιζε, λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου.« οὐ γὰρ τὸ στοιχεῖον λέγει, ἀλλὰ τοὺς ἐπὶ τῷ στοιχείῳ, τοὺς γηγενὲς φρόνημα ἔχοντας.
Δι᾿ Ὠσηὲ τὸ πνεῦμα »ἐγὼ δὲ παιδευτὴς ὑμῶν« φησί· »σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνοὺς κυρίου, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν.« καὶ μή τι αὐτὸ τὸ βάπτισμα ἀναγεννήσεως ὑπάρχον σημεῖον τῆς ὕλης ἐστὶν ἔκβασις διὰ τῆς τοῦ σωτῆρος διδασκαλίας, μεγάλου καὶ σφοδροῦ ῥεύματος ἀεὶ φερομένου καὶ παραφέροντος ἡμᾶς. ἐξάγων οὖν τῆς ἀταξίας ἡμᾶς ὁ κύριος φωτίζει, εἰς τὸ φῶς ἄγων τὸ ἄσκιον καὶ οὐκέτι ὑλικόν.
Τοῦτον τὸν ποταμὸν τῆς ὕλης καὶ τὴν θάλασσαν διέκοψαν καὶ διέστησαν δυνάμει κυρίου προφῆται δύο, περατουμένης τῆς ὕλης καθ᾿ ἑκάτερον διάστημα ὕδατος βουλήσει τοῦ θεοῦ· διυπηρέτουν καθαροὶ στρατηγοὶ ἄμφω, δι᾿ ὧν ἐπιστεύθη τὰ σημεῖα, ἵνα δὴ ὁ δίκαιος ἐκ τῆς ὕλης γένηται, δι᾿ αὐτῆς ὁδεύσας τὰ πρῶτα. θατέρῳ μέν γε τῶν στρατηγῶν καὶ τοὔνομα τοῦ σωτῆρος ἡμῶν ἐπεβέβλητο.
Αὐτίκα δι᾿ »ὕδατος καὶ πνεύματος« ἡ ἀναγέννησις, καθάπερ καὶ ἡ πᾶσα γένεσις. »πνεῦμα γὰρ θεοῦ ἐπεφέρετο τῇ ἀβύσσῳ.« καὶ διὰ τοῦτο ὁ σωτὴρ ἐβαπτίσατο μὴ χρῄζων αὐτός, ἵνα τοῖς ἀναγεννωμένοις τὸ πᾶν ὕδωρ ἁγιάσῃ. ταύτῃ τοι οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν καθαιρόμεθα. σημεῖον γοῦν τοῦ καὶ τὰ ἀόρατα ἡμῶν ἁγιάζεσθαι τὸ καὶ πνεύματα ἀκάθαρτα συμπεπλεγμένα τῇ ψυχῇ διυλίζεσθαι ἀπὸ τῆς γενέσεως τῆς καινῆς τε καὶ πνευματικῆς.
»Ὕδωρ ἐπάνω τοῦ οὐρανοῦ«· ἐπεὶ τὸ βάπτισμα γίνεται δι᾿ »ὕδατος καὶ πνεύματος«, ἀλεξητήριον ὂν πυρὸς τοῦ δισσοῦ, τοῦ τε τῶν ἀοράτων ἁπτομένου καὶ τοῦ τῶν ὁρατῶν, ἀνάγκη καὶ τοῦ ὕδατος τὸ μέν τι νοητόν, τὸ δὲ αἰσθητὸν ὑπάρχειν, ἀλεξητήριον τῆς διπλόης τοῦ πυρός· καὶ τὸ μὲν ἐπίγειον ὕδωρ τὸ σῶμα ἀπορρύπτει, τὸ δὲ ἐπουράνιον ὕδωρ διὰ τὸ εἶναι νοητὸν καὶ ἀόρατον πνεῦμα ἀλληγορεῖται ἅγιον, τῶν ἀοράτων καθαρτικόν, οἷον τοῦ πνεύματος ὕδωρ ὥσπερ ἐκεῖνο τοῦ σώματος.
Ἤδη δὲ οἱ ἐν σαθρῷ οἰκοῦντες σώματι καθάπερ ἐν πλοίῳ πλέοντες παλαιῷ οὐκ εἰσὶν ὕπτιοι, ἀλλ᾿ ἀεὶ εὔχονται ἀνατεταμένοι πρὸς τὸν θεόν.
