ΕΣΘΗΡ 3
BRE1 Μετὰ δὲ ταῦτα ἐδόξασεν ὁ βασιλεὺς Ἀρταξέρξης Ἀμὰν Ἀμαδαθοῦ Βουγαῖον, καὶ ὕψωσεν αὐτὸν, καὶ ἐπρωτοβάθρει πάντων τῶν φίλων αὐτοῦ, 2 καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ· οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιῆσαι· ὁ δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ. 3 Καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ Μαρδοχαίῳ, Μαρδοχαῖε, τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα; 4 Καθʼ ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ, καὶ οὐχ ὑπήκουεν αὐτῶν· καὶ ὑπέδειξαν τῷ Ἀμὰν, Μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον, καὶ ὑπέδειξεν αὐτοῖς ὁ Μαρδοχαῖος ὅτι Ἰουδαῖός ἐστι. 5 Καὶ ἐπιγνοὺς Ἀμὰν ὅτι οὐ προσκυνεῖ αὐτῷ Μαρδοχαῖος, ἐθυμώθη σφόδρα, 6 Καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν Ἀρταξέρξου βασιλείαν Ἰουδαίους. 7 Καὶ ἐποίησε ψήφισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας Ἀρταξέρξου, καὶ ἔβαλε κλήρους ἡμέραν ἐξ ἡμέρας, καὶ μῆνα ἐκ μηνὸς, ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου· καὶ ἔπεσεν ὁ κλῆρος εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ὅς ἐστιν Ἀδάρ. 8 Καὶ ἐλάλησε πρὸς τὸν βασιλέα Ἀρταξέρξην, λέγων, ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου, οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη, τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσι, καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς. 9 Εἰ δοκεῖ τῷ βασιλεῖ, δογματισάτω ἀπολέσαι αὐτοὺς, κᾀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια. 10 Καὶ περιελόμενος ὁ βασιλεὺς τὸν δακτύλιον, ἔδωκεν εἰς χεῖρας τῷ Ἀμὰν, σφραγίσαι κατὰ τῶν γεγραμμένων κατὰ τῶν Ἰουδαίων. 11 Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἀμὰν, τὸ μὲν ἀργύριον ἔχε, τῷ δὲ ἔθνει χρῶ ὡς βούλει. 12 Καὶ ἐκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ, καὶ ἔγραψαν ὡς ἐπέταξεν Ἀμὰν τοῖς στρατηγοῖς καὶ τοῖς ἄρχουσι κατὰ πᾶσαν χώραν ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας, ταῖς ἑκατὸν εἰκοσιεπτὰ χώραις, τοῖς τε ἄρχουσι τῶν ἐθνῶν κατὰ τὴν αὐτῶν λέξιν, διὰ Ἀρταξέρξου τοῦ βασιλέως. 13 ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες, εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα." 14 Τὰ δὲ ἀντίγραφα τῶν ἐπιστολῶν ἐξετίθετο κατὰ χώραν· καὶ προσετάγη πᾶσι τοῖς ἔθνεσιν ἑτοίμους εἶναι εἰς τὴν ἡμέραν ταύτην. 15 Ἐσπεύδετο δὲ τὸ πρᾶγμα, καὶ εἰς Σοῦσαν· ὁ δὲ βασιλεὺς καὶ Ἀμὰν ἐκωθωνίζοντο· ἐταράσσετο δὲ ἡ πόλις.
