DEMONSTRATIO EVANGELICA (GREEK, PART 2 OF 2) Greek text from the Open Greek and Latin project (CC BY-SA 4.0) · SermonIndex Eusebius of Caesarea · c. AD 260–339 Source: Open Greek and Latin project, tlg2018.tlg005.1st1K-grc1.xml. Licence CC BY-SA 4.0. BOOK 7: ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ [7.praef.1–2] Θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι καὶ σὺν ἀνθρώ- ποις ἐπὶ γῆς πολιτεύσεσθαι, δύο τε ταῦτα μέγιστα τεκμήρια τῆς αὐτοῦ παρουσίας ἔσεσθαι, κλῆσιν ἐπ’ ἀναλήψει τῆς ἀληθοῦς θεογνωσίας τῶν ἀνὰ τὴν οἰκου- οἰκουμένην ἐθνῶν, ἀπόπτωσίν τε καὶ ἐρημίαν διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῦ Ἰουδαίων ἔθνους, ἐν τῷ πρὸ τού- του συγγράμματι διὰ τῶν προφητικῶν φωνῶν μεμα- θηκότες, ἐπισκεψάμενοί τε κατὰ τὸ αὐτὸ ὁποίου τέλους ἔτυχε τὰ προηγορευμένα, ἑξῆς καὶ ἀκολούθως ἐν ἑβ- δόμῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδεί- ἀποδείξεως τὸν τρόπον ἐπιθεωρῆσαι πειρασόμεθα, καθ’ ὅν φησιν αὐτὸν τὴν εἰς ἀνθρώπους ποιήσασθαι πάροδον. φέρε οὖν ἐντεῦθεν ἤδη σκοπήσωμεν ὁποῖός τις ὁ τρόπος ἔσεσθαι τῆς τοῦ θεοῦ εἰς ἀνθρώπους ἐπιδη- μιᾶς ἐθεσπίζετο, καὶ ποῦ γῆς γεννηθήσεσθαι προε- κηρύττετο,ἀπὸποίου τε γένους προελεύσεσθαι ἐβοᾶτο. Ἀπὸ τοῦ Ἡσαΐου. [7.1.1–2] “ Πρόρρησις τῆς εἰς Χριστὸν ἀπιστίας τοῦ Ἰουδαίων ἔθνους καὶ σημεῖον αὐτοῖς ἀπὸ κυρίου διδό- διδόμενον. ἦν δὲ τοῦτο παρθένος θεὸν γεννῶσα, ἐφ’ οὗ τῇ γενέσει καθαίρεσις παντελὴς τοῦ Ἰουδαίων ἔθνους ἐθεσπίζετο, καὶ ὡς ἀλλόφυλοι καὶ πολέμιοι τὴν χώραν αὐτῶν καθέξουσιν, καὶ ὡς ἡ πρὶν ἔρημος τῆς ἐνθέου τυχοῦσα γεωργίας εὐφορήσει. τῆς ἐξ ἐθνῶν ἐκκλη- σίας τοῦτον δηλουμένης τὸν τρόπον, ὥσπερ ὁ θαυ- μάσιος εὐαγγελιστὴς Ἰωάννης μείζονι ἢ κατὰ ἄνθρω- πον μεγαλοφωνίᾳ τὸν σωτῆρα καὶ κύριον ἡμῶν θεολογῶν, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, τῆς τε ἱερᾶς γραφῆς αὐτοῦ ἀπαρχόμενος, ὁμοῦ τῇ θεολογίᾳ καὶ τὴν ἔνσαρκον αὐτοῦ εἰς ἀνθρώπους παρίστησιν ἐπιδημίαν ‟ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο,” φήσας· τούτοις ἑξῆς ἐπάγων ‟καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.” [7.1.3] τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θεσπέσιος προφήτης θεὸν ἐκ παρθένου γεγεννημένον μέλλων ἀνακηρύττειν τὴν ἔνδοξον αὐτοῦ θεοπτίαν προθεωρεῖ, ὧδε τὴν θεολογίαν ὑπογράφων ‟εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. ἕξ πτέρυγες τῷ ἐνὶ. καὶ ἕξ πτέρυγες τῷ ἐνί· καὶ ταῖς μὲν δυσὶ ἐκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας· ταῖς δὲ δυσὶν ἐπέταντο. καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον, ἅγιος ἅγιος κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. [7.1.4] καὶ ἑξῆς ἐπιλέγει ‘καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. καὶ εἶπε πρός με, πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. καὶ εἶπα, ἕως πότε, κύριε; καὶ εἷπεν, ἴως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους.” [7.1.5–6] Ποῖον δὲ θεμιτὸν φάσκειν τὸν προφήτην ἑωρακέναι κύριον ἢ ὃν τοῖς περὶ τὸν Ἀβραὰμ προπάτορσιν ὦφθαί τε καὶ ὡμιληκέναι ἐν τοῖς πρὸ τούτων ἀπεδείξαμεν; τοῦτον γὰρ ὁμοῦ θεὸν καὶ κύριον καὶ δὴ ἄγγελον εἶναι καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου προμεμαθήκαμεν. μέλλων τοιγαροῦν τὴν εἰς άνθρώπους αὐτοῦ πάροδον ὁ παρὼν λόγος θεσπίζειν τὴν ἔνθεον αὐτοῦ προθεωρεῖ βασιλείαν, δι’ ἧς φησιν ἑωρακέναι αὐτὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. οὗτος δ’ ἂν εἴη ὁ θρόνος αὐτοῦ ἐκεῖνος ὁ καὶ ἐν τῷ περὶ τοῦ ἀγαπητοῦ Ψαλμῷ δεδηλωμένος, κατὰ τὸ ‟ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἐφ’ ὃν καὶ ὁ ἀνωτάτω τῶν ὅλων ποιητὴς θεὸς πατήρ τε αὐτοῦ ὡς ἂν μονογενεῖ καὶ ἀγαπητῷ καθέζεσθαι παρεκελεύετο λέγων ‟κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.” [7.1.7–8] συνίστησι δὲ ταύτην ἡμῶν τὴν εἰς τοὺς τόπους ἑρμηνείαν Ἰωάννης ὁ εὐαγγελιστὴς, ὃς παραθέμενος τὰς προκειμένας τοῦ Ἡσαΐου φωνὰς, ἐν αἷς εἴρητο ‟ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτόν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν” ἐπιφέρει περὶ τοῦ Χρι.στοῦ λέγων ‟ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησε περὶ αὐτοῦ.” ἰδὼν δὴ οὖν ὁ προφήτης τὴν ἐπὶ τοῦ πατρικοῦ θρόνου τῆς ἐνθέου δόξης τε καὶ βασιλείας ἵδρυσιν τοῦ σωτῆρος ἡμῶν, τῷ τε ἁγίῳ ἐπιθειάσας πνεύματι, καὶ μέλλων ἐξῆς τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον καὶ τὴν ἐκ παρθένου γέννησιν ὑπογράφειν προμαρτύρεται τὴν εἰς πᾶσαν τὴν γῆν μέλλουσαν ἔσεσθαι γνῶσίν τε καὶ δοξολογίαν, τὰ Σεραφὶμ εἰσάγων κυκλοῦντα αὐτὸν καὶ φάσκοντα ἅγιος ἅγιος ἅγιος κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.” [7.1.9–10] τίνα δ’ ἂν εἴη τὰ Σεραφὶμ τὰ τὸν Χριστὸν τοῦ θεοῦ δορυφοροῦντα ἢ τάχα ἴσως ἀγγέλων καὶ θείων δυνάμεων χοροὶ, ἢ καὶ προφητῶν καὶ ἀποστόλων; ἑρμηνεύεται γὰρ τὰ Σεραφὶμ “ἀρχὴ στόματος αὐτῶν.” τοιοῦτοι δὲ οἱ προφῆται καὶ ἀπόστολοι, ὧν διὰ τοῦ στόματος ἡ ἀπαρχὴ γέγονε τοῦ σωτηρίου κηρύγματος, διὸ ταύτης ἔτυχον τῆς προσηγορίας, ὡς καὶ τοῦ ἁγίου πνεύματος αἶ δυνάμεις πτέρυγες ὠνομασμέναι, τὰ μὲν πρῶτα καὶ τὰ ὕστατα τῆς τοῦ θεοῦ λόγου γνώσεως ἐπικρύπτουσιν, ὡς ἄρρητα καὶ ἀκατάληπτα ὄντα τὴν φύσιν, τὰ δὲ μέσα τῆς περὶ αὐτοῦ οἰκονομίας ἐκφαίνουσιν, ὅτι δὴ μόνα γνωστὰ ταῦτα ἀνθρώπων φύσει, τῶν ἐπέκεινα καὶ τῶν μετὰ ταῦτα ἐν ἀπορρήτοις σεσιγημένων. [7.1.11–12] καὶ δυνάμεις δὲ θεῖαι καὶ οὐράνιοι εἶεν ἂν διὰ τῶν Σεραφὶμ δηλούμεναι, καθὸ ἑτέρως τὰ Σεραφὶμ ἑρμηνεύεται ἐμπρησμοί. διὸ εἴρηται ‟ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα.” κεκράγασι δὲ οὗτοι καὶ βοῶσιν ἕτερος τῷ ἑτέρῳ κατὰ τὴν οἰκείαν δύναμιν, τὴν ἁγιότητα τοῦ θεολογουμένου παριστῶντες, καὶ τό γε πάντων παραδοξότατον θεολογοῦντες, ὅτι δὴ μὴ μόνον οὐρανὸς καὶ τὰ ἐν οὐρανῷ πάντα πλήρη τυγχάνει τῆς δοξολογίας αὐτοῦ, ἀλλὰ καὶ πᾶσα ἡ γῆ τῆς αὐτῆς μετέσχε δυνάμεως διὰ τὴν ἐξ οὐρανῶν εἰς ἀνθρώπους αὐτοῦ θεσπιζομένην κάθοδον, ἣν προιὼν ἐξῆς ὁ λόγος προφητεύει, τὴν ἐκ παρθένου γένεσιν καὶ τὴν διὰ ταύτης εἰς πᾶσαν τὴν γῆν ἐφαπλωθεῖσαν δοξολοίαν αὐτοῦ κηρύττων. [7.1.13] κύριος δὲ Σαβαὼθ ἑρμηνεύεται κύριος τῶν δυνάμεων. αὐτὸς δ’ ἂν εἴη ὁ ἀρχιστράτηγος δυνάμεως κυρίου, ὃν καὶ ἐν κγ΄ Ψαλμῷ κύριον Σαβαὼθ αἶ θεῖαι πάλιν ἀποκαλοῦσι δυνάμεις, τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ θεσπίζουσαι δι’ ὄν φασιν ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. τίς ἐστὶν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.’ τὸ γοῦν Ἑρβαϊκὸν πάλιν ἐνταῦθα κύριον Σαβαὼθ αὐτὸν καλεῖ. [7.1.14] καὶ ἐπειδήπερ αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, διά τε τὴν ἐπιδημίαν αὐτοῦ ἔμελλε πᾶσα ἡ γῆ πληροῦσθαι τῆς δόξης αὐτοῦ, εἰκότως τὸ μέλλον ἔσεσθαι ἔν τε τῷ προφήτῃ λέλεκται καὶ ἐν τῷ Ψαλμῷ· ἐν μὲν τῷ προφήτῃ διὰ τοῦ ‘‘πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ,’ ἐν δὲ τῷ Ψαλμῷ διὰ τῆς ἀρχῆς φασκούσης ‟τοῦ κυρίου ἡ τῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἶ κατοικοῦντες ἐν αὐτῄ.” [7.1.15] τούτων τεθεσπισμένων ἐξῆς ὑποβὰς ὁ προφήτης μαρτύρεται ὅτι δὴ εἰ καὶ πλήρης ἔσται πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ, ἀλλά γε τὸ Ἰουδαίων ἔθνος οὐ προσήσεται αὐτὸν, διό φησιν καὶ εἶπε κύριος (αὐτὸς δηλαδὴ ὁ τεθεωρημένος κύριος Σαβαὼθ,) τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδού εἰμι ἐγὼ, ἀπόστειλόν με. καὶ εἶπε, πορεύθητι, καὶ εἷπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὑτῶν καὶ τοῖς ὠσὶν αὑτῶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.” [7.1.16–17] δι’ ὧν ἄντικρυς θεσπίζει τὴν ἐσομένην εἰς αὐτὸν ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ, καὶ ὡς ὄψονται μὲν αὐτὸν, οὐ μὴν προσέξουσι τίς εἴη, λέγοντός τε ἐν αὐτοῖς καὶ διδάσκοντος ἀκούσονται, οὐ μὴν καὶ συνήσουσιν οὔθ’ ὅστις ὢν αὐτοῖς διαλέξοιτο οὔθ’ ἅπερ αὐτοῖς τῆς καινῆς διδασακλίας παραδώσει μαθήματα. μαρτυρεῖ δὲ τοῖς τῶν λόγων ἀποτελέσμασιν ὁ εὐαγγελιστὴς Ἰωάννης περὶ τοῦ σωτῆρος ἡμῶν λέγων ‟τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευσαν εἰς αὐτὸν, τὸν, ἔνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπε, κύριε τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἡσαΐας, τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἔνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. ταῦτα εἶπεν Ἠσαίας ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησε περὶ αὐτοῦ.” [7.1.18] ἀναμφιλόγως οὖν ἐπὶ τὸν Χριστὸν ἀνήνεγκε τὴν ἐν τῷ Ἡσαΐᾳ θεοφάνειαν ὁ εὐαγγελιστὴς, καὶ ἐπὶ τὸν Ἰουδαίων λαὸν οὐ παραδεδεγμένον τὸν ἑωραμένον τῷ προφήτῃ κύριον κατὰ τὴν περὶ αὐτοῦ πρόρρησιν. τῷ γοῦν προφήτῃ ἑωρακότι τὸν κύριον Σαβαώθ φησιν ὁ χρησμὸς εἰπεῖν τῷ Ἰουδαίων ἔθνει ὅτι δὴ καὶ αὐτοὶ ὄψονταί ποτε τὸν αὐτὸν, ἀλλ’ οὐ συνήσουσιν ὅστις εἴη, καὶ ἀκούσονται αὐτοῦ λέγοντος ἐν αὐτοῖς καὶ διδάσκοντος, ἀλλ’ οὐ νοήσουσι, διὰ τὸ πεπωρῶσθαι αὐτῶν τὴν καρδίαν. [7.1.19] ταῦτ’ οὖν ὁ Ἠσαίας δι’ ὧν παρεθέμεθα λέξεων θεσπίσας, ἐν ἱστορίας ἀφηγήσει πολεμίων ἔφοδον κατὰ τοῦ Ἀχαζ, ὃς ἐπεῖχε τότε τὰ τῆς βασιλείας τοῦ Ἰουδαίων λαοῦ, ὑπογράφει, καὶ τὴν τῶν μὲν αἰσθητῶν πολεμίων καθαίρεσιν αὐτίκα καὶ οὐκ εἰς μακρὸν γενήσεσθαι σημαίνει· ὧν δὲ σύμβολα ἔφερε νοητῶν καὶ ἀοράτων ἐχθρῶν, δαιμόνων τινῶν καὶ ἀφανῶν δυνάμεων, (περὶ ὧν ἀρχόμενοι τῆς ὅλης πραγματείας διεληλύθαμεν, ὧς οὐ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πᾶν τὸ ἀνθρώπειον γένος ἐπὶ πᾶν εἶδος κακίας καὶ ἐπ’ αὐτήν γε τὴν ἄθεον εἰδωλολατρίαν καταβεβληκότων), οὐκ ἄλλως τὴν ἧτταν ἔσεσθαι δηλοῖ ἢ διὰ μόνης τῆς θεσπιζομένης εἰς ἀνθρώπους ἐπιδημίας τοῦ θ’ ἑοῦ λόγου, ἐξ ἀπειρογάμου παρθένου σκῆνος ἀνθρώπειον ἀναληψομένου. τίς δὲ αὐτῷ ἡ τούτου χρεία ἦν καιρὸς ἂν εἴη διαλαβεῖν. [7.1.20–21] Ἐπειδὴ δι’ ἀνθρώπου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, φησὶν ὁ ἀπόστολος, χρῆν δήπου διὰ τοῦ αὐτοῦ ἀνθρώπου τὴν κατὰ τοῦ θανάτου βραβευθῆναι νίκην, καὶ τὸ σῶμα τοῦ θανάτου σῶμα ζωῆς ἀναδειχθῆναι, καὶ τῆς ἁμαρτίας τὴν βασιλείαν ἐν τῷ θνητῷ σώματι τὸ πρὶν ἐνεργοῦσαν καταλυθῆναι, μηκέτι ἁμαρτίας αὐτοῦ, ἀλλὰ δικαιοσύνης κρατούσης. καὶ ἐπειδὴ διὰ τῶν τῆς σαρκὸς ἁμαρτημάτων πάλαι πρότερον ἡ πτῶσις ἐγίνετο πᾶσιν ἀνθρώποις, εἰκότως πάλιν δι’ ἀναμαρτήτου καὶ πάσης ἀχράντου κακίας τὰ κατὰ τῶν ἐχθρῶν ἀνηγείρετο τρόπαια. [7.1.22] τίνων δὲ ἐχθρῶν, ἢ τῶν πάλαι διὰ τῶν τῆς σαρκὸς ἡδονῶν καταπαλαιόντων τὸ ἀνθρώπειον γένος; καὶ ἄλλως δὲ ἐχρῆν ἀνθρώποις θεοῦ λόγον ὁμιλεῖν μέλλοντα, καὶ σαρκὸς ἀκοαῖς τὰ τῆς εὐσεβείας μαθήματα παραδώσοντα, τεραστείας τε καὶ παραδοξοποιίας ἀνθρώπων ὀφθαλμοῖς θεοῦ τε δύναμιν ἐναργῆ παραστήσοντα, μὴ ἄλλως ἢ διὰ τοῦ συνήθους ἡμῖν ὀργάνου τοῦτο πρᾶξαι, ὅτι οὐδὲ πλέον οὐδὲν σωμάτων ὁρᾶν ἀνθρώπων δυνατὸν ἦν ὀφθαλμοῖς, οὐδ’ ἀκούειν ἀκοὴν πλέον τι τοῦ διὰ γλώττης προφερομένου ἤχου. [7.1.23–24] ἔν οὖν καὶ διὰ σωμάτων αἰσθήσεως τῆς τῶν νοντῶν καὶ ἀσωμάτων ἐννοίας ἐπιλαβώμεθα, τὸν ἡμῖν συγγενῆ καὶ γνώριμον λόγον αὐτὸς ὁ θεὸς λόγος ἀνελάμβανε, καὶ πάντα γε δι’ αὐτοῦ τὰ σωτήρια τοῖς αὐτηκόοις καὶ αὐτόπταις τῶν ἐνθέων αὐτοῦ λόγων τε καὶ ἔργων προεβάλλετο. καὶ ταῦτ’ ἔπραττε ταῖς τοῦ σώματος ἀνάγκαις ὁμοίως ἡμῖν οὐδαμῶς καταδεσμούμενος, οὐδέ τι χεῖρον ἢ μεῖζον αὐτὸς ἑαυτοῦ τῆς θεότητος ὑπομένων, οὐδ’ οὕτως οἷα ἀνθρώπου ψυχὴ τῷ σώματι πεδούμενος ὡς μὴ ἐνεργεῖν δύνασθαι τὰ θεῖα, μηδὲ πανταχῆ παρεῖναι θεοῦ λόγον ὄντα, καὶ τὰ πάντα πληροῦντα καὶ διὰ πάντων ἥκοντα· [7.1.25–26] ἀλλ’ οὐδὲ ῥύπον ἢ φθορὰν ἢ μίασμα ἐξ ἧς ἀνείληφε σαρκὸς ἐπενηνεγμένος, ὅτι δὴ ἀσώματος ὢν τὴν φύσιν καὶ ἄυλος καὶ ἄσαρκος, οἷα θεοῦ λόγος, ἐνθέῳ δυνάμει καὶ λόγοις ἡμῖν ἀρρήτοις πᾶσαν ὑπῄει τὴν οἰκονομίαν, τῶν οἰκείων μεταδιδοὺς, ἀλλ’ οὐκ ἀντεπαγόμενος τῶν ἀλλοτρίων οὐκοῦν τι φοβεῖσθαι χρὴ τὴν ἔνσαρκον οἰκονομίαν, ἐπεὶ μὴ ἐμολύνετο ὁ ἀμόλυντος μηδὲ ἐκ τῆς σαρκὸς ὁ ἀμίαντος ἐμιαίνετο μηδὲ συνεφθείρετο τῇ τοῦ σώματος οἰκείᾳ φύσει ὁ ἀπαθὴς τοῦ θεοῦ λόγος, ἐπεὶ μηδὲ ἡλίου πάθοιεν νἄ τι ἀκτῖνες νεκρῶν καὶ παντοίων σωμάτων ἐπαφώμεναι; τῷ δὲ θείῳ λόγῳ τοὔμπαλιν τὸ φθαρτὸν μετεσκευάζετο, καὶ ἅγιόν τε καὶ ἀθάνατον, ἅτε καὶ ἦν αὐτῷ βουλητὸν, ἀπετελεῖτο· ναὶ μὴν καὶ ταῖς ἐνθέοις τοῦ πνεύματος βουλαῖς τε καὶ πράξεσι διηκονεῖτο. τοῦτο οὖν ὅλον τῷ φιλανθρωποτάτῳ θεῷ τε καὶ θεοῦ λόγῳ ὑπὲρ τῆς πάντων ἀνθρώπων θεραπείας τε καὶ σωτηρίας ταῖς τῶν προφητῶν ἀκολούθως ἐνηργεῖτο φωναῖς ἄνωθεν ἐκ παλαιῶν χρόνων τὴν θαυμασίαν ἐκ παρθένου γέννησιν αὐτοῦ προμαρτυρομέναις. σφόδρα δὲ ἀναγκαίως ὁ προφήτης προτάττει τῆς ἐκ παρθένου γενέσεως τοῦ Χριστοῦ τὸ ἐπιστρεφὲς, ἐπιφωνῶν ἄντικρυς τοῖς τούτων ἀκροωμένοις τὸ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.’ [7.1.27] ᾧ ἐπιφέρει ἐξῆς τὰ τοῦτον ἔχοντα τὸν τρόπον ‟ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων, αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ εἶπεν Ἄχαζ, οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω κύριον. καὶ εἶπεν, ἀκούσατε δὴ οἶκος Δαβὶδ, μὴ μικρὸν ὑμῖν ἀνθρώποις παρέχειν ἀγῶνα καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων.” [7.1.28] Καὶ τὰ μὲν τῆς προφητείας ὧδέ πη εἶχεν. ἐπιστήσαι δὲ ἄξιον τῷ τοῦ λόγου προοιμίῳ μαρτυραμένω τοῖς ἐντυγχάνουσιν, ὅτι ’ ἐὰν μὴ πιστεύσωσιν οὐδὲ μὴ συνῶσι. καὶ ἀναγκαίως χρῆν ἐπισημήνα- σθαι, δεικνύντας ὅτι μὴ μόνον συνέσεως, ἀλλὰ καὶ πίστεως δεῖ τοῖς ἐντευξομένοις ^ καὶ οὐ μόνον πί- στεως, ἀλλὰ καὶ συνέσεως. ὅθεν οἶ ἐκ περιτομῆς μὴ πιστεύσαντες εἰς τὸν Χριστὸν τοῦ θεοῦ, εἰσέτι καὶ νῦν τούτων ἀκροώμενοι, οὔπω καὶ εἰς δεῦρο συνῆ- κὰν τὸν προφητευόμενον y ὥστε ἐπ’ αὐτοῖς πρώτοις ἐπαληθεῦσαι τὴν πρόρρησιν. [7.1.29–30] ἀκοῇ γὰρ τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν διὰ πάσης ἡμέρας ἀκούοντες ὠσὶ διανοίας οὐκ ἀκούουσιν. τῆς τε ἀγνοίας αὐτῶν αἴτιον οὐδὲν ἴτερον ἢ ἀπιστία τυγχά- τυγχάνει, καὶ τοῦτο τῆς προρρήσεως ἀψευδῶς περὶ αὐτῶν καὶ πρὸς αὐτοὺς ἀποφηναμένης. ἐὰν γὰρ, φησὶ, μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. ἀλλ’ εἰ φαῖεν μὴ παρθένον, νεᾶνιν δὲ ὠνομάσθαι ἐν xfj γραφῇ, (οὕτως γάρ φασι φέρεσθαι παρ’ αὑτοῖς) καὶ ποῖον ἂν γένοιτο, φήσομεν, σημεῖον ἐπαγγελίας θεοῦ ἄξιον, εἰ συνήθως τίκτειν οἷα καὶ πάσαι γυναῖκες ἐξ ὁμι- λίας ἀνδρὸς ἐν γαστρὶ λαβοῦσα νεᾶνίς τις ἔμελλε ; πῶς δὲ καὶ θεὸς ἦν ὁ ἐξ αὐτῆς γεννώμενος ; καὶ οὐχ ἁπλῶς θεὸς, ἀλλ’ ὁ μεθ’ ἡμῶν; τοῦτο γὰρ σημαί- σημαίνειν βούλεται τὸ Ἐμμανουήλ, ὅπερ φησὶ δεῖν ὀνομά- ὀνομάζειν τὸν γεννώμενον. ἰδοὺ γὰρ ἡ παρθένος, φησὶν, ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ θεός.” [7.1.31–32] ποῖος δὲ καὶ ἀγὼν θεῷ, ἢ ποῖος ἂν εἴη κόπος καὶ μόχθος ἐπὶ συνήθει τρόπῳ γυναικὸς τικτούσης; ἐν μὲν γὰρ τοῖς ἡμετέροις ἀν- τιγράφοις ὑφ’ ἑβδομήκοντα ἀνδρῶν, ἄνωθεν μὶν Eβραίων τὸ γένος, ἐπ’ ἀκριβείᾳ δὲ τῆς πατρίου παι- δείας δεδοκιμασμένων, ἑρμηνευομένοις ὧδέ πως φέ- ρεται ‟μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, ὃς κεκλήσεται ὁ μεθ’ ἡμῶν θεός·” (τοῦτο γὰρ, ὡς ἔφην, δηλοῦν βούλεται τὸ Ἐμμανουὴλ ὄνομα·) ἐν δὲ τοῖς αὐτῶν Ἰουδαίων ἀντιγράφοις κατὰ τὴν Ἀκύλου μεταβολὴν φερομένοις, (προσήλυτος δὲ ὁ Ἀκύλας ἦν, οὐ φύσει Ἰουδαῖος) ὅμως δ’ οὖν καὶ κατ’ αὐτὸν τοῦτον εἴρηται τὸν τρόπον ‟ἀκούσατε δὴ οἶκος Δαβὶδ, μή τι ὀλίγον ἀπὸ ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καί γε τὸν κύριον θεόν μου; διὰ τοῦτο δόσει αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ αυλλαμβάνει, καὶ τίκτει υἱὸν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ.” [7.1.33–34] παρὰ δὲ τῷ Συμμάχῳ ταῦθ’ οὕτως ἔχει (λέγεται δὲ ὁ Σύμμαχος Ἐβιωναῖος εἶναι· αἵρεσις δὲ ἣν οὕτω καλουμένων τινῶν Ἰουδαίων εἰς Χριστὸν πιστεύειν λεγομένων, ἐξ ὧν ὁ Σύμμαχος ἦν, παρ’ ᾧ καὶ αὐτῷ ταῦτα οὕτως ἔχει) ‟ἀκούσατε οἶκος Δαβὶδ, μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε τὸν θεόν μου; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις συλλαμβάνει καὶ τίκτει υἱὸν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ.” ἐπειδὴ γὰρ τοῦ Ἰουδαίων ἔθνους τὸ σκληρὸνα τοῦ τρόπου καὶ πρὸς εὐσέβειαν δυσένδοτον ἱδρῶτα καὶ κόπον μόχθον τε οὐ τὸν τυχόντα καὶ ἀγῶνα παρεῖχε τοῖς πάλαι θεοφιλέσι προφήταις, τούτου χάριν οὐκ αὔταρκες ὑμῖν, φησὶ, τοὺς προφήτας τοῦ θεοῦ μοχθοῦν, καὶ ἀγῶνα παρέχειν ἀνθρώποις; ἀλλ’ ἤδη καὶ τὸν θεόν μου κοποῦτε, καὶ ἀγῶνα παρέχετε καί γε τῷ θεῷ μου;” οὕτω γὰρ καὶ Θεοδοτίων ἐξέδωκεν. [7.1.35–36] ὁ γοῦν προφήτης ἰδίως ἑαυτοῦ θεῖν, ἀλλ’ οὐχὶ καὶ τῶν πρὸς οὓς ὁ λόγος, τὸν κοπούμενον καὶ ἐπὶ τὸν ἀγῶνα ἀποδυόμενον προσεῖπεν, οὐκ ἂν φήσας θεόν μου τὸν ἐπὶ πάντων θεὸν ἐν Ἰουδαίοις, παρ’ οἷς ἐκ πατέρων τὸ περὶ τὸν τῶν πάντων δημιουργὸν θεὸν σέβας ἐφυλάττετο. τίς δ’ ἂν εἴη ὁ ἀγὼν καὶ μόχθος ἢ ὁ κόπος τοῦ προφητευομένου θεοῦ, τὸ εῖς ἀνθρώπων γένεσιν ἐλθεῖν, κατὰ μὲν ἡμὰς καὶ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν ἐκ παρθένου γεννώμενον, κατὰ δὲ τὴν νῦν παρὰ Ἰουδαίοις φερομένην ἐκ νεάνιδος; εὕροις δ’ ἂν παρὰ Μωσεῖ καὶ τὴν ὁμολογουμένως παρθένον νεᾶνιν προσηγορευμένην, τὴν γοῦν ἑτέρῳ μεμνηστευμένην, ὑφ’ ἑτέρου δὲ ἐκβεβιασμένην τούτῳ κέκληκε τῷ προσρήματι. [7.1.37–38] ἀλλὰ καὶ ὁ ἐκ τῆς δηλουμένης τεχθησόμενος Ἐμμανουὴλ μείζονα ἢ κατὰ τὸν κοινὸν ἄνθρωπον ἐπιφέρεται δύναμιν, ἐκλεγόμενος τὸ ἀγαθὸν πρὶν ἢ γνῶναι πονηρὰ, καὶ ἀπειθῶν πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· καὶ ταῦτα οὐκ ἐν τῇ τοῦ ἀνδρὸς ἡλικίᾳ, ἀλλ’ ἐν τῇ τοῦ παιδίου. διὸ εἴρηται ‘‘πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν”, δι’ ὧν παντελῶς τὸ τῆς κακίας ἄπειρον τοῦ δηλουμένου παρίσταται. ἀλλὰ καὶ κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπάγεται τὴν ἐπωνυμίαν ὁ μεθ’ ἡμῶν ὑπάρχων θεός. [7.1.39–40] διὸ καὶ τὸ περὶ αὐτοῦ σημεῖον βάθος ἐλέγετο περιέχειν, ὁμοῦ δὲ καὶ ὕψος· βάθος μὲν διὰ τὴν εἰς ἀνθρώπους κάθοδον, ἢ καὶ τὴν μέχρι θανάτου παρουσίαν, ὕψος δὲ διὰ τὴν ἔνθεον ἐκ τοῦ βάθους ἀποκατάστασιν, ἢ διὰ τὴν τῆς ἐνθέου προϋπάρξεως αὐτοῦ θεολογίαν. τίς δ’ ἂν εἴη ὁ μεθ’ ἡμῶν θεὸς ἢ ὁ διὰ τῶν πρόσθεν ἀποδεδειγμένος θεὸς κύριος ὁ καὶ τῷ Ἀβραὰμ οὐκ ἄλλως ἢ δι’ ἀνθρώπου μορφῆς τεθεαμένος; εἰ δ’ ἀναφέροιεν ἐπὶ τὸν Ἐζεκίαν οἶ ἐκ περιτομῆς ταῦτα, τὸν τοῦ Ἄχαζ παῖδα, τοῦτον εἶναι φάσκοντες τὸν τῷ πατρὶ προσημαινόμενον, ἀλλ’ οὔτε ὁ μεθ’ ἡμῶν θεὸς Ἐζεκίας ἦν οὔτε σημεῖον θεοπρεπὲς πέπρακταί τι ἐπ’ αὐτῷ· ἀλλ’ οὐδὲ ἀγὼν ἢ μόχθος τῷ θεῷ ἦν περὶ τὴν ἐκείνου γένεσιν· καὶ ἄλλως παρὰ ταῦτα δείκνυται ὁ Ἐζεκίας ἀποκλειόμενος τῶν χρόνων τῆς προφητείας. [7.1.41] ταῦτα μὲν γὰρ βασιλεύοντος αὐτοῦ δὴ τοῦ πατρὸς Ἄχαζ περὶ μελλόντων ἐθεσπίζετο· ὁ δὲ Ἐζεκίας πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ συνίσταται γεγεννημένος. εἰ δὲ μὴ ἐπὶ τοῦτον ἀναχθείη τὰ τῆς προκειμένης προρρήσεως, πολλοῦ δεῖ ἐφ’ ἕτερον τῶν παρὰ Ἰουδαίοις μετὰ τοὺς τῆς προφητείας χρόνους γενομένων, ἐπί γε μὴν τῆς τοῦ ἀληθοῦς Ἐμμανουήλ, τοῦτ’ ἔστι τοὐ γεγονότος μεθ’ ἡμῶν θεοῦ, γενέσεως, καὶ ἐπὶ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου εἰς ἀνθρώπους ἐπιδημίας. [7.1.42] τῶν γὰρ δυοῖν βασιλέων καθῃρημένων κατελείφθη ἔρημος ἡ τῶν Ἰουδαίων γῆ, ὥσπερ ἔσεσθαί φησιν ὁ χρησμὸς εἰπὼν “καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων·” ὃ καὶ αὐτὸ ῥητῶς μὲν καὶ κατὰ λέξιν οὕτως ἂν ἀποδοθείη. κατὰ γὰρ βασιλέα Ἄχαζ καὶ Ησαΐαν υἱὸν Ἀμὼς καὶ τοὺς τῆς προφητείας χρόνους, βασιλεὺς Συρίας ὁ ἐν Δαμασκῷ καὶ βασιλεὺς Ἰσραὴλ ὁ ἐν Σαμαρείᾳ, οὐχ ὁ ἐν Ἰερουσαλὴμ, ἀλλ’ ὁ τοῦ πλήθους τῶν Ἰουδαίων τῶν ἀποστάντων τοῦ θείου νόμου, συνθήκας πρὸς ἀλλήλους θέμενοι, τοὺς ὑπὸ τοῖς διαδόχοις τοῦ Δαβὶδ βασιλευομένους [7.1.43–44] τούτων οὖν ἀμφοῖν τὴν καθαίρεσιν ἡ προφητεία θεσπίζουσα αὐτοὺς μὲν τοὺς κατ’ ἐκεῖνο καιροῦ Ἰουδαίους τε καὶ ἀλλοφύλους, κατὰ τοῦ λαοῦ τοῦ θεοῦ δεξιὰς ἀλλήλοις δεδωκότας, αὐτίκα μάλα διαλυθήσεσθαι καὶ ἀποχωρήσειν τοῦ πολέμου φησί· τήν γε μὴν βασιλείαν αὐτῶν καὶ τὴν διαδοχὴν εἰς τὸ παντελὲς καταλυθήσεσθαι καὶ ἀποσβεσθήσεσθαι ἐπὶ τῆς τοῦ προφητευομένου μεθ’ ἡμῶν θεοῦ γενέσεως. ἐπίστησον τοίνυν πότε ἡ Δαμασκηνῶν ὁμοῦ καὶ Ἰουδαίων κατελύθη βασιλεία, καὶ κατὰ ποίους χρόνους κατελείφθη ἡ γῆ τῶν Ἰουδαίων ἀβασίλευτος, καὶ αὐτή γε ἡ πρὶν πολλὰ δυναμένη Δαμασκηνῶν χώρα, μεγάλῃ χειρὶ τὸ παλαιὸν τῆς Συρίας ἁπάσης βασιλεύουσα. [7.1.45] ἐπὶ γὰρ τῆς τούτων καθαιρέσεως τὸν Ἐμμανουὴλ πάντως που γεννηθήσεσθαι καὶ τὸν προφητευόμενον ἐληλυθέναι. εἰ μὲν οὖν τῶν δηλουμένων παρῆν ὁρᾶν συνεστώσας τὰς βασιλείας, οὐδὲν χρῆν περαιτέρω ζητεῖν, μόνον δὲ ἔτι καὶ νῦν εἰς μέλλοντα χρόνον ἀναρτᾶν τὰς ἐλπίδας· εἰ δὲ ἔργῳ προφανὴς ἡ καθαίρεσις τῶν εἰρημένων, ὡς μήτε ἐν Δαμασκῷ μήτε ἐν τῇ Ἰουδαίᾳ καθ’ ἡμᾶς αὐτοὺς φαίνεσθαι βασιλέα, πρόδηλον ὡς τέλους ἔτυχε τὸ λόγιον φῆσαν “καὶ καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων, ὧν σὺ φοβῇ, ἀπὸ προσώπου αὐτῶν, τῶν βασιλέων ἀντὶ τῶν βασιλειῶν ὠνομασμένων. [7.1.46–48] ὁ γοῦν Σύμμαχός φησιν “ἐγκαταλειφθήσεται ἡ γῆ, ἀφ’ ἧς σὺ ἐγκακεῖς, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς.” καὶ ὁ Ἀκύλας “ἐγκαταλειφθήσεται ἡ χθὼν, ἣν σὺ σικχαίνεις, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς.” καὶ ὁ Θεοδοτίων δὲ τοῦτον ἡρμήνευσε τὸν τρόπον “ἐγκαταλειφθήσεται ἡ γῆ, ἣν σὺ βδελύσσῃ, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς.” ὁρᾷς ὅπως τὴν γῆν καταλειφθήσεσθαι ἀβασίλευτον θεσπίζει; ποίαν δὲ γῆν ἢ τὴν τῶν Δαμασκηνῶν καὶ τὴν τοῦ Ἰσραήλ; τούτων γὰρ ἦσαν οἱ δύο βασιλεῖς οἶ περὶ ὧν ὁ λόγος. ὧν ὁ Ἄχαζ τὴν γῆν ἐσίκχαινεν, ἢ ἐβδελύσσετο, ἀποκάμνων ἢ ἐγκακῶν ἀπ’ αὐτῆς. πότ’ οὖν τοῦτο γέγονεν; τούτων γὰρ συμπερασθέντων πᾶσα ἀνάγκη καὶ τὸ προλεγόμενον μέρος τῆς προφητείας εἰς ἔργον κεχωρηκέναι· τοῦτο δὲ ἦν τὸ τὴν παρθένον τεκεῖν τὸν μεθ’ ἡμῶν θεόν. [7.1.49] καὶ δὴ πρόδηλον τοῖς τὰς ἱστορίας ἐξετάζουσιν ὡς μέχρι μὲν τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ ἐπὶ τῆς Δαμάσκου συνειστήκει τὸ ἐκ προγόνων διαδοχῆς βασίλειον. μέμνηται γοῦν ὁ ἱερὸς ἀπόστολος Ἀρέτα τοῦ βασιλέως Δαμασκηνῶν, καὶ τοῦ Ἰουδαίων δὲ ἔθνους ἡ ἄτακτος καὶ οὐ κατὰ νόμον εἰσέτι τότε διέμενε βασιλεία· οὐ γὰρ ἀπὸ γένους ἔφερον τὴν τῆς ἀρχῆς διαδοχὴν Ἡρώδης, καὶ οἶ μετ’ αὐτὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν γενόμενοι. [7.1.50–51] μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὸ εὐαγγελικὸν εἰς πάντας ἀνθρώπους τοῦ ἐκ τῆς παρθένου παιδὸς κήρυγμα καταλέλειπται αὐτίκα ἡ γῆ ἀπὸ προσώπου τοῖν δυοῖν βασιλέων. ἐξ ἐκείνου γὰρ τῆς Ῥωμαίων μοναρχίας τῶν ἐθνῶν ἐπικρατησάσης λέλυτο μὲν καὶ πᾶσα ἡ κατὰ τοὺς τόπους ἐθναρχία τε καὶ πολιαρχία, τέλος δὲ μετὰ τῶν ἄλλων καὶ τὰ τῆς ἐν χερσὶν ἐλάμβανε προφητείας. Ῥητὰ μὲν οὖν τάδε· πρὸς δὲ διάνοιαν ὁ τῆς προφητείας λόγος ἀπάσης ψυχῆς τὸ εὐσταθὲς καὶ γαληναῖον καὶ εἰρηναῖον σημαίνει τῆς τὸν γεννηθέντα θεὸν, αὐτὸν δὴ τὸν Ἐμμανουὴλ., παραδεξαμένης. ἑνὸς γὰρ Χριστοῦ καὶ τοῦ καταγγελθέντος πρὸς αὐτοῦ λόγου τῆς τῶν ἀνθρώπων ψυχῆς βασιλεύοντος οἶ πρὶν ἀποπεφεύγασι πολέμιοι, δύο τρόποι δυσσεβείας, ὅ τε τὴν εἰδωλολατρίαν καὶ τὴν ἐν πολυτρόποις δόγμασιν ἑτεροδοξίαν ὑποβάλλων ἀνθρώποις καὶ ὁ τὴν ἐν ἤθεσι διαστροφὴν ἐνεργῶν. [7.1.52–53] τούτων δ’ οὑν ἔφερον οἶ πάλαι δηλούμενοι σωματικοὶ βασιλεῖς τὰ σύμβολα· ὧν ὁ μὲν Δαμασκηνῶν τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης εἰκὼν ἦν, ὁ δ’ ἕτερος τῶν ἀποστάντων τῆς Ἰερουσαλὴμ, δηλαδὴ τῶν ἀποπεπτωκότων τῆς κατὰ τὸν νόμον τοῦ θεοῦ λατρείας ὅτι δὲ ταῦτα κατὰ διάνοιαν τροπικῶς ἀποδέχεσθαι προσήκει μάθοι ἄν τις καὶ ἀπὸ τῶν ἐξῆς ἐπιλεγομένων, δι’ ὧν ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ μυίας τινὰς καὶ μελίσσας ἐπελεύσεσθαι τῷ Ἰουδαίων ἔθνει καὶ ὁ λόγος θεσπίζει, τὰς μὲν ἀπ’ Αἰγύπτου, τὰς δὲ ἀπὸ τῶν Ἀσσυρίων, τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα ἀποξυρήσειν, ἄνθρωπον δὲ δάμαλιν βοῶν καὶ δύο πρόβατα θρέψειν, καὶ ἄλλα τινὰ καθ’ ἴνα καὶ τὸν αὐτὸν χρόνον ἔσεσθαι οὐδαμῶς πρὸς λέξιν νοούμενα, κατὰ μόνην δὲ διάνοιαν θεωρούμενα. [7.1.54] Ταῦτα μὲν οὖν τοιαῦτα· ὅπως δὲ ἡ γραφὴ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως προεσήμαινε τὸν τρόπον μαρτυρήσει ὧδέ πως ὁ εὐαγγελιστὴς γράφων τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μάριας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων παραδειγματίσαι αὐτὴν, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ φαίνεται αὐτῷ λέγων, Ἰωσὴφ υἱὸς Δαβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. [7.1.55–56] αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου, διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ θεός.” Οὕτω δὴ καθ’ ἡμᾶς τὰ τῆς θείας προγνώσεως ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως πιστοῦται, ἄλλως οὐκ ἂν τῆς προφητείας ἀληθοῦς ἀποφανθησομένης. ἑξῆς δὲ τούτοις τίνα καὶ ὁπόσα λέγεται ἔσεσθαι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δῆλον δὲ ὅτι ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ Ἐμμανουὴλ, φέρε κατανοήσωμεν. [7.1.57] “Συπιεῖ, φησὶ, κύριος μυίαις, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων, καὶ ἐλεύσονται, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος ἐν τῷ ξυρῷ τῷ μεγάλῳ, τῷ μεμισθωμένῳ, πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ. [7.1.58–59] καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα, καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος, οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν, μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ, καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται. οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος. ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.” [7.1.60–61] Τοσαῦτα ἔσεσθαι ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ ἡ παροῦσα προφητεία περιέχει· ἅπερ ὁποίας ἔχεται θεωρίας ὥρα διελθεῖν, τὴν διάνοιαν ἐπιτεμνομένους. “συριεῖ, φησὶ, κύριος μυίαις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἔστιν ἐν χὠρᾳ Ἀσσυρίων.” μὲν προτέραις εἰδωλολατρῶν ἀνδρῶν ψυχαῖς ἢ καὶ δυνάμεσιν, ὡς οἶμαι, ἀκαθάρτοις καὶ ἀηδέσι μυίαις ὀνομαζομέναις, καὶ μυίαις Αἰγυπτιακαῖς, θυσίαις καὶ αἵμασιν εἰδώλων χαιρούσαις· τῇ δὲ μελίσσῃ ζῴῳ ἐπιφερομένῳ, βασιλεύειν τε καὶ βασιλεύεσθαι καὶ πολεμεῖν ἐπισταμένῳ, ἀμύνεσθαί τε καὶ τιτρώσκειν εἰδότι τοὺς ἀνθισταμένους. [7.1.62–63] ταύτας οὖν ὁμοῦ συνελθούσας, τὰς μὲν ἐκ τῆς τῶν εἰδωλολατρῶν χώρας, τὰς δὲ ἀπὸ τῆς τῶν κατευθυνόντων γῆς, κατευθύνοντες γὰρ οἱ Ἀσσύριοι ἑρμηνεύονται) κελεύσει καὶ ὥσπερ συρίσματι τοῦ κυρίου καὶ θεοῦ τῶν ὅλων τῆς Ἰουδαίας ἀπάσης ἐπικρατήσειν, διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ, φησί· σημαίνει δὲ διὰ τούτων ἔθνη ἀλλόφυλα καὶ στρατιωτικὰ οἰκήσειν τὴν Ἰερουσαλὴμ καὶ τὴν Ἰουδαίαν γῆν. ὅπερ καὶ ὁ σωτὴρ ἡμῶν λευκοτέροις ὀνόμασιν ἐθέσπιζεν εἰπὼν “καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν.’ ὃ καὶ τέλους ἔτυχε, μετ’ οὐ πολὺν χρόνον τῶν τοῦ σωτῆρος ἡμῶν φωνῶν Ῥωμαίων τὴν πόλιν ἑλόντων, ἀλλοφύλους τε ἄνδρας αύτόθι κατοικισάντων καὶ ἐπὶ τοῦ τόπου καταστησάντων. [7.1.64–65] πάλιν δὲ ὁ αὐτὸς κύριος ξυρήσειν λέγεται ἐν τῷ τοῦ βασιλέως Ἀσσυρίων ξυρῷ, ἤτοι τῇ κολαστικῇ δυνάμει τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα οὐκ ἄλλου τινὸς ἢ αὖθις τοῦ Ἰουδαίων ἔθνους, τοῦτ’ ἔστι τὸν κόσμον αὐτῶν καὶ τὴν δόξαν περιελεῖν διὰ τῆς τῶν καθόλου ἐπικρατούντων ἀρχῆς. Ῥωμαίους δὲ εἶναι τούτους αἰνίττεται. διὰ γὰρ τοῦ τῶν Ἀσσυρίων ὀνόματος ἡγοῦμαι τὴν καθ’ ἕκαστον χρόνον ἐπικρατοῦσαν τῶν ἐθνῶν βασιλείαν σημαίνεσθαι, διὰ τὸ “κατευθύνοντας” ἀπὸ τῆς Ἐβραίων φωνῆς ἑρμηνεύεσθαι τοὺς Ἀσσυρίους· ὥστε εἶναι Ῥωμαίους τοὺς νῦν κατευθύνοντας, [7.1.66–67] ἐπεὶ καὶ ἀληθῶς τῷ Ῥωμαίωνξυρῷ, ἤτοι τῇ πολιτικῇ καὶ πολεμικῇ δυνάμει, πᾶσαν τὴν δόξαν τοῦ Ἰουδαίων ἔθνους, ἐν ᾗ τὸ πρὶν ἐκόμα, καὶ πᾶσαν αὐτῶν τὴν ἀνδρείαν διὰ τοῦ πώγωνος καὶ τῶν τριχῶν τῶν ποδῶν σημαινομένην, περιεῖλεν ὁ τῶν ὅλων θεός. οὐδὲ ἄλλοτε γοῦν πω πρότερον ἐξ αἰῶνος ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ Ἐμμανουὴλ, γένεσιν, περιεῖλεν αὐτῶν ὁ θεὸς πάντα τὸν κόσμον διὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἀντὶ δὲ τοῦ “βασιλέως “ βασιλέως Ἀσσυρίων” ὁ μὲν Ἀκύλας Ἀσσθρίων,” ὁ δὲ Θεοδοτίων “ἐν τῷ βασιλεῖ Ασσυρίων” συρίων” ἐκδέδωκεν, ὁμοίως δὲ καὶ Σύμμαχος, σαφὲς ποιοῦντες ὅτι μὴ τοὐ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν ξυρήσειν ὁ λόγος ἀπειλεῖ, ἀλλ’ ἐν τῷ αὐτοῦ ξυρῷ καὶ ἐν αὐτῷ τε τῷ βασιλεῖ τῶν Ἀσσυρίων τὰ προφητευόμενα διαθήσειν τὸ Ἰουδαίων ἔθνος. [7.1.68–69] τούτοις οὑν καὶ ἡ ἔκβασις ἐπιμαρτυρεῖ τῶν λόγων. ἐπὶ σχολῆς δέ τις καὶ πλεῖστα ἕτερα ὥσπερ εἰς Ἀσσυρίων πρόσωπον ἐν ταῖς προφητείαις εἰρημένα εὕροι ἂν ἐπιτηρήσας, οὐδαμῶς μὲν τοῖς Ἀσσυρίοις ἐφαρμόσαι δυνάμενα, τῇ δὲ ἐπικρατούσῃ καθόλου τῶν κατὰ χρόνους ἐθνῶν βασιλείᾳ. ἤδη γοῦν καὶ Πέρσας εὕρομεν παρὰ Ἑβραίοις Ἀσσυρίους ὠνομασμένους· διὸ καὶ νῦν ὑπειλήφαμεν αἰνίττεσθαι τὸν λόγον τὴν Ῥωμαίων ἀρχήν. κατευθύνουσαν γὰρ καὶ κατευθυνομένην ὑπὸ τοῦ θεοῦ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ὁρῶμεν. [7.1.70–71] μηδεὶς δὲ ὑπολαμβανέτω πάντα ἡμὰς λέγειν τὰ περὶ Ἀσσυρίων ἐν ταῖς θείαις φερόμενα γραφαῖς ἐπὶ Ῥωμαίους ἀνάγεσθαι ἠλίθιον γὰρ καὶ ἀναιδὲς τοῦτο), ἀλλά τινας εἶναι προφητικὰς φωνὰς ταῖς περὶ τοῦ Χριστοῦ μαρτυρίαις συμπεριπεπλεγμένας, ἅς φαμεν περὶ Ῥωμαίων αἰνίττεσθαι διὰ τῆς τῶν Ἀσσυρίων προσηγορίας, ἐκ τῆς τοῦ ὀνόματος ἑρμηνείας ἀεὶ συνισταμένης τῆς κατὰ χρόνους ἐπικρατούσης τῶν ἐθνῶν βασιλείας, ὡς ἐπὶ καιροῦ τοῦ προσήκοντος παραστήσομεν. καὶ ἔγωγε τὸν λογισμὸν τῆς αὐτῆς ἀποδόσεως πρὸς ἐμαυτὸν διερευνώμενος οἶμαι δι’ οὐδὲν ἕτερον μὴ ὀνομαστὶ τῶν Ῥωμαίων μνημονεῦσαι τὰ προφητικὰ λόγια ἢ διὰ τὸ μέλλειν ἐπὶ τῆς Ῥωμαίων βασιλείας τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διαλάμπειν εἰς πάντας ἀνθρώπους διδασκαλίαν, καὶ τὰς προφητικὰς γραφὰς ἐπ’ αὐτῆς τε τῆς Ῥωμαίων πόλεως καὶ ἐν πᾶσι τοῖς ὑπὸ Ῥωμαίους ἔθνεσι δημοσιεύεσθαι. [7.1.72–74] ἵν᾿ οὖν τοῖς τῆς ἀρχῆς κρατοῦσι δυσαρέστησις μηδεμία γένηται ἐκ τῆς προδήλου περὶ αὐτῶν ἀναγραφῆς, δι’ αἰνιγμάτων ὁ λόγος ἐπεκρύψατο ἔν τε ἑτέροις πλείοσιν, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς τοῦ Δανιὴλ θεωρίαις, ὥσπερ οὖν καὶ ἐν τῇ μετὰ χεῖρας προφητείᾳ, ἐν ᾗ κατευθύνοντας αὐτοὺς ὀνομάζει προσειπὼν Ἀσσυρίους. τῷ τούτων τοιγαροῦν ξυρῷ τὸν σύμπαντα κόσμον τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν τοῦ Ἐμμανουὴλ γένεσιν ἀφανισθήσεσθαι θεσπίζει. ἔτι δὲ ἐν τῇ δηλουμένῃ ἡμέρᾳ, δῆλον δὲ ὅτι τῇ τοῦ Ἐμμανουὴλ, τοῦτ’ ἔστι τῆς τοῦ Χριστοῦ ἐπιφανείας, “θρέψει, φησὶν, ἄνθρωπος δάμαλιν βοῶν ·καὶ δύο πρόβατα. καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.” [7.1.75] δι’ ὧν φαίη ἄν τις ἤτοι λιμὸν αἰνίττεσθαι καὶ πτωχείαν ὑπερβάλλουσαν τοῦ ἐκ περιτομῆς λαοῦ, μὴ εὐποροῦντος μὲν τῆς ἀπὸ σίτου κατὰ φύσιν τροφῆς, μηδὲ γῆν ἀροῦντος καὶ σπείροντος καὶ θερίζοντος, μηδὲ ποίμνας προβάτων μηδὲ βοῶν ἀγέλας κεκτημένου, ἐχομένου δὲ δύο προβάτων καὶ δαμάλεως μιᾶς, τὸ τούτων γάλα ποριζομένου· ἢ ἄλλως τροπολογῶν τὸν μὲν καταλειφθέντα ἐπὶ τῆς γῆς αἰνίττεσθαι φαίη ἂν τὸν τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότων ἀποστόλων τε καὶ εὐαγγελιστῶν χορὸν, ὧν ἕκαστος “λεῖμμα κατ’ ἐκλογὴν χάριτος γεγονὼς,” καὶ διὰ τοῦτο “ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς ὠνομασμένος θρέψειν λέγεται δάμαλιν βοῶν καὶ δύο πρόβατα, τρία καθ’ ἑκάστην ἐκκλησίαν τάγματα, ἕν μὲν τὸ τῶν ἡγουμένων, δύο δὲ τὰ τῶν ὑποβεβηκότων, τοῦ τῆς ἐκκλησίας τοῦ Χριστοῦ λαοῦ εἰς δύο τάγματα διῃρημένου, εἴς τε τὸ τῶν πιστῶν καὶ τῶν μηδέπω τῆς διὰ λουτροῦ παλιγγενεσίας ἠξιωμένων, οἷς καί φησιν ὁ θεῖος ἀπόστολος ‘‘γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα·” τοὺς δὲ ἐν ἤδη τελειοτέρᾳ καθεστῶτας ἕξει δάμαλιν βοῶν εἰκότως ἀποκαλεῖ, γεννήματα τελειοτέρων βοῶν τυγχάνοντας, οἷος αὐτὸς ἦν ὁ ἀπόστολος, περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίως αὐτῷ καμνόντων λέγων “μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι’ ἡμᾶς πάντως λέγει; [7.1.76–77] εἴη δὲ ἂν καὶ πᾶν τὸ τάγμα τῶν τῆς ἐκκλησίας προεστώτων, ἀροῦν τε καὶ γεωργεῖν τὰς τῶν ἀνθρώπων ψυχὰς ἐγκεχειρισμένων, δάμαλις ὠνομασμένη βοῶν, γεννήματα τυγχάνουσα τῶν ἀποστολικῶν τρόπων τε καὶ μαθημάτων, οἳ καὶ εἰς τοσοῦτον ἀρετῆς ἐπιδώσειν λέγονται ὡς ἐκ πολυγονίας τοσοῦτον προβάλλεσθαι γόνιμον καὶ λογικὸν ταῖς εἰσαγωγικαῖς διδασκαλίαις γάλα, ὡς καὶ ἑτέρους μυρίους τρέφεσθαι ἐξ αὐτῶν. τούτων δὲ πέρι τῶν καταλειφθέντων ἐπὶ τῆς γῆς γενησομένων ἕτερόν τι συμβήσεσθαι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δῆλον δὲ ὅτι ἐν τῷ χρόνῳ τῆς τοῦ Ἐμμανουὴλ παρουσίας, προαναφωνεῖ· τί δὲ τοῦτο; “πᾶς τόπος, φησὶ, τοῦ ἐκ περιτομῆς λαοῦ, ἐφ’ οὖ ἦσαν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. μετὰ γὰρ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, δῆλον δ’ ὅτι οἱ πολέμιοι) ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ.” [7.1.78] καὶ θέα γε ὅσα ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ, λέγω δὲ ἐν τῷ τῆς ἀνατολῆς καιρῷ τοῦ λογικοῦ φωτὸς τοῦ c διὰ τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους ἐπιλάμψαντος) περὶ τὸ Ἰουδαίων ἔθνος ἔσεσθαι ὁ λόγος θεσπίζει· δυνάμεις τε ἀκαθάρτους καὶ πολεμικὰς τὰς πάλαι ἐν τοῖς ἔθνεσιν ἐνεργούσας, ἔν τε Αἰγύπτῳ καὶ τῇ χώρᾳ τῶν Ἀσσυρίων, τοῦ κυρίου συρίσαντος καὶ ὡσπερεὶ παρορμήσαντος καὶ παρακελευσαμένου αὐταῖς, τῇ χώρᾳ φησὶν αὐτῶν ἐπελεύσεσθαι, διὰ τὸ τοιούτων ἀξίαν γεγονέναι. [7.1.79] καὶ ἀναπαύσεσθαι τὰς εἰρημένας δυνάμεις φησὶν ἐν φάραγξι καὶ ἐν τρώγλαις πετρῶν, εἴς τε τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα αὐτῶν, κατὰ μὲν διάνοιαν, ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ ἐν ταῖς τοῦ σώματος αἰσθήσεσι τοῖς τε λογισμοῖς καὶ ταῖς διερρωγυίαις αὐτῶν διανοίαις, κατὰ δὲ τὴν πρόχειρον λέξιν, καθ’ ὅλης αὐτῶν τῆς χώρας, ὃ καὶ τίς οὐκ ἂν ἀποθαυμάσειεν, ὀφθαλμοῖς ὁρῶν τοὺς πολεμίους αὐτῶν πάντα τόπον τῆς Ἰουδαίας κατειληφότας, καὶ τούς γε ἀλλοφύλους καὶ είδωλολάτρας ἀνθρώπους έν πάσαις αὐτῶν πόλεσί τε καὶ χώραις ἀναπεπαυμένους; οὐ ταῦτα δὲ ἄρα μόνα διαθήσειν φησὶν αὐτοὺς ὁ λόγος, ἀλλὰ ξυρῷ τοῦ νενοημένου ἡμῖν βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν αὐτῶν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα, πάντα δηλαδὴ τὸν πάλαι περικείμενον αὐτοῖς κόσμον, ξυρήσειν. [7.1.80–81] κατὰ δὲ τὴν αὐτὴν ταύτην ἡμέραν καὶ κατὰ τὸν αὐτὸν χρόνον ἀπειλεῖ ἐν ἐσχάτῃ πενίᾳ τοῦ κατὰ θεὸν πλούτου καταστήσεσθαι αὐτοὺς, ὡς μὴ ἄρτων λογικῶν εὐπορεῖν, μήτε στερεᾶς καὶ πνευματικῆς τροφῆς, ἀγαπᾶν δὲ γάλακτι τρέφεσθαι τῷ νηπιώδει καὶ εἰσαγωγικῷ λόγῳ. ἔτι πρὸς τούτοις καὶ τὰς ἀμπέλους αὐτῶν εἰς χέρσον ἔσεσθαι. ἐπειδὴ γὰρ, ὡς ὁ αὐτὸς προφήτης φησὶν, ἔμεινεν ὁ γεωργὸς ἅμα καὶ δεσπότης αὐτῶν “τοῦ ποιῆσαι σταφυλὴν τὸν ἀμπελῶνα, ὁ δὲ ἐποίησεν ἀκάνθας,” καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν· διὸ καὶ ἀφαιρῶν τὸν φραγμὸν αὐτοῦ καὶ καθαιρῶν τὸν τοῖχον εἰς χέρσον καταστήσειν τὸν ἀμπελῶνα μαρτύρεται, καὶ τοῖς ἐχθροῖς παραδώσειν αὐτὸν, οὓς μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσεσθαί φησιν ἐκεῖ τοὺς τὴν ἐξουσίαν εἰληφότας ὑπὸ τοῦ θεοῦ, τοῦ παραδόντος αὐτοῖς οὐκ ἀκρίτως, ἀλλ’ εὖ μάλα ἐν δίκῃ, ὅτι δὴ χέρσος καὶ ἄκανθα αὐτῶν γέγονε πᾶσα ἡ γῆ. [7.1.82–84] διὰ τοῦτο γοῦν ἐπείπερ εἰς χέρσον καὶ ἄκανθαν αὐτοὶ ἑαυτοὺς κατέστησαν, εἰσελεύσονται, φησὶν, ἐκεῖ μετὰ βέλους καὶ τοξεύματος οἶ τὴν κατ’ αὐτῶν ἐξουσίαν εἰληφότες. μὴ θαύμαζε δ’ εἰ καὶ ταῦτα συνεσκιασμένως καὶ δι’ αἰνιγμάτων ἀποδέδοται. λέλεκται γοῦν ἤδη πρότερον ἡ αἰτία τῆς τοιαύτης οἰκονομίας τοῦ λόγου, βουληθέντος ἐπικρύψασθαι τὸν ἔσχατον τοῦ Ἰουδαίων ἔθνους ὄλεθρον, ὡς ἂν φυλάττοιτο παρ’ αὐτοῖς ἡ γραφὴ εἰς ἡμῶν τῶν ἐθνῶν βελτίωσίν τε καὶ ὠφέλειαν. εἰ γοῦν ἀναφανδὸν αὐτοῖς μὲν ὄλεθρον, τοῖς δὲ ἔθνεσιν ἀγαθὰ προεκήρυττον αἱ προφητεῖαι, οὐδεὶς ἂν περὶ αὐτὰς ἐσπούδασε τῶν ἐκ περιτομῆς, ἀλλὰ ὡς αὑτοῖς ἐναντίας οὔσας καὶ ἐχθρὰς διέφθειραν ἂν αὐτὰς, καὶ οὐκέθ’ ἡμῖν τοῖς ἐξ ἐθνῶν παρῆν ταῖς τῶν προφητῶν περὶ τοῦ σωτῆρος ἡμῶν καὶ περὶ ἡμῶν αὐτῶν μαρτυρίαις χρήσασθαι. [7.1.85] ἀλλὰ γὰρ τοσούτων ἐν τῇ τοῦ Ἐμμανουὴλ ἡμέρᾳ περὶ τὸ Ἰουδαίων ἔθνος γενησομένων κατὰ τὴν ἑτέραν ἑρμηνείαν, σπάνιός τις ἔσεσθαι λέγεται ὁ καταλειφθεὶς ἐξ αὐτῶν, περὶ οὗ φησιν ὁ ἀπόστολος “λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν. ὃς δὴ θρέψει δάμαλιν βοῶν καὶ δύο πρόβατα, καὶ ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται.” τοιοῦτος δὲ ἡμῖν ἀπεδείχθη κατὰ τὴν δευτέραν ἀπόδοσιν πᾶς ὁ ἀποστολικὸς τῶν μαθητῶν χορὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. [7.1.86] ὥσπερ δὲ ὁ καταλειφθεὶς οὗτος τοιοῦτος ἔσεσθαι προ- φητεύεται, οὕτως καὶ τῆς χώρας ἁπάσης τοῦ Ἰουδαίων ἔθνους τοῦ τε ἀμπελῶνος αὐτῶν εἰς χέρσον καὶ ἄκανθαν μεταβεβλημένου, καὶ διὰ ταῦτα τοῖς πολεμίοις παραδεδομένου, ἔμπαλιν ἐκ θατέρου μέρους πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεσθαι προφητεύεται. ἡγοῦμαι δὲ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκκλησίαν οὕτως αἰνίττεσθαι, περὶ ἧς καὶ αὐτός φησιν “οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.” τὸ γὰρ ἐπηρμένον μετέωρόν τε καὶ ὑψιπετὲς τοῦ τῆς ἐκκλησίας πολιτεύματος ὄρος ἡγοῦμαι διὰ τούτων ἀνηγορεῦσθαι. [7.1.87–88] τοῦτο δ’ οὖν, φησὶ, τὸ ὅρος ἀροτριώμενον ἀροτριαθήσεται, ὡς μὴ ἐπελθεῖν ἐκεῖ φόβον, ἀλλὰ καὶ εἰς τοσοῦτον αὐτὸ μεταβαλεῖσθαι ἀπὸ τῆς προτέρας ἐρημίας καὶ χέρσου καὶ ἀκάνθης, ὡς ἐπιτήδειον καταστῆναι εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός. καὶ πάρεστί γε ἐπιλογίσασθαι ὅπως ἡ τοῦ Χριστοῦ ἐκκλησία πάλαι οὖσα χέρσος καὶ ἄκανθα διὰ τῆς αὐτοῦ χάριτος εἰς τοσοῦτον ἤλασε μεταβολῆς ὥστε πόαν καὶ βοτάνην εὔθετον τῆς λογικῆς καρποφορίας ἐπὶ τοσοῦτον βλαστῆσαι ὡς καὶ τοὺς προβατώδεις καὶ ἁπλουστέρους ἀπολαύειν αὐτῆς δύνασθαι, τούς τε ἐν ἔξει τελειοτέρᾳ προβεβηκότας ἀροῦν καὶ γεωργεῖν αὐτὴν, βόας προσαγορευομένους, ὥσπερ οὖν τὸν θεῖον ἀπόστολον παιδεύοντα πσρεστήσαμεν έν τῷ φάναι “μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι’ ὑμᾶς πάντως λέγει; δι’ ὑμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ὁ ἀροτριῶν ἑέ ἐλπίδι ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετἐχειν.” [7.1.89] οὕτως ἡ πάλαι ἔρημος καὶ χέρσος μεταβέβληκε μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὡς καὶ τοῖς οὕτως νενοημένοις βουσὶν εἰς τὴν κατάλληλον γεωργίαν ἐπιτηδείως ἔχειν. ἐπίστησον δὲ τίνα τρόπον ὑπὸ μίαν καὶ τὴν αὐτὴν διάνοιαν γένεσις ἐκ παρθένου προφητεύεται, καὶ κατὰ τὸ αὐτό φησιν ὁ λόγος τὴν μὲν πάλαι καρποφόρον γῆν τὸ πρὶν οὖσαν χιλίων σίκλων εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν, πᾶσάν τε τὴν γῆν αὐτῶν διὰ τὸ γενέσθαι εἰς ἄκανθαν καὶ εἰς χέρσον παραδοθήσεσθαι τοῖς μετὰ βέλους καὶ τοξεύματος εἰσελευσομένοις· τοὐναντίον δὲ πείσεσθαι πᾶν ὄρος· ἀπὸ γοῦν τῆς προτέρας χέρσου καὶ ἀκάνθης μεταβαλεῖσθαι “εἰς βόσκημα καὶ καταπάτημα βοός,” ὥστε αὐτὸ ἀροτριώμενον ἀροτριαθήσεσθαι καὶ μὴ ἐπελεύσεσθαι ἐκεῖ φόβον. [7.1.90] δι’ ὧν σαφῶς ἡγοῦμαι σημαίνεσθαι τὴν τοῦ σωτῆρος ἡμῶν ἐκ παρθένου γένεσιν, καὶ τὰ μετὰ ταύτην ὁμοῦ καὶ ἀθρόως Ἰουδαίοις τε καὶ τοῖς λοιποῖς ἔθνεσι συμβεβηκότα, τὴν γοῦν ἐκατέρων τῶν ταγμάτων εἰς τοὐναντίον μεταβολὴν ἡ προφητεία παρίστησιν, τοῦ μὲν Ἰουδαίων ἔθνους τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὸ χεῖρον, τῆς δὲ ἐξ ἐθνῶν ἐκκλησίας τὴν ἀπὸ τῆς πάλαι ἐρημίας ἐπὶ τὴν κατὰ θεὸν καρποφορίαν, ἅπερ, καθ’ ἔνα καὶ τὸν αὐτὸν καιρὸν τῆς τοῦ Ἐμμανουὴλ ἐπιφανείας ἐπιτελεσθήσεσθαι προφητευθέντα, ταῖς προρρήσεσιν ἀκολούθως οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἰληφότα δείκνυται, διά τε τῶν ἐμφανῶς εἰρημένων κατὰ Ἰουδαίους πραγμάτων καὶ διὰ τῆς ἐξ ἐθνῶν ἐκκλησίας. [7.1.91] εἰ μὲν γὰρ μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ Ἰησοῦ τοῦ Χριστοῦ, μὴ πέπαυτο βασιλευομένη ἡ τῶν Δαμασκηνῶν ἀρχὴ καὶ τῶν Ἰουδαίων, καὶ εἰ μὴ ἐν ὄψεσιν ἡμῖν αὐτοῖς νῦν θεωρεῖται καταλελειμμένη ὑπ’ αὐτῶν ἡ γῇ, καὶ ὑπ’ ἐθνῶν ἀλλοφύλων καὶ εἰδωλολατρῶν τούτοις εἰ μὴ γέγονεν εἰς χέρσου καὶ ἄκανθαν πᾶσα ἡ πάλαι σεμνοτάτη αὐτοῦ δὴ τοῦ ἱεροῦ αὐτῶν ἁγιάσματος σματος ὥρα, καὶ εἰ μὴ εἰδωλολάτραι ἀκάθαρτοι ἄνδρες, οἵ τε πολέμιοι αὐτῶν μετὰ βέλους καὶ τοξεύματος ἐπελθόντες, ὑπ’ αὐτοῦ γε τοῦ κυρίου παρορμηθέντες ἐκ τῆς ἀλλοδαπῆς ἐληλύθασιν, ἀνεπαύσαντό τε ἐν ταῖς χώραις αὑτῶν πάντα τόπον καὶ πάσας τὰς πόλεις αὐτῶν ἰδιοποιησάμενοι· καὶ ἔμπαλιν, εἰ μὴ ἀπὸ χέρσου καὶ ἀκάνθης τῆς πρὶν ἀγεωργίας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας μεταβαλόντα πάντα τὰ εἰς αὐτὸν πεπιστευκότα ἔθνη τὴν εὐσεβῆ καὶ κατὰ θεὸν λογικὴν ἀπείληφε καρποφορίαν· καὶ ἐπὶ τούτοις, εἰ μὴ ὀφθαλμοῖς τὸν Χριστὸν ἰδόντες οὐκ ἐπίστευσαν, καὶ διδάσκοντος ἀκούσαντες εἰ μὴ παρήκουσαν, καὶ εἰ μὴ τὰ λοιπὰ τῆς προφητείας ἐναργέστατα τέλους τυχόντα ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν δείκνυται, οὐκ ἂν εἴη αὐτὸς ὁ προφητευόμενος. [7.1.92] εἰ δὲ καὶ τυφλῷ, ὥς φασι, δῆλα τὰ τῶν λόγων ἀποτελέσματα, οὐκ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας αὐτοῦ πεπληρωμένα, τί χρὴ λοιπὸν καὶ περὶ τῆς ἐκ παρθένου γενέσεως αὐτοῦ ἀμφιβόλως ἔχειν, οὐχὶ δὲ εὐγνώμονι λογισμῷ ἀπὸ τῶν εἰσέτι νῦν ὁρωμένων καὶ τὴν καταρχὴν τῶν πραγμάτων πιστοῦσθαι; ὁρώμενα δὲ εἰσέτι νῦν τίνα ἂν εἴη ἀλλ’ ἢ ἡ Ἰουδαίων εἰς αὐτὸν ἀπιστία, ἐναργῶς κατὰ τὸν χρησμὸν πληρουμένη τὸν φάσκοντα “ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· [7.1.93–94] ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,” καὶ ἡ πολιορκία τῆς Ἰερουσαλὴμ, καὶ τοῦ πάλαι αὐτῶν ἁγιάσματος ἡ παντελὴς ἐρήμωσις, τῶν τε ἀλλοφύλων ἐθνῶν ἐπὶ τῆς χώρας αὐτῶν κατοί- κησις μετὰ κέντρων αὐτοὺς, τοῦτ’ ἔστι μετὰ σκληρῶν ἐπιταγμάτων, καταδουλουμένων, (τοῦτο γὰρ ἐδήλου λοῦ τῶν μυιῶν καὶ τῶν μελιττῶν τὰ παραδείγματα) καὶ ἐπὶ πᾶσιν ἡ τῶν ἐθνῶν ἀπὸ τῆς προτέρας ἐρημέας εἰς τὴν κατὰ θεὸν γεωργίαν μεταβολή; ταῦτα δὴ οὖν ὀφθαλμοῖς ὁρώμενα τίς οὐκ ἂν ἐκπλαγείη θαυμάσας; τίς δὲ οὐ θείαν ὡς ἀληθῶς ὁμολογήσειεν ἂν τὴν πρόρρησιν, ἀκούων ἄνωθεν πρὸ χιλίων ὅλων ἐτῶν ἐν βίβλοις ἀποκείμενα ταῦτα καὶ μελετώμενα, οὐ μὴν ἄλλοτε εἰς τέλος ἀχθέντα ἢ μετὰ τὴν τοῦ σωτηρὸς ἡμῶν παρουσίαν ; εἰ δὴ οὖν θαυμάσιος ἡ πρόρρησις, καὶ ἔτι θαυμασιωτέρα καὶ ὑπὲρ πάντα λόγον ἡ τῆς προρρήσεως ἔκβασις, τί δεῖ ἀπιστεῖν εἰ καὶ ἡ πρώτη τοῦ προφητευομένου πάροδος παράδοξον καὶ ὑπὲρ πᾶσαν ἀνθρώπου φύσιν τὴν τῆς γενέσεως καταβολὴν εἴληχεν, ὁπότε καὶ ἡ τῶν λοιπῶν θαυμάτων ἐναργὴς ὄψις οὐχ ἥττων οὖσα ἀπὸ τῆς γενέσεως αὐτοῦ βιάζεται καὶ τὴν τῶν ἄλλων τῶν κατ’ αὐτὸν πραχθέντων ἀποδέχεσθαι μαρτυρίαν ; ἀλλὰ γὰρ τούτοις ἐξῆς μετὰ τὸ εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός” συνῆπται δευτέρα τις πρόρρησις συγγενὴς τῇ προτεθειμένῃ, ἀρχομένη ἀπὸ τοῦ “ καὶ εἶπε κύριος πρός με, λάβε σεαυτῷ τόμον,” ἣν καὶ αὐτὴν ἐκθέμενοι φέρε διασκοπήσωμεν. Ἀπὸ τοῦαὐτοῦ. [7.1.95] “Καὶ εἶπε κύριος πρός με, λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστι γάρ· καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. καὶ εἶπε κύριός μοι, κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον, διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμάσκου, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.” [7.1.96–97] Ἔχεται τῆς προτεταγμένης καὶ ἡ παροῦσα προφητεία ἡ γὰρ ἐκεῖσε παρθένος, ἡ τὸν μεθ’ ἡμῶν θεὸν τίκτειν λεγομένη, προφῆτις ἐπὶ τοῦ παρόντος ὠνόμασται. ζητουμένου δὲ πόθεν ἄρα συλλήψεται ἀπειρόγαμος οὖσα, τοῦτο νῦν ὁ λόγος διδάσκει” καὶ προσῆλθον” λέγων ‘πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν.” ἀκουστέον δὲ ταῦτα ὡς ἐξ ἁγίου πνεύματος, ὑφ’ οὗ θεοφορούμενος ὁ προφήτης ἐθέσπιζεν. αὐτὸ δὴ οὖν τὸ πνεῦμα τὸ ἅγιον προσεληλυθέναι ὁμολογεῖ τῇ προφήτιδι· ὃ καὶ σαφῶς πεπλήρωται ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως ὅτε ἀπεστάλη ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲθ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ.” ᾗ καὶ εἶπε ‘χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί.” [7.1.98–99] καὶ πάλιν μὴ φοβοῦ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.” εἰπούσης τε τῆς Μάριας “πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ἀπεκρίνατο, πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοί. διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. ἐν μὲν τῇ πρὸ ταύτης προφητείᾳ ἅμα τῇ γενέσει τοῦ Ἐμμανουῆλ, πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἐλέγετο ἐγκαταλειφθήσεσθαι τὴν γῆν ἀπὸ τῶν πολιορκούντων αὐτὴν δυεῖν βασιλέων, ἑνὸς μὲν τοῦ τῆς Σαμαρείας, θατέρου δὲ τοὐ τῆς Δαμάσκου· ἐπὶ δὲ τῆς παρούσης, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμάσκου καὶ τὰ σκῦλα Σαμαρείας· ὣν καὶ πρόσθεν καταλυθήσεσθαι τοὺς βασιλέας ἐπὶ τῇ γενέσει τοῦ Ἐμμανουῆλ ἐθέσπιζεν. [7.1.100] αἰσθητῶς μὲν οὖν ἐν ἐν ἡμέραις Ἄχαζβασιλέως Ἰούδα, καὶ κατ’ αὐτὸν Ἡσαΐαν τὸν προφήτην, δύο βασιλεῖς ἐκ συνθήκης τοὺς ὑπὸ τοῖς διαδόχοις Δαβὶδ βασιλευομένους ἐπολιόρκουν, ὡς ἤδη πρότερον δεδήλωται· ὁ μὲν ἐπὶ τῆς Δαμάσκου τῶν εἰδωλολατρῶν ἐθνῶν βασιλεὺς, ὁ δὲ τοῦ πλήθους τῶν Ἰουδαίων, ἐν τῇ καλουμένῃ Σαμαρείᾳ πόλει τῆς Παλαιστίνης, ἣν Σεβαστὴν οἶ καθ’ ἡμᾶς ὀνομάζουσι ’ περὶ ὧν ὁ θεὸς διὰ τοῦ προφήτου τῷ Ἄχαζ εἶπε “ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων, τῶν δαλῶν τῶν καπνιζομένων τούτων. “ [7.1.101–102] καὶ τὴν ἀπώλειάν γε τῶν ἀνδρῶν αὐτίκα μάλα καὶ οὐκ εἰς μακρὸν ἔσεσθαι εἰπὼν, ἐξῆς προφητεύει ὡς ἐπὶ τῇ τοῦ μεθ’ ἡμῶν ἐσομένου θεοῦ γενέσει πάμπαν ἀμφοτέρων σβεσθήσεται καὶ καταλυθήσεται ἔται ἡ βασιλεία. δείκνυμεν δὲ ἀπὸ τῆς ἱστορίας ὡς μέχρι τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ χριστοῦ παρουσίας διαμεμένηκεν ἥ τε τῶν Ἰουδαίων καὶ Δαμασκηνῶν βασιλεία, μετὰ δὲ τὴν εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ ἀκολούθως τῇ προρρήσει διαλελοίπασι, τῆς Ρωμαίων μοναρχίας ἐπικρατησάσης σὺν τῷ τοῦ σωτῆρος ἡμῶν κηρύγματι. [7.1.103] καὶ ταῦ- τά γε πρὸς λέξιν θεσπίσας ὁ λόγος μετέβαινεν ἐπὶ τὴν διάνοιαν καὶ τὴν καθόλου πνευματικωτέραν ἐν θεωρίαις ἀπόδοσιν, ὑποστησάμενός τε δύο στίφη ἀο- ράτων ἐχθρῶν καὶ πολεμίων δαιμόνων πονηρῶν, τὸ πάντων ἀνθρώπων γένος διαφόρως πολεμούντων, ἕν μὲν τῶν τἀς ἐν ἀνθρώποις ἐνεργούντων ἀεὶ καὶ πάν- τοτε εἰδωλολατρίας καὶ τὰς ἐν δόγμασι ψευδοδοξίας, θάτερον δὲ τῶν ἐν ἤθεσι ψυχῶν διαφθορὰν κατεργα- ζομένων ’ καὶ τὸ μὲν τῆς εἰδωλολάτρου πλάνης εἰκόνα φέρειν ἀποδείξας, τὸν ἄρχοντα τῆς Δαμάσκου, τὸ δὲ τῶν ἐν ἀποπτώσει τοῦ σώφρονος καὶ ὑγιοῦς βίου τύ- πον εἶναι, τὸν τῆς Σαμαρείας, οὐ πρότερόν φησι τούτων ἀπαλλαγήσεσθαι τὴν γῆν (οὕτω καλῶν τοὺς ἐπὶ γῆς κατ’ οἰκοῦντας ἀνθρώπους) ἢ φανῆναι ἐπὶ γῆς τὸν Ἐμμανουήλ θεόν· τούτου δὲ ἐπιλάμψαντος καὶ βασιλεύοντος ἀνθρώπου ψυχῆς μηδένα ἔτι λείπεσθαι τῶν πάλαι κατακρατούντων αὐτῆς. [7.1.104–105] οὕτω δὴ οὖν καὶ ἐνθάδε περὶ τῶν αὐτῶν εἰρῆσθαι νοήσεις τὸ ‘'λή- ψεται δύναμιν Δαμάσκου καὶ τὰ σκῦλα Σαμαρείας,” τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμεως καθαιρούσης ἀθρόως πάντας τοὺς ἀοράτους ἡμῶν ἐχθροὺς, οἱ δὴ πάλαι πρότερον ταῖς προειρημέναις ἀθέοις καὶ ἐπιβλαβέσιν ἐνεργείαις πάντας ἀνθρώπους ἐπολιόρκουν. καὶ πρὸς λέξιν δὲ πάλιν ἴδοις ἂν ὁμοῦ τῇ γενέσει καὶ ἐπιφανείᾳ τοῦ σωτῆρος ἡμῶν τὴν δύναμιν Δαμάσκου καθῃρημένην καὶ τὰ σκῦλα Σαμαρείας ἠρμένα, τοῦτ’ ἔστι τὰς βασιλείας αὐτῶν, αἳμέχρι τῶν δηλουμένων χρόνων διαρκέσασαι ἐξ ἐκεί- νοῦ καὶ εἰς δεῦρο διαλελοίπασι κατὰ τἀς θείας προρ- ῥήσεις. [7.1.106–107] φασὶ δέ τινες καὶ ἄλλως τοὺς ἀπ’ ἀνατολῆς ἐληλυθότας μάγους καὶ τῷ Χριστῷ παιδίῳ ὄντι προσκεκυνηκότας, τούτους εἷναι τὴν δύναμιν Δαμασκοῦ· εἴποις δ’ ἂν καθολικώτερον πάντας τοὺς τὴν μὲν ἄθεον καὶ πολύθεον εἰδωλολατρίαν ἀποστραφέντας, τῷ δὲ τοῦ Χριστοῦ λόγῳ καταδουλωθέντας, μέλιστα στᾶ εἰ δυνατοί τινες εἶεν ἐν λόγῳ καὶ σοφίᾳ τοῦ αἰῶνος τούτου, αὐτοὺς εἶναι τοὺς ὀνομαζομένους δύναμιν Δαμάσκου. κατὰ ταὐτὰ δὲ καὶ τὰ σκῦλα Σαμαρείας νοήσεις τοὺς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους τοῦ σωτῆρος ἡμῶν μαθητὰς καὶ ἀποστόλους, οὓς ὥσπερ ἐκ πολεμίων τῶν ἐκ περιτομῆς κατ’ αὐτοῦ στρατευσαμένων σκῦλα ὑφ’ αὑτὸν λαβὼν ἐξ ἐναντίας καθώπλισε τοῦ τῶν Ἀσσυρίων βασιλέως, οὕτω πάλιν τροπικῶς δηλουμένου τοῦ ἄρχοντος τοῦ αἰῶνος τού- του. [7.1.108] ἐπεὶ δὲ τὸ “ἐναντίον βασιλέως Ἀσσυρίων” σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπὼν “εἰς πρόσωπον βασιλέως Ἀσσυρίων,” ἐπίστησον μή ποτε ἄρα καὶ ἐν τούτοιςτὴς Ῥωμαίων ἀρχὴν δηλοῖ, εἴ γε κατευθύνοντες ἢ κατευθυνόμενοι Ἀσσύριοι μεθερμηνεύονται κατὰ τὰ μικρῷ πρόσθεν ἀποδεδομένα. ἐπεὶ τοίνυν τῇ περὶ τοῦ σωτῆρος ἡμῶν προρρήσει καὶ νῦν ὁ τῶν Ἀσσυρίων συμπέπλεκται βασιλεὺς, εἰκότως ἡμῖν κἀνταῦθα ἡ Ῥωμαίων ἀρχὴ παρείληπται, διὰ τὸ πρὸς τοῦ θεοῦ εἰς τὴν τῶν ἐθνῶν ὑποταγὴν κατευθύνεσθαι. [7.1.109–110] λήψεσθαι τοιγαροῦν τὸ τικτόμενον παιδίον τὴν δύναμιν Δαμάσκου καὶ τὰ σκῦλα Σαμαρείας, καὶ παραδώσειν εἰς πρόσωπον Ἀσσυρίων καὶ ἐν ὀφθαλμοῖς τῶν ὑπὸ τοῦ θεοῦ κατευθυνομένων θεσπίζεται, καὶ ταῦτα ποιήσειν ἅμα τῇ αὐτοῦ γενέσει, ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει, ἔτι νηπιάζοντι σώματι τοσαῦτα ἐν ἀνθρώποις οἰκονομούμενον. πάντα δὲ ταῦτα ὁ προφήτης ἐν τόμῳ καινῷ καὶ μεγάλῳ γραφῇ παραδοῦναι ἀνθρώπου προστάσσεται, τοῦτον καὶ τῆς καινῆς διαθήκης δηλουμένης τὸν τρόπον. προσπαραλ·αμβάνει δὲ τῶν εἰρημένων μάρτυρας ἱερέα καὶ προφήτην, τοὐ λόγου παιδεύοντος ὡς ὅτι δεήσει ἐν ταῖς ἀποδείξεσι ταῖς περὶ τοῦ Χριστοῦ τὰς ἀπὸ τῆς ἐν νόμῳ ἱερουργίας καὶ τῶν μετὰ ταῦτα προφητῶν μαρτυρίας παραλαμβάνειν· πιστοὺς δὲ βούλεται καὶ ἄλλως μάρτυρας εἶναι τοὺς τὴν γένεσιν τοῦ δηλουμένου παιδίου μέλλοντας ἐποπτεύειν, εἰς τὸ συνιέναι δύνασθαι τὰ προφητευόμενα. [7.1.111–112] “ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε,” ἐλέγετο ἀνωτέρω, καὶ τὸν μὲν ἔχειν φῶς θεοῦ, τοῦτο γὰρ ὁ Οὐρίας ἑρμηνεύεται) τὸν δὲ υἱὸν ὄντα εὐλογίας τὴν μνήμην τοῦ θεοῦ ἐν ἑαυτῷ φέρειν· τοῦτο γὰρ καὶ ὁ τοῦ Βαραχίου Ζαχαρίας δηλοῖ.) Ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἡμεῖς ἐπιβεβλήκαμεν· εἰ δέ τις τῶν ἐκ περιτομῆς οὐ ταῦτα οὕτως ἔχειν βούλεται, ὥρα ἡμῖν αὐτὸν ἀποδεικνύναι, τίς πώποτε παρ’ αὐτοῖς Ἐμμανουὴλ γέγονε, καὶ πῶς ὁ προφήτης προσῆλθε πρὸς τὴν προφῆτιν, καὶ τίνα ταύτην, καὶ πῶς παραχρῆμα συνέλαβε, καὶ τίς ὁ ἐκ τῆς προφήτιδος ἀποτεχθεὶς υἱὸς, ᾧ αὐτὸς ὁ κύριος ἐπιτέθειται ὄνομα ‘‘ταχέως σκύλευσον, ὀξέως προνόμευσον,” μευσον,” καὶ τίς ἡ αἰτία τῆς τοιᾶσδε τοῦ τεχθέντος προσηγορίας. [7.1.113–114] δεικνύτωσαν δὲ καὶ τὸ πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, τὴν δύναμιν εἰληφότα Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. ἡμεῖς γὰρ ταῦτα καὶ πρὸς λέξιν καὶ τροπικῶς ἐξειληφότες πεπληρῶσθαι αὐτὰ δείκνυμεν ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως, παριστῶντες τοτὲ μὲν ῥητῶς κατὰ τὴν πρόχειρον διάνοιαν, τοτὲ δὲ τροπικῶς δεῖν ἐπιβάλλειν ταῖς προγητείαις. αὐτίκα ἑξῆς ταῖς προειρημέναις φωναῖς δι’ αἰνιγμάτων αὖθις ἐπιλέγεται “καὶ προσέθετο κύ ριος λαλῆσαί μοι ἔτι, διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασὶμ καὶ τὸν υἱὸν Ῥομελίου, διὰ τοῦτο ἰδοὺ κύριος ἀνάγει ἐφ’ ὑμὰς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. μεθ’ ἡμῶν ὁ θεός. γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς.” [7.1.115–116] Σαφῶς γὰρ ταῦτα οὐδὲ ἄλλως ἢ μετὰ θεωρίας τῆς κατὰ μόνην τροπολογίαν τὴν διάνοιαν σώζει. δηλοῖ γοῦν καὶ αὐτὰ διὰ μὲν τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ ἡσυχῆ πορευομένου τὴν εὐαγγελικὴν τοῦ σωτηρίου λόγου διδασκαλίαν· ἑρμηνεύεται γὰρ Σιλωὰμ ἀπεσταλμένος. οὗτος δ’ ἂν εἴη ὁ ἐκ τοῦ πατρὸς ἡμῖν ἀπεσταλμένος θεὸς λόγος, περὶ οὗ καὶ Μώσης φησιν “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾦ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.” ἀντὶ γὰρ τοῦ “ᾧ ἀπόκειται” τὸ Ἑβραϊκὸν Σιλωάμ περιέχει, τὸν ἐνταῦθα Σιλωὰμ, τούτ’ ἔστι τὸν ἀπεσταλμένον, κἀκεῖ δηλοῦντος τοῦ λόγου. [7.1.117–118] ὁ δὲ Ῥαασὶμ βασιλεὺς ἦν πάλιν τῶν ἐν Δαμασκῷ εἰδωλολατρῶν ἐθνῶν, ὡς καὶ ὁ υἱὸς Ρομελίου, τῶν ἐν Σαμαρείᾳ τοῦ Ἰουδαίων ἔθνους ἀποστάντων τῆς πατρίου θρησκείας. ἀπειλεῖ τοιγαροῦν ὁ θεὸς τοῖς μὴ τὸν Σιλωὰμ, τοῦτ’ ἔστι τὸν ἀπεσταλμένον Ἐμμανοὺλ, καὶ τὸν ἐκ τῆς προφήτιδος γεγενημένον υἱὸν, τόν τε πότιμον καὶ γόνιμον αὐτοῦ λόγον παραδεξαμένοις, ἀλλὰ τοῦτον μὲν, καίτοι πράως καὶ ἡσυχῆ φερόμενον, παραιτουμένοις, καθ’ ἑαυτῶν δὲ ἤτοι τὸν τῶν εἰδωλολατρῶν ἐθνῶν ἄρχοντα ἢ τὸν τῆς ἀποστασίας τοῦ λαοῦ τοῦ θεοῦ ἑλομένοις ἐπάξειν τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, ὅπερ ὕδωρ αὐτὸς ὁ τῆς προφητείας λόγος ἑρμηνεύει, λέγων αὐτὸν εἶναι τὸν βασιλέα τῶν Ἀσσυρίων· οὕτω πάλιν ἤτοι κατὰ διάνοιαν σημαίνων τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἢ τὴν νῦν ἐπικρατοῦσαν Ῥωμαίων ἀρχὴν, ᾗ καὶ παρεδόθησαν οἶ τὸ μὲν δηλωθὲν τοῦ Σιλωὰμ ὕδωρ τὸ πορευόμενον ἡσυχῆ παραιτησάμενοι, τοῖς δὲ ἐναντίοις καὶ πολεμίοις τοῦ ὀρθοῦ λόγου δόγμασιν ἑαυτοὺς ὑποβεβληκότες. [7.1.119] αὐτίκα γοῦν καὶ οὐκ εἰς μακρὸν μὴ παραδεξαμένοις αὐτοῖς τὸ τοῦ σωτῆρος ἡμῶν εὐαγγέλιον, παραιτησαμένοις δὲ τὸ τοῦ Σιλωὰμ ποτὸν τὸ πορευόμενον ἡσυχῆ, ἐπελθὼν ὁ ὑπ’ τοῦ θεοῦ κατευθυνόμενος Ῥωμαίων στρατὸς ἀνελήλυθεν ἐπὶ πᾶσαν φάραγγα αὐτῶν, καὶ περιεπάτησεν ἐπὶ πᾶν τεῖχος αὐτῶν, καὶ ἀφεῖλεν ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι, καὶ γέγονεν ἡ παρεμβολὴ τοῦ δηλωθέντος τοσαύτη ὥστε πληρῶσαι τὸ πλάτος τῆς Ἰουδαίας ἁπάσης. [7.1.120–121] Καὶ τοῦτό γε πρὸς λέξιν οὕτως εἰς ἐκείνους ἐκπεπλήρωται· διὰ ποίαν αἰτίαν, εἰ δὴ μαθεῖν ἐθέλεις, ἄκουε. ὅτι μεθ’ ἡμῶν ὁ θεὸς Ἐμμανουήλ, ὁ ἐκ τῆς παρθένου γεγεννημένος, ἀλλ’ οὐ καὶ μετ’ αὐτῶν ἦν· ὡς εἴ γε εἶχον αὐτὸν, οὐκ ἂν ταῦτα πεπόνθεισαν. διὸ δὴ ἐξῆς ὁ λόγος τοῖς ἔθνεσιν ἐπιβοᾶται τὸν Ἐμμανουὴλ λέγων ‘μεθ’ ἡμῶν ὁ θεός· γνῶτε ἔθνη καὶ ἡττᾶσθε. καὶ ταῦτα δ’ ἡμῖν ἑρμηνεύεται εἰς τὸ παραστῆσαι ὡς ποτὲ μὲν κατὰ λέξιν, ποτὲ δὲ δι’ αἰνιγμῶν τὰ πλεῖστα τῶν προφητειῶν ἐκλαμβάνειν δεῖ. [7.1.122–123] ἔνθεν δὲ ὁρμωμένους προσήκει καὶ τὰ λοιπὰ τῆς ἐν χερσὶ προφητείας ὁμοίως ἐπιθεωρεῖν. εἰ δὲ ἔτι καὶ νῦν εἰς μέλλοντά ποτε χρόνον γενήσεσθαι ταῦτα οἶ ἐκ περιτομῆς φασιν, ἐπὶ τοῦ προσθοκωμένου αὐτοῖς Χριστοῦ ῥητῶς μόνον καὶ πρὸς λέξιν ἔσεσθαι αὐτὰ προσδεχόμενοι, ἐρωτητέον αὐτοὺς πῶς ὁ μέλλων ἥξειν κατ' αὐτοὺς λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων, καθῃρημένης μὲν ἤδη τῆς Σαμαρείας κατὰ τὸν παρόντα καιρὸν, καὶ μηκέτι οὔσης, ἀλλὰ καὶ τῆς ὀνο- μαζομένης δυνάμεως Δαμάσκου μηδαμῶς ὑπαρχούσης, μηδὲ τῆς τῶν Ἀσσυρίων δυναστείας, ἣν Μῆδοι καὶ Πέρσαι καθελόντες πάλαι ποτὲ διεδέξαντο, ὧν ὁμοῦ πάντων κατὰ τὸν ἐνεστῶτα καιρὸν μηδὲ τὴν ἀρχὴν ὑφεστώτων, πῶς δυνατὸν εἰς μέλλοντα χρόνον τὴν καθαίρεσιν αὐτῶν προσδοκᾶν; ἀλλ’ οὐδὲ ἄλλοτε πώποτε πάλαι πρότερον γεγενῆσθαι τὰ προφητευόμενα ἔστιν εἰπεῖν. [7.1.124–126] οὐδεὶς γοῦν παρ’ Ἑβραίοις πώποτε ἐκ προφήτιδος μητρὸς καὶ Ἠσαίου τοῦ προφήτου γεννηθεὶς σκῦλα Σαμαρείας καὶ δύναμιν Δαμάσκου, κατὰ τοῦ βασιλέως Ἀσσυρίων στρατεύσας, ὡς πρὸς ῥητὴν διάνοιαν λαβὼν ἱστόρηται ὥστε ἐξ ἅπαντος ὁμολογεῖν αὐτὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν μόνως πεπληρῶσθαι, οὐκ ἄλλοτε δηλαδὴ ἢ κατὰ τὴν γενομένην παρουσίαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, καθ’ ὃν ἀπεδείξαμεν τέλος εἰληφέναι τὰ προηγορευμένα. ἐγράφη δ’ οὖν κατὰ τὴν προφητείαν καὶ ὁ καὶ νὸς τόμος ἐπὶ τῆς αὐτοῦ παρουσίας, ὁ τῆς καινῆς διαθήκης λόγος τὴν γένεσιν περιέχων τοὐ τῆς προφήτιδος υἱοῦ, ὅς καὶ πρὸς λέξιν καὶ Δαμάσκου καὶ Συρίας ἁπάσης τὴν βασιλικὴν δύναμιν τά τε ἑρμηνευθέντα ἡμῖν σκῦλα Σαμαρείας ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει εἰς χεῖρας τῆς Ῥωμαίων βασιλείας οὐ μὴν ἀλλὰ καὶ κατὰ διάνοιαν, τοὺς ἐξ Ἰουδαίων αὐτοῦ μαθητὰς, ὥσπερ τινὰ σκῦλα περιπεποιημένος, νοητοῖς καὶ λογικοῖς ὅπλοις περιφράξας, εἰς πρόσωπον τοῦ δηλωθέντος βασιλέως Ἀσσυρίων κατεστήσατο, καὶ τούτους μὲν ὡς οἰκείους στρατιώτας ὁπλίτας παρεσκεύασεν, [7.1.127–128] τούς γε μὴν παραιτησαμένους τὸ γόνιμον καὶ ζωτικὸν ὕδωρ τῆς αὐτοῦ διδασκαλίας τὸ πορευόμενον ἡσυχῆ, ἑλομένους δὲ τὰ πολεμικὰ καὶ ἐχθρὰ τῷ θεῷ, τῷ τῶν Ἀσσυρίων ἐξέδωκε βασιλεῖ, ᾧ καὶ εἰσέτι νῦν τυγχάνουσι δεδουλωμένοι. ἀνέβη γοῦν οὗτος ἐπὶ πᾶσαν φάραγγα αὐτῶν, καὶ ἐπὶ πᾶν τεῖχος αὐτῶν, καὶ ἀφεῖλεν ἀπὸ τῆς Ἰουδαίας πάντα ἄρχοντα καὶ βασιλέα, κεφαλὴν ὀνομαζόμενον, καὶ πάντα δυνατὸν συντελέσασθαί τι· ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο μήτε κεφαλὴν αὐτοὺς κεκτῆσθαι μήτε τινὰ δυνατὸν ἐν τοῖς θείοις, οἶος ἦν ὁ πάλαι διαπρέπων ἐν αὐτοῖς εἴτε προφήτης εἴτε ἄλλως δίκαιος καὶ θεοφιλὴς ἀνήρ. [7.1.129–130] πρόδηλον δὲ ὅπως καὶ πᾶσα αὐτῶν ἡ χώρα ὑποχείριος τοῖς αὐτῶν ἐχθροῖς καὶ πολεμίοις εἰσέτι νῦν καθέστηκε, καὶ ὡς ταῦτα πάντα ἐπὶ τῇ παρουσίᾳ τοῦ Ἐμμανουὴλ τετέλεσται. οὕτω γοῦν ἡ Ἐβραίων γραφὴ περιέχει, μονονουχὶ σημαίνουσα τὸν Ἐμμανουὴλ τὸν ἀπιστηθέντα μὲν ὑπὸ Ἰουδαίων καὶ αἴτιον αὐτοῖς τῶν τοσούτων γενόμενον συμφορῶν, ἡμῖν δὲ τοῖς ἔθνεσι πιστευθέντα σωτηρίας τε καὶ γνώσεως θεοῦ παραίτιον ἀποδειχθέντα. διὸ ἑξῆς ἐπιλέγεται, μεθ’ ἡμῶν ὁ θεὸς, γνῶτε ἔθνῃ καὶ ἡττᾶσθε. ἡττήμεθα γοῦν ὡς ἀληθῶς ἡμεῖς οἱ ἐξ ἐθνῶν αὐτὸν πεπιστευκότες, νικηθέντες ὑπὸ τῆς ἀληθείας καὶ τῆς τοῦ γενομένου μεθ’ ἡμῶν θεοῦ δυνάμεως, ἡττηθέντες τε ὑπηκού- σαμεν αὐτῷ πάντες ὁμοῦ οἱ μέχρι τῶν ἐσχάτων κατοικοῦντες τῆς γῆς, κατὰ τὴν φήσασαν προφητείαν ‘‘ἐπα- κούσατε ἕως ἐσχάτου τῆς γῆς.’’ [7.1.131–132] ἀλλ’ ἡμεῖς μὲν καὶ ἡττήμεθα καὶ καλοῦντι ὑπηκούσαμεν, τοῖς δὲ ἔτι τῶν ἐθνῶν απειθοπυσι τὰ ἑξῆς ἀποτείνεται λέγων ‘‘ἰσχυκότες ἡττᾶσθε. ἐὰν γᾶρ πάλιν ἰσχ;σητε, πάλιν ἡττηθήσεσθε. καὶ λόγον ὃν ἐὰν βουλεύσησθε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ’ ἡμῶν ὁ θεός. οὕτω λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν’’ δι’ ὦν σαφῶς ὁ λόγος ἀφηνιῶσι καὶ ἀντιταττομένοις τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ καὶ τοῖς ἀπειθοῦσι τῇ κραταιᾷ αὐτοῦ χειρὶ θεσπίζει, ὅτι μηδὲ ἰσχύσουσι προσπολε- μεῖν τὸν μεθ’ ἡμῶν θεὸν πειρώμενοι, καὶ ὅτι πᾶν ὃ ἐὰν βουλεύσωνται καθ’ ἡμῶν οὐ μὴ ἐμμείνῃ αὐτοῖς, διὰ τὸ μεθ’ ἡμῶν εἶναι τὸν Ἐμμανουήλ. καὶ τούτῳ δὲ τῷ συμπεράσματι ῥᾴδιον ἐπιστῆσαι τὰς καθ’ ἡμῶν ἀπειλὰς καὶ τὰς κατὰ χρόνους τῶν ἀρχόντων ἐπανα- στάσιες συνορῶντας, καὶ ὡς ἄπρακτον αὐτοῖς διὰ τὸν μεθ’ ἡμῶν θεὸν ἀεὶ καθίσταται τῶν ἀπειλῶν τὸ τέλος. ’Απὸ τοῦ αὐτοῦ. [7.1.133–134] ‘‘Τοῦτο πρῶτον, πίε, ταχὺ ποίει, χώρα Ζα- 25 βουλὼν καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν παρα- λίαν κατοικοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει ἴδετε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς καὶ τὰ ἐξῆς· οἶς ἐπιλέγει ‘‘ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.” [7.1.135] Τοῦτο τρίτον ἤδη τὸ παιδίον προφητεύεται, τοὐ αὐτοῦ ποικίλως σημαινομένου. ἐπειδὴ τοίνυν πρόκειται νῦν ἡμῖν τὸν τρόπον τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ παρουσίας ἐπιδεῖξαι, θέα δι’ ὅσων οὗτος καὶ ὅπως παρίσταται. ἐδεικνύετο πρῶτον ὁ ἐπικληθεὶς Ἐμμανουὴλ θεὸς ἐκ παρθένου γεννώμενος· δεύτερον τὸ ἐκ τῆς προφήτιδος καὶ τοῦ ἁγίου πνεύματος παιδίον οὐκ ἄλλο τυγχάνον τοῦ προηγορευμένου· τρίτον ὁ μετὰ χεῖρας, εἶς ὢν καὶ ὁ αὐτὸς τοῖς προτέροις, καὶ τούτῳ γοῦν ὄνομα εἶναι λέγεται κατὰ μὲν τοὺς ἑβδομήκοντα “μεγάλης βουλῆς ἄγγελος,” καὶ τινα τῶν ἀντιγράφων ἔχει “θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος·” [7.1.136–137] κατὰ δὲ τὸ Ἑβραικὸν, ὡς ὁ μὲν Ἀκύλας φησὶν, ‘‘ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, καὶ ἐγένετο μέτρον ἐπ’ ὤμου αὐτοῦ καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ θαυμαστὸς σύμβουλος, ἰσχυρὸς, δυνατὸς, πατὴρ, ἔτι ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι πέρας·” ὡς δὲ ὁ Σύμμαχος “νεανίας γὰρ ἐδόθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν. καὶ ἔσται ἡ παιδεία αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ παραδοξασμὸς, βουλευ- τικὸς, ἰσχυρὸς, δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρή- νῆς, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι πέρας.” [7.1.138–139] οὐκ- οὑν οὐχ ἁπλῶς ἄγγελος κατὰ τοὺς ἑβδομήκοντα, ἀλλὰ “τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ θαυμαστὸς σύμβουλος, καὶ θεὸς ἰσχυρὸς, καὶ ἐξουσιαστὴς καὶ ἄρχων εἰρήνης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος γεννηθή- σεσθαι,” καὶ παιδίον ἔσεσθαι διὰ τούτων ἐθεσπίζετο. ἔχεις δὲ ἐν τοῖς προτέροις τὸν τοῖ θεοῦ λόγον καὶ θεὸν καὶ κύριον διαφόρως ἀνηγορευμένον, ὁμοῦ δὲ τὸν αὐτὸν ἄγγελον ὠνομασμένον τοῦ πατρὸς, καὶ ἀρχι- στράτηγον δυνάμεως κυρίου. τίς δ’ ἂν οὖν γέ- νοιτο κατὰ μὲν τὸν Ἀκύλαν καὶ τὰς εἰσέτι νῦν φερο- μἐνας παρ’ Ἑβραίοις μαρτυρίας “ἐν ἀνθρώποις γεν- νώμενος, καὶ παιδίον γινόμενος, θαυμαστὸς σύμβουλος καὶ ἰσχυρὸς, δυνατὸς, καὶ πατὴρ, ἔτι καὶ ἄρχων εἰρήνης, ἧς εἰρήνης οὔποτέ φησιν ἔσεσθαι τέλος·” κατὰ δὲ τὸν Σύμμαχον‘ παραδοξασμὸς, βουλευτικὸς, ἰσχυρὸς, δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, καὶ ταύτης ἀπείρου καὶ ἀτελευτήτου *" καὶ κατὰ Θεοδοτίωνα ‘θαυμαστῶς βουλεύων, ἰσχυρὸς, δυνάστης, πατὴρ, ἄρχων εἰρήνης, τῷ πληθύνειν τὴν παιδείαν, οὗ τῆς εἰρήνης οὐκ ἔστι πέρας ’ [7.1.140] καὶ αὐτῷ σοι τὰ ἑξῆς καταλείπω σκοπεῖν, τοσοῦτον ἐπισημηνάμμ νος, ὧς ἄρα αὐτὸς οὗτος ὁ λεγόμενος πατὴρ αἰῶνος καὶ ἀπείρου εἰρήνης ἄρχων μεγάλης τε βουλῆς ἄγγε- λος γεννηθήσεσθαι καὶ παιδίον ἔσεσθαι προφητεύ- ἔται, ἐπί τε τῇ εἰς ἀνθρώπους αὐτοῦ γενέσει πυρικαύστους ἐθελήσειν ἔσεσθαι τοὺς ἐπὶ τῇ δι’ αὐτοῦ γενομένῃ σωτηρίᾳ τῶν ἐθνῶν διαφθονουμένους, εἴτε δαίμονας πονηροὺς εἴτε καὶ ἀσεβεῖς ἄνδρας, περὶ ὧν φησιν ὅτι “πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ὰποτίσουσι.” [7.1.141–142] τίνες δὲ ἄρα ἦσαν οὗτοι ἢ περὶ ὧν ἀλλαχοῦ ἐξ αὐτοῦ προσώπου τοῦ σωτῆρος ἡμῶν εἴρηται διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον;” οἵ τε τῆς τούτ’ ὢν μέτοχοι δυσσεβείας, οἳ καὶ θελήσουσι, τὴν σφῶν αὐτῶν κρίσιν ὕστερόν ποτε ὀψόμενοι, εἰ πρὸ τῆς ἀσεβείας αὐτῶν ἐγεγόνεισαν πυρίκαυστοι, πρὶν ἢ τὸν τῆς μεγάλης βουλῆς ἄγγελον πρὸς αὐτῶν ἀσεβηθῆναι. καὶ σὺ δὲ παρὰ σαυτῷ σκέψαι εἰ μὴ ὑπερβαίνει πάσαν φύσιν ἀνθρώπων τὸ μὴ τέλος ἔχειν τὴν εἰρήνην αὐτοῦ λέγεσθαι καὶ τὸ πατέρα ὀνομάζεσθαι αἰῶνος. καὶ αὐτὸ δὲ τὸ καλεῖσθαι αὐτὸν οὐχ ἁπλῶς ἄγγελον, ἀλλὰ τῆς μεγάλης βουλῆς ἄγγελον καὶ θεὸν ἰσχυρὸν, καὶ ὅσα τούτοις συγκατείλεκται. ἔτι δέ φησι δι’ αὐτοῦ κατορθωθήσεσθαι τὴν τοῦ Δαβὶδ βασιλείαν, ὃ καὶ αὐτὸ τοῦτον νοήσεις τὸν τρόπον. [7.1.143] πλεῖσται ὅσαι τῷ Δαβὶδ γεγόνασιν ἐπαγγελίαι, ἐν αἷς εἴρηται “καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ· αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σὺ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ, καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ, ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.” [7.1.144–145] καὶ αὖθις “ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.” τοσαῦτα ἐν τοῖς ψαλμοῖς τοῦ θεοῦ τῷ Δαβὶδ ἐπηγγελμένου, τάναντία τία συνέβη ταῖς ἐπαγγελίαις ἐπελθεῖν διὰ τὰς τῶν διαδόχων αὐτοῦ δυσσεβείας. ἡ γοῦν ἐκ σπέρματος Δαβὶδ βασιλεία διαρκέσασα μέχρις Ἰεχονίου καὶ τῆς ὑπὸ Βαβυλωνίοις τοῦ ἱεροῦ πολιορκίας λελυτο, ὡς ἐξ ἐκείνου μηκέτι τὸν θρόνον Δαβὶδ μηδὲ τοὺς ἐκ σπέρματος αὐτοῦ βασιλεῦσαι τοῦ Ἰουδαίων ἔθνους. [7.1.146–147] καὶ ταύτην γε τὴν γενομένην διάπτωσιν τῆς πρὸς τὸν Δαβὶδ ἐπαγγελίας κατὰ τὴν προειρημένην τοῦ ψαλμοῦ παράθεσιν τὸ θεῖον ὧδέ πως πνεῦμα θεσπίζει ‘σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ, καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ.” καὶ μετ’ ὀλίγα τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας, ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην,” ἃ καὶ ἐναργῶς ἀρξάμενα συντελεῖσθαι ἀπὸ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ, μέχρι τῆς Ῥωμαίων καὶ Τιβερίου παρεξετάθη βασιλείας. οὐδεὶς γοῦν ἐκ τῆς τοῦ Δαβὶδ διαδοχῆς ἐν τοῖς μεταξὺ χρόνοις φαίνεται ἐπὶ τὸν βασιλικὸν τοῦ Ἑβραίων ἔθνους καθεσθεὶς θρόνον μέχρι τῆς τοὐ Χριστοῦ παρουσίας. [7.1.148] τοῦ δὲ ἐκ σπέρματος Δαβὶδ γενομένου κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βασιλέως ἐπὶ πᾶσαν τὴν οἰκουμένην ἀνακηρυχθέντος, ὥσπερ ἀπὸ γῆς καὶ πτώματος ἀνανεωθεὶς αὐτὸς ἐκεῖνος ὁ θρόνος Δαβὶδ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου βασιλείας ἀνώρθωται, καὶ διαμενεῖ εἰς τὸν αἰῶνα, καὶ εἰσέτι γε ὡς ὁ ἥλιος ἐναντίον τοῦ θεοῦ τὴν πᾶσαν καταλάμπων οἰκουμένην ταῖς ἀκτῖσι τοῦ φωτὸς τῆς διδασκαλίας αὐτοῦ, ἀκολούθως τῇ τε ἀπὸ τοῦ ψαλμοῦ μαρτυρίᾳ καὶ τοῦ μετὰ χεῖρας προφήτου, περὶ τοῦ γεννηθησομένου παιδίου λέγοντος “ἐπὶ τὸν θρόνον Δαβίδ,” δηλαδὴ τὸν αἰώνιον καὶ διαρκῆ, τὸν δὴ καὶ ἐπηγγελμένον τῷ Δαβὶδ, “καθεσθήσεσθαι αὐτὸν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.” [7.1.149] ὅπως δὲ ταῦτα ἐπληροῦτο διδάσκαλος γένοιτ’ ἂν ἀξιόχρεως Γαβριὴλ ὁ ἄγγελος ἐν τῷ πρὸς τὴν παρθένον χρηματισμῷ φάσκων “μὴ φοβοῦ Μαριὰμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. [7.1.150–151] ταύτην ἐν τῷ προειρημένῳ ψαλμῷ καὶ ὁ προφήτης προσδοκῶν τὴν τοῦ Χριστοῦ γένεσιν, τήν τε ὑπέρθεσιν αὐτῆς καὶ ἀναβολὴν ὥσπερ αἰτίαν συνορῶν τῆς τοῦ θρόνου Δαβὶδ ἀποπτώοεως ἀποδυσπετεῖ λέγων “σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου.” εὔχεται δὲ ὥσπερ δυσωπῶν τὸ θεῖον ᾗ τάχος πληρωθῆναι τὰ τῆς ἐπαγγελίας, φάσκων “ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαία, κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;” ἃ δὴ σαφέστατα καὶ αὐτὰ δὴ ταῦτα πληρωθήσεσθαι ἐπὶ τῇ γενέσει τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου θεσπίζει. “ἐφ' ᾧ θελήσουσι” φησὶν “οἱ προαποδοθέντες εἰ ἐγενήθησαν πυρίκαυστοι, διότι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν ὁ τῆς μεγάλης βουλῆς ἄγγελος.” [7.1.152] τίσι δὲ ἡμῖν ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσι τοῖς ἐν τῇ Γαλιλαιᾳ τῶν ἐθνῶν, οἷς αἴτιος γεγένηται φωτὸς καὶ εὐφροσύνης, καινοῦ τε καὶ νέου ποτοῦ τῆς καινῆς διαθήκης μυστηρίου; κατὰ τὴν φήσασαν προφητείαν “τοῦτο πρῶτον πίε, ταχὺ ποίει. χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς ἴδετε μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. εἶεν δ’ ἂν ἐν τούτοις δηλούμενοι οἵ τε ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες καὶ οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, οὓς ἀπὸ γῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ ἀνακαλεσάμενος ἐξελέξατο κήρυκας τοῦ εὐαγγελίου. [7.1.153–154] τούτοις μὲν οὖν ὁ τῆς μεγάλης βουλῆς ἄγγελος υἱὸς ἐδόθη οωτηρίας αἴτιος, τοῖς δὲ εἰς αὐτὸν ἠπιστηκόσι, πυρὸς δηλαδὴ καὶ καύσεως. ὅλης δὲ ταύτης τῆς οἰκονομίας ὑπόθεσιν γεγονέναι φησὶ τὸν ζῆλον κυρίου λέγων “ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.” ποῖος δὲ ζῆλος; ἢ οὗ μέμνηται Μωσῆς λέγων “αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, παρώργεσάν με ἐν τοῖς εἰδώλοις αὑτῶν. κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.” Ἀλλ’ ἐπεὶ σὺν θεῷ τὰ περὶ τῆς τοῦ προφη- τευομένου εἰς ἀνθρώπους ἐπιδημίας, οὐ μὴν ἀλλὰ καὶ ὁ τρόπος τῆς ἐπιφανείας αὐτοῦ διὰ τῶν προφητικῶν ἀποδέδεικται μαρτυριῶν, καιρὸς ἂν εἴη συνιδεῖν ποῦ γῆς γεννηθήσεσθαι καὶ ὅθεν γένους ἥξειν, ἐξ ὁποίας τε Ἑβραίων προελεύσεσθαι φυλῆς ἐκηρύττετο, ἃ καὶ αὐτὰ φέρε ἐρευνήσωμεν. Ἀπὸ τοῦ Μιχαία. [7.2.1] “Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. διὰ τοῦτο δώσει αὐτοὺς ἴως καιροῦ τικτούσης· τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ. καὶ στήσεται, καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὑτοῦ ἐν ἰσχύι· κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσι. διότι νῦν μεγαλυνθήσονται ἴως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.” [7.2.2–3] Ἐμμανουὴλ μεθερμηνευόμενος μεθ’ ἡμῶν θεὸς, ἐκ τῆς παρθένου γεννώμενος, καὶ παιδίον γινόμενος ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, σαφῶς ἐδείχθη διὰ τῶν προεκτεθειμένων. ἀλλ’ ἐχρῆν καὶ τὸν τῆς γενέσεως αὐτοῦ σημανθῆναι τόπον. προφητεύεται δῆτα ἐκ Βηθλεέμ τις ἐξελεύσεσθαι ἄρχων ἐν τῷ Ἰσραὴλ, τὰς ἐξόδους ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος ἔχων. τοῦτο δὲ οὐκ ἂν ἐφαρμόσειεν ἀνθρώπου φύσει, εἰ μὴ μόνῳ τῷ Ἐμμανουὴλ καὶ τῷ τῆς μεγάλης βουλῆς ἀγγέλῳ. τὸ γὰρ ἐξ αἰῶνος ὑφεστάναι τίνι ἄρα ἐφαρμόττοι ἂν ἢ μόνῳ θεῷ ; ἐκ τοίνυν τῆς Βηθλεὲμ χωρίον δέ ἐστι τῆς Ἰουδαίας, οὐ πόρρω τῆς Ἰερουσαλὴμ διεστὼς) λέγεταί τις ἐξ αἰῶνος ὑπάρχων προελεύσεσθαι. οὐδέ- τερον δὲ ἐνθένδε ἢ μόνον τὸν Δαβὶδ εὕρομεν ἐπίδοξον γεγενημένον, καὶ ἔπειτα μετ’ ἐκεῖνον τὸν ἑπέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ 5 ἕτερον δὲ παρὰ τούτους οὐδένα. [7.2.4–5] ἀλλ’ ὁ μὲν Δαβὶδ τοὺς χρόνους τῆς προφητείας προειληφὼς τετελευτήκει πλείστοις πρότερον ἔτεσι τῆς προρρήσεως· ἀλλ’ οὐδὲ ἀφ’ ἡμερῶν αἰῶνος οὕτος τὰς ἐξόδους πεποίητο. ούκοῦν λείπεται ἐπὶ τὸν μετὰ ταῦτα ἐκ Βηθλεὲμ γενό- μένον 5 τὸν ἀληθῶς Ἐμμανουὴλ, τὸν πρὸ πάσης κτίσεως προόντα θεὸν λόγον καὶ μεθ’ ἡμῶν θεὸν λεγόμενον, συμπληροῦσθαι τὰ γεγραμμένα, ἐπεὶ καὶ ἡ ἐν Βηθλεὲμ γένεσις αὐτοῦ ἄντικρυς θεοῦ παρουσίαν ἐδήλου διὰ τῶν κατ’ αὐτὴν παραδόξων. γράφει γοῦν ὁ Λουκᾶς τοῦτον ἱστορῶν τὸν τρόπον ‘‘ἐγἐνετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, τοῦ ἀπογράψασθαι πάσαν τὴν οἰκουμενην. ἀυτὴ ἡ ἀπογραφὴ πρώτη ἐγένετο ηγεμονεύοντος τῆς Συρίας Κυρηνίου. καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβὶδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ] οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ αὐτοὺς εἶναι ἐκεῖ, ἐπλήσθησαν αἶ ἡμέραι τοῦ τεκεῖν αὐτήν. καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον, [7.2.6–7] καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἣν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. καὶ ποιμένες ἤσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάς σ’ ὄντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὑτῶν· καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα θεοῦ περιέλαμψεν αὐτοὺς, καὶ ἐφοβήθησαν φόβον μέγαν. καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ ὅτι ἐτέχθη ὑμίν σήμερον σωτὴρ, ὅς ἐστι Χριστὸς κύριος, ἐν πόλει Δαβίδ. καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνη. [7.2.8–9] καὶ ἐξαίφνης ἐγέντεο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων, δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἶ ἄγγελοι, οἶ ποιμένες εἶπον πρὸς ἀλλήλους, διέλθωμεν δὴ ἕως Βηθλεὲμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γενόμενον, ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. καὶ ἦλθον σπεύσαντες, καὶ εὗρον τὴν Μαριὰμ καὶ τὸν Ἰωσὴφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνη. ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.” [7.2.10] ταῦτα μὲν ὁ Λουκᾶς. καὶ ὁ Ματθαῖος δὲ, τὰ περὶ τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν ἱστορῶν, τοῦτον γράφει τὸν τρόπον “τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι παρεγένοντο ἀπὸ ἀνατολῶν εἰς Ἰερουσαλὴμ, λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρώδης ἐταράχθη, καὶ πᾶσα ἡ Ἱεροσόλυμα μετ’ αὐτοῦ. [7.2.11–12] Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ Χριστὸς γεννῦται. oἱ δὲ εἶπον αὐτῷ, ἐν Βηθλεὲμ τῆς Ἱουδαίας. οὑτως γὰρ γέγραπται κιὰ τοῦ προφήτου, καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε Ἡρώδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστερος. Καὶ πέμφας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε, πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου. ἐπὰν δὲ εὕρητε, ἀναγγεέλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν. Και ἰδοὺ ὁ ἀστὴρ, ὅν εἶδον ἐν τῆ ἀνατολῇ, προῆγεν αὐτοὺς, ἑως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σμόδρα. [7.2.13–14] Καὶ ἀλθόντες εἰς τὴν οικίαν εἶδον τὸ παιδίον μετὰ μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ. Καὶ ἀνοίξαωτες τοὺς θησαυροὺς αὑτῶν προσήωεγκαν αὐτῷ δῶρα, χρυςὸν καὶ γίβανον καὶ σμύρναν. Καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμφαι πρὸς Ἡρώδην δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτπῶν.’’ ὅλα δὲ ταῦτα ἐξεθέμην εἰς παράστασιν τῶν πεπραγμένων ἐπὶ τῇ ἐν Βηθλεὶμ γενέσει τοῦ σωτῆρος ἡμῶν, ἐναργῆ τεκμήρια παρέχοντα αὐτὸν εἶναι τὸν ὑπὰ τῆς προφητείας δηλούμενον. [7.2.15–16] Καὶ εἰς δεῦρο δὲ οἱ τὸν τόπον οἰκοῦωτες, ὡς ἐκ πατέρων εἰς αὐτοὺς κατελθούσης παραδόσεως, τοῖς τῶν τόπων ἱστορίας χάριν εἰς τὴν Βηθλεὲμ ἀφικνουμένοις μαρτυροῦσι τῷ λόγῳ πιστούμενοι τὴν ἀλήθειαν διὰ τῆς τοῦ ἄντρου δείξεως, ἐν ᾧ τεκοῦσα ἡ παρθένος κατατέθειται τὸ βρέφος, ἐφ’ οἶς ἡ προφητεία φησὶ “ διὰ αὐτοὺς ἕως καιροῦ τικτούσης. τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν.” ἀκολούθως λούθως δὲ κἀνταῦθα τίκτουσαν δηλοῖ τὴν ἐν ταῖς πρόσθεν προφητείαις παρθένον ὠνομασμένην, καὶ προφήτιδα τὴν τὸν Ἐμμανουὴλ καὶ τὸν τῆς μεγάλης βουλῆς ἄγγελον ἀποτεξομένην. ἕως γὰρ τῶν ταύτης καιρῶν καὶ τοῦ ἐξ αὐτῆς ἀποτεχθέντος καὶ τὰ τοῦ προτέρου λαοῦ συνειστήκει, δοθείσης αὐτοῖς προθεσμίας ‘‘ἕως καιροῦ τικτούσης,” τοῦτ’ ἔστιν, ἕως τῆς παραδόξου γενέσεως τοῦ ἐκ τῆς παρθένου τεχθέντος, μεθ’ ὃν ἤρθη μὲν αὐτῶν ἡ βασιλεία, οἱ δὲ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν, οὗτοι ἂν εἶεν οἱ εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες ἀπόστολοι καὶ μαθηταὶ καὶ εὐαγγελισταὶ τοῦ σωτῆρος ἡμῶν, οὓς ἐπιστρέψαντας αὐτὸς ὁ κύριος ποιμαίνειν λέγεται, οὐ καθὼς τὸ πρὶν δι’ ἀγγέλων ἢ διὰ θεραπόντων ἀνθρώπων, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ, ὥστε διὰ τοῦτο μεγαλυνθῆναι αὐτοὺς ἕως ἄκρων τῆς γῆς. ἐμεγαλύνθησαν γὰρ ὅτε “εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματ’ αὐτῶν.” [7.2.17] πρόδηλον δὲ καὶ ὁποῖον μέγα ποίμνιον καθ’ ὅλης τῆς γῆς ἐκ λογικῶν καὶ ἀνθρωπείων προβάτων τῷ κυρίῳ διὰ τῶν ἀποστόλων αὐτοῦ συνέστη· ὃ καὶ αὐτὸς ὁ κύριος δι’ ἑαυτοῦ, ποιμὴν ὁμοῦ καὶ κύριος ὢν τῆς ποίμνης, ἐπόψεσθαι καὶ ποιμανεῖν ἐν ἰσχύι· λέγεται, ὥστε ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ πρὸς τοῦ δεσπότου καὶ ποιμένος φυλαττόμενα τὰ πρόβατα μηδέν τι παθεῖν δεινὸν πρὸς τῶν ἐφεδρευόντων αὐτοῖς ἀγρίων καὶ ἀπηνῶν θηρίων. [7.2.18] Καὶ τὰ μὲν περὶ τῆς ἐν Βηθλεὲμ καὶ τῆς ἀπὸ ταύτης προόδου τοῦ προκηρυττομένου θεοῦ τοῦτον ἔχει τὸν τρόπον. τὴν δὲ ἐξ οὐρανῶν εἰς ἀνθρώπους ἐπιδημίαν αὐτοῦ τοῦ κυρίου καὶ ποιμένος ἤδη καὶ πρότερον ἐξ αὐτοῦ τοῦ μετὰ χεῖρας προφήτου παρατέθειμαι, δι’ ὧν ἔλεγεν “ἀκούσατε λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἶ ἐν αὐτῇ, καὶ ἔσται κύριος ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ τὰ ἐξῆς· [7.2.19] οἷς ἐπιλέγων ἔφασκε “δι’ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.” σαφὲς δὲ καὶ ἀπὸ τῶν ἐξῆς τοῦ αὐτοῦ προφήτου ὅτι μὴ μόνον διὰ τὰς ἀσεβείας τοὐ Ἰουδαίων ἔθνους τὴν ἐξ οὐρανῶν ὁ κύριος πεποίητο κάθοδον, ἀλλὰ καὶ διὰ τὴν σωτηρίαν καὶ κλῆσιν τῶν ἐθνῶν ἁπάντων. ἐπιλέγει δ’ οὖν ἑξῆς ‘καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ πολλοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου.” [7.2.20–21] διὸ καὶ μετὰ ταῦτα τὸν πρὸ αἰώνων ἀπὸ τῆς Βηθλεὲμ ἐξελεύσεσθαι ἀνακηρύξας, οὐκέτι τοῦ Ἰσραὴλ μόνου, ἀλλὰ ἀθρόως πάντων ἀνθρώπων ἴως καὶ τῶν ἄκρων τῆς γῆς ἄρξειν αὐτόν φησι· λέγει δ’ οὖν “καὶ στήσεται, καὶ καὶ ποιμανεῖ τὸ ποίμνιον αὑτοῦ ἐν ἰσχύϊ κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσι· διότι νῦν μεγαλυνθήσονται ἴως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.’ τίνι δὲ ἔσται αὕτη εἰρήνη ἀλλ’ ἢ τῇ γῇ, ἐν ᾗ μεγαλυνθήσονται τὰ τοῦ κυρίου; καὶ τοῦτο δὲ ὁποίου τέλους ἔτυχε μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν παντί τῳ πρόδηλον. [7.2.22] πολλῆς γὰρ οὔσης πρὸ τούτου πολυαρχίας καὶ τῶν ἐθνῶν ἁπάντων τυραννουμένων ἢ δημοκρατουμένων, ὡς μηδεμίαν πρὸς ἀλλήλους ἐπιμιξίαν τοὺς ἀνθρώπους ἔχειν, ἰδίως δὲ, φέρε εἰπεῖν, Αἰγυπτίων ὑπὸ οἰκείῳ ἄρχοντι βασιλευομένων, καὶ Ἀράβων ὡσαύτως, καὶ Ἰδουμαίων Φοινίκων τε καὶ Σύρων καὶ τῶν ἄλλων ἐθνῶν, ἐπανισταμένων τε ἐθνῶν ἔθνεσι καὶ πόλεων πόλεσι, πολιορκιῶν τε μυρίων καὶ αἰχμαλωσιῶν κατὰ πάντα τόπον τε καὶ χώραν ἐπιτελουμένων, ἐπειδὴ παρῆν ὁ σωτὴρ καὶ κύριος, ὁμοῦ τῇ εἰς ἀνθρώπους αὐτοῦ παρόδῳ, πρώτου τε Ῥωμαίων Αὐγούστου τῶν ἐθνῶν ἐπικρατήσαντος, λέλυτο μὲν ἡ πλείστη πολυαρχία, εἰρήνη δὲ διελάμβανε τὴν σύμπασαν γῆν, τῇ μετὰ χεῖρας ἀκολούθως προρρήσει διαρρήδην φησάσῃ περὶ τῶν τοῦ Χριστοῦ μαθητῶν “διότι νῦν μεγαλυνθήσονται ἴως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.’ [7.2.23–24] ᾧ συνᾴδει τὸ ἐν ψαλμοῖς φάσκον περὶ τοῦ Χριστοῦ λόγιον ‘‘ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης.” διό μοι δοκεῖ ἄρχων εἰρήνης ἐν τῇ πρὸ ταύτης παρατεθείσῃ προφητείᾳ ὠνομάσθαι. ἐπίστησόν γε μὴν τίνα τρόπον ὁ μετὰ χεῖρας προφήτης καὶ ἐξελεύσεσθαι μὲν ἐξ οὐρανῶν τὸν κύριον ἀρχόμενος ἔφησεν, οὐ πρότερον δὲ ποιμανεῖν τοὺς ἀνθρώπους ἢ γεννηθῆναι τὸν θεσπιζόμενον ἐν τῇ Βηθλεέμ. ὅπως δὲ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐπεραιοῦτο ἐμαρτύρησεν ὁ εὐαγγελιστὴς δι’ ὧν προεξεθέμην αὐτοῦ φωνῶν. ποιμὴν δὲ καὶ ἡγούμενος ὁ Χριστὸς ἀναδειχθήσεσθαι τοῦ Ἰσραὴλ εἴρηται, συνή- θως τής ιεράς γραφής τον αληθή 'ΐσραήλ κατά διά- νοιαν πάντα τον διορατικόν καϊ άρεστώς θεώ βιούντα έπονομαξούσης, ως έμπαλιν τ ους έκ περιτομής οπόθ' άμαρτάνοιεν, Χαναναίους καϊ σπέρμα Χαναάν καϊ ουκ 'Ιονδα, άρχοντάς τε Σοδόμων καϊ λαόν Γομόρρας, έμφερώς αυτών τοΐς τρόποις άπο καλούσης. [7.2.25–26] άλλως δε προς λέξιν ή πάσα του σωτήρος ημών δια- τριβή παρά τω 'ΐουδαίων έθνει γέγονε, και πολλών γε τού'ΐσραήλ ήγήσατο, όσοι δή έγνωσαν αυτόν καϊ εις αυτόν πεπιστεύκασι τών έκ περιτομής. Καὶ τὸ μ\ν τής έκτεθείσης προρρήσεως τοι- αύτην εί'ληφε τήν έκβασιν' τά δϊ εξής άφ' ετέρας άναγνωστέον αρχής, ούτως έχοντα” “Ασσύριος όταν έπέλθη έπϊ τήν γην υμών, καϊ όταν έπιβή έπΐ τήν χώραν υμών, καϊ έπεγερθήσονται έπ' αυτόν επτά ποιμένες, καϊ οκτώ δήγματα ανθρώπων, καϊ τά τού- τοις ακόλουθα, ά καϊ οποίας έχεται διανοίας ου τού παρόντος τυγχάνει διηγήσασθαι καιρού. [7.2.27] εΐποι δ* αν τις μετά τήν 'Ασσυρίων εις τήν 'ΐουδαίαν έπι- δημίαν, καθ' ην ειλον τό 'Ιουδαίων έθνος, τοσαύτας έπαναστάσεις κατ' αυτών γεγονέναι, δ σαι δηλού νται διά τών επτά ποιμένων καϊ δια τών οκτώ δηγμάτων' ταύτα δύνασθαι είδέναι τους τά 'Λσσυρίων Ιστο- ρηκότας, ων έπϊ τέλει τον έκ τής Βηθλεέμ προφη- τευόμενον γεγονέναι, μετά τους επτά δηλαδή ποιμένας και τά οκτώ δήγματα τοΐς 'Λσσυρίοις συμβάντα έν ύστέροις χρόνοις τής εις τήν 'ΐουδαίαν αυτών έφόδου. ταύτα πλείστης έρεύνης δεόμενα ου νύν πολυ- πραγμονεΐν καιρός. Ἀπὸ ψαλμοῦ ρλα'. [7.2.28] " Μνήσθητι, κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσε τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ · εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου ’ εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ. ἰδοὺ ἠκούσαμεν αὐτὴν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.” [7.2.29–31] εἶθ’ ἑξῆς ἐπιλέγει 'ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου. ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν. ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.’ καὶ ἐπιφέρει τούτοις λέγων “ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῇμου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.” Συνᾴδει τῇ πρὸ ταύτης καὶ ἡ παροῦσα προφητεία, ἐκ Βηθλεὲμ τὸν προκηρυττόμενον θεὸν προελεύσεσθαι σημαίνουσα. τοῦτο δὲ οὖν αὐτὸ καὶ ὁ Δαβὶδ πρότερον μὲν ἀγνοῶν εὔχεται παρὰ τοῦ θ·εοῦ μαφεῖν, εἶτ’ εὐξάμενος παιδεύεται. [7.2.32] ἐπειδὴ γὰρ τετύχηκε χρησμοῦ τοῦ πρὸς αὐτὸν ἐν τῷ ψαλμῷ φήσαντος “ ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου,” καὶ αὖθις “ ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου,” εἰκότως προσπίπτει τῷ θεῷ, καὶ προσπεσὼν ἐπ’ ἐδάφους ποτνιᾶται, ἐπὶ πλέον δὲ τῇ προσευχῇ προσκαρτερῶν ὄμνυσι τῷ θεῷ μὴ πρότερον εἰσελεύσεσθαι εἰς σκήνωμα οἴκου αὑτοῦ, μηδὲ δώσειν τοῖς ὀφθαλμοῖς αὑτοῦ ὕπνον καὶ τοῖς βλεφάροις αὑτοῦ νυσταγμὸν, μηδὲ ἀναβήσεσθαι ἐπὶ κλίνης στρωμνῆς αὑτοῦ, κεῖσθαι δὲ χαμαὶ προσκυνοῦντα καὶ ποτνιώμενον, ἴστ’ ἂν εὕρῃ τόπον τῷ κυρέῳ, καὶ σκήνωμα τῷ θεῷ Ἰακὼβ, τοῦτ’ ἔστιν, ἕως ἂν μάθῃ, τοῦ κυρίου φανερώσαντος αὐτῷ, τὴν γένεσιν τοῦ Χριστοῦ. [7.2.33–35] εὐξάμενος δὲ καὶ τοιαυτα γνῶναι ποθήσας οὐκ εἰς μακρὸν τῷ θείῳ παευματι τὰ μέλλοντα ἔσεσθαι θεωρεῖ, τοὐ θεοῦ τοῖς οἰκείοις ἐπαγγειλαμένου ἔτι λαλούντων ἐπακούσεσθαι. ἐπακουσθεὶς δῆτα καταξιοῦται χρησμοῦ τὴν Βηφλεὲμ ἐπιφωνοῦντος αὐτῶ, ὡς ἂν ἐνθάδε τοῦ τόπου τοῦ κυρίου καὶ τοῦ σκηνώματος τοῦ θεοῦ Ἰακὼβ συστησομένου. ταῦτα τοιγαροῦν τοῦ θείου πνεύματος ἐν αὐτῷ θεσπίσαντος, αὐτὸς αὑτοῦ ἐπακούσας ἐπιλέγει “ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά. Ἐφραθὰ δὲ ἡ αὐτή ἐστι τῇ Βηθλεὲμ, ὡς δῆλόν ἐστιν ἀπὸ τῆς Γενέσεως, ἔνθα περὶ τῆς Ῥαχὴλ εἴρηται ὅτι ἔθαψαν αὐτὴν ἐν τῷ ἰπποδρόμῳ Ἐφραθὰ, αὕτη ἐστὶ Βηθλεέμ.” [7.2.36] καὶ ἡ πρὸ ταύτης δὲ περιεῖχε προφητεία “καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά. ἰδοὺ, φησὶν, ἠκούσαμεν αὐτήν,” δῆλον δ’ ὅτι τὴν τοῦ Χριστοῦ γένεσιν καὶ τὴν τοὐ θεοῦ Ἰακὼβ κατασκήνωσιν. ποῖον δ’ ἂν εἴη τὸ σκήνωμα τοῦ θεοῦ Ἰακὼβ ἢ τὸ σῶμα τοῦ Χριστοῦ τὸ ἐν τῷ τόπῳ τῆς Βηθλεὲμ γεγεννημένον, ἐν ᾧ, ὡς ἐν σκηνώματι, ἡ θεότης τοῦ μονογενοῦς κατεσκήνωσε; οὐχ ἁπλῶς δὲ θεοῦ, ἀλλὰ μετὰ προσθήκης τῆς τοῦ θεοῦ Ἰακὼβ λέγεται τὸ σκήνωμα εἶναι, διὰ τὸ μὴ ἄλλον εἷναι τὸ σκηνῶσαν ἐν αὐτῷ ἢ τὸν τῷ Ἰακὼβ ἐν ἀνθρώπου εἴδει καὶ σχήματι ὀφθέντα θεὸν, δι’ ὃν καὶ τῆς ἐπὶ τῷ Ἰσραὴλ προσωνυμίας ἠξιώθη ὁρῶν θεὸν, τοῦτο γὰρ ἐρμηνεν́εται τὸ ὄνομα, προσαγορευθείς· οὐκ ἄλλου δὲ ὄντα τοῦ θεοῦ λόγου τὸν τῷ Ἰακὼβ ὀφθέντα ἐν τοῖς πρώτοις τῆς μετὰ χεῖρας ὑποθέσεως παρεστήσαμεν. [7.2.37–38] ἐδείχθη τοιγαροῦν τῷ Δαβὶδ εὐξαμένῳ καὶ ποθήσαντι τοῦ κυρίου καὶ θεοῦ Ἰακὼβ τὸν τόπον καὶ τὸ σκήνωμα ὁ ἐπὶ τῆς Βηθλεὲμ τόπος, διόπερ εἰπὼν ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά” ἐπιφέρει λέγων προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἶ πόδες αὐτοῦ.” σαφῶς τοιγαροῦν καὶ ἐν τούτοις ἐν τῇ Ἐφραθὰ, ἥτις ἐστὶν ἡ Βηθλεὲμ, αὐτὸς ὁ κύριος καὶ θεὸς Ἰακὼβ τόπον ἑαυτῷ καὶ σκήνωμα συστήσεσθαι προεφητεύετο, ὁμοφώνως τῇ τοῦ Μιχαίου προφητείᾳ φησάσῃ “καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ἐκ σοῦ μοι ἐξελτύσεται ἡγούμενος, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος,” ἅπερ ἀρτίως ἐξετάσαντες ἐδείκνυμεν ἀναφέρεσθαι οὐδ’ ἐφ’ ἕτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἐν Βηφλεὲμ ταῖς προρρήσεσιν ἀκολούθως γεγεννημένον. [7.2.39–40] οὐκ ἂν γοῦν ἄλλον τις ἐπιδείξειεν ἐκ ταύτης ἐνδόξως μετὰ τοὺς τῆς προφητείας χρόνους προελθόντα· οὔτε γὰρ βασιλεὺς οὔτε προφήτης, οὐδ’ ἕτερός τις τῶν παρ’ Ἑβραίοις θεοφιλῶν ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ, ὁμοῦ καὶ ἐκ σπέρματος Δαβὶδ καὶ αὐτόθι γεγεννημένος ἀποδείκνυται. ὥρα τοιγαροῦν αὐτὸν ἐκεῖνον εἶναι καὶ οὐδὲ ἄλλον τὸν καὶ ἐν τούτοις προφητευόμενον ὁμολογεῖν, ὅτι τε σαφῶς ἐν τοῖς ἐξῆς ὁ αὐτὸς ψαλμὸς ὀνομαστὶ τὸν Χριστὸν προσαγορεύων τοῦτο παρίστησι δι’ ὧν φησιν “ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον Χριστοῦ σου.” καὶ πάλιν “ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου, τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.” [7.2.41–42] ποῦ δέ φησιν ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ ἢ ἐν τῇ Βηθλεὲμ τῇ Ἐφραθά; ἐντεῦθεν γοῦν τὸ κέρας τοῦ Δαβὶδ ὁ Χριστὸς τὸ κατὰ σάρκα οἷόν τι μέγα φῶς ἐξανέτειλεν, ἐνταῦθά τε προητοίμαστο ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ὁ τοῦ Χριστοῦ λύχνος. εἴη δ’ ἂν λύχνος αὐτοῦ, οἷα νοεροῦ φωτὸς, τὸ ἀνφρώπειον σκῆνος, δι’ οὗ δίκην ὀστρακίνου σκεύους, ὥσπερ διὰ λύχνου, τὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας πᾶσι τοῖς ἐν ἀγνοίᾳ θεοῦ καὶ σκότῳ βαθεῖ πιεζομένοις ἐξέλαμψεν. [7.2.43–44] ἀλλὰ γὰρ καὶ ἐν τούτοις ἀποδεδεῖχθαι σαφῶς ἡγοῦμαι θεὸν Ἰακὼβ ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν τυγχάνοντα αἰῶνος ἀνθρώποις ἐπιδημήσειν, καὶ γεννηφήσεσθαι οὐκ ἀλλαχόθι γῆς ἀλλ’ ἢ ἐν τῷ κατὰ Βηθλεὲμ τόπῳ, πρὸς τοῖς Ἱεροσολύμοις εἰσέτι καὶ νῦν ἐπιδεικνυμένῳ χωρίῳ, ἔνθα οὐδ’ ἄλλος μετὰ τοὺς τῶν προφητῶν χρόνους ἐπιφανὴς καὶ εἰς πάντας άνθρώπους ἐπίδοξος ἢ μόνος Ἰησοῦς ὁ Χριστὸς πρὸς τῶν ἐπιχωρίων ἀπάντων ἀκολούθως ταῖς εὐαγγελικαῖς φωναῖς γεγονὼς μαρτυρεῖται. ἑρμηνεύεται δὲ ἡ Βηθλεὲμ οἶκος ἄρτου, φερώνυμος οὔσα τοῦ προελφοντος ἐξ αὐτῆς σωτῆρος ἡμῶν ὄντος θεοῦ λόγου, ψυχῶν λογικῶν θρεπτικοῦ. ὃ καὶ παρίστησιν αὐτὸς λέγων "ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.” [7.2.45–46] ἀλλ’ ἐπειδὴ καὶ τοῦ Δαβὶδ γέγονεν αὕτη πατρὶς, εἰκότως καὶ ὁ κατὰ σάρκα γενόμενος υἱὸς Δαβὶδ τὴν πρόοδον ἐξ αὐτῆς ἐποιήσατο, ἀκολούθως ταῖς προφητικαῖς προρρήσεσιν, ὥστε οὐκ ἄδηλον εἶναι καὶ τὴν αἰτίαν δι’ ἣν πατρίδα τὴν Βηθλεὲμ ἐπεγράψατο. ἀλλὰ καὶ ἐν Ναζάροις ἀνατραφεὶς λέγεται, καὶ πάλιν Ναζωραῖος κληθήσεσθαι. ἰστέον οὖν ὅτι καὶ τὸ ναζιραῖον ὄνομα Ἑβραικὸν τυγχάνει ἐν Λευιτικῷ ἐπὶ τοῦ χρίσματος τοῦ παρ’ αὐτοῖς χριστοῦ. ἦν δὲ οὗτος ὁ ἄρχων κατ’ εἰκόνα τοῦ μεγάλου καὶ ἀληθῶς ἀρχιερέως τοῦ Χριστοῦ τοῦ θεοῦ 5 σκιώδη τινὰ καὶ τυπικὸν Χριστὸν ἐπιφερόμενος. [7.2.47–48] ἐν οἷς γοῦν εἴρηται κατὰ τοὺς ἑβδομήκοντα περὶ τοῦ ἀρχιερέως “καὶ οὐ βεβηλώσει τὸν ἡγιασμένον τοῦ θεοῦ αὑτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον χριστὸν τοῦ θεοῦ αὐτοῦ.” τὸ μὲν Ἑβραϊκὸν “ὅτι ναζὲρ ἔλαιον περιέχει ὁ δὲ Ἀκύλας ὅτι ἀφορισμα, ἔλαιον ἀλείμματος θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ·” ὁ δὲ Σύμμαχος “ὅτι ἄθικτον ἔλαιον τοῦ χρίσματος τοῦ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ·” ὁ Θεοδοτίων “ὅτι ναζὲρ ἔλαιον τὸ χριστὸν παρὰ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ.” ὥστε εἷναι τὸ ναζὲρ κατὰ μὲν τοὺς ἑβδομήκοντα ἅγιον, κατὰ δὲ τὸν Ἀκύλαν ἀφόρισμα, κατὰ δὲ τὸν Σύμμαχον ἄθικτον, ὥστε ἐκ τούτου τὸ ναζιραῖον ὄνομα σημαίνειν ἤτοι τὸν ἅγιον, ἢ τὸν ἀφωρισμένον, ἢ τὸν ἄθικτον. ἀλλ’ οἶ μὲν πάλαι ἱερεῖς δι’ ἐλαίου σκευ- αστοῦ, τοὐ παρὰ Μωσεῖ ναζὲρ καλουμένου, χριόμενοι, παραγωγῶς ἀπὸ τοῦ ναζὲρ ἐκαλοῦντο ναζιραῖοι. [7.2.49–50] ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν κατὰ φύσιν ἔχων τὸ ἅγιον καὶ τὸ ἄθικτον καὶ τὸ ἀφωρισμένον, οὐ δεόμενός τε χρίσματος ἀνθρωπίνου, ὅμως τῆς τοῦ ναζιραίου προσηγορίας παρ’ ἀνθρώποις ἔτυχεν, οὐκ ἀπὸ τοῦ καλουμένου ναζέρ ἐλαίου ναζιραῖος γεγονὼς, ὢν μὲν τῇ φύσει τοιοῦτος, κληθεὶς δὲ καὶ παρ’ ἀνθρώποις Ναζιραῖος ἀπὸ τῆς Ναζαρὲθ, ἔνθα παρὰ τοῖς κατὰ σάρκα γονεῦσι τὴν ἐν παισὶν ἀνατροφὴν ἔσχηκε. διὸ λέλεκται παρὰ τῷ Ματθαίῳ “χρηματισθεὶς δὲ κατ’ ὄναρ δῆλον δὲ ὅτι ὁ Ἰωσὴφ) ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρὰ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.” [7.2.51–52] ἔδει μὲν γὰρ αὐτὸν ἐξ ἅπαντος φύσει καὶ ἀληθείᾳ ναζιραῖον ὄντα, τοῦτ’ ἔστιν ἅγιον καὶ ἄθικτον καὶ ἀφωρισμένον, ἐξ ἀνθρώπων κληθῆναι ταύτῃ τῇ προσηγορίᾳ· ἀλλ’ ἐπεὶ μὴ ἐκ τοῦ ναζὲρ ἐλαίου ταύτης ἔτυχε τῆς προσηγορίας, μὴ δεηθεὶς ἀνθρωπίνου πίνου χρίσματος, ἐκ τοῦ τόπου τῆς Ναζαρὲθ τὴν ἐκτήσατο. Τούτων οὕτως ἀποδεδειγμένων καιρὸς ἐπισκέψασθαι καὶ ἐξ ὁποίου γένους, ἐξ ὁποίας τε Ἑβραίων φυλῆς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, προελεύσεσθαι ἐκηρύττετο. πρώτας δὲ τὰς εὐαγγελικὰς καὶ περὶ τούτου παραθήσομαι λέξεις, εἶθ’ ὥσπερ ἁρμονίους σφραγῖδας τὰς προφητικὰς αὐταῖς ἐπιθήσω μαρτυρίας. ὁ μὲν οὖν Ματθαῖος ὧδε τὸν Χριστὸν κατὰ σάρκα γενεαλογεῖ ‘Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν” καὶ τὰ ἐξῆς. [7.2.53–7.3.1] συνᾴδει δὲ αὐτῷ καὶ ὁ ἀπόστολος λέγων "ἀφωρίσθαι εἰς εὐαγγέλοιν θεοῦ ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. γένοιτο δ’ ἄν σύμφωνα ταῦτα ταῖς οὕτως ἐχούσαις προρρήσεσιν. Ἀπὸ τῆς δευτέρας τῶν Παραλειπομένων. Ὁ κύριος διὰ Νάθαν τοῦ προφήτου ταῦτα τῷ Δαβὶδ θεσπίζει ἐν δευτέρᾳ Παραλειπομένων “καὶ ἔσται, ἐὰν πληρωθῶσιν αἶ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.” [7.3.2–3] Καὶ ἐν ὀγδόῳ δὲ καὶ ὀγδοηκοστῷ ψαλμῷ περὶ τοῦ αὐτοῦ, ὡς περὶ Δαβὶδ, τάδε εἴρηται “αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἷ σὺ, θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ.” καὶ αὖθις “ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἴως αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. [7.3.4–5] καὶ πάλιν “ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.’ καὶ αὖθις “καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ.” ὅμοια δ’ ἂν εἴη τούτοις καὶ τὰ δι’ ὧν εἴρηται “ ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν, κα οὐ μὴ ἀθετήσῃ αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.” [7.3.6] Σολομῶν παῖς μὲν ὢν τοῦ Δαβὶδ καὶ τῆς βασιλείας διάδοχος πέφηνεν ὁμολογουμένως. οὗτος δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν τῷ θεῷ πρῶτος ἐδείματο, καὶ τοῦτον εἰκὸς ὑπολήψεσθαι τοὺς ἐκ περιτομῆς τὸν προφητευόμενον εἶναι· οὓς ἐπιστῆσαι καλὸν εἰ οἶοί τε εἶεν ἐπὶ Σολομῶνα ἀνάγειν τὸν χρησμὸν φάσκοντα “καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα,” καὶ αὖθις μεθ’ ὅρκου διατάσεως ὀμωμοκέναι τὸν θεὸν ἐν τῷ ἁγίῳ αὐτοῦ “ ὡς ἄρα ἔσται ὁ θρόνος τοῦ προφητευομένου, ὡς ὁ ἥλιος, καὶ αἱ ἡμέραι τοῦ οὐρανοῦ.’ [7.3.7–8] εἰ γὰρ δή τις τοὺς χρόνους ἐξετάσειε τῆς τοῦ Σολο- μῶνος βασιλείας, τεσσαράκοντα ἔτη, οὐ πλείονα, εὑρήσει· εἰ δὲ καὶ τῶν διαδόχων αὐτοῦ συνάξοι, οὐδ’ ἐφ’ ὅλοις πεντακοσίοις ἔτεσιν εὕροι ἂν τοὺς πάντας διαγενομένους. ἀλλὰ ἔστω τοὺς αὐτοὺς καὶ μέχρι τῆς ὑστάτης ὑπὸ Ῥωμαίων πολιορκίας τοῦ Ἰουδαίων ἔθνους διαρκέσαι νομίζεσθαι· τί οὖν τοῦτο πρὸς τὴν προφητείαν ’ εἰς τὸν αἰῶνα, καὶ ὡς τὸν ἥλιον, καὶ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ διαμενεῖν τὸν θρόνον αὐτοῦ” θεσπίζουσαν; τὸ δὲ καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν ” πῶς ἂν τῷ Σολομῶνι ἁρμόσειεν, ὅτε διαρρήδην ἡ κατὰ αὐτὸν ἱστορία ἀλλότρια καὶ ἀπῳκισμένα τῆς τοῦ θεοῦ εἰσποιήσεως περὶ αὐτοῦ διδάσκει; [7.3.9–10] ἄκουε δ’ οὑν οἴαν κατηγορίαν αὐτοῦ καταλέγει· “καὶ Σολομῶν ἦν φιλογύναιος, καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας πολλὰς, καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, Ἀμμανίτιδας, καὶ Ἰδουμαίας, Σύρας καὶ Χετταίας, καὶ Ἀμορραίας, ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε κύριος ὁ θεὸς τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ εἰσελεύσεσθαι εἰς αὐτάς.’ καὶ ἐπιφέρει τούτοις “καὶ οὐκ ὖν ἡ καρδία αὐτοῦ μετὰ κυρίου τοῦ θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπορεύθη Σολομῶν ὀπίσω τῆς Ἀστάρτης, βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ βασιλέως αὐτῶν εἰδώλου υἱῶν Ἄμμων. καὶ ἐποίησε Σολομῶν τὸ πονηρὸν ἐνώπιον κυρίου.” [7.3.11–12] καὶ αὖθις ἑξῆς ἐπάγει “καὶ ἤγειρε κύριος σατὰν τῷ Σολομῶνι, τὸν Ἄδερ τὸν Ἰδουμαῖον.” τὸν δὴ ἐπὶ τοσούτοις καὶ τοιούτοις διαβεβλημένον τίς ἂν αἱρεῖ λόγος πατέρα τὸν θεὸν τολμᾶν ἐπιγράφεσθαι, καὶ τὸν ἐπὶ πάντων θεὸν υἱὸν ἑαυτοῦ πρωτότοκον ἀναγορεύειν αὑτόν; πῶς δὲ ταῦτα τοτὲ μὲν ὡς περὶ αὐτοῦ λέγεται τοῦ Δαβὶδ, τοτὲ δὲ ὡς περὶ σπέρματος αὐτοῦ; ἀλλ’ οὐδὲ τῷ Δαβὶδ ἐφαρμόζοι ἂν, ὡς ἐπιστήσαντί σοι δῆλον ἔσται· οὐκοῦν τὸν ἐκ σπέρματος Δαβὶδ ἀναστήσεσθαι ἐν τούτοις δηλούμενον ἕτερον ζητητέον. ἀλλ’ οὐδεὶς ἄλλος τοιοῦτος ἐξ αὐτοῦ γέγονεν, ὡς ἱστορεῖται, ἢ ὅτι γε εἷς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὐ θεοῦ, ὅς μόνος τῶν πώποτε ἐκ σπέρματος Δαβὶδ βεβασιλευκότων καθ’ ὅλης ἀνηγόρευται τῆς οἰκουμένης υἱὸς Δαβὶδ, κατὰ τὴν ἔνσαρκον αὐτοῦ γένεσιν ὁμολογούμενος, καὶ τούτου γε μένει καὶ διαμενεῖ βασιλεία εἰς τὸν ἄπειρον αἰῶνα παρατείνουσα, καίτοι μυρία μὲν ἐπιβεβουλευμένη, θείᾳ δὲ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει τὸ ἔνθεον καὶ ἀήττητον τῆς περὶ αὐτοῦ προφητείας ἀκολούθως ἐπιδεικνυμένη. [7.3.13] εἰ δὲ ὀμνύντα τὸν θεὸν ἀκούεις κατὰ τοῦ ἁγίου αὐτοῦ, ὡς πατρὸς ἄκουε ὀμνύντος κατὰ τοὐ θεοῦ λόγου, τοῦ πάντων αἰώνων προυφεστῶτος, ἁγίου καὶ μονογενοῦς αὐτοπυ παιδὸς, ὅν ποικίλως έθεολόγησαν αἱ πρόσθεν ἡμῖν παρατεθεῖσαι φωναὶ, καθ’ οὖ ὅμνυσιν ὁ θεὸς καὶ πατὴρ αὐτοῦ, ὡς κατὰ ἠγαπημένου, τὸν ἐκ σπέρματος Δαβὶδ τὸν ἅπειρον αἰῶνα δοξάσειν· ὅ καὶ γέγονεν ὅτε ὁ λόγος σὰρξ γενόμενος τὸν ἐκ σπέρματος Δοαβὶδ ἀνείληφέ τε καὶ ἐθεοποίησε. διὸ καὶ υἱὸν αὐτὸν άναγορεύει λέγων, “ἐγὼ ἕσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἕσται μοι εἰς υἱόν.” [7.3.14–15] καὶ πάλιν “κἀγὼ πρωτότοκον θήσομαι αὐτόν.” σαφως τοι γαροῦν ἐκ τούτων ὁ υἱος τοῦ θεοῦ ὁ πρωτότοκος ἐκ σπέρματος ἕσεσθαι Δαβὶδ άνείρηται, ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ Δαβὶδ τῷ θεοῦ υἱῷ καὶ τὸν υἱὸν τοῦ θεοῦ τῷ Δαβίδ. δι’ ὦν ἐναργῶς ὁ πρωτόἀνθρώπου γενἠσεσθαι προεφητεύετο. καὶ τοῦτο δὲ τὸ λόγιον ἡ τοῦ εὐαγγελίου γραφὴ ἐπισφραγίζεται, δι’ ὦν φησιν ἐπιστάντα τὸν Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳφάναι περὶ τοῦ σωτῆρος ἡμῶν“ οὖτος ἕσται μέγας, καὶ υὑὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνου Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει λεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἕσται τέλος.” [7.3.16–18] καὶ μετὰ βραχέα δὲ ἐν τῷ αύτῷ εὐαγγελίῳ Ζαχαρίας ὁ τοῦ Ἱωάννου πατὴρ τάδε περὶ τοῦ Χριστοῦ θεσπίζει “εὐλογητὸς κὐριος ὁ θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ έποίησε λύτρωσιν τῷ λαῷ αὑτοῦ, καὶ ἥγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἵκῳ Δαβὶδ τοῦ παιδὸς αὑτοῦ, καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν.” άλλ’ ὅτι μὲν τὸν ἐπηγγελμένον τῷ Δαβὶδ αἰώνιον θρόνον ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ἀνθρώ- πων ἀπείληφεν, ἱκαναὶ πιστώσασθαι αἶ προπαρατεθεῖσαι μαρτυρίαι, ἥ τε τοῦ Γαβριὴλ καὶ ἡ τοῦ Ζαχαρίου, δι’ ὧν καὶ συνίσταται ἐκ σπέρματος γεγονὼς Δαβὶδ κατὰ σάρκα. τίνι δὲ λόγῳ τὸν Ἰωσὴφ γενεαλογοῦσιν οἶ ἱεροὶ εὐαγγελισταὶ, καίπερ μὴ ὄντος τοῦ σωτῆρος ἡμῶν ἐξ αὐτοῦ, ἀλλ’ ἐξ ἁγίου πνεύματος καὶ τῆς ἁγίας παρθένου, ὅπως τε καὶ αὕτη ἡ τοῦ κυρίου μήτηρ ἀπὸ γένους καὶ σπέρματος ἀποδείκνυται εἶναι Δαβὶδ, ἐν τῷ πρώτῳ τῶν εἰς τὴν γενεαλο- γίαν τοῦ σωτῆρος ἡμῶν ζητημάτων καὶ λύσεων διειληφότος, ἐπ’ ἐκεῖνα τοὺς φιλομαθεῖς ἀναπέμπομεν, ἐφ’ ἑτέραν ἡμᾶς ὑπόθεσιν κατεπείγοντος τοῦ παρόντος καιροῦ. Ἀπὸ Ψαλμοῦ οα΄. “ Ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.” [7.3.19–20] καὶ ἐξῆς ἐπιλέγει ‘καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης, γενεάς γενεῶν, καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἴως οὑ ἀνταναιρεθῇ ἡ σελήνη, καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἴως περάτων τῆς οἰκουμένης.” καὶ μετὰ βραχέα φησὶν “ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ. ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημἐνον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἶ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.” [7.3.21–22] Ἐπειδὴ γέγραπται εἰς Σολομῶνα ὁ Ψαλμὸς, ὁ πρῶτος τοῦ Ψαλμοῦ στίχος εἰς αὐτὸν ἀναφέροιτο, τὰ δὲ ἑπόμενα πάντα εἰς τὸν υἱὸν Σολομῶνος, οὐ τὸν Ῥοβοὰμ, ὃς μετ’ αὐτὸν ἐβασίλευσε τοῦ Ἰσραὴλ, ἀλλὰ τὸν ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γενόμενον τὸν Χριστὸν τοῦ θεοῦ. ὅτι γὰρ οὐκ ἐπὶ τὸν Σολομῶνα, οὐδὲ ἐπὶ τὸν τούτου διάδοχον ἀναφέρειν δυνα- τὸν τὰ ἐν τῷ Ψαλμῷ διὰ τὰ περὶ αὐτοῦ δεδηλωμένα πᾶς ὁ μὴ ἀνεπιστήμων τῶν θείων ὁμολογήσει γραφῶν. ἀλλὰ καὶ πῶς οἷόν τε ἐπὶ Σολομῶνα ἢ ἐπὶ τὸν τούτου υἱὸν Ῥοβοὰμ ἐκλαμβάνειν τὰ ἐμφερόμενα δι’ ὅλου τοὐ Ψαλμοῦ; οἷον τὸ κατακυριεύσει ἀπὸ θαλάσσης ἴως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἴως περάτων τῆς οἰκουμένης.” καὶ τὸ “συμπαραμενεῖ τῷ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν,” καὶ ὅσα ἄλλα τούτοις ὅμοια ἐπιλέγεται. [7.3.23] διόπερ ἀβασανίστως ἀποδοθείη ἂν ὁ μὲν φάσκων ἐν ἀρχῇ τοῦ λόγος “ ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δός,” ἐπ’ αὐ- τὸν ἐκεῖνον Σολομῶνα· ὁ ἐπιλέγων δὲ “καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, ” ἐπὶ τὸν Σολομῶνος υἱὸν, οὐ τὸν πρωτότοκον ἐκεῖνον τὸν διάδοχον αὐτοῦ τῆς βασιλείας γενόμενον (οὐδ’ ὅλοις γὰρ ἐκεῖνος ἑπτακαίδεκα ἔτεσι μόνου τοῦ Ἰουδαίων ἔθνους προστὰς κάκιστα κέχρητο τῇ ἀρχῇ,) ἀλλ’ οὐδ’ ἐφ’ ἕτερον τῶν Ῥοβοὰμ τὸν θρόνον τῆς τοῦ Σολομῶνος βασιλείας διαδεξαμένων, ἐπὶ μόνον δὲ τὸν ἐκ σπέρματος Δαβὶδ, οὕτω καὶ τοῦ Σολομῶνος υἱὸν ὡς καὶ τοῦ Δαβὶδ χρηματίσαντα. [7.3.24] οὗτος δ’ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. τούτου γὰρ μόνου καὶ οὐδ’ ἑτέρου τῶν πώποτε ὁ τῆς ἐνθέου βασιλείας θρόνος συμπαραμενεῖ τῷ ἡλίῳ. καὶ οὗτός γε, ἀλλ’ οὐδεὶς ἕτερος ἀνθρώπων, πρὸ τῆς σελήνης καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, ἅτε λόγος ὢν θεοῦ, προϋπῆρχεν, ἔσταξέ τε μόνος οὗτος οὐρανόθεν δρόσου δίκην ἐπὶ πᾶσαν τὴν γῆν· εἴρηταί τε αὐτὸν καὶ εἰς πάντας ἀνθρώπους ἀνατεταλκέναι κατὰ τὰ μικρῷ πρόσθεν ἡμῖν ἀποδεδομένα, καὶ δικαιοσύνη παραμένουσα μέχρι τῆς τοῦ βίου συντελείας, ἥτις ἀνταναίρεσις ὠνόμασται τῆς σελήνης. [7.3.25–27] ἐναργῶς τε ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις κρατεῖ καὶ κυριεύει τῶν ἐξ ἑῴας θαλάσσης καὶ ἐπὶ δύοντα ἥλιον, ἐνεργεῖν μὲν ἀρξαμένη ἀπὸ ποταμοῦ, ἤτοι τοῦ κατὰ λουτρὸν μυστηρίου, ἢ καὶ ἀφ’ οὗπερ κατὰ τὸν Ἰορδάνην πρῶτον φανεὶς ἤρξατο τῆς εἰς ἀνθρώπους εὐεργεσίας. παρεκταθεῖσα γοῦν ἐξ ἐκείνου ἡ ἐν ἀνθρώποις βασιλεία αὐτοῦ διῆλθε καθ’ ὅλης τῆς οἰκουμένης. Λιβάνου δὲ ἐπινοουμένης τῆς Ἰερουσαλὴμ, ὡς ἀπὸ πλείστων ὅσων προφητειῶν ἀποδείκνυται, διὰ τὸ πάλαι ἐν αὐτῇ ἁγίασμα καὶ τὸ θυσιαστήριον, τά τε ἐπὶ τούτῳ εἰς τιμὴν ἀναφερόμενα λιβάνου δίκην τῷ θεῷ, ὁ τοῦ Χριστοῦ καρπὸς ἡ ἐξ ἐθνῶν ἐκκλησία ὑπὲρ τὸν Λίβανον ἀρθήσεσθαι θεσπίζεται. ἐπὶ σχολῆς δ’ ἂν ὁ φιλομαθὴς ἑαυτῷ τὸν Ψαλμὸν πρὸς λέξιν βασανίσας, μόνῳ τῷ ἡμετέρῳ κυρίῳ τὰ ἐν αὐτῷ προσήκειν ὁμολογήσειεν ἂν, ἀλλὰ οὔτε τῷ παλαιῷ Σολομῶνι οὔτε ἑτέρῳ τῶν μετ’ αὐτὸν βασιλέων ἑνὸς ἔθνους τῶν Ἰουδαίων ἀρξάντων, καὶ οὐ πλέον ὀλιγοστῶν ἐτῶν, καὶ οὐδ’ ἐφ’ ἑτέρας ἢ μόνης τῆς Ἰου- δαίας γῆς. Ἀπὸ τοῦ Ἠσαίου. [7.3.28–29] “Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπὶ αὐτὸν πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς. καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὑτοῦ, καὶ ἀληθείᾳ εἱλημένος τὰς πλευρὰς αὑτοῦ, καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλίς συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ λέων ἅμα βοσκηθήσονται, καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. ” [7.3.30–31] Ὁ δηλούμενος ἐνταῦθα Ἰεσσαὶ πατὴρ ἦν τοῦ Δαβίδ. ὥσπερ οὖν ἐν ταῖς πρὸ ταύτης προφητείαις ἐκ καρποῦ καὶ σπέρματος Δαβὶδ προελεύσεσθαι ἐλέγετο, καὶ πάλιν ἐκ σπέρματος Σολομῶνος, τὸν αὐτὸν τρόπον κἀνταῦθα, πλείστοις ἔτεσιν ὕστερον τῆς τοῦ Δαβὶδ οὐ μόνον, ἀλλὰ καὶ τῆς τοῦ Σολομῶνος τελευτῆς, ἐκ ῥίζης Ἰεσσαὶ, δῆλον δ’ ὅτι καὶ ἐκ τῆς τοῦ Δαβὶδ, προελεύσεσθαί τις θεσπίζεται. λύσει δὲ ὁ παρὼν λόγος τὴν ἐν τοῖς πρόσθεν νομιζομένην παρὰ Ἰουδαίοις περὶ τοῦ Σολομῶνος ἀμφιβολίαν. μετὰ πλεῖστον γοῦν τῆς τοῦ Σολομῶνας τελευτῆς χρόνον ταῦτα Ἠσαΐας περί τινος ἑτέρου προφητεύει, μέλλονος ἐκ ῥίζης Ἰεσσαὶ καὶ ἐκ σπέρματος Δαβὶδ ἀναφανήσεσθαι. [7.3.32–33] ὅτι δὲ οὐδ’ ἐφ’ ἕτερον ἢ ἐπὶ τὸν ἡμέτερον σωτῆρα τὸν Χριστὸν τοῦ θεοῦ ἀνάγεται τὰ δηλούμενα, ἐκ ῥίζης γενόμενον Δαβίδ τε καὶ Ἰεσσαὶ, οὐκ οἶμαί τινα ἀμφιβάλλειν, ἐπιστήσαντα τῇ τε ἐπαγγελίᾳ τῆς προρρήσεως φασκούσῃ “καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι,’ καὶ τοῖς ἐπὶ τοῦ σωτῆρος ἡμῶν δεικνυμένοις ἀποτελέσμασι. μόνος γοῦν οὗτος μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, δι’ ἣν καὶ οἶμαι αὐτὸν ἀνιστάμενον ἐπικεκλῆσθαι, οὐ τοῦ Ἰουδαίων λαοῦ, ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἦρξεν, ὡς μὴ δεδεῆσθαι τὸ λόγιον ἑρμηνείας, σαφῶς προδήλου καθεστῶτος, ὅπως εἰς αὐτὸν τέλος εἴληφε μετὰ τῶν ἄλλων καὶ τὸ “ ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.” [7.3.34–35] τὰ δ’ ὡς περὶ ζῴων καὶ θηρίων ἡμερουμένων καὶ τὸ ἄγριον ἦθος καὶ ἀτίθασον ἀποθησομένων ἐπὶ ·τῇ τοῦ προφητευομένου ἐπιδημίᾳ λεγόμενα ἀλληγοροῖτ᾿ ἂν ἐπὶ τρόπους ἀπηνεῖς καὶ ἀγρίους καὶ ἤθη ἀνδρῶν θηριώδη διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς ἀλογίας καὶ θηριωδίας μεταθησόμενα. ἀλληγοροῖτο δ’ ἂν ταῦτα σαφῶς οὕτως, ἂν καὶ τὴν δηλουμένην διὰ τῆς προφητείας ῥίζαν Ἰεσσαὶ, καὶ τὴν ῥάβδον, καὶ τὸ ἄνθος τροπολογῶν τις ἔτι ἑρμηνεύσειε, καὶ ὡς ἂν ἐπινοηθείη δικαιοσύνῃ μὲν τὰς πλευρὰς ζωννύμενος, ἀληθείᾳ δὲ τὴν ὀσφὺν εἱλημένος. [7.3.36–37] ὡς γὰρ οὐ δυνατὸν ἑτέρως ταῦτα ἢ διὰ μόνης ἀλληγορικῆς ἀποδόσεως ἑρμηνεύειν, τὸν αὐτὸν τρόπον ἕπεται καὶ τὰ περὶ τῶν κατὰ τοὺς τόπους ὀνομαζομένων ζῴων χρῆναι δεῖν ἐκλαμβάνειν. Ἀπὸ τοῦ Ἱερεμίου. “ Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὐλ κατασκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτὸν κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπε κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἑτέροις, ἀλλὰ ἐργῶνται κυρίῳ τῷ θεῷ αὑτῶν, καὶ τὸν Δαβὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς.” [7.3.38] Μετὰ πλεῖστον τῆς τελευτῆς τοῦ Δαβὶδ, ἀλλὰ καὶ τοὺ Σολομῶνος χρόνον ταῦτα καὶ Ἱερεμίας περὶ τοῦ μέλλοντος ἐκ σπέρματος ἀναστήσεσθαι Δαβὶδ βασιλέως θεσπίζει, ὃν πρῶτον μὲν ἀνατολὴν καλεῖ, καὶ οὐχ ἁπλῶς, ἀλλὰ δικαίαν, ὡς ἂν ἐξ ἡλίου δικαιοσύνης συστησόμενον, περὶ οὗ διειλήφαμεν ἐν ταῖς περὶ τοῦ δευτέρου αἰτίου ἀποδείξεσιν, ἐν αἷς τὸν προόντα τοῦ θεοῦ λόγον μυρίαις κεχρημένον ἐπωνυμίαις καὶ ἥλιον δικαιοσύνης ὀνομάζεσθαι ἀπεδείκνυμεν, τὴν φάσκουσαν προφητείαν “τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης” παραθέμενοι. [7.3.39–40] ὥσπερ οὖν ἥλιον δικαιοσύνης, οὕτω καὶ ἀνατολὴν δικαίαν ὁ λόγος ἐπὶ τοῦ παρόντος ἀναστήσειν τῷ Δαβὶδ προφητεύει. τὸν αὐτὸν δὲ τοῦτον βασιλέα συνιέντα, καὶ ποιοῦντα κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς προαγορεύει. εἶτα καὶ ὁμωνύμως τὸν αὐτὸν καλεῖ τῷ πάλαι πρότερον τετελευτηκότι Δαβίδ. πρόσσχες γὰρ ἐπιμελῶς τῷ ἀνωτέρω μὲν καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, ἐπὶ τέλει δὲ ἐπιφερομένῳ τῷ ‘καὶ τὸν Δαβὶδ βασιλέα αὐτοῦ ἀναστήσω αὐτῷ.” τίνι δὲ αὐτῷ ἢ τῷ Δαβίδ; τούτῳ γὰρ ἔφησεν ἀναστήσειν τὴν ἀνατολὴν τὴν δικαίαν. [7.3.41–42] καὶ ὁ Ζαχαρίας δὲ περὶ τοὐ αὐτοῦ προφητεύων ὁμοίως ἀνατολὴν αὐτὸν καλεῖ λέγων “ ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ δικαιοσύνη.” καὶ πάλιν ‘‘καλέσω τὸν δοῦλόν μου ἀνατολήν.” ἀλλ’ οὐδείς γε μετὰ τοὺς Ἱερεμίου χρόνους, ἀλλ’ οὐδὲ μετὰ τοὺς τοῦ Ζαχαρίου, τοιοῦτος ἀνέστη τοῖς ἐκ περιτομῆς, ὡς ἀνατολὴ δικαία κληθῆναι, καὶ συνιεὶς βασιλεὺς καὶ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. εἰ δὲ λέγοι τις διὰ τούτων Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ δηλοῦσθαι, λεκτέον ὅτι οὐ συνέστηκεν ὁ λόγος αὐτῷ. οὔτε γὰρ ἀπὸ γένους Δαβὶδ οὗτος ἢν οὔτε ὡς βασιλεὺς ἐβασίλευσεν. [7.3.43–44] πῶς δὲ ἐπ᾿ ἐκεῖνον δύναται ἁρμόττειν τὸ “λσὶ τὸν Δαβὶδ βασιλέα ἀναστήσω αὐτῷ, ” ὁπότε φυλῆς μὲν ἦν Λευὶ, τάξεως δ’ ἀρχιερατικῆς, καὶ γένους ἑτέρου παρὰ τὸν Δαβὶδ, βασιλεὺς δ’ οὐδαμῶς γεγονὼς ἱστορεῖται; ὥστε εἰ μηδεὶς ἕτερος εὑρίσκοιτο