Οἱ πρεσβύτεροι σφόδρα ἤχθοντο, εἰ μή τι πάσχοιεν κατὰ τὸ σῶμα ἑκάστοτε· ἐφοβοῦντο γὰρ μή πως ἐνταῦθα οὐ κομιζόμενοι τὰ ἐπίχειρα τῶν ἁμαρτημάτων, ἃ πολλὰ τοῖς ἐν σαρκὶ κατ᾿ ἄγνοιαν παρακολουθεῖ, ἀθρόαν ἐκεῖ κομίσωνται τὴν δίκην, ὥστε ἐνθάδε θεραπεύεσθαι ἠξίουν. φοβητέον ἄρα οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ τὰ ἁμαρτήματα, δι᾿ ἃ ἡ νόσος, καὶ νόσον ψυχῆς, οὐ σώματος, ὅτι »πᾶσα σὰρξ χόρτος«, τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καλὰ »πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια«.
»Πᾶν ῥῆμα ἵσταται ἐπὶ δύο καὶ τριῶν μαρτύρων«, ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐφ᾿ ὧν μαρτύρων καὶ βοηθῶν αἱ ἐντολαὶ λεγόμεναι φυλάσσεσθαι ὀφείλουσιν.
Ἡ νηστεία ἀποχὴ τροφῆς ἐστι κατὰ τὸ σημαινόμενον, τροφὴ δὲ οὐδὲν δικαιοτέρους ἡμᾶς ἢ ἀδικωτέρους ἀπεργάζεται, κατὰ δὲ τὸ μυστικὸν δηλοῖ ὅτι ὥσπερ τοῖς καθ᾿ ἕνα ἐκ τροφῆς ἡ ζωή, ἡ δ᾿ ἀτροφία θανάτου σύμβολον, οὕτως καὶ ἡμᾶς τῶν κοσμικῶν νηστεύειν χρή. ἵνα τῷ κόσμῳ ἀποθάνωμεν καὶ μετὰ τοῦτο τροφῆς θείας μεταλαβόντες θεῷ ζήσωμεν. ἄλλως τε κενοῖ τῆς ὕλης τὴν ψυχὴν ἡ νηστεία καὶ καθαρὰν καὶ κούφην σὺν καὶ τῷ σώματι παρίστησι τοῖς θείοις λόγοις. τροφὴ μὲν οὖν κοσμικὴ ὁ πρότερος βίος καὶ τὰ ἁμαρτήματα. τροφὴ δὲ θεϊκὴ πίστις. ἐλπίς, ὑπομονή, γνῶσις, εἰρήνη. σωφροσύνη. »μακάριοι γὰρ οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην τοῦ θεοῦ· οὗτοι γὰρ καὶ ἐμπλη σθήσονται.« ψυχὴ δέ. ἀλλ᾿ οὐ σῶμα τὴν ὄρεξιν ταύτην λαμβάνει.
Τῆς πίστεως τὴν εὐχὴν ἰσχυροτέραν ἀπέφηνεν ὁ σωτὴρ τοῖς πιστοῖς ἀποστόλοις, ἐπί τινος δαιμονιῶντος, ὃν οὐκ ἴσχυσαν καθαρίσαι, εἰπών· »τὰ τοιαῦτα εὐχῇ κατορθοῦται.« ὁ μὲν πιστεύσας ἄφεσιν ἁμαρτημάτων ἔλαβεν παρὰ τοῦ κυρίου, ὁ δ᾿ ἐν γνώσει γενόμενος ἅτε μηκέτι ἁμαρτάνων παρ᾿ ἑαυτοῦ τὴν ἄφεσιν τῶν λοιπῶν κομίζεται.
Ὥσπερ αἱ θεραπεῖαι καὶ αἱ προφητεῖαι καὶ τὰ σημεῖα, οὕτως καὶ ἡ γνωστικὴ διδασκαλία δι᾿ ἀνθρώπων ἐνεργοῦντος τοῦ θεοῦ ἐπιτελεῖται· ὁ γὰρ θεὸς δι᾿ ἀνθρώπων τὴν δύναμιν ἐπιδείκνυται. καὶ ὀρθῶς ἡ προφητεία φησίν· »καὶ ἀποστελῶ ἐπ᾿ αὐτοὺς ἄνθρωπον ὃς σώσει αὐτούς.« αὐτὸς οὖν ἐκπέμπει ποτὲ μὲν προφήτας. ποτὲ δὲ ἀποστόλους, σωτῆρας τῶν ἀνθρώπων. οὕτως θεὸς δι᾿ ἀνθρώπων εὐεργετεῖ· οὐχὶ γὰρ τὰ μὲν δύναται, τὰ δὲ οὐ δύναται ὁ θεός, οὐδὲ ἀσθενεῖ ποτε ἐν οὐδενί, ἀλλ᾿ οὐδὲ τὰ μὲν ἑκόντος, τὰ δὲ ἄκοντος αὐτοῦ γίνεται, καὶ τὰ μὲν ὑπ᾿ αὐτοῦ, τὰ δὲ ὑφ᾿ ἑτέρου, ἀλλὰ καὶ ἡμᾶς ἐγέννησεν δι᾿ ἀνθρώπων καὶ ἐπαίδευσεν δι᾿ ἀνθρώπων.
