Acta Barnabae (Greek)
The Greek text of Acta Barnabae. This page has 1 section group and about 2,152 words. Each row carries its standard reference.
Ἐπειδήπερ ἀπὸ τῆς καθόδου τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας, τοῦ ἀόκνου καὶ φιλανθρώπου καὶ ἰσχυροῦ καὶ ποιμένος καὶ διδασκάλου καὶ ἰατροῦ, τὸ ἀπόρρητον καὶ ὅσιον καὶ ἄμεμπτον μυστήριον τῶν τὴν ἐλπίδα ὁσίως κατεχόντων καὶ ἐσφραγισμένων χριστιανῶν ἐθεασάμην καὶ εἶδον ἐγώ, ᾧ καὶ ἐδούλευσα προθύμως, ἀναγκαῖον ᾠήθην ἃ ἤκουσα καὶ εἶδον μυστήρια
ἐγὼ Ἰωάννης ἐξηγήσασθαι, συνακολουθῶν Βαρνάβᾳ καὶ Παύλῳ τοῖς ἁγίοις ἀποστόλοις, ὑπηρέτης ὢν τὸ πρὶν μὲν Κυρίλλου τοῦ ἀρχριερέως τοῦ Διός, νῦν δὲ χάριν λαβὼν πνεύματος ἁγίου διὰ Παύλου καὶ Βαρνάβα καὶ Σιλᾶ τῶν ἀξίων τῆς κλήσεως, τῶν καὶ βαπτισάντων με ἐν Εἰκονίῳ.
Μετὰ οὖν τὸ βαπτισθῆναί με εἶδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῇ στολῇ περιβεβλημένον, καὶ εἰπέν μοι· θάρσει Ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομασθήσεται Μᾶρκος, καὶ ἡ δόξα σου ἐν ὅλῳ τῷ κόσμῳ κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοὺ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ.
Ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπῆλθον παρὰ τοὺς πόδας Βαρνάβα καὶ ἀπήγγειλα αὐτῷ ἃ εἶδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. Παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ μυστήρια. εἶπεν δέ μοι Βαρνάβας· Μηδενὶ ἐξείπῃς τὴν δύναμιν ἣν εἶδες. κἀμοὶ γὰρ τῇ νυκτὶ ταύτῃ παρέστη ὁ κύριος λέγων ὅτι Θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ σοῦ ἔθνους, οὕτως καὶ τελειωθήσῃ. πλὴν καὶ τὸν ὄντα μεθ᾽ ὑμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβοῦ μεθ᾽ ἑαυτοῦ· ἔχει γάρ τινα μυστήρια. Νῦν οὖν τέκνον φύλαξον σεαυτῷ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει.
Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτόν· Κἀμοὶ τῇ νυκτὶ ταύτῃ παρέστη ὁ κύριος λέγων· Μὴ βιάσῃ Βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς Κύπρον· ἐκεῖ γὰρ αὐτῷ ἡτοίμασται τοῦ φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῇ δοθείσῃ σοι χάριτι πορεύου εἰς Ἱεροσόλυμα προσκυνῆσαι ἐν τῷ ἁγίῳ τόπῳ, κἀκεῖ σοι δειχθήσεται ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται. Ἠσπασάμεθα δὲ ἀλλήλους, καὶ παρέλαβέν με Βαρνάβας.
Καὶ κατελθόντες εἰς Λαοδίκειαν ἠρωτῶμεν περᾶσαι εἰς Κύπρον, καὶ εὑρόντες πλοῖον ἀπερχόμενον εἰς Κύπρον ἀνήλθομεν· καὶ πλευσάντων ἡμῶν ὁ ἄνεμος ἐναντίος εὑρέθη. ἤλθομεν δὲ ἐν τῷ Κορασίῳ, καὶ κατελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλόν, ἔνθα πηγὴ ἦν, ἀνεψύξαμεν ἐκεῖ, μηδενὶ ἑαυτοὺς ἐμφανίζοντες διὰ τὸ μὴ γνῶναί τινα ὅτι ἀπεχωρίσθη Βαρνάβας τοῦ Παύλου. ἀναχθέντες δὲ ἀπὸ Κορασίου ἤλθομεν εἰς Παλαιὰς τῆς Ἰσαυρίας, κἀκεῖθεν ἤλθομεν ἐν νήσῳ τινὶ Πιτυούσῃ καλουμένῃ, καὶ χειμῶνος γενομένου ἐποιήσαμεν ἐκεῖ ἡμέρας τρεῖς· ὑπεδέξατο δὲ ἡμᾶς ἀνήρ τις εὐλαβὴς ὀνόματι Εὔφημος, ὅν καὶ πολλὰ κατήχησε Βαρνάβας εἰς τὴν πίστιν σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.