τοιοῦτος, ὥρα τὸν προφητευόμενον καὶ διὰ τούτων ὁμολογεῖν μόνον εἶναι τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν καὶ ἐν ἑτέροις φῶς τοῦ κόσμου καὶ φῶς τῶν ἐθνῶν ἀνηγορευμένον. αὐτος τοιγαροῦν εἴη ἂν κἀνταῦθα ὁ προφητευόμενος, καὶ συνέστηκεν ἀψευδὴς ἡ πρόρρησις. μόνος γὰρ ἐκ σπέρματος Δαβὶδ ὁμωνύμως τῷ προπάτορι κατὰ διάνοιαν, ἐπεὶ ἑρμηνεύεται δυνατὸς χειρὶ, χρηματίσας κρίμα καὶ δικαιοσύνην διὰ τῆς αὐτοῦ διδασκαλίας τοῖς ἐπὶ γῆς ἅπασιν ἐκήρυξε, καὶ μόνος τῶν πώποτε οὐκ ἐπὶ μέρους ἐβασίλευσε τῆς οἰκουμένης, ἀλλὰ ἐπὶ πᾶσαν τὴν γῆς καὶ μόνος ἀνέτειλε δικαιοσύνην, ἀκολούθως καὶ τῷ ἐν Ψαλμῷ περὶ αὐτοῦ λεγομένῳ‘‘ “ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. ” [7.3.45–46] Ἰούδας δὲ σωθησόμενος καὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ, πάντες εἰσὶν οἱ τῇ δι’ αὐτοῦ θεοσεβείᾳ προσεληλυθότες τοῦ ἐκ περιτομῆς λαοῦ, ἀπόστολοί τε αὐτοῦ καὶ μαθηταὶ καὶ εὐαγγελισταὶ, ἢ καὶ πάντες οἱ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὸν ἀληθινὸν Ἰσραὴλ τὸν κατὰ διάνοιαν ὁρῶντα θεὸν ἀποσώζοντες. οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστι (φησὶν ὁ ἀπόστολος) οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλὰ ἐκ τοῦ θεοῦ. τούτους οὖν διὰ τῆς τοῦ Χριστοῦ κλήσεως τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὸν ἀληθῶς Ἰσραὴλ φέροντας ἑτέρῳ φησὶ κληθήσεσθαι ὀνόματι, οὐχὶ δὲ τῷ τοῦ Ἰουδαίου, οὐδὲ τῷ τοῦ Ἰσραὴλ, ἀλλὰ ξένῳ τινὶ παρὰ ταῦτα. [7.3.47–48] τοῦτο γάρ φησι τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς κύριος Ἰωσεδεκεὶμ, ὅπερ ἑρμηνεύεται οἱ τοῦ θεοῦ δίκαιοι.” ἐφίστημι δὲ μήποτε πεποιημένον ἐστὶ τοὔνομα ἀπὸ τοῦ Ἰοσουὲ Ἰωσεδεκεὶμ, ὃ παρὰ τῷ θεῷ οἱ τοῦ Ἰησοῦ μαθηταὶ κέκληνται, παρ’ ἀνθρώποις μὲν Ἑλληνικώτερον προσαγορευόμενοι ἀπὸ τῆς τοῦ Χριστοῦ παρωνυμίας, κατὰ δὲ τὴν Ἐβραίων φωνὴν καὶ παρὰ αὐτοῖς τοῖς προφήταις, ἀπὸ τοῦ Ἰησοῦ, ὡς ἂν δι’ αὐτοῦ σεσωσμένοι, Ἰωσεδεκείμ. διὸ λέλεκται “καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις.” ὁ δὴ οὖν μέλλων, φησὶ, διὰ τοῦ προφητευομένου λαὸς κατὰ διάνοιαν Ἰούδας ὄντες καὶ Ἰσραὴλ ὀνομασθήσονται ἀπὸ τοῦ Ἰοσουὲ Ἰωσεδεκεὶμ, καὶ τούτῳ γε, φησὶ, κληθήσονται τῷ προσρήματι οὐ παρ’ ἀνθρώποις, ἀλλὰ παρ’ αὐτῷ τῷ θεῷ, καὶ παρὰ τοῖς προφήταις αὐτοῦ. [7.3.49–51] ἐπιμελῶς γὰρ πρόσσχες τῷ λόγῳ φήσαντι ‘καὶ τοῦτο τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις.” μεταλαμβάνεται δὲ, ὡς ἔφην, τοὔνομα εἰς τὴν Ἑλλήνων φωνὴν οἶ τοῦ θεοῦ δίκαιοι. τούτων δὲ οὕτως σωθησο- μένων, τὸν παλαιὸν καὶ βαρὺν τῶν πικρόν δαιμόνων ζυγὸν συντρίψειν καὶ τοὺς οἷς τὸ πρὶν συνείχοντο δεσμοὺς τῶν ἀσεβημάτων διαρρήξειν ὁ θεὸς ἐπαγγέλλεται, ὡς μηκέτι θεοῖς ἀλλοτρίοις δουλεύειν αὐτοὺς, μόνῳ δὲ αὐτῷ καρποφορεῖν ἀρεσκόντως. παράθες δὲ τούτοις τὸ ἐν δευτέρῳ ψαλμῷ ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει φάσκον λόγιον ‘‘διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. ᾧ συγγενὲς ἡγοῦμαι τυγχάνειν τὸ μετὰ χεῖρας λέγον ἐν τῇ ἡμέρᾳ ἐκείνη εἶπε κύριος “συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἀλλοτρίοις, ἀλλ’ ἐργῶνται κυρίῳ τῷ θεῷ αὑτῶν.” [7.3.52] ἀλλ’ ὅτι μὲν ἐκ καρποῦ τῆς κοιλίας Δαβὶδ καὶ ἐκ σπέρματος Σολομῶνος καὶ ἐκ ῥίζης Ἰεσσαὶ ὁ Χριστὸς τοῦ θεοῦ γεννηθήσεσθαι προείρηται, ὅπερ καὶ γέγονεν, ὅτι μετὰ μυρίων ἄλλων προσηγοριῶν καὶ Δαβὶδ αὐτὸν ὀνομάζουσιν οἶ θεῖοι λόγοι, αὐτάρκη πιστώσασθαι τὰ εἰρημένα· ὅτι δὲ καὶ ἐκ φυλῆς Ἱούδα λέγεται προελεύσεσθαι οὐδ᾿ ἂν ζητηθείη, τῷ μηδ᾿ ἑτέρας ἢ τῆς δηλωθείση φυλῆς καὶ αὐτὸν εἶναι τὸν Δαβίδ. γένοιτο δ᾿ ἂν ἐκ περιουςίας καὶ τούτου παραστατικὸν τὸ πααρὰ Μωσεῖ λόγιον, τοῦτον ἔχον τὸν τρόπον· Ἀπὸ τῆς Γενέσεως. [7.3.53–54] “Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος Ἱούδα, ἐκ βλαστοῦ μου υἱὲ ἀνέβης, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης b ὡς λέων, καὶ ὡς σκύμνος. τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἱούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.” Δώδεκαφυλῶν παρ᾿ Ἑβραίοις οὐσῶν, δι᾿ ὧν τὸ πᾶν ἔθνος συνεστήκει, μιᾶς τούτων προπάτωρ γέγονε καὶ ἀρχίφυλος ὁ Ἰούδας, πρὸς ὃν τεθέσπισται τὰ προκείμενα, ἐξ αὐτοῦ τὸν Χριστὸν προελεύσεσθαι σημαίνοντα. εἰ γοῦν συναγάγοις ἐπὶ ταυτὸ τκὶ παραθείης τῇ μετὰ χεῖρας τὰς ἐν τοῖς πρόσθεν τεθείσας προφητείας, εὕροις ἂν ὁμοίως κατά. τι κοινὸν σημεῖον τὸν αὐτὸν κηρυττόμενον. [7.3.55–56] ἡ μὲν γὰρ ἔλεγε περὶ τοῦ ἐκ ῥίζης Ἱεσσαὶ ἀναστησομένου τὸ “καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν·” ἡ δὲ περὶ τοῦ υἱοῦ Σολομῶνος τὸ “κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ οταμοῦ ἕως περάτων τῆς οἰκουμένης, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη·” ἡ δὲ μετὰ χεῖρας παραπλησίως “ἕως ἂν ἔλθῃ, φησὶν, ᾧ ἀπόκειται καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν. εἰ δὴ οὖν συνᾴδουσιν αἱ περὶ τῶν ἐθνῶν προρρήσεις, ἀπεδείχθησαν δὲ αἶ πρὸ τούτων ὁρῶσαι τὸν ἡμέτερον σωτῆρα, οὐδὲν ἂν εἴη ἐμποδὼν μὴ οὐχὶ τὸν αὐτὸν βλέπειν καὶ τὴν παροῦσαν, εἴπερ σύμφωνα ἀλλήλαις ὁμολογοῦνται θεσπίζειν, μάλιστα ὅτε μέχρι μὲν τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι αὐτῶν ἐκ προγόνων διαδοχῆς συνεστήκεσαν, ἅμα δὲ τῇ αὐτοῦ παρουσίᾳ διαλελοίπεσαν, ὁμοῦ τε ἡ τῶν ἐθνῶν προσδοκία τέλος ἐπῆγε τῇ τοῦ Ἰακὼβ προρρήσει. [7.3.57–58] οὐκοῦν κἀνταῦθα ὁ Χριστὸς δηλούμενος, καὶ οὐδὲ ἄλλος, ἐκ φυλῆς Ἰούδα προελεύσεσθαι, καὶ ὅτε δὲ ἐκ Δαβὶδ καὶ Σολομῶνος ἔκ τε τῆς ῥίζης Ἰεσσαὶ γεγονὼς ἐδηλοῦτο, ἐκ τῆς αὐτῆς φυλῆς ὢν ἐδείκνυτο. παῖς μὲν γὰρ ἦν τοῦ Ἰεσσαὶ Δαβὶδ, τοῦ δὲ Δαβὶδ Σολομῶν, συστάντες ἐκ φυλῆς Ἰούδα. εἴη ἂν τοιγαροῦν ἐξ αὐτῆς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὥσπερ οὖν ὁ θαυμάσιος εὐαγγελιστὴς γενεαλογεῖ Ματθαῖος λέγων “Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν ” καὶ τὰ ἑξῆς. Ἀλλὰ γὰρ καὶ τούτων τὴν οἰκείαν ἀπόδειξιν ἀπειληφότων καιρὸς καὶ τοὺς χρόνους συνιδεῖν τῆς τῶν προηγορευμένων ἀποπληρώσεως. BOOK 8: ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ [8.praef.1] Ἀποδείξαντες δι’ ὅσων ὁ τοῦ θεοῦ λόγος εἰς ἀνθρώπους ἥξειν ἐθεσπίζετο, ὅθεν τε καὶ ὅπη καὶ ὅπως ὀφθήσεσθαι τοῖς ἐπὶ γῆς ἐν ταῖς παρ’ Ἑβραίοις προ- φητικαῖς φωναῖς ἐκηρύττετο, ὅτι τε αὐτὸς ἐκεῖνος ἦν, καὶ οὐδ’ ἄλλος, ὁ τῶν αἰώνων προυφεστὼς υἱὸς τοῦ θεοῦ, ὃν διὰ τῶν ἑτέρων θεόν τε καὶ κύριον καὶ ἀρχιστράτηγον καὶ μεγάλης βουλῆς ἄγγελον θεοῦ τε ἀρχιερέα τυγχάνειν προμεμαθήκαμεν, ἀκολούθως μετὰ τὰ προδιεξωδευμένα τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ πάλιν ἐξ αὐτῶν τῶν προφητικῶν προρρήσεων ἐπιμαρτυρώμεθα, ἐνθένδε ἀρξάμενοι. [8.praef.2–3] Τῶν χρόνων τῆς τοῦ Χριστοῦ παρουσίας ἐκφανῆ σημεῖα τάδε ἔσεσθαι προκηρύττουσιν αἶ ἱεραὶ γραφαί. τριῶν τὸ πρὶν ἐπιφανῶν ἀξιωμάτων παρὰ Ἑβραίοις διαπρεπόντων δι’ ὣν τὸ ἔθνος συνεκροτεῖτο, ἑνὸς μὲν τοῦ βασιλικοῦ, ἑτέρου δὲ τοῦ προφητικοῦ, καὶ ἐπὶ τούτοις τοῦ ἀρχιερατικοῦ, τούτων ὁμοῦ τὴν κατάλυσιν καὶ τὴν παντελῆ καθαίρεσιν σημεῖα τῆς τοῦ Χριστοῦ παρουσίας ἔσεσθαι θεσπίζουσι. δείγματα δὲ τῶν αὐτῶν εἶναι χρόνων καὶ τῆς κατὰ Μωσέα θρησκείας τὴν περιγραφὴν, τῆς τε Ἰερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ ἱεροῦ τὴν ἐρήμωσιν, οὐ μὴν ἀλλὰ καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν, καὶ ἄλλα δὲ τῶν αὐτῶν ὑποβάλλουσι σημεῖα χρόνων, πλῆθος εἰρήνης, ἐθνῶν τῆς ἐξ αἰῶνος κατ’ ἔθνος καὶ κατὰ πόλιν τοπαρχίας καὶ πολυαρχίας ἀναίρεσιν, τῆς πολυθέου καὶ δαιμονικῆς εἰδωλολατρίας ἀποστροφὴν, ἐπίγνωσιν εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων δημιουργοῦ θεοῦ. [8.praef.4–6] ταῦτα οὖν ἅπαντα, μὴ ὄντα πάλαι κατὰ τοὺς τῶν προφητῶν χρόνους 5 ἐπὶ τῆς Χριστοῦ παρουσίας γενήσεσθαι οἱ θεῖοι χρησμοὶ προηγόρευον, ἁ καὶ ταῖς προρρήσεσιν ἀκολούθως εἰς πέρας ἐλθόντα ὅσον οὔπω παραστήσεται. τά γε μὴν αἴτια τοῦ μὴ πρότερον, ἀλλὰ νῦν ἐπ’ ἐσχάτων καιρῶν μετὰ τὸν μακρὸν καὶ πολὺν αἰῶνα τὸν Χριστὸν ἐμφανῆ γενέσθαι τῷ βίῳ λέλεκται μὲν ἤδη καὶ πρόσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἐν βραχέσιν εἰρήσεται. πολὺς ἦν πάλαι πρότερον τὰς τῶν ἀνθρώπων ψυχὰς ἐπισκοτῶν ἀφροσύνης καὶ ἀσεβείας αὐχμὸς, δεινή τε ἀθεότης κατακρατοῦσα τοὐ παντὸς ἀνθρώπων βίου, ὡς μηδὲν τῶν ἀγρίων καὶ ἀτιθάσων θηρίων διαφέρειν δοκεῖν· μήτε γοῦν πόλεις, μήτε πολιτείας, μήτε νόμους, μήτε τι σεμνὸν καὶ βιωφελὲς εἰδότες, μηδὲ μὴν ἐπιστήμας καὶ τέχνας ἐν νῷ τιθέμενοι ἀρετῆς τε καὶ φιλοσοφίας οὐδ’ εἰς ἔννοιαν ἰόντες, μόναις ἐπ’ ἐρημίαις ἔν τε ὄρεσι καὶ σπηλαίοις καὶ κώμαις τὰς διατριβὰς ἐποιοῦντο, λῃστρικώτερον ἐπιτιθέμενοι τοῖς πλησιάζουσι, πορίζοντες τὰ πρὸς τὸ ζῆν οὐκ ἄλλοθεν ἀλλ’ ἢ ἐκ τῆς τῶν καταδεεστέρων καταδυναστείας. [8.praef.7–8] ἀλλὰ μὴν οὐδὲ θεὸν τὸν ἐπὶ πάντων ᾔδεσαν, οὐδέ γε εὐσεβείας ἀληθοῦς τρόπον, φυσικαῖς δὲ ἐννοίαις ἀνακινούμενοι τὸ μὲν ὑπάρχειν ἐν τοῖς οὖσι θείαν τινὰ δύναμιν καὶ θεὸν εἶναι καὶ ὀνομάζεσθαι σωτήριόν τε καὶ εὐεργετικὴν τυγχάνειν τὴν προσηγορίαν αὐτοφυεῖ διδασκαλίᾳ συνωμολόγουν, τὸ δὲ μὴ ἄλλο τι νομίζειν ἢ τὸν ἐπέκεινα ἁπάσης τῆς ὁρωμένης οὐσίας οὐκέθ’ οἷοί τε ἦσαν ἀποδέχεσθαι. διόπερ οἶ μὲν αὐτῶν “ ἐσεβάσθησαν καὶ λάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, οἶ δὲ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὑτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, ὡς ἐναλλάξαι τὴν δόξαν ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. νεκρῶν δὴ οὑν οἵδε ἀνδρῶν δυναστῶν τινων ἢ καὶ τυράννων πάλαι γενομένων εἰκόνας ἀνειδωλοποιήσαντες, καὶ ταύταις τὸ θεῖον περιάψαντες σέβας, τάς τε ἐκτόπους καὶ ἀκολάστους τῶν αὐτῶν πράξεις ὡς θεῶν κατορθώματα σεμνύνειν ἐθεολόγησαν. [8.praef.9] πῶς οὖν τοῖς τυγχάνουσιν ἐν τοιαύτῃ βίου καταστάσει τὸν πάνσοφον καὶ πανάρετον τοὺ Χριστοῦ λόγον τὴν εἰς ἄκρον καταγγέλλοντα φιλοσοφίαν τοῖς τε ἐν τοσούτῳ βάθει κακίας καλινδουμένοις δύνασθαι ἁρμόττειν; διὸ δὴ ἐκείνους ἡ θεία καὶ πάντων ἔφορος δίκη ὡς ἀγρίανκαὶ βλαβερωτάτην ὕλην περικόπτουσα τοτὲ μὲν κατακλυσμοῖς, τοτὲ δὲ πυρπολήσεσι μετῄει, τοτὲ δὲ αὐτοὺς τοῖς κατ’ ἀλλήλων πολέμοις ἀνδροκτασίαις τε τε καὶ πολιορκίαις ἐπαλλήλοις παρεδίδου, πρὸς αὐτῶν τῶν δαιμόνων, τῶν δὴ θεῶν αὐτοῖς νενομισμένων, ἐπὶ τὸν κατ’ ἀλλήλων πόλεμον ἐξοιστρουμένους, ὥστε ἄβατον εἶναι τοῖς πλησιοχώροις ἀνεπίμικτόν τε καὶ ἀκοινώνητον τὸν τότε τῶν ἀνθρώπων βίον· βραχεῖς δέ τινας, ὡς ἐν τοιαύτῃ καταστάσει, καὶ ἀριθμῷ ληπτοὺς, [8.praef.10–11] ὧν τὰ παρ’ Ἑβραίοις μνημονεύει λόγια, θεοφιλεῖς εὑροῦσα, τούτοις διὰ χρησμῶν καὶ θειοτέρας ἐπιφανείας ὡμίλει, δεξιουμένη τοὺς ἄνδρας καὶ θεραπεύουσα νόμοις τοῖς παρὰ Μώσεως εἰσαγωγικοῖς καὶ βιωφελέσιν. ἀλλ’ ὅτε δὴ ἐκ τῆς τούτοις διαταγείσης νομοθεσίας ἔκ τε τῶν μετὰ ταῦτα προφητικῶν μαθημάτων εἰς πάντας ἀνθρώπους εὐωδίας δίκην προχεομένων ἤδη λοιπὸν ἡμέρωτο τῶν πολλῶν τὰ φρονήματα, τοῖς τε πολλοῖς ἔθνεσι πολιτεῖαι καὶ νομοθεσίαι συνίσταντο, ἀρετῆς τε καὶ φιλοσοφίας ὄνομα παρὰ πολλοῖς ἐβοᾶτο, ὡς ἂν πεπαυμένης τῆς παλαιᾶς θηριωδίας, μετατιθεμένης δὲ τῆς ἀγρίας καὶ ἀπηνοῦς διαίτης ἐπὶ τὸ πραότερον, αὐτὸς ἤδη λοιπὸν κατὰ καιρὸν τὸν προσήκοντα ὁ τῶν τελείων τε καὶ οὐρανίων δογμάτων τε καὶ μαθημάτων τέλειος καὶ οὐράνιος διδάσκαλος, ὁ τῆς ἀληθοῦς θεογνωσίας εἰσαγωγεὺς, ὁ θεὸς λόγος ἐπέφανεν ἑαυτὸν κατὰ τὸν ὑπογραφέντα τῆς ἐνανθρωπήσεως αὐτοῦ χρόνον, μίαν τοῖς πᾶσιν ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, τῷ τε παντὶ ἔθνει τῶν ἀνθρώπων τὴν τοῦ πατρὸς φιλανθρωπίαν εὐαγγελιζόμενος, ἐπὶ μίαν τε τοὺς πάντας παρορμῶν ἐν θεῷ σωτηρίαν, ἀλήθειάν τε αὐτὴν καὶ φῶς ἀληθοῦς εὐσεβείας, βασιλείαν τε οὐρανῶν, καὶ αἰωνίου ζωῆς ἐπαγγελίαν τοῖς πᾶσι προμνώμενος. [8.praef.12–13] Ταῦτα μὲν οὑν περὶ τῶν χρόνων εἰρήσθω, δι’ ἣν αἰτίαν νῦν, ἀλλ’ οὐ πάλαι πρότερον ὁ Χριστὸς τοῦ θεοῦ εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους. φέρε δὲ ἐπανελθόντες τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ τὰ σημεῖα κατὰ μέρος ἐπισκεψώμεθα, τὰς εὐαγγελικὰς περὶ τῆς γενέσεως αὐτοῦ φωνὰς ἐν πρώτοις ἐπισημειωσάμενοι. ὁ μὲν οὖν Ματθαῖος τὸν χρόνον τῆς ἐνσάρκου αὐτοῦ ἐπιφανείας ὧδέ πως ἱστορεῖ, λέγων τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως.” καὶ μετ’ ὀλίγα φησὶν ‘‘ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας, ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ.” [8.praef.14] ὁ δὲ Λουκᾶς τὸν τῆς διδασκαλίας αὐτοῦ καὶ ἀναδείξεως χρόνον παρέστησε λέγων “ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου ΙΙιλάτου τῆς Ἰουδαίας, τετραρχοῦντος δὲ τῆς Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καιάφα. τούτοις δὴ οὖν καλῶς ἔχει παραθέσθαι τὴν παρὰ Μωσεῖ τοῦ Ἰακὼβ προφητείαν τοῦτον ἔχουσαν τὸν τρόπον· Περὶ τῶν χρόνων τῆς εἰς ἀνθρώπους ἐπιφανείας αὐτοῦ. ἈΠῸ ΤΗ͂Σ ΓΕΝΈΣΕΩΣ [8.1.1–2] “ Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπε, συνάχθητε ἔνα ἐπαγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακὼβ, ἀκούσατε, Ἰσραὴλ, τοῦ πατρὸς ὑμῶν.” εἶτα τούτοις ἑξῆς ἐπιμεμψάμενός τινά τισι τοῖς προτέροις υἱοῖς, ὡς διά τινα αὐτῶν πλημμελήματα γενομένοις ἀναξίοις τῆς μελλούσης ἐπιλέγεσθαι προρρήσεως, τῷ τετάρτῳ ὡς τὸν βίον κρείττονα τῶν λοιπῶν ἀδελφῶν ἐπιδεδειγμένῳ τάδε θεσπίζει ‘‘Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σε οἶ υἱοὶ τοῦ πατρός σου· σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ σκύμνος. τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν. ” [8.1.3–4] Σκόπει δὴ πρῶτον τίνα ἄρα φησὶν εἶναι τὰ ἀποκείμενα αὐτῷ, καὶ ὅρα εἰ μὴ αὐτὰ ἦν, ἃ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ προπάτορσι περὶ τῆς τῶν ἐθνῶν κλήσεως ὁ θεὸς ἀνείρηκε θεσπίσας. γέγραπται γοῦν ὡς ἄρα εἷπεν ὁ θεὸς τῷ Ἀβραὰμ “ καὶ ἔσῃ εὐλογητὸς, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἔν σοι πᾶσαι αἶ φυλαὶ τῆς γῆς.” καὶ αὖθις “ Ἀβραὰμ δὲ φησὶ‘‘ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.’ τὰ ὅμοια δὲ καὶ τῷ Ἰσαὰκ ὁ χρησμὸς τοῦτον ἐκφωνεῖ τὸν τρόπον “ καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.” ἔτι δὲ τῷ Ἰακὼβ τοιαῦτα δὴ εἴρηται “ ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαὰκ, μὴ φοβοῦ.” καὶ ἑξῆς καὶ ἐνευλογηθήσονται ἔν σοι πᾶσαι αἶ φυλαὶ τῆς γῆς. ” [8.1.5–6] καὶ ἄλλοτε εἶπεν αὐτῷ ὁ θεὸς “ ἐγὼ ὁ θεός σου, αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἐξελεύσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. τοσαύτας περὶ τῆς τῶν ἐθνῶν κλήσεως προρρήσεις τοῦ θεοῦ προμεμαθηκὼς ὁ Ἰακὼβ, παίδων αὐτῷ τὸν ἀριθμὸν προμεμαθηκὼς δεκαδύο, πρὸς τῇ τελευτῇ συγκαλέσας τοὺς πάντας περιεσκόπει ἐξ ὁποίου ἄρα αὐτῶν τῆς διαδοχῆς τὰ τῶν τοῦ θεοῦ προρρήσεων ἐπὶ τέλος ἥξει· εἶτ’ ἐπιθεὶς τρισὶ μὲν τοῖς πρώτοις αὐτῷ γενομένοις παισὶν ἐλέγχοῦς ὧν ἐπλημμέλησαν, ἐπιφέρει διδάσκων ὅτι τῶν τετολμημένων αὐτοῖς ἕνεκα οὐ δι’ αὐτῶν ἐκπληρωθήσεται τὰ τῶν προρρήσεων ἀποτελέσματα. [8.1.7] ἐπὶ δὲ τὸν τέταρτον ἐλθὼν τὸν Ἰούδαν, ὁμοῦ τὸν φήσαντα αὐτῷ χρησμὸν “ βασιλεῖς ἐκ ὀσφύος αὐτοῦ ἐξελεύσονται διὰ τῆς τούτου διαδοχῆς τέλος λήψεσθαι θεσπίζει. πρόδηλον γὰρ ὡς ἐκ τῆς Ἰούδα φυλῆς τὸ βασιλικὸν συνέστη γένος· ὁμοῦ καὶ τὰς τοῦ θεοῦ προρρήσεις καὶ τὰς τῶν ἐθνῶν ἐθνῶν ὑποσχέσεις καθ’ ὁποίους ἐνστήσονται χρόνους παρίστησιν, ἐξ αὐτοῦ τε προελεύσεσθαι διδάσκει τὸν μέλλοντα αἴτιον καταστήσεσθαι πᾶσι τοῖς ἔθνεσι καὶ πάσαις ταῖς φυλαῖς τῆς γῆς τῆς παραπλησίας τῷ Ἀβραὰμ εὐλογίας. [8.1.8–9] ταῦτα οὖν ἅπαντα ἦν τὰ ἀποκείμενα τῷ Ἰούδα, δηλαδὴ τὰ πάλαι προθεσπισθέντα περὶ τῶν ἐθνῶν, καὶ τὸ ‟βασιλεῖς βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.” διὸ καὶ τῶν λοιπῶν ἀδελφῶν προκριθεὶς βασιλικῆς φυλῆς καὶ διαπρεπεστέρας παρὰ τὰς λοιπὰς ἠξιώθη. αὐτίκα ἐπὶ τῆς διατάξεως τοῦ παντὸς λαοῦ κατὰ τοὺς Μώσεως χρόνους ἡγεῖσθαι ταύτην ὁ θεὸς τῶν λοιπῶν φυλῶν προστάττει. γέγραπται γὰρ ‟καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων, ἄνθρωπος ἐχόμενος κατὰ τάγματα αὐτοῦ, κατὰ σημαίας, κατ’ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς υἱῶν Ἰούδα, σὺν δυνάμει αὐτῶν.” [8.1.10–11] καὶ ἐξῆς ἐπὶ τῶν εἰς τὸν ἐγκαινισμὸν τῆς σκηνῆς ἀναφερομένων “ εἶπε κύριος πρὸς Μωσῆν, ἄρχων εἷς καθ’ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὑτῶν. καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὑτοῦ Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα.” καὶ ἐν τῇ βίβλῳ δὲ τοῦ τοῦ Ναυὴ τῆς γῆς τῆς ἐπαγγελίας κλήρῳ κατὰ τῶν λοιπῶν φυλῶν διανεμηθείσης, ἀκληρωτὶ καὶ πασῶν πρώτη ἡ τοῦ Ἰούδα φυλὴ τὸ οἰκεῖον μέρος τῆς γῆς ἀπολαμβάνει. [8.1.12–13] ἀλλὰ καὶ ‟ μετὰ τὴν τελευτὴν Ἰησοῦ ἐπηρώτων οἶ υἱοὶ Ἰσραὴλ ἐν κυρίῳ, λέγοντες, τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον, ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; καὶ εἶπε κύριος, Ἰούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν εἰς χεῖρας αὐτοῦ. ” σαφῶς οὖν τοῦ παντὸς Ἰσραὴλ ἡγεῖσθαι τοῦ Ἰούδα φυλὴν ὁ θεὸς διὰ τούτων προστάττει, ὅθεν ἑξῆς γέγραπται “καὶ ἀνέβη Ἰούδας, καὶ κύριος τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ.” καὶ πάλιν ‟καὶ ἐπολέμησαν οἶ υἱοὶ Ἰούδα ἐν Ἰερουσαλὴμ, καὶ κατελάβοντο αὐτὴν, καὶ κατέβησαν υἱοὶ Ἰούδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ.” καὶ αὖθις ‟ καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὑτοῦ.” καὶ ἑξῆς ‘καὶ ἦν κύριος μετὰ Ἰούδα, καὶ ἐκληρονόμησε τὸ ὄρος.” καὶ μετὰ ταῦτα ‟ καὶ ἀνέβησαν οἶ υἱοὶ Ἰωσὴφ, καί γε αὐτοὶ ἐν Βαιθὴλ, καὶ Ἰούδας μετ’ αὐτῶν. ” [8.1.14] καὶ ἐν τῇ βίβλῳ δὲ κριτῶν διαφόρως κατὰ χρόνους προισταμένων τοῦ λαοῦ, εἰ καὶ ἐκ διαφόρων ἐδόκουν εἶναι φυλῶν οἶ κριταὶ, ὅμως δὲ καθόλου ἡ τοῦ Ἰούδα φυλὴ τοῦ παντὸς ἔθνους ἡγεῖτο, πολλῷ δὲ πλέον ἐπὶ τῶν χρόνων τοῦ Δαβὶδ καὶ τῶν τούτου διαδόχων ἐκ φυλῆς μὲν τοῦ Ἰούδα γεγονότων, μέχρι δὲ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τὴν βασιλείαν διενεγκάντων, μεθ’ ἣν τῶν ἐκ τῆς αἰχμαλωσίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανιόντων αὖθις ἡγεῖται Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, ὁ καὶ τὸν νεὼν ἐγείρας. [8.1.15–16] ἔνθεν καὶ ἡ τῶν Παραλειπομένων γραφὴ τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ γενεαλογοῦσα ἀπὸ τῆς τοῦ Ἰούδα τὴν καταρχὴν ἐποιήσατο. ἕπεται δὴ οὖν τούτοις ἀκολούθως καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις τὴν αὐτὴν φυλὴν τῶν λοιπῶν ὁμολογεῖν ἡγεῖσθαι, εἰ καὶ ἐν μέρει διάφοροι προειστήκεισαν τοῦ λαοῦ, ὧν οὐκέθ’ ἡμῖν δυνατὸν ἐξακριβάζεσθαι τὰ γένη, τῷ μηδὲ φέρεσθαι θείαν βίβλον ἐξ ἐκείνου καὶ μέχρι τῶν τοῦ σωτῆρος χρόνων. πλὴν εἰς τοσοῦτον διαρκέσαι λόγος αἱρεῖ φάναι τὴν τοῦ Ἰούδα φυλὴν, εἰς ὅσον τὸ πᾶν ἔθνος ἐλευθερίᾳ καὶ αὐτονομίᾳ χρώμενον ὑπὸ οἰκείοις ἄρχουσιν καὶ ἡγουμένοις ἐπολιτεύετο. τοῦτο δὲ αὐτοῖς ἐξ ἀρχῆς ὑπῆρξε καὶ μέχρι τῶν Αὐγούστου χρόνων, καθ’ οὓς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν φανέντος ἐν ἀνθρώποις τὸ πὰν ἔθνος δοῦλον Ῥωμαίοις καθίσταται· καὶ ἀντὶ τῶν πατρόθεν αὐτοῖς καὶ κατὰ νόμους ἡγουμένων πρῶτος Ἡρώδης ἀλλόφυλος αὐτῶν ἡγεῖται καὶ βασιλεὺς Αὔγουστος. [8.1.17–18] ἕως μὲν οὑν οὐδέπω διαλελοίπει ‟ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ,” τῶν προφητειῶν οἶ χρόνοι ἐκ τῆς τῶν ἀρχόντων τοῦ ἔθνους παραθέσεως ἀνεγράφοντο. οὕτως οὖν Ἠσαίας ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν καὶ Ἄχας καὶ Ἐζεκίου, οἷ ἐβασίλευσαν τῆς Ἰουδαίας, προφητεύει. ὁμοίως δὲ καὶ Ὠσηέ. ὁ δὲ Ἀμὼς ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις ῾ Ιεροβοὰμ υἱοῦ Ἰωὰς, βασιλέως Ἰσραὴλ, καὶ Σοφονίας ἐν ἡμέραις Ἰωσίου, υἱοῦ Ἀμὼς, βασιλέως Ἰούδα. ὁμοίως δὲ καὶ Ἱερεμίας. ἀλλ’ ὅτε ἐκλέλοιπεν ‟ ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ,” τῆς διὰ τοῦ Χριστοῦ προφητευομένης προσδοκίας τῶν ἐθνῶν ὅσον οὔπω μελλούσης ἐπιλάμπειν τῷ βίῳ, οὐκέτι μὲν βασιλεῖς ἐχρημάτισανἸούδα, οὐδὲ ἡγούμενοι Ἰσραήλ. [8.1.19–20] τούτων δὲ ταῖς προφητείαις ἀκολούθως κατὰ τοὺς ὡρισμένους χρόνους διαλελοιπότων, πρῶτος μὲν Αὔγουστος, δεύτερος δὲ Τιβέριος, μετὰ τῶν ἄλλων καὶ τοῦ Ἰουδαίων ἔθνους ἀνηγορεύθησαν βασι- λεῖς, οἵ τε κατὰ τούτους τῆς Ἰουδαίας ἐπίτροποι καὶ τετράρχαι, οὐ μὴν ἀλλὰ καὶ Ἡρώδης, ὡς ἔφην ἤδη καὶ πρότερον, οὐ προσήκων Ἰουδαίοις τὸ γένος, ὃς καὶ αὐτὸς παρὰ Ῥωμαίων τὴν ἀρχὴν τὴν κατὰ Ἰουδαίων ἐγχειρίζεται. Τούτων ἡμῖν προτετηρημένων καιρὸς ἤδη καλεῖ τῆς εἰς τὴν προφητείαν θεωρίας ἐφάψασθαι ‘Ἱούδα, σὲ αἰνέσαισαν οἶ ἀδελφοί σου.” δώδεκα τῶν ὅλων ὑπαρχόντων παίδων τῷ Ἰακὼβ τέταρτος Ἰούδας ἦν, ὡς καὶ φθάσαντες εἰρήκαμεν, εἶς καὶ αὐτὸς ἀρχίφυλος τοῦ Ἑβραίων ἔθνους. [8.1.21–22] ἀλλ’ ὅτι γε οὐκ αὐ- τὸν ἐκεῖνον ἑώρα τὸν ἄνδρα τὰ ὡς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς εἰρημένα σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασι ταῖς λέξεσι τῆς θείας γραφῆς, πρῶτον τοῦ Ἰακὼβ πρὸς τοὺς υἱοὺς φωνῆς λεγούσης ‟ ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπε, συνάχθητε καὶ ἀναγγελῶ ὑμῖν, τί ὑμῖν ἀπαντήσεται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ἰακὼβ, ἀκούσατε Ισραὴλ τοῦ πατρὸς ὑμῶν.” σαφῶς γὰρ ἐπαγγέλλεται προφητεύειν αὐτοῖς τὰ μέλλοντα αὐτοῖς ἀπαντήσεσθαι μακροῖς ὕστερον χρόνοις καὶ, ὡς αὐτός φησιν, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. καὶ ἄλλως δὲ τὰ ὧς πρὸς τὸν Ἰούδαν εἰρημένα οὐκ ἂν εὐλόγως ἐφαρμόσειε τῷ πρώτῳ ἐκείνῳ ἀνδρί. [8.1.23] οὐ γὰρ ἐκεῖνον τὸν Ἰούδαν ᾔνεσαν οἶ ἀδελφοί· ἐπὶ ποίῳ γὰρ αὐτοῦ κατορθώματι τοῦτο ἐποίησαν ἄν; οὐδὲ μὴν ἐκείνῳ ὢ προσεκύνησαν οἱ υἱοὶ τοῦ πατρός. μᾶλλον δ’ ἂν ὁ λόγος ἥρμοσεν, εἰ τῷ Ἰωσὴφ εἴρητο, ἐπειδὴ τοῦτον ἅμα τοῖς λοιποῖς ἀδελφοῖς καὶ αὐτὸς Ἰούδας προσκυνήσας φαίνεται, πλὴν ἀλλὰ πρὸ τῶν λόγων τῆς προφητείας· μετὰ γὰρ τούτους οὐδέν τι τοιοῦτον οὐδὲ περὶ τὸν Ἰωσὴφ, ἦπού γε περὶ τὸν Ἰούδαν, γεγονὸς ἡ ἱστορία παρίστησι. [8.1.24–25] καὶ τὸ “ ἀναπεσὼν δὲ ὡς λέων καὶ ὡς σκύμνος” μείζονος ἂν δέοιτο ἢ κατὰ τὸν Ἰούδαν θεωρίας. ἀλλὰ καὶ τὸ μετὰ ταῦτα εἰρημένον ‘οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ τὰ ἀποκεί- μένα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν᾿ ῾ τοὺς χρόνους αἰνίττεσθαί μοι δοκεῖ τῆς τοῦ προφητευομένου παρουσίας. τόδε γὰρ, φησὶν, οὐκ ἔσται, ἔστ’ ἂν γένοιτο τόδε. οὐδὲ γὰρ πρότερον παύσονται τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι ἢ τὴν τῶν ἐθνῶν προσδοκίαν ἐλθεῖν καὶ τὰ ἀποκείμενα τῷ προφητευομένῳ. ταῦτα δὲ ὁμοίως τοῖς ἑβδομήκοντα καὶ ὁ Θεοδοτίων ἡρμήνευσεν· ὁ δὲ Ἀκύλας τοῦτον ἐξέδωκε τὸν τρόπον οὐκ ἀναστήσεται σκῆπτρον ἀπὸ - Ἰούδα, καὶ ἀκριβαζόμενος ἀπὸ μεταξὺ ποδῶν αὐτοῦ, αὐτοῦ, ἕως ἂν ἔλθῃ καὶ αὐτῷ σύστημα λαῶν.” [8.1.26–27] ἔνθα λεγομένου τοῦ ‟οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα,” πάλιν οὐ περὶ τοῦ Ἰούδα, αὐτοῦ δὴ ἐκείνου τοῦ πρώτου ἀνδρὸς, ἀκούειν δεήσει, ὥσπερ οὐδὲ τὸ ‟Ἰούδα, σὲ αἰνέσαισαν οἶ ἀδελφοί σου καὶ τὰ ἐξῆς ἐπ’ ἐκεῖνον ἀνεφέρετο. πλείστοις δ’ οὖν χρόνοις ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους κατέστησαν, οὐκ ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς διαδοχῆς. πρῶτος μὲν γὰρ Μώσης αὐτὸς ἡγήσατο τοῦ λαοῦ, μὴ ἐκ τοῦ Ἰούδα, ἀλλ’ ἐκ τοῦ Λευὶ γεγονὼς, εἶτα Ἰησοῦς ἐκ φυλῆς Ἐφραΐμ, μεθ’ ὃν ἦρξεν αὐτῶν Δεββώρα ἐκ φυλῆς Ἐφραΐμ, καὶ Βαράκ ἐκ φυλῆς Νεφθαλεὶμ, μεθ’ οὓς Γεδεὼν ἐκ φυλῆς Μανασσῆ, ἔπειτα ὁ τοῦ Γεδεὼν παῖς, καὶ μετ’ αὐτὸν Θωλὰ ἐκ φυλῆς τῆς αὐτῆς, ἔπειτα Ἐσεβὼν ἐκ Βηθλεὲμ, καὶ μετὰ τοῦτον Αἰλὼν ἐκ φυλῆς Ζαβουλὼν, ἔπειτα Λαβδὼν ἐκ φυλῆς Ἐφραΐμ, καὶ αὖθις Σαμψὼν ἐκ φυλῆς Δὰν, ἔπειτα ἀναρχίας αὐτῶν γενομένης ἡγεῖτο αὐτῶν Ἠλεὶ ὁ ἱερεὺς ἐκ φυλῆς Λευί. [8.1.28–29] οὗτοι πάντες κριταὶ κρίναντες τὸν Ἰσραὴλ, οὐκ ἐκ διαδοχῆς Ἰούδα, ἐκ διαφόρων δὲ φυλῶν ἄλλοθεν ἄλλος γενόμενος· καὶ ὅ γε μετὰ τούτους πρῶτος αὐτῶν βασιλεύσας Σαοὺλ ἐκ φυλῆς Βενιαμίν. πῶς οὖν τὸ οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ” (ὡς ἂν οἰη- θείη τις) ἐπὶ τοὺς ἐκ φυλῆς Ἰούδα ἄρχοντας καὶ ἡγουμένους ἀνενεχθήσεται, ὅτε φαίνονται ἀπὸ τῶν χρόνων τῆς τοῦ Ἰακὼβ τελευτῆς ὅλοις ἔτεσιν ἐγγύς που χιλίοις οὐκ ἐκ μόνης τῆς Ἰούδα φυλῆς προαχθέντες, ἀλλ’ ἄλλοτε ἐξ ἄλλης, μέχρι τῶν Δαβὶδ χρόνων; εἰ δὲ μετὰ τοὺς τοσούτους ὁ Δαβὶδ οἵ τε ἐκ τῆς τούτου διαδοχῆς βασιλεύσαντες τοῦ Ἰουδαίων ἔθνους ἐκ φυλῆς γεγόνασιν Ἰούδα, ἀλλὰ χρή σε εἰδέναι ὅτι οὐδὲ ὅλοις πεντακοσίοις ἔτεσι διήρκεσαν οὗτοι του παντὸς ἔθνους βασιλεύσαντες, ἀλλὰ μόνων φυλῶν τριῶν, καὶ οὐδὲ ὅλων τούτων, καθ’ οὓς ἕτεροί τινες ἐτύγχανον τοῦ πλείονος ἔθνους καὶ ὅλων γε ἐννέα φυλῶν τὴν βασιλείαν διέποντες. [8.1.30–31] μετὰ γὰρ τὴν τοῦ Σολομῶνος τελευτὴν διαιρεθέντος τοῦ παντὸς ἔθνους ἐξ Ἰούδα, τοῦ Δαβὶδ διάδοχοι τριῶν, ὡς ἔφην, οὐδ’ ὅλων φυλῶν ἐπὶ τῆς Ἰερουσαλὴμ ἐβασίλευον μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας. κατ’ αὐτοὺς δὲ τούτους ἐπὶ τῆς Σαμαρείας οὕτω καλουμένης πόλεως τόν ἐννέα φυλῶν ἡγούμενοι οὐκ ἐξ Ἰούδα, ἀλλ’ ἐξ ἑτέρων φυλῶν ἕτεροι διετέλεσαν, ὧν πρῶτος ἦν Ἱερο- βοὰμ ἐκ φυλῆς Ἐφραΐμ, καὶ οἶ καθεξῆς μετὰ τοῦτον, ὡς μηδ’ ἐν τοῖς μεταξὺ χρόνοις τοῖς ἀπὸ Δαβὶδ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοὺς ἐκ φυλῆς Ἰούδα τοῦ παντὸς ἔθνους ἡγήσασθαι. [8.1.32] τί δεῖ λέγειν ὡς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον αὖθις ὑπὲρ τὰ πεντακόσια ἔτη μέχρι τῆς τοῦ Χριστοῦ γενέσεως διετέλεσαν πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ, τῶν μὲν κατὰ χρόνους ἀρχιερέων ἡγουμένων τοῦ ἔθνους, οὐδενὸς δὲ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς ; ὥστε ἐξ ἀπάντων τούτων παρίστασθαι μὴ ἐπὶ τὸν πρῶτον ἐκεῖνον ἄνδρα τὸν Ἰούδαν, μηδὲ ἐπὶ τοὺς διαδόχους αὐτοῦ ἀναφέ- ρεσθαι τὸ φάσκον λόγιον ‟οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, μόνως δ’ ἂν συσταίη τὰ κατὰ τὸν τόπον, εἰ κατὰ τὰ πρόσθεν ἡμῖν ἀποδεδομένα περὶ τῆς φυλῆς ἀπάσης λέγεσθαι ταῦτα νοήσαιμεν. [8.1.33–34] αὕτη γοῦν ἐξ ἀρχῆθεν, ἐξ αὐτῶν τῶν κατὰ Μωσέα χρόνων, τοῦ παντὸς ἔθνους ἡγήσατο· κατὰ γοῦν τὴν ταύτης ἐπικράτειαν, ὡς ἂν ἀρχῆθεν ἡγεῖσθαι προκεχειρισμένης ὑπὸ τοῦ θεοῦ, Ἰουδαία τε εἰσέτι νῦν ἀπὸ τῆς φυλῆς ἡ τε χώρα ἐπικέκληται καὶ τὸ πᾶν αὐτῶν σύστημα Ἰουδαίων προσαγορεύεται. οὕτω τοίνυν νοήσαιμεν τὸ λεγόμενον ὡς εἰ σαφέστερον ἔλεγεν, οὐκ ἐκλείψει τοὐ παντὸς ἔθνους ἡγουμένη ἡ τοῦ Ἰούδα φυλή. ὁ Σύμμακος ‟οὐ περιαιρεθήσεται ” φησὶν ‟ ἐξουσία Ἰούδα,” τὸ ἐξουσιαστικὸν δήπου καὶ ἀρχικὸν ἀξίωμα τῆς μετὰ ταῦτα ὑποστάσης τοῦ Ἰούδα φυλῆς παριστάς. στάς. ταύτης γοῦν οὔτε τὸ σκῆπτρον, ὡς ὁ Ἀκύλας φησὶ, βασιλικῆς δὲ τοῦτο σύμβολον ἦν ἀρχῆς, οὔτε τὴν ἐξουσίαν κατὰ τὸν Σύμμαχον περιαιρεθήσεσθαι θεσπίζει, ἴως ἂν ἔλθῃ, φησὶν, ᾧ ἀπόκειται, καὶ αὐτὸν ἔσεσθαι τῶν ἐθνῶν προσδοκίαν. [8.1.35–36] ποίαν ταύτην προσδοκίαν ἢ τὴν πάλαι τῷ Ἀβραὰμ καὶ τοῖς μετ’ αὐτὸν προπάτορσι κεχρηματισμένην ; πρῶτον μὲν οὗν θαυμάζειν ἄξιον ὅπως δώδεκα οὐσῶντῶνπαρ’ Ἑβραί- ὄις φυλῶν ἐξ οὐδεμιᾶς ἄλλης ἢ ἀπὸ μόνης τῆςἸούδα ἡ τοῦ ἔθνους εἰσέτι νῦν ἀνηγόρευται προσηγορία ’ οὐ δι’ ἕτερον ἢ διὰ τὸ τῆς προφητείας λόγιον τῇ τοῦ Ἰούδα φυλῇ τὸ ἀρχικὸν περιάψαν ἀξίωμα. ἀλλὰ καὶ τὴν πάτριον αὐτῶν χώραν Ἰουδαίαν διὰ τὴν αὐ- τὴν ἀποκαλεῖσθαι συμβαίνει αἰτίαν. ἐπεὶ διὰ τί μὴ ἀπὸ τοῦ πρώτου τῶν δώδεκα, λέγω δὲ ἀπὸ τοῦ Ῥου- βὶμ, τὸ ἔθνος αὐτῶν ἐχρημάτισε, καίτοι παρὰ τῷ θείῳ νόμῳ τῶν πρωτοτόκων τετιμημένων; διὰ τί δὲ μὴ ἀπὸ τῆς τοῦ Λευὶ, ὁμοῦ καὶ τῷ χρόνῳ καὶ τῷ τῇς ἱερωσύνης τιμήματι τὸν Ἰούδαν παρεξάγοντος; τί δὲ οὐχὶ μᾶλλον ἀπὸ τοῦ Ἰωσὴφ χρηματίσαι συνέβη τὸ πᾶν ἔθνος καὶ τὴν χώραν, διὰ τὸ καὶ πάλαι πάσης οὐ μόνον Αἰγύπτου, ἀλλὰ καὶ τῶν οἰκείων τὸ κράτος ἀνάψασθαι τοῦτον, τούς τε ἐξ αὐτοῦ γενομένους μα- κροῖς ὕστερον χρόνοις ἐπὶ πλεῖστον ὅσον ὅλων ἐννέα φυλῶν τοῦ ἔθνους ἡγήσασθαι, δι’ οὓς καὶ μᾶλλον εἰκὸς ἦν τὴν τοῦ προπάτορος ἐπωνυμίαν τὸ πᾶν ἔθνος καὶ τὴν χώραν ἐπιγράψασθαι ; τίς δ’ οὐκ ἂν ὁμολο- γήσαι παρὰ τούτους ἅπαντας εὐλόγως ἂν ἐκ τοῦ Βεν- ιαμὶν τὴν ἐπωνυμίαν αὐτοὺς λαβεῖν, ἐπειδήπερ τῇ τούτου φυλῇ ἡ περιβόητος αὐτῶν βασιλικὴ μητρό- πολις ὅ τε ἐπὶ ταύτης ἁγιώτατος τοῦ θεοῦ νεὼς κεκλήρωτο; ἀλλ’ ὅμως οὐδ’ ἐκ τούτων, οὐδ’ ἐξ ἑτέρας ἢ μόνης ἐκ τῆς Ἰούδα φυλῆς, ἡ τῆς χώρας καὶ τοῦ παντὸς ἔθνους προσηγορία διέπρεψε τῇ προφητείᾳ ἀκολούθως. [8.1.37–38] οὕτω γέ τοι τὸ “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἐπὶ τὴν φυλὴν ἡμῖν ἀνενήνεκται, καὶ μό- νως οὕτως ἀληθῶςἡ πρόρρησις ἀποδέδοται. ἀπὸγοῦν τὠνΜωσέως χρόνων καθεξῆς οὐ διέλιπον μερικοὶμὲν αὐτῶν ἄρχοντες, ἐκ διαφόρων, ὡς ἔφην, φυλῶν ἡγησάμενοι, καθόλου δὲ ἡ τοῦ Ἰούδα φυλὴ παντὸς προεστῶσα τοῦ ἔθνους. παραδείγματι δὲ καταδέξῃ τὸ εἰρημένον. ὡς γὰρ ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς οἱ μὲν κατ’ ἔθνος ἐπίτροποί τε καὶ ἡγούμενοι, ἔπαρχοί τε καὶ στρατοπεδάρχαι, οἵ τε πάντων ἀνωτάτω βασιλεῖς, οὐ πάντες ἐκ τῆς Ῥωμαίων ὁρμῶνται πόλεως, οὐδ’ ἀπὸ τῆς Ῥώμου καὶ Ῥωμύλου σπορᾶς, ἀλλ’ ἐκ μυρίων ἄλλος ἄλλοθεν ἐθνῶν, ὅμως δὲ οἱ πάντες βασιλεῖς τε καὶ οἱ μετ’ αὐτοὺς ἄρχοντες καὶ ἡγούμενοι τὴν Ῥωμαίων ἐπιγράφονται προσηγορίαν, Ῥωμαίων τε τὸ κράτος ἐπωνόμασται, καὶ ταύτης ἐξῆπται τῆς ἐπωνυμίας ἡ καθόλου πάντων ἀρχή· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν καθ’ Ἑβραίους χρῂ νοεῖν πραγμάτων, μιᾶς μὲν καθόλου τῆς τοῦ Ἰούδα φυλῆς κατὰ τοῦ παντὸς ἔθνους ἐπιπεφημισμένης, τῶν δὲ κατὰ μέρος ἡγουμένων τς καὶ βασιλέων ἐκ διαφόρων καθισταμένων φυλῶν, καθόλου δὲ τῇ τοῦ Ἰούδα τιμωμένων προσηγορίᾳ. λεγέσθω τοίνυν ὡς πρὸς τὴν ὅλην φυλὴν ὑπὸ τοῦ προφήτου τὸ “ Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου.” [8.1.39–40] οἶδε γὰρ αὐτὴν ἅτε προνομίας ἠξιωμένην πρὸ τῶν λοιπῶν φυλῶν τετιμῆσθαι, καὶ ἐπεὶ ἐξῆρχεν ἐν πολέμοις, καὶ μόνη τοῦ παντὸς ἔθνους ἡγεῖτο ἐν ταῖς πρὸς τοὺς ἐχθροὺς παρατάξεσιν, εἰκότως ἐπιλέγεται πρὸς αὐτὴν “αἰ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.” εἶτα διὰ τὸ ἀρχικὸν καὶ βασιλικὸν ἀξίωμα “ σκύμνος λέοντος” εἶναι λέγεται. σεμνυνόμενος δὲ ὁ προπάτωρ ὁμοῦ καὶ προφήτης ἐπὶ τῷ τῆς φυλῆς ἀξιώματι προστίθησι λέγων “ ἐκ βλαστοῦ υἱέ μου ἀνέβης. ” [8.1.41–42] τὸ δὲ “ ἀναπεςὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος” τὸ γαῦρον ὁμοῦ καὶ θαρσαλέον καὶ τὸ τῶν ἔξωθεν ἐπιόντων ἀκατάπληκτον τό τε ἄφοβον καὶ τῶν ἐχθρῶν καταφρονητικὸν παρίστησι. τοιοῦτον δὲ αὐτὸν ὄντα, μᾶλλον δὲ τοιαύτην οὖσαν τὴν φυλὴν, τίς, φησὶν, ἀναστήσει; μέγαν τινὰ καὶ θαυμαστὸν σπάνιόν τε καὶ δυσθεώρητον ἔσεσθαι τὸν μέλλοντα ἀναστήσειν τοῦ θρόνου καὶ μεταστήσειν τοῦ ἀρχικοῦ ἀξιώματος τὴν δηλωθεῖσαν φυλὴν αἰνιξάμενος. τίς δὲ ἄρα οὗτος ἦν ἐξῆς ἡμᾶς ἐφίστησι, τοῦτον εἶναι διδάσκων τὸν μέλλοντα προσδοκίαν ἔσεσθαι τῶν ἐθνῶν, ὃς οὐ πρότερον φανήσεσθαι ἐν ἀνθρώποις ἢ ἐκλείπειν καὶ ἄρχοντα καὶ ἡγούμενον μετασταθήσεσθαι, καὶ ἀπαναστήσεσθαι τῆς ἀρχῆς τὴν τοῦ Ἰούδα φυλὴν προφητεύεται. [8.1.43] τίς δ’ οὗτος ἦν ἢ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός ; οὗ ἐπὶ τῆς γενέσεως, ἀκολούθως τῆ προκειμένῃ προρρήσει, ἐξέλιπον μὲν ἄρχοντες καὶ ἡγούμενοι ἐξ αὐτῶν Ἰουδαίων ἐπὶ τὸ ἔθνος αὐτῶν καθιστάμενοι, ἡ δὲ τοῦ Ἰούδα φυλὴ αὐτῷ ἔθνει παντὶ τοῦ ἐξ αἰῶνος ἀρχικοῦ καὶ βασιλικοῦ ἀξιώματος καθαιρεθεῖσα, τοῖς εἰσέτι καὶ νῦν κρατοῦσιν ἐξ ἐκείνου καὶ εἰς δεῦρο δουλεύει Ῥωμαίοις, μετὰ τῶν λοιπῶν καὶ τὸ Ἰουδαίων ἔθνος χειρωσαμένοις, παρ’ ὧν Ἡρώδης, πρῶτος ἐξ ἀλλοφύλου γένους ὑπάρχων ἰδίως τοῦ ἔθνους αὐτῶν, ὑπό τε Αὐγούστου καὶ τῆς Ῥωμαίων συγκλήτου βουλῆς βασιλεὺς ἀναδέδεικται. [8.1.44–45] ἦν γοῦν ὁ Ἡρώδης Ἀντιπάτρου παῖς, ὁ δὲ Ἀντίπατρος Ἀσκαλωνίτης, ἔκ τινος τῶν περὶ τὸν νεὼν τοὐ Ἀπόλλωνος ἱεροδούλων καλουμένων, ὅς δὴ Κυπρίνην ὀνόματι, τὸ γένος τῶν ἐξ Ἀραβίας, γυναῖκα πρὸς γάμον ἀγαγόμενος τὸν Ἡρώδην ποιεῖται. οὕτος δὴ οὖν πρῶτος ἐκ τοιούτου γένους ὁρμώμενος τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκανὸν, ἐφ’ ὃν τὰ τῆς οἰκείας ἀρχῆς τοῦ Ἰουδαίων ἔθνους κατέληξεν, ἐκποδὼν μεθίστησιν ἀνελὼν, πρῶτός τε αὐτὸς, ὡς ἔφην, ἐξ ἀλλοφύλου γένους Ἰουδαίων ἀναγορεύεται βασιλεύς· καθ’ ὃν γεννηθέντος Ἰησοῦ τοῦ Χριστοῦ καθῄρητο μὲν ὁμοῦ καὶ τῆς Ἰούδα φυλῆς τὸ ἀξίωμα, καθῄρητο δὲ καὶ ἡ τῶν Ἰουδαίων ἀρχή τε καὶ βασιλεία, πεπλήρωτο δὲ καὶ ἡ προτεταγμένη προφητεία ‟οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, φήσασα, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ,” ὃν καί φησι γενήσεσθαι οὐ τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ τῶν ἐθνῶν προσδοκίαν. [8.1.46] ἐπειδὴ τοίνυν ἀπέκειτο ἡ πρόπαλαι τῷ Ἀβραὰμ χρηματισθεῖσα τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία, ὡς ἂν ἐκλελοιπότων τῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀρχόντων τε καὶ ἡγουμένων, μεταστάσης τε τῆς κατ’ αὐτοὺς ἀρχῆς ἐπὶ Ῥωμαίους καὶ τὸν ἐξ ἐθνῶν δεδηλωμένον Ἡρώδην, εἰκότως ὁ μὲν εὐαγγελιστὴς Λουκᾶς, ἐπισημαινόμενος τοὺς χρόνους τῆς ἐκλείψεως τῶν Ἰουδαίων ἀρχόντων, τὴν καταρχὴν τῆς Χριστοῦ διδασκαλίας ἱστορεῖ γεγονέναι ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ Ματθαῖος δὲ τοῦτο αὐτὸ αἰνιττόμενος σημαίνει. [8.1.47–48] ὑπογράψας γοῦν τὴν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν γένεσιν ἐπιλέγει ‟τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;” δι’ ὧν σαφῶς παρίστησι καὶ τοῦ ἀλλοφύλου τὴν κατ’ αὐτῶν ἀρχὴν, καὶ τῶν ἐξ ἀνατολῆς ἀλλοφύλων ἐθνῶν τὴν ὑπὸ τοῦ θεοῦ κλῆσιν. ὁμοῦ τε γὰρ Ἰουδαίων ἀλλόφυλοι ἐκράτουν καὶ τὸν πάλαι προφητευόμενον Χριστὸν τοῦ θεοῦ ἐγίνωσκόν τε καὶ προσεκύνουν ἀλλόφυλοι, ἐξ ἀνατολῶν ἐπιστάντες. οὐκοῦν σαφῶς διὰ τούτων τέλος ἔχουσα τοῦ Ἰακὼβ ἡ προφητεία δείκνυται, ἐπ’ ἐσχάτου τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους ἀποτελεσθεῖσα, ὥσπερ οὖν αὐτὸς τοῖς ἑαυτοῦ παυσὶν ἐθέσπισεν εἰπών ‟ συνάχθητε, ἔνα ἀπαγγείλω ὑμῖν τί συμβήσεται ὑμίν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν· ἐσχάτας ἡμέρας νοούντων ἡμῶν τὰ ἔσχατα τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους. [8.1.49–50] τί δῆτα αὐτοῖς ἀπαντᾶν ἔμελλεν ; ἔκλειψις μὲν τῆς ἀρχῆς Ἰούδα, καὶ τοῦ παντὸς ἔθνους αὐτῶν καθαίρεσις, παῦλά τε καὶ λῆξις τῶν ἡγουμένων αὐτῶν, καὶ τῆς φυλῆς αὐτοῦ τοῦ βασιλικοῦ καὶ ἀρχικοῦ ἀξιώματος κατάλυσις, Χριστοῦ δὲ ἀρχὴ καὶ βασιλεία, οὐ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν ἀπάντων ἄρχουσα, κατὰ τὸ καὶ αὐτὸς προσδοκία ἐθνῶν. ” τίς δ’ οὐκ ἂν ταῦτα οὕτω σαφῶς ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιφανείᾳ πεπληρῶσθαι, ὅτε οἱ πάλαι πρὸ τῆς τοῦ Χρι- στοῦ γενέσεως ἐπ’ οἰκείοις ἄρχουσι καὶ ἡγουμένοις καὶ συνετοῖς τῶν θείων ἀναγνωσμάτων ἀκροαταῖς βασιλεῦσί τε ἰδίοις καὶ ἀρχιερεῦσι καὶ προφήταις λαμπρυνόμενοι, αὐτή τε ἡ τοῦ Ἰούδα φυλὴ βασιλικὴ οὖσα, τόν ἐχθρῶν καὶ πολεμίων ἐπικρατοῦσα, κατάρχουσά τε καὶ ἡγουμένη τοῦ παντὸς ἔθνους, οἵ τε ἐν αὐτοῖς πάλαι διαπρέποντες ἐξ ἐκείνου καὶ εἰς δεῦρο Ῥωμαίοις ὑποτελεῖς καθεστήκασιν; ἐπεφάνη γὰρ σαφῶς ὁ Χριστὸς τοῦ θεοῦ, καὶ ἐξ ἐκείνου ἡ λεγομένη προσδοκία τῶν ἐθνῶν εἰς πάντα τὰ ἔθνη ἀνακεκήρυκται. [8.1.51–52] ἢ λεγέτω τις, εἰ μὴ κατὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν παρὰ Ἰουδαίοις σεμνὰ, ἥ τε μητρόπολις αὐτῶν ἅμα τῷ ἱερῷ καὶ τῇ ἐν τούτῳ συντελουμένῃ ἁγιστείᾳ μετὰ καὶ τῶν οἰκείων ἡγουμένων τε καὶ ἀρχόντων διαλέλοιπεν, ἀναδέδεικται δὲ ἐξ ἐκείνου τὰ τῆς ἐλπίδος καὶ προσδοκίας τῶν ἐθνῶν τῶν καθ’ ὅλης τῆς οἰκουμένης, ὅτε καὶ ἐλήλυθε τὰ ἀποκείμενα τῷ κυρίῳ. τίνα δὲ ἢ τὰ δηλούμενα διὰ τοῦ “ Ἰούδα, σὲ αἰνέσαισαν οἶ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος, ἐγερεῖ αὐτόν;” ταῦτα γὰρ καθ’ ἑτέραν διάνοιαν τὰ αὐτῷ ἀποκείμενα, ἃ καὶ αὐτὰ φέρε κατανοήσωμεν, πρῶτον τούτῳ ἐπιστήσαντες, ὡς διαφόροις τὸν Χριστὸν ὀνόμασι προσαγορεύειν εἰώθασιν οἶ θεῖοι χρησμοί· τοτὲ μὲν γὰρ αὐτὸν καλοῦσιν Ἰακὼβ, “ Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει” καὶ τὰ ἑξῆς. [8.1.53–54] οἷς ἐπείρηται “ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ ἐπὶ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι·” τοτὲ δὲ αὐτὸν Σολομῶνα καὶ Δαβὶδ ὀνομάζουσι· Σολομῶνα μὲν ὡς ἐν ὄα ψαλμῷ ἐπιγεγραμμένῳ μὲν εἰς Σολομῶνα, σαφῶς δὲ τὰ περὶ τοῦ Χριστοῦ περιέχοντι. τὸ γὰρ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ,” καὶ ὅσ’ ἁ τούτοις ἑξῆς ὁ Ψαλμὸς περιέχει μόνῳ τῷ Χριστῷ ἁρμόζοι ἄν. [8.1.55–56] Δαβὶδ δὲ ἐν πη Ψαλμῷ πάλιν ὁ Χριστὸς ἀνηγόρευται, ἐπεὶ μὴ τῷ Δαβὶδ, μόνῳ δὲ αὐτῷ κατάλληλα ἂν εἴη καὶ τὰ ἐν τούτῳ λεγόμενα, οἷον τὸ ‘‘αὐτὸς ἐπικα- λέσεταί με, πατήρ μου εἶ σὺ, κἀγὼ πρωτότοκον αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου. ” καὶ πάλιν ‟ τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. ” οὕτως οὖν ἑ μυρίων ἄλλων τοῦ Χριστοῦ προσηγοριῶν, δι’ ὧν αὐτὸν οἶ θεῖοι λόγοι σημαίνουσι, καὶ Ἰούδας ὁμοίως διὰ τῶν προκειμένων ἀνειρῆσθαι δύναται, ὅτι καὶ ἐκ τῆς Ἰούδα γέγονε φυλῆς. [8.1.57–58] πρόδηλον γὰρ κατὰ τὸν ἀπόστολον ὅτι ἐκ φυλῆς Ἰούδα ἀνατέταλκεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν. τούτῳ δὴ οὖν κατὰ διάνοιαν τῷ Ἰούδᾳ ἀποκείμενα ἦν τὰ προφητευόμενα. τίνα δὲ ἦν ταῦτα ; πρῶτον μὲν τὸ ἐπαινεθῆναι ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ· δεύτερον κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ τὰς χεῖρας ἐπιβαλεῖν· τρίτον προσκυνηθῆναι ὑπὸ τῶν υἱῶν τοῦ πατρὸς αὐτοῦ· ἃ καὶ τέλους ἐτύγχανεν ὁπηνίκα τέως μὲν τἀς παραδόξους δυνάμεις καὶ τὰ τεράστια θαύματα ἐπιτελῶν ἐθαυμάζετο καὶ ἐπῃνεῖτο καὶ προσεκυνεῖτο πρὸς τόν ἑαυτοῦ μαθητῶν τε καὶ ἀποστόλων, οὓς καὶ ἀδελφοὺς ἀποκαλεῖν οὐκ ὤκνει, διὰ μὲν τοῦ ψαλμοῦ λέγων ‘‘ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε, ” ταῖς δὲ ἀμφὶ τὴν Μαρίαν προστάττων εὐαγγελίζεσθαι αὐτοῖς ὡς ἀδελφοῖς ‟ ἀπαγγείλατε γὰρ, φησὶ, τοῖς ἀδελφοῖς μου ὅτι ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ” [8.1.59–60] οὕτω δῆτα αὐτὸν οἱ ἀδελφοὶ τὰ μὲν πρῶτα ἐπὶ τοῖς παραδόξοις ὡς θαυμάσιον ἄνδρα μόνον ἐπῄνουν, ἕνα τινὰ, ὡς εἰκὸς, τῶν προφητῶν εἶναι ὑπειληφότες· ἐπεὶ δὲ ἐν τῷ μεταξὺ τὰς θαυμασίους παραδοξοποιίας αὐτοῦ ὁρῶντες, καὶ ὡς καθεῖλεν ἐχθρόν τε καὶ ἐκδικητὴν, τόν τε θάνατον ἄρχοντα τοῦ αἰῶνος τού- του, ἅμα ταῖς λοιπαῖς ἀοράτοις καὶ ἐχθραῖς δυνάμεσι, τὸ τηνικάδε θεὸν αὐτὸν εἷναι πιστεύσαντες προσεκύνησαν. αἶ δὲ χεῖρες τοῦ σωτῆρος ἡμῶν κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ ἐγίνοντο, ὅτε πάσας τὰς πράξεις αὐτοῦ τάς τε δυνάμεις καὶ παραδοξοποιίας ἐπὶ καθαιρέσει τῶν δαιμόνων καὶ τῶν πονηρῶν πνευμάτων ἐποιεῖτο. ἀλλὰ καὶ ὁπηνίκα ἐξεπέτασε τὰς χεῖρας αὑτοῦ ἐπὶ τοὐ σταυροῦ, καὶ οὕτως αἶ χεῖρες αὑτοῦ φευγόντων τῶν ἐχθρῶν καὶ τὰ νῶτα παραχωρούντων αὐτῷ κατὰ νώτου τῶν ἐχθρῶν ἐγίνοντο, καὶ μᾶλλον ὅτε τὸ πνεῦμα παραδοὺς τῷ πατρὶ ἄσαρκος καὶ γυμνὸς οὑ ἀνειλήφει σώματος ἐπὶ τὸ τῶν ἐχθρῶν κατῄει χωρίον, αὐτοζωὴ τυγχάνων, θάνατον καταλύσων καὶ τὰς ἐπανισταμένας αὐτῷ δυνάμεις, ἃς εἰκὸς κατ’ ἀρχὰς μὲν κοινὸν ἄνθρωπον καὶ τοῖς πολ- λοῖς ὅμοιον αὐτὸν ὑπειληφέναι, οὕτω τε κυκλῶσαι αὐτὸν καὶ ὡς ἂν τῷ τυχόντι ἐφορμῆσαι, ἐπεὶ δὲ ἔγνωσαν κρείττονα ἢ κατ’ ἄνθρωπον καὶ θειοτέραν φύσιν τραπῆναι καὶ τὰ νῶτα παραχωρῆσαι αὐτῷ, καθ’ ὧν τὰς χεῖρας ἀφεὶς τοῖς ἐνθέοις αὐτοῦ καὶ ἠκονημένοις βέλεσι φεύγοντας ἤλαυνεν, ὡς διὰ τοῦτο εἰρῆσθαι ‟ αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.’ [8.1.61–62] εἰ δὲ καὶ εἰσέτι νῦν μυρίοι τοῦ σωτῆρος ἡμῶν ἐχθροὶ τὴν ἐκκλησίαν αὐτοῦ κατὰ καιροὺς πολεμεῖν ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἀοράτῳ χειρὶ καὶ ἐνθέῳ δυνάμει τροποῦται, ὡς καὶ περὶ αὐτῶν εἰρῆσθαι τὸ ‟αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.” ἐπειδὴ δὲ ἤδη λοιπὸν τὰ κατὰ τῶν ἐχθρῶν νικητήρια ἀπειλήφει, τηνικαῦτα ἐπληροῦτο καὶ τὸ ‟ προσκυνήσουσί σε οἶ υἱοὶ τοῦ πατρός σου,’ πάντες δηλαδὴ οἶ κατ’ οὐρανὸν ἄγγελοι, τά τε πνεύματα τὰ λειτουργικὰ καὶ αἶ θεῖαι δυνάμεις, οἵ τε ἐπὶ γῆς ἀπόστολοι καὶ εὐαγ- γελισταὶ, καὶ μετὰ τούτους ἅπαντες οἶ ἐξ ἐθνῶν δι’ αὐτοῦ τὸν ἴνα καὶ μόνον ἀληθῆ πατέρα θεὸν ἐπιγρα- ψάμενοι, οἔτινες θεὸν λόγον ὄντα τὸν Χριστὸν μεμαθηκότες ὡς θεὸν προσκυνεῖν αὐτὸν ὁμολογοῦνται. [8.1.63–64] ἀλλ’ ἐπεὶ ἐχρῆν καὶ τὰ τῆς γενέσεως αὐτοῦ καὶ τὰ τοῦ θανάτου μυστήρια τῇ περὶ αὐτοῦ προφητείᾳ συμπεριλαβεῖν, εἰκότως μετὰ τὰ προειρημένα θεσπί- ’ζων ὁ Ἰακὼβ ἐπιλέγει ^* σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ υἷέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν;” σκύμνον μὲν οὖν λέοντος αὐτὸν ὀνομάζει διὰ τὸ ἐκ βασιλικῆς αὐτὸν γεγονέναι φυλῆς. ἐκ σπέρματος γοῦν ἦν τοῦ Δαβὶδ κατὰ σάρκα. ^^ ἐκ βλαστοῦ δὲ ἀνέβης υἶέ μου” φησὶν, ἐπείπερ ἐκ σπέρματος καὶ ῥίζης τοῦ ταῦτα προαναφωνοῦντος Ἰακὼβ ἀνέφυ, πρότερον μὲν θεὸς λόγος ὢν, γενόμενος δὲ δεύτερον υἱὸς ἀνθρώπου δι’ ἣν ἀνεδέξατο ὑπὲρ ἡμῶν οἰκονομίαν. [8.1.65–66] εἴη δ’ ἂν καὶ τοῦ θανάτου αὐτοῦ δηλωτικὸν τὸ ’ ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος,” ἐξ ἔθους τῆς γρα- φῆς κατά τι οἰκεῖον θεώρημα τὸν θάνατον καὶ ἐπὶ μυρίων ἄλλων κοίμησιν ἀποκαλούσης. τὸ δὲ ‘τίς ἐγερεῖ αὐτόν” περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ θαυμαστικῶς εἴρηται. ἐγερθησόμενον γὰρ αὐτὸν σαφῶς οἶδεν ὁ φάσκων ‘τίς ἐγερεῖ αὐτόν.’ θαυμαστι- κῶς δὲ ἐπιλέγει τὸ, τίς ἄρα ὁ τοῦτο ποιήσων καὶ ἀνα- στήσων αὐτόν,” ἡμᾶς ἐπὶ τὸ ζητεῖν διεγείρων τίς ἂν εἴη ὁ τὸν κύριον ἡμῶν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀνα- δεξάμενον ἐκ νεκρῶν ἀναστήσων. [8.1.67–68] τίς δ’ ἂν εἴη ἄλλος ἢ ὁ τῶν Sλων θεὸς καὶ πατὴρ αὐτοῦ, ᾧ μόνῳ ἀναθετέον τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάστασιν, κατὰ τὴν λέγουσαν γραφὴν ^ ὃν ὁ πατὴρ ἤγειρεν ἐκ νεκρῶν;” ἀντὶ δὲ τοῦ ‘σκύμνος λέοντος Ἰούδα, ἐκ βλ στοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθη ἐμφαντικώτατα ὁ μὲν Ἀκύλας φησὶ ‘‘σκύλαξ λέοντος Ἰούδα, ἀπὸ ἁλώσεως υἷέ μου ἀνέβης, κάμψας κατεκλίθης.” ὁ δὲ Σύμμαχός φησι σκύμνος λέοντος Ἰούδα, ἐκ θηριαλώσεως υἱέ μου ἀνέβης, ὀκλάσας ἡδράσθης·” δι’ ὧν σαφῶς παρίσταται ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἐξ Ἅιδου, ὥσπερ ἔκ τινος θηριαλώσεως, τοῦ δωτῆρος ἡμῶν ἀποφυγή. [8.1.69–70] τὸ δὲ ὀκλάσαι καὶ ἑδρασθῇναι, ἀλλὰ μὴ καταπεσεῖν, ὁμοῦ τὸν θάνατον ἔδ’ εἶξε διὰ τοῦ ὀκλάσαι, καὶ τὸ μὴ ὑποσυρῆναι ὁμοίως ταῖς τῶν λοιπῶν ἀνθρώπων ψυχαῖς διὰ τοῦ ἡδράσθαι. ταῦτα μὲν οὖν πάντα προαπέκειτο τῷ Χριστῷ, πλὴν ἕως οὐδέπω τέλους ἐτύγχανε τὸ Ἰουδαίων συνειστήκει ἔθνος 5 καὶ οἶ ἐξ αὐτῶν ἄρχοντες καὶ ἡγούμενοι οἵ τε ἐξακριβαζόμενοι τὰς θείας συνετῶς περὶ τοῦ Χριστοῦ προφητείας διέπρεπον ἐν αὐτοῖς. ἐπεὶ δὲ ἐλήλυθε τὰ ἀποκείμενα τῷ Ἰούδᾳ, ἐφάνη τε ἐπὶ γῆς ὁ προφητευόμενος ἐκ σπέρματος καὶ βλαστοῦ γενόμενος τοῦ ταῦτα τεθεσπικότος, ἀναπεσών τε καὶ κοιμηθεὶς, ἢ ὀκλάσας κατὰ τὸν Σύμμαχον, ἡδράσθη καὶ ἀνηγέρθη, τὰς χεῖρας αὐτοῦ κατὰ νώτου τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν ἐπιβαλὼν, οἱ τε ἀδελφοὶ αὐτοῦ καὶ μαθηταὶ πρότερον ἐπαινοῦντες αὐτὸν καὶ θαυμάζοντες ὕστερον καὶ ὡς θεὸν ὡμολόγησαν εἶναι, καὶ ὡς θεὸν προσεκύνησαν, τηνικαῦτα ἐπληροῦτο τὰ ἀποκείμενα αὐτῷ, ὡς διὰ τοῦτο ἀνειρῆσθαι τὸ ἴως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ. [8.1.71–72] ἐξ ἐκεί- νοῦ γάρ τοι καὶ εἰς δεῦρο εἰς πέρας ἐλθόντων τῶν ἀποκειμένων αὐτῷ διαλελοίπασι μὲν οἶ ἄρχοντες καὶ ὢ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους, κατέστησάν τε ἐπὶ κεφαλῆς αὐτῶν ἄρχοντες ἐθνῶν, ἔμπαλιν δὲ τὰ ἔθνη, τὸν Χριστὸν ἐπιγνόντα τοῦ θεοῦ, αὐτὸν ἐπεγράψαντο σωτῆρα καὶ προσδοκίαν. μετὰ ταῦτα πάντα ἐπιλέγεται “ δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον καὶ τῇ ἥλικι τὸ ὑποζύγιον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἶ ὀδόντες αὐτοῦ ἢ γάλα.” [8.1.73] Αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τούτων τὸν μὲν πῶλον αὐτὸν τὸν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν χορὸν, τὴν δὲ ἄμπελον ἐν ᾗ τὸν πῶλον προσέδησε τὴν ἔνθεον καὶ ἀόρατον αὐτοῦ δύναμιν, ἣν αὐτὸς παριστὰς ἐδίδασκε λέγων ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὁ πατήρ μου ὁ γεωργός ἐστιν.” ἕλιξ δὲ τῆς ἀμπέλου τῆς ἀποδοθείσης εἴη ἂν ἡ τοῦ θεοῦ λόγου διδασκαλία, ἐν ᾗ τὸν πῶλον τῆς ὄνου κατεδήσατο, τὸν νέον ἐξ ἐθνῶν λαὸν, γέννημα τυγχάνοντα τῶν ἀποστόλων αὐτοῦ. [8.1.74–75] εἴποι δ’ ἄν τις καὶ πρὸς λέξιν ταῦτα τέλους τετυχηκέναι, ὅτε κατὰ τὸν Ματθαῖον εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς ‟πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην., καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.” καὶ ἔστι γε ἀληθῶς τῷ λόγῳ ἐπιστήσαντα ἀποθαυμάσαι τὴν τοῦ προφήτου πρόρρησιν, τῷ θείῳ πνεύματι προτεθεωρηκότος, ὅτι δὴ μελλήσει ὁ προφητευόμενος οὐχ οἷά τις ἐπίδοξος ἐν ἀνθρώποις βασιλεὺς ἐφ’ ἁρμάτων καὶ ἵππων ὀχήσεσθαι, ἀλλὰ ἐπὶ ὄνου καὶ πώλου, οἷά τις τῶν πολλῶν κοινὸς ἀνὴρ καὶ πένης. [8.1.76] τοῦτο γὰρ καὶ ἄλλος προφητῶν ἐθαύμασε φήσας “χαῖρε σφόδρα, φὐγατερ Σιὼν, ἰδοὺ ὁ βασιλεύς σου ἒρχεται σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πωλον νέον.” τὸ δὲ “πλυνεῖ ἐν οἲνῳ τὴν στολὴν· αὑτοῦ, καὶ ἐν αἳματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ” σκέψαι καὶ αὐτὸς μήποτε ὡς ἐν ἀπορρήτοις τὸ μυστικὸν αἰνίττεται πάθος αὐτοῦ, ἐν ᾧ τὴν στολὴν αὑτοῦ καὶ τὸ περιβόλαιον ἀπέπλυνε λουτρῷ, δι’ οὗ τῶν εἰς αὐτὸν πεπιστευκότων ἀποπλύνειν τὰ παλαιὰ ῥύπη δηλοῦται. [8.1.77] διὰ γὰρ τοῦ οἲνου, ὃπερ ἦν τοῦ αἳματος αὐτοῦ σύμβολον, τοὺς εἰς τὸν θάνατον αὐτοῦ βαπιζομένους καὶ ἐπὶ τὸ αἷμα αὐτοῦ πεπιστευκότας τῶν πάλαι κακῶν ἀποκαθαίρει, ἀποπλύνων αὐτῶν καὶ ἀυποσμήχων τὴν παλαιὰν αὐτῶν στολὴν καὶ τὸ περιβόλαιον, ὣστε αὐτοὺς τῷ τιμίῳ αἳματι τῆς ἐνθέου καὶ πνευματικῆς σταφυλῆς τῷ τε ἐκ τῆς ἀποδορείσης ἀμπέλου οἲνῳ λελυτρωμένους ἀποδύσασθαι μὲν τὸν παλαιὸν ἂνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνδύσασθαι δὲ τὸν νέον τὸν ἀνακαινούμενον εἰς έπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος· [8.1.78] καὶ τὸ “χαροποιοὶ αὐτοῦ οἱ ὀφθαλμοὶ ἀπὸ οἲνου·” καὶ τὸ “λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα” πάλιν ἀπορρήτως τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν διαθήκης τὰ μυστήρια ἡγοῦμαι περιέεχιν. τὴν γοῦν εὐφροσύνην τὴν ἀπὸ τοῦ μυστικοῦ οἲνου οὗ παραδέδωκεν αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς εἰπὼν “ λάβετε, πίετε, τοῦτό μού ἐστι τὸ αἷμα τὸ ὐπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἂφεσιν ἁμαρτιῶν· τοῦτο ποιεπιτε εἰς τὴν ἐμὴν ἀνάμνησιν,” δοκεῖ μοι σημαίνειν τοὶ “χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἲνου” καὶ τὸ “λευκοὶ οἱ ὀδόντες αἰτοῦ ἢ γάλα” τὸ λαμπρὸν καὶ καθαρὸν τῆς μυστηριώδους τροφῆς. [8.1.79–81] πάλιν γὰρ αὐτὸς τὰ σύμβολα τῆς ἐνθέου οἰκονομίας τοῖς αὑτοῦ παρεδίδου μαθηταῖς, τὴν εἰκόνα τοῦ ἰδίου σώματος ποιεῖσθαι παρακελευόμενος. ἐπειδὴ γὰρ οὐκέτι τὰς δι’ αἱμάτων θυσίας, οὐδὲ τὰς παρὰ Μωσεῖ ἐν διαφόρων ζῴων σφαγαῖς νενομοθετημένας προσίετο, ἄρτῳ δὲ χρῆσθαι συμβόλῳ τοῦ ἰδίου σώματος παρεδίδου, εἰκότως τὸ λαμπρὸν καὶ καθαρὸν ᾐνίξατο τῆς τροφῆς, εἰπὼν καὶ ‟ λευκοὶ οἶ ὀδόντες αὐτοῦ ἢ γάλα.” τούτου καὶ ἄλλος ἐμνημόνευσε προφήτης φήσας ‘‘θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι.” ἀλλὰ ταῦτα πλείονος βασάνου δεόμενα καὶ μακροτέρας ἑρμηνείας ἐπὶ σχολῆς ἄν τις βασανίσειε, τοῦ παρόντος καιροῦ τοσαῦτα εἰπεῖν ἀπαιτήσαντος εἰς τὸ παραστῆσαι μετὰ τῶν ἄλλων καὶ τοὺς χρόνους τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας ἄνωθεν ὑπὸ τῶν πρόπαλαι προφητῶν ἐγνωσμένους τῇ θείᾳ σαφῶς παραδεδόσθαι γραφῇ. Απὸ τοῦ Δανιήλ. [8.2.1] ‟ Καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρ- τίας τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ ῥιπτοῦντος τὸν ἔλεον μου ἔναντι κυρίου τοῦ θεοῦ μου περὶ τοῦ ὅρους τοῦ ἁγίου τοῦ θεοῦ μου, καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριὴλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος, καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, καὶ συνέτισέ με, καὶ ἐλάλησε μετ’ ἐμοῦ, καὶ εἶπε, Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνε- σιν. [8.2.2–3] ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, καὶ ἐγὼ ἦλθον ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ. ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. [8.2.4] καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ ἴως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο, καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος, καὶ κενωθήσονται οἶ καιροὶ, καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἐξηκονταδύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς, καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάσος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται, καὶ ἴως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.” [8.2.5] Τῆς τοῦ Ἰουδαίων ἔθνους εἰς Βαβυλῶνα ἑβδομηκονταετοῦς αἰχμαλωσίας εἰς πέρας ἤδη συνελαυνούσης, τῷ Δανιὴλ εὐξαμένῳ εἷς τῶν ἁγίων λειτουργῶν τοῦ θεοῦ Γαβριὴλ ὁ ἀρχάγγελος ἐπιφανεὶς τὴν ἀνανέωσιν τῆς Ἰερουσαλὴμ αὐτίκα τότε καὶ οὐκ εἰς μακρὰν ἔσεσθαι θεσπίζει, τόν τε μετὰ τὴν ἀνανέωσιν αὐτῆς χρόνον εἰς ἐτῶν ἀριθμὸν περιορίζει, προλέγει τε ὡς μετὰ τὴν ὡρισμένην προθεσμίαν αὖθις καθαι- ρεθήσεται, καὶ ὡς τὴν δευτέραν ὑπομείνασα ἅλωσιν καὶ πολιορκίαν οὐκέτι τῆς ἐκ θεοῦ τεύξεται ἐπισκοπῆς, μενεῖ δὲ ἔρημος, συγκαθαιρουμένης αὐτῇ τῆς κατὰ τὸν Μωυσέως νόμον λατρείας, ἑτέρας δὲ ἀντ’ ἐκείνης τῷ βίῳ τῶν ἀνθρώπων καινῆς διαθήκης ἀντεισαχθησομένης. [8.2.6–7] καὶ ταῦτα ὁ Γαβριὴλ ὡς ἐν χρησμοῖς ἐπικεκρυμμένως ἐκφαίνειν ὁμολογεῖ τῷ προφήτῃ. φησὶν οὑν αὐτῷ Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν, ἐν ἀρχῇ τῆς δεήσεως σου ἐξῆλθεν ὁ λόγος, κἀγὼ ἦλθον ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἷ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ,” σαφῶς διεγείρων αὐτὸν εἰς βαθυτέραν ἔν- νοιαν καὶ σύνεσιν τῆς τῶν λεγομένων θεωρίας. ὀπτασίαν γοῦν αὐτά γέ φησι διὰ τὸ βαθυτέρας ἔχεσθαι διανοίας καὶ οὐ τῆς τυχούσης συνέσεως δεῖσθαι. [8.2.8–9] διόπερ καὶ αὐτοὶ τὸν δωρούμενον σύνεσιν ἀνθρώποις ἐπικαλεσάμενοι εὐξάμενοί τε ὑπ’ αὐτοῦ φωτισθῆναι τοὺς τῆς διανοίας ὀφθαλμοὺς, ἐπιθαρρήσωμεν τῇ κατὰ τοὺς τόπους θεωρίᾳ. “ ἑβδομήκοντα, ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, τοῦ συντελεσθῆναι ἀμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.” ὅτι τῶν ἑβδομήκοντα ἑβδομάδων ὁ χρόνος ἐν ἔτεσιν ἀναλυόμενος ἐνενήκοντα πρὸς τοῖς τετρακοσίοις ἀριθμὸν συνάγει παντί που δῆλον. τοσοῦτος τοιγαροῦν συνετμήθη χρόνος ἐπὶ τὸν λαόν σου, τὸ πᾶν συμπέρασμα τοῦ Ἰουδαίων περιορίζων ἔθνους. [8.2.10–11] καὶ οὐκέτι γε αὐτοὺς ἐν τούτοις θεοῦ λαὸν προσαγορεύει, ἀλλὰ τῷ Δανιήλ φησι, λαόν σου· ὥσπερ γὰρ ἀσεβήσαντά ποτε καὶ εἰδωλολατρήσαντα ἐπὶ τῆς ἐρήμου οὐκέτι λαὸν ἑαυτοῦ ὁ θεὸς, ἀλλὰ τοῦ Μώσεως προσεῖπε, φήσας “βάδιζε, κατάβηθι, ἠνόμησε γὰρ ὁ λαός σου·” τὸν αὐτὸν τρόπον κἀνταῦθα τοῦ περιωρίσθαι κατ’ αὐτῶν τὸν δηλωθέντα χρόνον τὸ αἴτιον ἐκδιδάσκει· τοῦτο δ’ ἦν τὸ μηκέτι τοῦ θεοῦ λαὸν αὐτοὺς καταξιοῦσθαι χρηματίζειν. ἐπιλέγει δὲ ‘καὶ ἐπὶ τὴν πόλιν τὴν ἀγίαν,” τὸ σοῦ πάλιν ἐξακουόντων ἡμῶν κατὰ κοινοῦ, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ‟ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, ὡς εἰ ἔφασκε, τήν σοι νενομισμένην ἁγίαν. τὸ γοῦν Ἑβραικὸν καὶ οἱ λοιποὶ συμφώνως ἑρμηνευταὶ οὐ μόνον ἐπὶ τοῦ λαοῦ, ἀλλὰ καὶ ἐπὶ τῆς πόλεως τὸ σοῦ προσκείμενον περιέχουυσιν. ὁ γοῦν Ἀκύλας φησὶν ‟ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ πόλιν ἡγιασμένην σου ·” ὁ δὲ Σύμμαχος ‘‘κατὰ τοῦ λαοῦ σου καὶ τῆς πόλεως τῆς ἁγίας σου.” [8.2.12–13] ὅθεν καὶ παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν ἑβδομήκοντα τὸ σοῦ μετὰ ἀστερίσκου παραθέσεως πρόσκειται. ἐπεὶ γὰρ εὐξάμενος Δανιὴλ ἐν τοῖς τῆς ἱκεσίας αὑτοῦ ῥήμασι πολλάκις τὸν μὲν λαὸν θεοῦ λαὸν ὠνόμασε, τὸν δὲ τῆς πόλεως τόπον ἅγιον τοῦ θεοῦ τόπον, ἀντιστρέψας ὁ χρηματίζων οὔτε τὴν πόλιν ἁγίαν τοῦ θεοῦ οὔτε τὸν λαὸν τοῦ θεοῦ εἶναι ὁμολογεῖ, ἀλλὰ σοῦ, φησὶ, τοῦ προσευχομένου καὶ τοιαῦτα περὶ τοῦ λαοῦ καὶ τοῦ τόπου καὶ τῆς πόλεως εἰρηκότος. ἔχουσι δὲ τοῦ Δανιὴλ αἶ φωναὶ οὕτως ‘‘ἀποστραφήτω δὴ ὁ θυμός σου, καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεως σου Ἰερουσαλὴμ ὄρους ἁγίου σου.” [8.2.14–15] καὶ ‟ὁ λαός σου ἐγένετο εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν.” καὶ πάλιν ‟ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον.” καὶ αὖθις “ἴδε τὸν ἀφανισμὸν τῆς πόλεως σου, ἐφ’ ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ’ αὐτῆς,” καὶ ἐξῆς ‘‘ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου.” τοιαῦτα εὐξάμενος ἐπιλέγει “καὶ μου λαλοῦντος καὶ προσευχομένου, ἰδοὺ Γαβριὴλ ὃν εἶδον ἐν τῇ ὁράσει μου πετόμενος, καὶ ἥψατό μου,” καὶ εἶπε τὰ ἀναγεγραμμένα· σαφῶς οὖν διὰ τούτων ὁ μὲν προφήτης πόλιν οὐχ ἁπλῶς, ἀλλὰ τοῦ θεοῦ πόλιν ὠνόμασε, καὶ τὸ ἁγίασμα τοῦ θεοῦ καὶ τὸν λαὸν τοῦ θεοῦ λαὸν, διαθέσει τῇ πρὸς τὸν λαόν. [8.2.16–17] οὐκέτι μὴν καὶ ὁ Γαβριὴλ ὁμοίως αὐτῷ καλεῖ τὰ δηλούμενα, ἔμπαλιν δὲ ἐπὶ τὸν λαόν σου φησὶ, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, μονονουχὶ καὶ τὴν πόλιν καὶ τὸν λαὸν καὶ τὸ ἁγίασμα ἀνάξιον εἶναι τῆς τοῦ θεοῦ προσηγορίας ἀποφήνας. τοσοῦτον δὴ οὖν χρόνον ὡρίσθαι κατὰ τοῦ λαοῦ πρῶ- τον ἔπειτα καὶ κατὰ τῆς πόλεως διδάσκει, καὶ τοσοῦτός γε ὢν ἀποδείκνυται ἀπὸ τῆς ἀνανεώσεως τῆς Ἰερουσαλὴμ, ὃ γέγονεν ἐπὶ Δαρείου τοῦ Περσῶν βασιλέως, μέχρι τῆς Αὐγούστου Ῥωμαίων ἐπικρατήσεως, Ἡρώδου τε Ἰουδαίων βασιλέως ἀλλοφύλου τὸ γένος καθ’ οὓς τὰ τῆς γενέσεως ἱστορεῖται τοῦ σωτῆρος ἡμῶν, ὡς ὁ λόγος προιὼν ἐπιδείξει. [8.2.18–19] ἑξῆς δὲ ἐπιλέγει “τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.” ἀντὶ μὲν οὖν τοῦ ‟συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας ὁ Ἀκύλας πεποίηκε ‟τοῦ συντελέσαι τὴν ἀθεσίαν καὶ τοῦ τελειῶσαι ἁμαρτίαν.” τὸ γὰρ ‘πληρώσατε τὸ μέτρου τών πατέρων υμών" είρημένον υπό τον Οω- τήρος ημών προς τούς έκ περιτομής καϊ δια τούτων οῖμαι παρίοταοθαι. έπϊ γαρ τής κατ' αύτού τολμηθεί- Οης τον Ιουδαίων έθνους έπιβουλής ουνετελέοθη αυ- τών η αμαρτία καϊ η προς τον θεόν κατά τον Ἀκυλαν άθεα ία τέλος είληφε. [8.2.20] πάλαι μίν γάρ πρότερον έφερεν αυτούς ή τού θεού μακροθυμία μυρία όοα πλημμελούντας προ τής τού οωτήρος ημών παρου- σίας, ώοπερ ουν διά τών προφητικών άποδείκνυται λόγων' πλήν αλλ᾿ ώοπερ έπϊ τών πάλαι τήν γήν τής έπαγγελίας οίκούντων άλλοφύλων είρητο τω “Αβραάμ ούπω γάρ άναπεπλήρωνται αί άμαρτίαι τών 'Λμορ- ραίων” καϊ εί μηδέπω ήοαν έκπεπληρωμέναι, ουκ ηλαύνοντό πω οί'Αμορραΐοι τής πατρώας γης, έπεϊ δὲ έπληρώθηοαν αϊ άμαρτίαι αύτών, τηνικαύτα πάντες έξωλοθρεύθηοαν έπὶ τῶν Ἰησοῦ τού Μωυοέως δια- δόχου χρόνων' ούτω καϊ έπϊ τού προτέρου νοηθείς λαού' εως μεν γάρ ουκ έπληρούντο αύτών αί άμαρ- τίαι, η τού θεού άνοχή καϊ μακροθυμία έφερεν αύ- τούς, εις έπιΰτροφήν έκάοτοτε προσκαλουμένη διά τών προφητών έπεὶ δὲ κατά τήν οωτήριον φωνήν έπλήρωσαν το μέτρον τών πατέρων αύτών, ούτω δ᾿ αν πάντα ουναχθέντα κατά το αυτό τον έοχατον αύ- τοις κατειργάοατο όλεθρον, ώοπερ ουν πάλιν αυτός ό κύριος ημών διδάοκει λέγων πάν αίμα έκχυθεν από καταβολής κόομου, άπο αίματος 'Αβελ τού δικαίου εως αίματος Ζαχαρίου, ήξειν έπϊ τήν γενεάν ταύτη ν.” [8.2.21–22] το γούν έοχατον απάντων τάς χείρας έπιβαλείν τω υίώ τού θεού τολμήοαντες ' έτέλεοαν τήν άθεοίαν καϊ έτελείωοαν τήν εαυτών αμαρτίαν" κατά τήν Ακύ- λοῦ ἑρμηνείαν, κατὰ δὲ τοὺς ἑβδομήκοντα ‟ ἐδέθη αὐτῶν καὶ ἐσφραγίσθη ἡ ἁμαρτία.” ἀλλὰ ἐπεὶ μὴ μόνον εἰς πτῶσιν, ἀλλὰ καὶ εἰς ἀνάστασιν πολλῶν ἐλήλυθεν ἐν τῷ Ἰσραὴλ, καθά φησι περὶ αὐτοῦ ‟ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ,” εἰκότως τοῖς εἰρημένοις ἑξῆς ἐπιλέγει ὁ Δανιὴλ τὸ ‟ καὶ τοῦ ἀπαλεῖψαι ἁμαρτίας καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας.” [8.2.23–24] διὰ γὰρ τὸ ἀδύνατον εἶναι αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, δεῖσθαι δὲ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἱλασμοῦ ζῶντος καὶ ἀληθινοῦ, οὗ τύπον ἔφερε τὸ παρὰ Μωσεῖ κατασκευασθὲν ἱλαστήριον, οὗτος δὲ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὁ ἀμνὸς τοῦ θεοῦ, περὶ οὗ εἴρηται ‘‘ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·’ καὶ πάλιν ‟ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου,” αὐτὸς ὢν καὶ ἀπολύτρωσις, κατὰ τὸν Παῦλον φάσκοντα “ὃς ἐγενήθη σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις·” εἰκότως τὴν παρουσίαν αὐτοῦ ὁμοῦ μὲν συμπλήρωσιν καὶ τελείωσιν ἁμαρτίας εἶναι διδάσκει τῶν εἰς αὐτὸν ἠσεβηκότων, ὁμοῦ δὲ ἀπάλειψιν καὶ καθαρισμὸν ἁμαρτιῶν, καὶ ἀδικιῶν ἱλασμὸν τῶν εἰς αὐτὸν πεπιστευκότων. [8.2.25–26] καὶ ὁ Ἀκύλας δὲ “τοῦ τελέσαι τὴν ἀθεσίαν καὶ τοῦ τελειῶσαι τὴν ἁμαρτίαν εἰπὼν ἐπήγαγε τὸ τοῦ ἐξιλάσασθαι ἀνομίαν,” ἱλασμὸν αὐτὸν εἶναι πάσης ἀνομίας τῆς πάλαι κατὰ ἄγνοιαν γενομένης ὑποτιθέμενος. ἐξῆς τούτοις εἴρηται ‟ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον. ” ἔστι μὲν οὖν αὐτὸς ὁ τοῦ θεοῦ λόγος αἰώνιος δικαιοσύνη, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, κατὰ τὸν ἀπόστολον. πλὴν ἀλλὰ σὺν τῇ ἑαυτοῦ παρουσίᾳ καὶ πᾶσιν ἀνθρώποις προυξένησε δικαιοσύνην, ἔργοις ἐπιδείξας ὅτι ‟ μὴ μόνον Ἰουδαίων ἐστὶν ὁ θεὸς, ἀλλὰ καὶ ἐθνῶν, ἐπείπερ εἶς ὁ θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.” [8.2.27–28] ὅθεν τοὺς ἀμφὶ τὸν Κορνήλιον τοῦ ἁγίου πνεύματος ἠξιωμένους ἀποθαυμάσας ὁ Πέτρος ἐπ’ ἀληθείας, φησὶν, οἶ δ’ ἁ ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστί.’ καὶ ὁ Παῦλος δὲ τὸ εὐαγγέλιον δικαιοσύνης εἶναί φησι, λέγων, δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. καὶ ἐν Ψαλμοῖς δὲ εἴρηται περὶ τοῦ Χριστοῦ ‟ ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. [8.2.29–30] καὶ τὸ ἔργον δὲ αὐτοῦ ὡς ἀληθῶς θεοῦ δικαιοσύνην ἐνεδείξατο, τὸ πὰν γένος ἀνθρώπων ἐξ ἴσου τῆς παρὰ τῷ θεῷ καταξιώσαντος κλήσεως. ἀλλ’ οὐ τοιαῦτα ἦν τὰ διὰ Μώσεως, ἑνὶ δὲ μόνῳ τῷ Ἰουδαίων ἔθνει δεδωρημένα· διὸ καὶ πρὸς καιρὸν φανέντα παρελήλυθεν. ἡ δὲ διὰ τοῦ σωτῆρος ἡμῶν κατηγγελμένη δικαιοσύνη, διαμένουσα εἰς τὸ διηνεκὲς, εἰκότως αἰώνιος προσηγόρευται δικαιοσύνη, κατὰ τὸν Γαβριὴλ φήσαντα ‟καὶ τοῖ ἀγαγεῖν δικαιοσύνην αἰώνιον.” ἀντὶ δὲ τοὐ καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην” κυριώ- τερόν μοι δοκεῖ πεποιηκέναι ὁ Ἀκύλας εἰπὼν ‟καὶ τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην. ” οὐ ἀποκλεῖσαι καὶ ὥσπερ σφραγίσαι τὰς προφητικὰς ὁράσεις ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὅς γε καὶ πάλαι οὔσας ἀσαφεῖς καὶ κατεσφραγισμένας ὥσπερ ἐπικειμένας περιελὼν σφραγῖδας, ἀνέῳξέ τε καὶ ἀνή- πλωσε, τοῖς ἑαυτοῦ μαθηταῖς τὸν νοῦν τῶν θείων παραδιδοὺς γραμμάτων. [8.2.31–32] ὅθεν ἰδοὺ ‟ φησὶν, ἐνίκησεν ὁ λέων ὁ ἐκ φυλῆς Ἰούδα, καἰ αὐτὸς ἤνοιξε τὰς σφραγῖδας τὰς ἐπικειμένας τῷ βιβλίῳ,” κατὰ τὴν Ἀποκάλυψιν Ἰωάννου. ποίας δὲ σφραγῖδας ἢ τῶν προφητῶν τὰς ἀσαφείας; ἃς εὖ μάλα ἐπιστάμενος ἀκριβῶς καὶ ὁ Ἡσαΐας ἔλεγε ‘καὶ ἔσονται οἱ λόγοι οὗτοι ὡς οἶ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου.” οὐκ ἄρα τοῦ ἀποκλεῖσαι ὅρασιν καὶ προφήτην ἐλήλυθεν ὁ Χριστὸς τοῦ θεοῦ, μᾶλλον δὲ ἀναπετάσαι καὶ εἰς φῶς ἀγαγεῖν. ὅθεν δοκεῖ μοι κυριώτερον ὁ Ἀκύλας φάναι ‟τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην." [8.2.33–34] ὃ καὶ συνᾴδει τῷ ‘οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι, πρὸς αὐτοῦ τοῦ σωτῆρος εἰρημένῳ. ‟ τέλος γὰρ νόμου Χριστὸς, καὶ πᾶσαί γε αἶ περὶ αὐτοῦ προφητεῖαι ἀπλήρωτοι καὶ ἀτελεῖς ἔμενον εἰς ὅτ’ αὐτὸς ἐπιστὰς ἐπιτέθεικεν ἅπασι τέλος τοῖς περὶ αὐτοῦ προαναπεφωνημένοις. δύναται δὲ καὶ κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν τοιαύτην ἔχειν διάνοιαν τὸ ‟ σφραγίσαι ὅρασιν καὶ προφήτην,” ἐπεὶ ὁ νόμος καὶ οἶ προφῆται μέχρις Ἰωάννου διήρκεσαν, ἐξ ἐκείνου τε διαλελοίπασιν οἱ πάλαι παρὰ τῷ Ἰουδαίων ἔθνει πνευματοφορούμενοι καὶ τὰς περὶ Χριστοῦ προρρήσεις ἀνακη- ρύττοντες, καὶ οἱ τὰς ἐν τοῖς ἱεροῖς λόγοις ὁράσεις ὑγιῶς ἐποπτεύοντες, οἳ καὶ ἅτε ἀποκλεισθείσης αὐτῆς τῆς θείας χάριτος καὶ σφραγῖσιν ὥσπερ καταδεθείσης ἐξέλιπον· διὸ συμβαίνει ἐξ ἐκείνου μηκέτι προφήτην ἐνεργεῖν μηδὲ ὁρῶντα χρηματίζειν ἐν αἠτοῖς, ἀπὸ τῶν δηλουμένων χρόνων καὶ εἰς ἡμᾶς τούτων ἀπάντων διαλελοιπότων. [8.2.35–37] τούτοις ἐπιφέρει ‟ τοῦ χρῖσαι ἅγιον ἁγίων.” καὶ τοῦτο δὲ αὐτόθεν πρόδηλον ὡς μέχρι τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων ἅγιοι ἁγίων οἶ παρ’ Ἑβραίοις ἀρχιερεῖς ἐχρίοντο, κατὰ τὴν κατὰ τὸν τοῦ Μώσεως νόμον ἐπιτελουμένην ἁγιστείαν· ἐξ ἐκείνου δὲ καὶ οὗτοι διαλελοίπασι καταλλήλως τῇ προφητείᾳ. ἡ μὲν οὖν τοῦ Ἰακὼβ πρὸς τὸν Ἰούδαν ἀναφώνησις ἡγουμένων καὶ ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἔκλειψιν ἐδήλου κατὰ τὰ προτεταγμένα. ἐπειδὴ δὲ τὰ τῆς προστασίας τοῦ λαοῦ προφητῶν καὶ ἱερέων πάλαι πρότερον ἤρτητο, ἀκολούθως προθεσπίσας ὁ λόγος διὰ τῆς προπαρατεθείσης προφητείας τὴν τῶν ἀρχόντων καὶ ἡγουμένων τοῦ Ἰουδαίων ἔθνους καθαίρεσιν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ, διὰ τῆς μετὰ χεῖρας προφητείας τὴν τῶν προφητῶν καὶ τῶν ἱερέων τῶν παρ’ αὐτοῖς πάλαι διαπρεπόντων ἔκλειψιν ἀναφωνεῖ, ὡς καὶ τούτων ἐπὶ τῇ τοῦ Χριστοῦ ἐπιφανείᾳ διαλειψόντων, ὁ καὶ αὐτὸ τοῖς ἔργοις ἡ παρουσία τοῦ σωτῆρος ἡμῶν ἐπιστώσατο. [8.2.38–39] ἐπεὶ δὲ ὁ Ἀκύλας τοῦ ἀλεῖψαι ἡγιασμένον ἡγιασμένων” ἐξέδωκεν, οἰήσεται μέν τις τὸν πάλαι παρὰ Ἰουδαίοις ἀρχιερέα δηλοῦσθαι, τῶν μὲν τούτῳ ὑποβεβηκότων πολλῶν ἱερέων ἁγίων προσαγορευομένων, ἁγίου δὲ ἁγίων μόνου τοῦ ὑπὲρ πάντας ἀρχιερέως, ἐπειδὴ τοῦτο καὶ προχείρως νοούμενόν ἐστιν ἀληθές. μέχρι γὰρ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων οἱ ἀνέκαθεν κατὰ διαδοχὴν ἀρχιερεῖς ὁμοῦ καὶ τοῦ παντὸς ἡγοῦντο λαοῦ, καὶ τὰ τῆς τοῦ θεοῦ θερα- πείας ἀκολούθως τῇ παρὰ Μωσεῖ νενομοθετημένῃ λατρείᾳ διαρκῶς ἐπετέλουν· ἀπὸ δὲ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πρῶτον μὲν συνεχύθη καὶ ἡ κατὰ τούτους τάξις, μικρὸν δὲ ὕστερον καὶ παντελῶς ἀπέσβη. [8.2.40–41] ἀλλ’ ἔγωγε τῆς θείας γραφῆς οὐδαμοῦ εὑρὼν τὸν παρὰ Ἰουδαίοις ἀρχιερέα ἅγιον ἁγίων ὠνομασμένον, ἡγοῦμαι ἐν τούτοις μόνον αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ λόγον δηλοῦσθαί τε κυρίως καὶ ἀληθῶς ταύτης ἄξιον τῆς ἐπωνυμίας. τοῖς μὲν γὰρ ἐξ ἀνθρώπων προκεκοφόσι καὶ εἰς τὸ ἐφικτὸν ἀρετῆς χωρήσασιν ἀγαπητὸν ἁγίοις ποτὲ χρηματίσαι, μετὰ μετοχὴν καὶ μετουσίαν τοῦ φήσαντος ‟ ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγὼ κύριος· ” ἁγίων δὲ ἅγιος τίς ἂν κυρίως ἐν ὀνομασθείη ἢ μόνος ὁ ἠγαπημένος τοῦ ἁγίου παῖς, ὥσπερ βασιλεὺς βασιλέων καὶ κυρίων κύριος, οὕτω καὶ ἁγίων ἅγιος ἀνηγορευμένος; μόνῳ γοῦν αὐτῷ, ἅτε διαφερόντως παρὰ τοὺς πώποτε Μώσεως ἐλαίῳ γεώδει καὶ σκευαστῷ κεχρισμένους, εἴρητο ‟ ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιά- σεως παρὰ τοὺς μετόχους σου.” [8.2.42–43] ᾧ χρισθεὶς ἐξ ἰδίου προσώπου καὶ αὐτός φησιν ἐν Ἠσαίᾳ ‘πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὑ εἵνεκεν ἔχρισέ με.” ἐπεὶ καὶ πνευματικῷ, μᾶλλον δὲ θεότητος χρίσματι μόνος παρὰ τοὺς πώποτε ὁ ἡμέτερος σωτὴρ κεχρῖσθαι μεμαρτύρηται, εἰκότως ἅγιος ἁγίων, ὡς ἄν τις εἴποι, ἀρχιερεὺς ἀρχιερέων ὠνόμασται καὶ ἡγιασμένος ἡγιασμένων κατὰ τὸν τοῦ Γαβριὴλ χρησμόν. ταῦτα δὲ πάντα συμπεραιουμένων τῶν ἑβδομήκοντα ἑβδομάδων τέλος ἐλάμβανεν οὐκ ἄλλοτε ἢ ἐπὶ τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. ἐπειδὴ τοίνυν ταῦθ’ οὕτως ἔσεσθαι ὁ προδηλωθεὶς ἄγγελος κεφαλαιωδῶς ἐθέσπιζε τῷ προφήτῃ, αὖθις ἐπαναλαμβάνει τὸν περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων λόγον, διδάσκων κατὰ μέρος ἕκαστα ἀκριβῶς ὅθεν ἀπάρχεσθαι δεῖ τῆς τῶν χρόνων ἀπαριθμήσεως, καὶ τίνα κατὰ τοὺς δηλουμένους καιροὺς ἀπαντήσεται. [8.2.44–45] λέγει δ’ οὖν ‟ καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ, ἑβδο- μάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο, καὶ ἐπιστρέ- ψει, καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος.” ἐν οἷς δοκεῖ μοι καλῶς ἔχειν καὶ τὴν τοῦ πρὸ ἡμῶν εἰς τοὺς τόπους θεωρίαν μὴ ἀποκρύψασθαι, παραθεῖναι δὲ καὶ ταύτην ὡς οἰκείαν τοῖς ἐντευξομένοις. κοινὰ γοῦν καλῶς εἴρηται τὰ τῶν φίλων. καὶ ἐπειδὴ προσήκει συγχρῆσθαι μὲν εὐγνωμονοῦντας τοῖς καλῶς ὑφ’ ἑτέρων εἰρημένοις, μὴ μὴν ἀποστερεῖν τοὺς πατέρας τῶν ἐκγόνων, μηδὲ τοὺς πρώτους φύντας τῶν οἰκείων σπερμάτων, τὰς αὐτοῦ παραθήσομαι λέξεις. [8.2.46–47] φέρονται δὲ αὗται Ἀφρικανοῦ ἐν τῷ πέμπτῳ τῶν Χρονογραφιῶν, τοῦτον ἔχουσαι τὸν τρόπον· “Η μὲν οὖν περικοπὴ οὕτω πως ἔχουσα πολλά τε καὶ παράδοξα σημαίνει· νῦν δὲ ὧν χρεία περὶ τοὺς χρόνους καὶ τὰ τούτοις συντείνοντα τὸν λόγον ποιησόμεθα. ὅτι μὲν οὑν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας λέγεται ταῦτα μετὰ ἑβδομάδας ἑβδομήκοντα μέλλοντος ἐπιφαίνεσθαι δῆλον. ἐπὶ γὰρ τοῦ σωτῆρος, ἢ ἀπὸ τούτου, τά τε παραπτώματα παλαιοῦται καὶ αἱ ἁμαρτίαι συντελοῦνται· διὰ δὲ τὴν ἄφεσιν αἵ τε ἀνομίαι ἐξιλασμῷ μετὰ τόν ἀδικιῶν ἐξαλείφονται, δικαιοσύνη τε αἰώνιος καταγγέλλεται παρὰ τὴν ἐκ νόμου, ὁράσεις τε καὶ προφητεῖαι μέχρις Ἰωνάννου, χρίεται δὲ ἅγιος ἀγίων. πρὸ γὰρ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας οὐκ ὄντα ταῦτα προσεδοκᾶτο μόνον. [8.2.48–49] ἄρξασθαι δὲ τῶν ἀριθμῶν, τουτέστι τῶν ἑβδομή- κοντα ἑβδομάδων, ἅ ἐστιν ἔτη τετρακόσια ἐνενήκοντα, ὁ ἄγγελος ὑποτίθεται, ἀπὸ ἐξόδου λόγου τοῦ ἀπο- κριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλήμ· συνέβη δὲ ταῦτα ἐπὶ Ἀρταξέρξου τοῦ Περσῶν βασιλεύοντος εἰκοστῷ ἔτει. Νεεμίας γὰρ ὁ τούτου οἰνοχόος δεη- θεὶς ἀποκρίσεως ἔτυχεν οἰκοδομηθῆναι Ἰερουσαλὴμ, καὶ λόγος ἐξῆλθε κελεύων ταῦτα. μέχρι μὲν γὰρ ἐκεί- νοῦ τοῦ χρόνου ἡ πόλις ἠρήμωτο. Κύρου γὰρ μετὰ τὴν ἑβδομηκονταετίαν τῆς αἰχμαλωσίας τῶν βουλομένων ἕκαστον ἐκουσιαστὶ καταπέμψαντος, οἱ μετὰ Ἰησοῦ τοῦ μεγάλου ἱερέως καὶ Ζοροβάβελ κατελ- θόντες, καὶ οἶ ἐπὶ τούτοις ἅμαἜσρᾳ, τὸν νεὼν οἰκο- δομεῖν ἐκωλύοντο τὰ πρῶτα, καὶ τεῖχος τῇ πόλει περιβαλεῖν, ὡς οὐ κεκελευσμένου τούτου. [8.2.50–51] ἔμεινεν οὖν ἴως Νεεμίου καὶ βασιλείας Ἀρταξέρξου καὶ τῆς Περσῶν ἡγεμονίας ἔτους πεντεκαιδεκάτου καὶ ἑκα- τοστοῦ· ἀπὸ δὲ τῆς ἁλώσεως Ἰερουσαλὴμ ἑκατὸν ὀγδοήκοντα πέντε ἔτη γίνεται. καὶ τότε βασιλεὺς Ἀρταξέρξης ἐκέλευσεν οἰκοδομηθῆναι τὴν πόλιν. Νε- ἐμίας δὲ καταπεμφθεὶς τοῦ ἔργου προέστη, ἡ δὲ ᾠκο- δομήθη πλατεῖα καὶ περίτειχος, ὡς προεφητεύθη. κἀκεῖθεν ἀριθμοῦσιν ἡμῖν ἑβδομήκοντα ἑβδομάδες εἰς τὸν Χριστὸν συντελοῦνται. εἰ γὰρ ἄλλοθέν ποθεν ἀριθμεῖν ἀρξαίμεθα καὶ οὐκ ἐντεῦθεν, οὔτε ὁ χρόνος συνδραμεῖται καὶ πλεῖστα ἄτοπα ἀπαντή- ἀπαντήσει. ἐάν τε γὰρ ἀπὸ Κύρου καὶ τῆς πρώτης καταπομπῆς τὴν ἀρχὴν ποιησώμεθα τῆς ἀριθμήσεως τῶν ἑβδομάδων, εἰς ἔτη ἑκατὸν καὶ προσέτι περισσεύει, πλείων δὲ χρόνος, εἰ ἀφ’ ἧς ἡμέρας τῷ Δανιὴλ ὁ ἄγγελος προεφήτευσε, πολλῷ δὲ πλείων, εἰ ἀπ’ ἀρχῆς τῆς αἰχμαλωσίας. [8.2.52–53] εὑρίσκομεν γὰρ τὴν Περσῶν βασιλείαν ἔτεσι διακοσίοις τριάκοντα περιγραφομένην, τήν τε Μακεδόνων εἰς ἔτη τριακόσια ἑβδομήκοντα] παρατείνουσαν, κἀκεῖθεν ἐπὶ τὸ Τιβερίου Καίσαρος ἑκκαιδέκατον ἔτος εἰς ἔτη ἐξήκοντα. ἀπὸ δὲ Ἀρταξέρξου αἶ ἑβδομήκοντα ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπὸ Ἀρταξέρξου τὴν Ἰερουσαλὴμ ἀνοικοδομήσων ἐπέμφθη, ἔτει πεντεκαιδεκάτῳ καὶ ἑκατοστῷ τῆς Περσῶν βασιλείας, αὐτοῦ τε Ἀρταξέρξου βασιλείας εἰκοστῷ ἔτει, καὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς τρίτης ἔτει τετάρτῳ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν Ὀλυμπιάδος διακοσιοστῆς δευτέρας ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ἑκκαιδέκατον, ἔτη συνάγεται τετρακόσαι ἑβδομήκοντα ἅπερ Ἑβραïκὰ τετρακόσια ἐνενήκοντα γίνεται, κατὰ τὸν σεληνιαῖον δρόμον τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὥς ἐστι πρόχειρον εἰπεῖν, ἡμερῶν τριακοσίων πεντήκοντα τεσσάρων, τοῦ ἡλιακοῦ κύκλου ὑπάρχοντος ἡμερῶν τριακοσίων ἐξήκοντα πέντε τετάρτου· τὴν γὰρ κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέραις ἕνδεκα καὶ τετάρτῳ. [8.2.54–55] διὰ τοῦτο Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ὀκτὼ παρεμβάλλουσιν. ὀκτάκις γὰρ τὰ ἕνδεκα καὶ τέταρτον ποιεῖ τρίμηνον. τὰ τοίνυν τετρακόσια ἑβδομήκοντα πέντε ἔτη ὀκταετηρίδες γίνονται πεντήκοντα ἐννέα καὶ μῆνες τρεῖς. ὡς τριμήνου δὲ ἐμβολίμου τῇ ὀκταετίᾳ γινομένης, ἔτη πεντεκαίδεκα ὀλίγων ἡμερῶν ἀποδέοντα γίγνονται. ταῦτα δὲ πρὸς τοῖς τετρακοσίοις σίοις ἑβδομήκοντα πέντε ἔτεσιν αἶ ἑβδομήκοντα ἑβδομάδες συντελοῦνται.” Ταῦτα μὲν οὖν Ἀφρικανός. εἰ δὲ χρὴ καὶ ἡμὰς οἰκείαν εἰς τοὺς τόπους ἀπόδοσιν εἰς μέσον ἀγαγεῖν, φημὶ μὴ μάτην μηδὲ ὧς ἔτυχε τὴν διαίρεσιν πεποιῆσθαι τὸν λόγον τῶν ἑβδομήκοντα ἑβδομάδων. διελὼν γὰρ αὐτὰς εἰς πρώτας ἑπτὰ, ἔπειθ’ ἑτέρας ἐξήκοντα δύο, καὶ μετὰ πλεῖστα τὰ μεταξὺ ἐπιλεγόμενα τὴν μίαν ἐπιθεὶς, οὕτω τὸν ἀριθμὸν τῶν ἑβδομήκοντα ἑβδομάδων ἀφωρίσατο. [8.2.56–58] λέγει δ’ οὖν καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου, τοῦ ἀπο- κριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱεροθσαλὴμ ἕως ἡμουμένου, ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο.” εἶθ’ ἕτερά τινα μεταξὺ ἐπαγαγὼν τὴν τελευταίαν προστίθησι φήσας “καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία.” ταῦτα δὲ ὅτι μὴ μάτην, μηδ’ ἄνευ τῆς θείας ἐπιπνοίας ἐσχεδίασται, πάνθ’ ὅντιν’ οὖν τῶν ὡς θεοῦ ῥήμασιν αὐτοῖς προσεχόντων ὁμολογήσειν ἡγοῦμαι. τοῦτο μὲν οὖν πρῶτον ἡμῖν καλῶς ἔδοξεν ἐπισημήνασθαι, καταλιπεῖν τε τοῖς ἐντυγχάνουσι τὴν τοῦ ζητηθέντος ἀκριβῆ λύσιν. εἰ δὲ χρὴ καὶ ἡμὰς τὸ ἐπεισιὸν μὴ ἀποκρύψασθαι, φημὶ καθ’ ἑτέραν διάνοιαν ἤτοι ἐκδοχὴν τὸν ἐν τῇ προκειμένῃ γραφῇ δηλούμενον χριστὸν ἡγούμενον, κατὰ τὰ ἀπὸ ἐξόδου λογου, τοῦ ἀποκριθῆναι καὶ τοὐ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου, οὐκ ἄλλον εἶναι τοῦ καταλόγου τῶν μετὰ τὴν προφητείαν καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ἡγησαμένων τοῦ λαοῦ ἀρχιερέων, οὓς χριστοὺς ἔθος ἀπο- καλεῖν τῇ γραφῇ. [8.2.59–60] μόνους γὰρ τούτους καθηγήσασθαι τοῦ ἔθνους, ἀρξαμένους ἀπὸ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, τοῦ ἱερέως τοῦ μεγάλου, μετὰ τὴν ἀπὸ Ba- βυλὠνος ἐπάνοδον, καὶ μέχρι τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας παρειλή- φαμεν. οἶμαι γοῦν τὸν μεταξὺ χρόνον τῆς τού- τούτων προστασίας, καθ’ ὃν ἡγήσαντο, δηλοῦσθαι διὰ τοῦ “ἀπὸ ἐξόδου λόγου, τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκο- δομῆσαι Ἰερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου, ἐβδο- ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἐξηκονταδύο ’ τῶν ἐτῶν δὲ — τὰς ἑβδομάδας συναγομένας εἰς ἔτη τετρακόσια ὀγδοή- κοντα τρία ἀπὸ τῆςΚύρου βασιλείας ἐπὶ τὴν Ῥωμαίων παρεκτείνεσθαι ἀρχὴν, καθ’ ἣν Πομπήιος Ρωμαίων — στρατηγὸς ἐπιστὰς τοῖςἹεροσολύμοις εἷλε μὲνπολιορ- κίᾳ τὴν πόλιν, τὸ δὲ πὰν ἔθνος δοῦλον Ῥωμαίοις κατεστήσατο, ὡς καὶ φόρους ἐξ ἐκείνου τελεῖν καὶ τοῖς Ῥωμαίων πειθαρχεῖν ἐπιτάγμασιν. [8.2.61–62] ἐπὶ τοῦ- ’τον γοῦν τὸν χρόνον ὁ τῶν τετρακοσίων ὀγδοήκοντα τριῶν ἐτῶν περιορίζεται ἀριθμὸς ἐφ’ ὃν καὶ κατέ- λῆξαν οἱ κατὰ τὸν Μώσεως νόμον ἐκ πατέρων δια- διαδοχῆς τὴν προστασίαν τοῦ ἔθνους καὶ τὴν ἱερωσύνην διειληφότες, οὓς χριστὸν ἡγούμενον τὴν θείαν ἐπὶ τοῦ παρόντος γραφὴν ὀνομάζειν ὑπολαμβάνω. εἰ δὲ χρὴ καὶ τὸν κατάλογον ἐκθέσθαι τῆς τῶν ἀρχιε- ῥέων διαδοχῆς, τῶν ἐν τῷ δηλουμένῳ μεταξὺ χρόνῳ διαγενομένων, καὶ τοῦτο οὐδεὶς φθόνος εἰς παρά- στάσιν τῆς τῶν εἰρημένων ἀληθείας ποιήσασθαι. πρῶ- τος τοίνυν μετὰ τὴν τοῦ Δανιὴλ προφητείαν, ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν, μετὰ τὴν ἀπὸ Βαβυ- λῶνος ἐπάνοδον, Ἰησοῦς ὁ τοῦἸωσεδὲκ, ὁ ἱερεὺς ὁ μέγας χρηματίσας, ἅμα Ζοροβάβελ ἄνεισιν ἀπὸ τῆς αἰχμαλωσίας, καὶ θεμελίους καταβάλλεται τοῦ ἱεροῦ, ἀλλ’ ἐπισχεθέντος τοῦ ἔργου ὑπὸ τῶν περιοίκων, αἶ πρῶται ἑπτὰ ἑβδομάδες τῶν ἐτῶν αἶ διὰ τοῦ προφή- του δηλούμεναι συμπεραιοῦνται, καθ’ ἃς ἀτελὲς διέμενε τὸ ἔργον τῆς τοῦ ναοῦ οἰκοδομῆς. [8.2.63–64] διόπερ ὁ θεῖος λόγος τῆς συναφῆς τῶν λοιπῶν ἑβδομάδων ἀφορίζει τὰς πρώτας ἑπτὰ, εἰπὼν ἑβδομάδας ἑπτὰ, ἔπειθ’ ἐξῆς μετὰ διαστολῆς ἐπαγαγὼν “καὶ ἑβδομάδες ἐξήκοντα δύο.” ἑπτὰ γοῦν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν συμπλήρωσιν τῆς τοῦ ἱεροῦ οἰκοδομῆς ἑβδομάδες ἐτῶν εὑρίσκονται. ἔνθεν ὁρμώμενοι τῷ σωτῆρι ἡμῶν ἔλεγον οἱ Ἰουδαῖοι τεσσαράκοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγε- ’ρεῖς αὐτόν;” ἀλλ’ οὗτοι μὲν τεσσαράκοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομῆσθαι τὸν ναὸν ἔφασαν. τοσαῦτα γὰρ ἀπὸ πρώτου Κύρου βασιλείας, ὃς πρῶτος ἀνῆκε τῆς Βαβυλῶνος τοὺς βουλομένους τῶν Ἰουδαίων εἰς τὴν οἰκείαν γῆν ἐπανιέναι, ἐπὶ τὸ ἕκτον ἔτος τῆς Δαρείου βασιλείας συνάγεται, καθ’ ὃν τὸ πᾶν ἔργον τῆς οἰκοδομῆς τέλος εἴληφεν. [8.2.65] ὅ γε μὴν ἐξ Ἑβραίων Ἰώσηπος καὶ ἄλλον τριετῆ χρόνον εἰς τὴν τῶν ἔξωθεν τῶν ἀμφὶ τὸν ναὸν κατασκευασμάτων συμπλήρωσιν ἔφησεν, ὥστ’ εἰκότως διὰ ταῦτα τὰς ἑπτὰ πρώτας εἰς ἴτη ἐννέα καὶ τεσσαράκοντα συντεινούσας ἀφωρίσθαι κατὰ τὸν τῆς προφητείας λόγον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ Δαρείο υκαταριθμεῖσθαι βασιλείας συμβαίνει, καθ’ ὅν αὖθις Ἰησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ εἰς ἐκεῖνο τὴν ζωὴν παρατείνοντες ἄμφω προέστησαν τῆς τοῦ ἱεροῦ ἀνανεώσεως, προφητευόντων᾿ καὶ Ζαχαρίου, μεθ’ οὓς Ἔσρας καὶ Νεεμίας, ὁμοίως ἐκ Βαβυλωνος ἀνελθόντες, τὸ τεῖχος ἐδείμαντο τῇ πόλει, τὴν ἀρχιερωσύνην διέποντος Ἰωακείμου· παῖς δέ οὗτος ἦν Ἰησοῦ τοῦ Ἰωσεδὲκ, μεθ’ ὃν· διαδέχεται τὴν ἀρχιερωσύνην ’Eλιασοῦβος, ἔπειτα Ἰωδαὲ, μεθ’ ὃν Ἰωνάθης, μεθ’ ὃν Ἰαδδοῦς. [8.2.66–68] τούτων μέμνηται καὶ ἡ Ἔσρα γραφὴ λέγουσα ‟καὶ Ἰησοῦς ἐγέννησε τὸν Ἰωακεὶμ, καὶ Ἰωακεὶμ ἐγέννησε τὸν Ἐλιασὶβ, καὶ Ἐλιασὶβ ἐγέννησε τὸν Ἰωδαὲ, καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδδοῦ.” κατὰ τοῦτον τὸν Ἰαδδοῦ ὁ Μακεδὼν Ἀλέξανδρος ᾿Αλεξάνδρειαν κτίζει, ὡς Ἰώσηπος ἱστορεῖ, ἀφικόμενός τε εἰς τὰ Ἱεροσόλυμα τῷ θεῷ προσκυνεῖ. τελευτᾷ δὲ τὸν βίον Ἀλέξανδρος ἐν ἀρχῇ τῆς ἑκατοστῆς καὶ τεσσαρεσκαιδεκάτης Ὀλυμπιάσδος, μετὰ ἔτη διακόσια τριάκοντα ἕξ Κύρου, ὃς ἐβασίλευσε Περσῶν κατὰ τὸ πρῶτον ἔτος τῆς πέμπτης καὶ πεντηκοστῆς Ὀλυμπιάδος. [8.2.69–70] μετὰ δὲ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ μετὰ τὸν δηλωθέντα ἀρχιερέα Ὀνίας ἡγεῖται τοῦ ἔθνους, τῆς τῶν ἀρχιερέων καὶ αὐτὸς ἐπειλημμένος τιμῆς· καθ’ ὃν Σέλευκος Βαβυλῶνα κρατήσας τὸ τῆς Ἀσίας περιτίθεται διάδημα, ἔτει δωδεκάτῳ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν, καθ’ ὃν συνάγεται ὁ πᾶς χρόνος ὁ ἀπὸ Κύρου εἰς ἔτη διακόσια τεσσαρακονταοκτώ. ἐντεῦθεν τὴν Ἑλλήνων βασιλείαν ἡ τῶν Μακκαβαίων γραφὴ καταριθμεῖσθαι ἄρχεται. μετὰ δὲ τὸν Ὀνίαν ἡγεῖται τόν Ἰουδαίων ἀρχιερεὺς Ἐλεάζαρος, καθ’ ὃν οἱ ἑβδομήκοντα τὰς θείας ἑρμηνεύσαντες γραφὰς ταῖς κατὰ Ἀλεξάνδρειαν βιβλιοθήκαις ἀνατεθείκασι. [8.2.71–72] μεθ’ ὃν ἕτερος Ὀνίας, ὃν διαδέχεται Σίμων, καθ’ Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, ὁ τὴν καλουμένην πανάρετον Σοφίαν συντάξας. μεθ’ ὃν ἕτερος ὁμώνυμος τοῖς πρόσθεν Ὀνίας ἡγεῖται, καθ’ ὃν Ἀντίοχος τοὺς Ἰουδαίους πολιορκήσας ἑλληνίζειν κατηνάγκαζε. μεθ’ ὃν προστὰς τῶν πραγμάτων Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος ἐξεκάθηρεν τῶν ἀσεβῶν τὴν χώραν· ὃν ὁ ἀδελφὸς Ἰωνάθης διαδέχεται. καὶ πάλιν Σίμων, οὑ κατὰ τὴν τελευτὴν ἕβδομον καὶ ἑβδομηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἐξαριθμεῖται τῆς κατὰ Συρίαν ἀρχῆς ἡ πρώτῃ καλουμένη τῶν Μακκαβαίων βίβλος, εἰς τοῦτο τοῦ χρόνου καταλύσασα τὴν ἱστορίαν· [8.2.73–74] ὥστε συνάγεσθαι ἀπὸ πρώτου ἔτους Κύρου καὶ Περσῶν βασιλείας ἐπὶ τὸ τέλος τῆς τῶν Μακκαβαίων γραφῆς καὶ ἐπὶ τὴν Σίμωνος τοῦ ἀρχιερέως τελευτὴν ἔτη τετρακόσια εἰκοσιπέντε· μεθ’ ἃ Ἰωνάθης τὴν ἀρχιερωσύνην, ὡς ὁ Ἰώσηπός φησι, διαδέχεται ἐπὶ ἔτεσιν ἐννέα καὶ εἴκοσι. μεθ’ ὃν ᾿Αριστόβουλος ἐνιαυτὸν ἡγεῖται, ὃς πρῶτος μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον διάδημα βασιλικὸν περιτίθεται πρὸς τῇ ἀρχιερωσύνῃ. τοῦτον διαδέχεται᾿ Αλέξανδρος, βασιλεὺς ἅμα καὶ ἀρχιερεὺς, ἔτεσι καὶ αὐτὸς ἑπτὰ καὶ εἴκοσι προστὰς τῶν προαγμάτων· εἰς ὃν συνάγεται τὰ πάντα ἀπὸ πρώτου ἔτους βασιλείας Κύρου καὶ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τοῦ Ἰουδαίων ἔθνους ἔτη τετρακόσια ὀγδοήκοντα δύο, οὑ προέστησαν ἀρχιερεῖς, οὓς ἡγοῦμαι χριστὸν ὴγούμενον ὑπὸ τῆς προφητείας ὀνομάζεσθαι. [8.2.75–76] μεθ’ οὓς τελευτήσαντος τοῦ ὑστάτου αὐτῶν ἀρχιερέως Ἀλεξάνδρου ἄναρχα καὶ ἀπροστάτητα τὰ τοῦ Ἰουδαίων ἔθνους ἀπολείπεται, ὥστε εἰς γυναῖκα περιστῆναι τὴν βασιλείαν αὐτῶν. τῶν δὲ δύο παίδων Ἀριστοβούλου ῾Υρκανοῦ στασιασάντων πρὸς ἀλλή- λους ἐπιστὰς τοῖς Ἱεροσολύμοις Πομπήιος, Ῥωμαίων στρατηγὸς ὢν, αἱρεῖ μὲν πολιορκίᾳ τὴν πόλιν, μιαίνει δὲ τὰ ἅγια, μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθών. καὶ ταῦτα συμβαίνει ἔτους πρώτου τῆς ἑκατοστῆς ἑβδομηκοστῆς ἐνάτης Ὀλυμπιάδος, μετὰ τετρακόσια ἐνενήκοντα πέντε ἔτη τῆς Κύρου βασιλείας, ἥτις ἤρξατο ἐπὶ τῆς πεντηκοστῆς πέμπτης Ὀλυμπιάδος. [8.2.77–79] τότε δ’ οὖν ὁ Πομπήιος ἑλὼν κατὰ κράτος ῾Ιερουσαλὴμ, τὸν προειρημένον Ἀριστόβουλον ἐκπέμψας δέσμιον ἐπὶ Ῥώμης, τῷ τούτου ἀδελφῷ Ὑρκανῷ τὴν ἀρχιερωσύνην παραδίδωσι, τό τε πᾶν ἔθνος ἐξ ἐκείνου ὑποτελὲς Ῥωμαίοις κατεστήσατο. μεθ’ ὃν Ἡρώδης ὁ Ἀντιπάτρου παῖς Ὑρκανὸν ἀνελὼν τὴν τόν Ἰουδαίων βασιλείαν ὑπὸ τῆς Ῥωμαίων συγκλήτου βουλῆς ἐγχειρίζεται, πρῶτός τε αὐτὸς ἐξ ἀλλοφύλου γένους βασιλεύει τοῦ ἔθνους, τὴν τῶν ἀρχιερέων κατὰ τὸν Μῶσ’ ἕως νόμον διαφθείρας τάξιν. ὁ μὲν γὰρ θεῖος νόμος διὰ βίου ἱερᾶσθαι τῷ θεῷ τὸν ἀνωτάτω προστάττει ἀρχιερέα· ὁ δ’ Ἡρώδης οὐ τοῖς ἀπὸ γένους οὐδ’ οἷς προσῆκον ἦν ἀπεδίδου τὴν λειτουργίαν, ἀπεξενωμένοις δέ τισι καὶ ἀλλοτρίοις τῆς τῶν ἀρχιερέων διαδοχῆς, καὶ οὐδὲ τούτοις διαρκῶς, πρὸς βραχὺν δέ τινα καὶ περιωρισμένον χρόνον, ἄλλοτε ἄλλοις τὴν τιμὴν ἀντιδωρούμενος, ὥστε τὰς μὲν πρώτας ἑπτὰ ἑβδομάδας ἀπὸ Κύρου καὶ ἐπὶ Δαρεῖον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ Δαρείου καὶ ἐπὶ Πομπήιον τὸν Ῥωμαίων στρατηγὸν περιορίζεσθαι. [8.2.80–81] καὶ κατὰ τρίτην δὲ θεωρίαν εὕροις ἂν ἄλλως ἀπαριθμούμενος τοὺς χρόνους τῶν ἑπτὰ καὶ ἐξήκοντα δύο ἑβδομάδων, αἳ συντείνουσιν εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ἐπ’ αὐτὸν Αὔγουστον καὶ ἐπὶ Ἡρώ- δὴν τὸν πρῶτον ἐξ ἀλλοφύλου γένους βασιλεύσαντα, καθ’ οὓς ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γἐνε- σις ἱστορεῖται περιγραφομένη, εἰ ἀρξάμενος ἀπὸΔα- ρείου καὶ τῆς συμπληρώσεως τοῦ ναοῦ τὸν δηλού- δηλούμενον ἀριθμὸν ἀναλογίσῃ. Δαρείου γὰρ κατὰ τὸ δεύτερον ἔτος τὸν ἑβδομηγονταετῆ χρόνον τῆς ἐρη- μώσεωςἹερουσαλὴμ συμπεπεράνθαιὁ προφήτηςΖαχα- ρίας δηλοῖ λέγων τῇ τετράδι καὶ εἰκάδι, τῷ ἑνδε- κάτῳ μηνὶ, αὐτός ἐστι Σαβὰτ, ἐν τῷ δευτέρῳ ἔτει Δαρείου, ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου.” [8.2.82] εἶθ’ ἐξῆς ἐπιλέγει ‘‘καὶἀπε- κρίθη ὁ ἄγγελος κυρίου, καὶ εἶπεν, κύριε παντοκρά- τωρ, ἴως τίνος οὐ μὴ ἐλεήσῃς τὴνἹερουσαλὴμ καὶ τὰς πόλειςἸούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;” τοῦτον δὴ οὖν αὐτὸν τῷ θείῳ πνεύματι θεωρήσας ὁ Δανιὴλ τὸν χρόνον σημειοῦται λέγων ’ ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἰερεμίαν τὸν προφή- προφήτην, εἰς συμπλήρωσιν ἐρημώσεως Ἰερουσαλὴμ, ἐβδο- ἑβδομήκοντα ἔτη, καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύ- ῥίον τὸν θεόν μου, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν. [8.2.83–84] εἶτα μετὰ τὴν εὐχὴν ἐπιφανεὶς αὐτῷ ὁ ἄγγελος θεσπίζει τὰ περὶ τῶν ἑβδομήκοντα ἑβδομά- δῶν, καὶ τὸν χρόνον ὅθεν δεῖ ἄρχεσθαι ἀριθμεῖν σημαίνει λέγων ‘καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομήσαι Ἱερου- σαλὴμ ἴως χριστοῦ ἡγουμένου.” γέγονε μὲν οὖν ἀπό- κρισις πρώτη Κύρου οἰκοδομηθῆναι τὴν Ἰερουσαλὴμ, οὐ μὴν εἰς ἔργον ἐχώρησε, τῶν περιοίκων κεκωλυ- κότων. Δαρείου δὲ μετὰ ταῦτα κελεύσαντος καὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ κατ’ αὐτὸν συντελεσθείσης ἡ τοῦ Λανιηλ εντεύθεν προφητεία τήν καταρχήν τής έκβάσεως έλάμβανεν, ή τε φάσκουσα "άπο έξόδον λόγον τού άποκριθήναι καϊ τού οίκοδομήσαι 'ίερου- ύαλήμ” καϊ δι ης είρηται "εγώ Λανιήλ συνήκα έν ταίς βίβλοις τον αριθμόν τών έτών, ός έγενήθη λόγος κυρίου προς Ιερεμίαν τον προφήτην, εις συμ- πλήρωσαν έρημώσεως Ιερουσαλήμ, έβδομήκοντα έτη.” [8.2.85–86] κατά γούν το δεύτερον έτος Λαρείου η συμπλή- ρωσις τής εβδομηκονταετηρίδος άποδέδεικται περαι- ωθεΐσα, ώστε έξ άπαντος άρχεσθαι δει ν ημάς τών έβδομήκοντα εβδομάδων από τής εξηκοστής καϊ έκτης 'Ολυμπιάδος και από δευτέρου έτους Λαρείου, έν ω τά τής οικοδομής περαιούται. έντεύθεν γούν εί τους έπομένους χρόνους άριθμήσειας, εύροις άν έπ' ι» αυτόν Ήρώδην μόναρχόν τε Ρωμαίων Αυγουστον, καθ' ους η τού σωτήρος ημών έπέφανε τω βίω γένε- σις, τά τετρακόσια όγδοήκοντα τρία έτη, αϊ είσιν επτά καϊ έξήκοντα δύο εβδομάδες, κατά" τήν τού Δα- νιήλ προφητείαν περιοριζόμενα. [8.2.87] άπο γάρ τής εξη- κοστής και έκτης 'Ολυμπιάδος έπϊ τήν εκατοστή ν όγδοηκοστήν έκτην γίνονται 5Ολυμπιάδες μεταξύ εκα- τόν είκοσι μία, έτη τετρακόσια όγδοήκοντα τέσσαρα, τετραετίαν τής "Ολυμπιάδος έπεχούσης, καθ* όν και- ρόν Αύγουστος 'Ρωμαίων βασιλεύς πεντεκαιδέκατον έτος τής βασιλείας έπέχων Αιγύπτου κρατεί κάί τής λοιπής οικουμένης, ύφ ου πρώτος άλλόφυλος Ηρώ- δης τήν τών 'Ιουδαίων έγχειρίξεται βασιλείαν, γεννά- ται ό σωτήρ καϊ κύριος ημών 'Ιησούς ό Χριστός τού θεού, κατά το αυτό συντρεχόντων τών χρόνων τής γενέσεως αύτού καϊ τής συμπληρώσεως τών παρά τω Λανιήλ επτά καϊ έξήκοντα δύο έβδομάδων' μεθ' άς διηρημένης καϊ μακράν άπεσχοινισμένης μετα πλεῖστα ὅσα τὰ μεταξὺ προφητευόμενα τῆς λειπούσης μιᾶς ἑβδομάδος, τὰ λοιπὰ πάντα διὰ μέσου τῆς τοῦ χρησμοῦ προρρήσεως εἰρημένα ἐπιτελεῖται, ἃ καὶ αὐτὰ τοῦτον ἔχει τὸν τρόπον “μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ. καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς.” [8.2.88–89] καὶ ταῦτα δὲ ἐναργῆ τὴν ἔκβασιν εἴληφε κατ’ αὐτὸν Αὔγουστον καὶ Ἡρώδην, εἰς οὓς τὰς προειρημένας ἑπτὰ ἑβδομάδας συγκεφαλαιοῦσθαί φαμεν. ὁδῷ γοῦν καὶ τάξει τοῦ κατὰ τὴν ἀρχιερωσύνην χρίσματος μέχρι τῶν Ἡρώδου καὶ Αὐγούστου χρόνων διαρκέσαντος, τῆς τε διαδοχῆς τῶν πάλαι ἀρχιερέων ἐπὶ Ἀλέξανδρον τὸν Ὑρκανοῦ πατέρα περιγραφείσης, Ἡρώδης τὸν Ὑρκανὸν ἀνελὼν οὐκέτι τοῖς ἐκ πατέρων διαδόχοις ἐπιτρέψαι λέγεται τὴν λειτουργίαν, ἀλλά τισιν ἀσήμοις μοις καὶ ἀφανέσιν ἀνθρώποις. τοῦτο δὲ καὶ ὁ χρησμὸς προλαβὼν ἐθέσπισεν εἰπὼν “καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἐξήκοντα δύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ.” [8.2.90–91] ὅπερ σαφῶς καὶ οἶ λοιποὶ τεθείκασιν ἑρμηνευταί· ὁ μὲν Ἀκύλας φήσας ‟καὶ μετὰ τὰς ἑπτὰ ἑβδομάδας καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται ἠλειμμένος καὶ οὐκ ἔστιν αὐτῷ·‘ ὁ δὲ Σύμμαχος ‟καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἐξήκοντα δύο ἐκκοπήσεται χριστὸς, καὶ οὐχ ὑπάρξει αὐτῷ” ὅθεν μάλιστα παρί- στασθαί μοι δοκεῖ χριστὸς ἡγούμενος εἶναι ὁ κατὰ τὴν ἡμετέραν ἀπόδοσιν δεδηλωμένος. μετὰ γοῦν τὴν τῶν εἰρημένων ἑβδομάδων συμπλήρωσιν ‟ἐξολοθρευθήσεται χριστός” φησί. τίς δὲ οὗτος ἢ ὁ ἡγούμενος καὶ ὁ κατὰ διαδοχὴν ἐξ ἱερατικοῦ γένους τοῦ ἔθνους προεστώς; διέμενε γοῦν οὗτος εἰς ὅσον οὔπω τὰ τῶν ἑβδομάδων ἐπληροῦτο· ἐπειδὴ δὲ τέλος ἐλάμβανον αὗται, ἀκολούθως τῇ προφητείᾳ ἐξεκόπη ὁ ἐκ διαδοχῆς γένους τοῦ ἔθνους προεστώς. οὗτος δὲ ἦν Ὑρκανὸς, ὃν αὐτὸς Ἡρώδης ἀνελὼν τὴν κατὰ τοῦ ἔθνους βασιλείαν μηδὲν αὐτῷ διαφέρουσαν ὑφαρπάζει, πρῶτός τε αὐτὸς ἀλλόφυλος ἡγεῖται. [8.2.92–93] οὐ μόνος δὲ ἄρα ὁ Ὑρκανὸς χριστὸς ὢν καὶ τῶν πάλαι ἀρχιερέων ὕστατος ἐξεκόπη, ἀλλὰ καὶ ἡ ἐκ προγόνων ἄνωθεν ἐκ τῶν πρόπαλαι ἀρχιερέων κατιοῦσα διαδοχὴ, αὐτό τε τὸ κατὰ νόμους χρῖσμα οὐκέτι κατὰ κρίσιν γινόμενον, ἀτάκτως δὲ καὶ συγκεχυμένως, οὐ κατὰ τὰ παρὰ Μωσεῖ νενομοθετημένα· συνέτρεχε δὲ ὁμοῦ πάντα ἀκολούθως τῇ προφητείᾳ φησάσῃ ‟ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ. μάρτυς ἀξιόχρεως τούτων ὁ ἐξ αὐτῶν Ἑβραίων Ἰώσηπος, ὧδέ πως ἱστορῶν τὰ κατὰ τοὺς χρόνους ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαικῆς Ἀρχαιολογίας ‟τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους, οὗτοι δὲ ἦσαν οἱ καλούμενοι Μακκαβαῖοι, καθίστησιν ἀρχιερεῖς, ἀλλά τινας ἀσήμους καὶ μόνον ἐξ Ἑβραίων ὄντας, πλὴν ἑνὸς Ἀριστοβούλου, ὃν Ὑρκανοῦ υἱὸν ὄντα καταστήσας ἀρχιερέα τῇ ἀδελφῇ αὐτοῦ συνῴκησε Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς αὐτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην. [8.2.94–95] εἶτα δεδιὼς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν ἀνεῖλεν αὐτόν ἐν Ἱεριχοῖ, πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. μετὰ τοῦτον οὐκέτι τοῖς ἐκγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν·. ἔπραξε δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων Ἀρχέλαος τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦτον Ῥωμαῖοι τὴν τῶν Ἰουδαίων βασιλείαν παρειληθότες.” πάλιν ἐν ἑτέροις ταῦτα περὶ αὐτῶν φησιν ‟Ἡρώδης δὲ βασιλεύσας τήν τε βᾶριν ταύτην ἐν ἐπιτηδείῳ τόπῳ κειμένην κατασκευάσας πολυτελῶς Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικὴν λαμβάνει, τὴν δὲ κειμένην κατεῖχε, πιστεύων οὐδὲν νεωτερίσειν τὸν λαὸν δι’ αὐτήν. ἔπραξε δ’ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς ᾿Αρχέλαος, υἱὸς ὢν αὐτοῦ, παρ’ οὗ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχὴν ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθου οἰκοδομηθέντι ὑπὸ σφραγῖδι.” [8.2.96–98] διὰ τούτων τὸ ἀποτέλεσμα παντί τῳ νομίζω καταφανὲς γεγενῆσθαι τοῦ φήσαντος χρησμοῦ ‟καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἐξήκοντα δύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ.” ἔτι δὲ μᾶλλον ὄψει πῶς εἴρηται τὸ ‟κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, τὸ ἄκριτον συνιδὼν τῆς τῶν ἀρχιερέων καταστάσεως τῶν μετὰ Ἡρώδην καὶ κατὰ τοὺς χρόνους τοῦ σωτῆρος ἡμῶν γεγενημένων. τοῦ γὰρ κατὰ τὸν θεῖον νόμον ἀρχιερέως πάντα τὸν τῆς ζωῆς χρό- νον τὴν λειτουργίαν διέπειν κεκελευσμένου ἐπὶ διαδόχῳ παιδὶ γνησίῳ, κατὰ τοὺς ἐξεταζομένους καιροὑς μετὰ τὸ ἐξολοθρευθῆναι τὸ χρῖσμα τῇ προφητείᾳ συμφώνως, πρῶτος μὲν Ἡρώδης, ἔπειτα δὲ καὶ Ῥωμαῖοι μετὰ τοῦτον, ἀκρίτως καὶ οὐ κατὰ τὸν νόμον τοὺς ἀρχιερεῖς καθίστων οὓς ἐδόκει αὐτοῖς, δημοτικοῖς τισι καὶ ἀσήμοις ἀνδράσι τὴν τιμὴν χαριζόμενοι, ἐπίπρασκόν τε καὶ ἐκαπήλευον τοὔν·ομα, ἄλλοτε ἄλλοις ἐνιαυσιαῖον τὸ ἀξίωμα δωρούμενοι. [8.2.99–100] διό μοι δοκεῖ ὁ ἱερὸς εὐαγγελιστὴς Λουκᾶς τὸν χρόνον τοῦ κηρύγματος τοῦ σωτῆρος ἡμῶν ὑπογράφων σημειοῦσθαι τοῦτο δι’ ὧν φησιν “ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχούντων δὲ Ἡρώδου καὶ Φιλίππου καὶ Λυσανίου, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάρα.” δύο γὰρ οὗτοι κατὰ τὸ αὐτὸ ἀρχιερεῖς πῶς ἂν ἐγένοντο ἢ καταλυθείσης τῆς περὶ τῶν ἀρχιερέων νομοθεσίας; τούτοις γοῦν καὶ Ἰώσηπος ἐπιμαρτυρῶν ταῦτα γράφει ‟Οὐαλέριος Γρᾶτος Ῥωμαίων στρατηγὸς παύσας ἀρχιερᾶσθαι Ἄνανον Ἰσμαῆλον ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φήβα, καὶ τοῦτον μετ’ οὐ πολὺ μεταστήσας Ἐλεάζαρον τὸν τοῦ Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα. ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας Σίμωνι τῷ Καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν. οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος, ὁ καὶ Καϊάφας, ἦν αὐτῷ. [8.2.101–102] ταῦτα ἀναγκαίως παρεθέμην διὰ τὸ‘ ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, ἃ καὶ ἡγοῦμαι ἀναμφίλεκτον τὴν ἀπόδειξιν ἔχειν. ἑξῆς τούτοις φησὶν ἡ προφητεία ‟καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομἐνῳ.” ἔνθα πάλιν τὸν Ἡρώδην αὐτὸν καὶ τοὺς μετὰ αὐτὸν ἄρξαντας ἐξ ἀλλοφύλου γένους ὑπολαμ- βάνω δηλοῦσθαι. ὡς γὰρ ἀνωτέρω ὠνόμαζε χριστοὺς ἡγουμένους τοὺς ἀρχιερεῖς λέγων ‟ἕως χριστοῦ ἡγουμένου,” τὸν αὐτὸν τρόπον μετὰ ἐκείνους καὶ τὴν ἐκείνων κατάπαυσιν οὐκ ἄλλος ἡγούμενος ἐρχόμενος ἢ ὁ δηλωθεὶς ἐξ ἀλλοφύλου γένους καὶ οἱ λοι- ποὶ ὅσοι καθεξῆς μετ’ ἐκείνους ἡγήσαντο τοῦ ἔθνους, σὺν οἷς καὶ μεθ’ ὧν, ὡσπερεὶ συνεργοῖς χρώμενος, ὁ μισόκαλος καὶ τῶν ἀγαθῶν φθορεὺς καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖν εἴρηται. [8.2.103–104] καὶ γὰρ διέφθειρεν ἀληθῶς ἅπαν τὸ ἔθνος, τοτὲ μὲν τὴν τῆς ἱερωσύνης τάξιν εἰς παρανομίαν ἄγων, τοτὲ δὲ τὸν πάντα λαὸν διαστρέφων, καὶ τὴν πόλιν (οὕτω τῶν πολιτῶν μεταφορικῶς ὠνομασμένων) εἰς ἀσέβειαν ἐκκαλούμενος. συνᾴδει δὲ ἡμῶν τῇ ἀποδόσει καὶ ὁ Ἀκύ- λᾶς τοῦτον ἑρμηνεύσας τὸν τρόπον‘ καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου.· οὐ μόνον γὰρ ὁ ἐρχόμενος ἡγούμενος, ὁ κάτα τὰ αποδεδομένα ἡμῖν δηλωθεὶς, διέφθειρε τὴν πόλιν καὶ τὸ ἅγιον, ἀλλὰ καὶ ὁ τούτου λαός. εἴποι δ’ ἄν τις οὐκ ἀπὸ σκοποῦ καὶ τὸν Ῥωμαίων ἡγεμόνα διὰ τῶν προκειμένων δηλοῦσθαι τόν τε τούτου λαὸν, δι’ οὗ νομίζω σημαίνεσθαι τὰ στρατόπεδα τῶν Ῥωμαίων ἀρχόντων, ἐξ ἐκείνου κρατησάντων τοῦ ἔθνους, οἳ καὶ τὴν πόλιν αὐτὴν Ἱερουσαλὴμ καὶ τὸν πάλαι ἐν αὐτῇ σεμνὸν καὶ ἅγιον νεὼν διέφθειραν. [8.2.105–106] ὑπὸ τούτων γοῦν καὶ ἐξεκόπησαν ὡς ἐν κατακλυσμῷ καὶ ἴως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς ἔφθασαν, ὥστε ἤδη κατὰ τὴν προφητείαν παντελῆ ὑπομεῖναι ἐρημίαν μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, μεθ’ ἣν καὶ τὴν ἐσχάτην ὑπέμειναν πολιορκίαν. ἔχεις καὶ ταῦτα ἀκριβῶς ἐν ταῖς γραφείσαις αὐτῷ Ἰωσήπῳ ἱστορίαις. τούτων δὲ περὶ τῶν συμβεβηκότων τῷ Ἰουδαίων ἔθνει ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδων πεπροφητευμένων ἀκολούθως ἡ δήλωσις τῆς ὑπὸ τοῦ σωτῆρος ἡμῶν καταγγελθείσης καινῆς διαθήκης θεσπίζεται. [8.2.107–108] τοσούτων γοῦν διὰ μέσου καὶ μεταξὺ τῶν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδων εἰρημένων ἐπιλέγεται ‘καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται, καὶ ἴως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.” τίνα δὲ τρόπον καὶ ταῦτα ἐπληροῦτο κατανοήσωμεν. ἱστορεῖται δὲ ὁ πᾶς τῆς διδασκαλίας καὶ παραδοξοποιίας ὁμοῦ τοῦ σωτῆρος ἡμῶν χρόνος τριῶν ἥμισυ γεγονὼς ἐτῶν, ὅπερ ἐστὶν ἑβδομάδος ἥμισυ. τοῦτό πως Ἰωάννης ὁ εὐαγγελιστὴς ἀκριβῶς ἐφιστᾶσιν αὐτοῦ τῷ εὐαγγελίῳ παραστήσει. εἴη ἄν οὖν ἑβδομὰς ἐτῶν μία ὁ πᾶς χρόνος τῆς μετὰ τῶν ἀποστόλων αὐτοῦ συνδιατριβῆς, ὅ τε πρὸ τοῦ πάθους καὶ ὁ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ. [8.2.109–110] πρὸ μὲν γὰρ τοῦ πάθους ἐπὶ τρία καὶ ἥμισυ ἔτη τοῖς πᾶσιν ἑαυτὸν παρέχων μαθηταῖς τε καὶ τοῖς μὴ τοιούτοις ἀναγέγραπται· καθ’ ὃν διδασκαλίαις παραδόξοις τε θεραπείαις τῆς θεότητος αὐτοῦ τἀς δυνάμεις πᾶσιν ἁπλῶς Ἕλλησί τε καὶ Ἰουδαίοις παρείχετο. μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὸν ἴσον, ὡς εἰκὸς, τῶν ἐτῶν χρόνον τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις συνῆν, δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ, ὡς γοῦν αἶ Πραξεῖς τῶν ἀποστόλων περιέχουσιν· ὡς εἶναι ταύτην τὴν δηλουμένην τῆς προφητείας τῶν ἐτῶν ἑβδομάδα, καθ’ ἢν ἐνεδυνάμωσε διαθήκην πολλοῖς, τὴν καινὴν δηλαδὴ διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγματος κρατύνων. [8.2.111–112] τίσι δὲ πολλοῖς ταύτην ἐνεδυνάμωσεν ἢ δηλονότι τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις καὶ τοῖς ἐξ Ἑβραίων εἰς αὐτὸν πεπιστευκόσιν ἅπασι; πλὴν ἀλλὰ τῆς μιᾶς ταύτης ἑβδομάδος, καθ’ ἣν ἐνεδυνάμωσε τὴν δηλωθεῖσαν διαθήκην τοῖς πολλοῖς, ἐν τῷ ἡμίσει ‘‘ἤρθη θυσία καὶ σπονδὴ, τό τε βδέλυγμα τῆς ἐρημώσεως” ἤρξατο, ἐπειδήπερ μεσαζούσης τῆς ἑβδομάδος ταύτης μετὰ τὸν ἥμισυ καὶ τριετῆ χρόνον τῆς διδασκαλίας αὐτοῦ, καθ’ ὃν καιρὸν πέπονθε, τὸ καταπέτασμα τοῦ ναοῦ ἐρράγη ἀπὸ ἄνωθεν ἕως κάτω· ὡς ἐξ ἐκείνου δυνάμει ἦρθαι ἐξ αὐτῶν τὴν σπονδὴν καὶ τὴν θυσίαν, καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως ἐπὶ τὸ ἱερὸν καταστῆναι, καταλιπούσης αὐτοὺς ἐρήμους τῆς ἀνέκαθεν εἰς ἐκεῖνο καιροῦ τὸν τόπον ἐφορώσης καὶ ἐπισκοπούσης δυνάμεως. [8.2.113–114] μέχρι γοῦν τοὐ σωτηρίου πάθους εἶναί τινα θεοῦ δύναμιν ἐπισκοποῦσαν τὸ ἱερὸν καὶ τὸ ἅγιον τῶν ἀγίων ἡγεῖσθαι προσήκει. οὐ γὰρ ἂν ἄλλως καὶ αὐτὸς ἅμα τοῖς πολλοῖς συνήδρευεν ἐν τῷ ἱερῷ τὰς κατὰ νόμους ἑορτὰς ἐπιτελῶν, μὴ οὐχὶ ἔτι συνεστῶτα καὶ θεοῦ εἶναι ἄξιον τὸν τόπον εἰδώς. ἦσαν οὖν ἐν τῷ ἱερῷ καὶ προφητεύοντές τινες εἰς ἐκεῖνο τοῦ καιροῦ, ὥσπερ Ἄννα ἡ προφῆτις ἡ τοῦ Φανουὴλ καὶ Συμεὼν ὁ ἐπὶ τἀς ἀγκάλας αὐτὸν βρέφος ἔτι ὄντα λαβὼν, οἱ καὶ προφη- τεύουσι τὰ ἀναγεγραμμένα. [8.2.115] οὐδ’ ἂν αὐτὸς ὁ κύριος ἡμῶν εἰρήκει τῷ λεπρῷ ‘‘ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε τὴν θυσίαν, ἣν προσέταξε Μώσης εἰς μαρτύριον αὐτοῖς, μὴ οὐχὶ ἔτι δεῖν ἡγούμενος τὰ κατὰ νόμους ἐπιτελεῖσθαι αὐτόθι, ὡς ἐν ἁγίῳ καὶ θεοῦ ἀξίῳ τόπῳ· οὐδ’ ἂν τοὺς ἀγοράζοντας καὶ πιπράσκοντας ἐξωθῶν ἔλεγε ‘‘γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν,” καὶ αὗθις ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορείου,” εἰ μὴ ἔτι τίμιον σαφῶς δεῖν ἐνόμιζεν ὑπολαμβάνειν εἶναι τὸν τόπον. [8.2.116–117] ἀλλὰ γὰρ πλησιαζούσης αὐτῶν τῆς ἐσχάτης δυσσεβείας μετὰ ταῦτα πάντα ἀπεφήνατο εἰπὼν ‘ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος, ὃ καὶ αὐτὸ ἐπληροῦτο, ὅτε παθόντος αὐτοῦ τὸ καταπέτασμα τοῦ ναοῦ ὅλον δι’ ὅλου μέσον ἐρράγη, καθῄρητό τε ἐξ ἐκείνου δυνάμει ἡ προσηνὴς τῷ θεῷ κατὰ τὴν τοῦ νόμου διάταξιν θυσία καὶ σπονδὴ, ἧς ἀρθείσης καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως κατὰ τὴν ἐν χερσὶ προφητείαν ἐπηκολούθησε τῷ τόπῳ. εἰ δὲ καὶ ἐπί τινα χρόνον παραμένειν ἔδοξε τὰ τῆς ἐν τῷ τόπῳ λειτουργίας, ἀλλ’ οὐκέτι γε ταῦτα ἀρεστὰ τῷ θεῶ ἦν, ἀκρίτως καὶ οὐ κατὰ νόμον ἐπιτελούμενα. [8.2.118] ὥσπερ γὰρ πρόπαλαι ἐξολοθρευθέντος τοῦ χρίσματος, καὶ τῶν κατὰ διαδοχὴν νομίμων ἀρχιερέων πεπαυμένων ἀπὸ τῆς Ὑρκανοῦ τελευτῆς, οἱ μετὰ ταῦτα παριόντες ἀτάκτως καὶ παρανόμως ἐδόκουν μέν τι ποιεῖν, οὐ μὴν κατὰ τοὺς πρέποντας ἔπραττον θεσμοὺς, δι’ οὓς καὶ ἔφασκεν ἡ προφητεία ‟ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” τὸ ἄκριτον καὶ παράνομον αὐτῶν διαβάλλουσα· οὕτω δὴ καὶ ἐπὶ τῆς θυσίας καὶ τῆς σπονδῆς συμβεβηκέναι φήσεις, ὀρθῶς μὲν καὶ κατὰ νόμον πρὸ τοῦ πάθους τοῦ σωτῆρος ἐπιτελουμένης διὰ τὴν εἰσέτι τότε τὰ τῶν ἁγίων τόπων ἐφορῶσαν δύναμιν, περιαιρεθείσης δὲ αὐτίκα μετὰ τὴν αὐτοῦ τελείαν καὶ θεοπρεπῆ θυσίαν, ἣν προσήνεγκεν αὐτὸς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, αὐτος ὢν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἧς θυσίας πᾶσιν ἀνθρώποις κατὰ τὰ καινὰ μυστήρια τῆς καινῆς διαθήκης παραδοθείσης τὰ τῆς παλαιὰς περιῄρητο. [8.2.119] ὁμοῦ γὰρ τῷ πληροῦσθαι τὸ φάσκον λόγιον καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία τὰ τῆς παλαιὰς διαθήκης περιῄρητο. πότε δὲ τὰ τῆς διαθήκης τῆς καινῆς ἐδυναμοῦτο ἢ ὅτε ὁ σωτὴρ καὶ κύριος ἡμῶν μέλλων τελεῖν τὸ μέγα μυστήριον τῆς εἰς τὸν θάνατον αὑτοῦ παρόδου ᾑ νυκτὶ παρεδίδοτο, τὰ σύμβολα τόν κατ’ αὐτὸν ἀπορτήτων τῆς καινῆς διαθήκης λόγων τοῖς αὑτοῦ παρεδίδου μαθηταῖς; ὁμοῦ γὰρ ταῦτ’ ἐτελεῖτο καὶ ἡ κατὰ Μωσέα παλαιὰ διαθήκη περιῄρητο, ὅπερ ἐδήλου τὸ καταπέτασμα τοῦ ναοῦ κατὰ τὸν αὐτὸν ῥηγνύμενον χρόνον. [8.2.120–121] ἀρθείσης γοῦν ἐξ ἐκείνου καὶ δυνάμει καὶ ἀληθείᾳ καταλυθείσης θυσίας καὶ σπονδῆς, αἱ μετὰ ταῦτα νομιζόμεναι αὐτόθι ἐπιτελεῖσθαι θυσίαι ἄσπονδοι καὶ ἀνίεροι ἐν βεβήλῳ τόπῳ καὶ ὑπὸ βεβήλων καὶ ἀνιέρων ἐπετελοῦντο. δέχου δὲ καὶ τὰς περὶ τούτων Ἰωσήπου μαρτυρίας ‟κατὰ δὲ τὴν ἡμέραν τῆς πεντηκοστῆς νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερὸν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας λεγούσης, μεταβαίνωμεν ἐντεῦθεν.” ταῦτα δὲ ἱστορεῖ μετὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν γεγονέναι. [8.2.122–124] καὶ πάλιν ὁ αὐτός φησι “Πιλάτον τὸν ἡγεμόνα (αὐτὸν δὴ ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν) τᾶς Καίσαρος εἰκόνας νύκτωρ εἰρ τὸ ἱερὸν, ὅπερ οὐκ ἦν θέμις, εἰσκομίσαι, Μεγίστην τε ταραχὴν θορύβου τε καὶ στάσεως ἐμβεβλῆσθαι τοῖς Ἰουδαίοις.” Αὐτὰ δὴ ταῦτα καὶ ὁ Φίλων συμμαρτυρεῖ, τὰς σημαίας φάσκων τὰς βασιλικὰς τὸν Πιλάτον νύκτωρ ἐν τῷ ἱερῷ ἀναθεῖναι, ἀρκήν τε στάσεων καὶ συμφορῶν ἐπαλλήλων ἐξ ἐκείνου τοῖς Ἰουδαίοις συμπεεσεῖν. Οὐ διέλιπον οὖν ἔκτοτε τὸ πᾶν ἔθνος καί τὴν μητρόπολιν αὐτῶν παντοίων κακῶν ἐπαναστάσεις ἕως τοῦ ὑστάτου κατ’ αὐτῶν πολέμου καὶ τῆς ἐσχάτης πολιορκίας, καθ’ ἤν παντοίοις ἀφανισμοῖς λιμοῦ τε καὶ λοιμοῦ καὶ μαχαίρας καταποντισμοῦ δίκην τοῦ κατ’ αὐτῶν ὀλέθρου συρρεύσαντος, πάντες οὑ κατασυστάντες τοῦ σωτῆρος ἠμῶν ἠβηδὰν ἐξεκόπησαν· ὅτε καὶ τὸ βδέλυγμα τῆς ἐρημώσενς ἐπὶ τὸ ἱερὸν ἔστη, ὃ καὶ εἰς δεῦρο διέμειεἰκὸς ὁσημέραι ἐπὶ τὸ χεῖρον ἐρημίας ἐλαῦνον. [8.2.125–127] Εἰκὸς δὲ καὶ ἑπιτείνειν αὐτὸ μέκρι τῆς τοῦ βίου συντελείας, Κατὰ τὸν ὑπὸ τὴς προφητείας ἀποξανθέντα ὅρον, φήσαντα “καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.” ἥντινα φωνὴν γίσατο εἰπὼν “ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τὴς ἐρημώσεως τὸ ῥηθέν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἀγίῳ, τότε υινώσκεετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. ” Εἰ δὲ δυσπίστως πρὸς ταῦτα ἔκκοιεν οἱ ἐκ περιτομῆς, ἐλευκτέον αὐτοὺς μὴ μόνον ἀναιδῶς πρὸς τὰ ἀλ ἀληθῆ καὶ ἐναργῆ ἱσταμένους, ἀλλὰ καὶ τὸς προρρήσεις ὡς ψευδεῖς, τὸ ὅσον ἐπ’ αὐτοῖς, διαβάλλοντας, εἴ γε αἱ μὲν εἰς ἑβδομήκοντα ἑβδομάδας ἐτῶν τὸν πάντα περιορίζουσι χρόνον, τὰ ἐν τῷ μεταξὺ συμβησόμενα θεσπίζουσαι, αἶ δὲ σχεδὸν ἤδη χιλιοστοῦ ἔτους ἀπὸ τῆς προφητείας καὶ εἰς ἡμάς ἐλαύνοντος οὐδὲν τῶν γεγραμμένων γεγονὸς ἐπιδείκνυνται, καίτοι ἐξολοθρευθέντος αὐτῶν τοῦ χρίσματος, κατὰ τὴν θείαν πρόρρησιν, καὶ τοῦ ἁγιάσματος αὐτῶν, τῶν, καὶ τῶν πρὶν οἰκητόρων διαφθαρέντων καὶ ἐκκοπέντων ἐν κατακλυσμῷ πολέμου συντετμημένου ἀφανισμοῖς, καὶ τοῦ γε πάντων παραδοξοτάτου εἰσέτι νῦν αὐτόθι ὁρωμένου, λέγω δὴ τοῦ βδελύγματος τῆς ἐρημώσεως εἰς δεῦρο ἑστῶτος ἐν τῷ πρὶν ἁγίῳ τόπῳ, περὶ οὗ καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὰς ἐκτεθείσας προήκατο φωνάς. [8.2.128–129] ὧν σαφῶς ὑπ’ ὀφθαλμοῖς ὁρωμένων ἡμῖν εἰσέτι νῦν θαυμάσαι ἔστι τοὺς ἐκ περιτομῆς οὐχ οὕτως ἀντιβλέπειν τοῖς ἐναργέσι τολμῶντας, ὅσον ἀβλεπτοῦντας καὶ τὴν διάνοιαν ἐσκοτωμένους πρὸς τὸ μὴ ὁρᾶν τὰ οὕτω σαφῆ καὶ ἐναργῆ τῶν θείων γραφῶν ἀποτελέσματα. ὃ καὶ πεπόνθασι κατὰ τὴν εἰς αὐτοὺς πληρωθεῖσαν κἀν τούτῳ τοῦ Ἡσαΐου φωνὴν, δι’ ἦς ἐθέσπισεν αὐτοῖς εἰπὼν ‟ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν, καὶ τοὶς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ἀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.” [8.2.130] Ἀλλ᾿ ἐπεὶ καὶ περὶ τῶν πεπιστευκότων ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πάλαι πρότερον εἴρητο ‟οἷς ούκ άνηγγέλη περϊ α ντον, όψονται, καϊ οϊ ουκ άκη- κόασι, συνήσουσιν" τη αυτόν χάριτι καϊ τη τον πέμ- ψαντος αυτόν πατέρος, ημεΐς τε κατά τό δυνατόν τά φανέντα εις τους τόπους είρήκαμεν, καϊ τά τω προ ημών Ἀφρικανώ εύγνωμόνως δόξαντα παρεθηκαμεν έχόμενα καϊ αυτά ακριβείας, όθεν καϊ αύτοΐς ως κα~ λώς έχουΰι χρηστέον. Από τον Μιχαία. [8.3.1] “Ἀκούσατε λαοὶ πάντες, καϊ προσεχέτω ή γη, καϊ πάντες οι έν αύτη, καϊ εοται κύριος έν ύμΐν εις μαρτύρων, κύριος έξ οΐκου άγιου αύτού, διότι Ιδού κύριος κύριος έκπορεύεται έκ τού τόπου αύτού, καϊ καταβήσεται, καϊ έπιβήοεται έπϊ τά ύψη τής γης. καϊ σαλευθήσονται τά όρη ύποκάτωθεν αύτού, καϊ αί κοιλάδες τακήσονται ως κηρός από προσώπου πυρὸς καὶ ως ύδωρ καταφερόμενον έν καταβάσει. δι άσέβειαν !Ιακώβ πάντα ταύτα καϊ δι άμαρτίαν οΐκου Ἰσραήλ” [8.3.2–3] Είτα μεθ" έτερα πλείστα μεταξύ έπισυνάπτει λέγων "ακούσατε δή ταύτα οί ηγούμενοι οΐκου Ἰακώβ καὶ οί κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τά ὀρθὰ διαστρέφοντες, οι οίκοδο- μούντες Σιών έν αΐμασι καϊ 'ίερονσαλημ έν άδικίαις. οί ηγούμενοι αυτής μετά δώρων έκρινον, καὶ οἰ ιερείς αύ της μετά μισθού άπεκρίνοντο, καϊ οι προφήται αυτής μετά αργυρίου έμαντεύοντο, καὶ έπὶ τον κύριον έπανεπαύοντο λέγοντες, ούχϊ κύριος έν ήμΐν έστίν; ού μή έπέλθη έφ" ημάς κακά. διά τούτο δι ὑμᾶς Σιῶν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. [8.3.4] καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὅρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον πολλῶν ἐθνῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν. [8.3.5–6] καὶ συγκόψουσι τὰς μαχαίρας αὑτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὑτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔτι ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν, καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω τῆς ἀμπέλου αὑτοῦ καὶ ὑποκάτω συκῆς αὑτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτοὺς, ὅτι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησε ταῦτα.” Ἤδη καὶ πρότερον ταῦτα ἡμῖν εἰς τοὺς τόπους τεθεώρηται. δέδεικται δὲ ὅπως οὐδ’ ἄλλοτέ ποτε ἢ ἀπὸ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας τὰ πάλαι σεμνὰ τῶν Ἰουδαίων, ὅρη Σιῶν ἐπικαλούμενα καὶ Ἱερουσαλὴμ, τά τε ἐπὶ τούτων οἰκοδομήματα, ὁ νεὼς δηλαδὴ καὶ τὸ ἅγιον τῶν ἁγίων καὶ τὸ θυσιαστήριον καὶ ὅσα ἄλλα αὐτόθι εἰς τιμὴν ἀνέκειτο τοῦ θεοῦ ἐκ μέσου ἀρθέντα σεσάλευται, ἀκολούθως τῷ λόγῳ φήσαντι ‟ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ.” [8.3.7–8] ὧν σαλευθέντων τῶν ἐκ περιτομῆς αἱ ψυχαὶ, κοιλάδες ὀνομαζόμεναι διὰ τὸ ταπεινὸν αὐτῶν παραθέσει τῶν παλαιῶν ὑψωμάτων, τὸν τόν προειρημένων ἀφανισμὸν ἀπολοφυρόμεναι, ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς ἐκτακήσονται, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει, διὰ τὸ πλῆθος τῶν ἐν αὐταῖς ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω καταπιπτόντων ὁσημέραι. πάντα δὲ ταῦτά φησιν ἔσεσθαι δι’ ἀσέβειαν οἴκου Ἰακὼβ καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς δ’ ἦν ἡ ἀσέβεια καὶ ἡ ἁμαρτία προιὼν ἐξῆς ἐπιλέγει οἶ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἶ οἰκοδομοῦντες Σιῶν ἐν αἵμασιν καὶ Ἱερουσαλὴμ ἐν ἐδικίαις, ἐν οἶς αἵμασι κἀκεῖνο ἦν τὸ τῶν ὑστάτων κακῶν παραίτιον αὐτοῖς γενόμενον, ἐφ’ ᾧ τὴν ἀσεβῆ φωνὴν εἰς ἑαυτοὺς ἐπεσπάσαντο φήσαντες τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμὰς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. [8.3.9–10] διὰ γοῦν φησὶν αὐτὰ ταῦτα ‟ ὡς ἀγρὸς Σιῶν ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, ἅπερ οὐδ’ ἄλλοτε πώποτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τετολμημένα ἀληθῆ τὴν ἔκβασιν εἴληχεν. ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο ἐσχάτης ἐρημίας καταλαβούσης τοὺς τόπους, τὸ μὲν πρὶν διαβόητον αὐτῶν Σιῶν ὄρος, ἀντὶ τῆς πάλαι ἐν αὐτῷ μελέτης καὶ ἀσκήσεως τῶν προφητικῶν καὶ θείων λόγων, ὧν παῖδες τὸ πρὶν Ἑβραίων καὶ θεοφιλεῖς προφῆται ἱερεῖς τε καὶ διδάσκαλοι τοῦ παντὸς ἔθνους ἐν αὐτῇ διὰ σπουδῆς ἐποιοῦντο, διὰ Ῥωμαίων ἀνδρῶν κατ’ οὐδὲν τῆς λοιπῆς διαφέρουσα χώρας γεωργεῖται, ὡς καὶ ἡμᾶς αὐτοὺς ὀφθαλμοῖς παραλαβεῖν βουσὶν ἀρούμενον καὶ κατασπειρόμενον τὸν τόπον· ἡ δὲ Ἱερουσαλὴμ αὐτὴ ὡς ὀπωροφυλάκιον τῆς ἐν αὐτῇ παλαιᾶς ὀπώρας διαφθαρείσης γέγονε, μᾶλλον δὲ εἰς λιθολογίαν, κατὰ τὴν Ἑβραικὴν ἀνάγνωσιν. [8.3.11–12] ὁ γοῦν Ἀκύλας φησὶ ‟διὰ τοῦτο χάριν ὑμῶν Σιῶν χώρα ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ λιθολογηθήσεται,” ὑπὸ γὰρ ἀλλοφύλων ἀνδρῶν κατοικισθεῖσα εἰσέτι καὶ σήμερον λιθολογεῖται, πάντων καθ’ ἡμᾶς αὐτοὺς τῶν τὴν πόλιν οἰκούντων τοὺς ἀπὸ τῆς πτώσεως αὐτῆς λίθους ἀναλεγομένων εἴς τε τὰ ἴδια καὶ κοινὰ καὶ δημόσια οἰκοδομήματα. καὶ ἔστιν ὀφθαλμοῖς παραλαβεῖν σκυθρωπὸν θέαμα, τοὺς ἐξ αὐτοῦ τοῦ ἱεροῦ καὶ αὐτῶν τῶν πάλαι ἀδύτων καὶ ἁγίων λίθους εἰς τὰ τῶν εἰδώλων τεμένη εἴς τε τὰ τῶν πανδήμων θεαμάτων κατασκευάσματα ἀπειλημμένους· ὧν οὕτως ἐναργῶς τοῖς πᾶσιν ὁρωμένων καὶ ὁ καινὸς νόμος καὶ λόγος ὁ τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ διαθήκης ἐκεῖθέν ποθεν προελθὼν δῆλος ἂν εἴη. [8.3.13–15] ἐφ’ ᾧ μυρία πλήθη λαῶν, ἔθνη τε παντοῖα τῶν πατρίων ἀποστάντα θεῶν καὶ τῆς παλαιὰς δεισιδαίμονος πλάνης, τὸν ἐπὶ πάντων θεὸν ἀνακαλεῖται. διὸ καὶ κατηξίωται τῆς βαθυτάτης εἰρήνης, ὡς μηκέτι πολυαρχίας εἶναι μηδὲ βασιλείας κατὰ τόπους ‟μηδὲ ἔθνος ἐπ’ ἔθνος ῥομφαίαν αἴρειν μηδ᾿, ὡς τὸ πρὶν, πολέμοις τοῖς κατ’ ἀλλήλων σχολάζειν, ἀναπαύεσθαι δὲ τῶν γεωργῶν ἕκαστον ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς αὐτοῦ, μηδενὸς ἐκφοβοῦντος αὐτούς κατὰ τὴν προφητείαν. ὧν οὕτως οὐδ’ ἄλλοτέ πω ἐξ αἰῶ- νος πρότερον ἢ κατὰ τὴν τῶν Ῥωμαίων ἐπικράτησιν ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν καὶ εἰς δεῦρο συντελουμένων ἀναμφίλεκτον ἡγοῦμαι τὴν ἀπόδειξιν εἰληφέναι τὸν χρόνον τῆς θεσπιζομένης εἰς ἀνθρώπους τοῦ κυρίου παρουσίας. Ἀπὸ τοῦ Ζαχαρίου. [8.4.1–2] “Τέρπου καὶ εὐφραίου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐἐπιγνώςῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.” Καὶ μεθ’ ἕτερα πλεῖστα μεταξὺ ἐπιλέγει “χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον· καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραΐμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν. καὶ κατάρξει ἀπὸ θαλάσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι’ ἐκβολὰς γῆς.” [8.4.3] Ταῦτα περὶ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας θεσπίσας καὶ νῦη ὁ λόγος, μεθ’ ἕτερα περὶ τῆς ἐσχάτης ἐρημώσεως τῆς Ἱερουσαλὴμ, τοτὲ μὲν ἐπικεκρυμμένως καὶ δι’ αἰνιγμάτων, τοτὲ δὲ ἀκαλύπτως ἀναφωνεῖ· δι’ αἰνιγμάτων μὲν ἐν οἷς φησι “διάνοιξον ὁ Λίβανος τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, διότι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. ὀλολύξατε δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου.” [8.4.4–5] Ταῦτα μὲν δι’ αἰνιγμάτων. τὴν δὲ τούτων ἑρμηνείαν ἀκαλύπτως ὁ αὐτὸς προφήτης ἐπιφέρει λέγων ‟ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρό- πύλα σαλευόμενα ἅπασι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι. πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυνακθήσονται ἐπ’ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.” Καὶ μετὰ βραχέα ἐπιλέγει καὶ ἐπιβλέψονται πρός με εἰς ὃν ἐξεκέντησαν, ἀνθ’ ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ’ αὐτὸν κοπετὸν ὡς ἐπ’ ἀγαπητῷ, καὶ ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς Ἱερουσαλὴμ ὡς κοπετὸς Ροῶνος ἐν πεδίῳ ἐκκοπτομένου· καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς, φυλὴ οἴκου Δαβὶδ καθ’ ἑαυτὴν, καὶ αἷ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθ’ ἑαυτὴν καὶ αἷ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ οἴκου Λευὶ καθ’ ἑαυτὴν καὶ αἶ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθ’ ἑαυτὴν, καὶ αἶ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· πᾶσαι αἱ ὑπολελειμέναι φυλαὶ, φυλὴ καθ’ ἐαυτὴν, καὶ αἶ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς.” [8.4.6] Καὶ πάλιν μεθ’ ἕτερα τὴν ἐσχάτην τῆς Ἱε- ρουσαλὴμ πολιορκίαν σαφέστερον κηρύττει λέγων ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἀλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως. καὶ ἐξελεύσεται κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου, καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ.” [8.4.7–8] Εἶτα μεθ’ ἕτερα τὰ μεταξύ φησιν ‟καὶ ἔσται κύριος εἶς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.” Καὶ αὖθις μεθ’ ἕτερα, περιγράφων τὴν βίβλον τῆς προφητείας, τὴν κλῆσιν τῶν ἐθνῶν διὰ τούτων θεσπίζει ‟καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται κατ’ ἐνιαυτὸν, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται, ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔθνη τῆς γῆς, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας.” [8.4.9] Ταῦτα καὶ ὁ Ζαχαρίας μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, Δαρείου Περσῶν βασιλεύοντος, προφητεύει, τῆς Ἱερουσαλὴμ ἄρτι τότε ἀνεγηγερμένης ἐκ τῆς προτέρας ἐρημίας, ἣν ὑπὸ Βαβυλωνίων πέπονθε. συνάγεται δὲ ὁ πᾶς χρόνος ἀπὸ τὴς Δαρείου τοῦ Περσοῦ βασιλείας, καθ’ ἣν ὁ Ζαχαρίας προφητεύει, ἐπὶ Αὔγουστον Ῥωμαίων βασιλέα εἰς ἐτῶν ἑβδομάδας ἑπτὰ καὶ ἐξήκοντα δύο τὰς ἐν τῷ Δανιὴλ φερομένας, ἃ γίνεται ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ὡς ἀπεδείξαμεν ἐν τοῖς μικρῷ πρόσθεν γεγυμνασμένοις. [8.4.10–11] οὔτε δὲ ἐπὶ τῆς Μακεδόνων ἀπὸ Ἀλεξάνδρου καὶ] μέχρις Αὐγούστου παραταθείσης τῶν ἐμφερομένων τοῖς τοῦ προφήτου λόγοις συνίσταταί τι πεπληρωμένον. πότε γὰρ κατ’ ἐκείνους τοὺς χρόνους τοῦ παρὰ τοῖς προφήταις θεολογουμένου κυρίου ἀνθρώποις ἐπιστάντος ἔθνη πολλὰ ἐπιγνόντα αὐτὸν καὶ μόνον θεὸν αὐτὸν ὁμολογήσαντα ἐπ’ αὐτὸν καταπέφευγε καὶ γέγονεν αὐτῷ εἰς λαόν; ἢ πότε κατὰ τοὺς Περσῶν ἢ Μακεδόνων χρόνους ὁ προφητευόμενος βασιλεὺς ἐλήλυθεν, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον; ἐλθών τε τοῦ Ἰουδαίων ἔθνους Ἐφραῒμ καὶ τῆς Ἱερουσαλὴμ αὐτῆς τὴν βασιλικὴν παράταξιν, ἅρματα καὶ ἵππον ἐπικαλουμένην, ἐξωλόθρευσε, τό τε ὁπλιτικὸν τοῦ Ἰουδαίων ἔθνους καθεῖλε; τοῦτο γὰρ ἐδήλου τὸ λόγιον φάσκον ‟ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραὺς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν.” [8.4.12–13] ταῦτα γὰρ περὶ τῆς καθαιρέσεως τῆς βασιλικῆς ἀξίας τοῦ Ἰουδαίων ἔθνους ἐθεσπίζετο, ἐφ’ ᾗ πάλιν τὰ τῆς τῶν ἐθνῶν εἰρήνης συμφώνως τοῖς πρόσθεν ἀποδεδομένοις ἐπιλέγεται διὰ τοῦ ‟καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν. ἀνθ’ οὗ ὁ Ἀκύλας καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασι ‟ καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσιν,” ὃ καὶ μάλιστα ἀπὸ τῆς Αὐγούστου Βασιλείας συνίσταται καὶ πρὸς λέξιν πεπληρωμένον, πάσης μὲν ἐξ ἐκείνου καταλυθείσης πολυαρχίας, εἰρήνης δὲ τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη διαλαβούσης. [8.4.14–15] τίς δὲ πρὸ τῶν Ῥωμαϊκῶν χρόνων ἐπὶ τῶν Περσικῶν ἢ τῶν Μακεδονικῶν τοιοῦτος γέγονεν Ἰου- δαίων βασιλεὺς, ὡς ἄρξαι αὐτὸν ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἴως περάτων τῆς οἰκουμένης; τοῦτο γοῦν ἐδήλωσαν οἱ λοιποὶ ἑρμηνευταί. ὁ γοῦν Ἀκύλας φησὶ ‟ καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσι, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἴως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης. ᾧ συνάδει καὶ τὸ ἐν ἑβδομηκοστῷ πρώτῳ Ψαλμῷ περὶ τοῦ ἐκ σπέρματος Σολομῶνος γενησομένου Χριστοῦ ὧδέ πη εἰρημένον ‟ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἴως οὗ ἀνταναιρεθῇ ἡ σελήνη, καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης·” ταῦτα γὰρ περὶ τοῦ υἱοῦ Σολομῶνος ἐλέγετο οὐδὲν λειπόμενα τῶν ἐν τῷ προφήτῃ εἰρημένων. [8.4.16–17] πότ’ οὖν ταῦτα καὶ πῶς, ἢ κατὰ ποίους χρόνους γέγονεν, ὁ βουλόμενος ἑρμηνευέτω, ἢ πότε ἄλλοτε μετὰ τὴν ὑπὸ Βαβυλωνίοις πολιορκίαν δεύτερον ἐμπρησμὸν ὑπέμεινεν Ἱερουσαλὴμ, καὶ ὁ ἐν αὐτῇ κατερρίφη νεώς. ὃ καὶ αὐτὸ θαῦμα μέγα ἔχει, ὡς ᾐνίξατο ὁ προφήτης εἰπὼν ‘διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.” Λίβανον γὰρ ἐν τούτοις συνήθως αὐτὸ τὸ ἱερὸν ὀνομάζει, ἐπεὶ καὶ δι’ ἑτέρων προφητειῶν ἀποδέδεικται Λίβανος αὐτὸς ὁ νεὼς ἐπικεκλημένος. [8.4.18] τοῦτο δὲ καὶ αὐτοὶ παῖδες Ἰουδαίων εἰσέτι νῦν ὁμολογοῦσιν, ἐπεὶ καὶ Ἡσαΐας ἐμφερῆ τῷ μετὰ χεῖρας προφήτῃ θεσπίζων ἔφησεν ‟ἰδοὺ κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται. ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται, καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ.” οἷς ἐπιλέγει ‟καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐπιοῦσι.” [8.4.19–20] καὶ ἐνταῦθα γὰρ ὁμοῦ τῇ ἐκ σπέρματος Ἰεσσαὶ καὶ Δαβὶδ γενέσει τοῦ Χριστοῦ Λιβάνου καθαίρεσις καὶ ἐθνῶν κλῆσις συνῆπται. Λίβανον δὲ τὴν Ἰερουσαλὴμ διαρρήδην ὁ Ἰεζεκιὴλ σημαίνει λέγων ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ ἔχων τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου. ταῦτα γοῦν ὁ αὐτὸς ἐξῆς διασαφῶν ἐπιλέγει ‟ὅταν ἔλθῃ Ναβουχοδονόσορ ἐπὶ Ἱερουσαλὴμ λάβῃ τοὺς ἄρχοντας αὐτῆς” καὶ τὰ ἑξῆς. ἀλλὰ ταῦτα μὲν ὁ Ἰεζεκιὴλ περὶ τῆς πρώτης ἐδήλου πολιορκίας, μεθ’ ἣν ὁ Ζαχαρίας περὶ τῆς δευτέρας θεσπίζει. πότε οὖν μετὰ τοὺς Ζαχαρίου χρόνους ἐπὶ τῆς Μακεδόνων βασιλείας ἐμπρησμὸν ὑπέμεινεν ὁ νεώς; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν. [8.4.21–22] μετὰ γὰρ τὴν ὑπὸ Βαβυλωνίων πυρπόλησιν οὐδ’ ἄλλοτε δευτέραν ἢ κατὰ Τίτον καὶ Οὐεσπασιανὸν Ῥωμαίων αὐτοκράτορας τὴν διὰ πυρὸς ὑπέμεινε φθορὰν, ἐφ’ ᾗ πάλιν διὰ αἰνίγματος τοὺς πάλαι ἄρχοντας τοῦ ἔθνους ἐπὶ θρήνους καὶ ὀλοφυρμοὺς ἀνακαλεῖ φάσκων ὁ λόγος ‟ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, ὅτι μεγάλως μεγιστάνες ἐταλαιπώρησαν. ὀλολύξατε δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος· φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν.” τότε γοῦν καὶ γέγονεν ἡ Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ γέγονε περιοχὴ, ὅ τε νενομισμένος αὐτοῖς ἅγιος καὶ ἱερὸς τόπος εἰσέτι καὶ σήμερον λίθος τυγχάνει καταπατούμενος πᾶσι τοῖς ἔθνεσι, καὶ πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, ἀκολούθως τῇ προφητείᾳ. [8.4.23] ἀλλὰ καὶ ἀνθ’ ὧν κατωρχήσαντο τοῦ ταῦτα θεσπίσαντος κυρίου οὐ διαλέλοιπεν αὐτοὺς κοπετὸς καὶ ὀδυρμὸς καὶ θρῆνος. οὐ πώποτε γοῦν ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ εἰς τὸν καθ’ ἡμᾶς Χρόνον πᾶσαι αἶ φυλαὶ τοῦ Ἰουδαίων ἔθνους θρήνων καὶ κοπετῶν ἄξια πεπόνθασι διὰ τὴν καταλαβοῦσαν αὐτοὺς ἐκ θεοῦ πληγὴν, ὑφ’ ἧς καὶ ἡ μητρόπολις αὐτῶν ἀλλοφύλοις ἔθνεσιν ἐξεδόθη καὶ τὸ ἱερὸν κατεσκάφη, αὐτοί τε τῆς ἰδίας χώρας ἀπελήλαντο, ἐν τῇ πολεμίᾳ ἐχθροῖς δουλεύοντες· ὧν ἕνεκα πᾶς ὁ οἶκος αὐτῶν καὶ πᾶσα ψυχὴ αὐτῶν εἰσέτι καὶ σήμερον θρήνοις ὑποβέβληται. [8.4.24] διό φησιν ἡ προφητεία ‟καὶ κόψεται φυλὴ κατὰ φυλὴν, φυλὴ οἴκου Δαβὶδ καθ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτὰς, καὶ τὰ τούτοις ἑπόμενα. ποῖαι δὲ μετὰ τοὺς τοῦ Ζαχαρίου χρόνους γεγόνασιν ἡμέραι, ἐν αἷς διεμερίσθη τὰ σκῦλα τῆς Ἱερουσαλὴμ καὶ ἐπισυνήχθη πάντα τὰ ἔθνη ἐπ’ αὐτὴν εἰς πόλεμον, ἥλω τε ἡ πόλις καὶ διηρπάγησαν αἶ οἰκίαι, καὶ αἶ γυναῖκες ἐμολύνθησαν ἀπήχθησάν τε εἰς αἰχμαλωσίαν, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ὁ κύριος συμμαχῶν τοῖς ἔθνεσι τοῖς τὴν Ἱερουσαλὴμ πολεμοῦσι παρετάξατο ἐν αὐτοῖς; ἢ πότε ἔστησαν οἶ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν; ἢ πότε γέγονε κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν, αὐτός τε εἷς κύριος ἐπὶ πάντας ἀνθρώπους, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον; ταῦτα γὰρ οὐδ’ ἄλλοτέ πω πρότερον ἔχοι ἄν τις εἰς πέρας δεῖξαι ἀχθέντα ἢ κατὰ τοὺς Ῥωμαίων χρόνους, καθ’ οὓς ἐμπρησμὸν ὑπέμεινε δεύτερον μετὰ τὸν ὑπὸ Βαβυλωνίων ὁ νεὼς αὐτῶν, ἥ τε πόλις ἐξ ἐκείνου καὶ εἰς δεῦρο ὑπὸ ἀλλοφύλων ἐθνῶν κατοικισθεῖσα δείκνυται. [8.4.25] ὅτε καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τὰς οἰκείας ἐποιεῖτο διατριβὰς ἐπὶ τοῦ ἐλαιῶνος τοῦ κατάντικρυς τῆς Ἱερουσαλὴμ ὄρους, πληρουμένου τοῦ φάσκοντος λόγου καὶ στήσονται οἶ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ,” τοῦτ’ τοῦ θεοσεβοῦς πολιτεύματος καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνοικοδομηθέντος, πάντα τὰ ἔθνη, κατὰ τὴν προητείαν, τὴν ἑορτὴν τῆς σκηνοπηγίας ἐν παντὶ τόπῳ τῷ θεῷ τῶν προφητῶν πανηγυρίζει, Αἰγύπτιοί τε ἐξ ἐκείνου τὸν τῶν ὅλων θεὸν ἐπιγνόντες τὰς σκηνὰς αὑτῶν ἐφ’ ἑκάστης πόλεως καὶ χώρας κατεπήξαντο· εἶεν δ’ ἂν αὗται αἶ κατὰ τόπον ἐκκλησίαι τοῦ Χριστοῦ. [8.4.26–27] ταύτας γὰρ πολὺ κρείττους τῶν παρὰ Μωσεῖ σκηνῶν ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμις καθ’ ὅλης συνεπήξατο τῆς ἀνθρώπων οἰκουμένης εἰς τὸ πᾶν γένος ἀνθρώπων καὶ πάντα τὰ ἔθνη σκηνοπηγίας ἑορτὴν τῷ ἐπὶ πάντων θεῶ ἐπιτελεῖν. ὅτε τοίνυν καὶ ταῦτα τὰ πρόπαλαι τοῖς ἔθνεσι προαναφωνηθέντα καθ’ ἡμᾶς αὐτοὺς ὁρῶμεν τὴν ἔκβασιν ἀπειληφότα, τά τε τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ταῖς φυλαῖς τοὐ Ἰουδαίων ἔθνους προκεκηρυγμένα, τά τε τῆς πυρπολήσεως τοῦ ἱεροῦ καὶ τῆς ἐσχάτης αὐτῶν ἐρημίας, ὁμοίως καὶ ταῦτα ταῖς προρρήσεσιν εἰσέτι καὶ σήμερον ὀφθαλμοῖς θεωρεῖται 5 τί λείπεται ἐπὶ τούτοις ἢ καὶ τὸν προφητευόμενον βασιλέα τὸν Χριστὸν τοῦ θεοῦ ἐληλυθέναι ὁμολογεῖν 5 τῶν κατὰ τὴν παρουσίαν αὐτοῦ σημείων ἐφ’ ἑκάστῳ τῶν εἰρημένων ἐναργῆ τὴν ἔκβασιν εἰληφέναι ἀποδεδειγμένων; Ἀπὸ τοῦ Ἠσαίου. [8.5.1] ‟Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς, καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὑτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ. ἐπεγερθήσονται πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον, καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν, καὶ τὰ ἀγάλματα αὑτῶν, καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας.” [8.5.2] Καὶ ἐξῆς μετὰ πλεῖστα δι’ αἰνιγμάτων εἰρημένα ἐπιλέγεται ‟τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου 5 καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ, καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον, ὃς σώσει αὐτοὺς, κρίνων σώσει αὐτοὺς, καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι κύριον τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ, καὶ ἀποδώσουσι. [8.5.3] Καὶ ταῦτα προλαβόντες ἐκ μέρους διεσαφήσαμεν. εἰ μὲν οὖν μὴ τοὺς πατρῴους θεοὺς καταλιπόντες Αἰγύπτιοι καθ’ ἡμᾶς αὐτοὺς ὁρῶνται τὸν τῶν προφητῶν θεὸν ἐπικαλούμενοι, εἰ μὴ καθ’ ὅλης τῆς Αἰγύπτου κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ἀνεγήγερται θυσιαστήριον τῷ παρὰ μόνοις Ἑβραίοις θεολογουμένῳ θεῷ, εἰ μὴ σέσεισται τὰ χειροποίητα Αἰγύπτου, τῆς περὶ αὐτὰ δαιμονικῆς δυνάμεως ἐκλελοιπυίας, καὶ τῆς παλαιᾶς δεισιδαιμονίας ἐκ τῆς τόν Αἰγυπτίων ψυχῆς ἀρθείσης, καὶ ἔτι πρὸς τούτοις εἰ μὴ καθ’ ἑκάστην πόλιν καὶ καθ’ ἕκαστον οἶκον πόλεμος ἐμφύλιος τοῖς Αἰγυπτίοις συνίστατι, τῶν μὲν τὸν κύριον καὶ τὸ σέβας τοῦ θεοῦ τῶν προφητῶν ἀποδεξαμένων καὶ ἀποστραφέντων τὴν ἐξ αἰῶνος πολύθεον πλόνην, τῶν δὲ διὰ τὸ τοῖς πατρίοις ἔτι προστετηκέναι κακοῖς τοὺς τὸν κύριον παραδεξαμένους πολεμούντων, εἰ μὴ εἰσέτι καὶ δεῦρο ἐπερωτᾶν πειρώμενοι τοὺς ἑαυτῶν θεοὺς καὶ τὰ ἀγάλματα καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους ἀτελῆ καὶ ἄπρακτον τὴν ἐπὶ τάδε καταφυγὴν ποιοῦνται διὰ τὸ μηκέθ’ ὁμοίως ἐνεργεῖν δύνασθαι ὥσπερ τὸ πρὶν τοὺς δαίμονας, εἰ μὴ πάντα ταῦτα ἔργοις αὐτοῖς τέλος εἰληφότα δείκνυται, μή πώ μοι νομίζοιτο τὸ προφητικὸν πεπληρωσθαι λόγιον, μηδὲ τὸν θεσπιζόμενον κύριον ἐπιδεδημηκέναι τῷ βίῳ τῶν ἀνθρώπων. [8.5.4] εἰ δὲ αὐτοῖς ἔργοις κατὰ πολὺ τῶν λόγων ἐναργεστέροις εἰσέτι δεῦρο θεωροῦνται οἱ τὴν Αἴγυπτον οἰκοῦντες, οἱ μὲν τὸν θεὸν τὼν προφητῶν ἐπεγνωκότες καὶ δι’ αὐτὸν τοὺς πατρίους καταλελοιπότες θεοὺς, οἱ δὲ πρὸς τούτους στασιαστικῶς ἔχοντες, καὶ οἱ μὲν τοῦς θεοὺς αὑτῶν εἰσέτι νῦν ἐπικαλούμενοι καὶ τὰ ἀγάλματα καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας μηδέν τε ἐνεργεῖν δυναμένους, οἱ δὲ τῷ κυρίῳ τῶν προφητῶν ἐν πάσῃ τῇ Αἰγυπτίων χώρᾳ θυσιαστήριον καθ’ἑκάστην ἐκκλησίαν συστηςάμενοι, ἔν τε ταῖς θλίψεσι καὶ τοῖς κατ’ αὐτῶν διωγμοῖς οὐκέτι τὰ κνώδαλα, οὐδὲ τὰ ἑρπετὰ τῆς γῆς, ὡς θεοὺς, οὐδὲ τοὺς ἀγρίους θῆρας καὶ τὰ ἄλογα ζῷα ὁμοίως τοῖς αὐτῶν πατράσιν, ἀλλὰ τὸν επὶ πάντων θεὸν ἐπικαλούμενοι, καὶ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ φόβον ἐν ταῖς αὑτῶν διανοίαις κατειληφότες, εὐχόμενοί τε αὐτῷ εὐχὰς, ἀλλ’ οὐκέτι τοῖς δαίμοσι, καὶ ἀποδιδόντες τὰς θεοπρεπεῖς ἐπαγγελίας, πῶς οὐχ ἕπεται συνομολογεῖν καὶ τὰ πρὸ τῶν ἀποτελεσμάτων εἰς ἔργον ἤδη κεχωρηκέναι; ἦν δὲ ταῦτα τοῦ κυρίου παρουσία εἰς Αἴγυπτον οὐκ ἀσώματος ἀποβησομένη, ἀλλὰ διὰ νεφέλης κούφης, ἢ καὶ μᾶλλον διὰ πάχους ἐλαφροῦ· οὕτω γὰρ τὸ Ἑβραϊκὸν περιέχει, τὴν ἔνσαρκον αὐτοῦ παρουςίαν αἰνιττόμενον. [8.5.5–6] τοῦτον δὴ οἦν αὐτὸν προϊὼν ἐξῆς ὁ λόγος ἄνθρωπον σωτῆρα ἀπεκάλεσε φήσας “καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς.” πάλιν γοῦν κἀνταυθα τὸ Ἑβραϊκὸν “καὶ ἀποστελεῖ αὐτοῖς κύριος σωτῆρα, ὃς σώσει αυτούς” ἔχει. ὧν οὕτως ἐναργῆ τὴν ἀπόδειξιν παρεχομένων ἡγοῦμαι καὶ τοὺς χρόνους σαφεῖς γεγονέναι, καθ’ οὓς τὰ τῆς εἰς ἀνθρώπους τοῦ κυρίου παρουςίας ἐθεσπίζετο. Τοσαυτα διὰραχέων καὶ τὰ περὶ τῶν χρό νῶν τῆς τοῦ κυρίου εἰς ἀνθρώπους ἐπιφανείας συνῆκται· πλείονα δ’ ἄν τις ἐπὶ σχολῆς εὕροι καὶ τὰς λοιπὰς ἐκπεριιὼν γραφάς· ἡμεῖς γε μὴν τοῖς εἰρημένοις ἀρκεσθέντες μέτιμεν ἤδη καὶ ἐπὶ τὰς λοιπὰς προφητείας. διὸ τὰ οἰκονομηθέντα ἐν ἀνφρώποις ἀκολούθως αὐτῷ ἐκ τῶν θείων προρρήσεων ἀναλεξόμεθα. BOOK 9: ΒΙΒΛΙΟΝ ΕΝΑΤΟΝ [9.praef.1] Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ’ ἢ ταῖς ὑποσχέσεσιν ἀκολούθως διελθεῖν τὰ οἰκονομηθέντα ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δὴ τοῦ θεοῦ λόγου; περὶ οὑ τὰ προπεπονημένα ἐν ὀκτὼ τοῖς πρὸ τούτου συγράμμασι διεληλύθαμεν, τοτὲ μὲν τὴν κατ’ αὐτὸν θεολογίαν διερευνώμενοι, τοτὲ δὲ τὴν οὐρανόθεν εἰς ἡμᾶς κάθοδον καὶ τόν τε τρόπον ὁμοῦ καὶ τὴν προσηγορίαν καὶ τὸν χρόνον τῆς ἀφίξεως αὐτοῦ διασκοπούμενοι. ὧν ἀποδεδειγμένων καιρὸς ἤδη τὰ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ συνιδεῖν, παραστῆσαί τε ὅπως καὶ τούτων ἕκαστα παρ’ Ἑβραίοις προαναπεφώνητο. [9.praef.2] τό γε μὴν τῶν προρρήσεων ἀποτέλεσμα διὰ τῆς τῶν ἱερῶν εὐαγγελιστῶν μαρτυρίας καὶ τῆς δι’ αὐτῶν ἱστορηθείσης τῶν πραγμάτων ἀποβάσεως ἐπισφραγισθήσεται. πρῶτον οὖν ἁπάν- τῶν, ἐπειδὴ τὰ περὶ τῆς γενέσεως αὐτοῦ γένους τε καὶ φυλῆς καὶ σπέρματος ἀποδέδεικται, φέρε τὰ περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει αὐτοῦ νέου τινὸς καὶ ξενίζοντος παρὰ τοὺς συνήθεις ἀστέρος θεασώμεθα, ἐπεὶ καὶ τοῦτο πάλαι πρότερον ἐκ μακρόν ἄνωθεν χρόνων παρὰ Μωσεῖ βοώμενον τοῦτον ἱστόρηται τὸν τροπον· ἈΠῸ ΤΩ͂Ν ἈΡΙΘΜΩ͂Ν [9.1.1] Μώσης ἐν Ἀριθμοῖς περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν ἀστέρος φησὶ ‟φησὶ Βαλαὰμ υἱὸς Βεῶρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια θεοῦ, ἐπιστάμενος ἐπιστήμην ὑψίστου, καὶ ὅρασιν τοῦ θεοῦ ἰδὼν, ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἶ ὀφθαλμοὶ αὐτοῦ. δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω, καὶ οὐκ ἐγγίζει. ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ, καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ, καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.” [9.1.2–3] Ἐπὶ ταύτῃ φησὶ τῇ προφητείᾳ κινηθέντας τοὺς διαδόχους Βαλαὰμ (σεσῶσθαι γὰρ αὐτὴν, ὡς καὶ ἦν εἰκὸς, παρ’ αὐτοῖς, ὁπηνίκα συνεῖδον ἐν οὐρανῷ ξενίζοντά τινὰ παρὰ τοὺς συνήθεις ἀστέρα, κατὰ κορυφῆς, ὡς ἂν εἴποι τις, καὶ κατὰ κάθετον τῆς Ἰουδαίας ἐστηριγμένον) σπουδὴν πεποιῆσθαι ἐπὶ τὴν Παλαιστίνων ἀφικέσθαι γῆν, ἱστορίας ἕνεκα τοῦ διὰ φανέντος ἀστέρος σημαινομένου βασιλέως. Μαρτυρεῖ τούτοις ὁ εὐαγγελιστὴς Ματθαῖος λέγων ‟τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλῆμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ιουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ὅτε καὶ παραπαμφθέντες εἰς Βηθλεὲμ ἐπορεύθησαν, καὶ ἰδοὺ πάλιν ὁ αὐτὸς ἀστὴρ, ὃν εἶδον ἐν τῆ ἀνατολῇ προῆγεν αὐτοὺς, ἴως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μάριας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ.” [9.1.4–5] Ταῦτα μὲν τὸ ἱερὸν εὐαγγέλιον. ὁ δέ γε τῆς προφητείας λόγος ἐπὶ τῇ τοῦ ἀστέρος ἐπιτολῇ καὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσει τίνα φησὶν ἔσεσθαι συνιδεῖν ἄξιον, θραῦσιν ἀρχηγῶν Μωὰβ, καὶ προνομὴν υἱῶν Σὴθ, καὶ τῶν γε λοιπόν τοῦ Ἰουδαίων ἔθνους πολεμίων κληρονομίαν. οὗτοι δὲ ἦσαν Εδὼμ καὶ Ἠσαῦ. τί δὲ ᾐνίξατο διὰ τούτων ἢ διὰ μὲν τῶν ἀρχηγῶν· Μωὰβ τὴν τῶν ἀοράτων ἀρχόντων καθαίρεσιν, αὐτῶν δὴ τῶν πάλαι παρὰ τοῖς Μωαβίταις θεολογουμένων δαιμόνων; ἀλλ’ οὐχ ἑτέρων ἐμνήσθη, διὰ τὴν εἰδωλολατρίαν τοῦ Ἰσραὴλ τὴν ἐπὶ τῆς ἐρήμου γενομένην, ὅτε ἐτελέσθη ὁ λαὸς τῷ Βεελφεγώρ· (δαίμων δὲ ἦν οὗτος ὡς θεὸς τῷ βασιλεῖ Μωὰβ τῷ Βαλὰκ τιμώμενος.) [9.1.6] ἐπεὶ οὖν νενίκητο ὁ Ἰσραὴλ κατὰ τοῦτο τοῦ καιροῦ πρὸς τῶν ἀοράτων ἀρχόντων τοῦ Μωὰβ, λέγω δὲ παρὰ τοῖς Μωαβίταις νενομισμένων θεῶν, εἰδωλο- λάτρησαν γοῦν καὶ προσεκύνησαν τοῖς γλυπτοῖς, ὥς φησιν ἡ γραφὴ ‟καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ,” δαίμων δὲ οὗτος τῶν Μωαβιτῶν ἦν, ὅτε καὶ ἐξεπόνευσαν εἰς τὰς Μωαβίτιδας·) εἰκότως τὸ μέλλον ἔσεσθαί ποτε καὶ τὴν εἰς τοὐναντίον τῶν πραγμάτων μεταβολὴν κατὰ καιρὸν ὁ Βαλαὰμ θεσπίζει λέγων ‘‘ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει ἡγεμόνας Μωάβ·” [9.1.7–8] ὡσεὶ σαφέστερον ἔλεγε τοὺς μεγαλαυχήσαντας κατὰ τοῦ Ἰσραὴλ δαίμονας τῶν Μωαβιτῶν ἐπὶ τῇ γενέσει τοῦ προφητευομένου θραῦσίν ποτε καὶ πτῶσιν παθεῖν, ὧν θραυσθέντων τοὺς υἱοὺς Σὴθ καὶ Ἠσαῦ καὶ τὰ λοιπὰ ἔθνη, ἃ διὰ τούτων σημαίνεσθαι ἡγοῦμαι, τὰ πάλαι καταδεδουλωμένα τῇ δαιμονικῇ πλάνῃ, μεταβαλόντα τῆς δεισιδαιμονίας οἰκεῖα τοῦ θεσπιζομένου γενήσεσθαι. ‟καὶ ἔσται γάρ’ φησὶν ‟Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ.” οἶ γὰρ πάλαι ἐχθροὶ τοῦ θεοῦ καὶ τοῦ Ἰσραὴλ, φησὶ, γενήσονται κληρονομία τοῦ πὸοφητευομένου. αὐτὸς γὰρ ἦν ᾧ εἴρητο πρὸς τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ ‟αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.” ὧν εἰς τὸν κλῆρον τῶν ἁγίων μεταστάντων τἀναντία τῷ Ἰσραὴλ ἔσεσθαι θεσπίζει. [9.1.9–10] φησὶ γοῦν ‟καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ.” ὁ δὲ ἐποίησεν ἐν ἰσχύι· τὴν πάντων μεγίστην ἀσέβειαν· διὸ ἐξεγερθήσεται ἀπ’ αὐτῶν καὶ ἐξαναστήσεται. τίς οὗτος ἢ ὁ προφητευόμενος τοῦ θεοῦ λόγος, ὃς καὶ ἀπώλεσε σωζόμενον ἐκ πόλεως; οἶμαι δὲ τὴν Ἰερουσαλὴμ αἰνίττεσθαι, ἐξ ἧς ὤλετο πᾶς σωζόμενος, ἢ καὶ τὸ πᾶν τοῦ ἔθνους αὐ- τῶν πολίτευμα. ταῦτα δὲ ὁποίου τέλους ἔτυχεν, ὁμοῦ τῇ τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐκλάμψει τῶν μὲν πρὶν εἰδωλολατρῶν ἐθνῶν εἰς τὸν αὐτῶν μεταστάντων κλῆρον, τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ τῆς μητροπόλεως αὐτῶν πεπονθότων ὁποῖα οὐδεπώποτε, οὐ μακρῶν δεῖν οἶμαι λόγων. [9.1.11] Ἀλλὰ τὰ μὲν τῆς συμφωνίας τῆς τε προφητικῆς προρρήσεως καὶ τῆς εὐαγγελικῆς συμπεράνσεως ὧδέ πως ἐχέτω τέλους· τί δ’ ἦν τὸ αἴτιον τῆς ἐπιλάμψεως τοῦ φανέντος ἀστέρος συνιδεῖν ἄξιον. εἰς σημεῖά φησιν ὁ Μώσης καὶ εἰς καιροὺς τεθεῖσθαι τοὺς πάντας ἐν τῷ στερεώματι ὑπὸ τοῦ θεοῦ ἀστέρας· ξένος δὲ ἣν καὶ οὐ συνήθης, οὐδὲ τῶν πολλῶν καὶ γνωρίμων εἷς, ἀλλά τις καινὸς καὶ νέος ἀστὴρ ἐπιφανεὶς τῷ βίῳ σημεῖον ξένου φωστῆρος ἐδήλου καταλάμψαντος τῷ παντὶ κόσμῳ, ὃς ἦν ὁ Χριστὸς τοῦ θεοῦ, μέγας καὶ νέος ἀστὴρ, οὗ τὴν εἰκόνα συμβολικῶς ὁ φανεὶς τότε τοῖς μάγοις ἐπεφέρετο. [9.1.12–13] ἐπειδὴ γὰρ καθ’ ὅλης τῆς ἱερᾶς καὶ θεοπνεύστου γραφῆς ὁ προηγούμενος τῆς διανοίας σκοπὸς μυστικώτερα καὶ θεῖα βούλεται παιδεύειν μετὰ τοῦ καὶ τὴν πρόχειρον διάνοιαν σώζεσθαι ἐν μέρει τῶν ἱστορικῶς πεπραγμένων, εἰκότως καὶ ἡ μετὰ χεῖρας πρόρρησις ἐπληροῦτο πρὸς λέξιν ἐπὶ τῇ τοῦ προαναφωνηθέντος ἀστέρος ἐπὶ τῆ γενέσει τοῦ σωτῆρος ἡμῶν προφητείᾳ. γίγνονται μὲν οὖν καὶ ἐφ’ ἑτέρων ἐπιδόξων καὶ ἐπιφανῶν ἀνδρῶν ξενιζόντων ἀστέρων ἐκλάμψεις, οἶον τῶν καλουμένων παρά τισι κομητῶν, ἢ δοκίδων, ἢ πωγωνιῶν, ἤ τινων ἑτέρων τούτοις παραπλησίων ἐπὶ μεγάλοις πράγμασιν ἐξ ἔθους ἀναφαινομένων. [9.1.14–15] ἀλλὰ τί γὰρ κρεῖττον ἢ μεῖζον τῷ παντὶ κόσμῳ γένοιτ’ ἂν ποτε ἢ τὸ διὰ τῆς σωτηρίου ἐπιφανείας πᾶσιν ὑπάρξαν ἀνθρώποις νοερὸν φῶς 5 εὐσεβείας καὶ θεογνωσίας ἀληθοῦς κατάληψιν λογικαῖς ψυχαῖς κομιζόμενον; οὗ δὴ χάριν τὸ μέγα σημεῖον ὁ προφανεὶς ἐδήλου ἀστὴρ, μέγαν καὶ νέον φωστῆρα ἀπιλάμψαντα τῷ παντὶ κόσμῳ τὸν Χριστὸν τοῦ θεοῦ κᾶσιν αἰνιττόμενος. κατὰ τὸ αὐτὸ δὲ ἡ προφτεία ἄνθρωπον ὁμοῦ καὶ ἀστέρα θεσπίζει δι’ ὦν φησιν “ ἀνθρωπος ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ”, τὸν μὲν οὐράνιον φωστῆρα τὸν θεὸν λόγον εἶναι, τὸν αὐτὸν δὲ ἄνθρωπον ὀνομάζουσα. διαφόρως δὲ αὐτὸν καὶ ἐν ἑτέροις ἀνατολὴν ὁμοῦ καὶ ἥλιον δικαιοςύηνς ἀποκαλεῖ, ὡς ἐν τοῖς πρώτοις ἀπεδείξαμεν. [9.1.16] εἶτα τὸ μὲν ἐρχόμενον εἰς τὸν κόσμον,” τῷ τῆς ἀνατολῆς ἐπεφήμισε προσρήματι ξήσας “ἀνατελεῖ ἄστρον ἐξ Ἱακώβ.” τὸν δὲ ἄνθρωπον, διὰ τὸ συμβὰν τερὶ αὐτὸν πάθος, ὡς ἄν πεπτωκότα ἀναστήσεσθαι θεσπίζει, ὁμοίως οἶς καὶ Ἡσαΐας περὶ αὐτοῦ φησι “ καῖ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνισιάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι.” καὶ σαφές γε τίνα τρόπον τὸ φῶς τοῦ σωτῆρος ἠμῶν ἐκ τοῦ Ἰακὼβ ἀνατεῖλαν, τοῦτ’ ἔστιν άπὸ τοῦ ἐκ περιτομῆς λαοῦ, πᾶσι τοῖς ἔθνεσιν, ἀλλ’ οὐχὶ τῷ Ἰακῶβ, ὅθεν καὶ προῆλθεν, ἐξέλαμψε. [9.1.17–18] τοῦτο δὲ καὶ ἀπὸ πλείστων ἑτέρων πάρεστιν ἐκλαβεῖν προφητειῶν, ὡς πρὸς αὐτὸν φασκους[ων τὸν Χριστὸν “ ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν·” οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν τοῦ γένους, εὶς φῶς ἐθνῶν, δι’ὦν φησιν “ἐξελεύσεται ἐκ τοῦ σπέρματος αὐτοῦ ἄνθρωπος, καὶ κυριεύσει ἐθνῶν πολλῶν.” τίνος δὲ ἐκ στέρματος ᾔ τοῦ Ἰσραὴλ, ὡς ἡ σύμφρασις παρέστηςε; καὶ δὴ κυριεέυας ἐθνῶν ὁ τοῦ σωτῆρος ἡμῶν λόγος ἀκολούθως τῇ προφητείᾳ τὰς πάλαι πρότερον αὐτῶν ἀρχού- σὰς ἀοράτους καὶ μοχθηρὰς δυνάμεις καθεῖλε, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, τό τε στῖφος τὸ δαιμονικὸν, ἀρχηγοὺς Μωὰβ καὶ Σὴθ καὶ Ἐδὼμ καὶ Ἠσαῦ τροπικώτερον ἐν τοῖς μετὰ χεῖρας ὠνομασμένα. [9.1.19–20] ἀσαφῶς δὲ κείμενον παρὰ τοῖς ἑβδομήκοντα τὸ ‟δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω καὶ οὐκ ἐγγίζει,” σαφέστερον ὁ μὲν Ἀκύλας ἐξέδωκεν ‟ὄψομαι αὐτὸν, καὶ οὐ νῦν, προσκοπῶ αὐτὸν, ἀλλ’ οὐκ ἐγγύς·” ὁ δὲ Σύμμαχος λευκότερον, φήσας ‟ὁρῶ αὐτὸν, ἀλλ’ οὐκ ἐγγύς.’ λέγοιτο δ’ ἂν ταῦτα ὑπὸ τοῦ Βαλαὰμ ὡς μακροῖς ὕστερον μετ’ αὐτὸν χρόνοις μελλόντων ἐπιτελεσθήσεσθαι τῶν δηλουμένων· μετὰ γοῦν δισχιλιοστὸν ἔτος τῆς προρρήσεως ἐπληροῦτο ταῦτα ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιδημίας. Ἀπὸ τοῦ Ἠσαίου. [9.2.1] ‟Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.” Τὸ δ’ αἴτιον τοῦ τὸν κύριον ἥξειν εἰς Αἴγυπτον θεσπίζεσθαι τόδε μοι εἶναι δοκεῖ. πρῶτοι μὲν πάντων Αἰγύπτιοι τῆς πολυθέου καὶ δαιμονικῆς πλάνης ἀπάρξασθαι λέγονται, καὶ τοῖς λοιποῖς πᾶσιν ἀνθρώποις αἴτιοι καταστῆναι δεισιδαιμονίας, ἀλλὰ καὶ πάντων μᾶλλον περὶ τὰς δαιμονικὰς ἐνεργείας τε καὶ περιεργίας ἠσχολῆσθαι. [9.2.2] οὗτοι δὲ καὶ ὑπὸ τῆς ἐνθέου γραφῆς ἐχθροὶ τοῦ λαοῦ τοῦ θεοῦ ἄνωθεν καὶ ἐξ ἀρχῆς γεγονέναι μεμαρτύρηνται, καὶ ὅ γε παλαιὸς αὐτῶν βασιλεὺς ὁμολογῶν μὴ εἰδέναι τὸν κύριον ἀναγέγραπται, ὅτε δὴ ἔφασκεν ‟οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω.” τὸ δὴ οὖν μέγα θαῦμα τῆς ἐνθέου τοῦ Χριστοῦ δυνάμεως παραστῆσαι βουλόμενος ὁ λόγος θεσπίζει τοῦ κυρίου τὴν εἰς Αἴγυπτον ἄφιξιν, ἐφ’ ᾗ μεταβολὴν οὐ τὴν τυχοῦσαν τῶν Αἰγυπτίων ἔσεσθαι προφητεύει, λέγων ἑξῆς ‟καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον, οἶ πρὶν μὴ εἰδότες αὐτὸν, καὶ εὔξονται τῷ κυρίῳ εὐχάς”, καὶ τὰ τούτοις παραπλήσια. [9.2.3–4] ἀνωτέρω οὑν ἐν τῷ πρὸ τούτου κεφαλαίῳ κληρονομία τοῦ θεσπιζομένου Ἐδὼμ καὶ Ἠσαῦ ἐλέγετο, τῶν ἀλλοτρίων τοῦ Ἰσραὴλ οὕτω σημαινομένων· ἐνταῦθα δὲ ἡ Αἴγυπτος καὶ ὁ τῆς Αἰγύπτου λαὸς οὐκέτι τῶν εἰδώλων, ἀλλ’ αὐτοῦ παρὰ τοῖς Ἰουδαίων θεολογουμένου κυρίου θεσπίζεται. ἅπερ εἰ μὲν μὴ ὄψει συντελούμενα θεωρεῖται, οὐκ ἔστιν εἰπεῖν τὴν θεσπιζομένην ἄφιξιν τοῦ κυρίου εἰς τὴν Αἴγυπτον γεγονέναι· εἰ δὲ ὑπὲρ πάντα λόγον ἡ ἀλήθεια μαρτυρεῖ τοῖς πράγμασι, καὶ τοῖς ἀγνωμονεστάτοις ἐναργῶς δείκνυσιν αὐτοὺς Αἰγυπτίους τῆς μὲν ἐξ αἰῶνος πατροπαραδότου δεισιδαιμονίας ἀνακεχωρηκότας, οἰκειωθέντας δὲ τῷ θεῷ τῶν ταῦτα προαναφωνησάντων προφητῶν, καὶ τοῦτον μόνον σέβοντας, καὶ πάντα θάνατον ἀσπαζομένους ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας, ὥρα μὴ ἄλλως ταῦτα γεγονέναι συνομολογεῖν ἢ τοῦ κυρίου ἐληλυθότος εἰς Αἴγυπτον ἀκολούθως τῇ προκειμένῃ προρρήσει. [9.2.5–6] ἔστι μὲν οὖν καὶ ἄλλως τὸν λόγον αἰνίττεσθαι τρο- πικῶς τὸν περίγειον κόσμον, εἰς ὃν ὁ λόγος προφητεύει τὸν κύριον ἐπὶ νεφέλης κούφης ἥξειν, οὕτω τὸν ἐκ παρθένου καὶ πνεύματος ἁγίου ληφθέντα αὐτῷ ἄνθρωπον αἰνιττόμενος· χειροποίητα δὲ Αἰγύπτου σεισθήσεσθαι, τὰ τῶν ἐθνῶν ξόανα καὶ τοὺς ἐν αὐτοῖς δαίμονας, ὡς αὖ πάλιν Αἰγυπτίους ἡττω- μένους, πάντας τοὺς πάλαι πρότερον περὶ τὴν εἰδωλολατρίαν ἐπτοημένους, πλὴν ἀλλὰ καὶ σωματικῶς τοῦ σωτῆρος ἡμῶν ἐπικομισθέντος τῇ Αἰγυπτίων χώρᾳ 5 ὅτε κατὰ τὸν χρησμὸν ἀναστὰς ὁ Ἰωσὴφ παρέλαβε τὴν Μαριὰμ καὶ τὸ παιδίον καὶ ἦλθεν εἰς Αἴγυπτον, ἀπορρήτῳ δυνάμει καὶ ἐνεργείᾳ τὰς αὐτόθι τὸ πρὶν οἰκούσας πονηρὰς δυνάμεις εἰκὸς οὐ μικρῶς κεκινῆσθαι, καὶ μάλιστα ὅτε διὰ τῆς μετέπειτα διδασκαλίας αὐτοῦ μυρία πλήθη τῶν τὴν Αἴγυπτον οἰκούντων, τῆς τῶν δαιμόνων ἀποφυγόντα πλανήσεως, ἔτι καὶ νῦν τὸν τῶν ὅλων ὁμολογεῖ μόνον εἰδέναι θεόν. τὰ δ’ ἐν τοῖς ἐξῆς ἐπιλεγόμενα, αἰνιγματώδη ὄντα πλείονός τε δεόμενα πραγματείας, ἐπ’ οἰκείας σχολῆς ἑρμηνεύσομεν. Ἀπὸ τῶν Ἀριθμῶν. [9.3.1] ‟Φησὶ Βαλαὰμ υἱὸς Βεῶς, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, φησὶν ἀκούων λόγια ἰσχυροῦ ἰσχυροῦ, ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ, ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραὴλ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡς παράδεισος ἐπὶ ποταμῶν, καὶ ὡσεὶ σκηναὶ, ἃς ἔπηξε κύριος, ὡσεὶ κέδροι παρ’ ὕδατα. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ. θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ. ἔδεται ἔθνη ἐχθρῶν αὑτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυλιεῖ, καὶ ταῖς βολίσιν αὑτοῦ κατατοξεύσει ἐχθρόν. κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατηρανται.” [9.3.2–3] Ἀνωτέρω διὰ τῆς προτεταγμένης προφητείας φήσας ὁ χρησμὸς τὸν κύριον ἥξειν εἰς Αἴγυπτον ἐδήλου τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν εἰς Αἴγυπτον αὐτῷ γενησομένην· ἐν τούτοις δὲ τὴν ἐπάνοδον ἑξῆς καὶ ἀκολούθως τὴν ἀπ’ Αἴγύπτου, ἣν ἅμα τοῖς γονεῦσιν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ἐποιήσατο, θεσπίζει λέγων ‘‘θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου.” μόνος δὲ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ὁ ἐκ τοῦ σπέρματος Ἰσραὴλ καὶ τοῦ Ἰουδαίων ἔθνους προελθὼν, καὶ πολλῶν κατακυριεύσας ἐθνῶν, ὥστε ἀναμφιλόγως ὁμολογεῖσθαι πέρας ἔχειν ἐπ’ αὐτῷ καὶ τὴν παροῦσαν πρόρρησιν διαρρήδην ἐκφωνοῦσαν ὅτι δὴ ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐξελεύσεταί τις ἄνθρωπος καὶ κυριεύσει ἐθνῶν πολλῶν. [9.3.4–5] ἢ λεγέτω ὁ βουλόμενος εἰ ἔχοι ἄλλον συστῆσαι τῶν πώποτε παρ’ Ἑβραίοις ἐνδόξων πολλῶν ἐθνῶν ἄρξαντα· ἀλλ’ οὐκ ἂν εἴποι τις, ὅτι μηδὲ γέγονεν. ἐπὶ δέ γε τοῦ σωτῆρος ἡμῶν, κἂν ἡμεῖς μὴ λέγωμεν, αὐτή γε ἡ ἀλήθεια βοήσει καὶ μέγα κεκράξεται, ἄντικρυς παριστῶσα ὅπως ἡ ἔνθεος αὐτοῦ δύναμις διὰ τοὺ ἀναληφθέντος αὐτῷ ἐκ σπέρματος Ἰσραὴλ τοῦ κατὰ σάρκα ἀνθρώπου ἐκυρίευσε, καὶ εἰσέτι νῦν κυριεύει ἐθνῶν πολλῶν. αὐτὸς ἄρα οὗτος ἐκεῖνος ἦν καὶ οὐδ’ ἄλλος, ὃν ἡ προφητεία προηγόρευσε, καθ’ ὃν καὶ ἡ Γὼγ ὑψώθη βασι- τῆς Χριστοῦ δυνάμεως συναυξούσης. τοῦτον δ’ ἐνταῦθά φασιν αἰνίττεσθαι καθ’ Ἑβραίους τὸν τρόπον τὴν τῶν Ῥωμαίων βασιλείαν, ᾗ καὶ συνήκμασεν ἡ Χριστοῦ διδασκαλία. [9.3.6] μέμνηται δὲ τοῦ Γὼγ καὶ ὁ προφήτης Ἰεζεκιὴλ ‟ἄρχοντα Ῥὼς καὶ Θοβὲλ” ὀνομάζων· διὰ μὲν τοῦ Ῥὼς τὴν Ῥωμαίων, ὡς ἔοικε, πόλιν αἰνιττόμενος, ἐπεὶ καὶ ἀρχὴ καὶ κεφαλὴ κατὰ τὴν Ἑβραίων φωνὴν διὰ τοῦ Ῥὼς δηλοῦται, διὰ δὲ τοῦ Μοσὁχ τὴν Μυσίαν καὶ τὰ πέριξ ταύτης ἔθνη, ὅσα νῦν οἰκεῖα Ῥωμαίων ἐστὶ, διὰ δὲ τοῦ Θοβὲλ τὴν Ἰβηρίαν ὁ Ἰώσηπος δηλοῖ, ἀπὸ τοῦ Θοβὲλ γεγονέναι φάσκων Θοβεήλους τοὺς Ἴβηρας· ὧν ἁπάντων ἄρχοντα τὸν Γὼγ ὑψωθήσεσθαί φησιν ἐπὶ τῆς τοῦ προφητευομένου Χριστοῦ παρουσίας, ὃν ὁ θεὸς ὡδήγησεν ἐξ Αἰγύπτου, ὅτε κατὰ τὸν Ματθαῖον ἐπιβουλεύοντος τοῦ Ἡρώδου παιδὶ ὄντι αὐτῷ χρηματισθεὶς τισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἐπανῆλθεν εἰς γῆν Ἰσραήλ. δόξα δὲ μονοκέρωτος αὐτῷ τῷ Χριστῷ παρῆν, διὰ τὸ ἐν αὐτῷ εὐδοκηκέναι κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν ἱερὸν ἀπόστολον. [9.3.7] διόπερ ὡς κέρας ἐπιγραφόμενος τὸν τῶν ὅλων θεὸν καὶ πατέρα αὑτοῦ μονόκερως καὶ ἐν ἑτέραις γραφαῖς ὠνομάσθη. ὁ δ’ αὐτὸς τοῦ θεοῦ λόγος τοῖς νοητοῖς καὶ λογικοῖς αὑτοῦ βέλεσι τὸν ἐχθρὸν καὶ ἀντικείμενον αὑτῷ διάβολον πάσας τε τἀς ἀμφ’ αὐτὸν ἀοράτους καὶ πονηρὰς δυνάμεις διὰ κρείττονος καὶ ἀκαταμάχου δυνάμεως ἤλαυνεν, εἰσέτι τε νῦν κυριεύει ἐθνῶν πολλῶν, ὧν τὰ Πάχη καὶ τὸ φρόνημα τῆς σαρκὸς λεπτύνων ἐπὶ τὴν στενὴν ὁδὸν τῆς αἰωνίου ζωῆς ἐπιτηδείους κατασκευάζει. [9.3.8] ἀλλὰ καὶ κατακλιθεὶς αὐτὸς οὗτος ὁ ἐξ Ἰσραὴλ προελθὼν ἄνθρωπος, ὁ κατακυριεύσας ἐθνῶν πολλῶν, ἀνεπαύσατο, φησὶν, ὡς λέων, οὕτω δηλῶν ἣν ἐνεδέξατο οἰκονομίαν, καθ’ ἣν ὥσπερ τις βασιλικὸς καὶ θαρραλέος θὴρ ἀνεπαύσατο, μηδενὸς αὐτοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν μεταστήσασθαι δυναμένου, πάντες τε οἱ τὸν Χριστὸν εὐλογοῦντες, λόγῳ τε καὶ βίῳ σεμνύοντες τὴν ἀρετὴν τοὺ διδασκάλου, τὴς ἐκ θεοῦ μετειλήφασιν εὐλογίας, αὔξοντες ὁσημέραι καὶ πληθύνοντες, κατὰ τὸ “αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν,” ἀληθέστερον ἐπ’ αὐτῶν καὶ θεοπρεπέστερον τῆς θείας ἐκτελουμένης φωνῆς· ὡς ἔμπαλιν οἱ ἀπὸ πρώτης τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς εἰσέτι καὶ νῦν αὐτὸν ἐν τοῖς αὑτῶν συνεδρίοις ἀρώμενοι, τὴν ἐκ θεοῦ κατάραν ἐξ ἐκείνου καὶ εἰσέτι δεῦρο καθ’ ἑαυτῶν ἐπεσπάσαντο. [9.3.9–10] Διὸ καὶ τὴν ἐσχάτην οὐ μόνον τῆς βασιλείας, ἀλλὰ καὶ τοῦ πάλαι σεμνοτάτου αὐτῶν ἁγιάσματος ἐρημίαν τε καὶ φθορὰν οὐ παύονται πρὸ ὀφθαλμῶν ὁρῶντες. ἄξιον δὲ παραθεῖναι τοῖς μετὰ χεῖρας τὴν πρὸς τὸν Ἰούδαν τοῦ Ἰακὼβ προφητείαν, ἣν καὶ αὐτὴν ἐναργέστατα εἰς τὸν ἡμέτερον σωτῆρα ἐφαρμόζειν προπαρεστήσαμεν, συνιδεῖν τε τὴν ἐν ἑκατέροις συμφωνίαν. ὡς γὰρ ἐνταῦθα εἴρηται “ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ” (δῆλον δ’ ὅτι τοῦ Ἰακώβ,) Οὕτω κἀκεῖ “ἐκ βλαστοῦ υἱέ μου ἀνέβης” εἰρητο ὑπ’ αὐτοῦ τοῦ Ἰακὼβ πρὸς τὸν προφητευόμενον. [9.3.11–13] Καὶ ὡς ἐπὶ τοῦ Παρόντος λέγεται τὸ “καὶ κυριεύσει ἐθνῶν πολλῶν” ὁμοίως καὶ ἴν ἐκείνοις τὸ ‟καὶ αὐτὸς᾿ ἔσται προσδοκία ἐθνῶν.” καὶ πάλιν ἐνταῦθα μὲν ‟ ἔδεται” φησὶν‘ ἔθνη ἐχθρῶν αὑτοῦ, καὶ ταῖς βολίσιν αὑτοῦ κατατοξεύσει ἐχθρόν·’· ὡσαύτως δὲ καὶ ἐν ἐκείνοις αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου ἐλέγετο. καὶ τὸ ‟σκύμνος λέοντος Ἰούδα” καὶ τὸ ‟ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν ἐν ἐκείνοις εἰρημένον οὐδέν μοι δοκεῖ διαφέρειν τῆς μετὰ χεῖρας λέξεως φασκούσης ‘κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος, τίς ἀναστήσει αὐτόν;” ταῦτα δὲ εἰκότως εἰς ταὐτὸν συνηγάγομεν, ἔν ὥσπερ ἐπὶ στόματος δύο μαρτύρων τῆς ἐν ταῖς προφητείαις συμφωνίας ἡ περὶ τοῦ σωτῆρος ἡμῶν ἀπόδειξις βεβαιοτέραν λάβοι τὴν κύρωσιν. πάντα δ’ οὖν τὰ εἰς τὴν τοῦ Ἰακὼβ πρόρρησιν τεθεωρημένα ἁρμόσειεν ἂν καὶ εἰς τὴν τοῦ Βαλαὰμ, τῆς ὁμοιότητος τῶν λεγομένων ἕνεκα. εἰ δὴ οὖν ἐκεῖνα διὰ πολλῆς ἀποδείξεως ἐπὶ τὸν ἡμέτερον σωτῆρα πεπληρωμένα συνέστη, ἀκόλουθον ἂν εἴη καὶ τὰ παρόντα ὁμολογεῖν. Ἀπὸ τοῦ Ὠσηὲ. [9.4.1–2] ‟Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται, ὡς ἄρχων Σαλαμὰν ἐκ τοῦ οἴκου Ἱεροβοὰμ, ἐν πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν. οὕτω ποιήσω ὑμῖν οἶκος Ἰσραὴλ ἀπὸ προσώπου τῶν ἀδικιῶν ὑμῶν. ὄρθρου ἀπερρίφη βασιλεὺς Ἰσραὴλ, διότι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ.” Δουλεύσας τῷ Ἑβραικῷ ‟ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου” ἐξέδωκεν ὁ Ἀκύλας. ἀναγκαίως δὲ ῥητὸν ἐπεσημειωσάμην, ἐπείπερ καὶ ὁ Ματθαῖος τέθειται τὴν προφητείαν, ὁπηνίκα εἰς Αἴγυπτον διακομισθῆναι τὸν Ἰησοῦν κἀκεῖθεν ἐπανελθεῖν ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἐδήλου. εἰ δὲ ἐπιμέμφοιτό τις τῇ εἰς Αἴγυπτον ἀναχωρήσει τοῦ σωτῆρος ἡμῶν, ἴστω κατὰ λόγον αὐτὴν γεγονέναι. [9.4.3–4] οὔτε γὰρ ἐπισχεῖν τὸν Ἡρώδην τῆς αὐτοπροαιρέτου κακίας προσῆκον ἦν οὔτ’ αὖ βρέφος ἔτ’ ὄντα τὸν σωτῆρα τῶν θαυμάτων ἀπάρξασθαι καὶ πρὸ καιροῦ τὴν θείαν ἐπιδείκνυσθαι δύναμιν, ὅπερ ἂν ἐπράχθη, εἰ παραδόξως ἐπιβουλεύοντα αὐτῷ τὸν Ἡρώδην μετῆλθεν, μηδαμῶς ὑπομείνας τὴν εἰς Αἴγυπτον ἅμα τοῖς γονεῦσιν ἀναχώρησιν. ἀλλὰ γὰρ ἦν τῆς κρείττονος οἰκονομίας ἐπὶ καιροῦ τοῦ προσήκοντος τῶν τῆς θεότητος ἀπάρξασθαι θαυμάτων ᾧ γε διὰ παντὸς τοῦ βίου τὸ πρᾶον καὶ ἀνεξίκακον μεμαρτύρηται, προχείρῳ μὲν εἰς τὰς εὐποιίας καὶ τὰς κοινὰς εὐεργεσίας γενομένῳ, μηδένα δὲ τῶν μὴ ἀκουόντων ἀμυνομένῳ, μηδ’ ὅτε ‟ὡς ἐπὶ σφαγὴν ἤγετο καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος.” [9.4.5–6] πῶς οὖν εἰκὸς ἦν τὸν τοιοῦτον δεῖν ἐν παιδίῳ μὴ οὐχὶ ὑποχωρῆσαι τῇ τοῦ Ἡρώδου κακίᾳ, ᾧ καὶ ἐν ἀνδρὶ τὸ ἀναχωρεῖν καὶ τοὺς πονηροὺς ἐκκλίνειν μεμαρτύρηται, ἐπικρύπτεσθαί τε καὶ ὑποφεύγειν τὸν ἐπὶ ταῖς παραδοξοποιίαις ἔπαινον; παρῄνει γοῦν τοῖς ὑέ αὐτοῦ θεραπευομένοις μηδενὶ λέγειν. εἰ δ’ ἐπὶ τὸν λαὸν τὴν προφητείαν ἀναφέροι τις, φάσκων περὶ τοῦ ἐκ σπέρματος τοῦ Ἰσραὴλ λαοῦ εἰρῆσθαι, ἐπιστησάτω τι] τοῦ λόγου ἀκολουθίᾳ, ταῦτα ἔσεσθαι φησάσῃ μετὰ τὸ εἰπεῖν ὡς πρὸς αὐτὴν τὴν Ἱερουσαλὴμ ‟καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται.” [9.4.7–8] καὶ ἅπερ, φησὶν, ὁ τοιόσδε ἄρχων πέπονθεν κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον ἐν ᾧ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, τὰ παραπλήσια καὶ ὑμῖν αὐτοῖς ποιήσω διὰ τἀς κακίας ὑμῶν. ὑμῖν δὲ τίσιν ἢ τοῖς καλουμένοις Ἰσραηλίταις, οἳ καὶ ἀπερρίφητε σὺν τῷ βασιλεῖ ὑμπῶν, τὸν Ἡρώδην αἰνιττόμενος; καὶ ταῦτά γε πάντα πεπόνθατε ‟διότι παῖς” φησὶν ‟Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αιγύπτου ἐκάλεσα τὸν υἱόν μου.” πῶς γὰρ οἶόν τε κατὰ τὸ αὐτὸ τοῖς αὐτοῖς ἐπιμέμφεσθαι καὶ πάλιν τοὺς αὐτοὺς ἐπαινεῖν; ἀλλ’ ἦν ὁ ἀληθὴς νοῦς ταύτην ἔχων τὴν θεωρίαν. Ἰσραὴλ γὰρ ὁ Χριστὸς καὶ καθ’ ἑτέρας ἀνηγόρευται προφητείας, ὥσπερ οὖν καὶ ἐπὶ τῆς παρούσης. ρούσης. [9.4.9–11] ἐπειδὴ τοίνυν οὗτος, φησὶν, ὑπήκοος μοι γενόμενος μορφὴν δούλου εἴληφε, καὶ γέγονε παιδίον ἀγαπητὸν ἐμοὶ, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλὴν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς Αἰγύπτου εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν, οὕτω δηλουμένου τοῦ περιγείου τόπου, ἢ καὶ ἐξ αὐτῆς τῆς προχείρου, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην· ὑμὰς δὲ, τοὺς πρὸς οὓς ὁ λόγος, σὺν καὶ τῇ ὑμετέρᾳ βασιλείᾳ ὄλεθρος καὶ ἀπώλεια παραλήψεται. ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δὲ ὅπως ἀπὸ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τοῦ Ἰουδαίων ἔθνους αὐτονομία τε καὶ ἀρχή. πλὴν ἀλλὰ τρίτον ἤδη τὰ περὶ τῆς Αἰγύπτου καὶ τῆς αὐτόθι ἀφίξεως αὐτοῦ πεπροφήτευται. εἰ δέ τις αὐτὰ μηδαμῶς ἐφαρμόζειν ἐπὶ τὸν ἡμέτερον λέγοι σωτῆρα, ἀλλά γε τῆς τοῦ Ματθαίου παραθέσεως ἀπὸ τῆς παρὰ Μωσεῖ μαρτυρίας αὐτῷ παρειλημμένα, ἣν καὶ ἀρτίως διεληλύθαμεν τὸ ‟ὁ θεὸς ἐξ Αἰγύπτου” διηγούμενοι, ἐπεὶ μηδ’ αὐτὸς ὁ εὐαγγελιστὴς ἀπὸ τῆς τοῦ Ὠσηὲ προφητείας εἰλῆφθαι αὑτῷ τὸ λόγιον ἔφησεν, ὡς δύνασθαι καὶ πόθεν ἐπιζητήσαντας εὑρεῖν αὐτὸ κείμενον, ὅθεν εἰκὸς τὸν εὐαγγελιστὴν πεποιῆσθαι αὐτοῦ τὴν ἔκθεσιν. Ἀπὸ τοῦ Ἡσαΐου. [9.5.1–2] ‟Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. πάσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος, καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, αἱ τραχεῖαι εἰς ὁδοὺς λείας. καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, ὅτι κύριος ἐλάλησεν.” Ἔδει καὶ ταύτην ἐπὶ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἐλθεῖν τὴν πρόρρησιν. διόπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν ‟ἐν ἔτει πεντεκαιδεκάτῳ ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τῶν τούτῳ συναριθμουμένων, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην, τὸν τοῦ Ζαχαρίου υἱὸν, ἐν τῇ ἐρήμῳ· ὃς ἐλθὼν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐκήρυσσε βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.” τούτοις δ’ οὖν ὁ εὐαγγελιστης ἐπιμαρτυρεῖ λέγων καθὼς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου” καὶ τὰ ἑξῆς. [9.5.3–4] τί δὴ οὖν ἐβόα ἡ διὰ τοῦ Ἰωάννου φωνὴ ἐπὶ τῆς ἐρήμου κηρύσσουσα, ἢ τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ, ὡς ἑρπετοῖς ἐρήμου τυγχάνουσιν, οἰκείως τῷ ‟ γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ἐμὶν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς ” πάλιν τε αὖ τἀς σκολιὰς ψυχὰς εἰς εὐθείας καὶ τὰς τραχείας εἰς ὁδοὺς λείας μετασκευάζουσα ἔφασκε τοῖς αὐτοῖς ‟ ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας.’ καὶ ταῦτά γε συνετελεῖτο προπαρασκευάζοντος Ἰωάννου τοὺς ὀψομένους τὴν δόξαν κυρίου, καὶ τὸ καλούμενον σωτήριον τοῦ θεοῦ, οὐκ ἄλλον ὅντα τοῦ Χριστοῦ, ὡς ἐμαρτύρει λέγων ‟ ἐγὼ μὲν ὑμὰς ὕδατι βαπτίζω, ἔρχεται δὲ ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὑ οὐκ εἰμὶ ἄξιος τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί.” [9.5.5] ὃς καὶ ἰδὼν τὸν Ἰησοῦν ἐρχόμενον ἀνεφώνησεν ‟ ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονε.” τὸν αὐτὸν δὲ εἶναι τὸ σωτήριον τοῦ θεοῦ καὶ ὁ Συμεὼν ἐμαρτύρησεν, ὃς λαβὼν ἐπὶ ταῖς ἀγκάλαις βρέφος ὄντα τὸν Ἰησοῦν ἔφη ‟νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου; ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὁ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθυῶν.“ [9.5.6–7] οἷς συνᾴδει καὶ ὁ προφήτης καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ ” τὸ γὰρ πάσα σὰρξ ἀντὶ πάντων εἴρηται τῶν ἐθνῶν ὅπως δὲ ταῦτα τέλους ἔτυχε καὶ τὰ ἔθνη τὸν Χριστὸν ἐπέγνω τοῦ θεοῦ μακρῶν οὐ δεῖ λόγων. καὶ τὰ μὲν ῥητὰ τοῦτον ἐπληροῦτο τὸν τρόπον· τί δ’ ἦν τὸ αἴτιον τοῦ μὴ ἐν πόλεσι, μηδ’ ἐπ’ αὐτῆς τῆς Ἱερουσαλὴμ, ἀλλ’ ἐπὶ τῆς ἐρήμου Ἰωάννην παρελθόντα κηρύττειν ; ὁ μέν τις φήσαι ἂν εἰς ἀποπλήρωσιν τῆς προφητείας τοῦτο αὐτὸν πεποιηκέναι. [9.5.8] ἀλλ’ ὁ ἀκριβὴς εὐθέως ἐξετάζων, αὕτη δὲ ἡ προφητεία τί ποτ’ ἄρα σημαίνειν βουλομένη τὴν ἔρημον καὶ τὰ κατ’ αὐτὴν ἐδήλου, πεύσεται · πρὸς ὃν φήσομεν ὅτι καὶ τοῦτο σημεῖον ἦν καθαιρέσεως τῆς Ἱερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ θυσιαστηρίου, τῆς τε κατὰ τὸν Μώσεως νόμον λατρείας, ὅτε μηκέτ’ αὐτοῖς διὰ τῶν κατὰ νόμον θυσιῶν τὰ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν προυξενεῖτο, ἀλλὰ διὰ καθάρσεως λουτροῦ ἐπὶ τῆς πάλαι διψάδος καὶ ἐρήμου, λέγω δὲ τῆς τῶν ἐθνῶν ἐκκλησίας, παραδιδομένου, ἐν ᾗ καὶ ἡ προφητικὴ γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται τὴν ὁδὸν κυρίου, τὰς μὲν κάτω που εἰς βάθος κακίας ὡς ἐν φάραγγι κειμένας ψυχὰς ἐπαρθήσεσθωι, τὰ δὲ πάλαι ὑψώματα τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐπ’ αὐτῆς ἀρχόντων τε καὶ βασιλέων, ὄρη καὶ βουνοὺς ὀνομαζόμενα, ταπεινωθήσεσθαι θε- σπίζουσα. [9.5.9–10] ὧν ἐπιτελεσθέντων φησὶ ‟πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ,” δῆλον δ’ ὅτι πᾶσα ἡ ἐν σαρκὶ ἐπὶ γῆς ἀναστρέφουσα ψυχὴ Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων καὶ πάντων ἁπαξαπλῶς τῶν ἐθνῶν, ἃ καὶ τῇ προρρήσει ἀκολούθως εἰς πέρας ἐλθόντα δείκνυται. ζητῶν δὲ παρ’ ἐμαυτῷ τί ἄρα ἦν τὸ ἐκπλῆξαν τοὺς πολλοὺς ἐν τῷ Ἰωάννῃ, ὡς θαυμάσαι αὐτὸν καὶ κηρύττοντι βάπτισμα μετανοίας πιστεῦσαι, πάντας τε πανταχόθεν τὰ οἰκεῖα ἀπολιπόντας συρρεῖν ἐπὶ τὴν ἔρημον, μάλιστα ὅτε μηδεμίαν αὐτοῦ πρᾶξιν ἱστοροῦσιν οἱ λόγοι· οὔτε γὰρ νεκροὺς ἐγείρας οὔτε ἕτερα θαύματα πεποιηκὼς ἀναγέγραπται· τί δὴ οὖν ἦν τὸ ἐκπλῆξαν τοὺς πάντας; ἢ μήποτε ὁ ξένος καὶ παραλλάττων τοὺς πολλοὺς αὐτοῦ βίος; προῄει γὰρ ἐκ τῆς ἐρήμου ξένην ἠμφιεσμένος στολὴν, πάσαν δὲ τὴν κοινὴν ἀνθρώπων διατριβὴν ἐκτρεπόμενος οὔτε γοῦν εἰς κώμην οὔτε εἰς πόλιν οὔτε εἰς κοινὸν σύλλογον ἀνδρῶν παρέβαλλεν, ἀλλὰ οὐδὲ τῆς κοινῆς μετεῖχε τροφῆς· [9.5.11–12] γέγραπται γοῦν ὡς ἐκ τῆς τοῦ παιδὸς ἡλικίας ‟ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς Ἰσραήλ·” ἀλλὰ καὶ τὸ ἔνδυμα αὐτοῦ ἦν ἐκ τριχῶν καμήλων πεποιημένον, ἡ δὲ τροφὴ αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.” μή πη οὖν ὁρῶντες ἄνδρα, ναζιραῖον μὲν θεοῦ τὴν τρίχα, θεοπρεπὲς δὲ πρόσωπον ὑποφαίνοντα, σχῆμά τε ξένον περιβολῆς ἠμφιεσμένον, ἀθρόως ποθὲν ἐξ ἀφανοῦς ἐρήμου φαινόμενον, καὶ μετὰ τὸ κήρυγμα πάλιν εἰς τὴν ἔρημον καὶ εἰς τὸ ἀφανὲς ὑποχωροῦντα, καὶ ἄποτον, ἄτροφον, ἀκοινώνητον τοῖς πολλοῖς, εἰκότως ἐξεπλήττοντο, μηδ’ ἄνθρωπον αὐτὸν ὑπονοοῦντες ὑπάρχειν; πῶς γὰρ οὐ τὸν μηδὲ ἒν χρείᾳ τροφῆς γινσμενον; διὸ καὶ ἄγγελον αὐτὸν ὑπειλήφεσαν εἶναι, τοῦτον αὐτὸν ἐκεῖνον τὸν διὰ τοῦ προφήτου δηλούμενον κατὰ τὸ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.·’ κέχρηται γοῦν τῇ παραθέσει καὶ ταύτης τῆς γραφής Μάρκος ὁ εὐαγγελιστής. [9.5.13–15] καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ λέγων ἦλθεν ὁ Ἰωάννης πρὸς ὑμὰς μήτε ἐσθίων μήτε πίνων, καὶ λέγετε, δαιμόνιον ἔχει.” τοὺς γὰρ ἀπιστοῦντας καὶ πρὸς. τὰ ἀληθῆ δυσχερεῖς καὶ δυσενδότους εἰκὸς ἦν διὰ τὸν εἰρημένον τοῦ Ἰωάννου βίον τοιαῦτα αὐτὸν βλασφημεῖν, ὡς ἔμπαλιν τοὺς συνῃσθημένους τῆς κατ’ αὐτὸν ἀρετῆς ἄγγελον ὑπολαμβάνειν. ταῦτα γοῦν ἡγοῦμαι τοῖς τὸν Ἰωάννην ὁρῶσι θαῦμα περὶ αὐτοῦ παρασχεῖν· διὸ καὶ συνέ- τρεχον πανταχόθεν ἐπὶ τὴν δι’ αὐτοῦ κηρυττομένην τῆς ψυχῆς χῆς κάθαρσιν. μέμνηται δὲ τῆς κατ’ αὐτὸν ἱστορίας Ἰώσηπος ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας τοῦτον γράφων τὸν τρόπον ‘‘τισὶ δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλωλέναι τὸν Ἰουδαίων στρατὸν ὑπὸ τοῦ θεοῦ, καὶ μάλα δικαίως τιννυμένου κατὰ ποινὴν Ἰωάννου τοῦ καλουμένου βαπτιστοῦ. κτείνει γὰρ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα, καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσι καὶ τῇ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι. οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδέκτην αὐτῷ φαίνεσθαι.” Απὸ τοὐ αὐτοῦ. [9.6.1–2] ‟ Εύφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, κα ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου.” οἶς ἐπιλέγει ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰδχύσατε, μὴ φοβεῖσθε. ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ άνταποδώσει. αὐτὸς ἤξει καὶ σώσει ἡμὰς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων· ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ. ” [9.6.3–4] Καὶ ταῦτα διὰ τῶν τοῦ σωτῆρος ἡμῶν προφαως παραδόξων ἔργων ἐπληροῦτο μετὰ τὸ Ἰωάννου κήρυγμα. ὅρα τοιγαροῦν ὅπως τὴν ἔρημον εύαγγελίζεται, οὐχ ἁπλῶς, οὐδὲ τὴν τυχοῦσαν, ἀλλ’ ἐκείνην ἀφωρισμένως καὶ μόνην τὴν παρὰ τῷ Ἰορδάνῃ ποταμῷ. ταμῷ. ἐπειδήπερ παρὰ ταύτῃ διατρίβων ὁ Ἰωάννης ἐβάπτιζεν, ὡς ἡ γραφὴ μαρτυρεῖ λέγουσα ἐγένετο Ἰωάννης ἐν τῇ ἐρήμῳ βαπτίζων, καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ.” [9.6.5–6] τὴν μὲν οὖν ἔρημον τῆς πάλαι πάντων τῶν κατὰ θεὸν ἀγαθῶν ἐρήμου, λέγω δὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, σύμβολον περιέχειν ἡγοῦμαι, τὸν δὲ ποταμὸν τὸν ἐπὶ τῆς ἐρήμου καθαίροντα πάντας τοὺς ἀπολουομένους ἐν αὐτῷ καθαρσίου τινὸς εἶναι κατὰ διάνοιαν θεωρουμένου εἰκόνα, περὶ οὗ διαλαλοῦσιν αἱ γραφαὶ λέγουσαι ‟ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ ” σημαίνει δὲ τοῦτο τὴν ἀέναον ἐπιρροὴν τοῦ θείου πνεύματος ἄνωθεν πηγάζοντος καὶ τὴν τοῦ θεοῦ πόλιν ἄρδοντος, οὕτω καλουμένης τῆς κατὰ θεὸν πολιτείας. οὗτος δὴ οὖν ὁ ποταμὸς τοῦ θεοῦ καὶ μέχρι τῆς ἐρήμου κατελήλυθεν, δηλαδὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ταύτῃ τῶν ἐν αὐτῷ ζωτικῶν ναμάτων εἰσέτι νῦν ἐπιχορηγεῖ. πρὸς τούτοις ἡ προφητεία τῇ δηλωθείσῃ ἐρήμῳ δοθήσεσθαί φησι τὴν δόξαν τοῦ Λιβάνου καὶ τὴν τιμὴν τοῦ Καρμήλου. [9.6.7–8] τίς δ’ ἔστιν ἡ δόξα τοῦ Λιβάνου ἢ ἡ διὰ θυσιῶν κατὰ τὸν Μώσεως νόμον ἐπιτελουμένη λατρεία, ἣν παραιτησάμενος ὁ θεὸς διὰ τῆς λεγούσης προφητείας ‟ἱνατί μοι λίβανον ἐκ Σαβᾶ φέρετε;” καὶ “τί μοι πλήθος τών θυσιών υμώνέπϊ τήν §ρημον τοῦ Ἰορδάνον μετατέθεικε τήν δόξαν τής Ιερουσαλήμ, τής κατ εύσέβειαν αγωγής ουκ έπι "Ιερουσαλήμ, αλλ1 έπϊ τής έρημου Ουντελεΐσθαι άρξαμένης από τών Ιωάννου χρόνων. ωσαύτως δ\ καϊ ή τιμή τού νομού τώντε κατ αυτόν σωματικωτερον νενομοθετη- μένων δέδοται τή έρήμω τού Ιορδανού δια τήν άπο- δοθείσαν αίτίαν, ότι μηκέτ έπϊ τήν Ιερουσαλήμ προσέφευγον οί τής κατά φνχήν θεραπείας δεόμενοι, αλλά έπι τήν όνομαξομένην έρημον, τής έν αυτή κηρυττομένης αφέσεως τών άμαρτημάτων ενεκεν. [9.6.9] οἶμαι δϊ καϊ τού oωτήρος ημών τήν έπϊ τό βάπτισμα παρουσία ν δηλούσθαι διά τού 'καϊ ο λαός μου όφεται τήν δόξα ν κυρίου καϊ τό ύφος τού θεού” τότε γάρ και ώφθη τού oωτήρος ημών ή δόξα “ότε βαπτισθείς άνέβη από τού ύδατος, καϊ άνεώχθηΟαν αύτώ οί ού- ρανοί, καϊ είδε τό πνεύμα τού θεού καταβαΐνον ώσεϊ περιστεράν, και μένον έπ' αυτόν, οτε καϊ φωνή έκ τών ουρανών ηκούσθη λέγουσα, ουτός έστιν ό υιός μου ό αγαπητός, έν ω ηύδόκησα10. αλλά καϊ πάς ό γνησίως έπϊ τό τού λουτρού παριών μυΟτήριον, τήν περϊ τού Χριστού παραλαβών θεολογίαν, τήν δόξαν αύτού θεάσεται, λέξων αν ομοίως τω Παύλω (εί καϊ έγνώκαμεν κατά σάρκα ΧριΟτόν, άλλά νύν ούκέτι γινώσχομεν.” Ἀπό τού Ψαλμού V. [9.7.1–2] “ Ὁ κατσικών έν βοήθεια τού νφίστου έν σκέπη τού θεού τού ούρανού αυλισθησεται. έρεΐ τώ κυρίῳ, ἀντιλήπτωρ μου εἷ καὶ καταφυγή μου, ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτὸν, ὅτι αὐτὸς ῥύ- σεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταρα- χώδους. ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοὶ, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. ὅπλῳ κυκλώσει σε σε ἡ ἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. ὅτι σὺ, κύριε, ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. [9.7.3–4] ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. ” Ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, καθ’ ὃ ἐνηνθρώπει ἐπινοούμενος, ὁ κατοικῶν λέγεται ἐν βοηθείᾳ τοῦ ὑψίστου, ἐν σκέπη τοῦ θεοῦ καὶ πατρὸς αὐλιζόμενος. οὗτος δὴ οὖν μόνον τὸν πατέρα καὶ οὐδ’ ἕτερον καταφυγὴν ἐν τῷ καιρῷ τοῦ κατὰ τὸν διάβολον πειρασμοῦ κεκτημένος ἐρρύσθη ποτὲ ἐκ τῶν παγίδων τῶν ἀντικειμένων δυνάμεων, θηρευτῶν νῦν ὀνομαζομένων, ὁπηνίκα, οἷά τις κοινὸς ἄνθρωπος ‘‘ἀνήχθη εἰς τὴν ἔρημον, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν, ὡς ὁ εὐαγγελιστὴς μαρτυρεῖ, μετὰ τῶν θηρίων.’ [9.7.5–7] ποίων δὲ τούτων ἢ ὧν μνημονεύει ὁ μετὰ χεῖρας Ψαλμὸς, πρὸς τὸν ἐν βοηθείᾳ τοῦ ὑψίστου κατοικοῦντα λέγων ‟ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.” οὐ μόνον δὲ ἀπὸ τούτων ῥυσθήσεσθαι τὸν αὐτὸν, ἀλλὰ καὶ ἀπὸ λόγου ταραχώδους φησίν. τίς δ’ ἂν εἴη καὶ οὗτος ἢ ὅνπερ αὐτῷ προύτεινεν ὁ πειράζων κατὰ τὸ ἱερὸν εὐαγγέλιον; Τὸ δ’ αἴτιον τοὐ πειράζεσθαι τὸν τηλικοῦτον σωτῆρα ἡμῶν σκοπῆσαι ἄξιον. μέλλων ἐξ ἀνθρώπων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τά τε ἐνοχλοῦντα πνεύματα καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐξ αἰῶνος μακροῦ τῶν ἐπὶ γῆς πάντων διὰ τῆς πολυθέου δεισιδαιμονίας κεκρατηκότας ἐλαύνειν, οὐκ ἐκ τοῦ ἀφανοῦς ὥσπερ ἐπικρυπτόμενος ἐπὶ τὰ εἰρημένα παρῄει, τοῖς παρενοχλοῦσι δὲ πρότερον ἀοράτοις ἄρχουσι δι’ οὗ ἀνείληφεν ἀνθρώπου ἐπιστρατεύσας, καὶ εἰς μέσον αὐτοῦ τοῦ διαβόλου καὶ παντὸς τοῦ δαιμονικοῦ στίφους παρελθὼν, ἐπιβάς τε ἀσπίδι καὶ βασιλίσκῳ, καὶ καταπατήσας λέοντα καὶ δράκοντα, καὶ πολὺ πρότερον καθελὼν τῶν ἀρχοντικῶν ἐχθρῶν χιλιάδας καὶ μυριάδας, τὰς μὲν ἐκ τῶν δεξιῶν, τὰς δὲ ἐκ τῶν εὐωνύμων πολεμούσας, ἀρχάς τε καὶ ἐξουσίας, καὶ δὴ καὶ ‟ τοὺς λεγομένους κοσμοκράτορας τοῦ σκότους τούτου, τά τε πνευματικὰ τῆς πονηρίας,” πάντα δὴ οὖν ταῦτα τὸ μηδὲν ἰσχύειν ἀπελέγξας, καὶ τέλος αὐτὸν τὸν τῶν κακῶν ἔξαρχον διάβολον τῷ λόγῳ τοῦ στόματος αὑτοῦ μακρὰν ἀπο- σοβήσας, διελθών τε καὶ ἐμπεριπατήσας τὴν ἀντι- κειμένην ἅπασαν δύναμιν, καὶ ἑαυτὸν μὲν παρασχὼν τοῖς θέλουσι προσιέναι καὶ πειράζειν, μηδενὸς δὲ στῆναι πρὸς αὐτὸν δεδυνημένου, οὕτως ἐπὶ τὴν τῶν ἀνθρώπων σωτηρίαν παρῄει. διὸ καὶ ὁρῶντες αὐτὸν οἶ δαίμονες ἐπεγίνωσκον ἀπὸ τῆς προδηλωθείσης κατὰ τὴν ἔρημον διατριβῆς, φάσκοντες αὐτῷ ‟τί ἡμῖν καὶ σοὶ Ἰησοῦ υἱὲ τοῦ θεοῦ;” [9.7.8] Ταῦτα μὲν οὑν περὶ τῶνδε. τὰ δὲ ἐξῆς τοῦ Ψαλμοῦ πρὸς αὐτὸν ἀναπεφώνηται τὸν Χριστὸν ἀπὸ ‟ ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι,” δηλονότι ὁ ὕψιστος ‟ καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.” καὶ ἐπει- δήπερ ἡμέραις τεσσαράκοντα καὶ ταῖς τοσαύταις νυξὶν ἐπειράζετο, περὶ μὲν τῶν ἀμφὶ τὰς νύκτας ἐπιόντων αὐτῷ λέλεκται οὐ φοβηθήσῃ ἀπὸ φόβου πολεμούντων περὶ δὲ τῶν ἀμφὶ τὰς ἡμέρας αὐτὸν πολεμούντων τὸ ‟ ἀπὸ βέλους πετομένου ἡμέρας. [9.7.9–10] καὶ αὖθις περὶ μὲν τῶν ἐν νυκτὶ ‟ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου·” περὶ δὲ τῶν ἐν ἡμέρᾳ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. εἶτ’ ἐπείπερ ἐν τῷ πειράζειν δυνάμεις πονηραὶ ἐκύκλουν αὐτὸν, αἶ μὲν τὰ δεξιὰ πλευρὰ συνεῖχον αὐτοῦ, πολὺ δὲ πλείους τῶν ἀριστερῶν, ὡς ἂν κραταιότερα μέρη τὰ δεξιὰ, εἰκότως αὐτῷ ἐπιλέγεται πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·” κλίτους ἀντὶ τοῦ ἀριστεροῦ ὠνομασμένου, παρασεσιωπημένου δὲ εἰκότως τοῦ ὀνόματος τοὐ ἀριστεροῦ, τῷ μηδὲν σκαιὸν μηδὲ ἀριστερὸν εὑρίσκεσθαι ἐν αὐτῷ. καὶ ἐπειδὴ ὅλη μυριὰς, ὁμοῦ δὲ καὶ χιλιὰς ἔκ τε τοῦ κλίτους αὐτοῦ καὶ ἀπὸ τῶν δεξιῶν πεσεῖσθαι λέγονται, εἰκότως ἐπὶ τούτοις ἐξῆς εἴρηται ‘‘πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.· [9.7.11–13] καὶ ἔσται ταῦτα, φησὶ, περὶ σὲ τὸν Χριστὸν τοῦ θεοῦ, ‟ ἐπειδήπερ σὺ αὐτὸς, ὦ κύριε, ὃς τυγχάνεις ὢν ἡ ἐμὴ ἐλπὶς, τὸν ὕψιστον ἔθου καταφυγήν φυγήν σου.” ἔνθα καὶ ἐπιστήσεις τίνα τρόπον ὁ προφήτης πρὸς αὐτὸν τὸν κύριόν φησιν ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου,” διαιρῶν ἀκριβῶς ἕτερον ἰδίως κύριον καὶ τὸν τούτου πατέρα θεὸν ὕψιστον. διὸ ἐπειδήπερ αὐτὸν ὡς πατέρα καὶ θεὸν ὕψιστον καταφυγὴν ἑαυτοῦ ὁ Χριστὸς τέθειται, λέλεκται αὐτῷ τὸ ‟ οὐ προσελεύ- σεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.” [9.7.14] καὶ ἐπιμελῶς γε τήρει τίνα τρόπον ἐν τῷ ‟ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου” τὸ κύριε διὰ τοῦ τετραγράμμου ὀνόματος ἐν τῷ Ἑβραϊκῷ φέρεται, ὅπερ ἀνεκφώνητον εἶναι λέγοντες Ἑβραίων παῖδες ἐπὶ μόνου τοῦ θεοῦ παραλαμβάνειν εἰώθασιν, ἡμεῖς δὲ καὶ ἐπὶ τῆς τοῦ λόγου θεότητος ἐν πλείσταις κείμενον γραφαῖς προαπεδείξαμεν, ὥσπερ καὶ ἐν τῷ μετὰ χεῖρας Ψαλμῷ, ὅς φησιν εἰς πρόσωπον αὐτοῦ τοῦ κυρίου ‟ ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου, ” μονονουχὶ λέγων ὅτι σὺ αὐτὸς, ὦ κύριε, ὃς ἐμοῦ τοῦ ταῦτα προφητεύοντος ἐλπὶς ὢν τυγχάνεις, μείζονα σαυτοῦ τὸν θεὸν τὸν ὕψιστον εἰδὼς ἐκεῖνον, αὐτὸν ἔθου καταφυγήν σου. [9.7.15–16] ὅθεν καὶ ἐν ἀρχῇ ἐλέγετο τοῦ Ψαλμοῦ περὶ τοῦ αὐτοῦ ‟ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται, ἐρεῖ τῷ κυρίῳ, ἀντιλήπτωρ μου εἷ καὶ καταφυγή μου, ὁ θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν.’ ἐπειδὴ τοίνυν σὺ,, κύριε, τὸν ὕψιστον ἔθου καταφυγήν σου, τούτου χάριν ‘αὐτὸς ὁ ὕψιστος” φησὶ ‟ ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους, καὶ ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι.” διόπερ τὴν τοιαύτην ἔχων πατρικὴν τοῦ ὑψίστου βοήθειαν οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ οὔτε ἀπό τινος τῶν προκατειλεγμένων, ἀλλὰ οὐδὲ ἐκ τῶν ἐξῆς ἐπιφερομένων. [9.7.17–18] '' ἐπεὶ γὰρ σὺ, κύριε, τὸν ὕψιστον ἔθου καταφυγήν σου, διὰ τοῦτο οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.” μάστιγας δὲ τὰς ἀπὸ δαιμόνων ἐνεργείας καὶ ἐν τοῖς εὐαγγελίοις ὀνομαζομένας ἂν εὕροις, ἃς οὐδὲ πλησιάζειν τολμᾶν τῷ σκνηνώματι τοῦ Χριστοῦ, τουτέστι τῷ σώματι αὐτοῦ, δυνατὰς εἶναί φησι. πῶς γὰρ ὅτε λόγῳ μόνον αὐτὰς ἐξ ἀνθρώπων ἤλαυνε ; περὶ τούτου δὲ τοῦ σκηνώματος καὶ ὁ Δαβίδ ποτε ὤμοσε τῷ κυρίῳ, καὶ ηὔξατο τῷ θεῷ Ἰακὼβ λέγων ‟ εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἴως οὑ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ.” [9.7.19] καὶ τούτου γε ἕνεκα τοῦ σκηνώματος ἐλέγετο ‟ οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ·” καὶ τὸ‘ αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους·’ καὶ τὸ ‟ οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου,” καὶ ὅσα ἀνθρωπινώτερα περὶ αὐτοῦ λέλεκται, ὡς καὶ τὸ τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι δε,” καὶ τὸ ‟ ἐπὶ χειρῶν ἀροῦσί σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.” [9.7.20–21] ταῦτα γὰρ οὐκ ἂν ὡς πρὸς θεὸν λέγεσθαι ἁρμόσαι, πρὸς δὲ τὸ σκήνωμα αὐτοῦ, ὅπερ δι’ ἡμὰς ἀνείληφεν, ὅτε ὁ λόγος ‘σὰρξ ἐγένετο καὶ ἔσκήνωσεν ἐν ἡμῖν.” δοκεῖ δέ μοι καλῶς ἔχειν ὑπὲρ ἀκριβοῦς βεβαιώσεως τῶν εἰρημένων καὶ τὰς τῶν λοιπῶν ἑρμηνευτῶν παραθεῖναι φωνάς · ὧν ὁ μὲν Ἀκύλας οὕτως ἔφησεν ‟ ὅτι σὺ, κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκας οἰκητήριόν σου. οὐ μεταχθήσεται πρὸς σὲ κακὰ, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου · ὅτι ἀγγέλοις αὑτοῦ ἐντελεῖται τοῦ φυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.” ὁ δὲ Σύμμαχος ‟σὺ γὰρ, κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου. [9.7.22–23] οὐ κατισχύσει σου κακὸν, οὐδὲ ἁφὴ ἐγγιεῖ τῇ σκηνῇ σου. ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς.” οὐκοῦν διὰ τούτων αὐτῶν τῷ κυρίῳ λέλεκται ὡς περὶ ἑτέρου μείζονος τὸ ‟τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς. ἐπὶ χειρῶν ἀροῦσί σε δηλαδὴ σὲ τὸν κύριον) μήποτε σὺ ὁ κύριος προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ” ταύταις δὲ καὶ ὁ διάβολος ταῖς λέξεσιν ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ὅτε ‘‘παραλαβὼν αὐτὸν εἰς τὴν ἁγίαν ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἷπεν αὐτῶ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω. γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὑτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. πρὸς ὃν ὁ κύριος ἡμῶν ἀποκριθεὶς εἷπε, γέγραπται, οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.” [9.7.24–25] εἶτ’ ἐπεὶ ἐν τῷ πειρασμῷ μετὰ τῶν θηρίων, κατὰ τὸν εὐαγγελιστὴν, διέτριβε, ποίων δὲ οὐκ ἀναγέγραπται, σαφέστερον τοῦτο αὐτὸ ἡ τοῦ Ψαλμοῦ προφητεία τὰ εἴδη τῶν θηρίων αἰνιττομένη φησὶν ‟ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.” αὐτὸς μὲν οὖν τὰ ἀρχικώτατα τῶν νοητῶν θηρίων, λέοντα καὶ δράκοντα, ἀσπίδα τε καὶ βασιλίσκον, αὐτὸν δηλαδὴ τὸν διάβολον, καὶ τὰς μετ’ αὐτὸν ἀρχοντικὰς καὶ πονηρὰς δυνάμεις καταπατήσειν μεμαρτύρηται. 2(). τοῖς δὲ τὴν ὁμοίαν ἀρετὴν αὐτῶ κεκτημένοις μαθηταῖς καὶ ἀποστόλοις αὑτοῦ τὴν ἐξουσίαν αὐτὸς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων δωρεῖται οὐκ ἐῶν αὐτοὺς πειρασθῆναι ὑπὲρ ὃ δύναιντο μόνου γὰρ ἢν αὐτοῦ τὸ τὰς χείρους ὲν πονηρίᾳ δυνάμεις καὶ αὐτὸν δὴ τὸν πάντων ἄρχοντα καὶ τύραννον τοῦ αἰῶνος τούτου τῇ ἐνθέῳ αὐτοῦ δυνάμει καθαιρεῖν. Ἀπὸ τοῦ Ἠσαίου. [9.8.1] Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, καὶ οἶ λοιποὶ οἷ τὴν παραλίαυ κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα, καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς. τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἄμη τῷ, καὶ ὃν τρόπον οἶ διαιρούμενοι σκῦλα · διότι ἀφαι- ρεθήσεται ὁ ζυγὸς ὁ ἐπ’ αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασε κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιὰμ, ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοὐ ὤμου αὐτοῦ 5 καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, ἐξουσιαστὴς, θεὸς ἰσχυρὸς, πατὴρ τοῦ μέλλοντος αἰῶνος.” [9.8.2] Πρὸς ἅπασι τοῖς ἄλλοις ἐπληροῦτο καὶ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοὐ θεοῦ, ὅτε κατὰ τὸν θαυμαστὸν εὐαγγελιστὴν ‘ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν Ζαβουλὼν καὶ Νεφθαλεὶμ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος, γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος σκότει φῶς εἶδε μέγα, καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. ἀπὸ τότε γοῦν ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, μετανοεῖτε, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. [9.8.3–4] παράγων δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε ἀδελφοὺς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν · ἤσαν γὰρ ἁλιεῖς · καὶ λέγει αὐτοῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώ- πων. οἷ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθη- ’σαν αὐτῷ. καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφοὺς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὑτῶν, καὶ ἐκάλεσεν αὐτούς· οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὑτῶν ἠκολούθησαν αὐτῷ. [9.8.5–6] καὶ περιῆγεν ὁ Ἰησοῦς ὅλην τὴν Γαλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ Ttd- ’σαν μαλακίαν ἐν tco λαῷ, καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐ- τοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ^ ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους, καὶ σελη- νιαζομένους, καὶ παραλυτικοὺς, καὶ ἐθεράπευσεν αὐτοὺς, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας.” ὅλα δὲ ταῦτα ἐκτέθειμαι τῆς προφητείας ἕνεκεν τῇ Γαλιλαίᾳ μέγα φῶς ἔσεσθαι ἐπαγγελλομένης, τῇ τε χώρᾳ Ζαβουλὼν καὶ Νεφθα- λεὶμ, οὐδετέρᾳ τυγχανούσῃ τῆς Γαλιλαίας τῶν ἐθνῶν. διὰ τί δὲ ἐπὶ τῆς Γαλιλαίας τῶν ἐθνῶν τὰς πλείστας ἐποιήσατο διατριβάς; τῆς ἀπάντων τῶν ἐθνῶν κλή- σεως προοίμια καταβαλλόμενος ’ ἐντεῦθεν γοῦν ὁρμωμένους τοὺς αὑτοῦ μαθητὰς ἀνακέκλητο. [9.8.7] διὸ μετὰ βραχέα τοὐ εὐαγγελίου εὑρήσεις ἀπὸ τῆς Γαλιλαίας τὸν Ματθαῖον κεκλημένον, καὶ ἐν ἑτέρῳ δὲ πάλιν τὸν Λευίν. καὶ ὁ Φίλιππος δὲ κατὰ τὸν Ἰωάννην ἀπὸ Βηθσαιδὰ ὡρμᾶτο ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου ’ καὶ αὕτη δὲ τῆς Γαλιλαίας ἦν. ἀλλὰ καὶ παρ’ αὐτῷ τῷ εὐαγγελιστῇ γάμος ἐγένετο ἐν Εανᾷ τῆς Γαλιλαίας, ἔνθα παραδόξως ὁ κύριος τὸν ἐξ ὕδατος οΐνον μετασκενάσας “αρχήν αυτόθι τών σημείων έποιήσατο, οτε καϊ έφανέρωσε τήν δόξαν αυτόν, καϊ έπίστενσαν οί μαθηταί.” [9.8.8–9] θέα δε εί μή αυτό τούτο πρώτον τού σωτήρος ημών θαύμα έν Κανά τής Γαλι- λαίας γενόμενον έπϊ της τού οίνον μεταβολής θεσπίξων έν άρχη τής προφητείας παρίστησιν ό παρών λόγος, φάσκων τούτο πρώτον πίε, ταχύ ποίει, χωρα Ζαβονλών και γη Νεφθαλεϊμ, Γαλιλαία τών έθνών.” εί σνμβολον ην τό παράδοξον μυστικωτέρου κράματος, μεταβληθέντος έκ τής σωματικωτέρας έπι τήν νοερά ν και πνενματική ν ευφροσύνην τού πιατι- κού τής καινής διαθήκης κράματος, όρα μήποτε και τούτο τοΐς περϊ τής Γαλιλαίας δηλονμένοις ακολού- θως ηνίττετο, θεοπίξων ως άρα μελλήσουσιν έπϊ τη Χριστού παρουσία πρώτιστοι πάντων οί τήν Ζαβούλών και Νεφθαλεϊμ οίκούντες, άλλ' ούχ οί τήν 7ου- δαίαν καϊ τήν Ιερουσαλήμ, τον πόματος τού εύαγ- γελικού κηρύγματος μεταλήφεσθαι. [9.8.10–11] αίτίαν δε τούτοις τής ευφροσύνης φησϊ γενέσθαι τήν τού μεγά- λου φωτός έκλαμφιν, οΐ προ τής παρουσίας έν σκότει καθεζόμενοι έν χώρα και σκιά θανάτου διήγον' άνα- τεταλκότος αύτοΐς τού σωτηρίου φωτός, τούτον ευφρανθήσονται τον τροπον, ως οί ευφραινομενοι έν αμητώ, καϊ όν τρόπον οί διαιρούμενοι σκύλα. καϊ ταύτα δ\ έργω έπληρούτο, οτε τούς αποστόλους ὁ σωτήρ καϊ κύριΰς ημών από τής Γαλιλαίας προσκα- λεσάμενος τά παράδοξα τών έργων καϊ τήν διδασκα- λίαν αύτοΐς έπεδείκνυτο. [9.8.12–13] εύφρανθήσεσθαι δε αύτούς έναντίον αύτού η προφητεία θεσπίζει δίκη ν τών εύφραινοιμένων έν άμητώ. ποίω δε τούτω ή περϊ οὗ διδάσκων αὐτὸς ἔλεγεν ‟ ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.” ἐδήλου δὲ διὰ τούτων τὴν τῶν ἐθνῶν ἐπισυναγωγήν. περὶ τῶν αὐτῶν δὲ εἴρηται ὅτι ‟εὐφρανθήσονται ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.” διελόμενοι γοῦν εἰς ἀλλήλους τὰς χώρας τῶν ἐθνῶν καὶ τὴν ὑφ’ ἥλιον πᾶσαν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί τε καὶ εὐαγγελισταὶ μυρίους ὅσους ἐσκύλευσαν ἄρχοντας τοῦ αἰῶνος τούτου, τοὺς πρότερον τῶν ἐθνῶν κρατοῦντας. οὐ μὴν ἀλλὰ καὶ ἄλλο αἴτιον τοῦ εὐφρανθήσεσθαι αὐτούς φησι, τὸ ἦρθαι ἀπ’ αύτῶν τὸν σωματικὸν τοῦ νόμου ζυγὸν, τὸν πάλαι πρότερον ἐπικείμενον αὐτοῖς, ὃν οὔτε αὐτοὶ οὔτε οἱ πατέρες αὐτῶν ἠδυνήθησαν βαστάσαι. [9.8.14–16] οὐ μόνον δὲ ὁ ζυγὸς ἀφῄρηται αὐτῶν, ἀλλὰ καὶ ἡ ῥάβδος τῶν ἀπαιτούντων, ἡ πρότερον ἐπὶ τοῦ τραχήλου αὐτῶν ἐπικειμένη. δηλοῖ δὲ τοὺς ἀπαιτοῦντας ἐν ἑτέρῳ λέγων ‟ λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καίοι ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.” ἀλλ’ οὗτοι μὲν οἶ ἀπὸ τῆς Ζαβουλὼν καὶ Νεφθαλείμ τὸ μέγα φῶς τεθεαμένοι εὐφρανθήσονται διὰ τὰ προειρημένα, οἱ δὲ πάλαι ἀπαιτοῦντες αὐτοὺς ἐκπραχθήσονται μέχρι κοδράντου ἐσχάτου πᾶσάν τε στολὴν καἲ πᾶν ἱμάτιον ἀποτίσαντες πυρίκαυστοι γενήσονται ἐν τῷ τῆς ἐκπράξεως καιρῶ. καὶ ταῦτά γε πάντα φησὶ πείσεσθαι, διότι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, ὁ τῆς μεγάλης βουλῆς ἄγγελος. τίσι δὲ ἡμῖν ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσι, καὶ πάσῃ δηλαδὴ τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν, οἶς τὸ μέγα φῶς ἀνατέταλκε; τί δὲ ἦν τοῦτο ἀλλ’ ἢ τὸ γεγεννημένον παιδίον καὶ ὁ παρὰ τοῦ θεοῦ δοθεὶς υἱὸς, μεγάλης βουλῆς ἄγγελος, καὶ ἄρχων εἰρήνης, καὶ ἐξουσιαστὴς, καὶ θεὸς ἰσχυρὸς, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος ὠνομασμένος ; ταῦτα δὲ ἤδη φθάσαντες ἐπὶ μόνον ὠνομασμένος τὸν σωτῆρα καὶ κύριον ἡμῶν κατὰ τὸν οἰκεῖον καιρὸν προαπεδείξαμεν. Ἀπὸ Ψαλμοῦ ξζ΄. [9.9.1–2] ‟Ἐθεωρήθησαν αἶ πορεῖαί σου, ὁ θεὸς, πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως, τοῦ ἐν τῷ ἁγίῳ · προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ. ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα, ἡγεμόνες αὐτῶν, τῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ.” Κἀνταῦθα τοὺς δηλουμένους ἄρχοντας Νεφθαλεὶμ οὐκ ἄλλους ἡγοῦμαι τῶν ἀποστόλων τυγχάνειν. ἐνθένδε γὰρ αὐτοὺς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἀνα- λέλεκται κατὰ τὴν Ματθαίου παράθεσιν. τὴν εἰς ἀνθρώπους δὲ πορείαν καὶ τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ θεοῦ λόγου θεσπίζουσα ἡ γραφή φησιν ἐθεωρήθησαν αἷ πορεῖαί σου, ὁ θεός” καὶ τὰ ἑξῆς. [9.9.3–5] ταύτης δὲ τῆς ἐπιφανείας ὡσανεὶ πρόδρομοι γεγονότες οἶ πάλαι θεοφιλεῖς προφῆται διὰ ψαλτηρίου καὶ χορῶν καὶ παντοίων πνευματικῶν ὀργάνων κηρύττοντες καὶ ἀνυμνοῦντες προέφθασαν ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. πάντως γάρ που τῶν ἐκ περιτομῆς συναγωγῶν εἰς μέσον παριόντες οἶ θεῖοι προφῆται τὴν τοῦ Χριστοῦ προκατήγγελλον ἄφιξιν, οἶ δὲ αὐτοὶ τῷ θείω πνεύματι τοῖς τοῦ σωτῆρος ἡμῶν ἀποστόλοις προσεφώνουν λέγοντες ‟ ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραὴλ.” πηγαὶ δὲ Ἰσραὴλ οἶ λόγοι ἂν εἷεν οἱ τῷ Ἰσραὴλ παραδεδομένοι. πρῶτοι γὰρ ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ, ὅθεν ἀντλοῦντας καὶ ἡμᾶς ἀρδεύειν δεήσει τὰς ἐκκλησίας τοῦ Χριστοῦ. νεάνιδας δὲ καὶ τυμπανιστρίας τὰς πάλαι σωματικώτερον κατὰ τὸν Μώσεως νόμον βιούσας ψυχὰς ᾐνίξατο, διὰ μὲν τὸ νεώτερον καὶ ἀτελὲς τοῦ φρονήματος νεάνιδας, διὰ δὲ τὸ περὶ σωματικὴν κατατρίβεσθαι θρησκείαν τυμπανιστρίας αὐτὰς ἀποκαλέσας. Ἀπὸ τοῦ Ἠσαίου. [9.10.1–2] Πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνι- αυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως.” Καὶ ταύτην αὐτὸς ὁ κύριος ἡμῶν τὴν πρόρρησιν εἰς ἑαυτὸν ὁμολογεῖ πεπληρῶσθαι, ὅτε ἐλθὼν εἰς τὴν Ναζαρὲθ, οὗ ἦν ἀνατεθραμμένος, εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγὴν, ἀναστάντι δὲ αὐτῷ ἐπεδόθη Ἡσαΐας ὁ προφήτης, οὑ καὶ ἀναπτύξας τὴν βίβλον, ἀνέγνω τὸ ἐγγεγραμμένον, πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὐ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, καλέσαι ἐνιαυτὸν κυρίου δεκτόν. [9.10.3–4] καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν. καὶ πάντων οἷ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρξατο δὲ λέ- γειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. ” ὁ μὲν οὖν σωτὴρ καὶ κύριος ἡμῶν διὰ ταύτης φαίνεται σαφῶς τῆς γραφῆς διαφερόντως καὶ κρειττόνως παρὰ τοὺς πάλαι σωματικώτερον χριομένους ἱερέας, οὐκ ἐλαίῳ σκευαστῷ,, οὐδὲ ὑπ’ ἀνθρώπων, ὁμοίως τοῖς ἄλλοις, ἀλλ’ ἐνθέῳ πνεύματι αὐτοῦ δὴ τοῦ θεοῦ καὶ πατρὸς αὑτοῦ κεχρισμένος, παρ’ οὑ καὶ τῆς ἀγεννήτου θεότητος μετασχὼν θεὸς καὶ κύριος πρὸς τῶν ἱερῶν ἀνηγόρευται γραφῶν. [9.10.5–7] ἀκολούθως δὲ τῇ μετὰ χεῖρας προφ·ητείᾳ πτωχοῖς εὐαγγελιζόμενος εἰσάγεται παρὰ τῷ Ματθαίῳ, ὅτε ‟ ἰδὼν τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἶ μαθηταὶ αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὑτοῦ ἐδίδασκεν αὐτοὺς, λέγων, μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ” καὶ τυφλοῖς δὲ ἀνάβλεψιν παρεσχημένος οὐκ ὀλίγοις ἀναγέγραπται · οὐ μόνον γὰρ τοῖς τὰς ὄψεις τοῦ σώματος ἠφανισμένοις τὸ βλέπειν ἐδωρεῖτο, ἀλλά γε καὶ τοῖς πρότερον τῇ ψυχῇ τυφλώττουσιν αἴτιος τῆς κατὰ νοῦν θεωρίας καὶ τῆς ἐπιγνώσεως τοῦ τῶν ὅλων θεοῦ γέγονεν. καὶ ἄλλως δὲ τοῖς οὖσι δεσμίοις καὶ ἀπηγμένοις αἰχμαλώτοις ὑπὸ τῆς ἀοράτου καὶ δαιμονικῆς δυνάμεως, κακῶν τε σειραῖς πεπεδημένοις, ἐλευθερίαν καὶ ἄνεσιν τῶν συνεχόντων ἐκήρυττεν, εἰ καὶ αὐτοὶ τῷ κηρύγματι πιστεύσαντες οἶα λυτρωτῇ καὶ σωτῆρι προσδράμοιεν αὐτῷ, καὶ τοῖς αὐτοῦ πεισθεῖεν παραγγέλμασι. καὶ τὰ λοιπὰ δὲ τοῦ λογίου κατὰ καιρὸν ἐν τοῖς περὶ τῶν ἐπαγγελιῶν ἐξετασθήσεται. Ἀπὸ τοῦ Δευτερονομίου. [9.11.1] ‟ Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι κύριος ὁ θεός σου, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ, τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες, οὐ προδθήσομεν ἀκοῦσαι τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν · καὶ εἶπε κύριος πρός με, ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ’ ὅ τι ἂν ἐντείλωμαι αὐτῷ, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.” [9.11.2–3] Ἐπίστησον ὅτι μηδεὶς παρ’ Ἑβραίοις Μωσεῖ παραπλήσιος προφήτης ἐγήγερται, τουτέστι νομοθέτης καὶ εὐσεβείας ἀνθρώποις εἰσηγητὴς, ἢ μόνος ὁ ἡμέτερος σωτὴρ, ὁ Χριστὸς τοῦ θεοῦ. πρὸς γοῦν τῷ τέλει τοῦ Δευτερονομίου λέγεται ‘οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς·” καὶ μὴν μυρίοι προφῆται μετὰ τοῦτον γεγόνασιν, ἀλλὰ οὐχ ὡς αὐτός. ὅλον δὲ τοῦτο ἡ τοὐ θεοῦ ὑπόσχεσις ἐπαγγέλλεται, ἴνα τινὰ, οὐχὶ δὲ πολλοὺς, καὶ ὅμοιον ἀναστήσειν αὐτῷ. δηλοῖ δὲ τοῦτον νομοθέτην καὶ εὐσεβείας ἀν- θρώπων διδάσκαλον, οἶος μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ οὐδὲ ἄλλος ἀνδέδεικται, νομοθέτης ὁμοῦ καὶ προφήτης τοῦ τῶν ὅλων θεοῦ καὶ πατρὸς αὐτοῦ γενόμενος. [9.11.4] ἀλλ’ ὁ μὲν ἔθνους ἑνὸς ὁ Μώσης ἡγήσατο, καὶ κατάλληλα δὲ τούτῳ μόνῳ, οὐχὶ δὲ καὶ ἄλλοις ἔθνεσι νομοθετῶν ἀποδέδεικται · ὁ δέ γε Χριστὸς τοῦ θεοῦ, λαβὼν ἐπαγγελίαν παρὰ τοῦ πατρὸς τὴν ‘αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, ὡς ἂν μὴ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ τῷ παντὶ τῶν ἀνθρώπων γένει καινὸς νομοθέτης εὐσεβείας ὑπὸ τοῦ πατρὸς καταστῆναι, τῇ πάντων τῶν ἐθνῶν κλήσει δυνατὴν καὶ ἁρμόδιον προβέβληται νομοθεσίαν. [9.11.5] θειοτέρᾳ γοῦν ἢ κατὰ Μωσέα δυνάμει κατὰ παντὸς τοῦ κόσμου τοὺς ἱεροὺς αὑτοῦ νόμους διὰ τῶν εὐαγγελιστῶν αὑτοῦ διετάξατο, μείζονι ἢ κατ’ ἄνθρωπον ἐξουσίᾳ νομοθετήσας, εἰπὼν ὅτι ‘ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις · ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι εἰκῆ, ’ καὶ τὰ τούτοις ἀκόλουθα ὅσα δὴ ἐν ταῖς ἀναγράπτοις αὐτοῦ διδασκαλίαις ἐμφέρεται, ἐφ’ οἷς μαρτυρεῖ λέγων ὁ εὐαγγελιστὴς ὅτι ἐξεπλήττοντο πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ · ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἶ γραμματεῖς αὐτῶν.” [9.11.6–7] Τὸν δὲ τρόπον τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τε καὶ νομοθεσίας ἐν ἀρχαῖς τῆς παρούσης ὑποθέσεως διελθόντες, ὅτε τὸν Χριστιανισμὸν ὅ τι ποτέ ἐστιν εἰς φανερὸν ἤγομεν, ἐπ’ ἐκεῖνα καὶ νῦν τοὺς ἐντυγχάνοντας παραπέμψομεν. ἐπιστῆσαι δὲ τῷ λόγῳ ἄξιον, δι’ ὃν ὁ κύριος ὑπισχνεῖται προφήτην ἀναστήσειν αὐτοῖς. ἐπειδὴ γὰρ κεκελεύκει μὲν αὐτὸς τῷ Μωσεῖ ἁγνίσαι τὸν πάντα λαὸν ἐφ’ ἡμέραις τρισὶν, ὡς ἂν γένοιντο θεαταὶ ὁμοῦ καὶ ἀκροαταὶ τῆς ἐνθέου ἐπιφανείας, οἶ δὲ ἐξησθένησαν πρὸς τὴν τοῦ θεοῦ χάριν · διὸ ἐν ἀρχῇ γενόμενοι τῆς θεωρίας παρῃτοῦντο λέγοντες τῷ Μωσεῖ ” σὺ λάλει πρὸς ἡμὰς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεὸς, ἔνα μὴ ἀποθάνωμεν·” εἰκότως διὰ ταῦτα ἀποδέχεται μὲν αὐτοὺς ὁ κύριος τῆς εὐλαβείας, φησὶ δὲ ‟ πάντα ὅσα ἐλάλησαν, προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ. [9.11.8–9] οὐκοῦν καὶ τὸ αἴτιον ἐδίδαξε τοῦ δίκην προφήτου μέλλειν αὐτὸν τὴν εἰς ἀνθρώπους ἐπιφάνειαν ποιεῖσθαι · τοῦτο δ’ ἦν ἀσθένεια καὶ τῆς κρείττονος θεωρίας παραίτησις. ἔχεις τοιγαροῦν καὶ τὴν αἰτίαν τῆς ἐνανθρωπήσεως τοῦ θεσπιζομένου προφήτου. εἰκότως οὖν προσδοκῶντες αὐτὸν οἶ ἐκ περιτομῆς ἐπυνθάνοντο τοῦ βαπτιστοῦ Ἰωάννου, καὶ ἔλεγον‘ ὁ προφήτης εἷ σύ; ὁ δὲ ἔφη, οὔ.” ἀλλ’ ὁ Ἰωάννης τἀληθὲς ὁμολογῶν οὔτε προφήτης εἶναι ἠρνήσατο, ἦν γὰρ, ἀλλὰ τὸ αὐτὸς εἶναι ὁ προφήτης ὁ πρὸς τοῦ Μώσεως δεδηλωμένος · ὅτι δὲ ἀπεσταλμένος εἴη ἔμπροσθεν τοῦ προφήτου ἐκείνου ἐδίδασκε. [9.11.10–11] καὶ ἐπειδήπερ ὁ λόγος αὐτοῖς δὴ τοῖς ἐκ περιτομῆς ἀναστήσεσθαι τὸν προφήτην ἐθέσπιζεν, εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἅτε δὴ αὐτὸς ὢν ὁ προκεκηρυγμένος, ‟οὐκ ἦλθον” φησὶν ‟ εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.” τοῖς δὲ ἀποστόλοις αὑτοῦ παρῄνει λέγων ‟ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·” σαφῶς διδάσκων ὅτι δὴ αὐτοῖς προηγουμένως ἀπέσταλτο τῇ προφητείᾳ ἀκολυυθως. επειδή ούκ έδέξαντο τήν χάριν, άπελέγχει μϊν αυτούς εν έτέροις λέγων ' διότι ήλθον, καϊ ούκ ήν άνθρωπος, έκάλεσα, καϊ ούκ ην ό υπακούων.” φησϊ προς αυτούς 'άρθήσεται άφ' ύμών ή βασι- λεία τού θεού, καϊ δοθήσεται έθι/ει ποιούντι τούς καρπούς αύτής. [9.11.12] καϊ τοίς γε αύτού μαθηταίς μετά τήν εκείνων παραίτησιν προατάττει ' πορενθέντες μαθητεύσατε πάντα τά έθνη έν τω ονόματι μου. ούτω δήτα ημείς μϊν τά έθνη τον προαναφωνηθέντα καϊ προς τού πατρός απεσταλμένο ν προφήτην, άτε νομοθέτην άπασι γενόμενον άνθρώποις τής εις τον τών όλων θεόν εύσεβείας, διά τής σωτηρίου καϊ εύαγγε- λικής διδασκαλίας έγνωμεν καϊ κατεδεξάμεθα, πλη- ρουμένης κατά τό αύτό καϊ έτέρας προρρήσεως, δι ής είρηται 'κατάστησον, κύριε, νομοθέτην αύτοίς, γνώτωσαν έθνη ότι άνθρωποι είσιν. [9.11.13–14] τό δε Ιουδαίων έθνος μή παραδεξάμενον τον προφητευόμενον δίκην έτισε τήν άξιον κατά τήν θείαν πρόρρησιν φήσασαν “και ό άνθρωπος ός έάν μή άκούση πάντα όσα έάν λαλήση ο προφήτης έν τω ονόματι μον, έγώ έκδικήσω έξ αύτού.” έκδεδίκηται γούν έκ τού λαού έκείνον πάν αϊμα έκχυθεν έπϊ τής γης, άπο αίμα- τος ”Αβελ έως αίματος Ζαχαρίου, καϊ αύτού γε έπϊ πάσι τού Χριστού, ου τό αίμα καθ' εαυτών έξαιτησά- μενοι και κατά τών ίδιων παίδων εισέτι νύν τής τολμηθείσης αντοίς άσεβείας τήν τιμωρίαν ύπέχουσιν. Ἀπὸ τοῦ Ἰώβ. [9.12.1–2] "’O λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ’ ἐδάφους.” Καὶ ταῦτα μόνῳ τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν, ὡς ἂν θεοῦ λόγῳ δημιουργῷ τῶν ὅλων τυγχάνοντι, ἁρμόζοι ἄν· μόνος γοῦν τῶν πώποτε κατὰ τοὺς τῆς ἐνανθρωπήσεως χρόνους, σῶμα καὶ σχῆμα ἀνθρώ- πινον ἀναλαβὼν ^ ἐπὶ τῆς θαλάσσης περιπατῆσαι λἐ- γεται ‘‘ὅτε τοὺς ἑαυτοῦ μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ αὐτὸς ἀπολύσῃ τοὺς ὄχλους. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ· τὸ δὲ πλοῖον ἤδη ἦν ἐν μέσῳ τῆς θαλάσσης. ἰδόντες δὲ αὐτὸν ἐπὶ τῆς θαλάσ- σὴς ἐταράχθησαν, λέγοντες ὅτι φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. " εὐθέως δὲ ἐλάλησεν αὐτοῖς λέγων‘‘θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.” [9.12.3–5] ἄλλως δὲ οὐκ ἂν γένοιτο ἀξιοπρεπῆ θεολογίαν δοκοῦν περιἔχειν, εἰ ἐπὶ τοῦ ἀνωτάτω θεοῦ καὶ πατρὸς τῶν ὅλων ἐκλαμβάνοι τις τὸ λόγιον. τί γὰρ ἔχει σεμνὸν καὶ ἀξιόλογον ἐπὶ τοῦ θεοῦ τῶν ὅλων περιπατεῖν λέγε- σθαι ἐπὶ τῆς θαλάσσης ; πῶς δὲ καὶ νοηθείη ἂν περί- - πάτος ἐπὶ τῆς θαλάσσης τοῦ τὰ πάντα περιέχοντος, καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῦντος καὶ μονον- οὐχὶ λέγοντος "6 οὐρανός μοι θρόνος, ἡ δὲ yrj ὑπο- πόδιον τῶν ποδῶν μου;” καὶ‘‘τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος;” ὁ δέ γε σωτὴρ καὶ κύριος ἡμῶν ἑαυτὸν κενώσας καὶ μορφὴν δούλου λαβὼν βὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος δεῖγμα τῆς λανθανούσης τοὺς πολλοὺς ἐνθέου δυνάμεως αὑτοῦ παρέχων ὁρᾶν τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ τοῖς θαλαττίοις ἐπιβαίνων κύμασι καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις ἐπιτιμῶν ἀναγέγραπται, ὅτε καὶ οἱ ὁρῶντες ἐξεπλήττοντο λέγοντες‘‘ ‟ ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἶ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν ” ἦν δὲ καὶ τοῦτο ἄλλου τινὸς μείζονος σύμβολον, νοουμένης ἑτέρας θαλάσσης ἐν ᾗ λέγεται δράκων τις εἷναι πεποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τόν ἀγγέλων τοῦ θεοῦ, ἐφ’ ἣν καὶ αὐτὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐμπεριπατήσας τὴν κεφαλὴν τοὐ αὐτόθι δράκοντος καὶ τῶν λοιπῶν τῶν ὑποβεβηκότων δρακόντων λέγεται συντετριφέναι κατὰ τὸ ‘σὺ συνέθλασας τὰς κεφαλὰς Λάς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος,” σαφῶς ἑτέρας νοουμένης θαλάσσης, περὶ ἧς αὐτὸς πάλιν Ψαλμῷ φησιν ” ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.” καὶ πρὸς τὸν Ἰὼβ τὰ περὶ ἑαυτοῦ διεξιὼν ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἀίδου ἰδόντες σε ἔπτηξαν;’ εἰκότως οὖν κὰν τῷ καθ’ ἡμᾶς βίῳ ἐπιβὰς τῇ θαλάττῃ καὶ τοῖς ἀνέμοις ἐπιτιμήσας καὶ τῷ κλύδωνι τὰ σύμβολα τῶν ἀπορρητοτέρων ἐπιτελεῖ. Ἀπὸ τοῦ Ἠσαίου. [9.13.1–2] ‟ Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε, ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμὰς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὤτα κωφῶν ἀκούσονται, τότε ἀλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων.” Καὶ τούτων ἔχεις ἐν τοῖς εὐαγγελίοις τὰ ἀποτελέσματα τοῦτο μὲν ὁπηνίκα τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν προσέφερον παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, ὃν καὶ ὑγιῆ λόγῳ κατεστήσατο, τοῦτο δὲ ὅτε μυρίοι τυφλοὶ καὶ δαιμονιῶντες, ἔτι μὴν διαφόροις νόσοις καὶ μαλακίαις καταπονούμενοι, πρὸς τῆς αὐτοῦ σωτηρίου δυνάμεως τῶν παθῶν ἀπηλλάττοντο· [9.13.3–4] οὐ μὴν ἀλλὰ καὶ δι’ ὧν εἰσέτι νῦν καθ’ ὅλης τῆς οἰκουμένης μυρία πλήθη πολυτρόποις κακίας εἴδεσι δεδεμένα, ἀγνωσίας τε τοῦ ἐπὶ πάντων θεοῦ τὰς ψυχὰς πεπληρωμένα, θαυμασίως καὶ ὑπὲρ πάντα λόγον τοῖς τῆς διδασκαλίας αὑτοῦ φαρμάκοις ἰᾶται καὶ θεραπεύει· πλὴν ὅτι καὶ θεὸς ἐν τούτοις ἀνηγόρευται κατὰ καιρὸν, ὡς ἂν τοιαῦτα ἐνεργῶν, ἤδη πρότερον ἡμῖν ἐν ταῖς περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαις ἀποδέδεικται. καὶ ἔπρεπέ γε νῦν γοῦν, εἰ καὶ ἄλλοτε, θεὸν αὐτὸν ὁμολογεῖσθαι, ὅτε καὶ ἔργα θείας καὶ ὡς ἀληθῶς ἐνθέου δυνάμεως ἐπεδείκνυτο. θεοῦ γὰρ μόνου ἦν καὶ οὐδὲ ἄλλου ῥωννύναι μὲν παρειμένους, ζωογονεῖν δὲ νεκροὺς, σωτηρίαν τε ἀσθενοῦσι παρέχειν, ἀνοίγειν τε ὀφθαλμοὺς τυφλῶν καὶ κωφῶν ὡσαύτως ἀκοὰς ἰᾶσθαι, χωλούς τε ἀνορθοῦν, , καὶ τοὺς τὴν γλῶτταν δεδεμένους εὐλάλους ἀποκαθιστᾶν, ἅπερ ἅπαντα ὑπὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέπρακται, οἶα ὑπὸ θεοῦ, καὶ μεμαρτύρηταί γε ὑπὸ πλειόνων τῶν καθ’ ὅλης τῆς οἰκουμένης κηρυξάντων αὐτόν. [9.13.5–6] ὧν τὸ ἄπλαστον καὶ ἀληθὲς τῆς μαρτυρίας πιστοῦται διὰ βασάνων πεῖρα καὶ ἡ μέχρι θανάτου ἔνστασις, ἣν ἐπὶ βασιλέων ἀρχόντων τε καὶ ἡγεμόνων καὶ ὅλων ἐθνῶν ἐνεδείξαντο, τοῖς ὑπ’ αὐτῶν κηρυττομένοις ἀλήθειαν ἐπιμαρτυρήσαντες. τούτοις δὲ αὐτοῖς ἡγοῦμαι τοῖς εὐαγγελισταῖς αὐτοῦ καὶ ἀποστόλοις ἐπιφωνεῖν τὸ πνεῦμα τὸ προφητικὸν τὰ ἀπὸ τοῦ ‟ ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα.’ ἐπεὶ γὰρ τὰς χεῖρας καὶ ἴ’ τὰς πρακτικὰς δυνάμεις οὗτοι τάς τε βάσεις καὶ τὴν πορείαν ἀπὸ τῆς μακρᾶς περιόδου τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας παρείθησαν, διεγείρων αὐτοὺς ἐπὶ τὴνκατὰ τὸ εὐαγγέλιον πολιτείαν, ‟ ἰσχύσατε φησὶ χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα,” εἰς ἑτοιμασίαν δηλαδὴ τοῦ κατὰ τὸ εὐαγγέλιον δρόμου. [9.13.7–9] ἰσχύσατε δὲ καὶ εἰς τὸ παρακαλεῖν ἑτέρους καὶ παρορμᾶν ἔχεσθαι τῆς εὐαγγελικῆς σωτηρίας ὑμεῖς οἶ τὸ πρὶν ὀλιγόψυχοι, καὶ μή τις ὑμᾶς αἱρείτω φόβος τῶν ἔξωθεν ἀνθισταμένων τῷ εὐαγγελικῷ κηρύγματι, ἀλλὰ καὶ πρὸς τούτους ἰσχύσατε, καὶ μὴ φοβεῖσθε. θεὸς γὰρ ἦν καὶ θεοῦ λόγος, ἀλλ’ οὐ Μωσεῖ τις παραπλήσιος, οὐδέ τις τοῖς προφήταις ὅμοιος, οὐ μόνον τῶν παραδόξων ποιητὴς θαυμάτων, ἀλλὰ καὶ ὑμῖν αὐτοῖς τῆς ἰσχύος γεγονὼς αἴτιος. πίστις δ’ ἂν γένοιτο ἐναργεστάτη τῆς τοῦ προφητευομένου σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, δι’ ἧς ἀληθῶς χωλοὺς καὶ τυφλοὺς καὶ λεπροὺς καὶ παρειμένους ἰάσατό ποτε λόγῳ κατὰ τὰς περὶ αὐτοῦ γραφὰς, ἡ καὶ εἰσέτι νῦν ἐνεργουμένη πρὸς τῆς αὐτοῦ θεότητος καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀρετὴ, δι’ ἧς αὐτοῖς ἔργοις ὁποῖός τις ἦν καὶ τότε τοῖς οἵοις τε συνορᾶν ἐπιδείνυται, ὅτε καὶ ἐπὶ τοσούτοις μετὰ ταῦτα χρόνοις διαρκὴς καὶ ἀνίκητος καὶ ὡς ἀληθῶς θεοῦ λόγος ὁ πρὸς αὐτοῦ καταγγελθεὶς ἀποδείκνυται, πάντας ὑπερβαλλόμενος τοὺς ἀρχῆθεν καὶ μέχρι τοῦ νῦν τὴν διδασκαλίαν αὐτοῦ πολεμεῖν παρεσκευασμένους, ἐξ ἅπα σὴς τε τῆς οἰκουμένης ὑπαγόμενος ἑαυτῷ μυρία πλήθη, καὶ πάσης μὲν ἁμαρτίας καὶ τῶν κατὰ ψυχὴν παθῶν τε καὶ νοσημάτων τοὺς αὐτῷ προσιόντας ἀπαλλάσσων, ἐπὶ δὲ τὴν· εὐσεβῆ διδασκαλίαν αὑτοῦ πᾶν γένος Ἑλλήνων καὶ βαρβάρων προσκαλούμενος, μυρίους τε ὅσους προσάγων ἐπὶ τὴν τοῦ μόνου καὶ ἀληθοῦς θεοῦ γνῶσιν ἐπί τε τὸν ὑγιῆ καὶ σώφρονα βίον, ὃς δὴ καὶ πρέπων εἴη ἂν ἐπαγγελίᾳ θρησκείας τοῦ ἐπὶ πάντων θεοῦ. [9.13.10] οὗτος δὲ αὐτὸς ὁ θεὸς ἡμῶν, ἅτε τυγκάνων θεοῦ λόγος ‟ κρίσιν ” φησὶν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.” κατὰ γὰρ τὸν Ψαλμὸν φήσαντα ‟ ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν, δι’ ἧς εἴρηται ‟ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ,” παρὰ τοῦ πατρὸς τὴν τοῦ κρίνειν εἰληφὼς ἐξουσίαν, δικαιοσύνῃ κρίνων, τῷ μὲν ἐκ περιτομῆς λαῷ τὴν προσήκουσαν τῶν εἰς αὐτόν τε καὶ τοὺς αὐτοῦ προφήτας τετολμημένων δίκην ἀποδέδωκε, πάντας δὲ ἀπαξαπλῶς ἀνθρώπους τοὺς αὐτῷ προσιόντας ἐξ ἴσου κατὰ τὸ δίκαιον ἀνεσώσατο · ὧν τὰ ὦτα τῆς διανοίας καὶ τοὺς ὀφθαλμοὺς ἀνέῳξεν. [9.13.11–13] διὸ καὶ τὸν καιρὸν τῆς παρουσίας αὐτοῦ καιρὸν ἀνταποδόσεως ὁ θεῖος ἀποκαλεῖ λόγος, ἐν ἑτέροις φάσκων ‘‘καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν d ἀνταποδόσεως.” οὗτος δὲ ἦν καιρὸς τῆς ἀνταποδόσεως καθ’ ὃν πᾶν αἷμα ἐκχυθὲν ἀπὸ αἵματος Ἀβελ ἴως αἵματος Ζαχαρίου, καὶ αὐτοῦ γε τοῦ τιμίου αἵματος Ἰησοῦ, ἐκδεδίκηται ἀπὸ τῆς γενεὰς τῶν εἰς . αὐτὸν πεπλημμεληκότων, ὡς ἐξ ἐκείνου τὸν ἔσχατον αὐτοὺς ὑπομεῖναι ὄλεθρον καὶ τὴν ἐσχάτην πολιορκίαν. καὶ ἡ μὲν κατ’ ἐκείνους κρίσις τοιαύτην ἐποιήσατο κατ’ αὐτῶν τὴν ἀνταπόδοσιν διό φησιν ἡ προφητεία ‟ ἰδοὺ ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει.” ἡ δὲ περὶ τῶν δί’ αὐτοῦ σωθησομένων ἐξῆς δηλοῦται διὰ τοῦ ‟ αὐτὸς ἥξει καὶ σώσει ἡμὰς · τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται” καὶ τὰ ἐξῆς. [9.13.14–15] ταύτην δὲ τὴν σωτήριον κρίσιν καὶ ἄλλη προφητεία ἐξοίσειν τὸν Χριστὸν ἐπαγγέλλεται φάσκουσα ‟ ἰδοὺ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.’ διὸ καὶ περὶ τοῦ λόγου τῆς καινῆς διαθήκης εἴρηται ‟ ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. κρίσει γὰρ θείᾳ καὶ λόγοις ἡμῖν ἀρρήτοις καὶ τὰ τῆς κλήσεως τῶν εἰς αὐτὸν ἐπισ·τρεφόντων εἰκὸς αὐτὸν ἐνεργεῖν. ἀλλὰ καὶ τὴν θείαν διδάσκων ἡμᾶς κρίσιν, καὶ πάντα κεκριμένως ἡμᾶς πράττειν παιδεύων, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσειν λέγεται. Ἀπὸ τοῦ αὐτοῦ. [9.14.1] ‟ Τότε φανεροὶ ἔσονται οἶ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ. ἰδοὶ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιῶν. καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς, ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἱ ἐκ τῆς κοιλίας φωνοῦσιν · οὐκ ἔθνος πρὸς θεὸν αὑτοῦ ; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν.” [9.14.2–3] Ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ παραθεὶς ὁ ἀπόστολος τὴν φάσκουσαν λέξιν ἰδοὺ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός, ” ἐπεξεργάζεται περὶ τοῦ Χριστοῦ λέγων ‟ ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.” παῖδας δὲ αὐτοῦ ἐν τούτοις τοὺς ἀποστόλους ὀνομάζει, ἐφ’ ὧν σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ ποιήσειν τὸν κύριον Σαβαὼθ, τὸν κατοικοῦντα ἐν τῷ ὄρει Σιῶν, διδάσκει, τούτους δὲ αὐτοὺς φανεροὺς ἔσεσθαι συνήθως ἡμῖν τὰ πρόσωπα σφραγιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι, παιδευομένους τε μηκέτι τὸν Μώσεως νόμον μανθάνειν, τῷ μηκέτι συνεστάναι αὐτὸν, καὶ τῷ τὸν καλούμενον Ἰακὼβ καταλελεῖφθαι τοῦ θεοῦ. [9.14.4–6] ἀσαφῶς δὲ παρὰ τοῖς ἑβδομήκοντα εἰρημένον ‟ τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ” σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπὼν ‟ δῆσον μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διατάγμασί μου. καὶ προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ ἀναμενῶ αὐτόν.” καὶ ὁ Ἀκύλας δὲ τοῦτον καὶ αὐτὸς ἐξέδωκε τὸν τρόπον ‘‘ἔνδησον μαρτύριον, σφράγισον νόμον ἐν διδακτοῖς μου. καὶ προσδέξομαι τὸν θεὸν τὸν ἀποκρύβοντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ ὑπομενῶ αὐτόν.” ταῦτα δ’ οὖν οἶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι διδάσκονται ποιεῖν. οἷς ἑξῆς ἐπιλέγει ‟ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαὼθ ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.” κατοικήσας δὲ ὁ κύριος Σαβαὼθ, ὁ τοῦ θεοῦ λόγος, ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, καὶ τὰς διατριβὰς πεποιημένος ἐν τῷ ὄρει Σιῶν, σημεῖά τε καὶ τέρατα διαπραξάμενος, ὁμοῦ τοῖς αὑτοῦ μαθηταῖς καὶ πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐξ ἀπάντων τῶν πρὶν εἰδωλολατρῶν παρακελεύεται μηκέτι δεδιέναι κατὰ μηδένα τρόπον τὴν δεισιδαίμονα πλάνην· ἀλλ’ εἰ καὶ παρασαλεύοιεν αὐτοὺς ἢ καὶ ἀναγκάζοιεν οἶ ἐξ ἐθνῶν εἰδωλολάτραι ζητεῖν τοὺς ἐγγαστριμύθους καὶ τὰ τῶν δαιμόνων μαντεῖα ὡς θαυμάσια καὶ κατ’ οὐδὲν λείποντα τῆς τῶν θείων καὶ θεοφιλῶν ἀνδρῶν προφητικῆς διαίτης, αὐτοὺς δεῖν ἀποκρίνεσθαι καὶ λέγειν διδάσκει ‟τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν δέδωκε καὶ τὰ τούτοις ἀκόλουθα. τοὺς γὰρ ἅπαξ νόμον εἰληφότας καὶ σωτηρίους ἐντολὰς ἐπὶ βοηθείᾳ καὶ θεραπείᾳ τοῦ ἰδίου βίου περιττὸν μαντείας πολυπραγμονεῖν διὰ τῆς δαιμονικῆς ἀπάτης ἐνεργουμένας. Ἀπὸ τοῦ αὐτοῦ. [9.15.1] ‟ Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἴως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. οὕτω λέγει κύριος ὁ θεὸς, ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. ἐγὼ κύριος ὁ θεός σου ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.” [9.15.2–3] Καὶ ταύτης ὁ εὐαγγελιστὴς μνημονεύει τῆς λέξεως, ὅτε ἐξελθόντες οἶ Φαρισαῖοι συμβούλιον ἔλαβον κατὰ τοῦ σωτῆρος ἡμῶν ὅπως αὐτὸν ἀπολέσωσιν, ἐπειδὴ τοῖς σάββασιν τοὺς κάμνοντας ἐθεράπευε. τὸ τηνικαῦτα γὰρ, ὥς φησι, γνοὺς ὁ Ἰησοῦς τὴν. κατ’ αὐτοῦ συσκευὴν ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπέπληξεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν.” οἷς ἐπιφέρει λέγων "xal ταῦτα πάντα γέγονε,” τουτέστι τὸ ἀναχωρεῖν αὐτὸν καὶ τὸ ἐκκλί- νεῖν τοὺς ἐπιβούλους, καὶ τὸ λανθάνειν σπουδάζειν ἐν οἷς ἔπραξε παραδόξοις, καὶ τὸ παρεγγυᾶν τοῖς θεραπευομένοις μὴ φανερὸν αὐτὸν ποιεῖν ‘‘ἴνα πληρωθῆ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ὁ παῖς μου, εἰς ὃν εὐδόκησα, ὁ ἀγαπητός μου, ὃν ᾑρέ- τισεν ἡ ψυχή μου. θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτὸν, H καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσεταί τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἴως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.” [9.15.4–5] τήρει δὲ ἐπιμελῶς τίνα τρόπον ὁ Ματ- θαῖος εἰπὼν ‘ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ὰγαπη- τός μου, ἐν ᾧ εὐδόκησεν ἡ ψυχή μου οὔτε τοῦ Ια- κὼβ οὔτε τοῦ Ἰσραὴλ ἐμνήσθη. οὐ γὰρ εἶπεν Ἰακὼβ ὁ παῖς μου, Ἰσραὴλ ὁ ἐκλεκτός μου, ἀορίστως δὲ ἐξή- νεγκεν εἰπὼν “ἰδοὺ ὁ παῖς μου καὶ ὁ ἀγαπητός μου. ὅθεν, ὡς μηδὲ ἐν τῷ Ἑβραικῷ τῆς προφητείας κειμένῃς, παρὰ μὲν τοῖς ἑβδομήκοντα ὠβέλισται τὸ τοῦ Ἰακὼβ καὶ τὸ τοῦ Ἰσραὴλ ὄνομα, καὶ παρὰ τοῖς λοι- ποῖς δὲ ἑρμηνευταῖς παρασεσιώπηται, ἐπεὶ μηδ’ ἐν τῷ Ἑβραικῷ φέρεται. [9.15.6] ἔνθεν εἰκότως οὐδὲ παρὰ τῷ εὐαγγελιστῇ εἴρηται Eβραίῳ ὄντι καὶ ἀκολούθως τῇ Ἑβραίων γραφἢ̣ τὴν προφητείαν ἐκθεμένῳ. τοι- γαροῦν οὐδὲ κατὰ διάνοιαν τῷ ἐκ περιτομῆς λαῷ τὰ θεσπιζόμενα ἁρμόζει, μόνῳ δὲ τῷ Χριστῷ τοῦ θεοῦ μαρτυρουμένῳ ὑπὸ τῆς ἐναργείας καὶ τῆς τῶν πρα- γμάτων ἐκβάσεως. μόνος γὰρ οὗτος τὴν μέλλουσαν κρίσιν τοῖς ἔθνεσι προεκήρυξεν, ἡσυχῆ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδημήσας, καὶ κρίσιν ἐπὶ τῆς γῆς θέμενος· καὶ οὐ μόνον κάλαμον συντετριμμένον οὐ κατέαξεν, ἀλλὰ, εἰ ἔστιν εἰπεῖν, συνέδησεν, ἀνορθώσας καὶ ἰσχυροὺς ἀπεργασάμενος τοὺς ἀσθενεῖς καὶ τοὺς συντετριμμένους τὴν καρδίαν. [9.15.7–8] ὥσπερ δὲ τοὺς ἀσθενεῖς καὶ σαθροὺς καὶ τῆς αὐτοῦ θεραπείας δεομένους οὐ παρεώρα, οὐδὲ μετανοοῦντας κατακρίνων συνέτριβεν, οὕτως οὐδὲ τοὺς τοῖς κακοῖς ἐπιμένοντας καὶ ὑπὸ τῶν παθῶν τυφομένους ἐσβέννυε, κωλύων παρὰ τὴν αὐτῶν προαίρεσιν ἐνεργεῖν, οὐδὲ μὴν παρὰ καιρὸν ἐτιμωρεῖτό τινα τούτων, τὴν κατ’ ἀξίαν αὐτῶν κόλασιν εἰς τὸν τῆς καθόλου κρίσεως ἕως καιρὸν ὑπερτιθέμενος· διὸ λέλεκται ‟ καὶ λίνον τυφόμενον οὐ σβέσει.” ἄντικρυς δὲ πέρας εἴληφε τὸ ‟ καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.” ἐπὶ μόνῳ γοῦν τῷ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνόματι ἤλπισε τὰ Χριστιανῶν ἔθνη, τὴν ἐπωνυμίαν αὐτοῦ ὡς πατρὸς ἧς παρειλήφασιν εὐσεβείας ἐπιγραφόμενα. [9.15.9–10] καὶ γὰρ εἰς φῶς οὐκ ἄλλοις ἢ τοῖς ἔθνεσι δεδόσθαι προπεφώνηται, δι’ αὐτοῦ τε τῇ προρρήσει ἀκολούθως ὀφθαλμοὶ τυφλῶν τῶν πάλαι τὴν διάνοιαν πεπηρωμένων, καὶ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν αὐτὸ τὸ σῶμα ἠφανισμένων, καὶ οἶ δεσμοῖς τε καὶ σειραῖς ἁμαρτιῶν, ἐν σκότει καὶ ἀγνοίᾳ τῆς ἀληθοῦς εὐσεβείας τὸ πρὶν κεκαλινδημένοι, δι’ αὐτοῦ τῶν ἁμαρτιῶν λυθέντες, τοῦ φωτὸς τῆς γνώσεως καὶ τῆς παρὰ τῷ θεῷ ἐλευθερίας ἠξίωνται. καὶ σὺ δὲ ἐπὶ σχολῆς τοῖς ἀποδεδομένοις ἀκολούθως βασανίσας τὴν λέξιν ἐπὶ μόνῳ ἂν εὕροις τῷ κυρίῳ καὶ σωτῆρι ἡμῶν ἕκαστον ἀκριβῶς τῶν δι’ αὐτῆς δηλουμένων πεπληρωμένον. Απὸ τοῦ αὐτοῦ [9.16.1] ‟ τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφεὶμ εἱστήκεις κύκλῳ αὐτοῦ. ” εἶθ’ ὑποβάς φησι ‟ καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με, καὶ εἶπε, πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ 5 ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι,, καὶ ἰάσωμαι ”. [9.16.2] Ἔχεις καὶ τούτων τὸ ἀποτέλεσμα ἐπὶ τοῦ σωτῆρος ἡμῶν, κατὰ μὲν τὸν Ἰωάννην φήσαντα ‟ τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν εἰς αὐτὸν, ἔνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν ‟ κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν· εἶπε γὰρ πάλιν Ἠσαίας, τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἔνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι ” [9.16.3–4] ταῦτα εἶπεν Ἠσαίας, ὅτεεἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ· κατὰ δὲ τὸν Ματθαῖον ‟ ὅτε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῶ, διὰ τί ἐν παραβολαῖς αὐτοῖς λαλεῖς ; ὁ δὲ ἀποκριθεὶς εἷπεν, ὑμῖν δέδοται γνῶναι τὰ μυ- στήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται.” διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ἔνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ ἀκούωσι, μή ποτε ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. τότε ἐπληρώθη ἐπ’ αὐτοῖς ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτ’ ᾦ, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε” καὶ τὰ τούτοις ἑξῆς. ἐπιτήρει δὲ τίνα τρόπον ὁ Ἰωάννης ἐπάγει λέγων ‟ ταῦτα εἶπεν Ἠσαίας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ,’ ὡς τὸν Χριστὸν ἑωρακότος καὶ τὴν Χριστοῦ δόξαν τοῦ προφήτου κατὰ τὴν ὀπτασίαν ἐν ᾗ ἔφησεν ‟ εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ τὰ ἐξῆς. [9.16.5–6] τίς δ’ οὐκ ἂν ἐπαλαγείη τὴν πρόρρησιν ἐναργῶς οὕτως εἰσέτι νῦν ὁρῶν τῶν ἐκ περιτομῆς τὴν εἰς Χριστὸν ἀπιστίαν ; καὶ πάλαι μὲν γὰρ ἐνανθρωποῦντα καὶ παραδοξοποιοῦντα ἐν αὑτοῖς ὁρῶντες αὐτὸν, ὀφθαλμοῖς ψυχῆς καὶ διανοίας ὄμμασιν οὐκ ἐθεῶντο, οὐδέ τις ἦν ἐν αὐτοῖς νοερᾶς ἐνθυμήσεως ὅρασις εἰς τὸ συνιέναι τίς ποτ’ ἄρα ἦν ἡ τὰ τοσαῦτα καὶ τηλικαῦτα θαυματουργοῦσα ἐν αὐτοῖς δύναμις. ἀλλὰ καὶ αὐταῖς ἀκοαῖς ῥήματα ζωῆς αἰωνίου δέξασθαι κατηξιωμένοι καὶ φωνῆς ἐνθέου σοφίας ἀκροώμενοι ὠσὶ διανοίας οὐκ ἤκουον, ὡς ἐναργὲς τέλος ἐπαγαγεῖν αὐτοὺς τῇ προφηττείᾳ. [9.16.7–8] καὶ εἰς δεῦρο δὲ τὴν ἔνθεον τοῦ Χριστοῦ δύναμιν, δι’ ἧς πάν γένος ἀνθρώπων ἀποστήσας τῆς πατρίου δεισιδαιμονίας ὑπηγάγετο τῇ κατ’ αὐτὸν θεοσεβείᾳ, ἐναργῶς οὕτως ἐμφαινομένην ὁρῶντες οὐδαμῶς ἐφιστῶσιν τῇ διανοίᾳ οὐδ’ ἐπιβάλλουσιν ὅπως τὸ μήτε Μωσεῖ μήτε τοῖς μετὰ Μωσέα προφήταις ἐπὶ μόνων αὐτῶν κατορθωθὲν, τοῦτο δὴ τὸ μὴ εἰδωλολατρεῖν μηδὲ τῇ πολυθέῳ προσέχειν πλάνῃ, τοῦτ’ ἐπὶ πάντων τῶν ἐθνῶν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος ἀρετὴ συνεστήσατο. εἶτα δὲ καὶ ταῖς προφητικαῖς ἐντυγχάνοντες περὶ αὐτοῦ μαρτυρίαις, ἀκοῇ μὲν ἀκούουσιν, ἀλλ᾿ οὐ συνίασιν, ἔργῳ πληρουμένης εἰσέτι καὶ νῦν κατ᾿ αὐτῶν τῆς ἐν χερσὶ προφητείας. Ἀπὸ τοῦ Ζαχαρίου. [9.17.1–2] “Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλὴμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον· καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικὸν καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν εἰς διεκβολὰς γῆς.” Ταῦτα μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ζαχαρίου εἰς τὰ ὕστατα τῶν προφητῶν θεσπίσαντος, οὐδεὶς μετὰ τοὺς τῆς προφητείας χρόνους βασιλεὺς παρὰ Ἰουδαίοις γεγονὼς ἱστορεῖται, οἷον ἡ προφητεία παρίστησιν, εἰ μὴ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, καθ᾿ ὃν καὶ αὕτη τέλους ἐτύγχανεν ἡ πρόρρησις, ὅτε τοῖς ἑαυτοῦ μαθηταῖς πρὸς λέξιν εἰπὼν “πορευθέντες εἰς τὴν ἀπέναντι κώμην εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένον· λύσαντες αὐτὸν ἀγάγετε.” [9.17.3–4] καὶ ἐάν τις ὑμῖν εἴπῃ, τί ποιεῖτε; εἴπατε αὐτῷ, ὁ κύριος αὐτῶν χρείαν ἔχει. καὶ ἀπελθόντες ἐκεῖνοι ἐποίησαν καθ᾿ ἃ προσέταξεν αὐτοῖς.” τὰ μὲν οὖν τῆς προρρήσεως καὶ τὰ τοῦ συμπεράσματος τοῦτον ἔχει τὸν τρόπον. τί δὲ ἄρα ἐβούλετο σημαίνειν ἡ ἐπὶ ὄνῳ ὄχησις αὐτοῦ ἀλλ’ ἢ τὴν ταπεινὴν καὶ ἄδοξον αὐτοῦ παρουσίαν, καθ’ ἣν ἐποιήσατο τὴν πρώτην ἄφιξιν; οὔσης γὰρ καὶ δευτέρας ἐνδόξου, περὶ ἧς καὶ Δανιὴλ γυμνότερον ἐκκαλύπτων τὴν θεωρίαν εἴρηκεν ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο. χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος. [9.17.5–6] καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύουσιν. ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.” τὰ μὲν τῆς πρώτης ἀφίξεως τῆς ἐνανθρωπικωτέρας καὶ ταπεινῆς μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχει μέγα δεῖγμα καὶ σημεῖον, τὸ πρᾶον λέγεσθαι καὶ ἡσύχιον, ἥξειν τε ὀχούμενον ὑποζυγίῳ προφητεύεσθαι· τοῦτο γὰρ κοινοῦ καὶ ἀνθρωπίνου βίου γένοιτ’ ἂν τεκμήριον· τὰ δὲ τῆς δευτέρας καὶ ἐνθέου λαμπρότατα δηλοῦται διὰ τῆς ἐπὶ νεφελῶν οὐρανοῦ παρακομιδῆς καὶ τῆς αἰωνίου πάντων τῶν ἐθνῶν βασιλείας. [9.17.7] καὶ ἦν γε καλὸν ἀμφοτέρας παραθεῖναι τοῖς ἐκ περιτομῆς, λόγον τε αὐτοὺς ἀπαιτῆσαι πῶς ἂν σώσαιεν τὰς προφητείας, μίαν ἄφιξιν Χριστοῦ προσδοκῶντες · ἐπεὶ γὰρ ἑκατέραν τῶν παρατεθεισῶν προφητειῶν καὶ αὐτοὶ τὸν Χριστὸν ὁρᾶν ὁμολογοῦσιν, ὥρα λέγειν καὶ πυνθανομένοις ἡμῖν ἀποκρίνασθαι, πῶς οἷόν τε ὑφ’ ἔνα καὶ τὸν αὐτὸν καιρὸν καὶ ὑπὸ μίαν ἄφιξιν ἐπὶ νεφελῶν οὐρανοῦ φέρεσθαι τὸν αὐτὸν, καὶ ἐπὶ ὑποζυγίου καὶ πώλου νέου ὀχεῖσθαι· ἐπὶ πολὺ γὰρ ταῦτα διέστηκεν ἀλλή- ἀλλήλων. [9.17.8–9] μυρίας δ’ οὖν τοιαύτας καὶ ἄλλας περὶ τοῦ Χριστοῦ προφητείας συναγαγὼν, παραθείς τε καὶ συγκρούσας τὰ διαφόρως σημαινόμενα, ἐναργέστατα καταλήψῃ τινὰς μὲν τῆς πρώτης αὐτοῦ παρουσίας δηλώματα περιεχούσας, πεπληρωμένας κατὰ τὴν πρώ- τὴν ἐπιφάνειαν αὐτοῦ, τινὰς δὲ εἰς τὴν δευτέραν αὐ- - τοῦ καὶ ἔνδοξον ἄφιξιν ἀναφερομένας. ἐξωλό- I θρευσε γὰρ λεληθότως ἅρματα καὶ ἵππον καὶ πᾶν τό- ξον πολεμικὸν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος δύναμις κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ἐκ τῆς σωματι- κωτέρας Ἰερουσαλὴμ καὶ τοῦ καλουμένου Ἐφραὶμ λαοῦ· διὸ ἐξ ἐκείνου καὶ εἰς δεῦρο οὐκέτι συνέστη αὐτῶν τὸ βασίλειον, οὐδὲ ἡ πάλαι ἐν πολέμοις ἰσχύ- σασα παρασκευή τε αὐτῶν καὶ ὁπλιτικὴ δύναμις. [9.17.10–11] καλῶς δὲ ἐν τούτοις τὸν πάντα τῶν Ἰουδαίων λαὸν Ἐφραὶμ ὠνόμασεν, ἀλλ’ οὐχὶ Ἰσραὴλ οὐδὲ Ἰού- δαν, ἴνα μὴ τὰς σεμνοτέρας διαβάλλοι προσηγορίας. εὕροις δ’ ἂν καὶ ἐν ταῖς ἄλλαις προφητείαις τὸ πὰν ἔθνος Ἐφραὶμ μετὰ πολλῆς διαβολῆς καὶ κατη- γορίας ὠνομασμένον, ὥσπερ καὶ νῦν. μετὰ γοῦν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, μηκέθ’ ὁμοίως ὡς τὸ πρὶν διῃρημένου τοῦ λαοῦ, τίνας ἦν εἰκὸς δηλοῦσθαι διὰ τοῦ Ἐφραὶμ ἢ αὐτοὺς τοὺς τὴν Ἰερουσαλὴμ οἰκοῦντὰς; ὣν τὴν πολεμικὴν καὶ ὁπλιτικὴν δύναμιν μέχρι τῶν ‘ρωμαι·κῶν χρόνων διαρκέσασαν ἡ τοῦ σωτῆρος ἡμῶν παρουσία ἐνθέῳ καὶ ἀπορρήτῳ δυνάμει καθεῖ- λεν ὁμοίως τῇ προφητείᾳ. [9.17.12] ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν εὐαγγελίζεται ὁ λόγος, οὐχ ἀπλῶς χαίρειν, ἀλλὰ καὶ σφόδρα χαίρειν αὐτῇ παρακελευόμενος, διὰ τὴν τοῦ θεοῦ λόγου εἰς αὐτὴν παρουσίαν ^ ἣν καὶ θυγατέρα τῆς ἐπουρανίου Σιῶν ἢ καὶ τῆς προτέρας συναγωγῆς ἀποκαλεῖ, διὰ τὸ πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότας γεν- νήματα εἶναι καὶ τέκνα Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ, οἶα ἐκ μητρὸς τῆς τῶν Ἰουδαίων συναγωγῆς προελθόντας. [9.17.13–15] καὶ τὸ ἐξῆς δὲ ἐπληροῦτο ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν παρουσίᾳ. εἰρήνη γοῦν ἐξ ἐθνῶν γέγονεν ἀπὸ τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ οἵα οὐδεπώποτε· οὐκέτι γοῦν πόλεις πόλεσιν, έ)ς τὸ πρὶν, πολεμοῦσιν, οὐδὲ ἔθνη ἔθνεσι συρράσσουσιν, οὐδ’ ὡς τὸ παλαιὸν ὁ τῶν ἀνθρώπων βίος ἀκαταστα- τεῖ, οὐδ’ Αθηναῖοι μὲν Λακεδαιμοḿοις ἐπιστρατεύ- ονται, Σύροι δὲ Φοίνιξιν, Ἀράβιοι δὲ Παλαιστίνοις, καὶ Αἰγύπτιοι τοῖς πλησιοχώροις. ἥνωται δὲ ἐξ ἐκείνου σὺν θεῷ τὰ πάντα, καὶ ἀληθῶς πλῆθος εἰ- ρήνης ἐξ ἐθνῶν ἐξ ἐκείνου καὶ εἰς δεῦρο γέγονεν ἀκο- λούθως τῇ προφητείᾳ· μόνος δὲ Ἰησοῦς καὶ ὁ δι’ αὐτοῦ κηρυχθεὶς τῆς εὐαγγελικῆς διδασκαλίας λόγος ἦρξεν τῶν ἀπὸ θαλάσσης ἕως θαλάσσης ἑῴας καὶ τῆς κατὰ δυόμενον ἥλιον, καὶ ἀπὸ ποταμῶν εἰς τὰς διεκβολὰς τῆς γῆς, ἀκολούθως τοῖς ἐν τῷ προφήτῃ προλελεγμένοις. [9.17.16] ἅπερ καὶ ὁ ^ Ἀκύλας ὧδέ πως ἡρμήνευσεν εἰπὼν καὶ λαλήσει εἰρήνην ἐν τοῖς ἔθνεσι, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἴως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς γῆς. ταῦτα δὲ τοῖς ἐν τῷ ὶVαλμῷ σύγκρινον τῷ ἐπιγεγραμ- μένῳ εἰς Σολομῶνα περὶ τοῦ υἱοῦ τοῦ βασιλέως, δη- Λάδη τοῦ ἐκ σπέρματος Σολομῶνος προελευσομένου, λεγομένοις, περὶ οὗ φησιν ὁ ΗΓαλμὸς ’ καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἴως θαλάσσης, καὶ ἀπὸ ποτα- μῶν ἴως περάτων τῆς οἰκουμένης.” [9.17.17–18] σημαίνει δὲ καὶ τὴν ἐνταῦθα δηλουμένην εἰρήνην ὁ αὐτὸς η·αλμὸς φά- σκων “άνατελεΐ έν ταΐς ήμέραις αυτού δικαιοσύνη και πλήθος ειρήνης! καϊ Ησαΐας δϊ τούτοις σνν- τρέχει δι ων φησι "καϊ σνγκόψουσι τάς μαχαίρας αύτών εις άροτρα καϊ τάς ξιβύνας αυτών είς δρέ- πανα, καϊ ού λήφεται έτι έθνος έπ' έθνος μάχαιραν, καϊ ού μή μάθωσιν έτι πολεμεῖν.” εύροις δ᾿ αν καϊ Μιχαίαν τούτοις σννάδοντα καϊ άλλους πλείους τών προφητών, έπιστήσας δϊ, ως έφην, τοΐς χρόνοις δυνήση συνιδεΐν ως άπο τών Αύγούστου χρόνων καϊ τής κατ' αύτόν έπιλαμφάσης τού σωτήρος ημών έπιφανείας τής 'Ρωμαίων μοναρχίας έπικρατησάσης αί πάλαι τών έθνών διελύθησαν διαστάσεις καϊ πολυαρ- χίαι, καϊ τόνδε έξ έκείνον τον τρόπον τέλονς ήρξατο τνγχάνειν τά τής προφητευομένης ειρήνης. [9.17.19–9.18.1] άλλα νύν μϊν τέως ηρξατο, έσται ότε πληρέστατα ή προφητεία συμπερασθήσεται, έπάν τό πλτ,ρωμα τών έθνών είσέλθη τό προς τού ίερόύ αποστόλου δεδηλω- μένον” Ἀπό Ψαλμού ριζ'. “Αίθον ον άπεδοκίμασαν οί οίκοδομονντες, ούτος έγενήθη είς κεφαλήν γωνίας, παρά κυρίου έγένετο αύτη, καϊ έστι θαυμαστή έν όφθαλμοΐς ημών. αὕτη ή ημέρα ην έποίησεν ό κύριος, άγαλλιασώμεθα καϊ εύφρανθώμεν έν αύτη. ω κύριε, σώσον δή, ω κύριε, εύόδωσον δή. ευλογημένος ό έρχόμενος έν ονόματι κυρίου, θεός κύριος, καϊ έπέφανεν ημἴν” [9.18.2–3] Τού σωτήρος ημών Ιησού Χριστού είσελθόν- τος πού είς τά [Ιεροσόλυμα, ότε κατά τήν προ ταύτης προφητείαν ὀχούμενος ὄνῳ τὴν ἐν τῷ Ζαχαρίᾳ πρόρρησιν ἐπλήρου, κατὰ τὸν θεῖον εὐαγγελιστὴν οἱ ὄχλοι προάγοντες αὐτὸν καὶ ἀκολουθοῦντες ἐπευφήμουν λέγοντες ‟ ὡς ἀννᾶ τῷ υἱῷ Δαβὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡς ἀννᾶ ἐν τοῖς ὑψίστοις. ὅτε καὶ εἰσελθόντος αὐτοῦ εἰς τὰ Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λεγόντων, τίς ἐστὶν αὑτος; οἱ δὲ ὄχλοι ἔλεγον, οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναξαρὲθ τῆς Γαλιλαίας.” [9.18.4–5] ἐπεὶ τοίνυν ἐκ τοῦ προκειμένου Ψαλμοῦ εἴρηται τὸ “ὡς ἀννά,” ὅπερ ἑρμηνευθὲν δηλοῖ ‟ σῶσον δή,” τὸ δὲ Ἑβραικὸν ἀννᾶ Αδωναΐ ὡς ἀννᾶ περιέχει, ἀλλὰ καὶ τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,” ἐπειδήπερ καὶ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ Ψαλμοῦ μετείληπται, ταῦτα δὲ σαφῶς ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ ἀνενήνεκται, εἰκότως εἰς αὐτὸν καὶ τὰ λοιπὰ τῆς προρρήσεως ἐξειλήφαμεν. οὗτος γὰρ ὢν τυγχάνει εὐλογημένος, ὁ καὶ δι’ ἑτέρου προφήτου ὠνομασμένος ‟ ὁ ἐρχόμενος τοῦ φήσαντος‘‘ ἔτι μικρὸν, καὶ ὁ ἐρχόμενος ἥξει, καὶ οὐ μὴ χρονίσῃ,’ ὃς καὶ ἐλήλυθεν ἐν ὀνόματι κυρίου τοῦ θεοῦ καὶ πατρὸς αὑτοῦ. αὐτὸς δ’ ἂν εἴη καὶ θεὸς κύριος ὁ ἐπιφανεὶς ἡμῖν. ἐν ὀνόματι γοῦν τοῦ πατρὸς αὑτοῦ ὁμολογεῖ ἐληλυθέναι λέγων πρὸς τοὺς Ἰουδαίους ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με · ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.’ [9.18.6] αὐτὸς δὴ οὖν οὗτος ὁ ἐπιφανεὶς ἡμῖν θεὸς κύριος, ὁ εὐλογημένος, ὁ ἐλθὼν ἐν ὀνόματι κυρίου, αὐτὸς ἦν καὶ ὁ λίθος, ὃν ἀπεδοκίμασαν οἱ πάλαι πρότερον τὸν ἐκ περιτομῆς λαὸν διὰ τῆς Μωσαϊκῆς διδασκαλίας οἱκοδομοῦντες, ὃς καὶ ἀποδοκιμασθεὶς ὑπ’ αὐτῶν εἰς κεφαλὴν φαλὴν ἑτέρας γωνίας τῆς ἐξ ἐθνῶν ἐκκλησίας κατέστη, ἣν ὡς μὴ τοῖς πᾶσιν ὁρωμένην, μόνοις δὲ τοῖς προφητικοῖς ὀφθαλμοῖς θαυμαστὴν εἶναί φησιν ὁ λόγος φάσκων καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν [9.18.7] τὴν δὲ ἐπιφάνειαν αὐτοῦ πάλιν μέραν ὀνομάζει ‟ ἣν ἐποίησεν ὁ κύριος,” ἐπεὶ καὶ φῶς ἦν b αὐτὸς τὸ ἀληθινὸν καὶ ἥλιος δικαιοσύνης καὶ ἡμέρα τοῦ θεοῦ, έν ᾗ γένοιτο καὶ ἡμᾶς εἰπεῖν ‟ αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.” Καὶ τούτων δὲ τοῦτον συντετμημένων τὸν τρόπον καιρὸς καὶ ἐπὶ τὰς περὶ τοῦ πάθους αὐτοῦ μεταβῆναι προφητείας. BOOK 10: ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ [10.praef.1–2] Μετὰ τὰς ἀποδεδομένας προρρήσεις περὶ τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ προκηρυττομένου θεοῦ καλεῖ δὴ καιρὸς καὶ τὰ περὶ τὴν ἀπαλλαγὴν τοῦ ἐξ ἀνθρώπων αὐτοῦ βίου διεξελθεῖν, συνιδεῖν τε αὖθις οἷα συμβήσεσθαι περὶ αὐτὸν ἄνωθεν ἐκ τόν προφητικῶν ἐθεσπίζετο χρόνων. πρῶτα δὲ διελεύσομαι τὰ περὶ τῶν τὸν θάνατον αὐτῷ συσκευωρησαμένων, μέρος οὐ μικρὸν τυγχάνοντα τῆς προκειμένης προτάσεως. πρὸ δέ γε τοῦ λόγου τὰ πολλάκις ἡμῖν εἰρημένα περὶ τῆς κατ’ αὐτὸν οἰκονομίας τηρητέον ὅτι δὴ τὰ μὲν κατὰ τὴν θεότητα αὐτοῦ, τὰ δὲ κατὰ τὴν ἐνανθρώπησιν ἐπινοεῖται. [10.praef.3] πῆ μὲν γὰρ εἰσάγεται λόγος ὢν θεοῦ καὶ θεοῦ δύναμις καὶ θεοῦ σοφία, μεγάλης τε βουλῆς ἄγγελος, μέγας τε καὶ αἰώνιος ἀρχιερεὺς ὑπὲρ τῆς τῶν γεννητῶν ἁπάντων οὐσιώσεώς τε καὶ σωτηρίας ἱερωμένος, καὶ ἱλεούμενος τὸν πατέρα· πή δὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον · τοῦτο δὲ ἦν τὸ ἀνθρώπειον σκῆνος, ὃ δίκην ἀμνοῦ καὶ προβάτου ἐκ τῆς ἡμετέρας ἀγέλης οἷά τις ἀρχιερεὺς ἀναλαβὼν καὶ τὴν ἀπαρχὴν τοῦ τῶν ἀνθρώπων γένους καλλιερησάμενος προσηγάγετο τῷ πατρὶ, δι’ οὗ καὶ τῇ τῶν ἀνθρώπων ὡμίλησε φύσει, οὐκ ἄλλως δυναμένῃ δυναμένῃ καὶ δυνάμεως ἀσωμάτου καὶ νοερᾶς ἐπηκόῳ γενέσθαι, οὐδέ τι μεῖζον σαρκῶν καὶ σωμάτων δι’ ὀφθαλμῶν σαρκὸς ἐπινοῆσαι. [10.praef.4] ὅσα τοίνυν ἐπὶ τὸ ταπεινότερον δόξειεν ἐν τοῖς προκειμένοις περὶ αὐτοῦ λέγεσθαι, ταῦτα τὸν ἀμνὸν ὁρᾶν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ τὸ σκῆνος τὸ ἀνθρώπειον ὑποβάλλει νοεῖν. ἀμνὸς μὲν γὰρ ἦν αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου κατὰ τὸν βαπτιστὴν Ἰωάννην τὸν λέγοντα ‟ ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀμνὸς δὲ ἦν καὶ ὁ ἐπὶ σφαγὴν ἀγόμενος κατὰ τὸ παρὰ τῷ Ἠσαίᾳ λόγιον φάσκον ‟ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος. [10.praef.5–6] περὶ τοῦ αὐτοῦ δὲ ὡς περὶ ἀμνοῦ ἐλέγετο καὶ τὸ ‘‘ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. ἔδει γὰρ τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν ὑπὸ τοῦ μεγάλου ἀρχιερέως ἀναληφθέντα ὑπὲρ τῶν λοιπῶν συγγενῶν ἀμνῶν καὶ ὑπὲρ πάσης τῆς ἀνθρωπίνης ἀγέλης, θυσίαν τῷ θεῶ προσαχθῆναι. ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος καὶ δι’ ἀνθρώπου ἡ ἀνάστασις ἡ ἐκ νεκρῶν” φησὶν ὁ ἀπόστολος‘‘ καὶ ὥσπερ δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα οὕτω καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.” [10.praef.7] ἔνθεν καὶ αὐτὸς τοὺς μὲν ἑαυτοῦ μαθητὰς ζωὴν καὶ φῶς καὶ ἀλήθειαν ἑαυτὸν εἶναι καὶ τὰς λοιπὰς ἐπινοίας τῆς κατ’ αὐτὸν θεολογίας ἐπαίδευε, τοῖς δὲ ἀμυήτοις τῶν κατ’ αὐτὸν ἀπορρήτων ἔλεγε τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; ” ὥσπερ οὖν τὰ τῆς θεολογίας ἰδιώματα ἐν τοῖς ἔμπροσθεν ἀποδέδοται, τὸν ὅμοιον δὴ τρόπον κἀνταῦθα τοῦ ἀμνοῦ τὰ ἀνθρωποπαθῆ παραστήσεται, τῶν πρὸ τοῦ πάθους αὐτοῦ μέσον ὄντων, ὁμοῦ τε ἄμφω τά τε κατὰ τὸν θεὸν καὶ τὰ κατὰ τὸν ἄνθρωπον αὐτοῦ περιειληθότων. [10.praef.8] τούτων χρησίμως ἡμῖν προτετηρημένων, ἤδη καὶ τῶν λογίων αὐτῶν ἐφαψώμεθα, περὶ τῆς Ἰούδα τοῦ προδότου καὶ τῶν σὺν αὐτῷ κατὰ τοῦ Χριστοῦ γενομένης συσκευῆς, περί τε τῶν ἀμφὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συμβεβηκότων. ἈΠῸ ΨΑΛΜΟΥ͂ Μ’ [10.1.1] ‟ Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος · κύριος διαφυλάξαι αὐτὸν, καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρόν αὐτοῦ. κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. ἐγὼ εἶπα, κύριε, ἐλέησόν με, ἴασαι ψυχήν μου, ὅτι ἥμαρτόν σοι. οἶ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ. ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. [10.1.2] κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἶ ἐχθροί μου, κατ’ ἐμοῦ ἐλογίζοντο κακά μοι. λόγον παράνομον κατέθεντο κατ’ ἐμοῦ, μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι ; καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν σὺ δὲ, κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμοί. ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.” [10.1.3–4] Ἐπειδὴ τινες ὑπειλήφασιν τὴν βίβλον τῶν Ψαλμῶν ὕμνους μόνον εἰς θεὸν καὶ ᾠδὰς θεολογικὰς περιέχειν, οὐ μὴν καὶ προγνώσεις οὐδὲ μελλόντων προφητείας, τοῦτο πρῶτον ἐπιτηρητέον, ὡς μυρία θεσπίζεται δι’ αὐτῶν, ἃ καὶ μακρὸν ἂν εἴη συναγαγεῖν ἐπὶ τοῦ παρόντος, ἀρκεῖ δὲ χρήσασθαι εἰς μαρτυρίαν τοῦ λόγου δύο Ψαλμοῖς ἐπιγεγραμμένοις μὲν τοῦ Ἀσὰφ, εἰρημένοις δὲ κατὰ τοὺς τοῦ Δαβὶδ χρόνους. τὸ τηνικαῦτα γὰρ εἶς τῶν ἱεροψαλτῶν ὁ Ἀσὰφ τυγχάνων, ὡς ἐν τῇ βίβλῳ φέρεται τῶν Παραλειπομένων, τοὺς ἐπιγεγραμμένους αὐτοῦ Ψαλμοὺς θείῳ πνεύματι προσεφώνησε. [10.1.5–6] τί δὴ οὑν περιέχουσιν οἶ Ψαλμοί; προρρήσεις τῆς πολιορκίας τῆς βασιλικῆς πόλεως τοῦ Ἰουδαίων ἔθνους, ἥτις γέγονεν ἐγγύς που πεντακοσίοις ἔτεσι μετὰ τὴν πρόρ· ῥῆσιν. λέγει δ’ οὖν ὁ ἑβδομηκοστὸς τρίτος ἐπιγεγραμμένος συνέσεως τῷ Ἀσὰφ ‟ ἱνατί ἀπώσω θεὸς εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς, ἐλυτρώσω ῥάβδον κληρονομίας σου. ὄρος Σιῶν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ, ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος. ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου, καὶ ἐνεκαυχήσαντο οἶ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. [10.1.7–8] ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν ὡς εἰς τὴν εἴσοδον ὑπεράνω. ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.” ταῦτα μὲν ὁ ἑβδομηκοστὸς τρίτος ψαλμός. καὶ ὁ ἑβδομηκοστὸς δὲ ὄγδοος τοῦ Ἀσὰφ καὶ αὐτὸς τυγχάνων τάδε περιέχει ‟ ὁ θεὸς εἰδήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου. ἔθεντο Ἰερουσαλημ ὡς ὀπωροφυλάκιον, ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς.” [10.1.9–10] τούτων δὲ τὰ μὲν πρῶτα, λέγω δὲ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ τρίτου Ψαλμοῦ, εἴρητο βασιλεύοντος ἔτι τοῦ Δαβὶδ πρὸ τοῦ τὸν ναὸν ἱπὸ Σολομῶνος κατασκευασθῆναι · τέλους δὲ ἔτυχεν οὐκ ἄλλοτε ἣ πρῶτον μὲν ἐπὶ τῆς Βαβυλωνίων πολιορκίας, δεύτερον δὲ ἐπὶ τοῦ Ῥωμαϊκοῦ πρὸς Ἰουδαίους πολέμου. ἕκαστα γὰρ τῶν εἰρημένων ἐπληροῦτο ἐπί τε τῆς πρώτης καὶ δευτέρας τοῦ ἱεροῦ κατασκαφῆς προγνωσθέντα καὶ ἀναφωνηθέντα ἐν τοῖς εἰρη- μένοις Ψαλμοῖς ὑπὸ τοῦ Ἀσάφ· τὰ δὲ δεύτερα ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου ἐπληροῦτο κατὰ τοὺς Ἀντιόχου χρόνους, τοῦ κληθέντος Ἐπιφανοῦς, ὃς τῆς Συρίας βασιλεύσας ὑπάγεται μὲν τὰ Ἱεροσόλυμα, μιαίνει δὲ τὸν ναὸν καὶ καθαιρεῖ τὸ θυσιαστήριον, ἔπειτα τοὺς Ἰουδαίους ἑλληνίζειν ἐπαναγκάζων πλείστους ὅσους αὐτῶν ἄνδρας τε καὶ γυναῖκας ὑπὲρ τοῦ οἰκείου νόμου καὶ τῆς πατρῴας εὐσεβείας ἀνήρει, ποικίλαις προαικιζόμενος τιμωρίαις. [10.1.11–12] εἰς ἐκεῖνον τοιγαροῦν τὸν καιρὸν καὶ εἰς τοὺς μετὰ ταῦτα τῷ Ἀντιόχῳ τὰ ἴσα πράξαντας ἀναφωνεῖ ὁ Ἀσὰφ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου Ψαλμοῦ. μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ τῶν καλουμένων Μακκαβαίων γραφὴ, τοῦτον ἔχουσα τὸν τρόπον ‟ καὶ προσἐπισυνήχθησαν πρὸς Ἰάκειμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητοῦσα δίκαια.” καὶ ἑξῆς ἐπιλέγει ‟ καὶ ὤμοσεν αὐτοῖς λέγων, οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν · καὶ ἐνεπίστευσαν αὐτῷ· καὶ συνέλαβεν ἐξ αὐτῶν ἐξήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον Ἀσὰφ ὅν ἔγραψεν, ἔδωκαν τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, σάρκας ὁσίων σου τοῖς ζῴοις τῆς γῆς, αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων.” [10.1.13] τούτων οὕτω προρρηθέντων καὶ ἀποτελεσθέντων οὐ θαυμαστὸν εἰ κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ προεκτεθέντα τοῦ τεσσαρακοστοῦ Ψαλμοῦ λόγια σημαίνει τὰ μέλλοντα ἔσεσθαι κατὰ τὸν καιρὸν τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῆς, ἇπερ μὴ πάντων ἀνθρώπων συνιέντων, ὅπως λόγος ὢν θεοῦ καὶ σοφία καὶ ζωὴ καὶ φῶς ἀληθινὸν, καὶ πάντα πλοῦτον ἀγαθῶν κεκτη- μένος, δι’ ἡμᾶς ἐπτώχευσε σάρκα λαβὼν, καὶ τοῖς τὸ γένος θνητοῖς ἀνθρώποις καὶ πτωχοῖς ὁμοιωθεὶς, μορφήν τε δούλου καὶ πένητος ἀνειληφὼς, καὶ μάλιστα καθ’ ὃν καιρὸν ἐπλήρου τὴν ἀπὸ τοῦ Ψαλμοῦ προφητείαν, εἰκότως ἐν ἀρχῇ τοῦ Ψαλμοῦ μακαρίζεται ὁ ταῦτα περὶ αὐτοῦ συνιεὶς, ἐπαγγελίας τυγχάνων τῆς ἀναγεγραμμένης εἶθ’ ἐξῆς ἐκ προσώπου λοιπὸν δὴ τοῦ πένητος καὶ πτωχοῦ, αὐτοῦ δηλαδὴ τοῦ δι’ ημᾶς πτωχεύσαντος σωτῆρος ἡμῶν, ἐπιλέγεται ‟ ἐγὼ εἶπα, κύριε ἐλέησόν με.” ὅτι δὲ ἐκ προσώπου τοῦ σωτῆρος τὰ ἐν τῷ Ψαλμῷ θεσπίζεται αὐτάρκης μάρτυς ὁ εὐαγγελιστὴς Ἰωάννης τυγχάνει. [10.1.14–15] ἱστορεῖ γὰρ ὅτι ‟ λαβὼν ὁ Ἰησοῦς ποτε λέντιον περιεζώσατο, καὶ νίψας τοὺς πόδας τῶν μαθητῶν αὑτοῦ εἶπεν, ἐγὼ οἶδα οὓς ἐξελεξάμην. ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον. ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ.” ποίαν γὰρ πεπληρῶσθαι γραφὴν ἐν τούτοις ἐδήλου ἀλλ’ ἢ τὴν τοῦ μετὰ χεῖρας Ψαλμοῦ, ἐν ᾧ εἴρηται ‟ καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήν.ης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν; ” φησὶν οὖν ἀρχόμενος‘ ἐγὼ εἶπα, κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι,” καὶ δι’ ὅλου τοῦ Ψαλμοῦ· [10.1.16–17] ἅπερ σαφέστερον ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον ‟ ἐμοῦ λέγοντος, κύριε οἰκτείρησόν με, ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι, οἶ ἐχθροί μου ἔλεγον περὶ ἐμοῦ κακὰ, πότε ἀποθάνῃ, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ ; καὶ εἰσερχόμενος ἐπισκέψασθαι μάταια ἐλάλει ἡ καρδία αὐτοῦ, ἤθροι- ζεν ἀδικίαν ἑαυτῇ· ἐξερχόμενος δὲ ἔξω κατελάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ’ ἐμοῦ πάντες οἱ μισοῦντές με, περὶ ἐμοῦ ἐννοοῦντες κακά μοι. λόγος παράνομος ἐκκέχυτο ἔνδον αὐτῶν, καὶ πεσὼν οὐκέτι ἀναστήσεται. ἀλλὰ καὶ ἄνθρωπος, ὃς εἰρήνευέ μοι, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμὸν, κατεμεγαλύνθη μου ἀκολούθως, σὺ δὲ κύριε οἴκτειρόν με, καὶ ἀνέγειρόν με, ἵνα ἀνταποδώσω αὐτοῖς. διὰ τοῦτο γνώσομαι ὅτι θελήσεις, ἐὰν μὴ καταλαλήσῃ ὁ ἐχθρός μου. ἐμοῦ δὲ διὰ τὴν ἁπλότητα ἀντέσχου ἀντέσχου, καὶ παραστήσεις με ἔμπροσθέν σου δι’ αἰῶνος.” [10.1.18–19] ἰσοδυναμεῖ δὲ τοῖς τοῦ Συμμάχου καὶ τὰ Ἀκύλου. πρῶτον οὑν περὶ τοῦ δοκεῖν ὑπεμφαίνειν ἐκ προσώπου τοῦ σωτῆρος ἡμῶν τὸ εἰρημένον, τὸ “ ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι,” τηρήσεις τὸ παρὰ τῷ Συμμάχῳ μὴ οὕτως ἔχον, ἀλλὰ “ ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι.’ καὶ οὕτως δὲ τοῦτό φησιν, ἐπειδὴ τὰς ἡμετέρας κοινοποιεῖ εἰς ἑαυτὸν ἁμαρτίας. διὸ λέλεκται “ καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν” καὶ “ αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει.” [10.1.20–21] γέγονε γοῦν ὑπὲρ ἡμῶν κατάρα ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὃν καὶ μὴ γνόντα ἁμαρτίαν ὁ θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἀντίψυχον ὑπὲρ πάντων ἡμῶν προέμενος αὑτὸν, “ ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.” ἀλλ’ ἐπεὶ καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, εἰκότως προφέρεται τὰ ἐκκείμενα ὅτι δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειούμενος διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην καὶ φιλανθρωπίαν ταῦτά φησιν, ἑξῆς ὑποκαταβὰς ἐν αὐτῷ τῷ Ψαλμῷ ἐπιφέρει λέγων “ ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου,” σαφῶς τὸ ἀπειρόκακον τοῦ θεοῦ παριστάς. πῶς δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειοῦται, καὶ πῶς φέρειν λέγεται τὰς ἀνομίας ἡμῶν, ἢ καθ’ ὃ σῶμα αὐτοῦ εἶναι λεγόμεθα, κατὰ τὸν ἀπόστολον φήσαντα “ὑμεῖς δὲ ἐστὲ σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους;” [10.1.22–23] καὶ καθ’ ὃ πάσχοντος ἑνὸς μέλους συμπάσχει πάντα τὰ μέλη, οὕτως τῶν πολλῶν μελῶν πασχόντων καὶ ἁμαρτανόντων, καὶ αὐτὸς κατὰ τοὺς τῆς συμπαθείας λόγους, (ἐπειδήπερ εὐδόκησε θεοῦ λόγος ὢν μορφὴν δούλου λαβεῖν καὶ τῷ κοινῷ πάντων ἡμῶν σκηνώματι συναφθῆναι) τοὺς τῶν πασχόντων μελῶν πόνους εἰς ἑαυτὸν ἀναλαμβάνει, καὶ τὰς ἡμετέρας νόσους ἰδιοποιεῖται, καὶ πάντων ἡμῶν ὑπεραλγεῖ καὶ ὑπερπονεῖ κατὰ τοὺς τῆς φιλανθρωπίας νόμους. οὐ μόνον δὲ ταῦτα πράξας ὁ ἀμνὸς τοῦ θεοῦ, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν κολασθεὶς καὶ τιμωρίαν ὑποσχὼν ἣν αὐτὸς μὲν οὐκ ὤφειλεν, ἀλλ’ ἡμεῖς τοῦ πλήθους ἕνεκεν τῶν πεπλεμμελημένων, ἡμῖν αἴτιος τῆς τῶν ἁμαρτημάτων ἀφέσεως κατέστη, ἅτε τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, μάστιγάς τε καὶ ὕβρεις καὶ ἀτιμίας ἡμῖν ἐποφειλομένας εἰς αὑτὸν μετατιθεὶς, καὶ τὴν ἡμῖν προστετιμημένην κατάραν ἐφ’ ἑαυτὸν ἑλκύσας, γενόμενος ὑπὲρ ἡμῶν κατάρα · καὶ τί γὰρ ἄλλο ἢ ἀντίψυχου; διό φησιν ἐξ ἡμετέρου προσώπου τὸ λόγιον “ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, ὥστε εἰκότως ἑνῶν ἑαυτὸν ἡμῖν ἡμᾶς τε αὑτῷ, καὶ τὰ ἡμέτερα πάθη ἰδιοποιούμενος, φησὶν “ ἐγὼ εἶπα, κύριε ἐλέη- σόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.” [10.1.24–25] ὁρῶντας δὲ εἰκότως τοὺς ἐπιβουλεύοντας οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ δυνάμεις δυνάμεις τὴν ὑπερβάλλουσαν ἰσχὺν αὐτοῦ τῆς θείας προσηγορίας καὶ τοῦ ὀνόματος, δι’ οὗ μικρὸν ὕστερον Χριστιανῶν τὴνπᾶσαν κατέπλησεν οἰκουμένην, σβέσειν αὐτὴν οἴεσθαι ὺπειληφέναι, εἰ τὰ πρὸς θάνατον ἐπιβουλεύσαιεν αὐτῷ. τοῦτο δὴ οὖν αὐτὸ διελέγχει φάσκων “ οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;” ἐπεὶ δὲ καθυποκρινόμενοι προσῄεσαν πειράζοντες ὅπως αὐτὸν παγιδεύσωσιν, ὡς ἡ θεία γραφὴ μαρτυρεῖ, ἄλλοτε ἄλλας αὐτοὺς προφάσεις καὶ κατηγορίας κατ’ αὐτοῦ συσκευάζεσθαι ἱστοροῦσα, τούτ’ ὢν ἕνεκα ἐπιλέγει “καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ’ ἐμοῦ.” [10.1.26–27] ἐξῆς δὲ τούτοις ἤδη σαφῶς ἐμφαίνει καὶ αὐτὸν ἐκεῖνον τὸν δυσσεβέστατον προδότην, ἐπειδὴ συνέβαιβεν μεθ’ ἃς πεποίητο συνθήκας τοῖς ἄρχουσι τῶν Ἰουδαίων περὶ τῆς τοῦ διδασκάλου προδοσίας μηκέτ’ ἀπαντᾶν αὐτὸν συνήθως ἐπὶ τὴν τῶν θείων μαθη- μάτων διδασκαλίαν, μηδ’ ὡς παρὰ διδάσκαλον φοιτπᾶν, μηδ’ ὁμοίως τοῖς ἑτέροις παραβάλλειν τῇ τοῦ σωτῆρος διατριβῇ, ἀλλ’ ἐπὶ τῷ κατοπτεύειν καὶ θηρεύειν καιρὸν, ὅτε δέοι ἐπιθέσθαι αὐτῷ τοῦτο δ’ οὖν καὶ κατηγορεῖται πράττων ὑπὸ τῶν ἱερῶν εὐαγγελιστῶν, ὧν ὁ μὲν Ματθαῖός φησι “ τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἷπεν αὐτοῖς, τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν ; οἶ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἔνα αὐτὸν παραδῷ” ὁ δὲ Μάρκος “καὶ Ἰούδας ὁ Ἰσκαριώτης εἰς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἔνα αὐτὸν παραδῷ αὐτοῖς. [10.1.28–29] οἶ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι· καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδῷ.” ὁ δὲ Λουκᾶς γράφει λέγων‘‘ εἰσῆλθε δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ τοῖς στρατηγοῖς τοῦ ἱεροῦ, ἔνα αὐτὸν παραδῷ αὐτοῖς, καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.” ταῦτα δὴ οὖν αὐτὰ θεσπίζουσα ἡ μετὰ χεῖρας πρόρρησις ἐπιλέγει “ καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ. ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἶ ἐχθροί μου. [10.1.30–31] ὁ γοῦν Σύμμαχος εἰσερχόμενος φησὶν “ἐπισκοπῆσαι, μάταια ἐλάλει ἡ καρδία αὐτοῦ, ἤθροιζεν ἀδικίαν ἑαυτῇ· ἐξερχόμενος δὲ ἔξω κατελάλει. λάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ’ ἐμοῦ πάντες οἶ μισοῦντές με.” μόνος μὲν οὖν ὡς ἂν γνώριμος καὶ μαθητὴς παρὰ διδάσκαλον εἰσιὼν περιεσκόπει καὶ κατεμάνθανεν, ἔνδον ἐπὶ τῆς ἑαυτοῦ καρδίας κρύ- πτων τὴν ἐπιβουλήν. ἐξιὼν δὲ μετὰ πλειόνων ὁμοθυμαδὸν καὶ ἐπὶ τὸ αὐτὸ κατελάλει, τοῖς ἐχθροῖς προδιδοὺς τὸν σωτῆρα, καὶ συνταττόμενος τοῖς τῶν Ἰουδαίων ἄρχουσι λεληθότως περὶ ἑτέρων, οὐ μὴν ἀλλὰ καὶ περὶ τῶν χρημάτων, ἐφ’ οἶς παραδώσειν αὐτὸν ὑπισχνεῖτο, περὶ ὧν μετ’ αὐτῶν ἐκείνων ἐψι- θύριζε. διό φησιν “ ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἶ ἐχθροί μου, κατ’ ἐμοῦ ἐλογίζοντο κακά μοι. [10.1.32–33] λόγον παράνομον κατέθεντο κατ’ ἐμοῦ.” ἔοικε δὲ τὴν συνταγὴν τὴν περὶ τῶν ἀργυρίων λόγον παράνομον διὰ τῆς προφητείας ὀνομάζειν, ἢ καὶ ὅτι ἀσεβῆ καὶ παράνομα κατ’ αὐτοῦ διενοοῦντο, ὡς ἂν σβεσθησομένου καὶ διαφθαρησομένου μετὰ τὸν θάνατον, καὶ μηκέτ’ ἐν ζῶσιν ἐξετασθησομένου. τοιοῦτον γάρ ἐστι τὸ μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι ’ ὅπερ λευκότερον ὁ Σύμμαχος ἐξέφηνεν εἰπὼν “ καὶ πεσὼν οὐκέτ’ ἀναστήσεται.” ὁ δὲ Ἀκύλας φησὶν “καὶ ὃς ἂν κοιμηθῇ, οὐ προσθήσει τοῦ ἀναστῆναι.· καὶ ταῦτα ἔτι κοινῶς περὶ πάντων εἴρηται τῶν κατὰ τὸν καιρὸν τοῦ πάθους ἐπιβεβουλευκότων αὐτῷ, ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ὡς ἂν περὶ μαθῃτευθέντος αὐτῷ, ἐξῆς ἐπιφέρει λέγων “ καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν.” [10.1.34–35] ἀνθ’ οὗ πάλιν ὁ Σύμμαχος “ καὶ ἄνθρωπος” φησὶν “ ὃς εἰρήνευέ μοι, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμὸν, κατεμεγαλύνθη μου. ” χείριστος γὰρ ἀληθῶς ἁπάντων καὶ ἐναγέστατος ὁ μετὰ κοινὴν τράπεζαν καὶ τὴν ἐν λόγοις τοῦ διδασκάλου τροφὴν ἐπὶ τὰ χείρω τραπεὶς καὶ τοῖς ἐναντίοις τὸν εὐεργέτην ἀνταμειψάμενος. ἀλλ’ ἐπειδήπερ ἐπιβουλεύοντες οἶ ἐχθροὶ ἔλεγον “ πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;” ᾤοντό τε κοιμηθέντα μηκέτ’ ἀναστήσεσθαι, στήσεσθαι, τούτου χάριν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν τἀναντία τούτοις εὐχόμενος, καὶ τῆς ἀναστάσεως ἀκωλύτως τυχεῖν ἀξιῶν τὸν πατέρα, φησὶ “ σὺ δὲ, κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὄτι τεθέληκάς με ὅτι μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμέ.” [10.1.36] καὶ πρόδηλόν γε τίνα τρόπον μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετῆλθε τοὺς ἐπιβεβουλευκότας αὐτῷ ἡ ἀνταπόδοσις, ὅπως τε ὁ ἐχθρὸς αὐτοῦ ζωῆς τυγχάνοντος θάνατος κατῃσχύνθη, ὥστε τοὺς ἐπο- νειδίζοντας εἰπεῖν “ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, θάνατε, τὸ νῖκος ; ἐντυχὼν δέ τις ταῖς μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν ἱστορίαις τῷ Ἰωσήπῳ γραφείσαις εἴσεται τὰς μετελθούσας τὸ Ἰουδαίων ἔθνος καὶ τοὺς ἄρχοντας αὐτῶν συμφορὰς, αἷς εἰκότως περιπεπτώκασι τὰ ἐπίχειρα ὧν εἰς αὐτὸν ἔδρασαν ἀπολαμβάνοντες. [10.1.37–38] καὶ ταῦτα μὲν εἰς ἐκείνους ἐπληροῦτο πάντα κατὰ τὴν πρόρρησιν· τοῦ δὲ σωτῆρος ἡμῶν ἡ ἐκ νεκρῶν ἀνάστασις διέδειξε τοῖς πᾶσιν ὅπως ἐν αὐτῷ εὐδόκησεν ὁ πατὴρ, ὃ καὶ αὐτὸς διδάσκει λέγων “ ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμοί.” τούτοις ἐπιλέγει “ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου.” καὶ τήρει γε τίνα τρόπον αὐτῷ τῷ θεῷ καὶ πατρὶ αὑτοῦ τὴν εὐχὴν ἀναπέμπων ἐπὶ τοσαύτῃ τεθάρρηκε παρρησίᾳ ὡς ἀκακίαν ἑαυτῷ μαρτυρεῖν, τυρεῖν, καίτοι ἀνωτέρω φήσας‘‘ ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. [10.1.39–40] ἀλλὰ τὸ μὲν ἥμαρτόν σοι ὁποίας ἔχεται διανοίας προδιειλήφαμεν, καὶ ὁ Σύμμαχος δὲ σαφέστρον παρέστησεν εἰπὼν “ ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι, ὃ καὶ αὐτὸ λέγοιτ’ ἂν περὶ τῶν ἡμετέρων ἁμαρτημάτων, ἅπερ ὁ σωτὴρ καὶ κύριος ἡμῶν εἰς ἑαυτὸν ἀνεδέξατο. τὸ δὲ “ ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου” τὴν δι’ ὅλου καθαρότητα τῆς αὐτοῦ φύσεως παρίστησι, δι’ ἣν καὶ τὸ ἑδραῖον καὶ ἄσειστον τῆς ζωῆς καὶ τῆς μετὰ τὴν ἀνάστασιν αὐτοῦ σωτηρίας διδάσκων ἐπιλέγει καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα·” ἢ “ καὶ παραστήσεις με ἔμπροσθέν σου δι’ αἰῶνος” κατὰ τὸν Σύμμαχον. Ἀπὸ τοῦ Ψαλμοῦ νδ΄. [10.2.1–2] “ Ἐνώτισαι ὁ θεὸς τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, πρόσσχες μοι, καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ. φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος καὶ τὰ ἑξῆς. οἷς “καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ · σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.” [10.2.3–4] Τὸ “ εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ. σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα” ὅμοιόν ἐστι τῷ ‘καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν,” περὶ τοῦ Ἰούδα ἐν τῇ πρὸ ταύτης προφητείᾳ κειμένῳ. ὥσπερ οὖν ἐν ἐκείνῳ ἐδείκνυτο ἄνθρωπος εἰρήνης ποτὲ γεγονὼς, ὅτε τῷ σωτῆρι ἐμαθητεύετο εἶς καὶ αὐτὸς τοῦ τῶν ἀποστόλων ἀριθμοῦ χρηματίσας, οὕτω καὶ ἐν τῷ προκειμένῳ ἰσόψυχος καὶ ἡγεμὼν καὶ γνωστὸς αὐτῷ προσηγόρευται. [10.2.5–6] καὶ πάλιν ὡς ἐν ἐκείνῳ περὶ αὐτοῦ εἴρητο ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν,” τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ παρόντος εἰς αὐτοῦ πρόσωπον λέγεται τὸ “ ὅς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ” καὶ γὰρ τῶν καταξιουμένων καὶ αὐτὸς εἶς ἦν τῆς ἀπορρήτου πρὸς τοὺς μαθητὰς τοῦ σωτῆρος ἡμῶν ὁμιλίας τε καὶ πνευματικῆς τροφῆς. τοῖς μὲν γὰρ ἔξω πλήθεσι καὶ τοῖς ὄχλοις ἐν παραβολαῖς ἐλάλει, μόνοις δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, ἐν οἷς καὶ ὁ Ἰούδας ἐξητάζετο, ἐπέλυεν ἅπαντα. διὸ λέλεκται “ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν” καὶ “ ὅς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα.” [10.2.7] ἅπερ σαφέστερον ἐξέφηνεν ὁ μὲν Ἀκύλας εἰπὼν “οἳ ὁμοῦ ἐγλυκάναμεν ἀπόρρητον,” ὁ δὲ Σύμμαχος “ αἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν. ἀντὶ δὲ τοῦ “ σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου, καὶ γνωστέ μου” ὁ Σύμμαχός φησι σὺ δὲ ἄνθρωπε ὁμότροπέ μοι καὶ ἡγεμών μου καὶ γνωστέ μου.’ ἐπειδήπερ τοσούτων ἠξιωμένος φίλος ἐν τοῖς μάλιστα ἦν τοῦ σωτῆρος, εἰκότως φησὶ περὶ αὐτοῦ τὸ ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν’ καὶ τὰ ἐξῆς. [10.2.8–10] ταῦτα δὲ περὶ τοῦ Ἰούδα θεσπίσας ἀκολούθως τὴν ἐκ τοῦ θανάτου σωτηρίαν καὶ ἀποφυγὴν ἑαυτοῦ προδιάσκει λέγων “ἐγὼ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ ὁ κύριος ἔσωσέ με.” ἐσπέρας καὶ πρωὶ· καὶ διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου.’ ὡς ἐν εὐχῇ τὸν πρὸ τοῦ θανάτου καιρὸν σημαίνει, καθ’ ὃν καὶ ὁ Ἰούδας τὰ τῆς κατ’ αὐτοῦ προδοσίας συνεσκευάσατο. τότε οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὡς ἐπὶ ὀλέθρῳ καὶ ἀπωλείᾳ τοῦ γνωρίμου δυσφορῶν, καὶ ἔτι μᾶλλον ἐπὶ τῇ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποβολῇ, ὥσπερ ἐπὶ μεμηνόσιν οἰκείοις καὶ ὡς ἐπὶ φιλτάτοις συμπάσχων, πᾶσαν τὴν πρὸς αὐτοὺς ὁμιλίαν καὶ διδασκαλίαν, διὰ τὸ μηδὲν αὐτοὺς ὠφεληκέναι, ἀδολεσχίαν ἀποκαλεῖ φάσκων “ ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν φησὶν ῾ ἐπ’ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.’ [10.2.11–12] ἅπερ δύναται μὲν καὶ ἐπὶ τοὺς ἄρχοντας τῶν ἐκ περιτομῆς ἀναφέρεσθαι, τοὺς ἐχθρωδῶς καὶ ἐπιβουλευτικῶς ἐνεδρεύειν αὐτὸν πειρωμένους, δύναται δὲ καὶ περὶ δυνάμεων ἀοράτων ἔξωθεν αὐτὸν προσπολεμουσῶν καὶ τὴν δι’ ἀνθρώπων κατασκευὴν ἐνεργουσῶν λέγεσθαι. ἃ καὶ συνᾴδειν μοι δοκεῖ τοῖς ἐν τῷ εὐανγελίῳ ὑπ’ αὐτοῦ λελεγμένοις, κατὰ τὸν τοῦ πάθους καιρὸν, ὅτε λέγει τοῖς ἑαυτοῦ μαθηταῖς περίλυπός ἐστιν ἡ ψυχή μου ἴως θανάτου· μείνατε ὧδε, καὶ γρηγορεῖτε μετ’ ἐμοῦ.’· καὶ πάλιν “ νῦν ἡ ψυχή μου τετάρακται.’· ὅμοια γοῦν τούτοις ἐστὶ καὶ τὰ ἐν τῷ Ψαλμῷ, ἐν ᾧ λέλεκται ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμὲ, φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος,” δι’ ὧν τῶν ἀντικειμένων δυνάμεων τὰς κατ’ αὐτοῦ ὁρμὰς σημαίνει. [10.2.13–14] ὡς γοῦν ἐν ταῖς προφητείαις ὠνόμασταί τι πνεῦμα πορνείας, κατὰ τὸ “ πνεύματι πορνείας ἐπλανήθησαν, καὶ ἄλλο πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, τὸν αὐτὸν τρόπον καὶ πνεῦμα θανάτου εἴη ἂν δειλίας ποιητικὸν, ὡς καὶ πνεῦμα ἰσχύος καὶ δυνάμεως καὶ ἀνδρείας τῆς κατὰ θεὸν ἐνεργητικόν. οὕτω δ’ ἂν λεχθείη πνεῦμα φόβου καὶ τρόμου, καὶ πάλιν ἕτερον παρὰ ταῦτα πνεῦμα φόβου καὶ συγχύσεως, ἃ καὶ σχεδὸν εἰπεῖν ἅπασι μὲν τοῖς ἐν μαρτυρίῳ τὸν ὑπὲρ εὐσεβείας θάνατον ἀναδεχομένοις ἐφορμᾶν εἴωθε, πολὺ πλέον δὲ καὶ μᾶλλον ἐπιτέθειται αὐτῷ τὸν ὑπὲρ ἁπάντων θάνατον ὑπομείναντι. [10.2.15–16] πλὴν ἀλλ’ εἴτε πνεῦμα δειλίας καὶ θανάτου, εἴτε φόβου καὶ τρόμου, ἢ εἴ τίς γε ἑτέρα τοιαύτη δύναμις ἐπιπέπτωκεν αὐτῷ, ἀλλ’ οὔ τι γε κατέρραξεν αὐτὸν, ἐπεὶ, οἷα γενναῖος ἀθλητὴς, τὴν μὲν δειλίαν τοῦ θανάτου πεποιθήσει ζωῆς, αὐτὸς γὰρ ἡ ζωὴ, μακρὰν ἀπέρριψεν ἀποσεισάμενος. ὡσαύτως δὲ καὶ τὸ ἐπελθὸν αὐτῷ πνεῦμα φόβου ἢ τρόμου ποιητικὸν πνεύματι θάρσους καὶ δυνάμεως καὶ ἰσχύος πορρωτάτω ἀπηκόντισεν. ἐπεὶ κατὰ Ἡσαΐαν “ ἐπανεπαύσατο ἐπ’ αὐτὸν μετὰ τῶν ἄλλων πνευμάτων καὶ πνεῦμα βουλῆς καὶ ἰσχύος. οὕτω καὶ τὸ πνεῦμα τοῦ σκότους τῇ τοῦ ἰδίου φωτὸς ἀπεσκέδασε δυνάμει, ἐπεὶ “ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.” εὕροις δ’ ἂν τὰ παραπλήσια τούτοις καὶ ἐν εἰκοστῷ πρώτῳ Ψαλμῷ ἐν ᾧ πάλιν ἐκ τοῦ αὐτοῦ λέλεκται προσί που “ περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος.” [10.2.17–19] καὶ πάλιν “ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. ” καὶ αὖθις “ ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.” σαφῶς γὰρ ἐν τούτοις δυνάμεις πονηρὰς ταύρους καὶ μόσχους καὶ λέοντας καὶ κύνας καὶ μονοκέρωτας ἀποκαλεῖ, αἳ περιέσχον μὲν αὐτὸν καὶ περιεκύκλωσαν κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν, οὐ μὴν καὶ ἐνεργῆσαί τι κατ’ αὐτοῦ δεδύνηνται. καὶ ταῦτα μὲν, εἰ * * καὶ ταῦτα Ψαλμοῦ τὰ μέρη ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀνάγοιτο· εἰ δὲ μὴ ἐπ’ αὐτὸν, ἀλλ’ ἐφ’ ἕτερον πρόσωπον, ἐπιστήσεις καὶ αὐτὸς ὡς ἂν ἐξομαλισθέντα τὰ κατὰ τὸν τόπον. πλὴν ἀλλὰ καὶ περὶ τῆς τῶν Ἰουδαίων μητροπόλεως, αὐτῆς δὴ τῆς Ἱερουσαλὴμ, ἀκολούθως μετὰ τὴν κατὰ τῶν ἐπιβουλευσάντων αὐτῷ πρόρρησιν ἐπιλέγει ἑξῆς εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας οὐ νῦν σχολὴ διηγεῖσθαι. Ἀπὸ τοῦ Ψαλμοῦ ῥῆ. [10.3.1] “ Ὁ θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη. ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ πρόσ’ χόμην· καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως μου. κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενη- θήτωσαν αἶ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἔτερος.” [10.3.2–3] Καὶ τῆς τῶν προκειμένων ἐπὶ τὸν προδότην Ἰούδαν ἀναφορᾶς ἐχέγγυος μάρτυς ὁ ἀπόστολος Πέτρος, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν συνηγμένων τῶν ἀποστόλων πάντων σὺν καὶ ἄλλοις πλείοσιν ἀδελφοῖς, μέσος ἀναστὰς, καὶ ταῦτα φήσας ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν γραφὴν, ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας αὐτοῦ, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ, καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, ὥστε ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμὰχ, ὅ ἐστι χωρίον αἵματος. γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμων, γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος. [10.3.4] ταῦτα γοῦν ὁ Πέτρος εἰπὼν ὑποτίθεται ἕτερον ἀντὶ τοῦ Ἰούδα δεῖν παραλαβεῖν εἰς τὸν λείποντα τῶν δώδεκα ἀποστόλων ἀριθμὸν, ὅπως πλη- ρωθῇ τὸ τῆς προφητείας · ὅτε κλήρου γενομένου “ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν δώδεκα ἀποστόλων.” τούτων οὕτως ἐκτελεσθέντων ἀκόλουθον ἂν εἴη τὸ λέγον ἐν τῷ Ψαλμῷ πρόσωπον οὐχ ἕτερον ἡγεῖσθαι τοῦ σωτῆρος ἡμῶν, ὃς τῷ πατρὶ τὴν ἀναπεμφθεῖσαν αὐτῷ παρὰ τὸν τοῦ πάθους καιρὸν εὐχὴν τῆς διὰ τοῦ ἁγίου πνεύματος ἀναγραφῆς προλαβὼν κατηξίωσε, τὸ μέλλον περὶ αὐτοῦ συμβήσεσθαι θεσπίσας. [10.3.5–6] φησὶν οὖν “ ὁ θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,” τὴν ὑπ’ αὐτοῦ παραδοθεῖσαν τοῖς αὑτοῦ μαθηταῖς διδασκαλίαν καὶ τῆς καινῆς διαθήκης τὴν αἴνεσιν παρακαλῶν μὴ κατασιγσσθῆναι, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς ἅπαντα αἰῶνα παραμεῖναι τῷ βίῳ. στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου κυρίως ἂν λεχθείη τὸ τοῦ Ἰούδα, ὃς πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς “ τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἶ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἔνα αὐτὸν παραδῷ αὐτοῖς. [10.3.7–8] τοιαῦτα γοῦν κατ’ αὐτοῦ συνθέμενος, εἷς ἦν τῶν μετὰ ταῦτα σὺν αὐτῷ ἀνακειμένων ἐν τῷ τοῦ πάσχα συμποσίῳ, ὅτε καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν “ ἀνέκειτο μετὰ τῶν δώδεκα, ἐσθιόντων τε αὐτῶν εἶπεν ‘ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν ἕκαστος αὐτῶν, μή τι ἐγώ εἰμι, κύριε;” ἐν οἷς ἦν καὶ Ἰούδας, ὃς τὸ πλῆρες παντὸς δόλου καὶ εἰρωνείας ἀνοίξας στόμα ἀποκριθεὶς εἶπεν, μή τι ἐγώ εἰμι Ῥαββί; δόλιον δὴ στόμα, δι’ οὗ τὸ σημεῖον τοῖς ἐπιβούλοις τοῦ σωτῆρος ἡμῶν ἐδήλου, λέγων “ὅν ἐὰν φιλήσω, αὐτός ἐστι, κρατή- σατε αὐτόν.” [10.3.9] ὃ καὶ εἰπὼν ἔργῳ τὸν δόλον ἀπεπλήρου, ὅτε ‘‘προσελθὼν τῷ Ἰησοῦ εἶπεν αὐτῷ, χαῖρε Ῥαββὶ, καὶ κατεφίλησεν αὐτόν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ἑταῖρε ἐφ’ ᾧ πάρει;” καὶ πάλιν “Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;” τούτων δ’ οὖν ἕνεκα προλαβὼν διὰ τοῦ Ψαλμοῦ φησιν ‘‘ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν.” ἔνθα μετὰ τοῦ Ἰούδα καὶ τῶν λοιπῶν τῶν ἐπιβουλευσάντων αὐτῷ μνημονεύει [10.3.10–11] λέγει δ’ οὖν τὸ εὐαγγέλιον ὡς ἄρα τοῦ σωτῆρος ἡμῶν “ἔτι τοῖς ἑαυτοῦ μαθηταῖς λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.” οἷς καὶ εἶπεν ὁ κύριος “ ὡς ἐπὶ λῃστὴν ἐξήλθετε, μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν.” ἔτι δέ φησιν ἐν τῷ Ψαλμῷ ‘‘ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην.” [10.3.12] τότε καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε τοῦ σωτῆρος ἡμῶν ἐν τῷ καλουμένῳ Γεθσημανῆ χωρίῳ μετὰ τῶν ἕνδεκα ἀποστόλων προσευχομένου, μικρόν γε ἀναχωρήσαντος αὐτῶν καὶ προσπεσόντος τῷ πατρὶ, δεύτερόν τε εὐξαμένου καὶ τρίτον, ὁ Ἰούδας σὺν τοῖς ἄρχουσι τῶν Ἰουδαίων τὰ τῆς ἐπιβουλῆς αὐτῷ κατήρτυεν, συνάγων καὶ προξενῶν τὸ πλῆθος τῶν μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν αὐτὸν τὸν παρεσκευασμένων ‘‘κακὰ δὲ εἰς αὐτὸν ἔθεντο ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως αὐτοῦ,” ὅτε πονηρὰ διετέθειντο τὸν σωτῆρα καὶ εὐεργέτην καὶ διδάσκαλον, μυρίας ὅσας ἰάσεις καὶ θεραπείας λόγων τε διδασκαλίας καὶ παντοίας ὠφελείας αὐτοῖς παρεσχημένον. [10.3.13–14] ἀνθ’ ὧν ἐπειδήπερ κακὰ ἀντὶ ἀγαθῶν ἔθεντο κατ’ αὐτοῦ καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως αὐτοῦ, εἰκότως ἐπιλέγει “ κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.” ἃ καὶ αὐτὰ ὁποίαν εἴληφε τὴν ἔκβασιν ὁ ἱερὸς ἀπόστολος Πέτρος προλαβὼν διεσάφησεν ἐπ’ αὐτὸν τὸν προδότην ἐφαρμόσας τὴν γραφήν. καὶ σοὶ δὲ αὐτῷ πάρεστι συνορᾶν, εἰ μὴ καθέσταται ἐπὶ τὸ Ἰουδαίων ἔθνος ἄρχων καὶ ἠγούμενος ἁμαρτωλὸς, ᾧ μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ σωτῆρος ἡμῶν παρεδόθησαν, ἀντὶ τῶν πάλαι οἰκείων καὶ θεοφιλῶν ἀρχόντων ἀλλοφύλοις καὶ εἰδωλολάτραις δουλεύειν κατηναγκασμένοι. [10.3.15–16] τίς δ’ οὐκ ἂν θαυμάσειε τῆς προρρήσεως τὸ ἀποτέλεσμα; φήσαντος τος γὰρ τοῦ λόγου “ γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι” σαφὲς ὅπως βραχὺς ὁ πᾶς διεγένετο μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν χρόνος, καθ’ ὃν ἔδοξαν διαμένειν, μεθ’ ὃν τὴν ὑστάτην ὑπέμειναν πολιορκίαν καὶ τὴν παντελῆ καθαίρεσιν, ἐφ’ ᾗ καὶ τὴν ἐπισκοπὴν αὐτῶν ἔλαβεν ἕτερος, ὁ διὰ Χριστοῦ συγκροτηθεὶς λαός. καὶ τὰ λοιπὰ δὲ τοῦ Ψαλμοῦαὐτοῖς τούτοις καταλλήλως νοήσεις · τὰ δὲ ἑξῆς ὡς περί τινων υἱῶν τοῦ Ἰούδα λεγόμενα ἐν τῷ “ γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί,’ καὶ τὰ παραπλήσια, ἀνάγοιτ’ ἂν καὶ ἐπ’ αὐτὸν μὲν προηγουμένως τὸν Ἰούδαν, μετ’ ἐκεῖνον δὲ καὶ ἐπὶ πάντας τοὺς ὁμοίους αύτῷ τὸν σωτήριον προδιδόντας· καταλλήλως δὲ νοήσεις καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτοῦ καὶ τῆς λεγομένης μητρὸς αὐτοῦ, τῆς τοῦ Ἰουδαίων ἔθνους συναγωγῆς. περὶ αὐτῆς γὰρ ἡγοῦμαι λέγεσθαι τὸ “ καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη.” [10.3.17–18] πλὴν ὥσπερ ἐν τῇ πρὸ ταύτης προφητείᾳ πτωχὸς καὶ πένης ὠνομάζετο ὁ σωτὴρ καὶ κύριος ἡμῶν, καθάπερ ἀπεδίξαμεν ἐν τῷ “ μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα · ” τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ παρόντι Ψαλμῷ τούτοις ἐπικέκληται τοῖς ὀνόμασι. τάδε γὰρ καὶ τάδε γενηθήτω τῷ Ἰούδᾳ καὶ τοῖς τὰ ὅμοια αὐτῷ ἐζηλωκόσι διὰ τὰ τετολμημένα αὐτῷ φησι. τίνα δὲ ταῦτα ἐπιφέρει λέγων “ ἀνθ’ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανα- καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ.” [10.3.19–20] οἶς ἐξῆς ἐπικαταβὰς αὖθις πένητα καὶ πτωχὸν ἑαυτὸν ὀνομάζει λέγων “ καὶ σὺ, κύριε κύριε, ποίησον μετ’ ἐμοῦ ἔλεος, ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἐλεός σου. ῥῦσαί με ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. ” οἶς μεθ’ ἕτερα ἐπιλέγει “ τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον, καὶ ἐγὼ ἐγενήθην ὅνειδος αὐτοῖς. εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὑτῶν.” ἃ καὶ αὐτὰ τέλους ἐτύγχανεν ὅτε οἶ παραπορευόμενοι ἐβλασ- φήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὑτῶν, καὶ λέγοντες, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.” ἐπεὶ δὲ εἰσέτι νῦν οἶ ἐκ περιτομῆς τὴν τῶν πατέρων αὐτῶν εἰς ἑαυτοὺς ἀρὰν ἐπισπώμενοι βλασφήμοις καὶ ἀσεβέσι ῥήμασιν καταναθεματίζειν τὸν σωτῆρα καὶ κύριον ἡμῶν καὶ τοὺς εἰς αὐτὸν πεπιστευκότας ἅπαντας εἰώθασι, τούτου χάριν ἑξῆς ἐπιλέγει “ καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις. [10.3.21–22] οἶ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. ἐνδυσάσθωσαν οἶ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοίδα αἰσχύνην αὑτῶν. ἐγὼ δὲ ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτὸν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. καὶ πρόδηλόν γε ὁπόσοις εἰσέτι καὶ νῦν οἶ τὰς κατ’ αὐτοῦ ἀρὰς ἐν ταῖς ἑαυτῶν συναγωγαῖς ποιούμενοι παλαίουσι κακοῖς ἀπὸ τῶν αὐτῶν χρόνων μηδ’ ὅλως ἀνανεῦσαι δεδυνημένοι, ὅπως τε αὐτὸς αἶνον τῷ πατρὶ ἐν μέσῳ πολλῶν ἐθνῶν τὸν διὰ τῆς καινῆς διαθήκης αὐτοῦ καταρτίζεται, συνεργὸν τὸν πατέρα καὶ τῆς ἑαυτοῦ δεξιᾶς πάρεδρον κεκτημένος. διὸ, φησὶν, “ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτὸν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος.” [10.3.23–24] καὶ τὴν μετὰ τὸν θάνατον αὑτοῦ σωτηρίαν διδάσκει λέγων “ τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.” ἀνωτέρω γοῦν φήσας τὸ “ κατεδίωξεν ἄνθρωπον πένητα νητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι,” καὶ σαφῶς δηλώσας ἑαυτοῦ τὸν θάνατον περιγράφων τὴν προφητείαν, τὴν μετὰ τὸν θάνατον αὑτοῦ σωτηρίαν ἠνίξατο εἰπὼν “ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν κατ’ καταδιωκόντων τὴν ψυχην μου.” Ἀπὸ τοῦ Ζαχαρίου. [10.4.1] “ Καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατά μου, καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ’ αὐτούς. καὶ γὰρ αἶ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμὲ, καὶ εἶπα, οὐ ποιμανῶ ὑμᾶς · τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. καὶ λήψομαι τὴν ῥάβδον τὴν καλὴν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς. καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Καναναῖος τὰ πρόβατα τὰ φυλασσόμενά μοι, ὅτι λόγος κυρίου ἐστί. καὶ ἐρῶ πρὸς αὐτοὺς, εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου ἢ άπείπασθε. καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. καὶ εἶπεν κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον, καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.” [10.4.2–3] Καὶ ταῦτα τέλους ἐτύγχανεν ὅτε κατὰ μὲν τὸν Λουκᾶν “ ἀπελθὼν ὁ Ἰούδας συνελάλει τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τοῦ ἱεροῦ, ὅπως αὐτὸν παραδῷ αὐτοῖς· καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι,” κατὰ δὲ τὸν Μάρκον “ὁπη νίκα ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ αὐτόν. οἶ δὲ ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι.” ἀλλ’ ἐν τούτοις μὲν ἀπλῶς τὸ ἀργύριον ὠνόμασται, παρὰ δὲ τῷ Ματθαίῳ μνημονεύεται καὶ ὁ ἀριθμὸς, συνᾴδω τῇ ἀπὸ τοῦ Ζαχαρίου παραθέσει. [10.4.4–5] λέγει δ’ οὖν ὁ Ματθαῖος “ τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς, τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας.” σύμφωνα οὖν ταῦτά ἐστι τῷ “ καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς” ἐν τῇ προφητείᾳ εἰρημένῳ ὑπὸ τοῦ κυρίου. ἀνθ’ οὗ ὁ μὲν Σύμμαχος ἐποίησε καὶ ἐστάθμισαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς·” ὁ δὲ Ἀκύλας “ καὶ ἔστησαν σαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς.” οἷς ἐπιλέγεται “ καὶ εἶπε κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν.” [10.4.6–7] ἀνθ’ οὗ πάλιν ὁ μὲν Ἀκύλας φησὶ “καὶ εἶπε κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, ῥῖψον αὐτὰ πρὸς τὸν πλάστην· ὑπερμεγέθης ἡ τιμὴ, ἣν ἐτιμήθην ὑπὲρ αὐτῶν. καὶ πρόσσχες τίνα τρόπον αὐτὸς ὁ κύριος τιμὴν ἑαυτοῦ ὁμολογεῖ τοὺς τριάκοντα ἀργυροῦς δεδόσθαι. ἔοικε δὲ ἡ τῆς λέξεως διάνοια τοιοῦτόν τινα ἐμφαίνειν νοῦν, ἐγὼ μὲν ὁ κύριος ἐκ πρώτης ἀρξάμενος ἡμέρας οὐ διέλιπον τῆς ἐμαυτοῦ χρηστότητος ὑμῖν τοῖς ἐκ περιτομῆς δείγματα παρέχων, καὶ μυρία ὅσα ὑμὰς εὐεργετῶν, οὐ μόνον τὰ διὰ τῶν ἀνέκαθεν προφητῶν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμαυτοῦ παρουσίας ἔν τε ταῖς προτρεπτικαῖς διδασκαλίαις καὶ τοῖς λογικοῖς μαθήμασιν, ἔν τε τοῖς σημείοις καὶ τέρασι καὶ ταῖς ἄλλαις παραδοξοποιίαις, ταῖς τε ἰάσεσι καὶ ταῖς θεραπείαις· ὑμεῖς δὲ οἱ τῆς τοσαύτης εὐεργεσίας ἠξιωμένοι δότε τὸν μισθόν μου ἤ ἀπείπασθε, αἰτῶν αὐτοῦς, ὡς εἴκὸς, καρποῦς εὐσεβείας καὶ δεῖγμα τῆς εἰς αὐτὸν πίστεως. [10.4.8–9] οἱ δὲ, κατὰ τὸ εἰρημένον ἐν τῇ πρὸ ταύτης παραθέσει, “ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου,” τριάκοντα ἀργυροῦς στήσαντες, ὥσπερ τορούτου αὐτὸν πωλούμενον ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει,” εἰκότως προστάττει καθεῖναι αὐτοὺς εἰς τὸ χωνευτήριον, ἐπιλέγων “ὅν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν.” χωνευτήριον δὲ ἐνταυθα ἔοικε τὸν οἶκον κυρίου ὀνομάζειν. εἰπόντος γοῦν τοῦ κυρίου κατὰ τοὺς ἑβδομήκοντα “κάθες αὐτοῦς εἰς τὸ χωνευτήριον” ἐπιφέρει “καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον.” [10.4.10–11] κατὰ δὲ τὸν Ἀκύλαν εἰπόντος τοῦ κυρίου “πρὸς τὸν πλάστην” ἐπιφέρει “καὶ ἔριφα αὐτὸ ἐν οἴκῳ κυρίου πρὸς τὸν πλάστην” κατὰ δὲ τὸν Σύμμαχον εἰπόντος τοῦ κυρίου “ῥῖψον αὐτὸ εἰς τὸ χωνευτήριον” ἐπιφέρει λέγων “καὶ ἔρριψα αὐτὸ εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον.” μήποτε δὲ καὶ τοῦτο ἐπληροῦτο, ὅτε Ἰούδας ὁ παραδιδοὺς τὸν κύριον, “ἰδὼν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὸ ἀργύριον τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις, λέγων, ἥμαρτον παραδοὺς αἶμα ἀθῷον. οἱ δὲ εἶπαν αὐτᾷῷ, τί πρὸς ἡμᾶς; σὺ ὄψει. καὶ ῥίψας τὰ ἀργύρια εὶς τὸν ναὸν ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγ- ξατο. [10.4.12] οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν, οὐκ ἔστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἴως τῆς σήμερον ἡμέρας. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος, καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τίμην του τετιμημένου, ὂν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραὴλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι κύριος.” [10.4.13] ἔνθα καὶ ἐπιστήσεις, ἐπεὶ μὴ ταῦτα φέρεται ἐν τῇ τοῦ Ἱερεμίου προφητείᾳ, εἴτε χρὴ ὑπονοεῖν περιῃρῆσθαι αὐτὰ ἐξ αὐτῆς κατά τινα ῥᾳδιουργίαν, ἢ καὶ σφάλμα γραφικὸν γεγονέναι, τῶν ἀμελέστερον τὰ τῶν ἱερῶν εὐαγγελίων ἀντίγραφα πεποιημένων σφαλέντος τινὸς, καὶ ἀντὶ μὲν τοῦ Ζαχαρίου Ἱερεμίαν τεθεικότος, ὡς δέον οὕτως ἀναγεγράφθαι τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ζαχαρίου τοῦ προφήτου, ἀντὶ δὲ τοῦ ῾῾ καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον,” ἐσφαλμένως πεποιηκότος ‘καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως.” [10.4.14–15] σαφῶς γὰρ διὰ μὲν τῆς προφητείας εἰς τὸν τοῦ κυρίου ναὸν ἐρρίφθαι λέγεται τὸ ἀργύριον, καὶ δι’ αὐτοῦ δὲ τοῦ εὐαγγελίου εἰς τὸν ναόν· “ ῥίψας γοῦν” φησὶν “ Ἰούδας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησε.” καὶ εἰκός γε ἐξ ἐκείνων τῶν ἀργυρίων βέβηλον γεγονέναι τὸν ναὸν, καὶ πεπληρῶσθαι τὸ ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.” καὶ ὅρα γε μήποτε χωνευτήριον ὁ οἶκος κυρίου διὰ τοῦτο κέκληται, ἐπείπερ ὡς ἐν χωνείᾳ μεταπλάττεσθαι τὰς ψυχὰς ἐκ τῆς τῶν θείων λόγων πυρώσεως ἐν τῷ τοῦ θεοῦ οἴκῳ συμβαίνει, ἢ ἄλλως ἀπελέγχεσθαι μὴ καθαρὰς, ὡς ἐν χωνευτηρίῳ πυρουμένας καὶ δοκιμαζομένας. [10.4.16] ὅθεν ὁ Ἀκύλας “ἔρριψα” φήσας "ro ἀργύριον ἐν τῷ οἴκῳ κυρίου πρὸς τὸν πλάστην” σαφῶς διδάσκει ὡς τοῦ λόγου τοῦ θείου δίκην πλάστου κατοικοῦντος εἰς τὸν οἶκον κυ- ῥίου, καὶ πλάττοντος καὶ ἀνανεοῦντος τὰς τῶν προσἰόντων ψυχάς. πλὴν ἀλλ’ ἐπείπερ ἡ τιμὴ τοὐ τετι- μημένου εἰς ἐκεῖνον μεταβληθεῖσα τὸν οἶκον βέβηλον αὐτὸν κατεστήσατο, εἰκότως εὐθὺς ‘ καὶ ἀπέρ- ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.” [10.4.17] ἐξ ἐκείνου γάρ τοι τὸ πλῆθος τοῦ ἔθνους ἀπερρίφη τῆς πάλαι πρότερον ἐφορώσης αὐ- τοὺς ἐπισκοπῆς τοῦ θεοῦ. δευτέραν δὲ ῥάβδον ἡγοῦ- ’μαι τὸ πᾶν ἀθρόως Ἰουδαίων ἔθνος ἐνταῦθα δηλοῦ- σθαι. καλεῖ δ’ οὖν αὐτὴν σχοίνισμα, λέγων τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοί- νισμα.” καὶ σαφῶς ἐπιλέγει περὶ τῆς δευτέρας φά- σκων ‘καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.” [10.4.18–19] οὗτοι γὰρ ἦσαν τὸ σχοίνισμα καὶ ἡ ῥάβδος ἡ δευτέρα. ἡ δὲ προτέρα κάλ- λος ὠνομασμένη οὐδ’ ἄλλη γένοιτο ἂν τῆς Ἰερουσαλὴμ αὐτῆς, καὶ τῆς κατὰ Μωσέα λατρείας, ἁπάσης τε τῆς παλαιᾶς διαθήκης. καὶ τοῦτο δὲ ἐξ αὐτῆς παρί- σταται τῆς προφητείας φησάσης ‘καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀπορρίψω αὐτὴν, τοῦ ’ διασκεδάσαι τὴν διαθήκην μου. “ ὁρᾷς ὡς τὴν μὲν διαθήκην αὑτοῦ τὴν ῥάβδον ἔφησεν εἶναι τὴν πρώ- τὴν, τὴν δὲ δευτέραν ῥάβδον τὸ σχοίνισμα, πλὴν ἀμφοτέρας τὰς ῥάβδους ἀπορρίψειν ἀπειλεῖ, προειπὼν πρότερον καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοί- νισμα. [10.4.20–21] ἀνθ’ ὧν ὁ μὲν Ἀκύλας φησὶ τὴν μίαν ἐκάλεσα εὐπρέπειαν, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοί- νισμα·” ὁ δὲ Σύμμαχος "ri^v μὲν ἐκάλεσα εὐπρέ- πειαν, τὴν δὲ μίαν ἐκάλεσα σχοίνισμα.” τοῦ μὲν οὖν παντὸς ἔθνους κάλλος καὶ εὐπρέπειαν τὸν θεῖον νόμον καὶ τὴν ἐν αὐτῷ περιεχομένην διαθήκην ὠνόμασεν εἰκότως. τά τε γὰρ σεμνὰ τῆς 7ερουσαλὴμ καὶ τὰ τῆς ἀρχιερατικῆς λειτουργίας, καὶ πάντα ὅσα πάλαι πρότερον ἐν αὐτοῖς κατὰ τοὺς θείους νόμους καὶ κατὰ τὴν παλαιὰν διαθήκην ἐπολιτεύετο, κόσμος εὐπρε- πὴς ὑπῆρχε τοῖς ὑπὸ τούτων κοσμουμένοις. σχοί- νισμα δὲ τὸ πλῆθος τοῦ ἔθνους καὶ παρὰ Μωσεῖ κέκληται λέγοντι, ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.” [10.4.22–23] ἀλλὰ γὰρ τῶν δύο τούτων ῥάβδων ἀθρόαν μεταβολὴν γενήσεσθαι κατὰ τοὺς δηλουμένους χρόνους θεσπίζει, ὡς καὶ τῆς πάλαι ἐν αὐτῇ παλαιὰς διαθήκης, καὶ τοῦ πάλαι ἐν αὐτῇ κάλλους ἀφανισθησομένου, τοὐ τε σχοινίσματος καὶ τοῦ παντὸς ἔθνους διασκεδασθησομένου, ἐπὰν τὴν τιμὴν τοῦ τετιμημένου τριάκοντα ἀργυρίωντιμησάμενοι τῆς σφῶν δυσσεβείαςτὴν προσ- προσήκουσαν ἀτιμίαν ὑπόσχοιεν. λέγει δ’ οὖν καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀπορρίψω αὐτὴν, τοῦ διασκεδάσαι τὴν διαθήκην μου.” καὶ πάλιν καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα.” ἐπὶ τούτοις ἐπὰν ἡ προφητεία φάσκῃ ‘καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἐνὶ, νομίζω τρία τάγματα αἰνίττεσθαι τῶν πάλαι τοῦ λαοῦ τοῦ θεοῦ προεστώτων, βασιλέως καὶ ἀρχιερέως καὶ προφή- του, ἐπεὶ καὶ διὰ τῶν τριῶν τούτων ποιμένων πάντα τὰ κατὰ τοὺς πάλαι πρότερον ᾠκονομεῖτο.” [10.4.24] ἀλλ’ ἐπειδὴ διαστροφὴν καὶ οἶ τρεῖς οὗτοι πεπόνθασι ποιμένες καθ’ ἕνα καιρὸν τὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν, ὅ τε γὰρ βασιλεὺς παρανόμως αὐτῶν ἡγεῖτο, ἀλλόφυλός φυλός τις ὢν καὶ οὐκ οἰκεῖος τοῦ ἔθνους · ὅ τε ἀρχιερεὺς ὑπὸ Ῥωμαίων παραγενόμενος ἐπὶ τὴν λειτουργίαν, , οὐ κατὰ τὴν τοῦ γένους διαδοχὴν οὐδὲ κατὰ τοὺς ἐννόμους θεσμοὺς ἐπὶ τὴν τιμὴν παρῄει· ὅ τε προφήτης μέχρις Ἰωάννου παυσάμενος οὐκέτι ἐν αὐτοῖς ἐνήργει, ἀντὶ δὲ τούτου ψευδοπροφήτης τις ἀσεβὴς καὶ πλανῶν τὸν λαὸν) εἰκότως τὰ τρία χαρίσματα, πάλαι πρότερον ὑπὲρ πάντα κόσμον εὐπρεπῆ τὸ πᾶν ἔθνος κοσμοῦντα, περιαιρήσειν ὑφ’ ἕνα καιρὸν ἀπειλεῖ λέγων “ καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἐνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ’ αὐτούς. ” [10.4.25–26] ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησὶ “ καὶ ἐκολοβώθη ἡ ψυχή μου ἐν ·” ὁ δὲ Σύμμαχος “ καὶ ὠλιγοψύχησα ἐν αὐτοῖς ·” ὁ δὲ Θεοδοτίων καὶ ὠλιγοψύχησεν ἡ ψυχή μου ἐπ’ αὐτούς. καὶ τὸ αἴτιόν γε τῆς ὀλιγοψυχίας διδάσκει ἐπιλέγων “ καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμέ.” ἀνθ’ οὖ πάλιν ὁ Ἀκύλας Ακύλας “ καί γε ἡ ψυχὴ αὐτῶν ἐπέρκασεν ἐν ἐμοί· ὁ δὲ Σύμμαχος “ καὶ ἡ ψυχὴ αὐτῶν ἤκμασεν ἐν ἐμοί. ὅμοιον δὲ τῷ καὶ γὰρ αἶ ψυχαὶ αὐτόν ἐπωρύοντο ἐπ’ ἐμέ παρὰ τοῖς ἑβδομήκοντα εἰρημένῳ φέρεται παρὰ τῷ Ἱερεμίᾳ ἐκ προσώπου τοῦ κυρίου κείμενον τὸ τὸ “ ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς, ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὑτῆς. μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί;” [10.4.27–28] εἰκότως οὖν διὰ ταῦτα ἐξῆς ἐπιφέρει λέγων “ καὶ εἶπα, οὐ ποιμανῶ ὑμὰς, τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὑτοῦ.” μεθ’ ἃ ἐπιλέγει “ καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀπορρίψω αὐτήν.” ἀνθ’ οὗ ὁ Ἀκύλας ‘καὶ ἔλαβον” φησὶν ‘τὴν ῥάβδον μου, τὴν εὐπρέπειαν, καὶ περιέκοψα αὐτήν,” δηλαδὴ τὴν κατὰ Μωσέα λατρείαν. οὐκοῦν ἡ μὲν πρώτη ῥάβδος ἡ ἐν ἀρχαῖς τοῦ λόγου πρώτη συντριβήσεσθαι καὶ ἀπορριφήσεσθαι λέγεται. [10.4.29–31] ὅτε δὲ ἡ τιμὴ τοῦ τετιμημένου καὶ τὸ ὑπὲρ αὐτοῦ τῷ προδότῃ δοθὲν ἀργύριον ἐβλήθη εἰς τὸν οἶκον κυρίου ὡς εἰς χωνευτήριον, τότε δὴ καὶ τὰ περὶ τῆς δευτέρας ῥάβδου, τοῦ παντὸς ἔθνους δηλαδὴ, ἀκολούθως οἷα πείσεται προφητεύεται ἐν τῷ “ καὶ ἀπέρριψα τὴν ῥόβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ. ” καὶ ἐπειδήπερ ἀποβολὴν ἐκείνων σαφῶς διὰ τούτων ὁ λόγος ἐμήνυσεν, εἰκότως ἐξῆς οὐκέτ’ αὐτοὺς ἐπιγνώσεσθαι τὴν τῶν προφητευομένων δύναμίν φησιν, ἀλλὰ τοὺς Χαναναίους, λέγων “ καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος κυρίου ἐστί.’ τίνες δ’ ἂν εἶεν οἶ Χαναναῖοι ἀλλ’ ἢ ἡμεῖς, οἱ πρὶν ἀλλόφυλοι καὶ ἐξ ἀπάντων τῶν πάλαι ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πρόβατα τῷ Χριστῷ πεφυλαγμένοι; οἱ καὶ διὰ τῆς αὐτοῦ χάριτος μεταβεβλήμεθα, καὶ συνέντες τὰ τεθεσπισμένα γνῶσιν ἀληθῆ τοῦ λόγου τοῦ κυρίου εἰλήφαμεν, ἔγνωμέν τε ἡμεῖς οἱ Χαναναῖοι καὶ συνήκαμεν τὰ δηλούμενα· οὐκ ἔγνωσαν δὲ οὐδὲ συνῆκαν οἱ τὸν Ἰσραὴλ αὐχοῦντες καὶ ἐπὶ τῷ σπέρματι Ἀβραὰμ ἐπαιρόμενοι. Ἀπὸ τοῦ Ἱερεμίου. [10.5.1] “ Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτοῦ, καὶ τοῖς κέρασι τῶν θυσιαστηρίων ἡμῶν. ἡνίκα ἀναμνησθῶσιν οἶ υἱοὶ αὐτῶν τὰ θυσιαστήρια αὑτῶν, καὶ τὰ ἄλση αὑτῶν ἐπὶ ξύλου δασέος, καὶ ἐπὶ βουνῶν μετεώρων, ἰσχύν σου καὶ πάντας τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὑψηλά σου ἐν ἁμαρτίᾳ ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφαιρεθήσῃ, καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας ἧς ἔδωκά σοι, καὶ ἀναβιβῶ σε ἐν τοῖς ἐχθροῖς σου, ἐν τῇ γῇ ᾗ οὐκ ἔγνως, ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται.” [10.5.2–3] Εἰ καὶ μὴ παρὰ τοῖς ὁ, ἀλλ’ οὖν γε ἐν τῷ Ἑβραικῷ ταῦτα εὑρόντες καὶ ἐν ταῖς τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεσιν, ἔτι μὴν μετὰ παραθέσεως ἀστερίσκων καὶ ἐν τοῖς ἀκριβέσι τῶν παρὰ τοῖς ἑβδομῇκοντα ἀντιγράφοις, ἀναγκαίως αὐτὰ παρεθέμεθα, ἅτε καὶ ὀνομαστὶ τὸν προδότην Ἰούδα δηλοῦντα, καὶ τὴν πεπραγμένην αὐτῷ ἁμαρτίαν ἀνεξάλειπτον εἶναι διδάσκοντα. τοῦτο γὰρ αἰνίττεσθαί μοι δοκεῖ “ ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ. εἴη δ’ ἂν καὶ ἐπὶ πᾶν τὸ Ἰουδαίων ἔθνος ἀναφερόμενα, οἷς ἑξῆς καὶ ἀκολούθως μετὰ τὴν ἀνεξάλειπτον αὐτῶν ἀσέβειαν τὸν μετελθόντα αὐτοὺς ἔσχατον ὄλεθρον ἀπειλεῖ, ἅπερ κατὰ λέξιν ἑρμηνεύ- ειν οὐ τοῦ παρόντος τυγχάνει καιροῦ. Ἀλλὰ γὰρ τοσούτων περὶ τοῦ προδώσειν μέλλον- τος τὸν σωτῆρα καὶ κύριον ἡμῶν τῶν τε ἄλλως ἐπιβεβουλευκότων αὐτῷ προαναφωνηθέντων, καιρὸς ἰδεῖν καὶ τὰ ἀμφὶ τὸ πάθος αὐτοῦ μέλλοντα συμβήσεσθαι θεσπιζόμενα. Ἀπὸ τοῦ Ἀμώς. [10.6.1–2] “ Ὀμνύει κύριος κατὰ ὑπερηφανίας Ἰακὼβ, εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν, καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῇ καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς ἡ συντέλεια, τέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς. καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον· καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα · καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαπο- στελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου. καὶ σαλευθήσονται ὕδατα ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἴως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου, καὶ οὐ μὴ εὕρωσι.” [10.6.3] Τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ὕβριν καὶ ὑπερηφανίαν καὶ ἐπανάστασιν, ἣν ἐπανέστησαν αὐτῷ οἶ ἐκ περιτομῆς, θεσπίζουσα ἡ παροῦσα προφητεία, ὀμνύναι τὸν κύριόν φησι καθ’ ὑπερηφανίας Ἰακὼβ, ὡς οὐ μὴ γένοιτο λήθη τῶν κατ’ αὐτοῦ τετολμημένων αὐτοῖς, καὶ ὅτι πένθους ἄξια πείσεται ἡ γῆ αὐτῶν Μετὰ καὶ τῶν οἰκητόρων, καὶ ὅτι οὐκέθ’ὡς τὸ πρὶν Εὶς βραχὺ παιδευθέντες αὖθις ἀποκατασταθήσονται, ἀλλ’εὶς συντέλειαν τὰ κατ’αὐτοὺς ἥξει. “ἀναβήσεται γοῦν” φηςὶν “ὡς ποταμὸς ἡ συντέλεια αὐτῶν,” τὴν ἐπελθοῦσαν αὐτοῖς οὐδ’ἄλλοτε ἤ κατὰ τὴν Ῥωμαίων βασιλείαν ὀργὴν, ποταμὸν ἀναβησόμενον ἐπ’ αὐτοὺς, ὡς ἐν ὕψει τὸ τρὶν ὄντας, αἰνιττόμενος. [10.6.4–5] Καὶ δὴ μετὰ τὴν δηλωθεῖσαν κατ’ αὐτῶν ἐκ τοῖ θεοῦ ὀργὴν αἶθις τὰ καὶαὐτοὺς πράγματα, “ὡς ποταμὸς” Φηςὶν “Αἰγύπτου καταβήσεται.” Δἰ ὦν οἶμαι δηλοῦσθαι ὅτι τὰ πάλαι μετέωρα καὶ παρὰ θεῷ τετιμημένα καὶ ὥσπερ ἐν ὕψει κείμενα πλεονεκτήματα τοῦ Ἰουδαίων ἔθνους ὅμοια τοῖς ῥευστοῖς καὶ δἰκην ποταμοῦ παρατρέχουσι τῶν ἀπίστων ἐθνῶν πράγμασι καταστήσεται, ἀφ’ὕψους τε εἰς ταπεινὸν περιτραπήσεται. εἶθ’ἐξῆς τούτοις αὐτὰ δὴ τὰ ἀμφὶ τὸν καιρὸν τοῦ σωτηρίου πάθους συμβεβηκότα δηλῶν “ἐνἐκείνῃ” φηςὶ “ τῇ ἡμέρᾳ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς,” ἃ καὶ ἐναργῆ τὴν ἔνβασιν εἴληφεν, ὅτε τοῦ σωτῆρος ἡμῶν ἡψωθέντος κατὰ τὸν εὐαγγελιστὴν “ἀπὸ ἕκτης ὥρας σκότος ἐγέντετο ἐπὶ πἆσανκ τὴν γῆν ἕνς ὥρας ἐνάτης, περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων Ἠλὶ Ἠλὶ λαμᾶ σαβαχθανί.” [10.6.6] Τούτων δὲ τοῦτον ἐπιτελεσθέντων τὸν τρόπον ἐξῆς ἐπιλέγει “ καὶ μεταστρέψω τὰς ἐορτὰς ὑμῶν εὶς πένθος καὶ πάσς τὰς ᾠδὰς ὑμῶν εὶς θρῆνον. Καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ὲπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα · καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου καὶ τὰ ἐξῆς. [10.6.7–8] ἅπερ ἅπαντα διὰ τὴν ὑπερηφανίαν αὐτῶν τὴν κατὰ τοῦ Χριστοῦ γεγενημένην ἔσεσθαι προφητεθέντα ·ἐναργῆ τὴν ἔκβασιν τῆς προρρήσεως ἀπεδείξατο μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν. οὐ πρότερον γοῦν, ἀλλ’ ἐξ ἐκείνου καὶ εἰς δεῦρο μετέστρεψεν αὐτῶν ὁ θεὸς τἀς ἑορτὰς εἰς πένθος καὶ τὰς ᾠδὰς εἰς θρῆνον, τῆς περιβοήτου μητροπόλεως ἀποστερήσας αὐτοὺς, καὶ τὸ ἐν αὐτῇ σεμνὸν ἁγίασμα κατὰ τὴν ἐπὶ Τίτου καὶ Οὐεσπασιανοῦ Ῥωμαίων αὐτοκρατόρων ἡγεμονίαν καθελὼν, ὡς μηδὲ ἐλθόντας δύνασθαι ἐπ’ αὐτῆς τὰς ἐννόμους ἑορτὰς καὶ πανηγύρεις ἐπιτελεῖν. τί δεῖ λέγειν, ὡς ὁ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου πάντας αὐτοὺς μετῆλθεν, ἀνθ’ ὧν ἐξήλασαν ἑαυτῶν τὸν τοῦ θεοῦ λόγον, ὁμοθυμαδὸν αὐτὸν ἀρνησάμενοι, καὶ ἀπαρνηθέντες ὑπ’ αὐτοῦ; Ἀπὸ τοῦ Ζαχαρίου. [10.7.1] “ Καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάν τες οἱ ἅγιοι μετ’ αὐτοῦ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ τὸ πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἠμὶ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἒν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.” [10.7.2–3] Καὶ ταῦτα ἐπὶ τῆς παρουσίας τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο, ἣν ἐποιήσατο, ἤτοι μετὰ τῶν ἱερῶν ἀποστόλων αὑτοῦ καὶ μαθητῶν, ἢ μετὰ τῶν ἀγίων αὑτοῦ, θείων τινῶν δυνάμεων καὶ ἀσωμάτων πνευ μάτων, ἀγγέλων τε καὶ λειτουργῶν αὑτοῦ, περὶ ὧν εἴρηται ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὅτι “ προσῆλθον αὐτῷ ἄγγελοι καὶ διηκόνουν αὐτῷ.” κατὰ δὲ τὴν ἡμέραν ἐκείνην, οὕτω δὲ φίλον ἀποκαλεῖν τῇ ἱερᾷ γραφῇ πάντα τὸν χρόνον τῆς ἐν ἀνθρώποις αὐτοῦ διατριβῆς) ἐπληροῦτο μετὰ τῶν ἄλλων προρρήσεων καὶ τὰ ἐν χερσὶ τεθεσπισμένα, ὁπηνίκα παρὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν ‘‘ἀπὸ ὥρας ἕκτης σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης.” διό φησιν ἡ προφητεία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς. ” καὶ πάλιν “ καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ τὸ πρὸς ἑσπέραν ἔσται ” [10.7.4–5] δι’ ὧν λευκότατα ἡγοῦμαι τὴν τοῦ καιροῦ κατάστασιν, ἐν ᾧ τοῦ σωτῆρος ἀνυψωθέντος καὶ ἡμέρας οὔσης νὺξ ἀπὸ ὥρας ἕκτης τὸ περιέχον συνέσχε μέχρι τῆς ἐνάτης, μεθ’ ἣν αὖθις τοῦ σκότους διαλείποντος ἡμέρα καὶ φῶς ἐγίνετο, μεθ’ ἃ πάλιν συνήθως ἡ νὺξ κατελάμβανεν. ἅπερ ὁ τῆς προφητείας λόγος ᾐνίττετο φάσκων “ καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡ μέρα καὶ οὐ νὺξ τὸ πρὸς ἐσπέραν ἔσται φῶς.” οὐχ ἡμέρα μὲν γὰρ ἦν διὰ τὸ μεσημβρινὸν σκότος· καὶ πάλιν οὐ νὺξ διὰ τὴν ἐπικαταλαβοῦσαν ἡμέραν, ἣν παρέστησεν ἐπιση- μηνάμενος διὰ τοῦ φάναι τὸ “ πρὸς ἑσπέραν ἔσται ” τίς δ’ οὐκ ἂν θαυμάσειε καὶ τῆς χειμαδίου ὥρας τὴν μνήμην ; ἣν καὶ αὐτὴν ἐθέσπισεν ὁ λόγος φήσας “ καὶ ψῦχος καὶ πάγος ἔσται·” ὁ καὶ αὐτὸ ἡ τοῦ μαρτυρία συνίστησιν, ὁπηνίκα ὁ Πέτρος ἀκολουθῶν λουθῶν τῷ Ἰησοῦ, περιαψάντων πυρὰν ἐν τῇ αὐλῇ τοῦ Καϊάφα, μετὰ τῶν ἄλλων ἐθερμαίνετο. [10.7.6–7] ὁ γοῦν Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημόνευσεν εἰπὼν “ εἱστήκεισαν οἶ δοῦλοι καὶ οἶ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο. καὶ πρὸς μὲν τὴν λέξιν τοιούτου τέλους ἐτύγχανε τὰ προηγορευμένα, πρὸς δὲ διάνοιαν τὸ πᾶν Ἰουδαίων δαίων ἔθνος, τοῦ σωτηρίου φωτὸς αὐτοῖς ἐπιλάμψαντος, αὐτῶν τε μᾶλλον τὸ σκότος ἢ τὸ φῶς ἑλομένων, τοῦθ’ ὅπερ καὶ εἵλοντο μετῆλθεν αὐτοὺς, ἀναχωρήσαντος μὲν αὐτῶν τοῦ φωτὸς, διαλαβούσης δὲ αὐτοὺς νυκτὸς ἀφεγγοῦς, σκοτισθείσης αὐτῶν τῆς διανοίας, πρὸς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ἀλλὰ καὶ ψυγείσης τῆς πρὸς τὸν θεὸν ἀγάπης αὐτῶν, τὰ σύμβολα τούτων εἰκότως ἐτελεῖτο, ἐπληροῦτό τε ἑξῆς τὰ τῆς προρρήσεως, κατὰ τὴν τοιάνδε τῆς σωτηρίου ἐπιφανείας ἡμέραν ὕδατος ζῶντος ἐξελθόντος ἐξ Ἱερουσαλὴμ, εἰς πάντα τὰ ἔθνη προελθόντος τοῦ γονίμου καὶ ζωτικοῦ λόγου τῆς εὐαγγελικῆς διδασκαλίας, ἀρξαμένου μὲν ἀπὸ τῆς Ἰουκαίας, καὶ ἐξ αὐτῆς γε τῆς Ἱερουσαλὴμ, διαδοθέντος δὲ εἰς πᾶσαν τὴν γῆν, καὶ εἰς πάντα τὰ τῆς οἰκουμένης μένῃς πέρατα. [10.7.8] τούτου δὲ τοῦ ὕδατος καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν μνημονεύει λέγων πρὸς τὴν Σαμαρεῖτιν, “εἰ ᾔδεις τίς έστὶν ὁ αἰτῶν δε πιεῖν, σὺ ἅν ᾔτησας αὐτὸν, καὶ ἕδωκεν ἄν σοι ὕδωρ ζῶν.” ὅση δὲ τοῖς ἀπογευσαμένοις τοῦ ζῶντος καὶ λογικοῦ νάματος ὑπῆρξεν ώφέλεια παρίστησιν ἑξπῆς διδάσκων ὡς οἱ πιόντες αὐτοῦ, τοὺς πάλαι πολλοὺς βασιλεύσαντας αὐτῶν δαίμονας πονηροὺς ἀπαρνησάμενοι, τὸν ἕνα κύριον καὶ βασιλέα σφῶν αὐτῶν ὁμολογήσουσι, καὶ ὡς ὁ κύριος ὁ μόνοις τὸ πρὶν Ἑβραίοις γνωριξόμενος γενήσεται βασιλεὺς πάντων τῶν εἰς αὐτὸν ἐξ ἁπάσης τῆς γῆς πιστευσάντων ἐθνῶν, καὶ τὸ ὅνομα αὐτοῦ ἕν ἕσται, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἕρημον. [10.7.9–10.8.1] ὅ καὶ αὐτὸ τίς ούκ ἄν ὁρῶν έκπλαγείη; ἀπὸ γοῦν τῆς Χριστοῦ προσηγορίας, (αύτὸς δὲ ἦν ὁ Χριστὸς ὁ κύριος) τὸ τῶν Χριστιανῶν ὅνομα πάντα τόπον καὶ πόλιν καὶ χώραν καὶ αὐτά γε τὰ ἐν ταῖς ἐρήμοις καὶ ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκοῦντα ἕθνη περιεκύκλωσε τοῖς τῆς προφητείας ἀκολούθως θεσπίσμασιν. Ἀπὸ Ψαλμοῦ κα΄. “Ὁ θεὸς ὁ θεός μου, πρόσσχες μοι, ἱνατί ἐγκατέλιπές με;μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. ὁ θεός μου κεκράξομαι ἡμέρας πρὸς σὲ, καὶ οὐκ εἰσακούςῃ· καὶ νυκτὸς, καὶ οὐκ εἰς ἅνοιαν ἐμοί. σὺ δε ἐν ἁγίος κατοικεῖς, ὁ ἕπαινος τοῦ Ἰσραήλ. ἐπὶ σοὶ ἥλπισαν οἱ πατέρες ἡμῶν, ἥλπισαν, καὶ ἐρρύςω αὐτούς. πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν· ἐπὶ σοὶ ἥλπισαν οἱ πατέρες ἡμῶν, καὶ οὐ κατῃσχύνθησαν. 