Ὁ θεὸς ἡμᾶς ἐποίησεν οὐ προόντας. ἐχρῆν γὰρ καὶ εἰδέναι ἡμᾶς ὅπου ἦμεν, εἰ προῆμεν, καὶ πῶς καὶ διὰ τί δεῦρο ἥκομεν· εἰ δ᾿ οὐ προῆμεν, τῆς γενέσεως μόνος αἴτιος ὁ θεός. ὡς οὖν οὐκ ὄντας ἐποίησεν, οὕτως καὶ γενομένους σῴζει τῇ ἰδίᾳ χάριτι, ἐὰν ἄξιοι καὶ ἐπιτήδειοι φανῶμεν, εἰ δὲ μή, παρήσει πρὸς τὸ οἰκεῖον τέλος· »καὶ γὰρ ζώντων ἐστὶ καὶ νεκρῶν κύριος.«
Ὅρα δὲ τὴν δύναμιν τοῦ θεοῦ, οὐ μόνον ἐπ᾿ ἀνθρώπων μὴ ὄντας εἰς τὸ εἶναι παράγων καὶ τοὺς γενομένους αὔξων καθ᾿ ἡλικίας προκοπήν, ἀλλὰ καὶ τοὺς πιστεύοντας σῴζων κατὰ τὸ οἰκεῖον ἑκάστῳ· ἤδη δὲ μεταβάλλει καὶ ὥρας καὶ καιροὺς καὶ καρποὺς καὶ στοιχεῖα. οὗτος γὰρ εἷς θεὸς ὁ καὶ τὴν ἀρχὴν καὶ τὸ τέλος τῶν γενομένων οἰκείως ἑκάστῳ μετρήσας.
Ἐκ πίστεως καὶ φόβου προκόψας εἰς γνῶσιν ἄνθρωπος οἶδεν εἰπεῖν »κύριε κύριε«. ἀλλ᾿ οὐχ ὡς ὁ δοῦλος· ἔμαθεν λέγειν »πάτερ ἡμῶν«. »τὸ πνεῦμα τῆς δουλείας τὸ εἰς φόβον« ἐλευθερώσας καὶ δι᾿ ἀγάπης προκόψας εἰς »υἱοθεσίαν«, αἰδούμενος ἤδη δι᾿ ἀγάπην ὃν ἐφοβεῖτο πρότερον· οὐ γὰρ ἔτι διὰ φόβον ἀπέχεται τῶν ἀφεκτέων, ἀλλὰ δι᾿ ἀγάπην ἔχεται τῶν ἐντολῶν. »αὐτό«, φησί, »τὸ πνεῦμα μαρτυρεῖ«, ὅταν λέγωμεν· »ἀββᾶ ὁ πατήρ.«
Ἀγοράζει δὲ ἡμᾶς κύριος »τιμίῳ αἵματι«, δεσποτῶν τῶν πάλαι τῶν πικρῶν ἀπαλλάσσων, τῶν ἁμαρτιῶν, δι᾿ ἃς »τὰ πνευματικὰ τῆς πονηρίας« ἐκυρίευσεν ἡμῶν. ἄγει οὖν εἰς ἐλευθερίαν τὴν τοῦ πατρός, συγκληρονόμους υἱοὺς καὶ φίλους. »ἀδελφοί μου γάρ«, φησὶν ὁ κύριος, »καὶ συγκληρονόμοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου.« »μὴ καλέσητε οὖν ἑαυτοῖς πατέρα ἐπὶ τῆς γῆς·« δεσπόται γὰρ ἐπὶ τῆς γῆς, ἐν δὲ οὐρανοῖς ὁ πατήρ, »ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς.« ἀγάπη γὰρ ἑκουσίων ἄρχει, ἀκόντων δὲ ὁ φόβος, οὗτος ὁ φαῦλος· ὃ δὲ εἰς ἀγαθὸν παιδαγωγῶν εἰς Χριστὸν ἄγει καὶ ἔστι σωτήριος.