Κατελθόντες δὲ ἐν τῷ αἰγιαλῷ ἐλάλει αὐτοῖς τὸν λόγον τοῦ θεοῦ· καὶ εὐλογήσας αὐτοὺς ἠσπασάμεθα αὐτοὺς καὶ ἀνήχθημεν ἐν τῷ πλοίῳ. ὁ δὲ εἷς αὐτῶν, ὁ ἐπικληθεὶς Στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ εἴασεν ὁ Βαρνάβας. διαπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν Κύπρῳ διὰ νυκτός, καὶ ἐλθόντες ἐν τῷ λεγομένῳ Κρομμυακίτῃ εὕρομεν Τίμωνα καὶ Ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν.
Τίμων δὲ συνείχετο πυρετῷ πολλῷ· ᾧ καὶ ἐπιθέντες τὰς χεῖρας εὐθέως ἀπεστήσαμεν τὸν πυρετὸν αὐτοῦ, ἐπικαλεσάμενοι τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. ἦν δὲ ὁ Βαρνάβας μαθήματα παρὰ Ματθαίου εἰληφὼς βίβλον τῆς τοῦ θεοῦ φωνῆς καὶ θαυμάτων καὶ διδαγμάτων σύγγραμμα· ταύτην ἐπετίθει τοῖς ἀσθενοῦσι Βαρνάβας κατὰ τὴν ἀπαντῶσαν ἡμῖν χώραν, καὶ εὐθέως τῶν παθῶν ἴασιν ἐποίει.
Γενομένων δὲ ἡμῶν ἐν Λαπίθῳ, καὶ εἰδωλομανίας ἐπιτελουμένης ἐν τῷ θεάτρῳ, οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν ἐν τῇ πόλει, ἀλλὰ πρὸς τῇ πύλῃ ἀνεψύξαμεν μικρόν· Τίμων δὲ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ τῆς νόσου ἦλθεν σὺν ἡμῖν. ἐξελθόντες δὲ τῆς Λαπίθου διὰ τῶν ὀρέων ὡδεύσαμεν, καὶ ἤλθομεν εἰς πόλιν Λαμπαδιστοῦ, ὅθεν ὑπῆρχεν καὶ Τίμων· πρὸς ὃν εὑρόντες καὶ Ἡράκλειον ὄντα ἐκεῖ ἐξενίσθημεν παρ᾽ αὐτῷ.
Οὗτος ἦν ἀπὸ τῆς Ταμασέων, ὃς ἐληλύθει ἐπισκέψασθαι τοὺς οἰκείους αὐτοῦ· πρὸς ὃν ἀτενίσας ὁ Βαρνάβας ἀνεγνώρισεν αὐτόν, πρώην ἐπὶ τῆς Κιτιέων συντυχίαν πεποιηκὼς μετὰ Παύλου πρὸς αὐτόν· ᾧ καὶ πνεῦμα ἅγιον ἐδόθη ἐπὶ τοῦ βαπτίσματος, μετωνόμασέν τε αὐτὸν Ἡρακλείδην. χειροτονήσαντές τε αὐτὸν ἐπίσκοπον τῇ Κύπρῳ καὶ ἐκκλησίαν ἐπιστηρίξαντες ἐν Ταμάσῳ κατελείψαμεν αὐτὸν εἰς κατοίκησιν τῶν ἐκεῖσε κατοικούντων ἀδελφῶν.
Ἡμῶν δὲ διελθόντων τὸ ὄρος τὸ καλούμενον Χιονῶδες, κατηντήσαμεν ἐν Παλαιᾷ Πάφῳ, κἀκεῖ εὑρόντες Ῥόδωνά τινα ἱερόδουλον, ὃς καὶ αὐτὸς πιστεύσας συνηκολούθησεν ἡμῖν. συνηντήσαμεν δέ τινι Ἰουδαίῳ ὀνόματι Βαριησοῦ ἐρχομένῳ ἀπὸ Πάφου, ὅστις καὶ ἐγνώρισεν Βαρνάβαν ὄντα πρώην μετὰ Παύλου· οὗτος οὐκ εἴασεν ἡμᾶς εἰσελθεῖν ἐν Πάφῳ, ἀλλ᾽ ὑποστρέψαντες ἤλθομεν ἐν τῷ Κουρίῳ.