2.ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. πάντες οἶ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αύτόν. [10.8.2–3] ὅτι σὺ εἰ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ. μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. [10.8.4–5] ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. σὺ δὲ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσσχες. ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. σῶσόν με ἐκ στόματος μάτος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. οἶ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτόν. φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραὴλ, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου. παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ· τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. [10.8.6–7] φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν. ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα τοὐ αἰῶνος, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἶ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τόν ἐθνῶν. ἔφαγον καὶ προσεκύνησαν πάντες οἶ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. άναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος. [10.8.8] Τὸ “ ὁ θεός μου πρόσσχες μοι, ἱνατί ἐγκατέλιπές με ἐν ἀρχαῖς τοῦ Ψαλμοῦ λεγόμενον κατὰ τὸν Ματθαῖον ὑπὸ τοῦ σωτῆρος ἡμῶν παρὰ τὸν τοῦ πάθους καιρὸν οὕτως εἴρηται “ γενομένης δὲ ὥρας ἵκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἴως ὥρας ἐνάτης, καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ ἐλωεὶμ ἐλωεὶμ λαμὰ σαβαχθανὶ, ὅ ἐστι μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου ἱνατί ἐγκατέλιπές με; εἴληπται δὲ ἡ Ἑβραικὴ λέξις ἀπὸ τῆς ἐν χερσὶ προφητείας. [10.8.9–10] αὐταῖς γοῦν συλλαβαῖς τὸ “ ἠλεὶ ἤλει λαμὰ σαβαχθανί” ἡ τοὐ Ψαλμοῦ καταρχὴ περιέχει, ὅπερ ὁ Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον “ ἰσχυρέ μου, ἰσχυρέ μου, ἱνατί ἐγκατέλιπές με;” ταῦτα δὲ ὅτι τοῖς ὑπὸ τοῦ σωτῆρος ἡμῶν κατὰ τὸν τοῦ πάθους καιρὸν εἰρημένοις ἰσοδυναμεῖ πᾶς ὅστις οὖν ὁμολογήσαι ἄν. ὥρα τοιγαροῦν ἀναμφιλόγως τὸν ηr·αλμὸν οὐδ’ ἐφ’ ἕτερον ἢ ἐπὶ μόνον αὐτὸν ἀναφέρειν, ἐπειδὴ αὐτῷ μόνῳ καὶ οὐδ’ ἑτέρῳ ἁρμόζει τὰ ἐμπεριεχόμενα. ἄντικρυς γοῦν ἐπ’ αὐτῷ πεπληρωμένα τά τε ἄλλα ἀπο- δείκνυται καὶ δὴ καὶ τὸ φάσκον έν τῷ η·ἴαλμῷ‘‘ διε- μερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὁνἶματισμόν μου ἔβαλον κλῆρον.” [10.8.11] καὶ τὴν κατάπαρσιν δὲ τῶν ἥλων τῶν κατὰ τόν χειρῶν καὶ ποδῶν ἐπὶ τοῦ σταυῥοῦ προσηλωθέντων αὐτῷ διαρρήδην ἐμφαίνει λέ- λέγων “ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου.’ καὶ τὰ λοιπὰ δὲ μόνῳ ἂν ἐφαρ- μόσαι αὐτῷ, ὡς προιὼν ὁ λόγος παραστήσει· ἢ ὁ βουλόμενος ἐφ’ ἕτερον μεταλαβὼν πρόσωπον, ἤτοι βασιλέως ἢ προφήτου ἢ καί τινος τῶν πώποτε παρὰ Ἰουδαίοις θεοφιλῶν, δεικνύτω εἰ οἷός τε εἴη ἐφαρ- μόζειν τὰ ἀναγεγραμμένα. [10.8.12–13] τίνι γὰρ τῶν πώποτε κυοφορουμένων ἐπὶ τοσοῦτον παρῆν ἀρετῆς καὶ δυνά- μεως, ὥστε καθεστῶτι λογισμῷ καὶ ἀσυγχύτῳ ψυχῇ νηφαλίῳ τε φρονήματι θεοῦ γνῶσιν ἀναλαβεῖν, καὶ πᾶσαν ἐπὶ τὸν θεὸν ἀναρτῆσαι αὑτοῦ τὴν ἐλπίδα, ὥστ’ ἂν εἰπεῖν ‘‘ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς μητρός μου, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ.’ τίς δὲ τοιοῦτος θεῷ μεμελη- μένος ’ ὄνειδος ἀνθρώπων γέγονε καὶ ἐξουδένημα λαοῦ;” ὑπὸ τίνων δὲ καὶ ποδαπῶν μόσχων καὶ ταύ- ρων χρὴ νοεῖν τὸν τοιόνδε κεκυκλῶσθαι ; τί δὲ παθὼν ὁ δηλούμενος ὡσεὶ ὕδωρ ἐξεχύθη;” καὶ πῶς, διεσκορπισθῇ αὐτοῦ τὰ ὀστᾶ; πῶς δὲ‘ εἰςχοῦν θανάτου κατήχθη,” καὶ καταχθεὶς εἰς χοῦν θανάτου τὰ τοι- αὐτὰ λαλεῖ ἔτι καὶ ζῇ καὶ φθέγγεται; τίνες δὲ οἱ κύ- νες οἶ κυκλώσαντες αὐτὸν, ἕτεροι ὄντες παρὰ τοὺς προωνομασμένους ταύρους καὶ μόσχους ; ποία δὲ συναγωγὴ πονηρευομένων τὰς χεῖρας οὐ μόνον, ἀλλὰ καὶ τοὺς πόδας τοῦ τηλικούτου ὤρυξαν, ἀποδύσαντές τε αὐτὸν τὰ μέν τινα διείλοντο αὐτοῦ τῶν ἐνδυμάτων, τὰ δὲ καὶ κλήρῳ λαχόντες ἔλαβον; τίς δὲ ἡ ῥομφαία καὶ ὁ κύων καὶ ὁ λέων ; τίνες δὲ οἶ λεγόμενοι μονοκέρωτες, τὸν δηλούμενον περιέχοντες, πῶς δὲ μετὰ τὴν πρὸς τοσούτους πάλην, μετὰ τὸ εἰς χοῦν θανάτου καταχθῆναι, ἐπαγγέλλεται τὸ ὄνομα τοὺ πατρὸς διηγεῖσθαι, οὐ πᾶσιν, ἀλλὰ μόνοις τοῖς ἑαυτοῦ ἀδελφοϊς; τίνες τε οἶ ἀδελφοὶ, τίς τε ἡ ἐκκλησία, περὶ ἧς φησιν ὁ τὰ τοιαῦτα παθὼν “ ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε;” οἷς καὶ ἐπιλέγει “ ὡς ἄρα οὐχ ἕν τὸ Ἰουδαίων ἔθνος, πάντα δὲ τὰ πέρατα τῆς γῆς συναισθήσονται, καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν;” καὶ σὺ δὲ παρὰ σαυτῷ βασανίσας ἑκάστην λέξιν τοῦ Ψαλμοῦ θέα εἰ δυνατὸν ἐπὶ τὸν τυχόντα ἀναφέρειν τὰ θεσπιζόμενα. [10.8.14] ἀλλ’ οὐκ ἂν εὕροις ἑτέρῳ τῳ ἐφαρμόττειν αὐτὰ ἢ μόνῳ τῷ σωτῆρι ἡμῶν, ὃς πάντων πιστότατος ἂν εἴη καὶ ἀληθέστατος, εἰς ἑαυτοῦ πρόσωπον ἀνειληφὼς τὴν ἀπὸ τοῦ Ψαλμοῦ φωνὴν, ὡς ἐμαρτύρησαν οἶ εὐαγγελισταί· ὁ Ματθαῖος δι’ ὧν παρεθέμεθα αὐτοῦ λέξεων, ὁ δὲ Μάρκος δι’ ὧν καὶ αὐτὸς ὧδέ πως ἱστορεῖ λέγων “ γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλης τῆς γῆς ἴως ὥρας ἐνάτης. καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰη- σοῦς φωνῇ μεγάλῃ λέγων, ἤλει ἤλει λαμὰ σαβαχθανὶ, ὅ ἐστι μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με ; καί τινες τῶν ἀκουσάντων ἔλεγον, Ἠλίαν φωνεῖ.” [10.8.15–16] Φέρε δὴ οὖν τούτοις ἀκολούθως ἴδωμεν ὅπως εἰς αὐτὸν ἀνενεχθήσεται τὰ διὰ τοῦ Ψαλμοῦ δηλούμενα. καὶ πρῶτόν γε διαλάβωμεν τὴν φάσκουσαν προγραφὴν “ εἰς τὸ τέλος,” ἢ κατὰ τὸν Ἀκύλαν τῷ νικοποιῷ,” ἢ κατὰ τὸν Σύμμαχον‘‘ ἐπινίκιος ὑπὲρ τῆς ἀντιλήψεως. ” ταῦθ’ ἡμὰς ὑπεισέρχεται, ὅτι τὸ μὲν σωτήριον πάθος, ὡς αἶ λέξεις τῶν εὐαγγελιστῶν παρέστησαν ‘‘σκότους γενομένου ἀπὸ ὥρας ἕκτης ἴως ὥρας ἐνάτης, ” ἀμφὶ τὴν ἐνάτην συνετελέσθη, ὅτε καὶ τὴν φωνὴν ἀφῆκε τὴν μεγάλην τὰ μικρῷ πρόσθεν δεδηλωμένα εἰπὼν, ὥστε ὁμολογεῖσθαι σαφῶς τὸ πάθος αὐτοῦ ’ μφὶ τὴν ἑσπέραν νυκτὸς ἐπελαυνούσης γεγονέναι. [10.8.17–18] τὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἥτις ἦν ἀντίληψις τοῦ πατρὸς ἀντιλαμβανομένου καὶ εἰς ἑαυτὸν ἐκ τῶν τοῦ θανάτου χωρίων ἐπισπωμένου καὶ λαμβάνοντος αὐτὸν, ἀμφὶ τὴν ἔω γέγονεν, ὡς αὖθις ἀπὸ τῆς τῶν εὐαγγελιστῶν μαρτυρίας παρίσταται. ὁ γοῦν Λουκᾶς φησι “ τῇ δὲ μιᾷ τῶν σαββάτων ἦλθον ὄρθρου βαθέος ἐπὶ τὸ μνημεῖον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, ” δηλονότι αἶ γυναῖκες, καί τινες σὺν αὐταῖς. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἐκ τοῦ μνημείου. εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα, διὰ τὸ ἤδη τὸν σωτῆρα ἡμῶν ἐκ νεκρῶν ἐγηγέρθαι.” [10.8.19] τοῦτο δὲ αὐτὸ καὶ ὁ Μάρκος δηλοῖ λέγων καὶ λίαν πρωὶ· τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, μεῖον, ἔτι ἀνατείλαντος τοῦ ἡλίου, καὶ ἔλεγον πρὸς ἑαυτὰς, τίς ἀποκυλίσῃ ἡμῖν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου; ἦν γὰρ μέγας σφόδρα.” ἔρχονται, καὶ εὑρίσκουσιν αὐτὸν ἀποκεκυλισμένον. ἦν δὲ ἤδη ἔγηγερμένος. ἔχεις καὶ παρὰ τῷ Ἰωάννῃ τὴν αὐτὴν μαρτυρίαν λέγοντι “τῇ δὲ μιᾷ τῶν σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ πρωΐ εἰς τὸ μνημεῖον ἔτι σκοτίας οὔσης, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.” [10.8.20–22] καὶ ὁ Ματθαῖος δὲ, εἰ καὶ “ὀψὲ σαββάτων εἴρηκεν, ἀλλ᾿ ἐπιφέρει λέγων “τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθε Μαρία ἡ Μαγδαηλνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον, καὶ ιδοὺ σεισμὸς ἐγέγετο μέγας. ἄγγελος γὰρ κυρίου καταβάς ἐξ οὐρανοῦ προσελθῶν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου.” ταῦτα δὲ ἀναγκαίως παρεθέμην εἰς παράστασιν τῆς ἐν τῷ Ψαλμῷ προφητευομένης ἑωθινῆς ἀντιλήψεως. ἐπεὶ γὰρ τὰ περὶ τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν σημαίνει, οὐ μὴν ξατέληξεν ἡ κατ᾿ αὐτὸν οἰκονομία ἐν τῷ πάθει, τέλος δὲ τοῦ πάθους ἡ ἐκ νεκρῶν ἀνάστασις ἦν καὶ ἡ ἀντίληψις ἡ ἑωθινὴ, εἰκότως ὁ λόγος τῷ παραδόξῳ τέλει τὴν γραφὴν ἀνατίθεται, ὡς τῆς ὑποθέσεως ἁπάσης καὶ τῶν πρὸ τοῦ τέλους παθημάτων τῆς ἐκ νεκρῶν ἀναστάεως καὶ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς ἕνεκεν γενομένων. [10.8.23] εἰπὼν γοῦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὸ “ὁ θεὸς ὁ θεός μου πρόσσχες μοι, ἱνατί ἐγκατέλιπές με” καὶ ἑξῆς ἐπαγαγὼν τὸ “ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ,” καὶ ἔτι προσθεὶς τὸ “περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με,” καὶ σαφῶς τὸν σαφῶς τὸν θάνατον αὑτοῦ προμαρτυρόμενος διὰ τὸ “εἰς χοῦν θανάτου κατήγαγές; με, ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονη- ρευομένων περιέσχε με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου·” καὶ ἔτι τὰ ἀμφὶ τῷ πάθει συμβεβηκότα αὐτῷ σημήνας διὰ τοῦ “ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.’ ” [10.8.24–25] ταῦτα καὶ τὰ τούτοις παραπλήσια προειπὼν οὐκ ἐπὶ τούτοις ἔστη, ἀλλ’ ἐπιλέγει οἶ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτὸν, ὅτι οὐκ ἐξουδένωσεν, οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέ μου. πῶς δ’ ἂν ἔλεγεν εἰσηκοῦσθαι, εἰ μὴ πάντως τετυχήκει τῶν εὐχῶν καὶ ὧν ἐν τοῖς πρόσθεν ἐδεδέητο, ὅτε ἔλεγε τὸ “ εἰς χοῦν θανάτου κατήγαγές με. ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου;” [10.8.26] ταῦτα γὰρ εὐξάμενος καὶ δεηθεὶς ἐκ τούτων ῥυσθῆναί τε καὶ σωθῆναι, τυχὼν ὧν ηὔξατο ἐπιλέγει “ οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέ μου,” σαφῶς τὴν μετὰ θάνατον ἀναβίωσιν αὑτοῦ δηλῶν, ἥτις γέγονεν κατὰ τὴν ἑωθινὴν ἀντίληψιν, ἣν ἑξῆς προι·ὼν ὁ Ψαλμὸς παρέστησεν εἰπὼν “ σὺ δὲ κύριε μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσσχες.’ ποίαν δὴ ἀντίληψιν ἀλλ’ ἢ ἣν καὶ ἡ προγραφὴ τοῦ Ψαλμοῦ ᾐνίττετο; [10.8.27–28] Ἀλλὰ ταῦτα μὲν ἡμῖν εἰρήσθω εἰς τὴν τοῦ Ψαλμοῦ προγραφήν. εἰς δὲ τὸ “ ἤλει λαμὰ σαβαχθανί,” εἰρημένον μὲν ὑπὸ τοῦ σωτῆρος ἡμῶν αὐτοῖς Ἐβραϊκοῖς ὀνόμασι περὶ τὸν τοῦ πάθους καιρὸν, κείμενον δὲ καὶ ἐν τῷ Ψαλμῷ, ὅρα μή τις ἔγκειται βαθυτέρα θεωρία παρ’ Ἑβραίοις · ἐλωεὶμ γὰρ ὁ θεὸς ὀνομάζεται. καὶ τοῦτο διὰ πάσης σχεδὸν εὕροις ἂν τῆς γραφῆς, ἐπεὶ καὶ κυρίως οὕτω παρὰ τοῖς ἑβδομήκονταἔτι καὶ νῦν τῇ‘Eβραίων ὀνομάζεταιφωνι̣-ι. φέρονταί γε μὴν παρ’ αὐτοῖς ἐπὶ τῆς θείας προση- γορίας καὶ ἕτεραί τινες ἐκφωνήσεις, ὥσπερ οὖν καὶ τὸ Σαδδαί καὶ τὸ Ἰαώκαὶ τὸΗλ καὶ ἄλλα τούτοις παραπλήσια. [10.8.29–30] ὁ δὴ οὖν μετὰ χεῖρας Vιαλμὸς ἀπὸ τοὐ ἢλ ἤλει ἤλει λαμὰ σαβαχθανί περιέχει, ᾧ κἐ- κέχρηται καὶ ὁ κύριος ἡμῶν, οὐ μὴν ἀπὸ τοὺ ἐλωείμ. ὁ γοῦν Ἀκύλας διαφορὰν εἰδὼς τῆς παρ’ Ἑβραί- ὄις θεοῦ προσηγορίας ἐκ τῶν ἐλωεὶμ σημαινομένης, τὸ νῦν δηλούμενον ἐν τῷ ἤλει ἤλει οὐκ ἠξίωσεν ὁμοίως τοῖς λοιποῖς ὁ θεὸς ὁ θεός μου μεταβαλὼν εἰπεῖν y ἀλλὰ‘‘ ἰσχυρέ μου ἰσχυρέ μου· τὸ δ’ ἀκρι- ἀκριβὲς ἐστιν ἰσχύς μου ἰσχύς μου.” ὥστε κατὰ τὴν τού- 5*- του διάνοιαν τὸν ἀμνὸν τοῦ θεοῦ τὸν ἡμέτερον σω- fl τἤρᾳ φάσκοντα τὸ ἤλει ἤλει πρὸς τὸν πατέρα λέγειν ^ ἰσχυρέ μου ἰσχυρέ μου, ἱνατί ἐγκατέλιπές ^s.^* [10.8.31–32] καὶ τάχα ἐπεὶ ἐγκατέλιπεν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, τούτου χάριν [ἐσταυρώθη], ὥς φησιν ὁ ἀπόστολος ‘καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, καὶ ζῇ ἐκ δυνάμεως θεοῦ 5 ὡς μὴ σταυρωθεὶς εἴη ἂν, εἰ μὴ ὁ ἰσχυρὸς αὐ- τοῦ καταλελοίπει αὐτόν. καὶ ὅρα εἰ μὴ ἔπρεπε τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθέντα καὶ ὡς ἀμνὸν ἐναντίον τοῦ κείροντος ἄφω- νον, τὰς οἰκείας δυνάμεις ἀνατιθέναι τῷ θεῷ, καὶ μηδὲν ἴδιον ἔχειν ἡγεῖσθαι ἢ μόνον τὸν πατέρα· διὸ καὶ ἰσχυρὸν τὸν πατέρα αὑτοῦ ἀποκαλεῖ, ὡς καὶ ἐν ἑπτακαιδεκάτῳ wαλμῷ ἰσχὺν ἑαυτοῦ καὶ κραταίωμα καὶ καταφυγὴν τὸν πατέρα ὀνομάζει, λέγων ‘ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου, κύριος στερέωμά μου, καὶ so καταφυγή μου, καὶ ῥύστης μου. [10.8.33–34] ὁ θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτὸν, ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου.” παταλέλοιπεν οὖν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, θελήσας αὐτὸν “ μέχρι θανάτου καὶ θανάτου σταυροῦ κατελθεῖν, καὶ τοῦ κόσμου παντὸς λύτρον καὶ ἀντίψυχον ἀποδειχθῆναι, καὶ καθάρσιον γενέσθαι τῆς τῶν εἰς αὐτὸν πιστευσάντων ζωῆς. ὁ δὲ αὐτίκα μάλα συναισθόμενος τῆς ἐνθέου καὶ πατρικῆς βουλῆς, διαγνούς τε εἰ καί τις ἄλλος τὰ αἴτια τοῦ καταλελεῖφθαι αὐτὸν ὑπὸ τοῦ πατρὸς, ἔτι πολὺ πλέον ἐταπείνωσεν ἑαυτὸν, καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον πολλῇ τῇ προθυμίᾳ περιεβάλετο ‘‘ἐγένετό τε ὁ πανάγιος καὶ εὐλογητὸς ὑπὲρ ἡμῶν κατάρα, καὶ ὁ μὴ γνοὺς ἁμαρτίαν ἁμαρτία, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.’ [10.8.35–36] καὶ ἔτι πρὸς τούτοις τὰς ἡμετέρας ἁμαρτίας ἀναμαξάμενος ἐσταυρώθη, ὃ ἐχρῆν ἡμᾶς τοὺς πρὶν ἀσεβεῖς παθεῖν, ἀντίψυχον ἡμῶν καὶ ἀντίλυτρον γεγενημένος, ὥστ’ ἂν εὐλόγως εἰπεῖν ἡμᾶς τὸ προφητικὸν ‘αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν. κύριος γὰρ παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.” διόπερ ὡς παραδοθεὶς ὑπὸ τοῦ πατρὸς καὶ μαλακισθεὶς καὶ τὰς ἀνομίας ἡμῶν ἀνειληφὼς, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. συνᾴδει τούτοις καὶ ὁ ἀπόστολος λέγων ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. [10.8.37–38] κινῶν δὲ ἡμὰς ἐπὶ ζήτησιν τῆς αἰτίας δι’ ἣν αὐτὸν ὁ πατὴρ κατέλιπε, φάσκει, ἱνατι ἐγκατέλιπες; τὸ δ’ αἴτιον τοῦτο ἦν ἡ τοῦ παντὸς ἀνθρώπων γένους ἀπολύτρωσις, τῷ τιμίῳ αἵματι ἐξαγοραζομένη ἀπὸ τῆς πρὶν χαλεπῆς δουλείας, ἣν τοῖς ἀοράτοις δεσπόταις, δαίμοσιν ἀκαθάρτοις καὶ πονηροῖς ἄρχουσί τε καὶ πνεύμασι, καταδεδούλωντο. καὶ ἄλλως δὲ καταλέλοιπεν αὐτὸν ὁ πατὴρ εἰς τὸ καὶ αὐτοῦ τοῦ Χριστοῦ τὴν ὑπὲρ ἀνθρώπων διάθεσιν ἀποδειχθῆναι. διὸ μηδενὸς ἔχοντος ἐξουσίαν τῆς αὐτοῦ ψυχῆς ἑκὼν αὐτὸς ὑπὲρ ἀνθρώπων αὐτὴν τέθεικεν, ὥσπερ οὖν διδάσκει λέγων ‘οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.” [10.8.39–40] Ἐξῆς τούτοις φησὶ ‘‘μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. ” ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ‘‘μακρὰν ἀπὸ τῆς σωτηρίας μου ῥήματα βρυχήματός μου ἐξέδωκεν, ὁ δὲ Σύμμαχος “ ἀφεστήκασιν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν ὀδυρμῶν μου, καὶ καθ’ ἑτέραν δὲ φερομένην ἑρμηνείαν πέμπτην εἴρηται ‘‘μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν δεήσεων μου. ὅρα δὴ οὖν ὅτι κατ’ οὐδετέραν τούτων τὸ τῶν παραπτωμάτων μου εἴρηται, ὡς συμβαίνειν ποτὲ σφάλματι γραφικῷ τοιαύτας τινὰς ἐναλλαγὰς φέρεσθαι. ἐκ δὲ τῆς τῶν πλειόνων ἑρμηνείας καταληπτέον, εἰ μὴ ἄρα τις κἀνταῦθα τὰ ἡμέτερα παραπτώματα ἐξοικειούμενον ταῦτα αὐτὸν εἰρηκέναι φήσειε. [10.8.41] Τούτοις ἑξῆς ἐπιλέγει “ ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.” ἀνθ’ οὗ πάλιν ὁ Σύμμαχος “ ὁ θεός μου ” φησὶ “βοήσω ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ ἔστι σιγή.” θαυμάζει δὴ οὖν ἐν τούτοις τὸν πατέρα ὡς μὴ εἰσακούοντα αὐτοῦ, παράζενόν ξένον τι τούτου καὶ παρὰ τὸ σύνηθες θεωρῶν· ὁ δὲ ἐφύλαττεν αὐτῷ τὴν ἀκοὴν εἰς τὸν ἐπιτήδειον τοῦ εἰσακουσθῆναι καιρόν. [10.8.42–43] οὗτος δὲ ἦν ὁ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς καὶ ὁ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καθ’ ὃν, εἰ καί τινι ἄλλῳ, καὶ αὐτῷ δικαίως ἂν ἐλέχθη “ ἐν καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.” λέγοιτο δ’ ἂν ταῦτα καὶ ἑτέρως ὑπὸ τοῦ σωτῆρος ἡμῶν, ὡς εἰωθότος μὲν ἀεὶ καὶ πάντοτε εἰσακούεσθαι ὑπὸ τοῦ πατρὸς, νῦν δὲ πιστεύοντος εἰσακουσθήσεσθαι, ὡς εἰ σαφέστερον ἔλεγε, μὴ οἷόν τε ἐστὶν, ὦ πάτερ, ἐμὲ τὸν σὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν μὴ εἰσακούε- σθαι, βοῶντα καὶ κεκραγότα πρὸς σὲ τὸν ἐμαυτοῦ πατέρα; διδάσκει γοῦν αὐτὸ τοῦτο ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἐπὶ τοῦ Λαζάρου, ὁπηνίκα εἰπὼν ‘ἄρατε τὸν λίθον ἀπὸ τοῦ μνημείου, ἐπῆρε τοὺς ὀφθαλμοὺς ἑαυτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε, πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις.” [10.8.44–45] εἰ τοίνυν πάντοτε αὐτοῦ ἀκούει, οὐκ ἀμφιβάλλων, ἀλλ’ ἀκριβῶς ἐπιστάμενος ὅτι καὶ νῦν αὐτοῦ εἰσακούσεται, ὡς ἀδυνάτου ὄντος τοῦ μὴ εἰσακούεσθαι αὐτὸν, ἐρωτηματικῶς φησιν ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ;’ ὑποστιζόντων ἡμῶν ἐν τῷ “ οὐκ εἰσακούσῃ” καὶ τὸ ἐναντίον ὑπονοούντων τῷ πύσματι. τοῦτο γοῦν διδάσκει μικρὸν ὕστερον, προιὼν ἐξῆς ἐν τῷ Ψαλμῷ, λέγων “ οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.” πῶς οὖν ἀποφατικῶς λέγοι ἂν “ ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ,” εἰ μὴ κατὰ τὴν ἀποδοθεῖσαν ἡμῖν θεωρίαν; ἣν οἶμαι καὶ αὐτὸν αἰνίττεσθαι, λέγοντα “ ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ ; καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.” [10.8.46–47] οὐ γὰρ εἰς ἄνοιαν, φησὶν, ἐμοὶ λέγεται τὸ εἰσακούσῃ· οἶδα γὰρ αὐτὸς ὅπως τοῦτό φημι, πεπεισμένος ὅτι πέφυκας οὐχ ὅτι γε ἐμοῦ μόνον ἀντιλαμβάνεσθαι καὶ εἰσακούειν, ἀλλὰ καὶ πάντων τῶν ἁγίων σου. ἀεὶ γὰρ καὶ διὰ παντὸς ἐν τοῖς ἁγίοις σου κατοικεῖς, καὶ σὺ εἶ ὁ παντὸς ἀνδρὸς θεοφιλοῦς, Ἰσραὴλ προσαγορευομένου, ἔπαινος. διὰ σὲ γὰρ παντὶ τῷ σε περιέποντι οὐχ ὁ τυχὼν προσγίνεται ἔπαινος, καὶ ἐπὶ σοὶ οἶ πατέρες ἡμῶν ἤλπισαν, καὶ ἐλπίσαντες τῶν ἐπαναστάντων αὐτοῖς κακῶν ἐρρύσθησαν καὶ πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν. ἐπὶ σοί τε ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν.” [10.8.48–49] ἐπειδὴ οὖν πάντες οἱ ἅγιοι τούτων ἔτυχον παρὰ σοῦ, κεκράξαντές τε εἰσηκούσθσαν καὶ οὐ κατῃσχύνθησαν, πόσῳ δὴ πλέον ἐμοῦ τοῦ σοῦ ἀγαπητοῦ παιδὸς βοῶντος μᾶλλον ἁπάντων καὶ ἑτοιμότερον εἰσακούσῃ; εἰ δὲ καὶ ἀποθαυμαστικῶς φημι, κεκράξομαι καὶ οὐκ εἰσακούσῃ; ἀλλ’ οὐκ εἰς ἄνοιαν ὁ λόγος μοι προφέρεται. οἶδα γοῦν ὅπως τὴν εὐχὴν προφέρω, μὴ ἐναβρυνόμενος μηδὲ ἐγκαυχώμενος, ἀλλ’ ὡς ταπεινοφρονῶν. ἐπεὶ γὰρ πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ταπεινῶς καὶ τῇ ἐμαυτοῦ πραότητι οἰκείως περὶ ἐμαυτοῦ ταπεινὰ φθέγγομαι, , οὕτω δὴ καὶ σκώληκα ἐμαυτὸν ὀνομάζων. τί γὰρ ἂν γένοιτο σκώληκος ταπεινότερον; ὅθεν οὐδ’ ἄνθρωπον ἐμαυτὸν εἴποιμ’ ἂν, εἰς τοσαύτην ταπείνωσιν ἐκ τοῦ οἰκείου μεγέθους κατελθὼν ὥστε καὶ σκώληκος μηδὲν δοκεῖν διαφέρειν, διὰ τὸ καὶ μέχρι θανάτου καὶ τῆς τοῦ σώματος φθάσαι φθορᾶς. πόθεν γὰρ ἄλλοθεν γεννηθείη ἂν σκώληξ ἢ ἀπὸ σωμάτων φθορὰς 5 εἰς ἣν καὶ αὐτὸς κατελθὼν εἰκότως ἐμαυτὸν σκώληκα καὶ οὐκ ἄνθρωπον γινώσκω. [10.8.50–51] διὸ καὶ γέγονα ὄνειδος ἀνθρώπων, καὶ ἐξουδένημα λαοῦ, οὐκ ἂν γενόμενος οὔτε ὄνειδος ἀνθρώπων οὔτε ἐξουδένημα, εἰ μὴ μέχρι σκώληκος ἐφθάκειν παρὰ τὸν τοῦ πάθους καιρόν. τηνικαῦτα γοῦν θεωροῦντές με ἐπὶ τοῦ σταυροῦ ἀνηρτημένον‘‘ ἐξεμυκτήρισαν, καὶ ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησάν τε κεφαλὴν λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν.’ ταῦτα μὲν οὖν ἅπαντα διὰ τοῦ Ψαλμοῦ σαφῶς περὶ τῶν μελλόντων γενήσεσθαι μακροῖς κροῖς ποθ’ ὕστερον χρόνοις ἐθεσπίζετο, τέλους δὲ ἐτύγχανεν, ὁπότε, κατὰ τὸν Ματθαῖον, σταυρωθέντων σὺν αὐτῷ δύο λῃστῶν, ἑνὸς ἐκ δεξιῶν καὶ ἑνὸς ἐξ εὐωνύμων τοῦ σωτῆρος, “ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὑτῶν, καὶ λέγοντες, οὐαὶ ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτὸν, εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοὐ σταυροῦ. [10.8.52] ὁμοίως δὲ καὶ οἶ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. εἰ πέποιθεν ἐπὶ τὸν θεὸν, ῥυσάσθω νῦν αὐτὸν, εἰ θέλει αὐτόν. εἶπε γὰρ ὅτι υἱὸς θεοῦ εἰμί. ” κατὰ δὲ τον Λονκάν είστήκει ό λαός θεωρών, καϊ έξεμνκτή- ριζον αυτόν οί άρχοντες Ουν αύτοΐς λέγοντες, άλλους έσωσε, οωοάτω εαυτόν, εί ουτός έστιν ό Χριστός ό νιος τον θεού ο εχλεχτός.” [10.8.53–54] κατά τον Μάρχον καϊ οί παράγοντες έβλαόφημονν αύτόν, κινούντες τάς χεφαλάς αύτών χαϊ λέγοντες, ούαϊ 6 καταλύω ν τον ναόν, καϊ έν τρισϊν ήμέραις οικοδομών αύτόν, σώσον σεαυτόν, καϊκατάβηθιάπότού σταυρού, ομοίως καϊ οί αρχιερείς έμπαίζοντες είς αλλήλους μετά τών γραμματέων έλεγον, άλλους έσωσε ν, εαυτόν ού δύναται σώσαι. ό Χριστός ό βασιλεύς τού 'Ισραήλ κατα- βάτω νύν άπο τού Οτανρού, ίνα ΐδωμεν καϊ πιΟτεύ- σωμεν αύτώ" ταύτα γάρ τί αν διαφέροι τών έν τω Ψαλμώ προαναπεφωνημένων έν τω " έγώ δέ είμι σκώληξ, χαϊ ούκ άνθρωπος, όνειδος άνθρώπων καὶ έξουδένημα λαού. πάντες οί θεωρούντές με έξεμυ- κτηρισάν με, έλάλησαν έν χείλεσιν, έκίνησαν κεφα- λήν, ηλπισεν έπι κύριον, ρυσάσθω αύτόν, σωσάτω αύτόν, ότι θέλει αύτόν.” [10.8.55] καϊ μή θαυμάσης εί ταύτα κατά τό πάθος τού σωτήρος ημών εΐρητό τε καϊ πεπλήρωτο, οπότε εισέτι δεύρο παρά πάοιν άν- θρώποις τοΐς μηδέπω τήν είς αύτόν πίστιν άνειλη- φοσιν ὄνείδος ανθρωπων νενομιΟται. τί γάρ άν αΐσχιον καϊ παντός όνείδονς χείρον τού σταυρωθή- ναι; άλλά καϊ έξονδένημα λαού έστι τού έκ περιτομής, παντός αύτών τού έθνους εισέτι νύν καϊ σήμερον χλενάζειν καϊ έξουδενεΐν και καταπτύειν είωθότος αύτού' όθεν καϊ είκότως ό άπόστολος "ημείς δΐ κη- ρύσσομεν Χριστόν έστανρωμένον, "Ιουδαίους μϊν Οκάν- δαλον, έθνεσι δ\ μωρίαν." [10.8.56] καϊ τά εξής δε είρη- μένα ἐν τῷ Ψαλμῷ εἰσέτι καὶ νῦν εὕροις ἂν παρὰ τοῖς πολλοῖς περὶ τοῦ αὐτοῦ λεγόμενα. ταῦτα μὲν οὖν περὶ τῆς διαλαβούσης αὐτὸν εἰσέτι τότε περιστάσεως ηὔχετο. εἰδὼς δὲ μὴ χείρονα οὖσαν τῆς τοῦ θανάτου συμφορᾶς τὴν πρώτην αὑτοῦ εἰς σάρκα ἔνδεσιν καὶ τὴν ἐκ θηλείας καὶ παρθένου γένεσιν, κατὰ καιρὸν ἐν τοῖς περὶ θανάτου τῶν τῆς γενέσεως αὐτοῦ μνημονεύει λέγων πρὸς τὸς “ ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἷ σύ.” [10.8.57] τούτων δὲ εἰκότως ἀναφέρει τὴν μνήμην εἰς παραμυθίαν τῆς τῶν παρόντων ἀπαλλαγῆς. ὥσπερ γὰρ, φησὶ, γέγονάς μου βοη- θὸς σῶμα ἀνθρώπειον ἀναλαβόντος, ὅτε καὶ ἐξ αὐτῆς τῆς κυοφορούσης με γαστρὸς σὺ αὐτὸς ὁ θεός μου καὶ πατήρ μου ὥσπερ μαιούμενος τὴν ἐμοὶ κατεσκευα- σμένην ἐξ ἁγίου πνεύματος σάρκα ἐξέσπασας, τὴν ἑαυτοῦ δύναμιν ὀρέξας, ὡς ἂν μή τις ἐνέδρα καὶ ἐπιβουλὴ ἐξ ἀντικειμένων δυνάμεων καὶ πονηρῶν πνευμάτων διαφθονουμένων τῇ εἰς ἀνθρώπους παρόδῳ μου γένοιτο · ἐπεὶ καὶ κατὰ τὴν πρώτην σύλληψιν σὺ πάλιν τὸ κατὰ γαστρὸς ἐπεσκίασας, ὡς ἂν λάθῃ τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου ἡ ἐξ ἁγίου πνεύματος τῆς ἁγίας παρθένου σύλληψις. [10.8.58–59] ὅπερ μέγα μυστήριον ὁ σὸς ἀρχάγγελος ἐξέφηνε Γαβριὴλ, τῇ Μαρίᾳ εἰπὼν “ πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.’ ὥσπερ οὖν ἡ σὴ τότε τοῦ ὑψίστου δύναμις συλλαμβανόμενον μὲν ἐπεσκίασε, τικτόμενον δὲ ἐξέσπασεν ἀπὸ γαστρὸς μητρός μου, οὕτω πολλή μοι τυγχάνει παραμυθία, ὅτι καὶ τοῦ θανάτου με πολὺ μᾶλλον ἀνασπάσεις. καὶ τοῦτο γε ἐλπίζων ἐπὶ σὲ πέποιθα τὸν ἐμαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα, καὶ πέποιθα οὐ νῦν πρῶτον ἀρξάμενος τῆς εἰς σὲ ἐλπίδος, ἀλλὰ καὶ ὅτε ἀπὸ μαστῶν μητρός μου τὴν νηπιώδη τροφὴν ἀναλαμβάνων ἐνομιζόμην ὁμοίως τοῖς τῶν ἀνθρώπων βρέφεσιν ἀτελὴς εἶναι καὶ ἄλογος· μὴ ὢν γὰρ τοιοῦτος, εἰ καὶ σῶμά μοι ὅμοιον ἀνθρώποις ἦν, ἀλλ’ οὐ καὶ τὴν δύναμιν οὐδὲ τὴν οὐσίαν τοῖς πολλοῖς ὢν ἐμφερὴς, ἄνετος δὲ καὶ ἀπόλυτος, οἶά σου τοῦ θεοῦ ἀμνὸς, καὶ ἐξ ἐκείνης τῆς ἡλικίας γαλουχούμενος, λέγω δὴ ἀπὸ μαστῶν τῆς μητρός μου. [10.8.60] καὶ οὔπω τοῦτο μέγα τις ἡγήσεται, εἰ μάθοι ὅτι καὶ ἔτι πρότερον‘ ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ.·· ἔτι γὰρ ἔνδον ἐν τῷ ταμείῳ τῆς κυοφορούσης με φερόμενος σὲ τὸν θεόν μου ἑώρων, ἄτε ἀσύγχυτος καὶ ἀθόλωτος ἐν τῇ τοσαύτῃ τῶν σαρκῶν κοινωνίᾳ διαμείνας, μᾶλλον δὲ ἀσώματος καὶ τότε ὢν, καὶ πάντων ἐλεύθερος δεσμῶν · οὕτως δὲ ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρὸς θεός μου ἦσθα, ὡς αἰσθέσθαι τῆς ἐμῆς δυνάμεως ἔτι κυοφορουμένης πρὸς τῆς ἁγίας παρθένου τὸν ἐμὸν πρόδρομον Ἰωάννην, καὶ αὐτὸν κατὰ γαστρὸς τῆς Ἐλιζαβὲτ κυοφορούμενον, ὥστε ὑπὸ τῆς ἐμῆς θεότητος κινηθέντα σκιρτῆσαι ἐν ἀγαλλιάσει καὶ πνεύματος ἁγίου πλησθῆναι. [10.8.61] τούτων οὖν ἁπάντων ἀναφέρων τὴν μνήμην, καὶ διὰ παντὸς τὸν θεόν μου καὶ πατέρα μου πρὸ τῶν ἐμῶν ὀφθαλμῶν τιθέμενος, εἰκότως καὶ κατὰ τὸν ἐνεστῶτα τοῦ περιέχοντός με πάθους καιρὸν, ὅτε σοὶ τῷ πατρὶ γενόμενος ὑπήκοος αὐθαίρετος καὶ ἑκὼν “ γέγονα σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδἐνημα λαοῦ·” καὶ νῦν ὅτε πάντες οἱ θεωροῦντές μου τὸ σῶμα τῷ σταυρῷ προσηλούμενον, ἀποτρόπαιον ἡγούμενοι ὁρᾶν πρᾶγμα ἐξεμυκτήρισάν με, τοσαύτην κατ’ ἐμοῦ χλεύην καὶ διασυρμὸν καταχέοντες ὡς μὴ μόνον ἐν διανοίᾳ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι περὶ ἐμοῦ τὰ ἀσεβῆ, ἀλλὰ καὶ ἀφόβως φθέγγεσθαι καὶ ἐν φανερῷ λαλεῖν “ ἐλάλησαν γοῦν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν.” [10.8.62–63] καὶ νῦν γοῦν ὅτε τὰ τοιαῦτά με περιέστηκε, σὲ τὸν πατέρα μου τὸν ἐκσπάσαντά με ἐκ γαστρὸς μητρός μου, ἐφ’ ὅν ἐπερρίφην ἐκ μήτρας, εἰς ὃν ἤλπισα ἀπὸ μαστῶν, τὸν καὶ ἀπὸ γαστρὸς μητρός μου γνωριζόμενόν μοι, καὶ γινωσκόμενον θεὸν, ἱκετεύω καὶ ἀντιβολῶ μὴ ἀποστῆναι ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς. μέλλει γὰρ, φησὶ, καὶ ὅσον οὔπω πάρεστι καὶ πλησιάζει συνέχον ἤδη καὶ ἐπικείμενόν μοι τὸ πάντων ἔσχατον τῆς ὑπερβαλλούσης μου θλίψεως νέφος. οὔπω γὰρ ἐγὼ θλῖψιν ταύτην τὴν νῦν περιέχουσάν με καλῶ οὔτε τὸν σταυρὸν, οὔτε τοὺς ἐξ ἀνθρώπων ὀνειδισμοὺς, οὔτε τὰς χλεύας, οὔτε μὴν τὰ πρὸ τοῦ σταυροῦ συμβεβηκότα μοι, τὰς μάστιγας, τὰς ὕβρεις, καὶ ὅσα ἄλλα ἐπαροίνησαν εἰς ἐμὲ οἶ υἱοὶ τῶν ἀνθρώπων · ἀλλὰ γὰρ ὁρῶ τὴν μετὰ τοῦ σώματος ἀνάλυσιν κατ’ αὐτὸν τὸν θάνατον, καὶ τὴν εἰς Ἅιδου κατάβασιν πλη- σιάζουσαν, καὶ τῶν ἀντικειμένων καὶ ἐχθρόν τῷ θεῷ δυνάμεων ἐπανάστασιν. διό φημι ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. [10.8.64] πῶς γὰρ οὐχ ὑπερβάλλουσα ἢν καὶ μεγίστη θλῖψις αὕτη ἐκείνη, ἐν ᾗ οὐκ ἔστιν ὁ βοηθῶν; ὁ μὲν γὰρ ἐπὶ σωτηρίᾳ τῶν ἐν Ἅιδου ψυχῶν παρῄει ἐκ μακροῦ αἰῶνος τὴν ἄφιξιν αὐτοῦ περιμενονσών, καϊ κάτσει γε θύρας χαλκάς συντρί- ψων, καϊ μοχλούς σιδηρούς ουνθλάσων, και τους πρϊν δεομίονς Αιδου έλευθέρους άνήσων' ο και γέγο- νεν, οτε πολλά σώματα τών κεκοιμημένων αγίων άνα- στάντα ουνεισηλθον αύτώ είς τήν άληθώς άγίαν τον θεού πόλιν' [10.8.65–66] αί δΐ δυνάμεις αί άντικείμεναι προς τοΐς τών ανθρώπων κακοΐς έπεΟτρατεύοντο αύτώ, λύ- πην ού μικράν καϊ θλΐψιν αντώ παρέχουσαι, άπο- κλαομένω καϊ έπ' αύταΐς δι ύπερβολήν άγαθότητος. αλλά γάρ τήρει τίνα τρόπον ταύτα πάντα λέλεκται, ως έκ προσώπου αύτού έν μήτρα κυοφορηθέντος, και από γαστρός μητρός γεγεννημένου, όν έφάσκομεν είναι τον άμνόν τού θεού. τούτω γάρ καὶ συμ- βαίνει τά περϊ τό πάθος, ω§ και τά τής ένσάρκον γενέσεως ήρμοξε. τό γούν γεννηθϊν καϊ άποθνήσκει' τό δὲ θνήσκον ούκ άλλως θανάτου τυγχάνει ή πρό- τερον όδεύσαν διά γενέσεως. [10.8.67] ταύτ ουν διέξεισιν ό σωτήρ καϊ κύριος ημών, ού καθ ο άσαρκος καϊ άσώματος υπάρχει τήν φύσιν, ούδε καθ' ο θεού λό- γος καϊ θεός έπινοεΐται, άλλά καθ' ο οίος τε ην έν τῇ προς τον πατέρα ευχή λέγειν "ότι ού ει 6 έκσπά- σας με έκ γαστρός, η έλπίς μου άπο μαστών της μη- τρός μου. έπϊ σε έπερρίφην έκ μήτρας, από γαστρός μητρός μου θεός μου εί σύ." [10.8.68] ούτος δή ουν προς τω πάθει γεγονώς εύχεται τά προκείμενα προς τον πατέρα, και τοσούτων, φησϊ, μελλόντων με περι- στησεσθαι αντικειμένων ένεργειών, καϊ δαιμόνων ακαθάρτων, καϊ πνευματικών πονηρίας, καϊ έπϊ πάσι τον πάντων χειρίστου αυτού δή τού άρχοντος τού αιώνος τούτου, ους τής κακίας ένεκεν θήρας πονηρούς όνομάξειν άξιον, και ήτοι ταύρονς αγρίους, η μόσχους, η λέοντας, η κύνας, μέλλων τ ε προς άπαντας ἵστασθαι, καὶ μηδὲν ἀγαθὸν εἰς αὐτοὺς ἐνεργεῖν, τῷ μηδὲν παραδέχεσθαι αὐτοὺς τῶν ἐμῶν ἀγαθῶν δι’ ἄκραν κακίας ἕξιν, ἀλλὰ μηδὲ βοηθοῦ μηδὲ συνεργοῦ τυγχάνων τινὸς τῶν προειρημένων εἰς τὸν ὑπὲρ τῶν ἐν Ἀίδου ψυχῶν ἆθλον, πῶς οὐκ ἂν εὐλόγως εἴποιμ’ ἂν καὶ ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν; τὸ μὲν οὖν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις μὴ συνεργεῖν αὐτῷ μηδὲ βοηθεῖν ἐπ’ ἀγαθὸν αὐτῷ κομιζομένῳ οὐδὲν ἦν θαυμαστόν· τὸ δὲ πάντων μέγιστον τῆς θλίψεως τῆς μάλιστα πιεζούσης αὐτὸν τοῦτ’ ἦν ἄρα, τὸ μηδένα μηδὲ τῶν αἰσίων καὶ δεξιῶν ἀγγέλων, μηδὲ μὴν τῶν θείων δυνάμεων, τολμᾶν ἐπιβαίνειν τοῖς τοῦ θανάτου βασιλείοις, μηδὲ συνεργεῖν ἐπὶ βοηθείᾳ τῶν αὐτόθι ψυχῶν. [10.8.69–70] μόνῳ γὰρ αὐτῷ τοῦτ’ ἀτρεμὲς ἦν, ἐπεὶ καὶ μόνῳ ἠνεῴχθησαν πύλαι θανάτου, καὶ μόνον αὐτὸν πυλωροὶ Ἃιδου ἰδόντες ἔπτηξαν, αὐτός τε ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, ὑπεκστὰς τῶν βασιλείων θρόνων, ἅτε μόνον αὐτὸν ἐπιγνοὺς ἑαυτοῦ κύριον, ἐλάλησεν αὐτῷ δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς, κατὰ τὰ δηλούμενα ἐν τῷ Ἰὼβ περὶ τούτων. πλὴν ἀλλὰ τὴν ἀσεβῆ τοῦ τυράννου καταδυναστείαν τοσοῦτον ὁρῶν ἰσχύουσαν, ὡς μηδένα ἄλλον τολμᾶν τῶν κατ’ οὐρανὸν ἐν τοῖς αὐτόθι χωρίοις συμπαρεῖναι αὐτῷ καὶ τῇ τῶν αὐτόθι ψυχῶν συνεργεῖν σωτηρίᾳ, εἰκότως φησὶν ‘‘ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν,” ἑνὸς μόνου τοῦ κἀκεῖσε βοηθεῖν αὐτῷ δυναμένου καταλελοιπότος αὐτὸν, ὡς ἂν εἰς πάντας ἀνακηρυχθείη τὸ λαμπρὸν καὶ ἐξαίρετον τῆς ἰδίας αὐτοῦ προαιρέσεως τῆς τε κατὰ πάντων νίκης. [10.8.71] καὶ ἐπειδήπερ ὁ μόνος αὐτῷ βοηθεῖν θυνάμενος οὐκ ἦν αὐτῷ τότε βοηθὸς, εἰκότως ἀρχόμενος ἔλεγε τὸ “ἠλεὶ λαμὰ σαβαχθανὶ, τοῦτ’ ἔστι θεέ μου θεέ μου, ἶνατί ἐγκατέλιπές με ; συλλαμ νομένῳ μὲν οὖν καὶ κυοφορουμένῳ ὑπὸ τῆς ἁγίας παρθένου τῷ δηλουμένῳ ἡ πατρικὴ δύναμις συνῆν, ὅτε πνεῦμα ἅγιον ἐπῆλθε τῇ παρθένῳ, καὶ δύναμις ὑψίστου ἐπεσκίασεν αὐτῇ, αὐτός τε ὁ πατὴρ τὸν γεννώμενον, ὡς ὁ λόγος παρέστησεν ^ ἀπὸ τῆς γαστρὸς ἐξέσπασεν· ἀποδυομένου δὲ παρὰ τὸν καιρὸν τοῦ πάθους πρὸς τὴν κατὰ τοῦ θανάτου πάλην, οὐκέτι » βοηθὸς αὐτῷ παρῆν. [10.8.72] τοῦτο γοῦν αὐτῷ μαρτυ- ροῦντι πιστεύω τὸ γὰρ ἤλει ἤλει λαμὰ σαβαχθανί ’ εἰρημένον αὐτῷ ἐπὶ τοῦ σταυροῦ, καὶ ὑπὸ τοῦ η·rαλμοῦ προφητικῶς ἀναπεφωνημένον, καὶ‘‘ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν,” τί ἕτερον ἐδήλου ἢ ὅτι ὡς μέγας ἀθλητὴς τοῖς τοσούτοις ἀντι- πάλοις προβεβλημένος ἦν, ἀγωνοθετοῦντος καὶ βραβεύοντος τοῖς γινομένοις τοῦ ἐπὶ πᾶσι θεοῦ; ἔφορον δ’ οὖν τῶν πραττομένων παρεκάλει τὸν πατέρα καὶ πάρεδρον, ὡς ἂν δεξιὸν ἀλείπτην, αὑτῷ συμπαρεῖναι, ταύτῃ μάλιστα ὅτε μηδ’ ὑπῆρχεν αὐτό βοηθὸς ἕτερος ἢ μόνος εἶς ὁ βραβευτὴς τῶν γινομένων. [10.8.73] διό φησιν εὐχόμενος μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. ’ ὁρῶν δὲ ἐνθέοις ὄμμασιν ἔτι ἐπὶ τοῦ ἰκρίου προσηρτημένου αὐτῷ τοῦ σώματος τὰς ἔξωθεν ἀμφὶ τὸν ἀέρα τοῦτον ἀσάρκους καὶ ἀνθρώποις ἀοράτους δυνάμεις δίκην οἰωνῶν ὠμοβορῶν καὶ τρόπον θηρίων περὶ αὑτὸν ἰλυσπωμένας, καὶ πρὸς τὸ μέλλον ὅσον οὔπω νεκρὸν ἔσεσθαι αὐτοῦ τὸ σῶμα, πανταχόθεν τε συρρεούσας τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦν- τος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ ἔτι τοὺς ἀμφὶ τὴν γῆν διιπταμένους καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης δαίμονας, εἰκὸς δ’ ὅτι καὶ τοὺς ὑποχθονίους ἤδη καὶ τοὺς ἐν αὐτῷ ταρτάρῳ θῆρας ἀγρίους καὶ φοβεροὺς, περὶ ὧν Ἡσαΐας πρὸς τὸν ἐκπεπτωκότα τοῦ οὐρανοῦ ἑωσφόρον ἀποτερνόμενος ἒλεγεν “ὁ Ἃιδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν σοι πάντες οἶ γίγανερς,” ταῦτα δὴ οὖν ἅπαντα συνορῶν ἔξωθεν τὸ ἀνεσκολοπισμένον σῶμα κυκλοῦντα καὶ παρασκευαζόμενα κατ’ αὐτοῦ, τὸ σύστημα αὐτῶν διαγράφει φάσκων περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος.” [10.8.74–75] ψυχὴν γὰρ, ὡς εἰκὸς, ἀνθρωπείαν καὶ καὶ τῶν πολλῶν παραπλησίαν, πλέον δὲ οὐδὲν ἡγούμενοι εἶναι τὴν τὸ σῶμα Ἰησοῦ κατασκηνοῦσαν, ἤνοιξαν τὸ στόμα οἶ προειρημένοι, ὡς ὁμοίως ταῖς ἄλλαις τῶν ἀνθρώπων ψυχαῖς καὶ αὐτὴν καταπιούμενοι. διό φησιν “ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν ὡς λέων ὁ ἁρπάζων καὶ ὡρυόμενος·” όμενος·” οἷς ἐξῆς ἐπιλέγει “ὡσεὶ ὕδωρ ἐξεχύθην.” ὅπερ αἰσθητῶς μὲν καὶ κατὰ τὴν ἱστορίαν εἴποι ἄν τις πεπληρῶσθαι, ὅτε εἷς τῶν στρατιωτῶν, κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην‘‘ “τοῦ ἀμνοῦ τοῦ θεοῦ λόγχη τὴν πλευρὰν ἔνυξε, καὶ ἐξῆλθεν εὐθὺς ὕδωρ καὶ αἷμα.” [10.8.76–77] πλὴν ἀλλὰ καὶ τὴν ὅλην τῆς πνευματικῆς φύσεως νέκρωσιν δηλοῦν ἔοικε δι’ ὧν φησιν “ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου.” τί γὰρ ἂν ἄλλο ταῦτα πάντα σημαίνοι ἢ νεκροῦ σώματος σύστασιν; ἐπιφέρει γοῦν εὐθὺς λέγων “καὶ εἰς χοῦν θανάτου κατήγαγές με.” ταῦτα μὲν οὔπω γενόμενα προβλέπων, ὡς ἐγγὺς δὲ καὶ πλησίον ἤδη ἑστῶτα καὶ περικυκλοῦντα αὐτὸν, ἔλεγεν. [10.8.78] αὖθις δὲ ἐπαναλαβὼν τὰ ἤδη προπεπραγμένα εἰς τὴν τῶν μελλόντων συμβήσεσθαι παραμυθίαν, οἷα ὑπέμεινεν ἐπιβουλευθεὶς διδάσκει λέγων ‘ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·” διὰ τούτων, ὡς εἰκὸς, δηλῶν ὁμοῦ μὲν καὶ τοὺς στρατιώτας, ὁμοῦ δὲ καὶ τοὺς ἐκ περιτομῆς ἐπαναστάντας αὐτῷ. οἶ μὲν γὰρ στρατιῶται τοῦ Πιλάτου παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ὅλην τὴν σπεῖραν ἐπ’ αὐτὸν, καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφα- λῆς αὐτοῦ, καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ γονυ- πετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες, χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. [10.8.79] καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι,” μονονουχὶ ἔργῳ πληροῦντες τὸ ‘‘ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·” ἀλλὰ καὶ τὸ ‘ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξη- ρίθμησαν πάντα τὰ ὀστᾶ μου;’ καὶ ἔτι τὸ “αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με,” καὶ τὸ “διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἒβαλον κλῆρον” αὖθις ἐπληροῦτο, ὅτε ἥλοις αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας τῷ σταυρῷ κατέπειραν, καὶ ὁπηνίκα τὰ ἱμάτια αὐτοῦ λαβόντες διεμερίσαντο ἑαυ- τοῖς. [10.8.80] ὁ γοῦν Ἰωάννης ἱστορεῖ λέγων‘ οἱ οὖν στρα- τιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος. τὸν χιτῶνα δὲ, ὅτι ἄρραφος ἦν, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου, εἷπον πρὸς ἀλλήλους, μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται, ἵνα πληρωθῇ ἡ γραφὴ ἡ λέγουσα, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.” οἶ μὲν οὖν στρατιῶται ταῦτα ἐποίουν. [10.8.81–82] καὶ ὁ Ματθαῖος δὲ τοῖς γεγενημένοις τοῦτον τὸν τρόπον μαρτυρεῖ λέγων ‘‘σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βαλόντες κλῆρον, ἳνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτόν. κύνες δὲ ἦσαν κυκλοῦντες αὐτὸν καὶ συναγωγὴ πονηρευομένων, οἷ ἐκ περιτομῆς ἄρχοντες τῶν Ἰουδαίων, οἵ τε γραμματεῖς καὶ οἶ ἀρχιερεῖς, καὶ οἶ Φαρισαῖοι, οἶ καὶ τὸ πᾶν ἀνασείσαντες πλῆθος ἐξαιτήσασθαι τὸ αἷμα αὐτοῦ καθ’ ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων τέκνων. [10.8.83] σαφῶς γοῦν ὁ Ἠσαίας κύνας αὐτοὺς ἀποκαλεῖ φάσκων “πάντες κύνες ἐνεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν.’ δέον γὰρ αὐτοὺς, εἰ καὶ μὴ ποιμένων τρόπον ἀνειλήφεσαν, ἀλλὰ δίκην γοῦν ἀγαθῶν κυνῶν τὴν τοῦ δεσπότου λογικὴν ποίμνην καὶ τὰ πρόβατα τοῦ οἴκου Ἰσραὴλ φυλάττοντας ἐπιστημονικῶς ὑλακτεῖν, σαίνοντας μὲν καὶ ἐπιγινώσκοντας τὸν ἑαυτῶν δεσπότην καὶ ἀρχιποίμενα, πάσῃ τε φυλακῇ τὴν πεπιστευμένην αὑτοῖς ποίμνην φρουροῦντας, ὑλακτεῖν δὲ, εἰ ἂρα. κατὰ τῶν ἔξωθεν ἐπιβουλευόντων τῇ ποίμνῃ· οἶ δὲ κυνῶν τρόπον ἐνεῶν ὡς ἀληθῶς καὶ μεμηνότων τοὺς ὑλαγμοὺς ἔφερον, τὰ πρόβατα του ποιμένος ἐξαγριοῦντες, ὥστε εἰκότως αὐτοῖς ἁρμόζειν τὸ “περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. [10.8.84–85] καὶ πάντες δὲ οἱ εἰς δεῦρο τὸν ὅμοιον τρόπον ἐκείνοις διαπραττόμενοι ἐν τῷ βλασφημεῖν καὶ ὑλακτεῖν τὸν Χριστὸν τοῦ θεοῦ οὐκ ἂν ἀλλότριοι ἐκείνων λογισθεῖεν· ἀλλὰ καὶ οἶ δίκην τῶν τότε ἀσεβούντων στρατιωτῶν ἀνασταυροῦντες τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντες οὐκ ἂν τῆς ἐκείνων μακρὰν γένοιντο διαθέσεως. πάντες οὖν εἰσέτι καὶ νῦν οἱ τὸ σῶμα τοῦ Χριστοῦ, τουτέστι τὴν ἐκκλησίαν, λωβώμενοι, χεῖρας αὐτοῦ καὶ πόδας καὶ προσέτι τὰ ὀστέα διαχειρίζονται, εἴ γε πάντες ‘ἐ̔ν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ’ εἷς ἀλλήλων μέλη, καὶ οὐκ ἂν εἴποι ἡ κεφαλὴ τοῖς ποσὶ, χρείαν ὑμῶν οὐκ ἔχω, ὡς οὐδὲ ταῖς χερσὶν οἶ ὀφθαλμοί.” [10.8.86–87] κατὰ γοῦν τοὺς καιροὺς τῶν διωγμῶν εἴ ποτέ τινα κατὰ τῶν μελῶν τοῦ Χριστοῦ πρὸς τῶν ἐχθρῶν καὶ πολεμίων ἐνεργοῖτο, εἴποι ἂν καὶ περὶ αὐτὸν οὐκ ἀκαίρως τὸ “ὤρυξαν χεῖράς μου, καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.” τότε δὲ καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ βάλλουσι κλῆρον, ὅτε τὸν τοῦ λόγου κόσμον, ἤτοι τὰς λέξεις τῶν θείων γραφῶν, ἄλλοτε ἄλλως ἕκαστος διαφθείρων ἐπισπᾶται, καὶ ὅτε τὰς περὶ αὐτοῦ δόξας διαστρόφοις διδασκαλίαις ἀπολαμβάνουσιν, ὁποῖα σύνηθες τοῖς ἀθέοις αἱρεσιώταις ποιεῖν. ἐπὶ πᾶσι τούτοις πρὸς τὸν ἑαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα τὴν εὐ- χὴν ἀποτείνας ἐπιφέρει λέγων “σὺ δὲ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου.” [10.8.88–89] ὡς γὰρ εἰς βραχὺ καταλειφθεὶς πρὸς τὴν τοῦ ἀγῶνος ἐπίδειξιν, καὶ μόνος δίχα βοηθοῦ πρὸς τὸν θάνατον ἀποδυσάμενος, εὖ εἰδὼς τὴν βοήθειαν τὴν παρὰ τοῦ πατρὸς οὐκ ἂλλως αὑτῷ γενήσεσθαι ἢ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, εἰκότως ἐπὶ τοῦ παρόντος εὔχεται διεξόδου τυχεῖν τῆς τῶν ἀντιπάλων παρατάξεως. διό φησι “σὺ δὲ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν άντίληψίν μου πρόσσχες.” διὰ γὰρ τῆς σῆς βοηθείας ἡ ἀντίληψίς μοι γενήσεται, δι’ ἣν ἀντίληψιν ὁ πᾶς εἰκότως προγέγραπται Ψαλμὸς ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως. εἰς τὴν ἀντίληψιν τοιγαροῦν πρόσσχες, παρέχων μοι τὴν ὅσον οὔπω κάτα τὴν ἕω τῆς ἐκ νεδρῶν ἀναστάσεως ἀντίληψιν, ἧς ἐλπίζω τεύξεσθαι, ἐπὰν μὴ μακρύνας μου αὐτὴν ‘ῥύσῃ ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· ἐπὰν σώσῃς με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.” [10.8.90–91] δι’ ὧν ἡγοῦμαι αὐτὸν τὰς καταχθονίους αἰνίττεσθαι δυνάμεις, ὧν οὐ καθ’ ἡμὰς ἂν εἴη κατ’ εἶδος διαστείλασθαι καὶ διελεῖν, ὅπως ἡ μέν τις αὐτῶν ῥομφαία οὖσα ἀνετείνετο κατὰ τῆς ψυχῆς τοῦ σωτῆρος ἡμῶν, ἡ δέ τις κύων οὖσα θανάτῳ τὴν θανατηφόρον χεῖρα προυβάλλετο, εἰς τὸ καθάψασθαι αὐτῆς. διό φησι ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου.· ἄλλη δέ τις πονηρὰ καὶ τῶν ἐκεῖσε θηρίων ἡγουμένη δύναμις, λέων προσαγορευομένη, τὸ πλατὺ καὶ ἀχανὲς τοῦ θανάτου στόμα διανοίξασα, μετὰ ἄλλων τῶν εἰς Ἃιδου κατιόντων καὶ τὴν αὐτοῦ ψυχὴν καταπιεῖν ὥρμητο, ὥσπερ οὖν πάλαι πρότερον κατέπιεν ὁ θάνατος ἰσχύσας, οὐχ ἓτερος ὢν τοῦ ἐνταῦθα λέοντος τοῦ τὸ στόμα κατὰ τοῦ θῆσωτῆρος ἡμῶν ἀνοίξαντος, ἀφ’ οὗ καὶ αὐτοῦ σωθῆναι τὸν πατέρα παρακαλεῖ λέγων σῶσόν με ἐκ στόματος λέοντος. [10.8.92–93] εἶεν δ’ ἂν καὶ ἄλλαι τινὲς πονηραὶ καὶ θεομάχοι δυνάμεις τῷ μονοκέρωτι τοῦ θεοῦ ἀντιπράττουσαι καὶ ἀντιπαρεξάγειν αὐτὸν ἐπιχειροῦσαι, ἀφ’ ὧν καὶ αὐτῶν ὁ τοῦ θεοῦ μονόκερως, αὐτὸς ὁ κύριος ἡμῶν μόνον τὸν πατέρα κέρας ἔχων, τὴν ἑαυτοῦ ταπείνωσιν ῥυσθῆναι ἀξιοῖ, λέγων “καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.” ποίαν δὲ ταπείνωσιν ἢ ταύτην αὐτὴν, καθ’ ἣν “ἐν μορφῇ θεοῦ ὑπάρχων ἐταπείνωσεν ἑαυτὸν καὶ ἐκένωσε, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ;" ἀλλὰ γὰρ ἐπὶ τοσοῦτον κατελθὼν, καὶ μέχρι τούτου φθάσας, λέγω δὴ μέχρι τῆς ἐν τῷ Ἃιδῃ ῥομφαίας, καὶ τῆς χειρὸς τοῦ αὐτόθι λεγομένου κυνός· ὃθεν καὶ παῖδας Ἑλλήνων εἰκὸς τοιοῦτόν τινα παρακούσαντας κύνα θανάτου, καὶ τοῦτον τρικέφαλον ἀναζωγραφεῖν·) ζωγραφεῖν·) καὶ μέχρι δὲ τῶν φαρύγγων τοῦ προδεδηλωμένου λέοντος ἐλθὼν, καὶ τὴν ταπείνωσιν αὑτοῦ τοῖς ἀντιπάλοις καὶ θεομάχοις μονοκὲρωσιν ὑποστρώσας, καὶ ἐπὶ τοῦτό γε τέλος τὴν πᾶσαν οἰκονομίαν τῆς ἑαυτοῦ κενώσεως τε καὶ ταπεινώσεως στήσας, κἄπειτα εὐξάμενος ἤδη λοιπὸν τυχεῖν τῆς βοηθείας καὶ τῆς παρὰ τοῦ πατρὸς ἀντιλήψεως, ἐπιλέγει “σὺ δὲ, κύριε, μὴ μακύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσσχες. [10.8.94–95] καὶ τοῦτ’ εἰπὼν οὐκ εἰς μακρὸν ἐπηκόου τοῦ πατρὸς τυγχάνει, μὴ μακρυνθέντος, μηδὲ τὸ βραχύτατον ὑπερθεμένου, αὐτοῖς δὲ ἔργοις μονονουχὶ φήσαντος αὐτῷ “ἔτι λαλοῦντός σου, ἐρῶ, ἰδοὺ πάρειμι.” καὶ δὴ τοῦτ’ αἰσθόμενος, τῆς τε πατρικῆς βοηθείας, καθάπερ ηὔξατο, τυχὼν, ἐντεῦθεν λοιπὸν ἀπάρχεται τοῦ ἐπινικίου ὕμνου, ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως τὸν Ψαλμὸν ποιούμενος, ἐν οἶς φησι ‘’θιηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. πρώτοις μὲν οὖν τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις ἐπαγγέλλεται τὰ τῆς ἐπ’ αὐτῷ χαρᾶς καὶ ἀγαλλιάσεως εὐαγγελίσεσθαι, ἀδελφοὺς αὐτοὺς ὀνομάζων· [10.8.96–97] οἷς ἀκόουθα καὶ ὁ Ματθαῖος διδάσκει λέγων “καὶ ἰδοὺ ὁ Ἰησοῦσ ἀπήντησεν αὐταῖς, δηλονότι ταῖς ἀμφὶ τὴν Μαγδαληνὴν Μαρρίαν, λέγων, χαίρετε. αἷ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν αὐτῶ. τότε λέγ·ει αὐταῖς ὁ Ἰησοῦς, μὴ φοβεῖσθε, ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἔνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν κἀκεῖ με ὂψονται.” ὁ Ἰωάννης δὲ μετὰ τὴν ἐκ νεκρῶν ἀνάσασιν εἰσάγει καὶ αὐτὸς τὸν Ἰησοῦν λέγοντα πρὸς τὴν Μαριάμ “μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν.” [10.8.98–99] πρώτοις μὲν οὖν τοῖς ἀποστόλοις αὑτοῦ, οὓς ἰδίους ἀδελφοὺς ὀνομάζει, τὸ ὄνομα τοῦ πατρὸς διηγήσεσθαί φησι· μετὰ δὲ ἐκείνους, τάξει καὶ ἀκολουθίᾳ τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἐπὶ τῷ ὀνόματι αὐτοῦ συστᾶσαν ἐκκλησίαν διδάξειν τὸν πατρικὸν ὕμνον ἐπαγγέλλεται. ὥσπερ γὰρ εἴ τις ἐν μέσῳ μαθητῶν διεξοδεύοι λόγους ἐπὶ σοφίᾳ διαπρέπων διδάδκαλος ὑπὲρ τοῦ κἀκείνους ἀκούσαντας προσυπακοῦσαι, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς ἐν μέσῳ ἐκκλησίας, Φηςὶν, ὑμνήσω σε, ὑπὲρ τοῦ μαθοῦσαν τὴν ἐκκληςίαν καὶ ἀκούσασαν παρ᾿ αὐτοῦ, ὃν προςήκει τρόπον, μηκέθ᾿ ὡς τὸ πρὶν τοὺς δαίμονας, ἀλλ᾿ αὐτὸν μόνον τὸν πάντων θεὸν διὰ τοῦ καταγγείλαντος αὐτὸν ἀνυμνεῖν. [10.8.100–101] ταῦτα πράξειν ὑποσχόμενος σφόδρα ἀκολούθως ἐντεῦθεν ἤδη προστάττει τῇ ἐκκλησία καὶ τοῖς αὑτοῦ ἀδελφοῖς ὑμνεῖν τὸν πατέρα. δίο φησιν “οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτὸν, ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτόν. καὶ φοβηθήτωσαν ἀπ᾿ αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραὴλ, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ᾿ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μοῦ.” δι᾿ ὧν σαφῶς παρέστησε τῶν προωνομασμένων κακῶν τὴν ἀπαλλαγήν. [10.8.102–103] εἰ γὰρ ἐν τῶ κεκραγέναι πρὸς αὐτὸν εἰσήκουσεν αὐτοῦ, ηὔξατο δὲ ῥυσθῆναι ἀπὸ μὲν ῥομφαίας τὴν ψυχὴν αὑτοῦ, ἐκ δὲ κυνὸς τὴν μονογενῆ αὑτοῦ, καὶ ἔτι ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσιν αὑτοῦ, ἀκόλουθόν ἐστι νοεῖν τούτων ἀπαλλαγὴν εὑρέσθαι τὸν φύσαντα “ὅτι μὴ προσώχθισεν ὁ θεὸς τῇ δεήσει αὐτοῦ, μηδὲ τὸ πρόσωπον ἀπέστρεψεν ἀπ᾿ αὐτοῦ, ἀλλ᾿ ἐν τῷ κεκραγέναι εἰσήκουσεν αὐτοῦ.” διὸ καὶ ὑπῆρξεν αὐτῷ ῥυσθέντι τῶν τοσούτων καὶ ἐκ τοῦ θανάτου διαφυγόντι συνδιατρίβειν τοῖς ἑαυτοῦ μαθηταῖς ὁμοῦ καὶ ἀδελφοῖς, καὶ ὑμνεῖν ἐν μέσῳ ἐκκληςίας τὸν πατέρα. τήρει δὲ πάλιν ὡς πτωχὸν αὖθις ἑαυτὸν ἀποκαλεῖ, συμφώνως ταῖς πρότερον παρατεθείσαις προφητείαις, δι᾿ ὧν πένης καὶ πτωχὸς ὠνομάζετο. [10.8.104–105] ἀλλ᾿ ἐπεὶ καὶ τὴν ἀνάστασιν αὑτοῦ διὰ τούτων παρέστησεν, αὖθις πρὸς τὸν πατέρα ἐπιστρέφων τὸν λόγον, παρὰ σοῦ, φηςὶν, ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τῆς ἐπ’ ὀνόματι αὐτοῦ συστάσης ἐξ ἐθνῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίας μνημο- νεύων, ἐν ἡ ὁ περὶ τοῦ σωτῆρος ἡμῶν ἔπαινος διὰ παντὸς ᾄδεται, νεύματι τοῦ πατρὸς αὐτοῦ καὶ συνεργίᾳ. γίᾳ. διό φησι ‘‘παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλγσίᾳ μεγάλῃ.” μεγάλη γὰρ ὡς ἀληθῶς ἡ ἐκκλησία αὕτη ἐκ παντὸς γένους ἀνθρώπων συγκεκροτημένη, οὐδὲ συγκρίνεσθαι διὰ τὸ σεμνὸν καὶ ὑπερφυὲς τοῦ βίου καὶ διὰ τὸ τῶν δογμάτων μέγεθος ἀξία τῷ Ἰουδαίων ἔθνει καὶ τῇ τῶν ἐκ περιτομῆς συναγωγῇ, πάσῃ πτωχείᾳ λόγου καὶ βίου καὶ φρονήματος καὶ τῆς ἂλλης περὶ θεοῦ δόξης ἐσμικρυμμένῃ. [10.8.106–107] εἶτ’ ἐπιλέγει “τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐνώπιον πάντων τῶν φοβουμένων αὐτόν,” φοβουμένους αὐτὸν ἀποκαλῶν τὴν πρότερον ὀνομασθεῖσαν ἐκκλησίαν μεγάλην, οἷς ἔλεγεν “οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτόν.” ποίας δὲ εὐχὰς ἀποδώσειν φησὶν ἢ ἃς ἐπηγγείλατο,. ποίας δὲ ἐπηγγείλατο ἢ ἐκείνας δι’ ὧν ἔφησε “διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε; εὐχαὶ γάρ εἰσιν αἶ ἐπαγγελίαι, ἃς ἐπαγγειλάμενος δώσειν ἐν μέσῳ ἐκκλγσίας διεβεβαιοῦτο. τούτοις ἐξῆς ἐπιλέγει ‘‘φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἶ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἶ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.’ μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πάσαι αἶ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.” [10.8.108–109] δι’ ὦν σφόδρα ἀκολούθως τὰ μετὰ τὴν ἀνάστασιν αὐτοῦ κατορθώματα ἀναφωνεῖ, ἃ καὶ πεπλήρωται διὰ τῆς ἐξ ἀπάντων τῶν ἐθνῶν κλήσεως, διά τε τῆς ἐν τοῖς πέρασι τῆς οἰκουμένης ἀνθρώπων ἐκλογῆς, ὧν αἶ ἐκβάσεις ὀφθαλμοῖς θεωρούμεναι πάντων ἂν γένοιντο τῶν διὰ τοῦ Ψαλμοῦ λεγομένων παραστατικαί. πένητες δὲ πάλιν ἡμεῖς, οὓς κατὰ θεὸν πτωχεύοντας ἐκτρέφων ὁ σωτήριος λόγος τῷ νοητῷ καὶ λογικῷ ἄρτῳ ταῖς ζωοποιοῖς τῶν ψυχῶν τροφαῖς τὴν αἰώνιον ἡμῖν παρέχει ζωήν. διό φησιν ὁ Ψαλμὸς “φάγονται πένηες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι καὶ αἰνέσουσι κύριον οἶ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἶ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.” [10.8.110–111] καὶ ὁ ἐπίλογος δὲ τῆς ὅλης προφητείας μετὰ πάντα ἐπιφέρων “ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος ἄντικρυς τὸν ἐξ ἐθνῶν προθεσπίζει λαὸν, καὶ τὴν διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συστᾶσαν ἐπὶ τῆς γῆς γενεάν. τίς γὰρ ἂν εἴη ὁ μετὰ ταῦτα τεχθήσεσθαι λεγόμενος τῷ θεῷ λαὸς, πάλαι μὴ ὢν, μηδ’ ὑφεστὼς ἐν ἀνθρώποις, ὕστερον δὲ γεγονώ; τίς τε ἡ μὴ οὖσα τότε, λεγομένη δὲ ἐλεύσεσθαι γενεὰ, εἰ μὴ αὕτη ἡ διὰ τοῦ σωτῆρος ἡμῶν ἐν παντὶ τῷ κόσμῳ συστᾶσα ἐκκλησία, καὶ ὁ νέος ἐξ ἐθνῶν λαὸς, ἐφ’ ᾧ καὶ διὰ Ἡσΐου τὸ πνεῦμα τὸ ἅγιον θαυμαστικῶς ἀπεφθέγξατο φῆσαν “τίς ἤκουσε τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ, καὶ εἰ ἐτέχθη ἔθνος εἰσάπαξ.” [10.8.112] Ταῦτα μὲν οὖν ἡμεῖς ἐφ’ ἕτερα συνελαύνοντος τοῦ καιροῦ διαδραμόντες ἀκροθιγῶς διεξήλθομεν· ὅτῳ δ’ ἂν μέλοι τῆς τοῦ σωτῆρος ἡμῶν παρακελεύσεως, φήσαντος, ἐρευνᾶτε τὰς γραφὰς ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρφήσαντος τυροῦσαι περὶ ἐμοῦ, ἑκάστῃ λέξει τοῦ Ψαλμοῦ τὸν νοῦν ἐμβαθύνας, τὴν ἀκριβῆ διάνοιαν θηρεῦσαι ἂν τῆς ἐν τοῖς εἰρημένοις ἀληθείας. ------------------------------------------------------------ https://www.sermonindex.net/fathers/eusebius-of-caesarea-demonstratio-evangelica-greek-part-2/