Εἰ δή τις νοεῖ θεόν (κατ᾿ ἀξίαν μὲν οὐδαμῶς, τίς γὰρ ἔννοια ἀξία θεοῦ; ἀλλ᾿ ὡς δυνατόν ἐστι), νοείτω μέγα καὶ ἀπερινόητον καὶ κάλλιστον »φῶς ἀπρόσιτον«, πᾶσαν δύναμιν ἀγαθήν, πᾶσαν ἀστείαν ἀρετὴν συγκεκληρωμένον, πάντων κηδόμενον, φιλοικτίρμον, ἀπαθές, ἀγαθόν, πάντα εἰδός, προγινῶσκον πάντα, εἰλικρινές, γλυκύ, λαμπρόν, ἀκήρατον.
Ἐπεὶ ἐξ ἑαυτῆς κινεῖται ἡ ψυχή, ἡ χάρις ἡ τοῦ θεοῦ, ὃ ἔχει ἡ ψυχή, τὴν προθυμίαν, ἀπαιτεῖ παρ᾿ αὐτῆς, οἷον ἔρανον εἰς σωτηρίαν· βούλεται γὰρ τῆς ψυχῆς ἴδιον εἶναι τὸ ἀγαθόν, ὃ δίδωσιν αὐτῇ ὁ κύριος, οὐ γάρ ἐστιν ἀναίσθητος, ἵνα φέρηται ὡς σῶμα. τὸ μὲν οὖν ἔχειν τοῦ λαβόντος, τὸ λαβεῖν δὲ τοῦ θελήσαντος καὶ ὀρεχθέντος, τὸ κρατεῖν δὲ ὃ ἔλαβεν τοῦ κρατεῖν μελετήσαντος καὶ δυναμένου. διὰ τοῦτο [ἐπὶ] τῇ ψυχῇ ὁ θεὸς τὴν αἵρεσιν δέδωκεν, ἵνα αὐτὸς μὲν μηνύσῃ τὸ δέον, ἥ δὲ ἑλομένη δέξηται καὶ κατάσχῃ.
Τοῦ γνωστικοῦ μόνου, καθάπερ λέγουσι τὴν Κρήτην ἄγονον εἶναι θηρίων ὀλεθρίων, ὁ βίος καθαρὸς ἀπὸ παντὸς πονηροῦ ἔργου τε καὶ νοήματος καὶ λόγου, οὐδὲ ἐχθρὸν ἔχοντος τὸ παράπαν, ἀλλὰ καὶ φθόνου καὶ μίσους καὶ βλασφημίας πάσης καὶ διαβολῆς ἐκτὸς ὄντος.
Ἐν πολλῷ δὲ τῷ βίῳ μακαριστὸς οὐ διὰ τὸ μακρὸν [γενόμενος] ζῆν, ᾧ γε καὶ διὰ τὸ ζῆσαι εὖ ὑπῆρξεν ἀξίῳ τοῦ ζῆν ἀεὶ γενέσθαι. οὐδένα λελύπηκεν. ὅτι μὴ τῷ λόγῳ παιδεύων τοὺς ἡλκωμένους τὴν καρδίαν. καθάπερ μέλιτι σωτηρίῳ, γλυκεῖ τε ὄντι καὶ δηκτικῷ. ὥστε παντὸς μᾶλλον ὁ γνωστικὸς τὸ πρέπον ἂν μετὰ τοῦ κατὰ λόγον φυλάσσοι. τοῦ γὰρ ἐμπαθοῦς παντὸς περιτμηθέντος καὶ περιαιρεθέντος ἁπάσης τῆς ψυχῆς τῷ κρατίστῳ, καθαρῷ γενομένῳ καὶ ἠλευθερωμένῳ εἰς υἱοθεσίαν, τοῦ λοιποῦ σύνεστίν τε καὶ βιοῖ.
Ἀναψάμενοι τοίνυν τῆς ἀρχῆς τοῦ φωτὸς ἐκείνου ἐκ τοῦ πόθου τοῦ περὶ αὐτὸ αὐτῷ ὡς ἔνι μάλιστα ἐξομοιοῦσθαι πειρώμενοι, φωτὸς ἔμπλεοι, φῶτες Ἰσραηλῖται τῷ ὄντι γινόμεθα. φίλους γὰρ εἶπεν καὶ ἀδελφοὺς τοὺς ἐχομένους τῆς πρὸς τὸ θεῖον ἀφομοιώσεως κατὰ ἐπιθυμίαν καὶ δίωξιν.