Καὶ εὕρομεν δρόμον τινὰ μιερὸν ἐν τῇ ὁδῷ πλησίον τῆς πόλεως ἐπιτελούμενον, ἔνθα γυναικῶν τε καὶ ἀνδρῶν πλῆθος γυμνῶν ἐπετέλουν τὸν δρόμον· καὶ πολλὴ ἀπάτη καὶ πλάνη ἐγίνετο ἐν τῷ τόπῳ ἐκείνῳ. στραφεὶς δὲ ὁ Βαρνάβας τούτῳ ἐπετίμησεν, καὶ ἔπεσεν τὸ ἀπὸ δυσμῶν μέρος, ὥστε πολλοὺς τραυματίας γενέσθαι· πολλοὶ δὲ ἐξ αὐτῶν καὶ ἀπέθανον, οἱ δὲ λοιποὶ ἔφυγον εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τὸ ὂν πλησίον ἐν τῇ καλουμένῃ Ἱερᾷ. ἐλθόντων δὲ ἡμῶν ἐγγὺς τοῦ Κουρίου, πολὺ πλῆθος Ἰουδαίων ὄντων ἐκεῖ ὑποβληθέντες ὑπὸ τοῦ Βαριησοῦ ἔστησαν ἔξω τῆς πόλεως καὶ οὐκ εἴασαν ἡμᾶς εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλ᾽ ὑπὸ δένδρον τὸ ὂν πλησίον τῆς πόλεως ἐποιήσαμεν τὴν ἡμέραν καὶ ἀνεψύξαμεν ἐκεῖ.
Ἐκειθέν τε ἐξελθόντες ἤλθομεν διὰ τῶν ἐρήμων τόπων· ἠκολούθει δὲ ἡμῖν καὶ Τίμων. καὶ ἐλθόντων ἡμῶν εἰς Κιτιεῖς, πολλοῦ θορύβου γενομένου κἀκεῖ ἐν τῷ ἱπποδρομίῳ αὐτῶν, μαθόντες ἐξήλθομεν τὴν πόλιν, ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν ἅπαντες· οὐδεὶς γὰρ ἡμᾶς ἐδέξατο, εἰ μὴ ἐν τῇ τύλῃ μίαν ὥραν ἀνεψύξαμεν πλησίον τοῦ ὑδραγωγίου.
Ἀναχθέντων δὲ ἡμῶν ἐν πλοίῳ ἀπὸ τῆς Κιτιέων, ἤλθομεν ἐπὶ Σαλαμίνῃ, καὶ κατήχθημεν ἐν ταῖς λεγομέναις Νήσοις, ἔνθα κατείδωλος ὁ τόπος ὑπῆρχεν· κἀκεῖ γὰρ πανηγύρεις καὶ σπονδαὶ ἐγίνοντο. εὑρόντες δὲ κἀκεῖ πάλιν Ἡρακλείδην, ἐδιδάξαμεν αὐτὸν πῶς κηρύσσειν τὸ τοῦ θεοῦ εὐαγγέλιον καὶ καθιστάναι ἐκκλησίας καὶ λειτουργοὺς ἐν αὐταῖς. εἰσελθόντων δὲ ἡμῶν ἐν Σαλαμίνῃ, κατηντήσαμεν εἰς τὴν συναγωγὴν τὴν πλησίον τῆς ἐπιλεγομένης Βιβλίας· κἀκεῖ εἰσελθόντων ἡμῶν ἀναπτύξας ὁ Βαρνάβας τὸ εὐαγγέλιον ὅπερ ἦν λαβὼν παρὰ Ματθαίου τοῦ συνεργοῦ ἤρξατο διδάσκειν τοὺς Ἰουδαίους.
Ἐγὼ δὲ εὑρὼν καιρὸν τῆς νυκτός, καὶ τοῦτον μετὰ Τίμωνος καὶ Ῥόδωνος βαστάσαι δυνηθείς, ἤλθομεν ἐν τόπῳ τινί, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν Ἰεβουσαίων τὸ πρὶν κατῴκει· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῷ ἀπεθέμεθα σὺν τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ Ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρας σαββάτων.
Ὡς δὲ ἐκρύβημεν ἐν τῷ τόπῳ, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαντο οἱ Ἰουδαῖοι καθ᾽ ἡμῶν, καὶ μόλις εὑρόντες κατεδίωξαν ἕως τῆς κὠμης Λεδρῶν· καὶ εὑρόντες κἀκεῖ σπήλαιον πλησίον τῆς κώμης καχεφύγομεν ἐν αὐτῷ καὶ οὕτως διελάθομεν αὐτούς. ἀπεκρύβημεν δὲ ἐν τῷ σπηλαίῳ τρεῖς ἡμέρας, καὶ ἀναχωρησάντων τῶν Ἰουδαίων ἐξελθόντες κατελείψαμεν τὸν τόπον νυκτός. προσλαβόμενοι δὲ Ἀρίστωνα καὶ Ῥόδωνα ἤλθομεν ἐν κώμῃ Λιμνῆτι.
Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Acta Philippi et Acta Thomae accedunt Acta Barnabae edited by Maximilianus Bonnet (Leipzig, Hermannus Mendelssohn: 1903)), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.
Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.