* * ἣν τόποι μὲν καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καί τινας ὄψεις ἁγίων φασμάτων ἔχοντες, ἄνθρωπος δὲ ὁ ἀκριβῶς κεκαθαρμένος ἅπας διδασκαλίας καὶ δυνάμεως θεϊκῆς καταξιωθήσεται.
Οἶδα δὲ ἐγὼ ὅτι τὰ τῆς γνώσεως μυστήρια τοῖς μὲν πολλοῖς χλεύην φέρει καὶ μάλιστα μὴ κεκαττυμένα σοφιστικῇ τροπολογίᾳ. τοὺς δὲ ὀλίγους καθάπερ φῶς ἐπεισενεχθὲν ἐξαίφνης συμποσίῳ τινὶ συνηρεφεῖ ἐκπλήξει τὰ πρῶτα, ἔπειτα ἐθίσαντες καὶ συντραφέντες καὶ ἐγγυμνα σάμενοι τῷ λογισμῷ ὡς ὑφ᾿ ἡδονῆς εὐφραινόμενοι καὶ ἀγαλλιώμενοι * * τὸν κύριον. ὡς γὰρ ἡ ἡδονὴ τὴν τῆς ἀλγηδόνος ἀπαλλαγὴν οὐσίαν ἔχει, οὕτως ἡ γνῶσις τῆς ἀγνοίας τὴν ὑπεξαίρεσιν. ὡς γὰρ οἱ μάλιστα καθεύδοντες οἴονται μάλιστα ἐγρηγορέναι, ἐναργεστέραις ὑποπίπτοντες καὶ ἀπερισπάστοις ταῖς ὄναρ φαντασίαις, οὕτως οἱ μάλιστα ἀγνοοῦντες μάλιστα εἰδέναι νομίζουσι. μακάριοι δὲ οἱ ἐξ ύπνου τοῦδε καὶ τῆς παραφροσύνης ἀνεγειρόμενοι καὶ ἀναβλέψαντες τὸ φῶς καὶ τὴν ἀλήθειαν.
Δεῖ τοίνυν ἐπ᾿ ἴσης τῷ βουλομένῳ τὸ πειθόμενον ἔχειν τὸν μαθητὴν καὶ τῷ πόθῳ τὴν πίστιν ἐγκαταμίξαντα γυμνάζειν καὶ μελετᾶν, ἑκάστοτε πρὸς ἑαυτὸν τὴν τῶν θεωρημάτων ἀλήθειαν ἐξετάζοντα· ἐπειδὰν δὲ εὖ ἔχειν αὐτῷ δοκῇ, τότε δὴ καὶ εἰς τὰς τῶν πέλας ζητήσεις καθιέναι· ἐπεὶ καὶ οἱ νεοττοὶ προαποπειρῶνται τοῦ πετάσαι ἐπὶ τῆς καλιᾶς γυμνάσαντες τὰ πτερά.
Ἡ γὰρ ἀρετὴ ἡ γνωστικὴ πανταχοῦ καλὸν καὶ πρᾶον καὶ ἀβλαβὲς καὶ ἄλυπον καὶ μακάριον καὶ παρεσκευασμένον ἄριστα μὲν ὁμιλεῖν παντὶ τῷ θείῳ, ἄριστα δ᾿ ἀνθρώποις, θεωρητικὸν ὁμοῦ καὶ πρακτικόν, ἄγαλμα θεῖον τὸν ἄνθρωπον κατασκευάζουσα καὶ φιλόκαλον ἀπεργαζομένη δι᾿ ἀγάπης· τὸ γὰρ καλὸν ὡς ἐκεῖ σοφίᾳ θεωρητὸν καὶ νοητόν, ἐνταῦθα σωφροσύνῃ καὶ δικαιοσύνῃ διὰ πίστεως πρακτόν, ἐν σαρκὶ μελετήσαντος ἀγγελικὴν ὑπουργίαν, ὥσπερ ἐν τόπῳ διαφανεῖ καὶ ἀμιάντῳ τῷ σώματι τὸν νοῦν καθιερώσαντος.
Πρὸς δὲ Τατιανὸν λέγοντα εὐκτικὸν εἶναι τὸ »γενηθήτω φῶς« λεκτέον· εἰ τοίνυν εὐχόμενος ᾔδει τὸν ὑπερκείμενον θεόν, πῶς λέγει »ἐγὼ θεὸς καὶ πλὴν ἐμοῦ ἄλλος οὐδείς«;
Εἶπε μὲν ὡς κολάσεις εἰσὶ βλασφημιῶν, φλυαρίας, ἀκολάστων ῥημάτων, λόγῳ κολαζομένων καὶ παιδευομένων· ἔφασκεν δὲ καὶ διὰ τὰς τρίχας κολάζεσθει καὶ τὸν κόσμον τὰς γυναῖκας ὑπὸ δυνάμεως τῆς ἐπὶ τούτοις τεταγμένης, ἣ καὶ τῷ Σαμψὼν δύναμιν παρεῖχε ταῖς θριξίν, ἥτις κολάζει τὰς διὰ κόσμου τριχῶν ἐπὶ πορνείαν ὁρμώσας.
Καθάπερ ἀγαθοῦ ἀπορροίᾳ ἀγαθύνονται, οὕτως καὶ κακοῦ κακοῦνται. καλὴ ἡ κρίσις τοῦ θεοῦ, ἥ τε διάκρισις ἡ τῶν πιστῶν ἀπὸ τῶν ἀπίστων ἥ τε πρόκρισις ὑπὲρ τοῦ μὴ μείζονι περιπεσεῖν κρίσει ἥ τε κρίσις παίδευσις οὖσα.
Ἡ γραφή φησι τὰ βρέφη τὰ ἐκτεθέντα τημελούχῳ παραδίδοσθαι ἀγγέλῳ, ὑφ᾿ οὗ παιδεύεσθαί τε καὶ αὔξειν, »καὶ ἔσονται«, φησίν, »ὡς οἱ ἑκατὸν ἐτῶν ἐνταῦθα πιστοί.«
Διὸ καὶ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησί· »καὶ ἀστραπὴ πυρὸς πηδῶσα ἀπὸ τῶν βρεφῶν ἐκείνων καὶ πλήσσουσα τοὺς ὀφθαλμοὺς τῶν γυναικῶν·« ἐπεὶ ὁ δίκαιος »ὡς σπινθὴρ διὰ καλάμης ἐκλάμπει καὶ κρίνει ἔθνη.«
»Μετὰ ὁσίου ὁσιωθήσῃ.« κατὰ αἶνον ὁσίων δεδόξασται τὸ ὄνομά σου, κατ᾿ ἐπίγνωσιν ἡμῶν δοξαζομένου τοῦ θεοῦ [κατά τε τὴν ἐπίγνωσιν κατά τε τὴν κληρονομίαν]. οὕτω καὶ τὸ »ζῇ κύριος« καὶ τὸ »ἀνέστη κύριος«.
»Λαὸς ὃν οὐκ ἔγνων. ἐδούλευσέν μοι·« κατὰ διαθήκην οὐκ ἔγνων.
»Υἱοὶ ἀλλότριοι·« τὰ τοῦ ἄλλου ἐζηλωκότες.
»Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ.« βασιλεῖς πάντες λέγονται οἱ πιστοί, κεκλημένοι εἰς βασιλείαν κατά τε τὴν ἐπίγνωσιν κατά τε τὴν κληρονομίαν.
»Ἡ μακροθυμία γλυκύτης ἐστὶν ὑπὲρ τὸ μέλι«, οὐχ ὅτι ἐστὶ μακροθυμία, ἀλλὰ κατὰ τὸν καρπὸν τῆς μακροθυμίας. ἐπεὶ οὐδὲ ὁ ἐγκρατής ἐστιν ἀπαθής, κρατῶν οὐκ ἀπόνως τῶν παθῶν· ὅταν δὲ ἕξις γένηται, οὐκέτι ἐγκρατής, ἐν μιᾷ ἕξει τῷ ἁγίῳ πνεύματι γενομένου τοῦ ἀνθρώπου.
»Πνεύματα·« λέγεται τὰ πάθη τὰ ἐν τῇ ψυχῇ οὐκ ἐξ οὐσίας πνεύματα, ἐπεὶ ἔσται ἐμπαθὴς ἄνθρωπος λεγεὼν δαιμόνων, ἀλλὰ κατὰ τὴν [προ]τροπήν. ἡ γὰρ αὐτὴ ψυχὴ κατὰ μεταβολὰς ἄλλας καὶ ἄλλας ποιότητας κακίας ἀναδεχομένη πνεύματα λέγεται ἀνειληφέναι.
Ὁ λόγος τῆς κτήσεως ἀφίστασθαι οὐ κελεύει, ἀλλ᾿ ἀπροσπαθῶς διοικεῖν τὴν κτῆσιν. ἐπισυμβάντος δέ τινος μὴ ἀγανακτεῖν μηδὲ λυπεῖσθαι μηδὲ ἐπιθυμεῖν κτήσασθαι· τῆς ἐν πάθει γὰρ κτήσεως ἀφίστασθαι κελεύει καὶ πάσης προσπαθείας.
Ἡ θεία πρόνοια οὐ καταστρέφει ἐπὶ μόνους τοὺς ἐν σαρκί.
αὐτίκα ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησὶν »τὰ βρέφη ἐξαμβλωθέντα τῆς ἀμείνονος ἐσόμενα μοίρας, ταῦτα ἀγγέλῳ τημελούχῳ παραδίδοσθαι, ἵνα γνώσεως μεταλαβόντα τῆς ἀμείνονος τύχῃ μονῆς, παθόντα ἃ ἂν ἔπαθεν καὶ ἐν σώματι γενόμενα.« τὰ δ᾿ ἕτερα μόνης τῆς σωτηρίας τεύξεται, ὡς ἠδικημένα ἐλεηθέντα, καὶ μενεῖ ἄνευ κολάσεως, τοῦτο γέρας λαβόντα.
»Τὸ δὲ γάλα τῶν γυναικῶν, ῥέον ἀπὸ τῶν μαστῶν καὶ πηγνύμενον«, φησὶν ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει, »γεννήσει θηρία λεπτὰ σαρκοφάγα καὶ ἀνατρέχοντα εἰς αὐτὰς κατεσθίει«, διὰ τὰς ἁμαρτίας γίνεσθαι τὰς κολάσεις διδάσκων. ἐκ τῶν ἁμαρτιῶν γεννᾶσθαι αὐτάς φησιν, ὡς διὰ τὰς ἁμαρτίας ἐπράθη ὁ λαός, καὶ »διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν«, ὥς φησιν ὁ ἀπόστολος, »ὑπὸ τῶν ὄφεων ἐδάκνοντο«.
Ἔλεγεν πρεσβύτης ζῷον εἶναι τὸ κατὰ γαστρός. εἰσιοῦσαν γὰρ τὴν ψυχὴν εἰς τὴν μήτραν ἀπὸ τῆς καθάρσεως ηὐτρεπισμένην εἰς σύλληψιν καὶ εἰσκριθεῖσαν ὑπό τινος τῶν τῇ γενέσει ἐφεστώτων ἀγγέλων προγινώσκοντος τὸν καιρὸν τῆς συλλήψεως κινεῖν πρὸς συνουσίαν τὴν γυναῖκα, καταβληθέντος δὲ τοῦ σπέρματος ὡς εἰπεῖν ἐξοικειοῦσθαι τὸ ἐν τῷ σπέρματι πνεῦμα καὶ οὕτως συλλαμβάνεσθαι τῇ πλάσει. † μαρτύριον ὠνόμασεν πᾶσιν. καὶ ὁπηνίκα ἂν εὐαγγελίζωνται οἱ ἄγγελοι τὰς στείρας, οἷον προεισκρίνουσι τῆς συλλήψεως τὰς ψυχάς· καὶ ἐν τῷ εὐαγγελίῳ »τὸ βρέφος ἐσκίρτησεν« ὡς ἔμψυχον. * * καὶ αἱ στεῖραι διὰ τοῦτό εἰσι στεῖραι, ὡς ἂν μὴ εἰσκρινομένης τῆς ψυχῆς τὴν τοῦ σπέρματος καταβολὴν συναγούσης εἰς κατοχὴν συλλήψεως καὶ γεννήσεως.
διὰ τῶν πρωτοκτίστων ἀγγέλων ἐγένοντο εἰς »δόξαν θεοῦ«. καλοῦνται δὲ οὐρανοὶ κυρίως μὲν ὁ κύριος, ἔπειτα δὲ καὶ οἱ πρωτόκτιστοι, μεθ᾿ οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι. ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι.
»Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.« στερέωμα λέγει τὸν θεὸν τὸν ἀπαθῆ καὶ ἀμετάβλητον, ὡς καὶ ἀλλαχῇ ὁ αὐτὸς Δαβίδ· »ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου, κύριος στερέωμά μου καὶ καταφυγή μου.« τὴν ποίησιν οὖν τῶν χειρῶν αὐτοῦ αὐτὸ τὸ στερέωμα ἀναγγέλλει, τοῦτ᾿ ἔστιν δείκνυσι καὶ φαίνει τὴν ποίησιν τῶν ἀγγέλων αὐτοῦ· ἀναγγέλλει γὰρ καὶ δείκνυσιν οὓς ἐποίησεν.
»Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.« ὡς οἱ οὐρανοὶ πολλαχῶς.
»Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν« οὔτε τῶν ἡμερῶν οὔτε τῶν νυκτῶν. »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.« μετήνεγκεν τὸν λόγον ἐπὶ μόνους τοὺς ἁγίους, οὓς οὐρανούς τε εἴρηκεν καὶ ἡμέρας.
Οἱ ἀστέρες, σώματα πνευματικά, κεκοινωνηκότα ἀγγέλοις ἐφεστῶσι διοικούμενα, οὐκ αἴτια γενέσεως, σημαντικὰ δὲ τῶν γινομένων τε καὶ ἐσομένων καὶ γενομένων ἐπί τε τροπῶν ἀέρων ἐπί τε εὐφορίας καὶ ἀκαρπίας ἐπί τε λοιμῶν καὶ φλογμῶν ἐπί τε τῶν ἀνθρώπων. οὐδ᾿ ὄναρ τὰς ἐνεργείας ποιεῖ τὰ ἄστρα, σημαίνει δὲ »τά τ᾿ ἐόντα, τά τ᾿ ἐσσόμενα, πρό τ᾿ ἐόντα«.
»Ὁ νόμος τοῦ θεοῦ ἄμωμος, ἐπιστρέφων ψυχάς.« »νόμος καὶ λόγος« αὐτὸς ὁ σωτὴρ λέγεται, ὡς Πέτρος ἐν Κηρύγματι καὶ ὁ προφήτης· »ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ.«
»Ἡ μαρτυρία κυρίου πιστή, σοφίζουσα νήπια«, ἡ διαθήκη κυρίου ἀληθής, σοφίζουσα νηπίους, τοὺς ἀκάκους τούς τε ἀποστόλους, ἔπειτα καὶ ἡμᾶς. ἀλλὰ καὶ ἡ αὐτοῦ τοῦ κυρίου μαρτυρία, καθ᾿ ἣν παθὼν ἀνέστη, ἀληθὴς γενομένη κατὰ τὸ ἔργον αὐτό, εἰς βεβαίωσιν πίστεως ἤγαγεν τὴν ἐκκλησίαν.
»Ὁ φόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος.« τοὺς ἐκ φόβου εἰς πίστιν ἐπιστραφέντας καὶ δικαιοσύνην εἰς αἰῶνα παραμένειν λέγει. »τὰ κρίματα κυρίου ἀληθινά«, βέβαια καὶ ἀμετακίνητα, κατ᾿ ἀξίαν ἀπονεμητικὰ καὶ »εἰς τὴν ἑνότητα τῆς πίστεως« ἀποκαθιστάντα τοὺς δικαίους. τοῦτο γὰρ σημαίνει τὸ »δεδικαιωμένα ἐπὶ τὸ αὐτό«. τὰ τοιαῦτα »ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον«.
»Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά·« οὐχ ὅτι δοῦλος οἷον Δαβίδ, ἀλλὰ πᾶς ὁ λαὸς ὁ σῳζόμενος, δοῦλος θεοῦ δι᾿ ὑπακοὴν ἐντολῆς κεκλημένος.
»Ἐκ τῶν κρυφίων μου καθάρισόν με·« τῶν ἐννοιῶν τῶν παρὰ τὸν ὀρθὸν λόγον, τῶν ἐγκαταλειμμάτων. ταῦτα γὰρ »ἀλλότρια« λέγει δικαίου.
»Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι.« ἐπ᾿ ἴσης τῷ· ἐὰν μή μου κατακυριεύσωσιν οἱ διώκοντές με ὥσπερ τὸν κύριον, οὐκ ἔσομαι ἄμωμος· οὐ γὰρ μάρτυς γίνεταί τις, ἐὰν μὴ διωχθῇ, οὐδὲ δίκαιος φαίνεται, ἐὰν μὴ ἀδικηθεὶς μὴ ἀνταδικήσῃ, οὐδὲ μὴν ἀνεξίκακος, * * * *
»Κύριε, σῶσον τὸν βασιλέα«, τουτέστι τὸν εἰς βασιλείαν κεχρισμένον λαόν· οὐ γὰρ μόνον τὸν Δαβίδ· διὸ καὶ ἐπάγει· »καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.«
Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Stromata, Buch VII-VIII. Excerpta ex Theodoto. Eclogae prophetica. edited by Otto Stählin (Leipzig, Hinrichs: 1909) Clemens Alexandrinus 3), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.
Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.
